Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Timotheus of Miletus: Persians and Fragments

Library › Greek: Lyric & Elegy › Persians and Fragments

Persians and Fragments gathers the surviving work of Timotheus of Miletus (c. 450–360 BC), the most celebrated citharode poet of his day. At its centre is the Persians, a lyric nome on the Greek victory at Salamis, known from a papyrus of the fourth century BC found in Egypt. Around it stand short fragments of his other songs, among them the Cyclops, preserved in quotations by later authors.

Timotheus was the leading figure of the 'New Music', whose elaborate, freely structured songs and bold diction scandalized conservative critics. The Persians, with its extravagant compounds and scenes of drowning Persians and a barbarian's broken Greek, is the longest surviving example of this style, and its papyrus is among the oldest Greek literary manuscripts known.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: PMG 777–804 (Persae = PMG 791; P.Berol. 9875); numbering as Hordern 2002 (Persae = fr. 15)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Lyric & Elegy
Persians and Fragments
Timotheus of Miletus · every word parsed
2b
θυιάδα φοιβάδα μαινάδα λυσσάδα Κύκλωψ ἔγχευε δʼ ἓν μὲν δέπας κίσσινον μελαίνας σταγόνος ἀμβρότας ἀφρῶι βρυάζον, εἴκοσιν δὲ μέτρʼ ἐνέχευʼ, ἀνέμισγε δʼ αἷμα Βακχίου νεορρύτοισιν δακρύοισι Νυμφᾶν. [5]
5
οὔτοι τόν γʼ ὑπεραμπέχοντʼ οὐρανὸν εἰσαναβήσει. Νιόβη ἀλλʼ ἐπεὶ ὁ Τιμοθέου Χάρων σχολάζειν οὐκ ἐᾶι, οὑκ τῆς Νιόβης, χωρεῖν δὲ πορθμίδʼ ἀναβοᾶι, καλεῖ δὲ μοῖρα νύχιος, ἧς κλύειν χρεών, .
10
.. ἔρχομαι· τί μʼ αὔεις; Πέρσαι κλεινὸν ἐλευθερίας τεύχων μέγαν Ἑλλάδι κόσμον, σέβεσθʼ αἰδῶ συνεργὸν ἀρετᾶς δοριμάχου.
Ἄρης τύραννος· χρυσὸν Ἑλλὰς οὐ δέδοικε. fr.
15,col1
4.3 νυμφα . [, ]ναιανπ[, 4 επ[ε]υκυκλ[, ] . ουροθωι[, 5 επ[ε]υθυφ[, ] . σκοπειν[, 6 συ[ν]δρομ[, 12 ]παλιμμ[, 13 ]μουσα[ fr. 3.3 ]στοιχο[, 11 ]πορο[, fr. 7.3 ]πιφοβα[, 4 ]εοξυ[ fr. 8.5 ] . ρουκοιλ[, 6 ]λινοιοδ .. [, 8 ]γυια, fr. 9.6 ] . ιαδιοπλ[, 9 ]ασειχον[ [ . [5]
15,col2
. ] . [ .. ] . [ …… ]αντ[ ]νων[ ] .. συν[εμ]βολο[ι]σι γειτ[ … ]σ[ .. ]υ[ ……… ]αντιαι[ ……. ]πρι[ .. ]νε χαρα[ξ]ανπο . ιδεγε[ … ]λογχο[ ……. ]αμφεθ[ε]ντοοδοντων στο . [ . ] . αιδ[ . ]κυρτοι[σι]κρασιν[ ……. [ ]μέναι [χε]ῖρας παρέσυρον ἐλα[τίνα]ς· ἀλλʼ εἰ μὲν [ἐ]νθένδε[ …… ]ιστος ἐπ[ιφ]έροιτο πλαγὰ ῥηξι[ … ]ος, πάντες [ .. ]ανέπι[πτον] ἐκεῖσε να[ῦ]ται· εἰ δʼ ἀντίτοιχος ἀκτ[ὰ … ]ος ἄξειεμ [πο]λυκροτο[ .. … ]σιμον πεύκας, πάλιν ἐφέροντο· αἱ δε[ …. ]αι . η γυῖα [δ]ιαφέρουσα[ι πλ]ευρὰς λι[νο]ζώστους ἔφαινον, τας . [ …. ] . [ … ] … [ .. ]ις σκηπτ[ .. ] ἐπεμβάλλ[ο]ντες ἀνε[χ]αίτιζον, αἱ δὲ πρα[νέες …… ] . [ … ]ας ἀπηγ〈λ〉αϊσμένα[ι] σιδα[ρ]〈έ〉ωι κράνει· ἴσος δὲ πυρὶ δαμ[ …. ] ἀγκυλένδετος μεθίετο χερσίν, ἐν δʼ ἔπιπτε γυίοις αἰθε[ ……… ] ὠμὰ διακραδαίνων· στερεοπαγῆ δʼ ἐφέρετο φόνια[ ……… ]α[ .. ] τά τε περίβολα πυρὶ φλεγ[όμ]ενʼ ἐν ἀποτομάσι βουδό[ροισι· τῶν δὲ] βίοτος ἐθύετʼ ἀδιν[ὸ]ς ὑπὸ τανυπτέροισι χαλκόκρασι νευρε[ σμαραγδοχαίτας δὲ πόντος ἄλοκα ναΐοις ἐφοινίσσετο σταλά[γμασι … ]αυπαι βοὰ δὲ [πα]μμι[γ]ὴς κατεῖχεν· ὁμοῦ δὲ νάϊος στρατὸς βάρβαρος ἀμμι[γ ….. ] αντεφέρετʼ ἐ[πʼ ἰχ]θυ[ο]στέφεσι μαρμαροπ[τύχ]ο[ι]ς κόλποισιν [Ἀμφιτρίτ]ας, ἔνθα τοι τ[ ……. ]πέδιος ἀνὴρ ἁμεροδρόμοιο χώρας ἄναξ [ … …. ]μβρίαν α . ω[ … ποσί τε χ]ερσίν τε παίω[ν ἔ]πλει νησίωτας [ ……. ]ς θεινόμε[νος …. δ]ιεξόδους μ[ατεύω]ν ἰσόρροπά τε παλευό[μενος [ ]ηλ[ ]ων καλεῖ θ[αλάσ]σιον θεὸν πάτερα τ[ . [45]
15,col2 (50)
…… ] . νο[ … ]φι[ ] . κεπ[ .. ] .. [ ………….. ]λασσων . [ ……. ]σπ[ .. ]τε[ ] .. γαν[ .. ]ον[ ……….. ]απερσαν ….. ] . εφασ[ .. ]ρ[ ]αντεκεκρατ[ ………. ]νινκελαι … αμ]βλυδω[χ]ρον[ ]σκατεσσφρα[ ……… ] . στα ….. ]πεπα[ .. ]ολλ[ ]υτεκ .. τοσ[ ……… ]νωτου ….. ]εδιαπαλευων[ ]πουβασιμον[ ….. ]νδιοδον ….. ]εσμ[ο]ς[απ]ειροσ[ ]φιναοιστρυ[ ….. ]λιχθεις [ ]υλα[ ]φον[ .. ]ευμα . [ ] ὅ]τε δὲ τᾶι λείποιεν αὔραι τᾶι δʼ ἐπεισέπιπτον, ἀφρῶι δʼ 〈ὗʼ〉 ἀβακχίωτος ὄμβρος, εἰς δὲ τρόφιμον ἄγγος ἐχεῖτʼ· ἐπεὶ δʼ ἀμβόλιμος ἅλμα στόματος ὑπερέθυιεν, ὀξυπαραυδήτωι φωνᾶι παρακόπωι τε δόξαι φρενῶν κατακορὴς ἀπείλει γόμφοισ〈ιν〉 ἐμπρίων μιμούμενος λυμεῶνι σώματος θαλάσσαι· ἤδη θρασεῖα καὶ πάρος λάβρον αὐχένʼ ἔσχες ἐμ πέδαι καταζευχθεῖσα λινοδέτωι τεόν· νῦν δέ ςʼ ἀναταράξει ἐμὸς ἄναξ ἐμὸς πεύκαισιν ὀριγόνοισιν, ἐγκλήισει δὲ πεδία πλόϊμα νομάσι ναύταις· οἰστρομανὲς παλεομίσημʼ ἄπιστόν τʼ ἀγκάλισμα κλυσιδρομάδος αὔρας. [80]
15,col3 (60)
φάτʼ ἄσθματι στρευγόμενος, βλοσυρὰν δʼ ἐξέβαλλεν ἄχναν ἐπανερευγόμενος στόματι βρύχιον ἅλμαν· φυγᾶι δὲ πάλιν ἵετο Πέρσης στρατὸς βάρβαρος ἐπισπέρχων· ἄλλα δʼ ἄλλαν θραῦεν σύρτις μακραυχενόπλους, χειρῶν δʼ ἔγβαλλον ὀρείους πόδας ναός, στόματος δʼ ἐξήλλοντο μαρμαροφεγγεῖς παῖδες συγκρουόμενοι· κατάστερος δὲ πόντος ἐγ λιποπνόης … [ . ]στερέσιν ἐγάργαιρε σώμασιν, ἐβρίθοντο δʼ ἀϊόνες. ο[ἱ] δʼ ἐπʼ ἀκταῖς ἐνάλοις ἥμενοι γυμνοπαγεῖς ἀυτᾶι τε καὶ δακρυσταγεῖ [γ]όωι στερνοκτύπωι γοηταὶ θρηνώδει κατείχοντʼ ὀδυρμῶι· ἅμα δὲ [γᾶν] πατρίαν ἐπανεκα[λ]έοντʼ· ἰὼ Μύσιαι δενδροέθειραι πτυχαί, [ῥύσ]ασθέ μʼ ἐνθέν[δ]ε· νῦν ἀήταις φερόμεθʼ, οὐ γὰρ ἔτι ποτʼ ἀμὸν [σῶ]μα δέξεται [πόλ]ις κ[ . [110]
15,col3 (100)
] . εγ γὰρ χερὶ πα[ . ]ε[ . ]νυμφαιογονον [ … ] . ον αντρον ο[ … ] . [ … ]διαστακαπε[ ….. ] . ονειτεο βαθυ[τ]ερον ποντοιο τ[ … ]α απεχε μαχιμο[ .. ] . [ .. ] πλοιμον Ελλαν ευ[ … ]η στέγην ἔδειμε [τ]ῆλ[ε] τελεόπορον ἐμὸς [δ]εσπότης· οὐ γὰρ ἂ[ν Τμῶ]λον οὐδʼ ἄστυ Λύδιον [λι]πὼν Σαρδέων ἦλθον [Ἕ]λλανʼ ἀπέρξων Ἄρ[η· νῦν] δὲ πᾶι τις δυσέκφευκ[τ]ον εὕρηι γλυκεῖαν μόρου καταφυγήν; Ἰλιοπόρος κακῶν λυαία μόνα γένοιτʼ ἄν, εἰ δυναστα πρὸς μελαμπεταλοχίτωνα Ματρὸς οὐρείας δεσπόσυνα γόνατα πεσεῖν εὐωλένους τε χεῖρας ἀμφιβάλλων λίσσων χρυσοπλόκαμε θεὰ Μᾶτερ ἱκνοῦμαι ἐμὸν ἐμὸν αἰῶνα δυσέκφευκτον, ἐπεί μʼ αὐτίκα λαιμοτόμωι τις ἀποίσεται ἐνθάδε μήστορι σιδάρωι, ἢ κατακυμοτακεῖς ναυσιφθόροι αὔραι νυκτιπαγεῖ βορέαι διαραίσονται· περὶ γὰρ κλύδων ἄγριος ἀνέρρηξεν ἅπαγ γυίων εἶδος ὑφαντόν· ἔνθα κείσομαι οἰκτρὸς ὀρνίθων ἔθνεσιν ὠμοβρῶσι θοινά. [135]
15,col4 (120)
τοιάδʼ ὀδυρόμενοι κατεδάκρυον· ἐπεὶ δέ τις λαβὼν ἄγοι πολυβότων Κελαινᾶν οἰκήτορʼ ὀρφανὸν μαχᾶν σιδαρόκωπος Ἕλλαν, ἄγει κόμης ἐπισπάσας, ὁ δʼ ἀμφὶ γόνασι περιπλεκεὶς ἐλίσσετʼ, Ἑλλάδʼ ἐμπλέκων Ἀσιάδι φωνᾶι διάτορον σφραγῖδα θραύων στόματος, Ἰάονα γλῶσσαν ἐξιχνεύων· ἔπω μοί σοι κῶς καὶ τί πρᾶγμα; αὖτις οὐδάμʼ ἔλθω· καὶ νῦν ἐμὸς δεσπότης δεῦρό μʼ ἐνθάδʼ ἤξει· τὰ λοιπὰ δʼ οὐκέτι, πάτερ, οὐκέτι μαχέςʼ αὖτις ἐνθάδʼ ἔρχω, ἀλλὰ κάθω· ἐγώ σοι μὲν δεῦρʼ ἐγὼ κεῖσε παρὰ Σάρδι, παρὰ Σοῦσα, Ἀγβάτανα ναίων· Ἄρτιμις ἐμὸς μέγας θεὸς παρʼ Ἔφεσον φυλάξει. [160]
15,col4 (150)
οἱ δʼ ἐπεὶ παλίμπορον φυγὴν ἔθεντο ταχύπορον, αὐτίκα μὲν ἀμφιστόμους ἄκοντας ἐκ χερῶν ἔριπτον, δρύπτετο δὲ πρόσωπʼ ὄνυξι· Περσίδα στολὴν περὶ στέρνοις ἔρεικον εὐυφῆ, σύντονος δʼ ἁρμόζετʼ Ἀσιὰς οἰμωγὰ πολυστόνωι, κτυπεῖ δὲ πᾶσα Βασιλέως πανήγυρις φόβωι τὸ μέλλον εἰσορώμενοι πάθος· ὁ δὲ παλινπόρευτον ὡς ἐσεῖδε Βασιλεὺς εἰς φυγὴν ὁρμῶντα παμμιγῆ στρατόν, γονυπετὴς αἴκιζε σῶμα, φάτο δὲ κυμαίνων τύχαισιν· ἰὼ κατασκαφαὶ δόμων σείριαί τε νᾶες Ἑλλανίδες, αἳ κατὰ μὲν ἥλικʼ ὠλέσαθʼ ἥβαν νεῶν πολύανδρον· νᾶες δʼ οὐκ ὀπισσοπόρευτον ἄξουσιμ, πυρὸς δʼ αἰθαλόεμ μένος ἀγρίωι σώματι φλέξει, στονόεντα δʼ ἄλγη ἔσται Περσίδι χώραι· ἰὼ βαρεῖα συμφορά, ἅ μʼ ἐς Ἑλλάδʼ ἤγαγες· ἀλλʼ ἴτε, μηκέτι μέλλετε, ζεύγνυτε μὲν τετράορον ἵππων ὄχημʼ, οἱ δʼ ἀνάριθμον ὄλβον φορεῖτʼ ἐπʼ ἀπήνας· πίμπρατε δὲ σκηνάς, μηδέ τις ἡμετέρου γένοιτʼ ὄνησις αὐτοῖσι πλούτου. [195]
15,col5 (174)
οἱ δὲ τροπαῖα στησάμενοι Διὸς ἁγνότατον τέμενος, Παιᾶνʼ ἔσται Περσίδι χώραι· ἄνακτα, σύμμετροι δʼ ἐπεκτύπεον ποδῶν ὑψικρότοις χορείαις.
15,col5 (200)
ἀλλʼ ὦ χρυσεοκίθαριν ἀέξων μοῦσαν νεοτευχῆ, ἐμοῖς ἔλθʼ ἐπίκουρος ὕμνοις ἰήιε Παιάν· ὁ γάρ μʼ εὐγενέτας μακραίων Σπάρτας μέγας ἁγεμὼν βρύων ἄνθεσιν ἥβας δονεῖ λαὸς ἐπιφλέγων ἐλᾶι τʼ αἴθοπι μώμωι, ὅτι παλαιοτέραν νέοις ὕμνοις μοῦσαν ἀτιμῶ· ἐγὼ δʼ οὔτε νέον τινʼ οὔτε γεραὸν οὔτʼ ἰσήβαν εἴργω τῶνδʼ ἑκὰς ὕμνων· τοὺς δὲ μουσοπαλαιολύμας, τούτους δʼ ἀπερύκω, λωβητῆρας ἀοιδᾶν, κηρύκων λιγυμακροφώνων τείνοντας ἰυγάς. πρῶτος ποικιλόμουσος Ὀρφεὺς 〈χέλ〉υν ἐτέκνωσεν υἱὸς Καλλιόπα〈ς – –〉 Πιερίαθεν· Τέρπανδρος δʼ ἐπὶ τῶι δέκα ζεῦξε μοῦσαν ἐν ὠιδαῖς· Λέσβος δʼ Αἰολία ν〈ιν〉 Ἀντίσσαι γείνατο κλεινόν· νῦν δὲ Τιμόθεος μέτροις ῥυθμοῖς τʼ ἑνδεκακρουμάτοις κίθαριν ἐξανατέλλει, θησαυρὸν πολύυμνον οἴξας Μουσᾶν θαλαμευτόν· Μίλητος δὲ πόλις νιν ἁ θρέψαςʼ ἁ δυωδεκατειχέος λαοῦ πρωτέος ἐξ Ἀχαιῶν. [230]
15,col6 (235)
ἀλλʼ ἑκαταβόλε Πύθιʼ ἁγνὰν ἔλθοις τάνδε πόλιν σὺν ὄλβωι, πέμπων ἀπήμονι λαῶι τῶιδʼ εἰρήναν θάλλουσαν εὐνομίαι. διὰ σὲ καὶ τεὰ δῶρα ειτα Σκύλλα οὐκ ἀείδω τὰ παλαιά, καινὰ γὰρ ἀμὰ κρείσσω· νέος ὁ Ζεὺς βασιλεύει, τὸ πάλαι δʼ ἦν Κρόνος ἄρχων· ἀπίτω Μοῦσα παλαιά. [5]
εἶτʼ ἤδη δὸς φιάλην ⟦ τὸ ὅπλον ⟧ Ἄρεως κατὰ Τιμόθεον ξυστόν τε βέλος. ἀρτίως διηρτάμηκε καὶ τὰ μὲν διανεκῆ σώματος μέρη δαμάζετʼ ἐν πυρικτίτωι στέγαι· Τιμόθεος ἔφη ποτʼ, ἄνδρες, τὴν χύτραν οἶμαι λέγων.
τεταμένον ὀρίγανα διὰ μυελοτρεφῆ. σύ τʼ ὦ τὸν ἀεὶ πόλον οὐράνιον λαμπραῖς ἀκτῖςʼ Ἥλιε βάλλων, πέμψον ἑκαβόλον ἐχθροῖσ〈ι〉 βέλος σᾶς ἀπὸ νευρᾶς, ὦ ἵε Παιάν.
25
σὺ δὲ τὸν γηγενέταν ἄργυρον αἰνεῖς· μακάριος ἦσθα, Τιμόθεʼ, ὅτε κᾶρυξ εἶπε· νικᾶι Τιμόθεος Μιλήσιος τὸν Κάμωνος τὸν ἰωνοκάμπταν, διὰ κυάνεον πόλον ἄστρων διά τʼ ὠκυτόκοιο σελάνας.
ὅτʼ αὔξεται ἡλίου αὐγαῖς
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top