epist 971a (t1)
ΤΙΜΑΙΟΥ ΣΟΦΙΣΤΟΥ ΕΚ ΤΩΝ ΤΟΥ ΠΛΑΤΩΝΟΣ ΛΕΞΕΩΝ. ΤΙΜΑΙΟΣ ΓΑΙΑΤΙΑΝΩΙ εὖ πράττειν. Ἐπιστάμενος ἀκριβῶς τὴν γνώμην καὶ τὴν περὶ Πλάτωνα σπουδὴν καὶ φιλοκαλίαν, εἰωθώς τε τῇ τῶν Κρονίων ἑορτῇ τῶν ἐμαυτοῦ τοῖς φίλοις ἀπάρχεσθαι· παιδιᾷ τε ἅμα καὶ τῇ τῆς παιδιᾶς ἀδελφῇ σπουδῇ χρησάμενος ἐξέλεξα τὰ παρὰ τῷ φιλοσόφῳ γλωσσηματικῶς ἢ κατὰ συνήθειαν Ἀττικὴν εἰρημένα, οὐχ ὑμῖν μόνοις τοῖς Ῥωμαίοις ὄντʼ ἀσαφῆ, ἀλλὰ καὶ τῶν Ἑλλήνων τοῖς πλείστοις, τάξας τε ταῦτα κατὰ στοιχεῖον καὶ μεταφράσας ἀπέστειλά σοι, νομίσας καὶ αὐτὸν ἕξειν σε παιδιὰν οὐκ ἄμουσον. Ἔῤῥωσο. Α. [10]
alpha 971a (post13t)
Ἀβουλεῖν , μὴ βουλεύεσθαι ἢ μὴ βούλεσθαι. Πλάτων. Ἀγαθοεργοί . αἱρετοὶ κατʼ ἀνδραγαθίαν. Ἄγαλμα . πᾶν ἀνάθημα. Ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλητον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης. Ἄγαμαι . [20]
alpha 971b
ἀποδέχομαι, θαυμάζω ἄγαν. Ἀγανακτεῖν , στένειν. παρὰ Πλάτωνι. Ἀγανακτικόν καὶ Ἀγανακτητέον . τὸ μὲν ἐν Πολιτείᾳ, τὸ δὲ ἐν Ἐπιστολαῖς Πλάτων ἔφη. Ἀγανακτῶν τίθεται παρὰ Πλάτωνι καὶ ἀντὶ τῶν λυπουμένων. Ἀγείρουσαν . ὡς ἱέρειαν περιερχομένην. Ἀγελαιοκομική . Πλάτων ἐχρήσατο. Ἀγελαῖος . ἀντὶ τοῦ ἰδιώτης, ῥεμβώδης καὶ εὐτελής. ἢ ὁ ἐν ἀγέλῃ διάγων. τὸ μὲν ὄνομα ἴσως ἀπὸ τῶν ζώων συναγελαζομένων, ἐφʼ οὗ σημαινομένου καὶ Πλάτων κέχρηται ἐν τῷ Πολιτικῷ. Ἀγέλας πόνων Εὐριπίδης εἶπεν, Ἀνδρῶν δὲ ἀγέλας Πλάτων. Ἄγεται δὲ καὶ ἄγει ἀντὶ τοῦ φέρει . Πλάτων ἐν τῇ ἀπολογίᾳ Σωκράτους· „ᾤχοντο εἰς Σαλαμῖνα καὶ ἤγοντο Λέοντα.“ Ἁγίαν . τὸν ἡγούμενόν τινος. Ἁγιστεύειν . ἱεροθυτεῖν. Ἄγκιστρον , τὸ ἐπὶ τοῖς ἀτράκτοις. οὕτω Πλάτων. Ἄγνος . φυτὸν, ὃν καὶ λύγον. Ἄγνος , φυτὸν ὃν καὶ λύγον καλοῦσιν. ἔστι δὲ καὶ εἶδος ὀρνέου. ἄγνον, οὐχὶ λύγον καλοῦσιν. καὶ ἀρσενικῶς. — — —Πλάτων· „ἥ τε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφὴς καὶ ὑψηλή, καὶ τοῦ ἄγνου δὲ τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον.“ Ἀγνώμονες , οἱ ἀχάριστοι, παρὰ δὲ Πλάτωνι οἱ ἀμαθεῖς. Ἀγνώμονες , οἱ κακογνωμονοῦντες. Πλάτων δὲ ἐν Πολιτείᾳ Ἀγνώμονας ἔφη τοὺς γνῶσιν μὴ ἔχοντας ἀλλʼ ἀνεπιστήμονας. Ἀγνωμόνως , ἀνοήτως ἢ ἀχαρίστως. λέγονται δὲ παρὰ Πλάτωνι ἀγνώμονες οἱ ἀμαθεῖς. Ἄγος . μίασμα, μύσος. Ἄγραι , χωρίον ἔξω τῆς πόλεως Ἀθηνῶν, οὗ τὰ μικρὰ τῆς Δήμητρος ἄγεται μυστήρια, ἃ λέγεται τὰ ἐν Ἄγρας, ὡς ἐν Ἀσκληπιοῦ. [30]
alpha 972a
— —καὶ Ἀρτέμιδος καὶ Ἀγραίας αὐτόθι τὸ ἱερόν. Πλάτων Φαίδρῳ· „ᾗ πρὸς τὸ τῆς Ἄγρης διαβαίνομεν.“ Ἄγροικος . σκληρὸς καὶ ἀπαίδευτος, ἢ ὁ ἐν ἀγρῷ κατοικῶν. Ἄγροικος , ὁ ἀμαθής· Ἀγροῖκος , ὁ ἐν τῷ ἀγρῷ αὐλιζόμενος. Πλάτων δὲ τὸ ἐναντίον τούτου. καὶ Ἀγροιώτης , ὁ γεωργικὸς λαός. Ἀγροῖκος ὀπώρα , ἀπʼ ἐναντίου τῇ γενναίᾳ, ὡς ἐν διαφορᾷ τῆς μὲν πρὸς τὸ ὀπωρίσαι, τῆς δὲ πρὸς ἀπόθεσιν καὶ οἰνοποιίαν καὶ τὰ τοιαῦτα. λέγει δὲ ὁ Πλάτων σαφῶς ἐν Νόμοις· „ὠνούμενος τὴν γενναίαν ὀπώραν ὀπωριζέτω, ἐὰν βούληται.“ καὶ πάλιν· „τῆς μὲν γενναίας ἁπτέσθω, ἐὰν βούληται· τῆς δὲ ἀγροίκου λεγομένης καὶ τὸν τοιοῦτον ὁ νόμος εἰργέτω.“ Ἀγρονόμοι . οἱ τοῖς ἀγροῖς ἐπιφοιτῶντες ἄρχοντες. Ἀγχώμαλος . ὁ ἐγγύς πως τῷ ἐπίσης ἔχων ἐπί τι ἀγώνισμα ἢ ἄθλημα. Ἀγωνία . Καὶ ἀγών καὶ ἀγωνία. Πλάτων ἐν Γοργίᾳ· „δεῖ μέντοι, ὦ Σώκρατες, τῇ ῥητορικῇ χρῆσθαι καθάπερ τῇ ἄλλῃ πάσῃ ἀγωνίᾳ. καὶ γὰρ τῇ ἄλλῃ ἀγωνίᾳ οὐ τούτου ἕνεκα δεῖ πρὸς ἅπαντας χρῆσθαι ἀνθρώπους.“ Ἀδεές , ἀσφαλές, οὐ φοβερόν. ὡς ἡ παροιμία. „Ἀδεὲς δέδιας δέος.“ λεγόμενόν τί ἐστιν ἐπὶ τῶν τὰ μὴ φοβερὰ φοβουμένων. Ἀδείμαντος . Τούτου καὶ Πλάτων μέμνηται ἐν τῷ Πρωταγόρᾳ. ἦν γὰρ τῶν περὶ τοὺς καιροὺς τούτους στρατηγούντων. ἐκωμῳδοῦντο δὲ ἐπὶ πονηρίᾳ Κλέων, Μύρμηξ καὶ Νικόμαχος καὶ Ἀρχέμορος μετʼ Ἀδειμάντου τοῦ Λευκολόφου. Ἀδελφὸς παρείη . ὅτι προτιμητέον τοὺς οἰκείους εἰς βοήθειαν ἐν καιρῷ περιστάσεως. Ἄδην · τὸ ἅλις· Πλάτων πολλαχοῦ κέχρηται· ἢ εἰς κόρον· ἱκανῶς· ἀρκούντως. ἐν Χαρμίδῃ· „ἐπεὶ δὲ τῶν τοιούτων ἄδην εἴχομεν·“ Ἀδιάλυτον , τὸ μὴ διαφθειρόμενον, ὡς Πλάτων ἐν τῷ περὶ ψυχῆς. Ἀδιάφθορον , ἄμωμον. [35]
alpha 972b
λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μήπω μετʼ ἀνδρὸς παιδισκάριον γεγονός, ὡς Μένανδρος. καὶ μὴν ἀδιάφθορον τὸ μηδεμιᾷ ὑποκείμενον φθορᾷ, ὡς Πλάτων ἐν τῷ περὶ ψυχῆς· „ὁπότε δὴ τὸ ἀδιάφθορον καὶ ἀθάνατον οἴχεται.“ λέγεται δὲ ἀδιάφθορον καὶ τὸ μὴ παρακεκινημένον τῆς ὀρθῆς γνώμης, ὡς ὁ αὐτὸς ἐν Νόμων ϛʹ· „ἀδιαφθόρους ταῖς δεήσεσι δικάζειν.“ προάγεται δὲ ἡ λέξις καὶ ἐπιῤῥηματικῶς, ὡς Αἰσχίνης φησὶν Ἀδιαφθόρως . Ἀδώνιδος κῆποι , ἐπὶ τῶν ἀώρων καὶ ὀλιγοχρονίων καὶ μὴ ἐῤῥιζωμένων. Ἀδώρητος ἐρεῖς. — —Πλάτων μέν τοί γε ἐν Συμποσίῳ Ἄδωρος εἶπε. καὶ γάρ φησιν Ἄδωρος δυσμενείας ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ Ἀδωροδόκητος . ἀλλὰ καὶ Ἀδωροδοκήτους , ὡς ὁ αὐτός. Ἀεί κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ μέχρι. Πλάτων ἐν Συμποσίῳ· „ἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόῤῥω τῶν νυκτῶν.“ Ἀεροβατεῖν , εἰς τὸν ἀέρα περιπατεῖν, τῷ ἀέρι ἐπιβαίνειν. ὁ Σωκράτης ἔφη· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον, ἵνα μὴ ἕλκῃ τὴν ἰκμάδʼ ἐς τὰ κάρδαμα. Ἀζύμου κράσεως , ἀντὶ τοῦ τῆς γλίσχρας. καὶ τὸ Ἄζυμον . ἐν Τιμαίῳ· „τὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖν.“ λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Ἀθεραπευσία Πλάτων Πολιτείας τρίτῳ. Ἀθήναζε . Πλάτων ἐν Ὀδυσσείᾳ. Παρμενίδῃ. τὸ μέντοι ἐν τῷ περὶ ψυχῆς ἐπίστασιν ἔχει ὡς ἡμαρτημένον. φησὶ δὲ τούτῳ· „καὶ γὰρ οὔτε τῶν πολιτῶν Φλιασίων οὐδʼ εἷς πάνυ τι ἐπιχωριάζει τὰ νῦν Ἀθήναζε.“ Ἄθυμος ἀντὶ τοῦ ἀθυμήτης· Πλάτων Πολιτείας εʹ. Ἄθυμος ὅ τε ἀόργητος παρὰ Πλάτωνι, καὶ ὁ περίλυπος παρʼ Αἰσχίνῃ. Ἀθύρειν τὸ παίζειν. Πλάτων Νόμοις· „ἡ δʼ αὖ παρʼ ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδιᾷ, κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθῦραι.“ Ἀθύρω ὁ ἐνεστώς. Αἰκίας . [40]
alpha 973a
ὕβρεως δίκη. Αἱμασιώδεις . Πλάτων εἶπε Περιβόλους αἱμασιώδεις τινάς ἢ τοὺς ἐκ λίθων ἄνευ πηλῶν κατεσκευασμένους ἢ τοὺς ἀπὸ ἀκανθῶν πεφραγμένους. Αἱμύλος , ὁ ἔμπειρος ἢ ἡδὺς ἐν τῷ ἀπατᾷν καὶ κόλαξ Πλάτων Αἱμύλος ἔρως φησίν. Αἰξωνεύεσθαι . ἀπὸ δήμου τινὸς ἡ κατηγορία τοῦ Αἰξωνέως, ὡς ἀπὸ Ἀβδήρων Ἀβδηρίτης, ὡς ἐπὶ βλασφημίᾳ διαβέβληται. Αἰξωνῆς δῆμος φυλῆς τῆς Κεκροπίδος· ἐκωμῳδοῦντο δὲ ὡς βλάσφημοι, ἀφʼ οὗ καὶ τὸ κακῶς λέγειν αἰξωνεύεσθαι ἔλεγον· Μένανδρος ἐν Κανηφόρῳ. Πλάτων δʼ ἐν τῷ περὶ ἀνδρείας φησίν „οὐδὲν ἐρῶ πρὸς ταῦτά γʼ ἔχων εἰπεῖν, μή με εἴπῃς Αἰξωνέα εἶναι.“ Αἰσθητής . Πλάτων τὸν αἰσθανόμενον Αἰσθητὴν ὠνόμασεν. Ἀΐστωρ . ἄπειρος, ἀμαθής. Αἰσχυντηλὸς εἶ Πλάτων Γοργίᾳ. Αἰσχυντηρός , οὐκ αἰσχυντηλός. Πλάτων ἐν Γοργίᾳ· „αἰσχυντηροτέρω μᾶλλον τοῦ δέοντος.“ Ἄκακοι . οἱ ἔξω κακίας. Ἀκεῖσθαι καὶ ἐξακεῖσθαι καὶ ἐπὶ τοῦ θεραπεύειν καὶ ἐπὶ τοῦ ἐπάγειν ἐπαγωγὰς ἐκ γοητείας καὶ μαγγανείας ἐπηγμένας. οὕτω Πλάτων ἐν Πολιτείας δευτέρῳ. Ἀκέραιοι . οἱ ἔξω κήρας. Ἀκέφαλον ἀντὶ τοῦ ἀτελείωτον. Πλάτων Νόμων ἕκτῳ· „μῦθον ἀκέφαλον ἑκὼν καταλείπομαι.“ Ἀκέφαλος μῦθος , ἐπὶ τῶν ἀτελῆ λεγόντων. Πλάτων· „ἐὰν μῦθον ἀκέφαλον ἑκὼν καταλίποιμι.“. Ἀκήρατοι . καθαροί. Ἀκινάκης . περιζώνιον στενὸν ἑτερόστομον, ὥσπερ ἡμίστομον μαχαίρας. Ἀκκίζει . [30]
alpha 973b
ἀπαξιοῖς. Ἀκολασταίνειν Πλάτων Πολιτείας τρίτῳ. Ἀκολαστανεῖτε Ἀριστοφάνης εἶπεν ὁμοίως τῷ σημανεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας Ἀκολασταίνειν ἔφη. Ἀκολουθεῖν μετʼ αὐτοῦ . οὕτω συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ. καὶ γὰρ Λυσίας οὕτω κέχρηται καὶ Πλάτων. Ἀκόλουθον , οὐδετέρως μὲν Ἀριστοφάνης, θηλυκῶς δὲ Πλάτων ἐν τῷ περὶ ψυχῆς. Ἀκοσμήτως ἀντὶ τοῦ ἀτάκτως. Πλάτων ἐν Νόμων ἕκτῳ· „τὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενον.“ Ἀκράχολος Πλάτων δευτέρᾳ Πολιτείας. Ἀκροᾶσθαι , ἀντὶ τοῦ ὑπακούειν καὶ ὑποτετάχθαι. Πλάτων καὶ Ἀντιφῶν. Ἀκροσφαλεῖς , ἄκρως ἐσφαλμένους. Ἀκροχειρίζεσθαι πυκτεύειν ἢ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς, ἢ ὅλως ταῖς ἄκραις μετʼ ἄλλου γυμνάζεσθαι. Ἀκταίνειν . γαυριᾷν καὶ ἀτάκτως πηδᾷν. Ἀκταίνειν , ἀκολασταίνειν, γαυριᾷν καὶ ἀτάκτως πηδᾷν ἢ πρὸς συνουσίαν ὁρμᾷν. Ἀκταινῶσαι σημαίνει μὲν τὸ ὑψῶσαι καὶ ἐπᾶραι καὶ μετεωρίσαι, εἴρηται δὲ ἀπὸ τῆς ἀκτῆς, τοῦ φυτοῦ, ἀφʼ οὗ τὰ ἀκόντια τέμνεται. καὶ ἐπεὶ τὰ ἀκόντια εἰς ὕψος αἴρεται ἀφιέμενα, διὰ τοῦτο καὶ ἐπὶ παντὸς ὑψουμένου καὶ πηδῶντος μεθʼ ὁρμῆς ἐτέθη τὸ ἀκταινῶσαι. Αἰσχύλος Οὐκέτʼ ἀκταίνω φησί, βαρυτόνως, οἷον οὐκέτι ὀρθοῦν δύναμαι ἐμαυτήν. Πλάτων ἐν τῷ Φαίδωνι ὡς ἀπὸ περισπωμένου. Ἀλαζών . ψευδής. Ἀλαζών , ὁ ἀλώμενος. οὕτως Ἀλκαῖος. Πλάτων δὲ Ἀλαζόσιν ἀντὶ τοῦ ψεύσταις. Ἀλευάδαι . [30]
alpha 974a
οἱ ἐν Λαρίσσῃ τῆς Θεσσαλίας εὐγενέστατοι, ἀπὸ Ἀλεύου τὸ γένος ἔχοντες. Ἀληθεστέρως . Πλάτων τρίτῳ Πολιτείας. Ἁλίπεδον . ὁμαλὸν καὶ ἄσπορον πεδίον. Ἀλιτηριῶδες . ἁμαρτωλὸν ἢ πλάνον. Ἄλη γὰρ ἡ πλάνη καὶ ἡ ἁμαρτία. Ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔποτε τρόπαιον ἐστήσαντο . ἡ παροιμία ἐπὶ τῶν διʼ ἀθυμίαν μηδὲν γενναῖον πράττειν δυναμένων. Ἀλλʼ ἤ ἀντὶ τοῦ εἰ μή, καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἤ. τίθεται δὲ ἐνίοτε καὶ ἀντὶ τοῦ ἀλλʼ ἄρα, καὶ ἀντὶ τοῦ ἁπλοῦ τοῦ ἄρα. Πλάτων· „ἀλλʼ ἢ κατόπιν ἑορτῆς ἥκομεν.“ ἀντὶ τοῦ ἄρα. Ἀλλόκοτον . ἐξηλλαγμένον. Ἀλλόκοτον σημαίνει μὲν κυρίως τὸ παρηλλαγμένον τῆς καθεστώσης διαίτης καὶ τρόπου, πεποίηται δὲ παρὰ τὸν Κότον , ὃ σημαίνει τὴν ὀργὴν καὶ μανίαν καὶ παραπληγίαν. ὁ οὖν ἄλλοτε ἄλλως ἄλλο τε ἄλλοις κοτῶν ἀλλόκοτος ἂν καλοῖτο. Πλάτων ἐν Νόμοις· „οἱ μέν γε διὰ πνεύματά γε καὶ διειλήσεις ἀλλόκοτοί εἰσι καὶ ἐναίσιοι αὐτῶν.“ τὸ γὰρ Ἐναίσιοι αὐτῶν δηλοῖ οἷον οἱ γενόμενοι ἐν αἴσῃ καὶ μοίρᾳ τινί. κυρίως μὲν οὖν οἱ τὸν νοῦν βεβλαμμένοι καὶ ἔμπληκτοι ἀλλόκοτοι καλοῦνται· ἤδη δὲ καὶ ἐπὶ τῶν τὰ σώματα παρὰ φύσιν διακειμένων. Ἀλλοτριονομοῦντες . ἐναλλαγὴν ὀνομάτων ποιοῦντες, ἢ ὅλως τισί τινα μὴ προσηκόντως διανέμοντες. Ἀλλοτριοπράγμων, ἀλλοτριοπραγμοσύνη . Πλάτων Πολιτείας τρίτῳ. Ἀλλʼ οὐ διὰ τὴν ἐν τῷ ποδὶ πρὸς τὴν λύραν ἀμετρίαν . παροιμία ἐπὶ τῶν ὑπὲρ ἄλλης αἰτίας ὀφειλόντων τιμωρίας ἢ ἐφʼ οἷς αὐτοὶ προβάλλονται οἱ κατηγορούμενοι. Ἄλογα , ἄῤῥητα Σοφοκλῆς. [30]
alpha 974b
Ἄλογα καὶ ἀδιανόητα Πλάτων. Ἀλογίαν , τὸ μηδένα λόγον ἔχειν, ἀλλʼ ἀλογιστὶ πράττειν. οὕτως Δημοσθένης καὶ Πλάτων. Ἁλουργά , θαλασσοπόρφυρα. Ἄλοχος . Πλάτων δὲ τὴν παρθένον ὡς οὔπω λοχευθεῖσαν Ἄλοχον καλεῖ. Ἀλφούς , λευκοὺς ἢ λευκάς. Ἀμαθέστερος καὶ Ἀμαθής , ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος. Πλάτων. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς, καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου. Ἀμαθία ἀντὶ τοῦ ἀναισθησία. Πλάτων. Ἁμαρτία Πλάτων Πολιτείας πρώτῳ καὶ δευτέρῳ. Ἀμβλίσκουσι δὲ τὸ ἀμβλίσκειν ποιοῦσι φησὶν ὁ Πλάτων. Ἀμβλίσκουσιν , ἀποβάλλουσιν, ὃ συμβαίνει ταῖς διαφθειρούσαις καὶ προβαλλούσαις τὰ κυήματα. Πλάτων Θεαιτήτῳ. καὶ ἀμβλίσκειν καὶ ἐξαμβλοῦν τὸ διαφθείρειν καὶ ἀφανίζειν. Ἀμβλυώττει , τυφλώττει. Ἀμελετησίᾳ Πλάτων Θεαιτήτῳ. Ἀμεταστρεπτί . οὐχ ὑποστρέφειν εἰς τοὐπίσω. Ἄμετρος . τὸ δὲ ἄνευ μέτρου Ἄμετρον Πλάτων. καὶ „τὴν ἐν τῷ ποδὶ πρὸς τὴν λύραν ἀμετρίαν.“ Ἀμηγέπη . ἑνί γε τρόπῳ, ἢ ὁπωσοῦν. Ἀμόθεν γε ποθέν . ἀπό τινος μέρους ἰσημέρου. Ἄμυνα . καὶ ἐπὶ ἀμοιβῆς, καὶ ἐπὶ εἰσπράξεως δίκης. Ἀμύνει τοὺς πολεμίους , ἀντὶ τοῦ ἀμύνεται. Πλάτων Φαίδρῳ. Ἀμφιγνοῶ κάλλιον ἢ ἀμφιβάλλω. Πλάτων ἐν Γοργίᾳ· „ἀμφιγνοῶ μέντοι, ὦ Πῶλε, ἐφʼ ἑκάστου ὧν λέγεις.“ Ἀμφιδρόμια ἑορτή ἐστιν ἐν Ἀθήνῃσι τελουμένη, καθʼ ἣν ἐγκρυφίου ἄρτου ὀπτωμένου ἐπὶ τῆς ἑστίας ἐπιτρέχουσι. τὸ δʼ αὐτὸ ποιοῦσι καὶ μετὰ σκευῆς εἰς τὰ βρέφη παρὰ τὴν ἑστίαν περιφέροντες, ἐπειδὴ κουροτρόφος ἡ τροφὸς ἐπί τινων πεφήμισται. [35]
alpha 975a
μέμνηται Πλάτων ἐν Θεαιτήτῳ· „τοῦτο μὲν δή, ὡς ἔοικε, μόγις ἐγεννήθη, ὁτιδήποτε τυγχάνει ὄν. μετὰ δὲ τὸν τόκον τὰ ἀμφιδρόμια ὡς ἀληθῶς ἐν κύκλῳ περιθρεκτέον τῷ λόγῳ.“ Ἀμφίεσμα τὸ ἔνδυμα, καὶ ἀμφίεσις. Πλάτων ἐν Γοργίᾳ· „καὶ τὰ αὐτῶν ἀμφιέσματα καὶ τὰ τῶν κρινομένων.“ Ἀμφιθαλεῖς . ἀντὶ τοῦ ἀμφότεροι οἰκοθαλεῖς. Ἀμφικτύονες . οἱ ἐκ πολλῶν πόλεων αἱρετοὶ δικασταὶ, οἷον ἀμφικτίονες καὶ περίοικοι. Ἀμφιλαφές . πολὺ καὶ ἄφθονον. ἔστιν δʼ ὅτε καὶ ἀμφίσκιον. Ἀμφιλαφής , μεγάλη, οἷον ἀμφιλαβής, ὅτι ἀμφοτέραις χερσὶ λαμβάνεσθαι αὐτῆς ἔστιν. Ἀμωσγέπως , ὅπως δήποτε, καθʼ ὁντιναοῦν τρόπον. ἔνιοι τὸ μετρίως, Πλάτων τὸ ἐκ παντὸς τρόπου, ἑνί γέ τινι. Ἄν . — — —Μετοχῇ. — —παρακειμένου καὶ ὑπερσυντελικοῦ παράδειγμα οὐχ εὗρον, ἀορίστου δέ· „ἐγὼ δὲ τίνων εἰμί; τῶν ἡδέως μὲν ἂν ἐλεγχθέντων, ἡδέως δʼ ἂν ἐξελεγξάντων.“ Πλάτων Γοργίᾳ. Ἀναβάτης . ἐπιβεβήκασι δὲ τοῦ ἁρματίου δίφρου ἡνίοχος καὶ παραβάτης, ὃν ὁ Πλάτων Ἀναβάτην μικράσπιδα ἐκάλεσεν. Ἀνάγκης ἄτρακτον . τὸν ἄξονα λέγει. Ἀνάδαστος . ἡ κληρουχηθεῖσα γῆ, ἡ πάλιν εἰς διαίρεσιν διαδιδομένη. Ἀναδῆσαι . ταινίας ἐπιβαλεῖν. Ἀναδιδοῦσαν , ἀντὶ τοῦ ἀναδιδομένην. Ἀναθέσθαι , τὸ μεταθέσθαι, ἀπὸ τῶν πεττευόντων καὶ τὰς κεκινημένας ἤδη ψήφους διορθούντων. οὔτε δὲ τὸ ὑπερθέσθαι σημαίνει ἡ λέξις, οὔτε τὸ ἀνακοινώσασθαι, ἀλλὰ τὸ μεταβουλεύσασθαι καὶ μεταγνῶναι. πολύ ἐστι παρὰ Πλάτωνι τῷ φιλοσόφῳ. Ἀναθέσθαι . [35]
alpha 975b
— —εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν πεττευομένων· Πλάτων ἐν Ἱππάρχῳ ἢ φιλοκερδεῖ. Ἀναθολώσει , ἀναταράξει. Πλάτων Νόμων ἑβδόμῳ· „ὅπως ἀναθολώσει.“ κυρίως δὲ ἐπὶ τῆς σηπίας· ἐπεὶ τὸ μέλαν αὐτῆς θολὸς καλεῖται. Ἀναιρῶ οὐ μόνον τὸ φονεύω ἀλλὰ καὶ τὸ μαντεύομαι. Πλάτων ἔν τινι τῶν Πολιτειῶν· „τότε δεῖ ποιεῖν, ἐὰν καὶ ἡ Πυθία συναναιρῇ.“ Ἀνακηκίει . ἀναπηδᾷ. Ἀνακογχυλιάσαι . ἀναγαργαρίσαι. Ἀνακρουόμεθα οἷον ἀναπροοιμιαζόμεθα. Ἀναλαμβάνειν αἰτιατικῇ, ἐπὶ τοῦ ἀνέχειν. Ὅτι ἔμελε τοῖς φιλοσόφοις καὶ τοῦ κοσμίως ἀναλαμβάνειν τὴν ἐσθῆτα, καὶ τοὺς μὴ τοῦτο ποιοῦντας ἔσκωπτον. Πλάτων ἐν Θεαιτήτῳ· „πάντα δυναμένους ὀξέως τε καὶ τορῶς διακονεῖν, ἀναλαβέσθαι δʼ οὐκ ἐπισταμένους ἐπιδεξιελευθέρως, οὐδὲ ἁρμονίαν λόγων λαβόντας ὑπαντῆσαι θεόν.“ Ἀναλέγομαι καὶ ἐκλέγομαι . Πλάτων ἐν Γοργίᾳ· „οὐκ εἰκῆ ἐκλεγόμενος προσφέρει.“ Ἀναπεμπάζεσθαι . ἐπαναλαμβάνειν κεφαλαιωδέστερον τὰ εἰρημένα. Ἀνάπηρον ψυχήν , τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουσαν, ἀλλὰ σεσινωμένην καὶ ἀχρείαν. Ἀνάπλεως . ἀναπεπλησμένος. χρῆται δὲ ἐπὶ τοῦ μεμολυσμένου. Ἀναπλήσας , ἀναπληρώσας. ὁ δὲ Πλάτων ἀντὶ τοῦ μολύνας. Ἀνάρσια . ἃ οὐκ ἄν τις ἄραιτο. Ἀνασκινδυλευθῆναι . ἀνασκολοπισθῆναι, ἀνασταυρωθῆναι. Ἀνασφῆλαι , ἀναῤῥωθῆναι. Ἀνασχινδαλευθῆναι , διὰ τοῦ χ Πλάτων. ἄλλοι δὲ διὰ τοῦ κ . Ἀνατείνας τὴν ψυχήν . [30]
alpha 976a
ἐπὶ τὰ ἄνω τρέψας καὶ ἐπὶ τὴν τῶν θεῶν θέαν. Ἀνατί . δίχα βλάβης καὶ οἷον δίχα τῆς ζημίας. Ἀναψῦχον , ἀντὶ τοῦ ἀναπνοὴν διδοῦν. καὶ Ἀναψυχομένη , ἀντὶ τοῦ ἀναπαυομένη. Ἀνδραποδώδεις , δουλοπρεπεῖς, δουλογνώμονας, καὶ Ἀνδραποδώδης θρίξ , ἐπὶ τῶν ἠλιθίων. Πλάτων φησίν· „ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας ὑπὸ ἀμουσίας.“ Ἀνδραποδώδη τρίχα . τὴν τῶν ἀνδραπόδων ἴδιον κουράν, ἣν ἀπελευθερωθέντες ἤλλασσον Ἀθήνησιν αἱ δοῦλαί τε καὶ οἱ δοῦλοι. Ἀνδρείκελον . χρόα ἐπιτηδεία, ὡς πρὸς ἀνδρὸς μίμησιν. Ἀνδρηλατεῖν . ἄνδρας ἐξελαύνειν καὶ φυγαδεύειν. Ἀνδριάς , καὶ ἐπὶ γραφῇ. Πλάτων Πολιτείᾳ. Ἀνεβίωσα ἐγώ ἀμεταβάτως. μεταβατικῶς δὲ Πλάτων ἅπαξ εἶπε ἐν τῷ Φαίδωνι· „ἐάν πέρ γε ἡμῖν ὁ λόγος τελευτήσῃ καὶ μὴ δυνώμεθα αὐτὸν ἀναβιώσασθαι.“ Ἀνέδην , ἀνειμένως. δύναται δὲ ἀπὸ τῶν ἵππων μετάγεσθαι, οἷς ἂν αἱ ἡνίαι ἀνεθῶσι. Πλάτων δὲ Νόμων ἑνδεκάτῳ· „εὗρε μηχανήν, ὅπως ἤθη μὴ ἀνέδην ἀναισχυντίας τε καὶ ἀνελευθέρου ψυχῆς μέτοχα συμβήσεται γίνεσθαι ῥᾳδίως.“ Ἀνείλεται . ἀνειλεῖται. Ἀνείλιξιν , τὴν ἀνάλυσιν, Πλάτων Πολιτικῷ. Ἀνειμένον ἄλσος . τὸ τῷ θεῷ ἀφιερωμένον. Ἀνελευθερία Πλάτων Πολιτείας δευτέρῳ. Ἀνεμιαῖον ὠόν Πλάτων Θεαιτήτῳ. Ἀνεμίδιον . Πλάτων ἐν Θεαιτήτῳ· „γόνιμον Ἀνεμίδιον τυγχάνει.“ Ἀνεργήσει . [30]
alpha 976b
ἀναδήσει, ἀναρτήσει καὶ οἷον κωλύσει. Ἀνευφήμησεν , ἀντὶ τοῦ ἐθρήνησε. Πλάτων. Ἀνεψιότης . Δημοσθένης καὶ Σόλωνος νόμους παρατίθεται ἐν τῷ περὶ τοῦ Ἁγνίου κλήρου, ἐν οἷς ἐστὶν ἡ ἀνεψιότης. κέχρηται τῇ λέξει καὶ Πλάτων καὶ Ξενοφῶν καὶ Λυσίας. Ἀνέῳγα . — —καὶ ὁ Πλάτων· „ἀνεῴγετο γὰρ οὐ πρωΐ.“ Ἀνέῳγε βούλονται μὴ λαμβάνεσθαι ἐπὶ παθητικῆς διαθέσεως. ἀλλʼ οὐκ ἀκριβῶς τοῦτο· χρῆται γὰρ μετὰ καὶ ἄλλων πολλῶν ὁ Πλάτων παθητικῶς ἐν Φαίδωνι, Ἀνεῴγετο , λέγων, Ἡ θύρα οὐ πάνυ πρωΐ . Ἀνικμώμενα ταὐτὸ τῷ λικμώμενα, ὡς ἐν Τιμαίῳ Πλάτων. Ἀνιμᾷ . ἀνέλκει. Ἀνόρατον . Πλάτων δὲ καὶ Ἀνόρατον εἶπεν ἐν Τιμαίῳ. Ἀνοργίαστοι . οἱ ἀμύητοι, οἷς τελεταὶ καὶ ὄργια οὐκ ἐγένοντο. Ἀντιβόλησις , δέησις καὶ ἱκεσία. ἀντὶ τοῦ παράκλησις. Πλάτων ἐν Συμποσίῳ καὶ ἐν τῇ Ἀπολογίᾳ. ὠνόμασται δὲ ἀπὸ τοῦ τὰς χεῖρας προβάλλειν τοῖς ἐναντίοις τοὺς ἱκετεύοντας. Ἀντιγραφή , ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις ἀντιγραφὴ καλεῖται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον κατὰ γένος ἢ δόσιν. κοινῶς δὲ ἐν ταῖς δημοσίαις δίκαις τὰ τῶν δικαζομένων γράμματα, καὶ λέγεται ὁμοίως τά τε τοῦ διώκοντος καὶ τὰ τοῦ φεύγοντος ἀντιγραφή. λέγεται δὲ οὕτω καὶ τὰ μαρτύρια. Πλάτων μέντοι ἐν τῇ Σωκράτους ἀπολογίᾳ ἀντωμοσίαν καὶ ἀντιγραφὴν τὸ αὐτὸ λέγει. Ἀντικρύ . κατευθύ, ἐπʼ εὐθείας. Ἀντιλαμβάνομαι . [30]
alpha 977a
Ἀττικοὶ ἐπὶ τοῦ κωλύειν ἢ ἀντέχεσθαι, καὶ μάλιστα ὁ Πλάτων. Ἀντιλέγειν , ἀντὶ τοῦ τὰ ἴσα λέγειν. Πλάτων. Ἀντίληψις , ἀντὶ τοῦ ἐπίληψις. Πλάτων. Ἀντιστρόφους , ἀντὶ τοῦ ἰσοστρόφους. Ἀντιτύπους ἀνθρώπους , σκληροὺς καὶ ἀνενδότους. μεταφορικῶς ἀπὸ τοῦ ἄκμονος καὶ τῆς σφύρας. Ἀντιφῄς , ἀντὶ τοῦ ἀντιλέγεις. Ἄντυγες . αἱ τῶν ἁρμάτων περιφέρειαι οὕτως λέγονται. Ἀντωμοσία . γραφὴ κατά τινος ἔνορκος, περὶ ὧν ἠδικῆσθαί φησι. Διωμοσία δὲ ὁ ἑκατέρωθεν γινόμενος ὅρκος καὶ ἐπὶ τῶν δικαζομένων· τοῦ μὲν ὡς πράξαντα διώκειν, τοῦ δὲ ὡς οὐκ ἔπραξεν. Ἐξωμοσία δὲ ἄρνησις σὺν ὅρκῳ, ὡς ἀδυνατοῦντος ἢ παρὰ καιρὸν ὄντος αὐτῷ τοῦ λειτουργεῖν. Ἀνυσίμως , ἐνεργῶς, πρακτικῶς, τελείως. Καὶ ἀνυσιμώτατος . ἄνυσις γὰρ ἡ τελείωσις. Ἀξιῶν ἀντὶ τοῦ νομίζων, ὑπολαμβάνων. Λυσίας καὶ Πλάτων. Ἄξων . τὸ τοῦ ἅρματος ξύλον, περὶ ὃ δινοῦνται οἱ τροχοί. Ἀπατούρια . — — — — — —ἐν Τιμαίῳ· „ἦν μὲν γὰρ δὴ Κριτίας, ὡς ἔφη, σχεδὸν ἐγγὺς τῶν ἐνενήκοντα ἐτῶν, ἐγὼ δὲ ἦν μάλιστα δεκέτης· ἡ δὲ Κουρεῶτις ἡμῖν ἐτύγχανεν Ἀπατουρίων.“ Ἀπέδραν καὶ ἀπέδρα χρὴ λέγειν, οὐχὶ ἀπέδρασα καὶ ἀπέδρασεν. — —καὶ Πλάτων· „ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα.“ Ἀπεκρίθη , ἀφωρίσθη. [30]
alpha 977b
Πλάτων. Ἀπενιαυτίσαι . ἐνιαυτῷ φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν. Ἀπέσβη . τέθνηκεν. Ἀπέσβηκε λέγουσι τὸ ἀπεσβέσθαι οἵ τε ἄλλοι καὶ Πλάτων Πολιτικῷ. Ἀπήμονα , ἀβλαβῆ. Ἄπια , εἶδος ὀπώρας. Ἀπίους εἴρηκε Πλάτων ἐν Νόμοις. Ἀπιστεῖν , δοτικῇ τὸ ἀπειθεῖν. οὕτως Πλάτων. Ἀπιστία , ἡ ἀσέβεια καὶ ἡ ἀπείθεια. οὕτως Πλάτων. Ἄπιστος , ὁ μὴ πειθόμενος· οὕτως Πλάτων. Ἀποδέχομαι καὶ αἰτιατικῇ καὶ γενικῇ. — — —Πλάτων ἐν Φαίδωνι· „οὐκ ἀποδέχομαι ἐμαυτοῦ οὐδὲ ὡς.“ Ἀποδιοπομπεῖσθαι . ἀποπέμπεσθαι καὶ διωθεῖσθαι τὰ ἁμαρτήματα, συμπράκτορι χρώμενος τῷ Διΐ. Ἀποκναίειν . κατʼ ὀλίγον ἀποξύειν καὶ ὡσπερεὶ διαφθείρειν. Ἄπολις . Πλάτων δὲ Πόλιν ἄπολιν τὴν μηκέτʼ οὖσαν πόλιν. Ἀπόλογος ἀλκίνου , ἐπὶ τῶν φλυαρούντων καὶ μακρὸν ἀποτεινόντων λόγον. Ἀπʼ ὄνου καταπεσών . παροιμία ἀπὸ τῶν ἱππικῇ ἐπιχειρούντων, μὴ δυναμένων δὲ μηδὲ ὄνοις χρῆσθαι. — — Ὁ δὲ φιλόσοφος Πλάτων, ὡς οὐκ ἀπὸ τοῦ ζώου τὴν παροιμίαν λέγεσθαι, ἀλλʼ ἀπὸ τοῦ νοῦ, οὕτως· „καὶ μὴ καθάπερ ἀχάλινον κεκτημένον τὸ στόμα, βίᾳ ὑπὸ τοῦ λόγου φερόμενον, κατὰ τὴν παροιμίαν ἀπό τινος νοῦ καταπεσεῖν.“ Ἀποῤῥηθῇ ἀντὶ τοῦ ἀποκηρυχθῇ. Πλάτων. Ἀπόῤῥησις . [30]
alpha 978a
ἀπαγόρευσις. Ἀπόῤῥησις . Πλάτων δὲ ἀπόῤῥησιν τὴν ἀπαγόρευσιν. Ἀπόῤῥησις . ἡ μὲν συνήθεια τὴν ἀπαγόρευσιν οὕτω λέγει· Πλάτων δὲ ἀντὶ τοῦ ῥῆσις αὐτὸ ἐν τῇ Πολιτείᾳ τέθεικεν, εἰπών· „καὶ τότε τὴν ἀπόῤῥησιν τοῦ Θρασυμάχου οὐκ ἀπεδέξατο.“ Ἀπόστολα τὰ εἰς τὴν θάλασσαν ἐκπεμπόμενα ἢ ἐκπλέοντα. Ἀποστοματίζειν . ἀπὸ μνήμης λέγειν. Ἀποστοματίζεσθαι δὲ τοὺς παῖδας Πλάτων που λέγει ἤγουν ὑπὸ τῶν διδασκάλων ἐρωτᾶσθαι, ὡς ἀπὸ στόματος λέγειν. Ἀπὸ στόματος , ὡς ἡμεῖς, τὸ μὴ διὰ γραμμάτων ἀλλʼ ἀπὸ μνήμης. — — — —Πλάτων Θεαιτήτῳ· „Ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι; Οὐ μὰ τὸν Δίʼ οὔκουν οὔγε ἀπὸ στόματος. ἀλλʼ ἐγραψάμην μὲν τοῦτʼ εὐθὺς οἴκαδʼ ἐλθὼν ὑπομνήματα.“ Ἀποτεθρυωμένοι . ἀπηγριωμένοι. εἴρηται δὲ κατὰ μεταφορὰν ἀπὸ τῶν τεθρύων, ἅπερ εἰσὶν ἄγονα καὶ ἄγρια φυτά. Ἀποφράδες ἡμέραι . ἐν αἷς τοῖς κατοιχομένοις χοὰς ἐπιφέρουσιν· ἢ αἱ πρὸς πράξεις ἀνεπιτήδειοι. Ἀποψύχει , ὃ οἱ πολλοὶ καταψύχειν λέγουσιν, ὅταν τὸ καῦμα λήγῃ καὶ εἰς ψύχος τρέπηται. Πλάτων ἐν Φαίδρῳ· „ἐπειδὰν ἀποψύχῃ, ἄπιμεν.“ Ἀπρίξ . ἐμπεφυκότως. Ἀπροβουλία . ἡ δὲ ἐν τοῖς Πλάτωνος Νόμοις Ἀπροβουλία οὔ μοι ἀρέσκει. Ἀπτῆσι , τοῖς μὴ πετομένοις. Ἄρα , συλλογιστικὸς σύνδεσμος. [30]
alpha 978b
καὶ ἀντὶ τοῦ δή καὶ ὡς ἔοικε καὶ ὡς φαίνεται. οὕτω Πλάτων. Ἀραρός . βέβαιον, ἀμετακίνητον. Ἀργιλώδης γῆ . λευκὴ καὶ καθαρά. Ἀργυραμοιβός . ὁ κέρμα ἀντὶ ἀργυρίου ἀλλασσόμενος. Ἀργυρίς . φιάλη. Ἀρεστός , ἀντὶ τοῦ ἀρέσκων. Πλάτων Φαίδρῳ. Ἀριστίνδην . κατʼ ἀνδραγαθίαν αἱρετόν. Ἀριστίνδην , κατʼ ἐκλογὴν καὶ αἵρεσιν τῶν ἀρίστων, Νόμων θʹ. Ἄρνυσθαι . ἀντὶ τοῦ καταλλάσσεσθαι· ὅθεν καὶ τὸ μισθαρνεῖν, τὸ μισθὸν ἀντί τινος λαμβάνειν λέγεται. Ἄῤῥατον . ἰσχυρόν, στερεόν. Ἄρτι . πρὸ ὀλίγου χρόνου πεποιημένος. Ἀρτιάζειν , τὸ παίζειν ἄρτια ἢ περιττὰ καρύοις ἢ ἀστραγάλοις τοιούτοις. Πλάτων Λύσιδι· „η ἀρτιάζων ἀστραγάλοις παμπόλλοις ἐκ φορμίσκων τινῶν προορώμενοι.“ Ἀρύτεσθαι σὺν τῷ τ λέγουσιν, οὐκ ἀρύεσθαι. — — —Καὶ Πλάτων Νόμοις „ὧν ὁ μὲν ἀρυτόμενος ὅθεν τε δεῖ καὶ ὁπόσα καὶ ὁπότε.“ Ἀρχαῖος ἀντὶ τοῦ εὐήθης. Πλάτων. Ἀρχιερέων , οὐκ ἀρχιερέα, Πλάτων ἑνδεκάτῳ Νόμων, ὀξεῖαν μέσην συλλαβήν. Ἄσκησιν , ἀγωνίαν. — —οἱ παλαιοὶ καὶ Πλάτων καὶ Ἀσκητὰς καὶ ἀθλητὰς λέγουσιν. Ἀσκωλίζοντες . ἐφʼ ἑνὸς ποδὸς ἐφαλλόμενοι ἢ στερούμενοι τῶν κατὰ φύσιν. Ἀσπαλιεύς . [30]
alpha 979a
ἁλιεύς, ἀπὸ τοῦ ἀποσπᾷν τὴν ἄγραν. Ἀστόξενος . ὁ μὴ ἔχων ἐν τοῖς πολίταις οἰκίαν ἰδίαν. Ἀστράγαλοι ἀρσενικῶς, οὐχὶ θηλυκῶς. Πλάτων Θεαιτήτῳ. Ἀστράγαλος . — — —Πλάτων Λύσιδι· „ Ἠρτίαζον ἀστραγάλοις παμπόλλοις .“ Ἀσφαλεστέρους Πλάτων Πολιτείᾳ. Ἀτάρ . σύνδεσμος ἀντὶ τοῦ δή. Ἄτεγκτος παρηγορήμασιν · Αἰσχύλος δοτικῇ ἀντὶ γενικῇ Ἀττικῷ ἐχρήσατο ἔθει. Πλάτων γενικῇ κέχρηται· „μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας.“ Ἀτενής . ἢ ὁ τῷ ἤθει εὐθὺς καὶ ἀκλινής, ἢ ὁ σκληρὸς καὶ ἀνύπεικτος πρὸς ὃ χρὴ ὑπεῖξαι. Ἀτέραμνος , δυσέψανος. οὕτως φησὶ Πλάτων. Ἀτεράμων , οἱονεὶ μὴ τεράμων, ἀλλὰ σκληρός. ἔνθεν δὲ καὶ ἀτέραμνα ὄσπρια φαμὲν τὰ μὴ ἑψόμενα διὰ σκληρότητα. — —καὶ Πλάτων κέχρηται τῇ λέξει, κερασβόλους καὶ ἀτεράμνους λέγων τοὺς σκληροὺς διὰ τούτων· „μή τις γένηται τῶν πολιτῶν κερασβόλος ἢ ἀτέραμνος.“ φασὶ γὰρ τὰ κατὰ τῶν κεράτων βληθέντα σπέρματα ἀτέραμνα γίνεσθαι. Ἀτεχνῶς . ἀντὶ τοῦ ἀληθῶς καὶ χωρὶς πανουργίας καὶ οἷον ἀπλάστως. Ἀτεχνῶς , περισπωμένως, ἀντὶ τοῦ ἀληθῶς, ἁπλῶς, χωρὶς πανουργίας, σαφῶς. ἢ βεβαίως, ἢ ἀσφαλῶς, ἢ φανερῶς· οἱονεὶ ἀτενῶς, περισσοῦ ὄντος τοῦ χ . ἢ ἀντὶ τοῦ τελείως, καὶ ἀντὶ τοῦ ἰσχυρῶς, καὶ ἀντὶ τοῦ καθάπαξ, καὶ ἀντὶ τοῦ παντελῶς. οὕτω Πλάτων. Ἀτιμώρητος . [30]
alpha 979b
ἀβοήθητος ἢ θαυμαστός· ἐστὶ δʼ ὅτε καὶ ὁ κακός. Ἄτοπον Πλάτων τὸ μέγα καὶ θαυμαστόν. Ἄτοπον οὐ μόνον τὸ ἄλογον, ἀλλὰ καὶ τὸ θαυμαστὸν καὶ παράδοξον. Πλάτων ἐν Φαίδωνι· „ὡς ἄτοπον, ἔφη, ὦ ἄνδρες, ἔοικέ τι εἶναι τοῦτο.“ καὶ πάλιν ἐν Θεαιτήτῳ· „οὐδὲν γὰρ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον ἦν.“ ἐσαφηνίσθη γὰρ διὰ τῆς ἀντιθέσεως. Ἄτρωτος , ἀσινής, ἀπαθής. „ἀλλʼ ἔμενεν ἄτρωτος ὑπὸ τῶν τοιούτων παθῶν ἢ ὁ Αἴας ὑπὸ σιδήρου.“ Ἄττα ἀντὶ τοῦ τινά, καὶ προηγεῖται τοῦ ὀνόματος ἅπαξ ἐν τῷ αὐτῷ κώλῳ, καὶ ἕπεται ἀεί. ἕπεται μέν, ὡς τὸ Ἕτερʼ ἄττα καὶ πόςʼ ἄττα · προηγεῖται δέ, ὡς ἔχει τὸ τοῦ Πλάτωνος ἐν τῷ Φαίδωνι· „ἦν γὰρ δὴ ἄττα τοιάδε,“ ἀντὶ τοῦ τοιαῦτά τινα. Ἄτυφον ἐν Φαίδρῳ τὸ ἀβλαβές· ἐπεὶ τὸ τῦφον βλάπτει. Καὶ Ἐπιτεθυμμένον ὁμοίως· τὸ γὰρ θύψαι ἐπικαῦσαι. Ἀτύφου μοίρας . τῆς ἀβλαβοῦς ὑπὸ τύφου καὶ μὴ τεθυμμένης. Ἀτυχῆσαι . μὴ τυχεῖν. Ἀτυχῆσαι ἀντὶ τοῦ ἀποτυχεῖν. οὕτως Πλάτων. Αὔην καὶ ξηράν . παραλλήλως εἶπεν. ἔστι δὲ ταὐτόν. Αὐτὸ δείξει , παροιμία ἔξω τοῦ ἐπιλόγου λεγομένη, ἧς μνημονεύει καὶ Πλάτων. Αὐτὸ δείξει . παροιμία. ἐλλείπει τὸ ἔργον. Αὐτόπωλοι τῇ τῶν καπήλων ἀντικείμενοι τέχνῃ. καὶ Πλάτων Πολιτικῷ· „καθάπερ ἡ τῶν καπήλων τέχνη τῆς τῶν αὐτοπώλων διώρισται τέχνης.“ Αὐτίκα · ἅμα καὶ τότε εὐθέως. [30]
alpha 980a
Ἄφθονον τὸν μὴ φθονοῦντα, Πλάτων Πολιτείας τετάρτῳ. Ἀχαριστεῖν . μὴ χαρίζεσθαι. Ἀχρηστίαν Πλάτων πρώτῳ Πολιτείας. Ἄχρηστος , ὁ ἀνωφελής, καὶ ἰδίως ᾧ οὐδεὶς χρῆται. οὕτω Πλάτων. Ἀψυχίαν ἀντὶ τοῦ δειλίαν, Πλάτων Γοργίᾳ. Β. [5]
beta 980a (post8t)
Βάδην . ἐπειγομένη πορεία. Βαθεῖαν αὔλακα . ὅπερ ἐστὶ σχιστῆς γῆς ὑπὸ ἀρότρου. μεταφορικῶς ἀπὸ τούτου βαθείας φρένας καὶ κεκρυμμένας σημαίνει. Βαλανεύς παρὰ Πλάτωνι καὶ Ἀριστοφάνει Πελαργοῖς. Βάλλʼ ἐς μακαρίαν . ἀντὶ τοῦ βάλλʼ εἰς Ἅιδου. ὅθεν τοὺς ἀποθανόντας μακαρίτας ἔθος καλεῖν· ἢ ὅτι ἡ Μακαρία θυγάτηρ οὖσα τοῦ Ἡρακλέους ἑκοῦσα ὑπὲρ τοῦ τῶν Ἡρακλειδῶν γένους ἀπέθανεν. Βάραθρον . ὄρυγμα φρέατι ὅμοιον, ἔνθα οἱ καταδικασθέντες ἐβάλλοντο. Βαρβαρίζει , ἀντὶ τοῦ, τὰ τῶν βαρβάρων φρονεῖ. οὕτω Πλάτων. Βδέλλεται , ἀμέλγει. Πλάτων εἰς τὸν Θεαίτητον Βδάλλεται λέγει. Βδελυρός . αἰσχροποιός. Βδελύττεσθαι , μυσάττεσθαι, ναυτιᾷν, ἀποστρέφεσθαι. Ἀπολλόδωρος Κυρηναῖος, μισεῖν. Βέβηλοι . ἀμύητοι. Βένδις . [25]
beta 980b
ἡ Ἄρτεμις, Θρᾳκίᾳ φωνῇ· καὶ Βενδίδεια, Ἀρτέμιδος ἑορτὴ παρὰ Θρᾳξίν. Βιβλία διὰ τοῦ ι , ὡς Πλάτων, Ἀττικοί· βυβλία, ὡς Δημοσθένης, κοινόν. Βλάξ . ὁ διὰ νωθρίαν ἁμαρτηκώς. Βλάξ , μαλακός, χαῦνος, ἐκλελυμένος ἢ μωρός. — Βλᾶκα αἰτιατική, τὸν εὐήθη καὶ ἀνόητον. εἴρηται δὲ ἀπὸ ἰχθύος τινὸς ὁμοίου σιλούρῳ, ἀχρήστου δὲ οὕτως ὡς μηδὲ κύνα αὐτῷ χρῆσθαι. Πολιτείας δʹ· „βλακικόν τε ἡμῶν τὸ πάθοσ“. ὡς εἰ λέγοι τις πνευμονίαν, ἀπὸ τοῦ θαλαττίου ζώου ὄντος ἀναισθήτου. Οἱ δʼ ἀπὸ τοῦ πρὸς τῇ Κύμῃ χωρίου τῆς Βλακείας, οὗ μνημονεύει καὶ Ἀριστοτέλης. Βλάξ, βλακεύειν, βλακεύεσθαι καὶ βλάκες καὶ βλακικῶς · Πλάτων Γοργίᾳ, ὁ αὐτὸς Εὐθυδήμῳ. Βλιμάζειν . πειράζειν. Βλίττειν . ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. Βομβοῦσιν αἱ μέλισσαι, ὅταν τις προσίῃ μύρου ὄζων. Πολιτείας θʹ. Βοτά , βοσκήματα. καὶ Βοτάνη , ὁ χόρτος. Βραβευτής , διοικητής, κριτής, παροχεύς. βραβευτὴς δὲ οὐ πάνυ τι λέγεται, ἀλλὰ μᾶλλον Βραβεύς . Πλάτων· „ἐπιστάτας τε καὶ βραβέας.“ ἐν δὲ τῷ Πρωταγόρᾳ· „βραβευτὴν αἰσχρὸν εἴη αἱρεῖσθαι.“ Βράττειν . ἀνακινεῖν, ὥσπερ οἱ τὸν σῖτον καθαίροντες. Βρενθυόμενος . γαυρούμενος καὶ ὀγκυλόμενος μετὰ βάρους. Βρενθυόμενος , ἐπαιρόμενος, μέγα φρονῶν. Βωμολοχία . κακολογία, ἀπὸ τοῦ λοχαγεῖν. εἴρηται δὲ ἀπὸ τῶν τοὺς βωμοὺς λοχώντων καὶ ἐπιτηρούντων τοὺς θύοντας, ἵνα μεταιτῶσιν. [30]
gamma 981a (post2t)
Γ. Γάννυσθαι , φαιδρύνεσθαι, χαίρειν καὶ διαχεῖσθαι. Γαργαλίζει , κινεῖ, ὑποσημαίνει, προτρέπει, ἐρεθίζει. Γεγανωμένος , λελαμπρυσμένος, ἐσκεπασμένος. Γέγονα ἔτη τοσαῦτα κάλλιον ἢ γέγονα ἐτῶν. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „ἔτη γεγονὼς πλείω ἑβδομήκοντα.“ Γεγωνέναι καὶ γεγωνεῖν , ἐξάκουστον βοῆσαι. Γεῖσα . λίθοι εἰς θριγκία καὶ τοίχων πρόποδας παρεσκευασμένοι. Γελασείοντα , γελαστικῶς ἔχοντα, γελάσαι θέλοντα. Γελοῖον . ἐφʼ ᾧ τις ἂν γελάσειεν, ἤγουν καταγέλαστον. Γένεθλα , γεννήματα. Γενέθλια , οὐ γενέσια λέγονται τὴν ἡμέραν τῆς γενέσεως. Πλάτων· „βασιλέως ἦν γενέθλια.“ οἱ δὲ Ἀθηναῖοι γενέσια. Γεννάδας . γενναῖος, εὐγενέστατος. Γενναῖος . ὁ εὖ γεγονώς. Γέννησιν , τὴν τῶν ἀφροδισίων μίξιν. Γεννηταί . οἱ τὰς φατρίας γεννῶντες. Φατρία δέ ἐστι φυλῆς μέρος τρίτον, ὅπερ καὶ τριτὺς λέγεται. Γεννήτης . καὶ ὡς Πλάτων ὁ Γεννήτωρ . ὁ δʼ αὐτὸς ἐπὶ ταὐτοῦ καὶ Γεννήτης ἔφη· „τὴν τοῦ γεννήτου ψυχὴν συλήσας.“ Γεννούστης · οἷον γεννήτης, ἢ συγγενής, ἢ ἔγγονος. τὸ τελευταῖον ἐκδέχεσθαι ἄμεινον. Γενούστης παρὰ Πλάτωνι ἐν Φιλήβῳ ἐπὶ τῆς τοῦ θεοῦ ἐννοίας, οἷον ὁ γεννητικός. [25]
gamma 981b
Γέρα Πλάτων ἕκτῳ Πολιτείας. Γερανοβοσίαι καὶ χηνοβοσίαι κατὰ Πλάτωνα. Γεωμόροι . οἱ κληροῦχοι. Γεωπεῖναι . οἱ μικρὰν καὶ λυπρὰν γῆν ἔχοντες. Γῆν ἰλλομένην . συγκεκλεισμένην καὶ περιειλημμένην. Ἰλλάδες γὰρ οἱ δεσμοί. Γηπέδων · Δείναρχος ἐν τῷ κατὰ Στεφάνου. γήπεδον τὸ χωρίον, ὥσπερ καὶ οἰκόπεδον τὸ γῇ καὶ οἰκήμασιν ἀπαρτιζόμενον. Πλάτων γοῦν ἐν εʹ Νόμων φησίν „ὧν ἔλαχεν οἰκοπέδων ἢ γηπέδων.“ Γλυκὺς ἀγκών . οὐ κατʼ ἐναντίωσιν ἡ παροιμία, ἀλλὰ βουλόμενος εἰπεῖν, ὦ γλυκέα ἤθη. ἔστι δὲ παροιμία, ὡς ἐπιφανούμενον. Γνωματεύοντα . διακρίνοντα καὶ διαγινώσκοντα. Γόητες . οἱ ἀπατεῶνες. Γόνιμα ἀγαθά , τὰ τῷ ὄντι ἀγαθά. Πολιτείας δευτέρῳ. Γραῶν ὕθλοι . ἡ παροιμία ἐπὶ τῶν μάτην ληρούντων. Γυμνοπαιδία . χοροὶ ἐν Σπάρτῃ τῆς Λακωνικῆς εἰς θεοὺς ὕμνους ᾄδοντες, εἰς τιμὴν τῶν ἐν Θυρέαις ἀποθανόντων Σπαρτιατῶν. Δ. [20]
delta 981b (post22t)
Δεδιττόμενος , ἐκφοβῶν. Δεῖγμα . τόπος ἐν Πειραιεῖ ἐν τῷ καλουμένῳ ἐμπορείῳ. Δείλης πρωΐας . τῇ πρὸ ἀρίστου ὥρᾳ. Δείλης ὀψίας. τῇ πρὸ δείπνου. Δειμάμενοι , οἰκοδομήσαντες. καὶ Δείμασθαι , οἰκοδομεῖν. Δεκάζει . [25]
delta 982a
ὁ κρίσιν ὠνούμενος παρὰ δικαστοῦ. Δεκάζεται ὁ κρίσιν πιπράσκων. ἔνθεν ἀδέκαστος ὁ μὴ πιπράσκων καλεῖται. Δεξαμενή φασι Πλάτωνα ἐπὶ τῆς κολυμβήθρας εἰρηκέναι· ἐγὼ δὲ οὔ φημι ἀλλὰ Δεξαμένη τῷ τόνῳ εἶπεν ὡς ποιουμένη. Δεσμεύειν δεδεσμένον Πλάτων Φαίδρῳ, Εὐριπίδης Βάκχαις. Δεσποτῶ . Πλάτων δὲ τὸ Δεσποτοῦν ἀντὶ τοῦ δεσπόζον εἴρηκε. Δεῦρʼ ἀεί , ἀντὶ τοῦ ἕως τούτου. Πλάτων Νόμων ζʹ „πρὸς τοὺς λόγους, οὓς ἐξ ἕω μέχρι δεῦρο ἀεὶ διεληλύθαμεν.“ Δεῦρο , ἀντὶ τοῦ ἔρχου. Πλάτων Πολιτείας τρίτῳ. Δευσοποιόν . ἔμμονον καὶ δυσαπόπλυτον. Δευσοποιός . κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τοὔνομα τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς· ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονον καὶ πολυχρόνιον τὸ Δευσοποιὸν λέγεται παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Πλάτων διασαφεῖ ἐν εʹ Πολιτείας. Δευτέρων ἀμεινόνων . παροιμία ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καλὰ ὀφθῇ καὶ ἐπὶ δεύτερα τραπῶσι λέγοντες· δευτέρων ἀμεινόνων. μνημονεύει Πλάτων. Δημοποίητος . ὁ παρέγγραφος. Δημότης . εἷς ἐκ τοῦ δήμου καὶ ἰδιώτης. καὶ ἡ πόλις σὺν τῇ βουλῇ. Δημοσιεύειν , τὸ δημεύειν. Πλάτων Φαίδρῳ. Δημοῦσθαι . δημοκοπεῖν, παίζειν, εὐφραίνεσθαι. Δήπουθεν . ἔκ τινος τόπου ἢ ἀντὶ τοῦ δηλονότι, ἴσον τῷ φανερόν. Διαγράφειν . [30]
delta 982b
διαξύειν, ἀπαλείφειν, παράπτεσθαι. Διαγράφειν τὸ ἐξαλείφειν Πλάτων Πολιτείας γʹ. Διακομισθείς , διελθών. Διακορής . μεμεστωμένος. Διαλαγχάνειν . διαμερίζεσθαι, διακληροῦσθαι. Διὰ μέσου τείχους . τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τούτων ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ. Διαμπερές . διʼ ὅλου διῆκον. Διανεκεῖ λόγῳ , ὡς Πλάτων Ἱππίᾳ, Ἀττικοί· Διηνεκεῖ Ἕλληνες. Διανενεύκαμεν . ἐπεραιώθημεν. Διὰ πάντων κριτής . Βοηθός φησιν ἐν τοῖς περὶ Πλάτωνος, ὅτι ὁ νομοθέτης ἐκέλευσε τοῖς κρίνουσιν γράφειν τὰ κεφάλαια ἕκαστον. Διαπορηθέντες , διαποροῦντες. Διαπρέπω τὸν δεῖνα, ἤτοι καλλωπίζω. Πλάτων ἐν Γοργίᾳ· „φύσιν ψυχῆς ὧδε γενναίαν μειρακιώδει τινὶ διαπρέπεις μορφώματι.“ Διασφάξ . διατομὴ ὄρους. Διατεθρυλημένος τὰ ὦτα . οἷον κατηδολεσχημένος· ἢ οἷον πλειστάκις καὶ περὶ τῶν αὐτῶν πλεῖστα ἀκηκοώς. Διατεθρυμμένος . διακεκλασμένος. Διαττᾷν . σήθειν. Διαφορά πάντες λέγουσι, Διαφορότης δὲ Πλάτων μόνος ἐν Θεαιτήτῳ. Διαφορότητος Πλάτων Θεαιτήτῳ· παρʼ ἄλλῳ οὐχ εὗρον. Διαχεῖται , χαίρει, διαχέεται. Διδαξάμενος . τελέσας τι ὑπὲρ ἑτέρου διδασκάλῳ. Διδασκαλικός , Πλάτων Γοργίᾳ. [30]
delta 983a
Διηθεῖν . διυλίζειν. Διηρθρωμένον , δεδηλωμένον, ἠκριβωμένον. Διθύραμβος . ὕμνος εἰς Διόνυσον. Δικαιούμενος . κολαζόμενος. Δικαιωτήρια τὰ βασανιστήρια, ὡς Πλάτων· ὁ αὐτὸς καὶ Δικαιούμενον τὸν κολαζόμενον. Δίκη . ὅτε μὲν τὸ ἔγκλημα, ὅτε δὲ ἡ κόλασις, ὅτε δὲ ὁ τρόπος καὶ ἡ ὁμοιότης. Δίκη ἡ ἰδία, Γραφὴ ἡ δημοσία. Πλάτων ἐν τῷ Εὐθύφρων ἢ περὶ ὁσίου· „οὔτοι δὴ Ἀθηναῖοί γε, ὦ Εὐθύφρον, δίκην αὐτὴν καλοῦσιν ἀλλὰ γραφήν.“ Δίκηλα . μιμήματα, εἰκάσματα. Δινισμόν Πλάτων Πολιτείας ἕκτῳ. Διὸς κόρινθος · ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων παροιμία. ἐῤῥέθη δὲ διʼ αἰτίαν τοιαύτην. Μεγαρεῖς ὑπακούοντες Κορινθίοις ἐβαροῦντο τοῖς ἐπιτάγμασι, καὶ φανεροὶ δυσανασχετοῦντες ἦσαν ἐπὶ τούτῳ. Κορινθίων δὲ πρέσβεις ἦλθον εἰς τὰ Μέγαρα, καὶ τοῦ δήμου μὴ προσέχοντος αὐτοῖς ἀγανακτοῦντες ἐβόων· Οὐκ ἀνέξεται ταῦτα ὁ Διὸς Κόρινθος. φασὶν οὖν τοὺς Μεγαρεῖς ἐκβάλλοντας αὐτοὺς παίειν καὶ λέγειν· Παῖε τὸν Διὸς Κόρινθον. Διπλόον . ἐπὶ σιδήρου εἴρηται, ὅτʼ ἂν ἀπό τινος ἑνώσεως ἀπόλυσίς τις ᾖ εἰς παράθεσιν μᾶλλον ἢ ἕνωσιν· ἐπὶ δὲ ἤθους τροπικῶς τὸ μὴ ὑγιὲς δηλοῦν. Δὶς καὶ τρὶς τὸ καλόν . οὕτω χρὴ τὸ καλὸν πολλάκις λέγειν. Δὶς παῖδες οἱ γέροντες . ἐπὶ τῶν πρὸς τὸ γῆρας εὐηθεστέρων εἶναι δοκούντων. Διωκάθειν . διώκειν ἐγκαλοῦντα ἢ τρέχοντα. Διωλύγιον . [30]
delta 983b
ἐπὶ πολὺ διῆκον· ἐπὶ φαύλου δὲ αὐτῷ κέχρηται· πολὺ καὶ ἄμετρον. Διωλύγιον , μέγα. καὶ παροιμία· διωλύγιον κακόν, ἐπὶ τῶν μέγα τι καὶ δεινὸν ὑφισταμένων. διωλύγιον γάρ ἐστι τὸ μέγα καὶ ἐπὶ πολὺ διῆκον. Οὕτως „οὐ μακρὰ καὶ Διωλύγιος φλυαρία“ Πλάτων. Διωλύγιον . Ἰσαῖος ἐν τῷ πρὸς Στρατοκλέα „πράγματα διωλύγια“ ἀντὶ τοῦ μεγάλα. καὶ Πλάτων. Διωμοσία . ὅρκοι οἱ ὑπὸ τῶν δικαζομένων γινόμενοι, τοῦ μὲν ὀμνύντος, ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δέ, ὅτι οὐκ ἐποίησεν. Διωσόμεθα , ἀπωσόμεθα καὶ ἀποπεμψόμεθα. Δοκῶ . Ὥσπερ λέγομεν Δοκῶ μοι , οὕτω καὶ Μοι δοκοῦμεν ἐπὶ πληθυντικοῦ. Πλάτων ἐν Θεαιτήτῳ· „καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.“ Δόξαις , ἀντὶ τοῦ δόξειας, Πλάτων Φαίδρῳ. Δόξασμα Πλάτων Φαίδρῳ. Δρόμοι . οἱ περίπατοι. Δρόμοις , τοῖς γυμνασίοις. Δρύοχοι . δρυόχους ἐν Τιμαίῳ καλεῖ τὰ στηρίγματα τῆς πηγνυμένης νηός. Δύναμαι , δύνασαι· Δύνῃ δὲ οὐδεὶς τῶν δοκίμων εἶπεν· — — — Ἐὰν δύνῃ δέ. Πλάτων ἐν Φαίδωνι· „ἀλλὰ πειρῶ ὡς ἂν δύνῃ ἀκριβέστατα διελθεῖν πάντα.“ Δυσαλθές , δυσίατον. Δυσήριδος καὶ δύσηρις Ἀττικοί, καὶ Πλάτων Νόμων θʹ, Δύσερις Ἕλληνες. Δυσμαῖς βίου , τῷ τέλει τῆς ζωῆς. Δυσχέρασμα . πονηρὰ δὲ τὰ Πλάτωνος ἐν Φιλήβῳ Δυσχεράσματα . Δυσωπεῖσθαι . ὑφορᾶσθαι καὶ ὑπόπτως ἔχειν. Δυσωπεῖσθαι ἀντὶ τοῦ φοβεῖσθαι Ἀττικοί, ὡς καὶ Πλάτων ἐν Φαίδρῳ. [30]
delta 984a
χρῶνται δʼ αὐτῷ οἱ Ἕλληνες ἀντὶ τοῦ αἰδεῖσθαι. Δυσωποῦμαι παρὰ μὲν τοῖς ἀρχαίοις ἀντὶ τοῦ ὑφορῶμαι καὶ ὑποπτεύω τίθεται, καθὰ καὶ Πλάτων ἐν Φαίδρῳ χρῆται. Δωδεκατημόριον , ἡ δωδεκάτη μοῖρα. Δῶρα θεοὺς πείθει καὶ αἰδοίους βασιλῆας . οἱ μὲν Ἡσιόδειον οἴονται τὸν στίχον. εἴρηται δὲ καὶ [ὑπὸ] Πλάτωνος ἐν τρίτῃ Πολιτείᾳ. Δωροδόκοι . καὶ οἱ διδόντες δῶρα, καὶ οἱ λαμβάνοντες. Ε. [10]
epsilon 984a (post11t)
Ἑαυτῷ . ἐπὶ τρίτου προσώπου. οἱ Ἀττικοὶ δὲ ἐπὶ δευτέρου κέχρηνται. Ἐγκάθετος , δόλιος, κατάσκοπος. Ἔγκοτον . ἔχθραν ἐνδιάθετον. Ἐγκύρτια . τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. χρῆται δὲ ἐν Τιμαίῳ ἐπὶ τῆς φάρυγγος τῇ λέξει. Ἐγχρίμπτει . ἐγκυρεῖ, ἐνερείδει, πλήττει. Ἐγχυτρίστριαι , αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι. Μίνως ἢ περὶ νόμου. ἔλεγον δὲ καὶ τὸ βλάψαι καταχυτρίσαι, ὡς Ἀριστοφάνης. Ἐγχυτριστρίας δὲ λέγεσθαι καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπιχέουσαι ἱερείου· καὶ τὰς θρηνητρίας, ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη. Ἐδῄωσαν τὴν γῆν . ἀντὶ τοῦ ἐδενδροτόμησαν. Ἐδίδαξα . ἐπαίδευσα αὐτὸς διʼ ἑαυτοῦ. Ἐδιδαξάμην, ἐπαιδευσάμην διʼ ἑτέρου, αὐτὸς ἐπιμεληθεὶς τούτου. Ἕδος . τὸ ἄγαλμα. καὶ ὁ τόπος, ἐν ᾧ ἵδρυται. Εἴ . [25]
epsilon 984b
— — —μετὰ δὲ ὑποτακτικῶν· — — —Πλάτων Νόμων δωδεκάτῳ· „εἴ τέ τις θῆλυς ᾖ.“ Εἶεν . συγκατάθεσις μὲν τῶν εἰρημένων, συναφὴ δὲ πρὸς τὰ μέλλοντα. Εἴθε ἀντὶ τοῦ ἄμποτε. τὸ Εἴθε ὁριστικῷ μᾶλλον ἢ ἀπαρεμφάτῳ συντάσσεται. — — —καὶ Πλάτων· „εἴθʼ ἔγραψεν ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ.“ Εἰκάζων . οἰόμενος ἢ ὁμοιῶν. Εἰλόμενον . συνελαυνόμενον, συγκλειόμενον. Εἰλομένων . συνεσταλμένων, συγκεκλεισμένων. Εἴλησις . ἔκκαυσις. Εἰλυφόωσιν . εἰλοῦσι, συνάγουσιν. Εἰ μή τι , ἀντὶ τοῦ πλήν. οὕτως Πλάτων ἐν τῷ Ἀλκιβιάδῃ ἐχρήσατο· „εἰ μή τίς σου ἐραστὴς ἐντυγχάνει.“ Εἴξασι καὶ εἴκασι λέγεται ἀντὶ τοῦ ἐοίκασιν. Εἰσαγγελίαι . καθʼ ὧν μή εἰσι κολάσεις ὡρισμέναι κατὰ τοὺς κειμένους ἤδη νόμους. Εἰσῄει με τόδε καὶ εἰσῄει μοι. Πλάτων ἐν τῷ Φαίδων ἢ περὶ ψυχῆς· „διὰ δὴ ταῦτα οὐδὲν πάνυ μοι ἐλεεινὸν εἰσῄει.“ καὶ πάλιν ἐν τῷ αὐτῷ· „οὔτε ὡς θανάτῳ παρόντα με ἀνδρὸς ἐπιτηδείου ἔλεος εἰσῄει.“ Εἰς καιρόν , εὐκαίρως. Εἰς πῦρ ξαίνειν . παροιμιακὸν ἐπὶ τῶν καθʼ αὑτῶν τι πραττόντων μάτην ἢ λεγόντων. Ἐκδειματούντων . Πλάτων ἐν τῇ δευτέρᾳ τῶν πολιτειῶν· „μηδʼ αὖ ὑπὸ τούτων ἀναπειθόμενοι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων.“ Ἔκλεξις Πλάτων πέμπτῳ Πολιτείας. Ἑκμήνου , τῶν ἓξ μηνῶν. Ἔκπλυτον , ἐξίτηλον, ἀφανές. Ἐκτεθνεῶτα , οἷον τὸν ἐν ἐσχάτοις ὄντα. Ἐκ τῆς πληρεστάτης εἰς τὴν κενοτέραν . χρὴ μεταλαγχάνειν τοὺς οὐκ ἔχοντας παρὰ τῶν ἐχόντων. [30]
epsilon 985a
Πλάτων. Ἐλεεινός . — —Πλάτων ἕκτῳ Πολιτείας κατὰ τοῦ ἐλεητικοῦ τὸν ἐλεεινὸν τέθεικεν. Ἕλη . ἡλίου ἀλέα ἢ αὐγή. Ἔλθῃ , ἀντὶ τοῦ ἐλθέτω· Νόμων θʹ. Ἕλξις Πλάτων Πολιτείᾳ. Ἐμαλακίσθη . ἐνέδωκε καὶ ἀσθενῶς διετέθη ὑπὸ δειλίας. Ἔμβραχυ . συντόμως καὶ οἷον ἐν βραχεῖ. Ἐμὴν χάριν συντάσσεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ Πλάτωνι. Ἐμμέλεια , εἶδος ὀρχήσεως. καὶ Πλάτων ἐπαινεῖ τὴν ὄρχησιν καὶ φησὶ ἢ ἀπὸ τοῦ μέλους ὠνομάσθη ἢ ἀπὸ τοῦ πρὸς τὰ μέλη γίνεσθαι. Ἐμπειρία . τριβὴ ἐκ πείρας. Ἐμποδών . Πλάτων δὲ ἀντὶ τοῦ ἐν μέσῳ. Ἐμπολέμια . τὰ εἰς πόλεμον ἐπιτήδεια καὶ εὔχρηστα. Ἐναγίζειν . θύειν. Ἔναγχος . ἐν τῷ ἔγγιστα παρελθόντι χρόνῳ. Ἐνάριθμος . Οὐ μόνον ἐναρίθμιος, ἀλλὰ καὶ ἐνάριθμος, συντασσόμενα ἀμφότερα καὶ πρὸς δοτικὴν καὶ πρὸς γενικήν. Πλάτων γὰρ „ἐνάριθμον τῶν πολλῶν“ λέγει. Ἔναυλος λόγος . ἔνηχος. Ἐνδίκως . δικαίως καὶ κατὰ δίκην. Ἐνδοῦναι . προδοῦναι, παραδοῦναι ἢ καὶ εἶξαι. Ἕνεκα καὶ εἵνεκα Πλάτων, Δημοσθένης καὶ οἱ ἄλλοι· Θουκυδίδης δὲ ἀεὶ Ἕνεκα . Ἐνεός . ὁ ἐστερημένος φωνῆς. Ἔνη καὶ νέα . [30]
epsilon 985b
ἡ τριακὰς καλουμένη· Ἔνον τὸ παλαιὸν καὶ Νέον τὸ νέον. Ἐνθράττειν . ὑποκινεῖν, ταράττειν. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνειν . παροιμία ἐπὶ τῶν τὰς πρώτας μὲν μαθήσεις ὑπερβαινόντων, ἁπτομένων δὲ τῶν μειζόνων· τουτέστι τῶν παριέντων τὰς πρώτας μαθήσεις καὶ ἐφιεμένων τῶν τελευταίων. Ἐντελεῖς . οἱ ἄρχοντες καὶ οἱ ἄρξαντες. Ἐντρεχῆ ἄνδρα . Πλάτων Πολιτείᾳ· Ἐντρεχέστατον . Ἐνωμοτία . τάγμα ποσόν. εἴρηται δὲ ἀπὸ τοῦ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν. Ἐξαμβλοῦν . διαφθείρειν τὸ κατὰ γαστρὸς διεφθορὸς καὶ ἀποκτείνειν αὐτό. Ἐξαμφοτερίσαι . εἰς ἀμφιβολίαν ἀγαγεῖν τὸν λόγον. Ἐξάντη . τὸ ν ἔγκειται διʼ εὐστομίαν, ἀντὶ τοῦ ὑγιῆ καὶ ἔξω ἄτης. Ἐξειλῆσαι . τοῦτο λέγουσιν οἱ Ἀλεξανδρεῖς ἐπὶ τοῦ ἐκφυγεῖν. ἐοίκασι δὲ μεταφορικῶς λέγειν ἀπὸ τῶν ἐν τῷ παλαίειν ἑαυτοὺς ἀναλυόντων. λέγει γὰρ Πλάτων ἐν ἑβδόμῳ Νόμων περὶ πάλης οὕτως· „τὰ δὲ ἀπʼ ὀρθῆς πάλης ἀπʼ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσεως μετὰ φιλονεικίας τε καὶ καταστάσεως διαπονούμενα.“ Ἐξενώθησαν Ἀττικοί, ὡς Πλάτων Νόμων αʹ, ἐξενίσθησαν καὶ ἐπεξενώθησαν Ἕλληνες. Ἐξετασμός . ἀρίθμησις. Ἐξηγηταί . τρεῖς γίνονται Πυθόχρηστοι, οἷς μέλει καθαίρειν τοὺς ἄγει τινὶ ἐνισχηθέντας. καὶ οἱ ἐξηγούμενοι τὰ πάτρια. Ἐξομοργνύμενος . ἐκματτόμενος καὶ ἀποτυπούμενος. Ἐξοστρακισμός . [30]
epsilon 986a
φυγὴ δεκαετής. Πῆγμα δὲ γίνεται ἐν τῇ ἀγορᾷ εἰσόδους ἔχον, διʼ ὧν εἰσιὼν πολίτης ἕκαστος ὄστρακον τίθησιν ἐπιγεγραμμένον· τούτων δὲ ὑπὲρ ἑξακισχίλια γενομένων φυγὴ δεκαετὴς καταψηφίζεται τοῦ κρινομένου. Ἐξωμοσία . ἔνορκος παραίτησις διʼ εὔλογον αἰτίαν. Ἐπαγωγαί . ἀγωγαὶ δαίμονος φαύλου ἐπί τινα γενόμεναι. Ἐπάν καὶ ἐπειδάν. εὕρηται δὲ ἐπὶ πλέον τὸ ἐπειδάν. Πλάτων ἐν τῷ δευτέρῳ τῶν πολιτειῶν· „ἐπὰν ἀνανεώσωμαι τὸν Θρασυμάχου λόγον.“ Ἐπανορθοῦμαι κάλλιον ἢ ἐπανορθῶ. Πλάτων ἐν τῇ πρώτῃ τῶν πολιτειῶν „καὶ δεῦρο ἰὼν ἐπηνορθούμην.“ Ἐπάρας . ἀναπείσας. Ἐπέκεινα, ἐπιτάδε , Πλάτων περὶ ψυχῆς. Ἐπελάβετό μου , οὕτως εἰπόντος Πλάτωνος Πολιτείας τρίτῳ. Ἐπεπόνθη , ἀντὶ τοῦ ἐπεπόνθειν. Καὶ ἑωράκη ἀντὶ τοῦ ἑωράκειν. καὶ ᾜδη ἀντὶ τοῦ ᾔδειν. Ἐπεσφάλακεν . οἱ μὲν ἐσπάσθη, οἱ δὲ ἐσάπη ἢ παρὰ καιρὸν ἀτροφῆσαν ἐμαράνθη. Ἐπετίμα . ηὔξει τὴν τιμήν. Ἐπήβολοι . οἱ ἐπιτυχῶς βάλλοντες· βάλλειν γὰρ τὸ τυχεῖν· ἢ οἱ ἐντυγχάνοντες. Ἐπηλυγάζονται . [25]
epsilon 986b
ἐπικρύπτονται, ἐπισκιάζονται. Λύγη γὰρ λέγεται ἡ σκιά. Ἐπηλυγασάμενος , σκεπάσας, καλύψας. ἠλύγη γὰρ ἡ σκιά. Ἔπηλυς . ὁ ἄλλοθεν ἐπεληλυθώς, τουτέστιν ὁ ἀλλοεθνής. Ἐπῆρας , ἀνέπεισας. Ἐπίβδαι . αἱ μετὰ τὰς ἑορτὰς ἡμέραι, ἐν αἷς τοῖς ὑπολειφθεῖσι σιτίοις καὶ ποτοῖς χρῶνται Ἀθηναῖοι. Ἐπιβολή . ἡ εἰσφορά. Ἐπίβολος , ἐπιτευκτικός, ἐπιτυχής, ἐγκρατής· ἀπὸ τῆς βολῆς καὶ τοῦ βάλλειν, ὃ σημαίνει τὸν τυγχάνοντα τοῦ σκοποῦ. μετῆκται γὰρ ἀπὸ τῶν πόῤῥωθεν ἐπιβολὴν ποιουμένων, ὥστε τυχεῖν. οὕτω τῇ λέξει καὶ οἱ μεθʼ Ὅμηρον κέχρηνται. Πλάτων Νόμων πρώτῳ· „ἐπήβολοι γεγόνασι τῆς καλλίστης ᾠδῆς.“ τετάρτῳ· „παιδείας γίνονται κατὰ δύναμιν ἐπήβολοι.“ Ἐπιγνώμονας , ἀντὶ τοῦ ἐπισκόπους. Ἐπιδεᾶ , ἐνδεᾶ, ἐλλιπῆ. Ἐπιδέξια δηλοῖ παρὰ μὲν Πλάτωνι τὸ δεξιῶς· „ἀναβάλλεσθαι δὲ οὐκ ἐπισταμένου ἐπιδέξια.“ Ἐπὶ κόῤῥης , ἐπὶ κεφαλῆς ἢ γνάθου ἢ κροτάφου. Ἐπιστήματα , στῆλαι ἐπιτάφιοι. Ἐπιστολή , ἐπίσκηψις, ἐντολή. — — —καὶ ὁ Πλάτων· „μεμνημένοι τῆς τοῦ πατρὸς ἐπιστολῆς οἱ ξυστήσαντες ἡμᾶς.“ Ἐπιστρέφομαι ἐγώ, ὡς Πλάτων ἐν τῷ Ἀξίοχος ἢ περὶ θανάτου· „ἐπιστραφεὶς δὲ Κλεινίαν ὁρῶ τὸν Ἀξιόχου. [25]
epsilon 987a
“ Ἐπιτηδείους οὐχ ὥσπερ ἐν τοῖς Ὑπομνήμασιν μόνους τοὺς ἐκ γένους προσήκοντας, ἀλλὰ καὶ τοὺς ἑταίρους, ὡς Πλάτων Φαίδωνι. Ἐπιψηφίζω ἕτερον ἀντὶ τοῦ μάρτυρα ἐφʼ οἷς λέγω καλῶ. Πλάτων ἐν Γοργίᾳ· „μὴ οὖν μηδὲ νῦν με κέλευε ἐπιψηφίζειν τοὺς παρόντας.“ καὶ αὖθις ἐν τῷ αὐτῷ λόγῳ· „καὶ ἕνα ἐπιψηφίζειν ἐπίσταμαι.“ Ἐπιώψατο , κατέλεξεν, ἐξελέξατο. ἔστι δʼ Ἀττικόν. — — — Πλάτων ἐν Νόμοις. Ἐπωβελία , ὁ τόκος. ὑπὸ Πλάτωνος Νόμων ιαʹ. Ἐρεσχηλεῖν πολὺ παρὰ Πλάτωνι τῷ φιλοσόφῳ καὶ παρὰ Ἴωσιν· γέγονε δὲ ἀπὸ τοῦ ἐρᾷν καὶ ἀπὸ τῆς λέσχης. Ἐρίῳ στέψαντες , ἀντὶ τοῦ στέμμα περιθέντες· Πλάτων Πολιτείας ιʹ. Ἕρμαιον . εὕρεμα· ἀπὸ τοῦ ἐν ἔθει λεγομένου Κοινὸς Ἑρμῆς. Ἔῤῥε . φθείρου, ἀπαλλάττου. Ἐρυμνά . τὰ ἐχυρὰ καὶ τὰ δυσπρόσβατα χωρία. Ἐρυσίβη . μιλτώδης δρόσος. Πάχνη δὲ δρόσος χιονώδης. Ἑστιάτωρ , ὁ εἰς εὐωχίαν καὶ εὐφροσύνην καλῶν· Δαιτυμόνες δὲ οἱ ἀριστηταί. Ἑταιρίστριαι . αἱ καλούμεναι τριβάδες. Ἑταιρότερος οὐχ εὕρηται, ἐμοὶ δοκεῖν διὰ τὸ οὐκ εὔφωνον. Ἑταιρότατος δὲ Πλάτων ἐν Γοργίᾳ· „ταῦτα ἐμοὶ συμβουλεύοντος, ἅπερ τοῖς σαυτοῦ ἑταιροτάτοις. καὶ ἐν Φαίδωνι· „οὓς ἃν ἡγήσαιτο οἰκειοτάτους τε καὶ ἑταιροτάτους.“ Ἔτνος . ὄψον ἐξ ὀσπρίου. Εὔβοτον , καλὰ βοσκήματα ἔχον. Εὐερκής . [30]
epsilon 987b
εὖ τετειχισμένη. Εὐήθης , ὁ ἀγαθός. — — — —Πλάτων Πολιτείας τετάρτῳ. Εὐήνιος , ὁ πρᾶος καὶ μέτριος καὶ μὴ ταραχώδης. ἡ μεταφορὰ ἀπὸ τῶν ἵππων. ἔστι τοὔνομα καὶ παρὰ Πλάτωνι ἐν θʹ τῶν Νόμων. Εὐηνίως . ἀφιλονείκως. Εὐήτριον , ἱμάτιον εὐυφές· ἢ τὸ ὁμαλὸν ὕφασμα. Εὐθὺ λυκείου . ἐπʼ εὐθείας εἰς Λύκειον. τόπος δέ ἐστιν Ἀθήνησιν. Εὐθὺ λυκείου · τὸ εἰς Λύκειον· ὅθεν Ἐρατοσθένης καὶ διὰ τοῦτο ὑποπτεύει τοὺς Μεταλλεῖς· καὶ Εὐριπίδης οὐκ ὀρθῶς· „Τὴν εὐθὺς Ἄργους καὶ Ἐπιδαυρίας ὁδόν.“ Εὐθύναι . δίκαι κατὰ τῶν ἀρξάντων κακῶς. Εὐθύναι , οἱ ἀπολογισμοὶ τῶν ἀρξάντων· καὶ Εὔθυνοι οἱ τούτους ἀνακρίνοντες· Νόμων ιβʹ· „εἰ δὲ μὴ τούτους κατευθύνειν αὐτοὺς κατευθύνοντα.“ καὶ μετʼ ὀλίγα· διὸ δὴ δεῖ πάντως τοὺς εὐθύνους θαυμαστοὺς πᾶσαν ἀρετὴν εἶναι.“ ἡμεῖς τούτους λογιστὰς λέγομεν. Εὔθυνοι , δικασταί, εὐθυνταί· οὓς ἡμεῖς λογιστὰς λέγομεν. παρὰ τὸ εὐθῦναι. Νόμων δωδεκάτῳ· „διὸ δεῖ πάντας τοὺς εὐθύνους θαυμαστῶς πᾶσαν ἀρετὴν μετεῖναι.“ Εὔκρας · εὔκρατος. Εὐκταῖον ἑνικῶς παρʼ οὐδενὶ τῶν παλαιῶν εἰ μὴ παρὰ Πλάτωνι ἐν Νόμοις. Εὐκτὸν λέγεται, οὐχὶ εὐκταῖον. — — Τὸ δὲ εὐκταῖον ἐν Νόμοις Πλάτωνος ἐπὶ τοῦ κατευγμένου καὶ οἷον κατʼ εὐχὴν ἀποδιδομένου καὶ ἀξίου εὐχῆς. Εὔμορφον . παρʼ οὐδενὶ εὗρον, ἀλλὰ εὐπρεπῆ. Εὐμορφίαν παρὰ Πλάτωνι ἐν Νόμοις καὶ παρὰ Ξενοφῶντι, σπάνιον δέ. Εὐπαθεῖν τὸ ἡσθῆναι καὶ Εὐπάθειαν τὴν ἡδονήν. Πλάτων Πολιτείας ἕκτῳ καὶ τετάρτῳ. Εὖ πράττειν . [30]
epsilon 988a
οὕτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν Πλάτωνος. ἔγραψε δὲ ἐπιστολὰς ιγʹ. Εὐρώς . ὑγρότης σεσηπυῖα. Εὔχομαι καὶ προσεύχομαι παρὰ τοῖς ῥήτορσιν ἀεί. εὐχὴ δὲ καὶ ἅπαξ Προσευχή , ὡς ὁ Πλάτωνος λόγος Ἀλκιβιάδης ἐπιγραφόμενος ἢ Περὶ προσευχῆς . Εὔχομαι , εἰ μέν ἐστιν ἀντὶ τοῦ ὑπισχνοῦμαι, ἀεὶ πρὸς μέλλοντα. Πλάτων ἐν Φαίδωνι· „τῷ οὖν Ἀπόλλωνι εὔξαντο, ὡς λέγεται, τότε εἰ σωθεῖεν ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον.“ εἰ δὲ ἀντὶ τοῦ παρακαλῶ, πρὸς παρῳχημένον. Πλάτων ἐν τῷ Ἀξίοχος ἢ περὶ θανάτου· „εὐξάμενοι τὸ κράτιστον αὐτοῖς γενέσθαι.“ Ἐφέται . πεντήκοντά εἰσιν οὗτοι οἱ ἀπὸ Δράκοντος περὶ φόνου δικάζοντες κριταί. Ἐφίππιον , ἀγώνισμα ἐφʼ ἵππων τρεχόντων. Ἔφοροι . πέντε μείζους καὶ πέντε ἐλάττους. Ἐχέγγυον . τὸν διὰ πίστεως ἄξιον οὕτως καλεῖ. Ἐχέγγυος , ὁ ἀσφαλὴς ἐγγυητής, ὁ διὰ πίστεως ἄξιος. Ἐχθοδοπόν . ἐχθροποιόν. Ἕψανον , ἁπαλόν· καὶ Ἀτέραμνον τὸ δυσέψανον· οὕτω Πλάτων. Ἑωράκη · τὸ πρῶτον πρόσωπον, ὡς Ἐπεπόνθη καὶ ἐπεποιήκη καὶ ᾔδη . Πλάτων τοῖς τοιούτοις χρῆται σχηματισμοῖς. Ζ. [25]
zeta 988a (post25t)
Ζάλη , μεγάλη ἄελλα, ἀπὸ τοῦ σφόδρα ἀλίζεσθαι. Πλάτων Πολιτείᾳ· „οἷον ἐν χειμῶνι κονιορτοῦ καὶ ζάλης ὑπὸ πνεύματος φερομένου ὑπὸ τειχίον ὑποστάς.“ καὶ ἐν Τιμαίῳ· „εἴτε ζάλη πνεύματος ὑπὸ ἀέρος φερομένη καταληφθείη.“ συστροφὴν γὰρ καὶ συρμὸν βούλεται δηλοῦν· τινὲς ἄνεμος λάβρος· πνεῦμα θορυβῶδες· Κλήμης· δύναται ζάλη τις εἶναι μεγάλη συστροφὴ ἀνέμου· τινὲς ζάλην τὴν χάλαζαν. Ζειραί . χιτῶνες ἀνακεκολλαμμένοι. Ζευγνύασι κάλλιον ἢ ζευγνῦσι· τὸ δὲ ζευγνύουσι κοινόν. [30]
zeta 988b
ὡσαύτως καὶ Κτιννύασιν ἢ κτιννῦσι. Πλάτων ἐν Γοργίᾳ· „τί δʼ; οὐχ ὥσπερ οἱ τύραννοι ἀποκτιννύασί τε, ὃν ἂν βούλωνται;“ Ζήσει Πλάτων Πολιτείας ἕκτῳ, οὐ ζήσεται. Ζυγομαχεῖν . εἴργεσθαι ὑπό τινος. Ζῶμεν γὰρ οὐχ ὡς θέλομεν ἀλλʼ ὡς δυνάμεθα . ἐπὶ τῶν μὴ κατὰ προαίρεσιν ζώντων. κέχρηται Πλάτων ἐν Ἱππίᾳ. Ζώπυρα . τοῦ ζῇν ποιητικά. Ζωπυρῶ , οὐ πυρός τι ὑποκρύπτω· ἀφʼ οὗ καὶ Ζώπυρον . Λουκιανὸς ἐν Τίμωνι· „ζώπυρον τοῦ ἀνθρωπείου γένους,“ ἤγουν ὑπόλειμμα. εἴληφε δὲ καὶ τοῦτο ἐκ τοῦ Πλάτωνος λέγοντος· „μικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων γένους.“ Ζώσαντες ἀντὶ τοῦ ζήσαντες Πλάτων Νόμων βʹ. Η. [15]
eta 988b (post16t)
Ἦ ἀντὶ τοῦ ὑπῆρχον ὡς παρʼ Ἀριστοφάνει ἐν Ὄρνισιν· „ἦ γὰρ ἐγὼ ξένος ἄνθρωπος.“ καὶ παρὰ Πλάτωνι ἡ χρῆσις εὕρηται. Ἦ χωρὶς τοῦ ν περισπωμένως ἀντὶ τοῦ ἔα, ἤμην. Περὶ ψυχῆς· „καὶ αὐτὸς οὐκ ἦ μυθολόγος.“ ἢ σὺν τῷ ν . Ἦ γάρ ; οὐχ οὕτως; Ἡγεμονεύειν Πλάτων Πολιτείας τετάρτῳ. Ἦγεν · ἐν Τιμαίῳ· ἡγεῖτο. Ἠγμένος , πεπαιδευμένος. Ἡγουμένου · Πολιτείας θʹ· ὑπʼ αὐτοῦ τοῦ Ἔρωτος πάσαις ταῖς δορυφόροις ἡγουμένου“ ἀντὶ τοῦ πασῶν προηγουμένου τοῦ Ἔρωτος. Ἦ δʼ ὅς · οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ ὅς. διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς· καὶ ἦ ἀντὶ τοῦ ἔφη· „ἀλλὰ περιμενοῦμεν, ἦ δʼ ὃς ὁ Γλαύκων.“ καὶ Ἦν δʼ ἐγώ ἀντὶ τοῦ ἔφην δʼ ἐγώ. Ἡδύς . εὐήθης καὶ ἄφρων. Ἡδύς . [30]
eta 989a
εὐήθης. ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους. Ἡδύς παρὰ Πλάτωνι ὁ εὐήθης καὶ ἄφρων. Ἦια δισυλλάβως τὸ ἐπορευόμην σὺν τῷ Ι γράφεται. οἱ γοῦν Ἴωνες Ἤϊα λέγουσι, καὶ Ἤισαν τὸ ᾔεσαν. Ἤιδη , ἀντὶ τοῦ ᾔδειν. Εὐθύδημος· καὶ τῶν δὴ περὶ ψυχῆς· „ἀλλὰ σχεδὸν μέν τι ἤδη ὁ Κρίτων.“ Ἠΐθεος . ἄφθαρτος πρὸς γυναῖκας. Ἥκιστα . οὐ πάνυ. Ἠλύγη , σκιά, σκέπη· καὶ Ἐπηλυγησάμενος παρὰ Πλάτωνι τὸ προβαλόμενος καὶ ἐπισκιασάμενος. Ἡμεδαπός . ἡμέτερος πολίτης. Ἡμερινὸν φῶς Πλάτων Πολιτείας τετάρτῳ. Ἡμίσεως , ἐπίῤῥημα. Πλάτων Πολιτείας ἕκτῳ. Ἦν δʼ ἐγώ , ἔφην δʼ ἐγώ. παρὰ Πλάτωνι καὶ Ἀριστοφάνει. Ἦν δʼ ἐγώ , ἔφην δʼ ἐγώ. Ἀττικὴ δὲ ἡ λέξις καὶ ἡ σύνταξις. μάλιστα δὲ αὐτῇ συνεχῶς κέχρηται καὶ κατακόρως ὁ Πλάτων. καὶ ἦ δʼ Ὅς ἀντὶ τοῦ ἔφη ἐκεῖνος. Ἠπίαλος . ὁ ῥιγοπύρετος. Ἦπου . ἄραγε, μονονουχί, αὐτίκα μάλα. Ἡρακλέες . Πλάτων Θεαιτήτῳ· „μυρίοι ἤδη μοι Ἡρακλέες καὶ Θησέες ἐντυχεῖν.“ Ἡρακλεία λίθος, ἣν ἔνιοι Μαγνῆτιν λέγουσιν, οὐκ ὀρθῶς. διαλλάττουσι γάρ. καὶ ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλεία ἐστίν, ἡ δὲ ἑτέρα παραπλήσιος ἀργύρῳ. ὥστε Πλάτων ἁμαρτάνει τὴν αὐτὴν ὑπολαμβάνων Μαγνῆτιν καὶ Ἡρακλείαν ἐν Ἴωνι. καὶ γὰρ αὐτὸς ἀλλαχοῦ ἑτέρως καὶ ἑτέραν φησί. κέκληται δὲ οὕτως ἀπὸ Ἡρακλείας τῆς ἐν Λυδίᾳ πόλεως. διὸ καὶ Σοφοκλῆς Λυδίαν λίθον αὐτὴν καλεῖ, οἱ δὲ Σιδηρῖτιν, οἱ δὲ Ἡρακλεῶτιν. Ἡρακλείαν λίθον τινὲς τὴν Μαγνῆτιν ἀπέδοσαν διὰ τὸ τὴν Ἡρακλείαν τῆς Μαγνησίας εἶναι. οἱ δέ, ὅτι ἡ μὲν ἐπισπωμένη τὸν σίδηρον Ἡρακλεῶτις, ἡ δὲ Μαγνῆτις ὁμοία ἐστὶν ἀργύρῳ, ὡς Εὐριπίδης ἐν Οἰνεῖ— τὰς βροτῶν γνώμας σκοπῶν· —ὥστε μαγνῆτις λίθος τὴν δόξαν ἕλκει καὶ μεθίστησιν πάλιν· οὐ λέγει νῦν ὑπὸ τῆς μαγνήτιδος λίθου τὸν σίδηρον, ἀλλὰ τὴν τῶν θεωμένων δόκησιν ἕλκεσθαι πλανωμένων ὡς ἐπὶ ἀργύρῳ. [5]
eta 989b
Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος · Πολιτείας βʹ. οὕτω γραπτέον· παρὰ Πινδάρῳ γὰρ ὑπὸ Ἡφαίστου δεσμεύεται ἐν τῷ ὑπʼ αὐτοῦ κατασκευασθέντι θρόνῳ· ὅ τινες ἀγνοήσαντες γράφουσιν Ὑπὸ διός , καὶ φασὶ δεθῆναι αὐτὴν ἐπιβουλεύσασαν Ἡρακλεῖ· Κλήμεντος ἡ ἱστορία· καὶ παρʼ Ἐπιχάρμῳ ἐν Κωμασταῖς ἢ Ἡφαίστῳ. Ἤσχαλλον . ἐδυσχέραινον. Ἤτριον . τὸ τοῦ ὑφάσματος πλέγμα. Ἦτρον . ὁ μεταξὺ ὀμφαλοῦ τε καὶ αἰδοίου τόπος, ἔνθα μάλιστα Γίνετʼ Ἄρης ἀλεγεινὸς ὀϊζυροῖσι βροτοῖσιν. Ἠχήν , ἦχον ἢ φήμην. Θ. [15]
theta 989b (post19t)
Θαλλός . πᾶν τὸ θάλλον. κυρίως δὲ ὁ τῆς ἐλαίας κλάδος. Θαμίζεις , πυκνάζεις, συχνάζεις. Θανατήριον ἀξιοῦσιν οὐ Θανάσιμον λέγειν. Πλάτων Πολιτείας δευτέρῳ. Θαυμαστὴν ὅσην , τουτέστιν λίαν πολλήν, ὥστε θαυμάσαι. Θαυμαστότερον · οὕτως Πλάτων. Θαύματα . νευροσπάσματα. Θεηπολεῖν . θεῶν εἰκόνας ἔχοντα περιπολεῖν, ἀργύριον εἰσπρασσόμενον. Θεμιτόν . — — —Πλάτων περὶ ψυχῆς. Θεοπολεῖν , τὸ περὶ θεοὺς ἀναστρέφεσθαι. [30]
theta 990a
Θέρμη . ὁ πυρετός. Θεσμοθέται . νομοθέται ἢ νομοφύλακες. Θεωρία ἡ θυσία. Πλάτων ἐν Φαίδωνι· „ἑκάστου ἔτους θεωρίαν ἀπάξειν εἰς Δῆλον.“ Θηλάζειν Πλάτων Πολιτείας τρίτῳ. Θής Ἀττικοί, οὐ μισθαρνός· καὶ Θητεύει , οὐ μισθαρνεῖ. Πλάτων ἐν Εὐθύφρονι· „ὡς ἐγεωργοῦμεν ἐν τῇ Νάξῳ, ἐθήτευεν ἐκεῖ παρʼ ἡμῖν.“ Θόλος . οἶκος περιφερής, ἐν ᾧ οἱ Πρυτάνεις συνειστιῶντο. Πρυτανεῖον δὲ ὠνόμασται, ἐπεὶ πυρῶν ἦν ταμιεῖον. Θολῶσαι . θολερὸν ποιῆσαι. Θράττει . ταράττει, κινεῖ. Θράττει , οἷον ταράττει, κατὰ συγκοπὴν καὶ τροπὴν γεγενημένον. Θυήματα . θυμιάματα. ἄλφιτα δέ ἐστι ταῦτα οἴνῳ καὶ μέλιτι δεδευμένα. Θυηπολοῦσι . περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνούμενοι θεοὺς ἐξιλάσκεσθαι. Θυηπολοῦσι , περὶ τὴν θυσίαν ἀναστρέφονται. Θυραυλεῖν . ἔξω τῶν θυρῶν αὐλίζεσθαι καὶ ἀναστρέφεσθαι. Θῶπες . οἱ μετὰ ψεύδους καὶ θαυμασμοῦ τινὶ προσιόντες ἐπὶ κολακείᾳ. Ι. [25]
iota 990a (post25t)
Ἰατρεύειν Πλάτων Πολιτείας δευτέρῳ. Ἰδέα ἡ μορφή. καὶ ἀπὸ τούτου ἰδέαι αἱ ὁδοὶ καὶ οἱ τρόποι. [26]
iota 990b
καὶ παρὰ Πλάτωνι Ἰδέαι οἱ τύποι τῶν οὐσιῶν, ἀνθρωπότητος καὶ βοότητος καὶ τῶν ἄλλων. Ἰδέας , μορφάς, ἐν Ἀλκιβιάδῃ· ἀπὸ τοῦ ἰδέσθαι. Ἰδίαις δαπάναις , ταῖς ἰδιωτικαῖς. Ἰδίειν . ἱδροῦν. Ἰδίειν , ἱδροῦν. καὶ Ἀνιδιτί , τὸ ἀνιδρωτί. Ἴδιον . ἰδιωτικόν. Ἰδιώσασθαι , ἰδιοποιήσασθαι. Ἰδίωσις Πλάτων τετάρτῳ Πολιτικῶν. Ἰδιωτεύειν Πλάτων Γοργίᾳ. Ἱεράτω . κατὰ νόμον ὀργιαζέτω καὶ θυέτω. Ὀργεῶνες γὰρ οἱ θύται. Ἱερομηνία . μήν, ἐν ᾧ ἡμέραι εἰσὶν ἑορταστικαί. Ἱερομνήμονες . οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμματεῖς. Ἱερὸν ἡ συμβουλή . ἐπὶ τῶν δεινῶν συμβουλεύειν. Ἱερόν τι νεωκορήσας , ἀντὶ τοῦ εὐφημότερον ἱερατεύσας. Ἴκταρ . ἐγγύς. εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι. Ἴκταρ , πλησίον, ἐγγύς. εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι. καὶ παροιμία Οὐδʼ ἴκταρ βάλλει . Εἴρηται δὲ κατὰ γλῶτταν ὥσπερ τὸ Διωλύγιον . Ἶκταρ . Πλάτων Πολιτείᾳ „οὐδὲ ἶκταρ,“ ὅπερ ἐστὶν οὐδὲ ἐγγὺς ἢ βραχέα. Ἱλεώμενοι , ἀντὶ τοῦ ἱλασκόμενοι. Πλάτων Νόμων ἑβδόμῳ. Ἱμᾷν . ἀνέλκειν, ἀνασπᾷν. Ἰνδάλλεται . φαντάζεται. Ἰνδάλλεται , καταφαίνεται, ὁμοιοῦται. Ἰπνοπλάθαι . φουρνοπλάσται. Ἱππαγρέται . [30]
iota 991a
τρεῖς οὗτοι ἐγένοντο ἄρχοντες ἐν Σπάρτῃ. Ἱππέας εἰς πεδίον προκαλεῖ , δηλονότι ἔνθα ἂν εὐημερῇ τις· τὰ γὰρ ἱππικὰ ἐν πεδίῳ κρατεῖ· Πλάτων εἰς τὸν Θεαίτητον ἐχρήσατο. Ἰσοτελής ὁ χωρὶς ζημίας ἐπιδημῶν ἴσα τοῖς πολίταις. Ἰσχυρικώτερον Πλάτων Θεαιτήτῳ. Ἰταλικόν Πλάτων Γοργίᾳ. Ἰών καὶ ἰέναι καὶ ἐπὶ τῶν τριῶν χρόνων εὕρηται, ὡς Πλάτων ἐν Φαίδωνι ἐπὶ μὲν ἐνεστῶτος· „ἀεὶ ἀνάπλεα τοῦ σώματος ἐξιέναι.“ ἐπὶ δὲ παρῳχημένου καὶ μέλλοντος· „ὥστε μοι παρίστασθαι ἐκεῖνον, μηδʼ εἰς Ἅιδου ἰόντα ἄνευ θείας μοίρας ἰέναι, ἀλλὰ καὶ ἐκεῖσε ἀφικόμενον εὖ πράξειν.“ ἐνταῦθα γὰρ τὸ μὲν Ἰόντα παρῳχημένος, τὸ δὲ Ἰέναι μέλλων, ἐπειδὴ καὶ τὸ ἐπαγόμενον τὸ Εὖ πράξειν . — — —τὸ δὲ Ἴθι ὡς ἐπιτοπλεῖστον μὲν ἐπὶ παρῳχημένου ἀντὶ τοῦ ἐλθέ· εὑρίσκεται δὲ καὶ ἐπὶ τοῦ ἐνεστῶτος ἀντὶ τοῦ ἔρχου. Πλάτων ἐν πρώτῳ τῶν πολιτειῶν· „ἀλλὰ τοῖσδέ τε τοῖς νεανίαις ξύνιθι καὶ δεῦρο παρʼ ἡμᾶς φοίτα.“ Κ. [20]
kappa 991a (post21t)
Καδμεία νίκη · παροιμία. λέγεται ἐπὶ τῶν ἐπὶ κακῷ νικώντων. οἱ μὲν λέγουσιν, ὅτι Θηβαῖοι νικήσαντες ὕστερον ὑπὸ τῶν Ἐπιγόνων ἡττήθησαν, οἱ δὲ ὅτι Οἰδίπους τὸ αἴνιγμα λύσας ἔπαθλον τὴν μητέρα ἔγημεν. τίθεται καὶ ἐπὶ τῶν ἀλυσιτελῶν. ὡς δὲ αὐτὸς ὁ τὰ περὶ Θηβῶν συντάξας, ὅτι Κάδμος ἀνελὼν τὸν τὴν Ἀρείαν κρήνην τηροῦντα δράκοντα ἐθήτευσεν Ἄρει ηʹ ἔτη. Καθαίρωμεν , ἀντὶ τοῦ διακαθαίρωμεν, Πολιτείας γʹ. Καθεδοῦμαι . — — —καὶ Πλάτων· „πρόαγε δὴ καὶ σκόπει ἅμα, ὅπου καθεδούμεθα.“ Καθῆστο ἀντὶ τοῦ ἐκάθητο Πλάτων. Καθιζησόμεθα , ἀντὶ τοῦ καθεδούμεθα. [30]
kappa 991b
Πλάτων Φαίδρῳ. Καὶ τάχει ἴμεν . καὶ ταχέως πορευσόμεθα. Καὶ τὸ τοῦ λύκου . Φασὶ λύκον ἰδόντα τὸν ποιμένα ἢ καὶ κύνα τῶν ποιμενικῶν πρόβατον ἐσθίοντα εἰπεῖν· ἐγὼ τοῦτο εἰ ἐποίουν, πόση κραυγὴ ἐγίνετο ἄν. Κάκη . ἡ κακία, ὡς πλάνη καὶ ζάλη. Κάκη , ὡς Πλάτων, Ἀττικοί· κακία Ἕλληνες. Κάκη , κακία· οὕτως Πλάτων. Κάκη , δειλία καὶ κακία, ἐν ᾧ τὸ μετὰ κακίας περιποιεῖσθαι τὸ ζῇν ῥιπτοῦντα τὰ ὅπλα διαβέβληκε Νόμων ηʹ. Κάκη βαρέως ἡ κακία· ἐν Νόμοις Πλάτων· „μετὰ κάκης μᾶλλον ἢ μετὰ ἀνδρείας.“ Καλὰ δὴ παταγεῖς , ἀντὶ τοῦ λέγεις. Καλλωπίζεσθαι , οἷον καλοκἀγαθίαν ἐνδείκνυσθαι ἢ σεμνύνεσθαι· οὕτω Πλάτων. Καραδοκεῖν . τὸ τοῦ πράγματος κεφάλαιον ἐπιζητεῖν καὶ ἐπισκοπεῖν, ὅπῃ χωρήσῃ. Καταβολή . περιοδικὴ λῆψις πυρετοῦ. Κάταγμα . ἐρίου σπάσμα καὶ μήρυμα. Κάταντες , καταφερές. Καταντικρύ , κατʼ ἐναντίον. „Καταντικρὺ καὶ κατευθὺ τῇ τὰ οἰκεῖα συναγούση ἀποτυπώματα.“ Καταποντοῦν , καταποντίζειν. Καταποντωθῆναι , κινδυνεῦσαι. Κατασκεδάζειν . Ἔθος ἦν Θρᾴκιον ἐν τοῖς συμποσίοις, ἵνα, ὅταν πίωσι τοῦ οἴνου οἱ συμπόται ὅσον δύνανται, τὸ λοιπὸν τοῦ οἴνου καταχέωσι κατὰ τῶν ἱματίων τῶν συμποτῶν, ὅπερ ἔλεγον Κατασκεδάζειν . μέμνηται τούτου καὶ ὁ μέγας Πλάτων ἐν τοῖς Νόμοις. Κατατείνας ἐρῶ , ἀντὶ τοῦ μακρὸν λόγον διεξελεύσομαι. Πολιτείας βʹ· „διὸ κατατείνας ἐρῶ.“ Καταψήχεται , ἀντὶ τοῦ καταψύχεται τῆς γλισχρότητος χωριζομένης, ἢ καταψᾶται. οὕτως Πλάτων ἐν Τιμαίῳ. Κατεαγέναι καὶ καταγῆναι καὶ κατάξαι. [35]
kappa 992a
Πλάτων ἐν Γοργίᾳ· „κἄν τινα δόξῃ μοι τῆς κεφαλῆς αὐτῶν κατεαγέναι δεῖν, κατεαγὼς ἔσται αὐτίκα.“ Κατευθύνω . τὸ δὲ καταδικάζειν Κατευθύνειν εἶπε Πλάτων. Κατεύχεσθαι , τὸ καταρᾶσθαι· οὕτω Πλάτων. Κατεύχεσθαι τῶν ἀχαιῶν ἀντὶ τοῦ, κατὰ τῶν Ἀχαιῶν εὔχεσθαι· οὕτως Σοφοκλῆς. Κατηγορῶ . — —εὕρηται δὲ ἀεὶ μὲν ἐνεργητικῶς, ἅπαξ δὲ καὶ παθητικῶς κατηγοροῦμαι ἀντὶ τοῦ κατηγορῶ. Πλάτων ἐν Γοργίᾳ· „εἰ αὐτοῦ τις κατηγοροῖτο.“ Κατῆρεν . κατέπλευσεν. Κατοκωχή . ἔντοι ἀντὶ τοῦ Κατοχή . Κατόπιν . μετὰ ταῦτα. Κατόπιν , οὐ κατόπισθεν. Πλάτων ἐν Γοργίᾳ· „κατόπιν ἑορτῆς ἥκομεν.“ Κατορώρυκται , κατακέχωσται. Καχυπότοπος , καχύποπτος· τοπάσαι γὰρ τὸ ὑπονοῆσαι. Κεκόμψευται . πεπιθάνευται. Κεραμεικοὶ δύο · ὁ μὲν ἔνδον τείχους, ὁ δὲ ἐκτός, ἔνθα τοὺς ἐν πολέμῳ τελευτῶντας ἔθαπτον. Κερασβόλον . ἄτηκτον καὶ μὴ εἶκον παιδείᾳ, ἀλλʼ ἀπηνὲς ὄν. εἴρηται δὲ ἀπὸ τῶν σπερμάτων, ἅτινα κατὰ τῶν κεράτων βαλλόμενα ἄτηκτα καὶ ἀνέψητα μένει. Κερασβόλον ἔστι μὲν τῶν ἅπαξ εἰρημένων τῷ Πλάτωνι. φαίνεται δὲ ἐπὶ σπερμάτων ταττόμενον τῶν οὔτε ἐκφερόντων καρπὸν οὔτε πυρὶ οὔτε ὕδατι τηκομένων. ταῦτα γὰρ εἶναι φασὶ τὰ ὑπὸ τῶν σπορέων κατὰ τῶν κεράτων βληθέντα τῶν βοῶν, ἀφʼ ὧν καὶ τὸ ὄνομα ἔσχε. παραδέδοται γάρ τις περὶ αὐτῶν λόγος τοιοῦτος ὡς ἀτεράμνων ὄντων τῶν οὕτως εἰς τὴν γῆν καταπεσόντων σπερμάτων. [30]
kappa 992b
τοὺς οὖν ὑπὸ ἀπαιδευσίας ἀμαθεῖς τε καὶ ἀπειθεῖς τοῖς νόμοις κερασβόλους προσηγόρευσαν. Κεφαλαιότατον Πλάτων Γοργίᾳ. Κηλούμενος , φλεγόμενος, τερπόμενος, οἷον αὐλοῖς καὶ ἡδυφωνίαις. Κήρινον ἐκμαγεῖον . ἡ φαντασία τοῦ νοός. Κηροῦ εὐπλαστότερος · ἐπὶ τῶν ῥᾳδίως τι ποιούντων. Κηφήνεσσι κοθούροισι . τοῖς καθεζομένοις καὶ φυλάττουσι τὴν τῶν μελισσῶν ἔξοδον. Οὖροι γὰρ οἱ φυλάσσοντες· καὶ οἱ θυρωροὶ οἱ τὰς θύρας φρουροῦντες. Κίβδηλον . οἱονεὶ κρύβδηλόν τι ὄν. Κίβδηλον · οὕτως ἐκάλουν τὸ νόθον καὶ ἀδόκιμον νόμισμα καὶ παρακοπέν· Νόμων ιαʹ· „ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν.“ Κινδυνεύει . ἐγγίζει. Κλείθροις , κλειδώμασιν. Κλητῆρες . οἱ εἰς μαρτυρίαν κλητοί. Κνάφος . ὄργανόν τι ἐν κύκλῳ κέντρα ἔχον, διʼ οὗ τοὺς βασανιζομένους κτείνουσιν. ὅμοιον δέ ἐστι κναφικῷ κτενί. Κνησιῶντα , ἐπιθυμητικῶς ἔχοντα τοῦ κνᾶσθαι. Κοάλεμος . ματαιόφρων. Κοεῖν γὰρ τὸ αἰσθάνεσθαι. Κοινωνῶ . Οὐ μόνον κοινωνῶ σοι τοῦ δεῖνος ἀντὶ τοῦ συμμετέχω σοι, ἀλλὰ καὶ κοινωνῶ σοι ὧν ἔχω ἀντὶ τοῦ μεταδίδωμι. Πλάτων ἐν δευτέρῳ τῶν πολιτειῶν· „τετραπλάσιον χρόνον τε καὶ πόνον ἀναλίσκειν ἐπὶ σίτου παρασκευῇ καὶ ἄλλοις κοινωνεῖν,“ ἤγουν μεταδιδόναι τούτου. καὶ πάλιν ἐν τῷ αὐτῷ· „καὶ μὴ ἄλλοις κοινωνοῦντα πράγματα ἔχειν.“ Κόλλαβοι . [30]
kappa 993a
τὰ τῶν χορδῶν ἐπιτόνια. Κομιδῇ . τελέως. εἴρηται δὲ ἀπὸ τῆς τῶν καρπῶν κομιδῆς, ἥτις γίνεται τελειωθέντων αὐτῶν. Κομψὸν ἐπὶ τοῦ κομψευομένου φασὶ δεῖν λέγειν, καὶ τοὺς ἐπὶ τῶν ἀσθενούντων λέγοντας, ὅτι κομψότερον διάκεινται, μέμφονται. ἀλλὰ Πλάτων Πολιτείας τετάρτῳ Κομψοὺς οὐ τοὺς κεκομψευμένους λέγει, ἀλλὰ τοὺς ἀμείνονας. Κομψὸς λόγος . καὶ ὁ ἀγαθὸς δέ, καὶ ὁ πιθανότητι ὑποδυόμενος τὴν ἀλήθειαν. Κομψοὺς Πλάτων οὐ τοὺς πανούργους ἀλλὰ τοὺς βελτίστους· κομψοὺς γὰρ τοὺς Ἀσκληπιάδας ἐπαινῶν λέγει Πολιτείας γʹ. Κοροπλάθοι . οἱ τοὺς κόρους πλάττοντες κηρῷ ἢ γύψῳ. Κορυβαντιᾷν . παρεμμαίνεσθαι καὶ ἐνθουσιαστικῶς κινεῖσθαι. Κόρυδοι . ὅμοιοι ὄρτυξιν ὄρνιθες. Κορυδός . θηλυκῶς δὲ εἴρηκε τὸν κορυδόν. Πλάτων δὲ ἀρσενικῶς. Κορυζᾷν . μύξας ῥεούσας ἔχειν. Κόρυζα γὰρ ἡ μύξα. Κράδη . κλάδος. Κραιπαλῶντα . ἔτι ἀπὸ τῆς μέθης βαρυνόμενον. Κρανίον . ἐν Κορίνθῳ γυμνάσιον. Κραυρότερον . ψαθυρότερον καὶ εὐθραυστότερον. Κρεόφυλος · Πολιτείας ιʹ· „ὁ γὰρ Κρεόφυλος, ὦ Σώκρατες, ἴσως, ὁ τοῦ Ὁμήρου ἑταῖρος·“ τοῦτον τινὲς καὶ διδάσκαλον Ὁμήρου λέγουσι γεγονέναι· καὶ ἔστιν αὐτοῦ ποίημα Οἰχαλίας ἅλωσις. ἀρχαῖος μὲν οὖν ἐστί· νεώτερος δὲ ἱκανῶς Ὁμήρου. Κρονικώτερα , ἀρχαιότερα, μωρότερα. Κυαμεῦσαι . [35]
kappa 993b
κυάμῳ ψηφοφορῆσαι, ᾧ ἐχρῶντο οἱ βουλευταί. Κυΐσκεσθαι . ἐπὶ τῶν κυουσῶν γὰρ καὶ τοῦτο Πλάτων ἔταξεν εἰπὼν ἐν Θεαιτήτῳ· Κυϊσκομένη, τίκτουσα . Κυλοιδιᾷν . τὰ κύλα οἰδαίνειν. Κύλα δὲ τὰ ὑπὸ τοὺς ταρσοὺς τῶν ὀφθαλμῶν μυώδη σαρκία. Κύρβις . στήλη τρίγωνος πυραμοειδής, νόμους ἔχουσα περὶ θεῶν. Κύρτος . πᾶν πλέγμα τὸ εἰς ἰχθύων ἄγραν πεποιημένον. Κυψελιδῶν ἀνάθημα ἐν ὀλυμπίᾳ . Πλάτων ἐν Φαίδρῳ· „παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσός.“ ἀλλʼ οὐ Κυψελιδῶν, Κυψέλου δὲ φασὶ τὸ ἀνάθημα, ὡς Ἀγάκλυτος ἐν τῷ περὶ Ὀλυμπίας φησὶν οὕτως· Ναὸς τῆς Ἥρας παλαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων· ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον, κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσόν φησι Περίανδρον, ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δὲ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδια τοῖς ἐπιβουλεύουσιν· ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ, καὶ ὁ τῶν Κυψελιδῶν κολοσσός, καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν δύναμιν. Φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· Αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός, Ἐξώλης εἴη Κυψελιδῶν γενεά· ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· Νάξιός εἰμι ἐγώ, παγχρύσεός εἰμι κολοσσός, Ἐξώλης εἴη Κυψελιδῶν γενεά. [35]
kappa 994a
Κωλαγρέται . οἱ ταμίαι τοῦ δικαστικοῦ μισθοῦ καὶ τῶν εἰς θεοὺς ἀναλωμάτων. Κωμῳδεῖν . σκώπτειν. Λ. [5]
lambda 994a (post5t)
Λαμπάδιον , ἣν νῦν ἡμεῖς λαμπάδα καλοῦμεν, οὕτως ὠνόμαζον· Δείναρχος ἐν τῷ κατὰ Πυθέου καὶ Πλάτων ἐν αʹ τῆς Πολιτείας. Λαμπτήρ . φανός. Λασιόκωφος , ὁ λίαν κωφός· οἷον λάσια τὰ ὦτα ἔχων, ὡς συγκεκωφῶσθαι καὶ ἀναισθητεῖν. Λαχεῖν δίκην . γράψασθαι. Λάχος . κλῆρος. Λεία . ἁρπαγὴ ἀπὸ τῶν πολεμίων. Λέμμα , κυρίως μὲν ὁ φλοιός, καταχρηστικῶς δὲ ἐπὶ τοῦ δέρματος καὶ τοῦ ἀνθρωπείου· ἐν Τιμαίῳ. Λευκὴ στάθμη · ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων, ἢ ἐπὶ τῶν μηδὲν συνιέντων. Λήξεις . [τῆς τριακάδος καλουμένης] Λήξεών τε περὶ δικῶν καὶ προσκλήσεων καὶ κλητήρων . Κλητῆρες δὲ οἱ μάρτυρες. Λιθολόγοι . οἰκοδόμοι. Λίθων ποτίμων · μήποτε τῶν πώρων λέγει, οἳ πίνοντες τὸ ὕδωρ ἰσχυρότεροι γίνονται· ἢ τῶν τὴν σάρκα τῶν ἐντιθεμένων καταναλισκόντων σωμάτων. Λιθῶντας , τρισυλλάβως, Οὐ λιθιῶντας · Πλάτων ιαʹ Νόμων· καὶ Βραγχᾶν λέγουσιν οὐ Βραγχιᾶν , καὶ ἕτερα τοιαῦτα. Λίνον λίνῳ συνάπτεις , ἐπὶ τῶν τὰ αὐτὰ διὰ τῶν αὐτῶν δρώντων· Στράττις Ποταμοῖς, καὶ Ἀριστείδης ὁ ῥήτωρ, καὶ Πλάτων. Λίσπαι . [30]
lambda 994b
οἱ δίχα πεπρισμένοι. Λίσπαι , οἱ μέσοι διαπεπρισμένοι ἀστράγαλοι καὶ ἐκτετριμμένοι. Λόγον λαμβάνειν Πλάτων Πολιτείας πρώτῳ. Λύγη . σκιά, ἀπόκρυψις. Λυγιζόμενος , στρεφόμενος, καμπτόμενος, ἀπὸ τῶν λύγων· λύγος δὲ φυτὸν ἱμαντῶδες· —δίδη μόσχοισι λύγοισιν· ἐν Γοργίᾳ· „πάσας στροφὰς στρέφεσθαι, πάσας δὲ διεξόδους διελθὼν ἀποστραφῆναι Λυγιζόμενος , ὥστε μὴ παρέχειν δίκην.“ τινὲς δὲ καὶ τὸ μετὰ τιμωρίας βασανίζειν, λυγίζειν· καὶ αἱ μάστιγες, αἷς οἱ ἀθληταὶ τύπτονται, λύγοι καλοῦνται. Λυκαβηττός . ὄρος τραχύ. Λυόμενος ἀντὶ τοῦ λυτρούμενος καὶ ἀπολύων· οὕτως Πλάτων. Λύσῃ ἀντὶ τοῦ λυσάτω· Νόμων θʹ· „παραλαβὼν ὁ κεκτημένος παρὰ τοῦ πληγέντος δεδεμένον αὐτὸν μὴ λύσῃ, πρὶν ἂν ὁ δοῦλος πείσῃ τὸν πληγέντα.“ Λύσιοι θεοί , οἱ καθάρσιοι, λυτικοὶ κακῶν. Λωβᾶται , βλάπτει, λυμαίνεται, ὑβρίζει. Μ. [20]
mu 994b (post21t)
Μαθηματικόν , ἀντὶ τοῦ φιλομαθῆ. ἐν Τιμαίῳ· „τὸν δὴ μαθηματικὸν ἤ τινα ἄλλην σφόδρα μελέτην διανοίᾳ κατεργαζόμενον καὶ τὴν τοῦ σώματος ἀποδοτέον κίνησιν γυμνασίᾳ προσομιλοῦντα.“ Μαιείαν Πλάτων Θεαιτήτῳ. Μακροχρόνιος . Πλάτων γὰρ ἐν Τιμαίῳ λέγει Μακροχρονιώτερον . Μανά , ἀραιά· καὶ Μανότης , ἀραιότης· οὕτω Πλάτων. Μανόν . τὸ ἀραιόν. καὶ ὁ μαινόμενος, ὁ μὴ ἰσχυρὸς ταῖς φρεσίν. Μαντικὴ ψυχή , ἐπὶ τῶν τὰ μέλλοντα προορωμένων. [30]
mu 995a
Πλάτων Φαίδρῳ. Μαρτύρονται , ὅταν ἀντί του μαρτυρίαν ἐπάγωνται ἢ παρέχωνται. Πλάτων Πολιτείας βʹ· „τὸν Ὅμηρον μαρτύρονται.“ Μὰ τόν . ἐλλειπτικῶς ὀμνύει. καὶ οὕτως ἔθος ἐστὶ τοῖς ἀρχαίοις ἐνίοτε μὴ προστιθέναι τὸν θεόν. εἰώθεισαν γὰρ τοῖς τοιούτοις ὅρκοις χρῆσθαι ἐπευφημιζόμενοι, ὥστε εἰπεῖν μὲν Μὰ τόν , ὄνομα δὲ μηκέτι προσθεῖναι. καὶ Πλάτωνα Φαίδρῳ. Μαχαίρας οὐ μόνον τὰς μαγειρικὰς ἐκάλουν, ἀλλὰ καὶ τὰ ξίφη. Πλάτων Φαίδρῳ. Μεθύω ἐγὼ ἀμεταβάτως, Καταμεθύω δὲ ἕτερον. Πλάτων ἐν Γοργίᾳ· „ξενίσας αὐτὸν καὶ καταμεθύσας.“ Μειζόνως , ἀντὶ τοῦ μεῖζον. — —Πλάτων Πολιτείας τρίτῳ. Μείς , μὴν Αἰολικῶς. Μέλεος . ὁ τοῖς μέλεσι μάταιος. Μέλλω ποιεῖν καὶ μέλλω ποιήσειν· οὐ μέλλω ποιῆσαι, ἀλλὰ μετὰ τοῦ ἄν, ἤγουν μέλλω ποιῆσαι ἄν. προστιθέαμεν δὲ τὸ ἄν, ἵνα τὸν παρῳχημένον διὰ τούτου ὡς μέλλοντα δεξώμεθα. — — —εὕρηται δὲ καὶ παρὰ Πλάτωνι ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „οὐδʼ εἰ πολλάκις μέλλω τεθνάναι,“ ὅπερ μοι δοκεῖ ἁμάρτημα τῶν γραφέων εἶναι διὰ τὸ μηδαμοῦ ἑτέρωθι τῶν αὐτοῦ λόγων τοῦτο εὑρίσκεσθαι. ὤφειλε γὰρ μετὰ τοῦ ἄν εἶναι, οἷον οὐδʼ εἰ πολλάκις ἂν μέλλω τεθνάναι. Μέρμερος . ὁ διὰ πανουργιῶν φροντίδας τισὶν ἐμποιῶν. Μεσεγγυωθέν . ἐπὶ μεσιτῶν ἀποτεθὲν καὶ ἀμφισβητούμενον. Μεταλαγχάνειν . ἀφυστερεῖν ἢ ἀποτυγχάνειν κλήρου. Μεταποιεῖσθαι . ἀντιποιεῖσθαι. Μεταποιεῖσθαι , ἀντιποιεῖσθαι· Πλάτων Πολιτικῷ· „ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης,“ ἀντιποιουμένους. [35]
mu 995b
Μετεωρολέσχαι , περὶ οὐρανοῦ φλυαροῦντες. Μετρίως ὠργασμένος . ἀντὶ τοῦ μεμαλαγμένος ἢ δεδευμένος. Μέτρον · ἐν Τιμαίῳ· „τὸ ὅσον μέτρον ὅσοις,“ τὴν συμμετρίαν τῆς μίξεως. Μή . — —Ἰστέον δὲ ὅτι καὶ τὸ μή καὶ τὸ οὐ μή οὐ μόνον ἐπὶ ὑποτακτικῶν τίθενται, ἀλλʼ ἔστιν ὅτε καὶ ἐπὶ μελλόντων ἁπλῶς. — — —Πλάτων ἐν πρώτῃ τῶν πολιτειῶν· „ἔπειτα, εἴ τι καὶ οἴεται περὶ τούτων, ἀπειρημένον αὐτῷ εἴη, ὅπως μηδὲν τούτων ἐρεῖ.“ Μὴ ἀπαρνηθεὶς γένῃ . Ἴδιον δὲ τὸ Πλάτωνος, μὴ ἀπαρνηθεὶς γένῃ. Μὴ κινεῖν ἀκίνητα , μηδʼ ἄκρῳ δακτύλῳ. Μὴ κινεῖν κακὸν εὖ κείμενον · ἐπὶ τῶν ἑαυτοῖς ἐξ ἀγνοίας πράγματα ἐγειρόντων. Μήτε νεῖν μήτε γράμματα ἐπίστασθαι · ἐπὶ τῶν παντάπασιν ἀμαθῶν. παρὰ γὰρ Ἀθηναίοις εὐθὺς ἐκ παιδὸς κολυμβᾷν καὶ γράμματα ἐδιδάσκοντο. Μητρίδα , τὴν πατρίδα καὶ Πλάτων καὶ Φερεκράτης. Μιμοῦμαι τὸν δεῖνα ἀντὶ τοῦ μιμητής εἰμι τούτου, καὶ μιμοῦμαι ὑπὸ τοῦ δεῖνος ἀντὶ τοῦ μιμητὴν ἐμοῦ τοῦτον ἔχω. Πλάτων ἐν Γοργίᾳ· „οὐκ οἶσθα ὅτι οὗτος ὁ μιμούμενος τὸν μιμούμενον ἐκεῖνον ἀποκτενεῖ, ἐὰν βούληται;“ Μινυρίζω , θρηνῶ, ἢ τὸ ἠρέμα ᾄδω, παρὰ τὸ μεῖον. Πλάτων ἐν γʹ Πολιτείας· „μινυρίζων τε καὶ γεγανωμένος ὑπὸ τῆς ᾠδῆς,“ ἀντὶ τοῦ οἰκτρᾷ φωνῇ χρώμενος καὶ θρηνῶν, ἢ ὀλίγῃ φωνῇ χρώμενος. Μονίπποις , τοῖς ἐπὶ ἑνὸς ἵππου ἀγωνιζομένοις δρόμον. Μορμολύκεια . τὰ φοβερὰ τοῖς παισὶ προσωπεῖα. Μορμορύττει καὶ μορμολύττει . ἀντὶ τοῦ ἐκφοβεῖν, ἀμφότερον. Μορυχαία . [35]
mu 996a
οἰκία τις, ἀπὸ Μορύχου, ἐν ᾗ καὶ Ἄρτεμις Μορυχαία, ἀπὸ τοῦ καθιδρύσαντος. Μουνυχία καὶ ζεία . λιμένες ἕτεροι τοῦ Πειραιέως. Μυδᾷν . δίυγρον εἶναι καὶ σήπεσθαι. Μῦθος ἐσώθη . ἐπίῤῥημά ἐστι λεγόμενον ἐπʼ ἐσχάτῳ τοῖς λεγομένοις μύθοις τοῖς παιδίοις. Ν. [5]
nu 996a (post7t)
Νεοθνής . ὁ νεωστὶ τεθνεώς. Νέος ἐστὶ καὶ ὀξύς , ἀμαθής ἐστι καὶ προπετής. Νεοτελής . ὁ νεωστὶ τετελεσμένος. Νεουργόν . νεωστὶ εἰργασμένον. Νεωκορήσει ἐνίοτε ἀντὶ τοῦ ἱεροσυλήσει. κορεῖν γὰρ λέγουσι τὸ καλλύνειν, τὸ σαροῦν καὶ ἐκκαλλύνειν. τό τε ἐκκορηθείης ἀντὶ τοῦ ἐκκαλλυνθείης. Νομίζουσιν , ἀντὶ τοῦ νομίσματι χρῶνται. Νῦν ἀντὶ τοῦ ἀρτίως, ὃ καὶ Νυνί λέγεται, ἐπὶ ἐνεστῶτος ἀεὶ τίθεται, καὶ ἐν ἀρχῇ καὶ ἐν μέσῳ καὶ ἐν τῷ τέλει τοῦ κώλου, ὅπως ἂν ὁ ῥυθμὸς διδῷ. τότε δὲ μετὰ παρῳχημένου καὶ μέλλοντος, ὅταν συντομίαν ἔχωσιν ἄμφω οἱ χρόνοι καὶ ὥσπερ ἔμφασιν ἐνεστῶτος, Ὡς τὸ νῦν ἔτυψα καὶ νῦν ἐλθὼν ὄψομαι . καὶ Πλάτων ἐν Φαίδωνι· „ὦ Σώκρατες, ὕστατον δή σε προσεροῦσι νῦν οἱ ἐπιτήδειοι.“ Νῦν δή . πρὸ ὀλίγου χρόνου. Νῦν δή , ἀρτίως ἢ μικρὸν ἔμπροσθεν· Νόμοις· „ἢ νῦν δὴ ὀλίγον ἔμπροσθεν τούτοις περιτυχόντες τοῖς λόγοις οὕτω ταῦτʼ ἐτίθεμεν, νῦν δʼ ἐπιλελήσμεθα;“ — — — — ἐν δὲ τοῖς Νόμοις διαλελυμένον εἴρηκεν, τὸ μὲν Νῦν ἐπὶ τοῦ παρόντος χρόνου, τὸ δὲ Δὴ ἐπὶ συνδέσμου· „ὃς δὴ πάντων τῶν πολέμων χαλεπώτατος, ὡς φαμὲν ἡμεῖς νῦν δή. [25]
nu 996b
“ Νυνί . ἐν τῷ ἐνεστῶτι χρόνῳ. Νώ . ἡμεῖς. Νωθρός . ἔστι γὰρ καὶ τοῦτο παρὰ Πλάτωνι ἐν τῷ Φαίδρῳ· „νωθροί πως ἐκβαίνουσι πρὸς τὰς μαθήσεις.“ Νῶϊν . ἡμῖν. Ξ. [5]
xi 996b (post8t)
Ξεναγοί . οἱ τοῖς ξένοις ἡγούμενοι ὁδοῦ. Ξένον τὸ ἀλλότριον καὶ τὸ παρηλλαγμένον. — — — „ξένως ἔχει τῆς λέξεως.“ Ξενών . τὸ καταγώγιον Ξενῶνα Πλάτων. Ξύλων ἐρεψίμων . στεγάσματά ἐστι τὰ ἐρέψιμα, τὰ εἰς τὰς οἰκίας κατατεταγμένα. Ξυστίδες . ποδήρη ἐνδύματα. οἱ δὲ χλαμύδας κωμικάς φασιν, ὅτι ἀπὸ τοῦ ἐξέσθαι καὶ εἰργάσθαι ἐπιμελῶς. Ο. [15]
omicron 996b (post17t)
Ὄα . ἀκροδρύων εἶδος μήλοις μικροῖς ἐμφερές. Ὄα . μέσπιλα ἃ καὶ Ὄα καλεῖται. καὶ τοῦτο τοὔνομά ἐστι παρὰ Πλάτωνι, ὡς παρὰ Ἀρχιλόχῳ ἐκεῖνο. Ὁ διὸς κόρινθος . παροιμία ἐπὶ τῶν πάλαι μὲν εὐπραγησάντων, ὕστερον δʼ οὐ καλῶς ἀπαλλαξάντων. Ὀθνεῖος , ἀλλογενής, ξένος, ἀλλότριος· Ἰσαῖος καὶ Πλάτων ἐν αʹ Νόμων. Οἷ περισπωμένως ἀντὶ τοῦ ἑαυτῷ, ὀξυτόνως δὲ τὸ οὗτοι. Συμποσίῳ· „οἷ μὲν γὰρ εὐθὺς παῖδά τινα τῶν ἔνδον ἀπαντήσαντα. [25]
omicron 997a
“ καὶ Οὗ ἀντὶ τοῦ αὑτοῦ. Πολιτείᾳ· „πλὴν οὗ.“ Οἴκημα . Ἰστέον δὲ ὅτι οὐ μόνον τὸ δεσμωτήριον Οἴκημα παρὰ τοῖς Ἀττικοῖς ἐστὶν εἰρημένον μηδὲ τὸ πορνεῖον, ἀλλὰ καὶ τὸ οἰκήσιμον. ὅ τε γὰρ Πλάτων ἐν τῷ Πρωταγόρᾳ ἔφη· „ἦσαν δʼ ἐν οἰκήματί τινι, ᾧ πρὸ τοῦ μὲν ὡς ταμιείῳ ἐχρῆτο.“ καὶ πάλιν ἐν τοῖς Νόμοις „δημοσίοις οἰκήμασι ὑποδέχεσθαι“ ἔφη. Οἰκοδομεῖν Πλάτων Πολιτείαις. Οἴναρα . τὰ τῆς ἀμπέλου φύλλα. Οἶνος ἄνευ παίδων . δύο παροιμίαι· ἡ μέν, Οἶνος καὶ ἀλήθεια· ἡ δὲ οἶνος καὶ παῖδες ἀληθεῖς · λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἁπλοϊζομένων καὶ τὴν ἀλήθειαν λεγόντων. Οἰστρᾷ · συντόνως καὶ μανικῶς κινεῖται. Ὀκνεῖ . εὐλαβῶς ἔχει. Ὀκρίβας . πῆγμα τὸ ἐν τῷ θεάτρῳ τιθέμενον, ἐφʼ οὗ ἵστανται οἱ τὰ δημόσια λέγοντες· θυμέλη γὰρ οὐδέπω ἦν. Λέγει γοῦν τις· Λόγιόν ἐστι πῆξις ἐστορεσμένη ξύλων, εἶτα ἑξῆς Ὀκρίβας δὲ ὀνομάζεται. Ὀκρίβας , τὸ λογεῖον, ἐφʼ ᾧ οἱ τραγῳδοὶ ἠγωνίζοντο· καὶ Πλάτων ὁ φιλόσοφος ἐν Συμποσίῳ κέχρηται τῷ ὀνόματι. Ὁλκὸς ἄνθρωπος . Πλάτων Πολιτείας πέμπτῳ. σημαίνει δὲ τὸν ἑλκυστικόν, ἐπαγωγόν. Ὁμηρίδαι . οἱ τὰ Ὁμήρου ὑποκρινόμενοι. Ὁμιλία . — — —Πλάτων Πολιτείας τετάρτῳ. Ὁμόγνιοι θεοί . οἷς οἱ συγγενεῖς κοινῶς ὀργιάζουσιν. Ὁμόσε . εἰς ταὐτὸ τῷ ἐναντίῳ εἰς μάχην φερόμενοι. Ὁμοτέρμονες · οἱ ὁμοῦ τὰ τέλη ἔχοντες, οἷον οἱ γείτονες· ὁμοῦ γὰρ ἔχουσι τὰ τέρματα. Ὀνομαστόν οὔ φασι δεῖν λέγειν, ἀλλὰ διώνυμον. [30]
omicron 997b
Πλάτων Θεαιτήτῳ. Ὀργᾷ . ἐπείγεται, ἐπιθυμεῖ. Ὄργανα χρόνου . ἐν Τιμαίῳ· τοὺς πλανήτας, „τοὺς δʼ εἰς σελήνην, τοὺς δʼ εἰς ἄλλα ὅσα ὄργανα χρόνου.“ Ὀργάς . ἡ εὔγειος, καὶ λιπαρά, καὶ ἀκμαία. Ὀργάς , τρόπους. Πολιτείας ἕκτῳ Πλάτων· „καὶ τὰς ὀργὰς ἢ καὶ ἐπιθυμίας κατεμάνθανον.“ Ὀργάσας . μαλάξας. Ὀργιάζειν δέ ἐστι τὰ τῶν θεῶν ὄργια τελεῖν, τουτέστι μυστήρια καὶ νόμιμα. Νόμων τετάρτῳ· „μὴ κεκτῆσθαι ἔσω ἐν ἰδίαις οἰκίαις ἱερά. τὸν δὲ φανέντα κεκτημένον ἕτερα καὶ ὀργιάζοντα πλὴν τὰ δημόσια.“ Ὀργιάζων . θύων, ἐπιτελῶν. Ὀργιασταί . οἱ τὰ μυστήρια ἐπιτελοῦντες. Ὀρέξαι . δοῦναι, ὑποτεῖναι. Ὁρκωμόσια , πληθυντικῶς, Πλάτων Φαίδρῳ. Ὀρτυγοκόπος · παιδιά τις, ἐν ᾗ ὄρτυγας ἱστᾶσιν ἐν γύρῳ, οὓς τύπτουσιν εἰς τὴν κεφαλήν· καὶ ὁ μὲν ἐν τῷ γύρῳ καταβαλὼν τὸν ὄρτυγα λαμβάνει ἑξῆς οὓς ἂν δύνηται, ὁ δὲ ἀποτυχὼν παρέχει θατέρῳ τοὺς ὄρτυγας τύπτειν, καὶ τοῦτο ἀνὰ μέρος ποιοῦσιν· λέγει οὖν ἐν Ἀλκιβιάδῃ· „Οὔκ, ἀλλὰ πρὸς Μειδίαν δεῖ σε ἀποβλέποντα τὸν Ὀρτυγοκόπον καὶ τοιούτους ἄλλους·“ ἐν Φαίδωνι, ὅτι οὐ πρὸς τοὺς τυχόντας ὁ ἀγών ἐστι, πρὸς δὲ τοὺς ἀρίστους· διόπερ οὐ ῥᾳθυμητέον. Ὀρχήστρα . τὸ τοῦ θεάτρου μέσον χωρίον, καὶ τόπος ἐπιφανὴς εἰς πανήγυριν, ἔνθα Ἁρμοδίου καὶ Ἀριστογείτονος εἰκόνες. Ὅσια . τὰ ἰδιωτικὰ καὶ μὴ ἱερά. Ὀσταφίδα οὐχ ὅπως Κρατῖνος Νόμοις „ὁ δὲ Ζεὺς ὀσταφίσιν ὕσει τάχα,“ ἀλλὰ καὶ Πλάτων ηʹ Νόμων „τῆς δʼ εἰς ἀπόθεσιν ὀσταφίδος.“ Ὀστράκου μεταπεσόντος . Πλατωνικὴ παροιμία ἐπὶ τῶν ἀπροφασίστως μεταβαλλομένων ἀπὸ τῶν πρώτων αὐτοῖς πρεσβευομένων. [30]
omicron 998a
Ὅταν . — —Πλάτων ἐν Γοργίᾳ τὸ ὅταν μετὰ μέλλοντος λέγων· „ὅταν βουλήσεσθε παρʼ ἐμὲ ἥκειν οἴκαδε.“ Ὄττα . φήμη, μαντεία διὰ κληδόνος. Οὐδενὶ σὺν νῷ , τουτέστιν ἀφρόνως. Οὐδέν σου παρίεμαι · οὐδὲν παραιτοῦμαι, οὐδὲν ἀποτρέπομαι. Οὐδʼ ἴκταρ βάλλει . εἴρηται δὲ κατὰ γλῶτταν, ὥσπερ Τὸ διωλύγιον , ἀντὶ τοῦ, οὐδὲ μικρὸν ἐξισάζει. Οὐκ ἄλλως πονεῖται . οὐ μάτην. Οὐκ ἐν ὑπονοίᾳ . οὐκ ἐν αἰνιγμῷ, οὐκ ἐν ἀλληγορίᾳ. Οὐκ ἐτός . οὐκ ἐτωσίως [γεγραφώς], οὐ ματαίως. Οὐχ ἥκιστα . πάνυ· ὡς Πορφύριος ἐν τῷ πρὸς τοὺς ἀπὸ τοῦ νοῦ χωρίζοντας τὸ νοητόν· διενεχθέντες δὲ πρὸς ἀλλήλους τὸ παρηγμένον αὐτῶν τῆς δόξης οὐχ ἥκιστα. Ὄφλειν . ἡττᾶσθαι ἐπὶ δικαστηρίῳ. Ὄχθας . γῆς ἀναστήματα. Ὀψοποιός καὶ ὀψοποιικός καὶ ὀψοποιικὸν πρᾶγμα καὶ ὀψοποιία καὶ ὀψοποιική κάλλιον ἢ ὀψοποιητικός καὶ ὀψοποιητική. Πλάτων ἐν Γοργίᾳ· „ἓν δὲ καὶ ἡ ὀψοποιική, ὃ δοκεῖ μὲν εἶναι τέχνη.“ καὶ αὖθις ἐν τῷ αὐτῷ· „ἀκρίτων ὄντων τῶν τε ἰατρικῶν καὶ ὑγιεινῶν καὶ ὀψοποιικῶν. ὃ μὲν οὖν ἐγώ φημι τὴν ῥητορικὴν εἶναι, ἀκήκοας, ἀντίστροφον ὀψοποιίας ἐν ψυχῇ, ὡς ἐκεῖνο ἐν σώματι.“ Π. [25]
pi 998a (post29t)
Παιανίσαι . τὸν Παιᾶνα ἐπικαλεῖσθαι. ἦν δὲ ἔθος καὶ ἐπὶ ἔργου ἀρχομένους, καὶ ἐπὶ τῇ νίκῃ τοῦτο λέγειν. [30]
pi 998b
Παιδεία μέν ἐστι Δύναμις θεραπευτικὴ ψυχῆς , ὥς φησι Πλάτων· Παίδευσις δὲ παιδείας καὶ ἀρετῆς Παράδοσις . Παιδικά . — — — —οὐχὶ δὲ μόνον οἱ ἐρώμενοι καλοῦνται τῷ ὀνόματι, ἀλλὰ καὶ πάντες οἱ σπουδαζόμενοι πάνυ, κατὰ μεταφορὰν τὴν ἀπʼ ἐκείνων. Πλάτων Φαίδρῳ· „ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐλαβόμην, ἐρεσχελήσων σε·“ — — —ἡ δὲ λέξις ὡς ἐπὶ τὸ πολὺ ἐπὶ τῶν ἀσελγῶς ἐρωμένων. Παιδουργία . παιδοποιΐα. Παλίμβολος . ὕποπτος καὶ ὕπουλος, πολυμετάβολός τε καὶ ἐπὶ μιᾷ γνώμῃ μὴ μένων. Παλιναίρετα . φευκτά, ἔκβλητα, τὸ ἐναντίον πρὸς αὐτῇ τῇ αἱρέσει πάθος ἐμποιοῦντα. σημαίνει δὲ καὶ τὰ πάλιν αὐτὰ ἐν Τιμαίῳ· παλιναίρετα γάρ φησι γεγονότα πάντα καὶ διεφθαρμένα. Παμπληθεῖς , πάνυ πολλάς. Παρά ὅτε μὲν πλησιότητα δηλοῖ, ἐπὶ μὲν ἐμψύχου δοτικῇ συντάσσεται, οἷον παρὰ τῷ βασιλεῖ κάθηται, ἐπὶ δὲ ἀψύχου αἰτιατικῇ. — — —Λουκιανὸς δὲ Ὁμηρικῷ ζήλῳ ἐπὶ ἐμψύχου εἰς αἰτιατικὴν εἶπεν— — — — —. ὡσαύτως καὶ Πλάτων ἐν Φαίδωνι· „καὶ στὰς παρʼ αὐτόν, Ὦ Σώκρατες, ἔφη.“ ὅτε δέ ἐστιν ἀντὶ τῆς εἰς, οὐκ ἐπὶ κινήσεως ἀεὶ τίθεται, ἀλλʼ ἔστιν ὅτε καὶ χωρὶς κινήσεως. ὁ αὐτὸς ἐν τῷ αὐτῷ· „καὶ παρὰ πάντα μοι τὸν χρόνον προσῄει καὶ διελέγετο ἐνίοτε.“ Παρακαταβολή · πρόθεσις τοῦ δεκάτου μέρους τοῦ τιμήματος. Παρακελεύομαι καὶ διακελεύομαι καὶ ἐγκελεύομαι, κελεύω δὲ καὶ ἐπικελεύω. [30]
pi 999a
Πλάτων ἐν Φαίδωνι· „ὅπερ ἔπραττον, τοῦτο ὑπελάμβανον αὐτό μοι παρακελεύεσθαί τε καὶ ἐπικελεύειν.“ Παραποδίζεσθαι , Πλάτωνος εἰπόντος ἐν τῷ δευτέρῳ τῶν Νόμων· „μήπη παραποδισθῶμεν“ οἷον παρατραπῶμεν ἢ ἐξαπατηθῶμεν. οὐ μὴν οὐδὲ ἀπὸ τούτου εὔφωνον τὸ πρᾶγμα. ἐν δὲ τῷ αὐτῷ βιβλίῳ ἐστὶ καί· „τί ποτʼ ἂν οὖν λέγωμεν τὸ πεπλανηκὸς ἡμᾶς εἶναι;“ ἵνʼ ᾖ οἷον ἐξαπατηκός. ὥστε ἐπὶ τούτου λέγοιτʼ ἂν καὶ ἡ πλάνη. καὶ γὰρ μικρὸν προελθὼν ὁ Πλάτων ἔφη· „τόδε δὲ μᾶλλον εἰκὸς πλανᾷν ἡμᾶς.“ Παράστασις . στάσις παρά τινα ἄτιμος. γίνεται δὲ ἐπὶ τῶν χρεωφειλετῶν. Παραστησώμεθα αὐτὸν εἰς κρίσιν , Πολιτείας ηʹ, ἀντὶ τοῦ καταστήσωμεν αὐτὸν εἰς κρίσιν. τὸ μὲν γὰρ ἔγκλημα ἀντωμοσία καλεῖται, ὁ δὲ ἐγκαλῶν γράψας εἰς πινακίδιον καὶ τὸ ὄνομα καὶ τὸ ἐπίσημον μεθʼ ὑπηρέτου τῷ ἐγκαλουμένῳ ἐπιδίδωσιν. Παραταχθείς . παρʼ αὐτὸν ταχθείς. Παρατενεῖς . ἀπολεῖς, ἐπὶ πλέον παρελκύσεις. Παρέμενος Πλάτων ἐν ταῖς ἀπολογίαις ἀντὶ τοῦ παραιτησάμενος. ἐν δὲ ταῖς πολιτείαις τὸ Ἴκταρ ἀντὶ τοῦ ἐγγύς. τὸ Ἐπιώψατο ἀντὶ τοῦ ἐξελέξατο. καὶ Ἔκρουσε τὴν χεῖρα ἀντὶ τοῦ ἔκοψεν. Πάρεστιν . ἐκ παντὸς δυνατόν ἐστιν. Παρίεμαι . παραιτοῦμαι. Παρίεσθαι . τοῦτο δοκεῖ τὴν τοῦ παραιτεῖσθαι δύναμιν ἔχειν· „τοῦτο ὑμῖν δέομαι καὶ παρίεμαι.“ Πάρνης . ὄρος μεταξὺ Βοιωτίας καὶ τῆς Ἀττικῆς. Πάρνοψ . ἀκρίδος εἶδος. Παρόν . [30]
pi 999b
ἐξόν, δυνατόν, δέον. Πατριώτης . ὅτι οἱ βάρβαροι Πατριώτης λέγουσιν ἀντὶ τοῦ πολίτης, καὶ ἴσως, ὅτι μὴ κατὰ πόλεις οἰκοῦσι. Πλάτων δὲ καὶ ἐπὶ Ἑλλήνων ἐν τοῖς Νόμοις τὸ πατριώτης ἐχρήσατο. δεῖ δὲ λέγεσθαι ὁμοεθνής, ὁμόγλωσσος, ὁμόνομος. Πατρονομούμενοι . οἱ τοῖς γονικοῖς νόμοις χρώμενοι ἢ ὑπὸ τῶν πατέρων ἀρχόμενοι. Πατρούχου παρθένου . τῆς ὀρφανῆς καὶ ἐπικλήρου, ᾗ προσήκει τὰ τοῦ πατρὸς ἔχειν. Πάχνη . δρόσος πεπηγυῖα. Κρύσταλλος δὲ τὸ ὑπὸ κρύους συνεσταλμένον καὶ πεπηγός. Πειρῶντα . πειράζοντα διὰ λόγων παῖδα ἢ γυναῖκα. Πέλανοι . πέμματα ἐκ παιπάλης καὶ ἐλαίου καὶ μέλιτος πεποιημένα πρὸς θυσίαν. Πέλανοι , πέμματα ἐκ παιπάλης, τουτέστιν ἀλεύρου λεπτοτέρου, εἰς θυσίαν ἐπιτήδεια, ὡς αὐτός φησι, Καρποὶ μέλιτι δεδευμένοι · Διονύσιος Θρᾴξ· θεοῖς ἀπαρχαί τινες. λέγεται δὲ πέλανος καὶ ὁ περὶ τῷ στόματι πεπηγὼς ἀφρός, καὶ τὸ περιπεπηγὸς καὶ ἐξηραμμένον ὀπῶδες δάκρυον, οἷον λιβανωτός, κόμμι, καὶ ὁ τῷ μάντει διδόμενος μισθὸς ὀβολός. Πελάτης . ὁ ἀντὶ τροφῶν ὑπηρετῶν καὶ προσπελάζων. Πέλτη . ὅπλον κοῦφον, ἴτυν οὐκ ἔχον, ἀλλʼ ἐκ μόνης βύρσης γεγονός. Πενεστικόν . τὸ παρὰ Θετταλοῖς θητικόν, ὡς τὸ Εἱλωτικὸν παρὰ τοῖς Σπαρτιάταις. Περί . [25]
pi 1000a
Ἡ περί ὅταν ἀντὶ τοῦ ἕνεκα λαμβανομένη ἀναβιβάζῃ τὸν τόνον, οὐ μόνον ἐγγύς ἐστι τοῦ ὀνόματος ᾧ ἕπεται, ἀλλὰ καὶ μεθʼ ἕτερά τινα τίθεται. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „ὧν ἐγὼ οὐδὲν οὔτε σμικρὸν πέρι ἐπαΐω.“ Περιαγειρόμενοι νικηφόροι . οἱ νικήσαντες ἐν δημοσίῳ ἀγῶνι καὶ δῶρα παρὰ τῶν φίλων καὶ οἰκείων λαμβάνοντες καὶ περιϊόντες. Περιαγειρόμενοι · „ὥσπερ οἱ νικηφόροι περιαγειρόμενοι ἀθληταί“ Πολιτείας εʹ ἐπὶ τέλει. λέγεται γὰρ ὅτι τὸ μὲν ἐξ ἀρχῆς ἆθλα προὐτίθεσαν τοῖς ἀγωνιζομένοις, ὃν τρόπον καὶ Ὅμηρος καὶ ἄλλοι ποιηταὶ ἱστοροῦσιν. ἐπεὶ δὲ ἤρξαντο χωρὶς ἄθλων ἀγωνίζεσθαι, τοὺς νικήσαντας οἱ μὲν κατὰ φιλίαν ἢ συγγένειαν προσήκοντες στεφάνοις ἀνέδουν· τῶν δʼ ἄλλων οἱ μὲν σύνεγγυς καθήμενοι καὶ περιουσιάζοντες πλέονος ἄξια ἐπιτίθεσαν, οἱ δὲ ποῤῥώτερον ἄνθεσι καὶ φύλλοις ἔβαλλον περιερχομένους· ὡς καὶ νῦν τοῖς ἐπιφανῶς ἀγωνισαμένοις ἐπιβάλλουσι πετάσους καὶ ζώνας, οἱ δὲ χιτῶνας. ἐκ τούτου σύνηθες ἐγένετο κύκλῳ περιπορευομένους τοὺς ἀθλητὰς ἐπαγείρειν καὶ λαμβάνειν τὰ διδόμενα. ὅθεν Σιμωνίδης περὶ Ἀστύλου φησὶν οὕτως· Τίς δὴ τῶν νῦν τοσάσδε πετάλοισι μύρτων ἢ στεφάνοισι ῥόδων ἀνεδήσατο νίκας ἐν ἀγῶνι περικτιόνων; Ἔνιοι δὲ τοῦτο τὸ ἔθος ἀπὸ Θησέως τὴν ἀρχὴν λαβεῖν. ἐκεῖνον γὰρ ἐκ Κρήτης κομισθέντα μετὰ τὸ ἀνελεῖν τὸν Μινώταυρον οἱ ἀπὸ τῆς χώρας ἄνθεσι καὶ φύλλοις ἔβαλλον καὶ τοῖς παροῦσι καρποῖς ἐτίμων. Περιεγένετο ἀντὶ τοῦ ἐνίκησε γενικῇ, ὅπερ καὶ Περιγέγονεν εὕρηται. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „τῷ αὐτῷ οἰόμενος περιγεγονέναι, ᾧπερ καὶ τῶν πολιτικῶν.“ Περιεῖπον . περί τινα ἦσαν θεραπευτικῶς καὶ φυλακτικῶς. Περιχάρειαν , περιττὴν χαράν. Περιωδυνίαν , ἀλγηδόνα καὶ περιττὴν ὀδύνην. Πεττεία . [35]
pi 1000b
ἡ διὰ ψήφων παιδιά. ἔστιν δʼ ὅτε καὶ γεωμετρίαν λέγει. Πηγαῖον ὕδωρ , ἐκ πηγῆς. Πηνίκα μὴ εἴπῃς ἐπὶ χρόνου· ἔστι γὰρ ὥρας δηλωτικόν, οἷον εἰπόντος τινὸς πηνίκα ἀποδημήσεις; ἐὰν εἴπῃς μετὰ δύο ἢ τρεῖς ἡμέρας, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δὲ εἴπῃς ἕωθεν ἢ περὶ μεσημβρίαν, ὀρθῶς ἐρεῖς. οὕτω γὰρ ὡς ἔφημεν εὕρηται παρὰ πᾶσι τοῖς δοκίμοις. ὡσαύτως καὶ τὸ Τηνικαῦτα καὶ τηνικάδε καὶ ἡνίκα λέγε. Πλάτων ἐν Κρίτωνι· „Τί τηνικάδε ἀφῖξαι, ὦ Κρίτων; ἢ οὐ πρωὶ ἔτι ἐστί; Πάνυ μὲν οὖν. Πηνίκα μάλιστα; Ὄρθρος βαθύς.“ καὶ αὖθις ἐν Φαίδωνι· „μὴ αὔριον τηνικάδε οὐκέτι ᾖ ἀνθρώπων οὐδείς.“ Πλέθρον . ἕκτον μέρος σταδίου. Πλημμέλεια . πολλὴ ἀμέλεια. Πλημμελεῖν , τὸ ἀτακτεῖν καὶ ὑβρίζειν καὶ ῥᾳθυμεῖν· καὶ Πλημμελὲς τὸ ἐκμελὲς καὶ ἀπαίδευτον. Λύσις· „τὸ δὲ ἄχρηστον φίλον ὁμολογεῖν πλημμελές.“ Νόμων θʹ· „σχεδὸν οὐδεὶς ἂν λέγων οὕτω πλημμελῶς ἂν δόξειε λέγειν.“ Πλοῖ · τὸ πληθυντικὸν οἱ πλόες καὶ τοὺς πλοῦς. „ἐς τὴν τῶν Πλῶν χρείαν,“ φησὶ Πλάτων. Πνύξ . χωρίον, ἐν ᾧ τὰ ἀπόῤῥητα ἐκκλησιάζουσιν. Ποικιλτική . ποικίλον ὕφασμα ἢ ὑφαντικὴ ποικίλων. Πολιτεύειν ἀντὶ τοῦ πολιτεύεσθαι. — —Πλάτων Πολιτείας πρώτῳ. Πολυθρύλητον , πεφημισμένον, διαβεβοημένον, ὀνομαστότατον. Πολύχορδος . Πλάτων δὲ καὶ Πολύχορδον εἴρηκε τὸν αὐλόν. Πομπή . ἀπόπεμψις. Πόπανα . πέμματα πλατέα καὶ λεπτὰ καὶ περιφερῆ. Πορεῖα , τὰ εἰς πορείαν χρήσιμα. Πόρκος . [35]
pi 1001a
κύρτος θαλάσσιος, ὁ εἰς ἄγραν ἰχθύων. Πόρκος . οἱ μὲν τὸ δίκτυον ἀπέδοσαν, οἱ δὲ σχοινίου πλέγμα, οἱ δὲ κύρτον, οὐδὲ οὗτοι ὑγιῶς. ὁ γὰρ Πλάτων ἕτερον φησὶ τὸν πόρκον τοῦ κύρτου. λέγει γὰρ οὕτως· „κύρτους καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους καὶ τὰ τοιαῦτα οὐκ ἄλλο τι πλὴν ἕρκη δεῖ προσαγορεύειν.“ Ποτνιώμενος . ἐπικαλεῖτο σὺν λύπῃ. Πρανές . κάταντες. Πράττομαι δὲ καὶ μετὰ τῆς προθέσεως καὶ χωρὶς τῆς προθέσεως καὶ τὸ ἀπαιτῶ καὶ τὸ ἀπαιτοῦμαι. Πλάτων ἐν τῇ τοῦ Σωκράτους ἀπολογίᾳ· „ὡς ἐγὼ παιδεύειν ἐπιχειρῶ ἀνθρώπους καὶ χρήματα πράττομαι.“ Πρέμνον . τὸ τοῦ δένδρου στέλεχος καὶ ἕδρασμα, οἷον παραμένον τι ὄν. Πρεσβεύειν τὸ τιμᾷν παρὰ Πλάτωνι. καὶ τὸ Οὐδέν ἐστι πρεσβύτερον ἀντὶ τοῦ οὐδὲν τιμιώτερον. Πρόβασις . ἡ τῶν βοσκημάτων κτῆσις. Προβολή . γραφὴ κατὰ τῶν συκοφαντούντων. Προσέπαισε . προσέπαιξεν. τῷ ς ἀντὶ τοῦ ξ κέχρηται. Πρὸς τὸ τῆς ἄγρας . τὸ τῆς Ἄγρας θεσμοφόριον Ἀρτέμιδος δηλοῖ. Προστυχὴς ἐγενόμην ἀντὶ τοῦ ἐνέτυχον Πλάτων. Πρόσχημα . παρακάλυμμα τοῦ ἤθους ἢ πρόφασις. Προτέλεια . αἱ πρὸς τῶν γάμων τελούμεναι θυσίαι καὶ δωρεαί. Προτέρα ἐπὶ τάξεως, Προτεραία δὲ ἐπὶ μόνης ἡμέρας. Πλάτων ἐν τῷ Φαίδωνι· „ἔτυχε γὰρ τῇ προτεραίᾳ τῆς δίκης.“ Πρυτανεία . [30]
pi 1001b
μηνιαία φυλῆς ἀρχή. Πρῴ . ἔτι ὄρθρου βαθέος. Πρωί καὶ ὀψέ, οὐ πρωίας καὶ ὀψίας. Πλάτων ἐν Φαίδωνι· „ἀνεῴγετο γὰρ οὐ πρωί.“ Πρώτους , τοὺς ἀρίστους. Πλάτων Πολιτείᾳ. Πτόρθους καὶ κλῶνας , τὰς ἐκφύσεις τῶν δένδρων, οἱ δʼ Ἀττικοὶ πρέμνα καὶ κλάδους καλοῦσι. Πῦρ ἐπὶ πῦρ , παροιμία ἧς μέμνηται καὶ Πλάτων. κακὸν ἐπὶ κακῷ. Πυρῶν . φλέγων καὶ καίων. Πύθιοι . δʹ ἄνδρες αἱρετοὶ παρὰ Λάκωσιν, δύο καθʼ ἕκαστον βασιλέα σύσσιτοι. Πῶλοι ἄβολοι . λέγονται δὲ οἱ Πώλων καὶ τελείων μέσοι . οὕτω γὰρ Πλάτων τοὺς δευτεροβόλους ἐκάλεσεν. Ρ. [10]
rho 1001b (post14t)
Ῥᾴδιον . ἀπόλυτον καθʼ αὑτό. Ῥᾷον . συγκριτικὸν πρὸς ἕτερον. Ῥᾷστον . ὑπερθετικόν. Ῥαψῳδοί . ὑποκριταὶ ἐπῶν. Ῥῆσις μακρά . διεξοδικὸς λόγος μακρός. Ῥῆτραι . συνθῆκαι διὰ λόγων. Ῥικνόν . ἐπικαμπὲς ἢ ῥυσόν. Ῥυμβεῖν . ῥομβεῖν. τοῦτο δὲ ἀπὸ τῆς κινήσεως τοῦ ῥόμβου. Ῥύμμα . ἀποῤῥύπτον ἢ σμῆχον. Ῥύμματα , τρίμματα, σμήγματα, καθάρματα. Σ. [25]
sigma 1001b (post25t)
Σᾶ τὰ σῶα λέγουσιν μονοσυλλάβως, ἀπὸ τοῦ σῶα συναιροῦντες, καὶ τὸν σῶον σῶν, καὶ σῶοι σοῖ. Σαρδώνιος γέλως . [26]
sigma 1002a
ὁ προσποίητος. ἀπὸ τῆς Σαρδοῦς τῆς νήσου. Σατυρικὰ δράματα . πλείονα ἦν ἔθος ὑποκρίνεσθαι, ἐν οἷς μεταξὺ ταῦτα ἐμίγνυον πρὸς διάχυσιν. Σεφθεῖσα . τὰ εἰς βω βαρύτονα ἄχρι παρατατικοῦ μόνον κλίνεται. σημειούμεθα παρὰ Σοφοκλεῖ καὶ παρὰ Πλάτωνι τὸ Ἐσέφθην καὶ τὸ σεφθεῖσα · οὗτοι γὰρ τὸ σέβω καὶ εἰς τὸν ἀόριστον ἔκλιναν. Σεφθεῖσα , ἀντὶ τοῦ σεβασθεῖσα. Πλάτων Φαίδρῳ. Σηκός . ἔπαυλις τριγχῷ περιεχομένη. Σισύρα . αἴγειον στέγαστρον τετριχωμένον. ἔστι δʼ ὅτε καὶ τὸ τραχὺ καὶ ἄγναπτον ἱμάτιον, ὡς καὶ Ἀριστοφάνης· Ἐν πέντε σισύραις ἐγκεκορδυλημένος. Σκηπτόμενος . προφασιζόμενος. Σκίμπους . ἀσκάντης κλινίδιον εὐτελές, ὃ ὑπὸ τῶν Ἀττικῶν Σκίμπους ὀνομάζεται. — — —Πλάτων ὁ φιλόσοφος Πρωταγόρᾳ· „καὶ ἅμα ἐπιψηλαφήσας τοῦ σκίμποδος παρʼ ἐμέ.“ Σκιρῖται . λόχος ἀνδρῶν ἑξακοσίων Ἀρκαδικός, ὁ ἀρχόμενός τε ἐν τοῖς πολέμοις καὶ τελευταῖος ἀναχωρῶν. Σκληφρός . ὁ σκληρὸς καὶ παρηβηκώς, ὁ τὰ σκληρὰ φέρειν δυνάμενος. Σκολύθρια . ταπεινὰ διφρία παρὰ τοῖς Θεσσαλοῖς, ἅ τινες θρανία καλοῦσιν. Σκολύθρια , ἅπερ ἐστὶ μικροὶ τρίποδες Θετταλικοὶ δίφροι· τὸ δὲ ὄνομα καὶ ἐν Εὐθυδήμῳ Πλάτωνος. Σκολύθριον Πλάτων τίθησιν ἀντὶ τοῦ ὑφʼ ἡμῶν λεγομένου ὑποποδίου, ὑπὸ ποιητῶν δὲ ὑποθρονίου. Πλάτων· „ὥσπερ οἱ τὰ σκολύθρια τῶν μελλόντων καθιζήσεσθαι ὑποσπῶντες χαίρουσι καὶ γελῶσιν, ἐπειδὰν ἴδωσιν ὕπτιον ἀνατεθραμμένον. [30]
sigma 1002b
“ τινὲς δὲ ἐπὶ τῶν μικρῶν διφριδίων ἐξεδέξαντο τὴν λέξιν. Σμήρινθοι , σπάρτα, σχοινία λεπτά. Σμινύην . οἱ μὲν δίκελλαν, οἱ δὲ ἀξίνην καλοῦσιν. Σμινύην , σκαφεῖον ἢ δίκελλαν ἢ ἀξίνην. Σπαργῶσα . σπαραττομένη ὑπὸ θλίψεως καὶ δεομένη ἐκκρίσεώς τινος. Σποδιοῦσιν , ἐν σποδῷ ὀπτήσουσιν· οὕτως Πλάτων. Σπουδάζω — — — —ἐπὶ δὲ τοῦ μὴ παιγνιωδῶς ἀλλʼ ἐσπουδασμένως, Πλάτων Πολιτείας γʹ. Σταθερά . μέσον ἡμέρας, ὅτε κατὰ κορυφὴν ὁ ἥλιος γίνεται. Σταθερόν . ὀξύ, ἰσχυρόν, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. καὶ Σταθερὰν μεσημβρίαν ἐν Φαίδρῳ Πλάτων, τὸ μεσαίτατον καὶ πνιγηρότερον τῆς ἡμέρας δῆλον ὅτι. Σταθερόν , ὀξύ, ἰσχυρὸν ἢ θερμόν, τὸ διὰ τὴν ὀξύτητα τῆς κινήσεως ἑστάναι δοκοῦν. ἐν Φαίδρῳ· „μή πως, ὦ Σώκρατες, πρὶν ἂν τὸ καῦμα παρέλθῃ· οὐχ ὁρᾷς ὡς σχεδὸν ἤδη μεσημβρία ἵσταται, ἡ δὴ καλουμένη σταθερά.“ δύναται μέντοι καὶ θερμοτάτη εἶναι ἡ σταθερά, ὀξεῖα οὖσα· καὶ γὰρ τὸν ἥλιον ὅταν μᾶλλον ἐγκάῃ, ὀξὺν εἰώθασι λέγειν. σημαίνοι δʼ ἂν καὶ τὸ στάσιμον, τῷ μέσον τι εἶναι τῆς ἡμέρας καὶ μηδὲ ἐφʼ ἕτερον κλίνειν. Σταθερός . στάσιμος, ἰσχυρός. Στέμφυλα . ἐλαιῶν καὶ σταφυλῶν ἀποπιέσματα, οἷς ἀντὶ ὄψων ἐχρῶντο. Στεργέτω , οἷον στεγέτω, ὑπομενέτω· οὕτως Πλάτων. Στερίφαι . στεῖραι, παρὰ τὸ στερεὰν ἔχειν τὴν ὑστέραν. Στρατεία . [30]
sigma 1003a
ἡ ἐνέργεια καὶ ὥσπερ πάλη. Στρατιά . τὸ τῶν στρατιωτῶν ὑπὸ ἕνα ἔπαρχον τάγμα. Στρατόπεδον . λέγεται καὶ τὸ πλῆθος τῶν στρατιωτῶν, καὶ ὁ τόπος, ἐν ᾧ ἀθροίζεσθαι αὐτοὺς ἐπιτήδειον. Στρόφιγγες . οἱ τῶν θυρῶν στροφεῖς. Στρυφνόν . στερεόν. Στύραξ . ὁ σαυρωτὴρ καλούμενος. ἡ τοῦ δόρατος ἀρχή, ἐφʼ ᾗ στηρίζεται. Συγγενήσεσιν ἀντὶ τοῦ συνουσίαις Πλάτων Νόμοις. παρʼ ἄλλῳ οὐχ εὗρον. Συγγραφικῶς , στρογγύλως, ὡς οἱ συγγραφεῖς· περὶ ψυχῆς. Συηνία καὶ ὑηνία , ἀμαθία, σκαιότης, παρὰ Φερεκράτει. καὶ Συηνεῖν Πλάτων ὁ φιλόσοφος, τὸ ἀμαθῶς ἀναστρέφεσθαι καὶ συῶδές τι ποιεῖν. Συμβιβάσαι . εἰς συμβίβασιν καὶ ὁμολογίαν ἐλθεῖν περί τινος. Σύνδεσις σκληρόν, κἂν Πλάτωνος ᾖ. Συνέμπορος . συνοδοιπόρος. Συνέριθοι . συνεργοί. Σφαδάζειν . δυσανασχετεῖν μετά τινος ὥσπερ σπασμοῦ. Σφαδάζειν . — — —ἐν δὲ τῷ ῥητορικῷ λεξικῷ εὗρον τὸ σφαδάζειν σημαίνειν τὸ δυσθανατεῖν, ματαίως σπᾶσθαι, χαλεπαίνειν, μετʼ ὀργῆς στενάζειν, ὡς Εὐριπίδης καὶ Πλάτων· „διὰ παντὸς βίου σφαδᾷ.“ Σφακελίσαν . κακωθέν, διαφθαρέν. Σφεδανόν . καταπληκτικόν, πολεμικόν. Σφενδόνη . τοῦ δακτυλίου ἡ περιφέρεια, ἡ εἰς λίθου βολήν. Σφριγῶντες . [30]
sigma 1003b
ἀκμάζοντες, ὥσπερ διεσφηνωμένοι ὑπὸ πυκνότητος καὶ ἀκμῆς. παρʼ Ἱπποκράτει δὲ σφριγανὸν τὸ ἀκμάζον λέγεται. Σχηματιζόμενος . προσποιούμενος ἢ συνταττόμενος. Τ. [5]
tau 1003b (post5t)
Ταινίας ἀναδούμενοι . ἔθος τοῖς νικήσασιν ἀναδοῦναι ταινίας. Ταλαντουμένην . ἐν Τιμαίῳ· „τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλως σείεσθαι μὲν ὑπʼ ἐκείνων, κινουμένην δʼ αὖ πάλιν ἐκεῖνα σείειν·“ μεταφορικῶς ἀπὸ τῶν ζυγῶν· ἐπεὶ τὸ ζυγὸν τάλαντον λέγεται, καὶ ὑπερταλαντᾷν τὸ ὑπερβαρεῖν. Ταλαντοῦσθαι . ἑτεροφορεῖσθαι. Ταλασιουργία . ἡ περὶ τῶν ἐρίων ἐργασίμη τέχνη. Ταριχεύειν, ταριχεύσειν . „ὥσπερ οἱ τὰ ὄα τέμνοντες καὶ μέλλοντες ταριχεύσειν.“ σημαίνει δὲ καὶ τὸ ξηραίνειν. Τάρταρος , ὁ κατώτερος τοῦ Ἅιδου τόπος. Τάρταρον τὸν περὶ τὰ νέφη τόπον οὕτως λέγουσι. Περὶ ψυχῆς. Τὰς ψυχὰς ἀποτεθρυωμένοι . ἀντὶ τοῦ ἀπηγριωμένοι καὶ ἄγονοι. Τὰ ὦτα ἐπὶ τῶν ὤμων ἔχοντες , ἐπισείοντες τὴν κεφαλήν, ὃ ποιοῦσιν ἐκλελυμένοι. Τέγγεσθαι . εἴκειν, ἐνδιδόναι. Τέγγων . μαλάττων, βρέχων. Τεγχθέντων ἀντὶ τοῦ εἰξάντων· ἔνθεν καὶ ὁ ἄτεγκτος. Πολιτείας βʹ· „τὸ μὴ τέγγεσθαι ὑπὸ κακοδοξίας.“ Τεθνήξεται ἐπὶ μετολίγον μέλλοντος λέγε. Πλάτων δὲ ἐν Γοργίᾳ ἐπὶ μέλλοντος ἐνεργητικοῦ λέγει· „τεθνήξει οὗτος ὃν ἂν δόξῃ.“ Τεθυμμένος . [30]
tau 1004a
ὑπὸ πυρὸς ἐκκεκαυμένος ἢ κεκακωμένος. Τελεσθέντα . ἀναλωθέντα. Τελεταί . αἱ μυστηριώδεις θυσίαι. Τέλος . τάξις, βλάβη, ἀνάλωμα. Τέμπη . μεταξὺ ὀρῶν στενότητες. Τένθης . ὁ γαστρίμαργος. Τέραμνον , ἁπαλόν, ἑψανόν, καὶ ἀτέραμνον τὸ δυσέψανον· οὕτως Πλάτων. Τερατολόγοι . οἱ θαυμαστὰ καὶ παράδοξα μυθεύοντες. Τερθρεία . γοητεία ἢ περιπάθεια. Τεταμένον φῶς εὐθὺ οἷον κίονα . τὸ οὐράνιον λέγει. τὸ γὰρ συνέχον τὴν περιφορὰν τὸ ὑπόζωσμα τοῦ κόσμου. κατʼ ἄκρα δʼ αὖ διῆκον ἐπινοεῖται ὁ ἄξων. εὐθὺ δὲ ἀντὶ τοῦ ὀρθόν. τινὲς τὸν ἄξονα τοῦ κόσμου, οἱ δὲ κύλινδρόν τινα πυρὸς αἰθερίου περὶ τὸν ἄξονα ὄντα. Τευτάζειν , πραγματεύεσθαι ἢ σκευωρεῖσθαι ἢ στραγγεύεσθαι καὶ πολὺ διατρίβειν ἐν τῷ αὐτῷ. Λυκόφρων οὕτως καὶ Δίδυμος προσθεὶς ὅτι ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. Ἡρακλέων δὲ καταμεμψάμενος Λυκόφρονα φησὶν εἶναι τὸ ἐπιστρεφῶς τι πράττειν ἢ ἐνεργεῖν. καὶ Ἀρτεμίδωρος τὸ φροντίζειν. — — —καὶ ἐν Τιμαίῳ· „τῷ μὲν οὖν περὶ τὰς ἐπιθυμίας καὶ φιλονεικίας τετευτακότι,“ οἷον διατετριφότι. γράφεται καὶ Τετουτακότι . — — —σημαίνει δὲ καὶ τὸ σπουδάζειν, Πολιτείας ζʹ, καὶ τὸ ἡσυχάζειν. καὶ Τευτάζων τὸ αὐτὸ ἀεὶ λέγων, φλυαρῶν. Τευτάζων . πραγματευόμενος, ἐνδιατρίβων. Τέως . πρὸ τοῦ, ἢ ἕως τινός. Τέφραν καὶ σποδὸν λέγουσιν Ἀττικοί· καὶ Πλάτων εἴρηκε τέφραν ἐν Λύσιδι. Τηθή . [30]