1 119
Πάσῃ λέξει παρέπονται δύο λόγοι, ὅ τε περὶ τῆς ἐννοίας καὶ ὁ περὶ τοῦ σχήματος τῆς φωνῆς. ὅθεν καὶ ἡ τῶν ἐπιρρημάτων διέξοδος εἰς τοὺς προκειμένους λόγους ὑποσταλήσεται. καὶ πρότερόν γε τὸν περὶ τῆς ἐννοίας λόγον ποιήσομαι. Ἔστιν οὖν ἐπίρρημα μὲν λέξις ἄκλιτος, κατηγοροῦσα τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων καθόλου ἢ μερικῶς, ὧν ἄνευ οὐ κατακλείσει διάνοιαν. Ὅτι μὲν οὖν ἑνὶ σχηματισμῷ κέχρηται, προῦπτόν ἐστιν, ἀποδείξεως παρεπομένης τοιαύτης.—Ἡ τῶν ὀνομάτων σύνταξις πρὸς τὰ ῥήματα παρίστησι διάθεσιν ἐγγιγνομένην τοῖς πτωτικοῖς, ἔσθʼ ὅτε καὶ τῶν πλαγίων πτώσεων συμπαραλαμβανομένων, ἐφʼ ἃς καὶ συντείνει ἡ διάβασις ἡ ἀπὸ τῆς ἐνεργείας. οἷον Τρύφων περιπατε ῖ· ἡ διάθεσις ἡ ἐκ τοῦ περιπατεῖ ἐπὶ τὸν Τρύφωνα συντείνει. Τρύφων τύπτει Διονύσιο ν· ἡ ἐκ τοῦ Τρύφωνος διάβασις ἐνεργητικὴ διαβιβάζεται ἐπὶ τὸν Διονύσιον. καὶ ἐπὶ παθητικῆς διαθέσεως, ὑπὸ Τρύφωνος τύπτεται Διονύσιος Τὰ δὴ οὖν πτωτικὰ τὴν τοιαύτην σύνταξιν πρὸς τὰ ὀνόματα μὴ ἀναδεξάμενα, ἐπικείμενα δὲ τοῖς ῥήμασιν, ἅπερ πρὸς ἕτερα πτωτικὰ τὴν τοιαύτην σύνταξιν ἐποιοῦντο, ἐκαλεῖτο οὐκέτι πτωτικά, ἀλλʼ ἐπιρρήματα διὰ τὸ σύνταξιν ἐπιρρημάτων ἀναδέξασθαι. [10]
1 120
οἷον ὁ μὲν λέγων οὕτως ταχὺ περιπατεῖ κατηγορεῖ τάχα τινὸς πτωτικοῦ ταχέος, ὡς εἰ μειράκιον περιπατε ῖ, καὶ εἰ οὕτως τις εἴποι, τὸ ταχὺ περιπατεῖ μειράκιο ν· τὸ τηνικαῦτα γὰρ τὸ ταχύ ἐπίκειται τῷ μειράκιον, καὶ ἔτι καλεῖται ὄνομα ἐπιθετικόν, καὶ διὰ τοῦτο συγκλίνεται τῷ μειρακίῳ, τοῦ ταχέος μειρακίο υ , τῷ ταχεῖ μειρακί ῳ. ἡνίκα μέντοι οὐ κατηγορεῖ ὀνόματος, τοῦ δὲ συντασσομένου ῥήματος, ὡς ἐν τῷ ταχὺ περιπατεῖ 〈τὸ〉 μειράκιον, 〈καλεῖται ἐπίρρημα〉, (ἴσον γάρ ἐστι τῷ ταχέως περιπατεῖ τὸ μειράκιον,) καὶ καθʼ ἕνα σχηματισμὸν ἐκφέρεται, ταχὺ περιπατοῦντος τοῦ μειρακίο υ , ταχὺ περιπατοῦντι τῷ μειρακί ῳ.—Διὰ τοῦ τοιούτου ὑποδείγματος δεῖ τοὺς διακρίνοντας τὰς τοιαύτας συνεμπτώσεις τῷδε τῷ λόγῳ κεχρῆσθαι.—ἀπόδειξις οὖν ἱκανὴ τοῦ καθʼ ἕνα σχηματισμὸν ἐκφέρεσθαι τὰ ἐπιρρήματα, ὅπου γε καὶ τὰ πτωτικά, σύνταξιν ἐπιρρηματικὴν ἀναδεξάμενα, καθʼ ἕνα σχηματισμὸν ἐξηνέχθη. Ὡς δὲ καὶ κατηγορεῖ τῶν ἐν τοῖς ῥήμασιν ἐγκλίσεων, σαφὲς πάλιν καὶ διὰ τοῦ προκειμένου λόγου, ἐν οἷς πάντα τὰ πτωτικὰ ἐπιθετικά, κατηγοροῦντα οὐ τῶν ὀνομάτων, τῶν δὲ ῥημάτων, ἐπιρρήματα ἐγένετο, καὶ τὴν τούτων ἀκλισίαν ἀνεδέχετο. καὶ ὃν τρόπον ἔστι μὲν ὄνομα κύριον ἢ προσηγορικὸν ἐπινοῆσαι μὴ ἀπαιτοῦν ἐπιθετικὸν ὄνομα, ἐπιθετικὸν δὲ ὄνομα πάντως ἀπαιτοῦν ᾧ ἐπίκειται, ἐξῃρημένων τῷ ἰδίᾳ τεταγμένων, λέγω τοῦ τερπικέραυνος, ἐννοσίγαιος, τὸν αὐτὸν ἀεὶ τρόπον ἔστιν ἐπινοῆσαι ῥῆμα μὲν δίχα ἐπιρρήματος συγκλεῖον λόγον, ἐπίρρημα δὲ οὐ μὴν δίχα ῥήματος ἢ μετοχῆς, ἥ τις δυνάμει ἰδίωμα ἔχει τὸ τοῦ ῥήματος. [25]
1 121
καὶ οὐ τοῦτό φημι, ὅτι αἱ μετοχαὶ ἀπαρτίζουσι διάνοιαν, ἀλλʼ ὅτι τὰ ἐπιρρήματα καὶ ἐπὶ μετοχὰς φέρεται. Ἐντελέστερον μέντοι δεδείξεται ἐν τῷ περὶ συντάξεως, ὡς τὰ μὲν θεματικώτερα 〈μέρη〉 τοῦ λόγου ὀνόματά ἐστι καὶ ῥήματα, τὰ δʼ ὑπόλοιπα τῶν μερῶν τοῦ λόγου ὡς πρὸς τὴν τούτων εὐχρηστίαν ἀνάγεται, τὰ μὲν ἄρθρα πρὸς τὰ πτωτικὰ ἢ ὡς πτωτικά, τὰ δὲ ἐπιρρήματα ὡς πρὸς τὰ ῥήματα, αἵ τε προθέσεις πρὸς ἀμφότερα· διὸ καὶ μόναι ἀναστροφῆς τόνου ἔτυχον, καὶ τῇδε δύνανται συντάσσεσθαι, λέγω ὀνόμασι, καὶ τῇδε, λέγω ῥήμασιν. εἰρήσεται δὲ καὶ πότε ἀντωνυμίαι ἀντʼ ὀνομάτων παραλαμβάνονται, τίνες τε ἐν τῷ καθόλου σύνδεσμοι συνδέουσιν ὄνομα καὶ ῥῆμα, καὶ τίνες εἰσὶ μερικοί. Οὐ μόνον δὲ ῥητοῖς οὖσι τοῖς ῥήμασι κατὰ τὴν σύνταξιν τοῦ λόγου τὸ ἐπίρρημα προσφέρεται, ἀλλὰ καὶ σιγωμένοις, εἴγε καὶ αἱ ἐπιφωνήσεις οὐδὲν ἄλλο εἰσὶν ἢ ἐπιρρήματα τῶν ῥημάτων 〈οὐκ〉 ἐπιγινομένων, καθὸ τοῖς εὖ ἀναγινώσκουσι τὸ κάλλιστα ἐπιφωνοῦμεν καὶ τοῖς εὖ διατιθεῖσιν ἡμᾶς τὸ ἥδιστα, καὶ τοῖς ἀκριβοῦσι τὰς ἰδίας πράξεις καὶ τέχνας τὸ καλῶς ἐπιφωνοῦμεν. Ἀλλʼ ἐκεῖνό τις εἴποι ἄν, ὡς «κατὰ τὸν τοιοῦτον λόγον περιγεγράψεται τοῦ κα〈τὰ τὰ ἐπιρ〉ρήματα μερισμοῦ τὸ οἴμοι καὶ τὰ τοιαῦτα τῶν ἐπιρρημάτων, λέγω τὰ σχετλιαστικὰ καὶ εὐαστικά.» Πρὸς ὃν ἔστι φάναι, ὡς τάχα μὲν καταχρηστικώτερον τὰ τοιαῦτα ἐπιρρήματα εἰρήσεται, ᾧ λόγῳ καὶ αἱ μονογράμματοι συλλαβαί, οὐκ οὖσαι συλλήψεις στοιχείων. μή ποτε δὲ καὶ αὐτὰ δυνάμει ἀπὸ διαθέσεως ῥηματικῆς ἀνάγονται· οἱ γὰρ σχετλιάζοντες πεπόνθασι, τὸ δὲ παθεῖν πεῖσίν τινα τῶν ἐκ πράγματος δηλοῖ. Παρὸν δὲ καὶ ἐξ ὑποδείγματος πιστώσασθαι τὸν λόγον πάλιν. τὸ Τρύφων ἀναγινώσκει ποιεῖ λόγον, οὐ μὴν τὸ Τρύφων καλῶς, εἰ μὴ προσθείημεν τὸ ῥῆμα. [25]
1 122
ᾧ λόγῳ καὶ ἐπὶ τοῦ ἄρθρου τὸ κατὰ ἀρσενικὴν προφορὰν «ὁ» πάλιν οὐ ποιεῖ λόγον ἐν τῷ ὁ ἀναγινώσκει, εἰ μὴ προσλάβοι ὄνομα ἐφʼ ὃ φέρεται, τὸ ὁ Τρύφων ἀναγινώσκε ι. διὸ καὶ ἐν τοῖς ὑποτακτικοῖς ἄρθροις κοινὸν λαμβάνεται τὸ προκείμενον ὄνομα, κατὰ ἀναφορὰν παριστάμενον, ἐπεὶ παρεπόμενόν ἐστι τοῖς ὑποτακτικοῖς τῶν ἄρθρων μετὰ ῥήματος ἀποτελεῖν διάνοιαν, ἄνθρωπος παρεγένετο ᾧ ἐλάλησα, κοινοῦ παραλαμβανομένου τοῦ ἄνθρωπος. εἰ γὰρ μὴ προτεθείη ὄνομα τοῦ τοιούτου ἄρθρου, οὐδʼ ἂν ἔτι τὸ ἄρθρον ὡς ἄρθρον ἀκούοιτο, ὡς δὲ ἀόριστον μόριον, εἰ τῇδε ἀποφαινόμεθα, ὃς μεθύε ι , βλάπτετα ι· ἴσον γάρ ἐστι τῷ εἴ τις μεθύε ι , βλάπτετα ι. τὸν τοιοῦτον λόγον ἀκριβέστερον ἐν τῷ περὶ συντάξεως ἐκτεθείμεθα. Καὶ τὸ καταφατικὸν δέ 〈καὶ τὸ ἀποφατικόν〉, ἰδίᾳ λεγόμενον, πάλιν πρὸς ἀπαρτισμὸν τοῦ ῥήματος τοῦ λεγομένου παραλαμβάνεται· πρὸς γὰρ τὴν «ἔγραψας;» φωνὴν φαμὲν «ναί» ἢ «οὔ.» Ἔτι φαμὲν οὕτως, καλῶς ὁ ἄνθρωπος γράφει, καὶ ἔστι κατάλληλος ὁ λόγος· ἕκαστον γὰρ τῶν μορίων συμφέρεται τῷ ἰδίῳ συντάγματι. ἀλλʼ ὁπηνίκα τὸ ἄρθρον ἐμπεριλαμβάνει τὸ ἐπίρρημα, οὐκέτι τὸ κατάλληλον σώζεται, ὁ καλῶς ἄνθρωπος γράφει, διὰ τὸ τῆς οἰκειότητος ἀπεσπάσθαι τὸ μόριον· μεταξὺ γὰρ γινόμενον τὸ ἐπίρρημα δύο πτωτικῶν, λέγω τοῦ ἄρθρου καὶ τοῦ ὀνόματος, οὐκ ἔχει τὴν καταλληλότητα τὴν ἐπὶ τὸ ῥῆμα, ὡσανεὶ ὑπὸ τοῦ γένους συνεχόμενον. καὶ ἔνθεν οὔτε ἐπὶ τὸ ὄνομα δύναται ἐνεχθῆναι, ὅτι ἀλλοτρία ἡ σύνταξις, οὔτε ἐπὶ τὸ ῥῆμα, καθὼς προειρήκαμεν, συνεχόμενον ὑπὸ τοῦ γένους. μεταξὺ οὖν τούτων οὐκ ἄλλο τι πέπτωκε〈ν ἢ μόνη ἡ μετοχή〉, δυναμένη καὶ τὸ γένος μηνῦσαι καὶ τὸ π〈ρᾶγμα〉, ὅπερ ἐπιζητεῖ τὸ ἐπίρρημα. καὶ ἐπί γε πάλιν τῆς τοιαύτης συντάξεως οὐ γίνεται τὸ κατάλληλον ἄλλου του ἐπιφερομένου ἢ μόνης μετοχῆς, μεθʼ ἧς πάλιν καὶ ῥῆμα συγγενήσεται ὑπὲρ τοῦ συγκλεισθῆναι τὸν λόγον. ἐφʼ ὃ οὐκέτι τὸ προειρημένον ἐπίρρημα ἐπιφέρεται. διὸ καὶ προείπομεν, ὡς καὶ ἐπὶ μετοχὰς φέρεται τὰ ἐπιρρήματα. τὸ δὲ ὑπόδειγμα τοῦ λόγου τοιοῦτόν ἐστιν, ὁ καλῶς ἄνθρωπος γράψας ἐτιμήθ η.—πάλιν ἡ τοιαύτη σύνταξις διὰ πολλῶν παραθέσεων ἐν τῷ περὶ συντάξεως ἀποδίδοται.—Καὶ τοσαῦτα μὲν περὶ τοῦ ὅτι κατηγορεῖ τῶν ῥημάτων τὸ ἐπίρρημα. Φαμὲν δὲ ἢ καθολικῶς συνεῖναι τοῖς ῥήμασι τὰ ἐπιρρήματα ἢ μερικῶς, ἐπεί τινα μὲν σύνοιστά ἐστι, σημασίας οὐκ ἀντικειμένης, ἁπάσαις ταῖς ἐγκλίσεσιν, ἅπασι 〈τοῖς χρόνοις, ἅπασι〉 τοῖς προσώποις, ὡς ἕνεκα ὑποδείγματος τὸ καλῶς ἔστι παραλαμβάνειν, τὸ οὕτως, ἄλλα πάμπολλα, τῆς φράσεως, ὡς ἔφαμεν, οὐκ ἀντιπιπτούσης, καθότι πάλιν καὶ ἐπὶ τῶν ὀνομάτων οἷόν τέ ἐστι παραδέξασθαί τινα τῶν ἐπιθετικῶν δυνάμενα συντείνειν ἐπὶ πάντα τὰ ὀνόματα, τινὰ δὲ πάλιν μερικωτέραν ἔχει τὴν σύνταξιν (τό τε γὰρ μέλας ἢ λευκός ἐπὶ πᾶν σῶμα δύναται συντείνειν, οὐ μὴν τὸ λόγιος ἢ συνετός, ὅτι μὴ ἐπὶ τῶν δυναμένων ἀναδέξασθαι σύνεσιν ἢ λόγον, ἅπερ ἂν εἴη λογικὰ ζῶα)· τὸν αὐτὸν δὴ τρόπον καί τινα τῶν ἐπιρρημάτων εἴργεται τῆς συντάξεως ἕνεκα τοῦ σημαινομένου. [10]
1 123
τὸ ἄγε παρακελευστικὸν οὐ τετάξεται σὺν ὁριστικῇ προφορᾷ, ἀλλʼ οὐδὲ εὐκτικῇ ἢ ἄλλῃ τινὶ ἢ μόνῃ τῇ προστακτικῇ, οὕτως ὥστε καὶ τὰ ἀμφίβολα τῶν ῥημάτων τῇ ἰδιότητι τῆς συντάξεως ἀπολύεσθαι τῆς ἀμφιβολίας διὰ τῆς ἰδίας αὐτοῦ παραθέσεως. τὸ λέγετε ὁριστικόν, ἀλλʼ οὐ τὸ ἄγε λέγετ ε , ἄγε τύπτεσθ ε.—τὰ χρονικὰ ἐπιρρήματα συμφωνοῦσαν τοῖς τοῦ ῥήματος χρόνοις ποιεῖται σύνταξιν. οἷον τὸ ἐχθές παρῳχημένῳ συντετάξεται, ἐχθὲς ἔγραφο ν , ἐχθὲς ἔγραψ α. τὸ γὰρ αὔριον ἀντικείμενον τῷ παρῳχημένῳ, οὐ συντετάξεται ἢ πάλιν τοῖς ὁμολογοῦσι τὸ 〈μὴ〉 παρῳχῆσθαι, αὔριον γράφ ω , αὔριον γράψ ω , αὔριον ἀναγινώσκ ω. τὰ μέντοι οὐ διορίζοντα τὸν χρόνον, κοινὴν δὲ παράτασιν δηλοῦντα τοῦ παντὸς χρόνου, συμπαραλαμβάνεται κατὰ πάντα χρόνον, ὡς ἔχει τὸ νῦν ἐφρόνησ α , νῦν φρον ῶ , νῦν φρονήσω · ἤδη ἔγραψ α , ἤδη γράφ ω , ἤδη γράψ ω. ὁ αὐτὸς λόγος συντεινέτω ἐπὶ πάντων τῶν τοιούτων. Ἔστιν οὖν πάντα τὰ συγκεχυμένα κατὰ χρόνον ἔν τε μετοχαῖς ἔν τε ῥήμασι διὰ τῆς τούτων παραθέσεως ἀπαλλάξαι τῆς ἀμφιβολίας. τὸ λέγων μετάληψίς ἐστιν ἐνεστῶτος καὶ παρατατικοῦ, τὸ λέγειν ἀπαρέμφατον. [25]
1 124
ἀλλʼ ἡνίκα μέν φαμεν ἐχθὲς λέγων Δίων ἥμαρτεν ἢ ἐχθὲς Δίων λέγων ἐτιμήθη, τὸ τηνικαῦτα τὸ λέγων μόνον παρατατικοῦ ἐστιν. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ λέγειν· τὸ γὰρ μέλλω λέγειν αὔριον παράτασιν οὐ δηλώσει, τὸν δὲ ἐνεστῶτα χρόνον, ὃς συντάσσεται τῷ αὔριον, αὔριον λέγει Τρύφω ν. πάλιν ἡ τοιαύτη ἔννοια ἐπὶ τὰ ὅμοια διηκέτω. Ἡ οὔ ἀπόφασις, μαχομένη τῇ ναί καταφάσει, τὰ ἐν καταφάσει ῥήματα ἀναιρεῖ, ἅπερ ἐστὶν ὁριστικά, ἔχοντα ἐν αὑτοῖς τὴν κατάφασιν, ἀνθʼ ἧς καὶ πολλάκις παραλαμβάνεται, οὐ γράφ ω , οὐ ποιῶ · ἡ δὲ μή ἀπαγορεύουσα τὸ ἐν προστάξει πάλιν καταφατικὸν ἀναιρεῖ, γράφε μὴ γράφ ε, λέγε μὴ λέγ ε. ἔστι δὲ ὅπου καὶ τὸ μή, παραλαμβανόμενον οὐ μόνον κατὰ ἀπαγόρευσιν, ἀλλὰ καὶ κατὰ διαπόρησιν, τοῖς κατʼ ἐρώτησιν προοιστοῖς συντάσσεται, μὴ ἔγραψα ς ; μὴ ἐλάλησα ς; Καὶ ἐν παρῳχημένων δὲ διαφοραῖς πάλιν τὰ ἐπὶ παρῳχημένου χρόνου ἐπιρρήματα παραλαμβανόμενα οὐχ οἷόντε διήκειν ἐπὶ ἐνεστῶτος, ὡς ἐπὶ τοῦ πάλαι ἔστιν ἐπινοῆσαι ἢ πρώην. οἷόν τε μὲν γὰρ ἐπὶ τοῦ ὑπερσυντελικοῦ τοῦτο φάναι, πάλαι ἐγεγράφει ν , πάλαι ἠριστήκειν, οὐ μὴν ἔτι ἐπὶ τοῦ παρακειμένου, ἐπεὶ τὸ ἅμα νοήματι ἠνυσμένον διʼ αὐτοῦ νοεῖται, τὸ δὲ πάλαι ἠνυσμένης πράξεώς ἐστι παραστατικόν. ὁ γοῦν καλούμενος ἀόριστος, προσλαβὼν τὸ πάλαι, ὑπερσυντελικὸς μᾶλλον ἀκούεται. ἐμπεριέχει γὰρ τὸ παρῳχημένον τοῦ παρακειμένου καὶ τοῦ ὑπερσυντελικοῦ, ὥς γε καὶ ἐπὶ ὀνόματος ἔστιν ἐπινοῆσαι κοινότητα ἀρσενικοῦ καὶ θηλυκοῦ. ἔνθεν καὶ τῆς ὀνομασίας ἔτυχε, κατὰ ἀπόφασιν εἰρημένος τοῦ μὴ ὁρίζειν τὸν παρῳχημένον. [διὸ καὶ κατὰ ἀπόφασιν τῶν προειρημένων δύο χρόνων ἐθεματίσθη. ᾧ λόγῳ καὶ τὸ σώφρων τὸ ὁ προσλαβὸν νοεῖται μόνως ἀρσενικόν.]—Εἰς τὴν αὐτὴν ἔννοιαν τοῦ προκειμένου λόγου πλεῖστα ἔστι παραθέσθαι, ἀπόχρη μέντοι εἰς ἀφορμὴν τὰ προκατειλεγμένα τοῦ διακρῖναι καὶ τὰ ὑπόλοιπα. [25]
1 125
Ἔτι δὲ κἀκεῖνο δεῖ προσθεῖναι, ὡς οὐδὲ κατὰ πᾶν πρόσωπον σύνεστι τὰ ἐπιρρήματα, ὡς ἔχει τὸ ὤμοι, περὶ οὗ καὶ ἐν τοῖς ἑξῆς εἰρήσεται, εἰ, ὡς ἔνιοι ὑπετόπησαν, ἔχει συγκειμένην τὴν μοί ἀντωνυμίαν. Μηδὲ ἐκεῖνό γε παραλελείφθω, τί δή ποτε, εἰ καὶ ἐν ὑποτάξει ἐστὶ τὰ ἐπιρρήματα τοῦ ῥήματος καὶ ἐν προτάξει, ἀπὸ τοῦ προτετάχθαι τὴν ὀνομασίαν ἔλαβε; Πρὸς ὃ ἔστιν ὑπαντῆσαι ὅτι ὅμοιόν ἐστι τῷ καὶ τὴν αὐτός ἀντωνυμίαν ἐπιταγματικὴν καλεῖν. ἐπιτάσσεται μέν, αὐτὸς ἑκών οἱ δῶκα (δ 649) καὶ αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται (Ι 249)· ὑποτάσσεται δὲ οὕτως, σοὶ δʼ αὐτῷ μελέτω (Ο 231)· καὶ ὁμοίως ἀπὸ τῆς κατὰ τὴν ἀρχὴν συντάξεως ἐπιταγματικὴ ὠνόμασται. οὐδὲν οὖν κωλύει καὶ τὸ ἐπίρρημα τῇδε ἐσχηματίσθαι.—Προσθείημεν δʼ ἂν κἀκεῖνο, ὡς ψευδὴς ὑπόληψίς ἐστι τοῦ καὶ τὸ ἐπίρρημα ὑποτάσσεσθαι. τὸ γὰρ δέον ἐστὶν ἡ πρόταξις, καὶ τὸ ὑποτεταγμένον δυνάμει ἐστὶν ὑπερβατόν· ἀλλὰ τὸ σύνηθες τοῦ λόγου ὡς ἐν ἴσῳ τὴν σύνταξιν ἐποιήσατο. καὶ τὸ τοιοῦτον ἐν τῷ περὶ συντάξεως ἀκριβέστερον εἰρήσεται, εἰς μέντοι κατάστασιν βραχεῖάν τινα ἀπόδειξιν ληπτέον. εἴπομεν αὐτὰ δυνάμει ἐπιθετικὰ εἶναι τῶν ῥημάτων. ᾧ λόγῳ οὖν καὶ τὰ ἐπιθετικὰ τῶν ὀνομάτων προηγεῖσθαι θέλει τῶν οἷς ἐπίκειται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὰ ἐπιρρήματα προηγεῖσθαι θέλει τῶν ῥημάτων. [20]
1 126
—Ἀλλʼ ἴσως τις φήσειε διάλληλον τὸ τοιοῦτον. «τί γάρ ἐστι μᾶλλον ξανθὸς Ἀτρείδης ἢ Ἀτρείδης ξανθό ς;» Πρὸς ὃν ἔστι φάναι, ὅτι καὶ τὸ τοιοῦτον ὑπερβατόν. καὶ σαφὲς μὲν ἐκ τῆς πολλῆς χρήσεως, νεφεληγερέτα Ζεύ ς , γλαυκῶπις Ἀθήν η , ποδάρκης δῖος Ἀχιλλεύ ς· ἀλλὰ καὶ διʼ ἀποδείξεως ἔστι τὸ τοιοῦτον παραστῆσαι. ἰδοὺ γὰρ τὸ ἄρθρον, ὅτε μὲν μόνον ἐστὶ τὸ ὄνομα ἢ τὸ προσηγορικὸν ἢ τὸ κύριον, ἀκωλύτως πρόσεισιν, ὁ ἄνθρωπος διαλέγετα ι , ὁ ἵππος τρέχε ι· ὁπηνίκα μέντοι τὸ ἐπιθετικὸν σύνεστιν, οὐκέτι πρόσεισιν. οὐ γὰρ φήσομεν ὁ ἄνθρωπος 〈σεμνὸς διαλέγετα ι , ὁ ἵπποσ〉 λευκὸς τρέχε ι. εἰ δὲ ἀποκατασταίη εἰς τὸν δέοντα τόπον ἡ τοῦ ἐπιθετικοῦ σύνταξις, τὸ τηνικαῦτα ὁ λόγος καθίσταται, ὁ σεμνὸς ἄνθρωπος διαλέγετα ι , ὁ λευκὸς ἵππος τρέχε ι.—Ἔστι δὲ καὶ ἐπὶ τῶν ἐπιρρημάτων, εἰ καὶ μὴ διʼ ἄρθρου ἤ τινος τοιούτου ἔστιν ἀποδεῖξαι, ἀλλὰ οὖν γε ἐκ τῆς κατὰ πεῦσιν ἐπιρρηματικῆς συντάξεως. δεόμενοι γὰρ τῶν πράξεών φαμεν οὕτως, πῶς ἔγραψα ς; οὐκ ἀνάπαλιν ἔγραψας πῶ ς; καὶ ἔτι ἐπὶ τοῦ ποῦ ἀπῆλθε ς; 〈οὐ μὴν〉 ἀπῆλθες πο ῦ; —Εἰ δέ τις εἴποι· «ἀλλʼ ἰδοὺ κατὰ τὴν ἀόριστον προφορὰν ὑποτάσσεται τὰ ἐπιρρήματα, ἔγραψέ πω ς , ἀπῆλθέ πο υ,» ἴστω ὅτι διὰ φυσικώτερον λόγον τὸ τοιοῦτον ὑπερεβιβάσθη. τὰ γὰρ ἀοριστούμενα ἐγκλιτικά ἐστι, τὰ δὲ ἐγκλιτικά, ἵνα ἐγκλινόμενα γένηται, ὑποτακτικά ἐστιν. ἐπεκράτησεν ἄρα ἡ φωνή, ἐγκλιτικὴ γενομένη, τῆς ἐπιρρηματικῆς συντάξεως. Καὶ τοσαῦτα μὲν περὶ τῆς ἐννοίας τοῦ ἐπιρρήματος. Ἐπεὶ δὲ καί τινα ἐν ἀμφιβόλῳ καθέστηκε τοῦ εἰς τὰ ἐπιρρήματα παραλαμβάνεσθαι ἢ μή, ἀκολούθως καὶ περὶ τούτων σκεπτέον. Οὔ φασι τὸ οἴμοι ἢ ὤμοι ἓν εἶναι, ἐκ δὲ ἀντωνυμικοῦ τοῦ 〈ἐ〉μοί καὶ τοῦ οἴ ἢ ὦ συντάσσεσθαι, πειρώμενοι πρῶτον μὲν ἐκ τῆς φωνῆς, ὡς ἔστιν εἰς μοι περατούμενον, καὶ καθότι διακρίνει πρόσωπον τὸ πρῶτον, ὅπερ ἴδιον ἀντωνυμιῶν, «εἴγε,» φασί, «τὸ μὲν ἐπίρρημα, μένον καθʼ ἕνα σχηματισμόν, κατὰ παντὸς προσώπου δίεισι, τὸ δὲ ἐν διακρίσει προσώπου πρώτου ἢ ἐν ῥήμασίν ἐστιν ἢ ἐν ἀντωνυμίαις· καὶ εἰ μὴ ῥῆμα τὸ ὤμοι, σαφὲς ὅτι ἀντωνυμία. [25]
1 127
» πρὸς οἷς, ὅτι καί, ὡς ἔφαμεν, τὸ πλῆρες τῆς φωνῆς ἀκούουσιν ὢ ἐμοί, ὡς ἔχει καὶ παρὰ Παρθενίῳ ὢ ἐμὲ τὴν τὰ περισσά· καὶ ἐπίμεμπτον ἡγοῦνται τὸ ὤμοι ἐγώ (ε 299), προβιβάζονταί τε λέγοντες καὶ ἐν τρίτῳ εἶναι τὸ ὠοιοί. Ἀλλʼ ἔστι πρὸς τούτους τοὺς λόγους φάναι. διότι μὲν οὖν τὰ ἐπιρρήματα ταῦτα οὐ μέτεισι κατὰ πᾶν πρόσωπον, σαφὲς γενήσεται.— Καθόλου τὰ τοιαῦτα τῶν ἐπιφθεγμάτων, ἐξ αὐτοπαθείας ἀναπεμπόμενα, τὴν περὶ τὸν λέγοντα μόνον πεῖσιν ἀφηγεῖται, καὶ ἔνθεν οὐκ ἐπικοινωνεῖ δευτέροις καὶ τρίτοις. ἔφαμεν δέ, ὅτι οὐδὲ ἐπὶ ῥῆμα φέρεται. καὶ τὸ τοιοῦτον πάλιν ἐπελύετο, ὡς πᾶν πάθος γίνεται ἔκ τινος διαθέσεως, ἴδιον δὲ τῶν ῥημάτων διάθεσις, καὶ ἦν κατὰ τοῦτό γε πάλιν ἐπίρρημα τὸ ὤμοι, ἐπεὶ διάθεσιν τὴν ἐκ ῥήματος ἀναπεμπομένην εἶχε. καὶ ὡς μὲν οὐ δίεισι κατὰ πᾶν πρόσωπον, σαφές.—Οὐδέποτε ἀντωνυμίαι διπλασιάζονται, τὰ δὲ σχετλιαστικὰ τῶν ἐπιρρημάτων· τοῦ γὰρ πάθους ἐπιμένοντος ἐπεκτείνεται, αἴ αἴ αἴ, οἴ οἴ οἴ. ἐπὶ μὲν οὖν θρήνου αἰαί, οἰοί. τοιοῦτον δέ ἐστι καὶ τὸ οἰμοιμοῖ.—Ἡ οι δίφθογγος μακρά ἐστιν ἐν ἀπτώτοις, ὡς ἐπεδείχθη ἐν τῷ περὶ χρόνων, καὶ διὰ τοῦτο ἐπίρρημα μὲν τὸ ωμοι ὂν παροξύνεται, ὄνομα δὲ προπερισπᾶται. εἴπερ ἄρα δύο μέρη λόγου τὸ ὤμοι ἦν, καὶ πάντως ἡ τοῦ ὦ περισπωμένη ἐσώζετο, εἴγε ἀμετάθετοι αἱ περισπώμεναι, κἂν ἐγκλιτικὸν ἐπιφέρηται κἂν ἀνέγκλιτον. ὡς ἂν οὖν ἡνωμένου τοῦ σχήματος ἡ ὀξεῖα πρὸ τέλους ἐστὶν ἐν τῷ ὤμοι.—Πῶς δʼ οὐχὶ καὶ γέλοιον ἐν τῷ ὠοιοί 〈τὸ οι 〉 ἐκ τρίτου ἀντωνυμικοῦ παρακεῖσθαι; πῶς πάλιν δεδιπλασίασται; ποῦ ἡ δασεῖα τῆς ἀντωνυμίας, ἢ ποῦ ἡ περισπωμένη; ἡνίκα γὰρ οὐκ ἐγκλίνεται, περισπᾶται. καθάπερ οὖν τῷ πόποι τὸ παπαί παράκειται καὶ τῷ ὀτοτοῖ τὸ ἀταταῖ, οὕτως καὶ τῷ ὠοιοί τὸ ὠαιαί, ὅπερ συναλειφθὲν καὶ ἐν βαρείᾳ τάσει γινόμενον παρʼ Αἰολεῦσίν ἐστιν ᾤαι· διότι καὶ τὸ ι πρόσκειται, κράσεως γενομένης καὶ προσλήψεως. [30]
1 128
— Οὐδέποτε ἀπʼ ἀντωνυμιῶν τῶν κατὰ τὸ πρῶτον ἢ δεύτερον ῥήματα παράγεται (προστέθεικα δὲ δεύτερα, ἐπεὶ καὶ τὸ ἀπὸ τοῦ τρίτου παραγόμενον 〈ἀπὸ〉 συνάρθρου ἐστὶ καὶ ταύτῃ ἄλογον, λέγω τὸ σφετερίζω)· ἀπὸ μέντοι ἐπιρρημάτων, ὡς παρὰ τὸ αἰαί τὸ αἰάζω καὶ λίαν λιάζω. τάχα δὲ καὶ παρὰ τὸ οἰοί τὸ οἴζω ἐστί, καὶ καθʼ ἑτέραν παραγωγὴν καὶ διαίρεσιν τῆς διφθόγγου τὸ ὀΐζω ὀϊζύω, ἔστι δὲ καὶ παρὰ τὸ οἴμοι οἰμώζειν· ὅπερ ἴδιον ἐπιρρημάτων. Καὶ τὸ χρή δὲ καὶ τὸ δεῖ ἀκριβοῦς ἐπιστάσεως δεῖται, ἐπεὶ τὸ πλέον γε πρὸς ἁπάντων ὑπελήφθη ἐπιρρήματα.—Καὶ ἔστι γε ἀφορμὴ πλείστη ὑπὲρ τοῦ κατατάσσεσθαι αὐτὰ εἰς τὸν τῶν ἐπιρρημάτων ἀριθμόν. —Ἐκ μὲν οὖν συντάξεως γένοιτο ἂν ἐπιρρήματα τῇδε· «ὅτι ἐπίκειται τὰ ἐπιρρήματα τοῖς ῥήμασιν» (ὡς ἐν τοῖς προκειμένοις ἀπεδείξαμεν), «καὶ ὅτι μετὰ πτωτικῆς συντάξεως καὶ τῶν συνόντων ῥημάτων λόγον ἀποτελεῖ, πῇ μὲν προτασσόμενον κατὰ παράθεσιν, πῇ δὲ ὑποτασσόμενον, ὀρθῶς μεταμέλει Διονυσί ῳ , 〈μεταμέλει ὀρθῶς Διονυσίῳ ·〉 καλῶς ἀναγινώσκει Δίω ν , ἀναγινώσκει καλῶς Δίω ν. τοιαῦτα δὲ καὶ τὰ προκείμενα ἐν συντάξει τῇ κατὰ τὰ ἀπαρέμφατα, Ἀπολλώνιον χρὴ γράφει ν , Διονύσιον χρὴ περιπατεῖ ν , Διονύσιον δεῖ διαλέγεσθα ι. καὶ μερικώτερόν γε, καθότι καὶ τὸ ἄγε ἐπίρρημα τοῖς προστακτικοῖς καὶ τὸ εἴθε τοῖς εὐκτικοῖς.—Ἔτι τὰ ἐν προσώποις ἀντωνυμικοῖς 〈καθʼ ἕνα〉 σχηματισμὸν ἐκφερόμενα κατὰ τὰ τρία πρόσωπα, ἐπιρρήματά ἐστιν. ἡ γὰρ ἐν ῥήμασι σύνταξις μετὰ ἀπαρεμφάτου συσχηματίζει κατὰ τὸ πρῶτον καὶ δεύτερον καὶ ἔτι τὸ τρίτον, βούλομαι ἐγὼ γράφει ν , βούλῃ σὺ γράφει ν , βούλεται ἐκεῖνος γράφειν · θέλω ἐγὼ διαλέγεσθα ι , θέλεις σὺ διαλέγεσθα ι , θέλει ἐκεῖνος διαλέγεσθαι · μέλω ἐγὼ Σωκράτε ι , μέλεις σὺ Σωκράτε ι , μέλει ἐκεῖνος Σωκράτει · τύπτομαι ἐγὼ ὑπὸ Διογένου ς , τύπτῃ σὺ ὑπὸ Διογένου ς , τύπτεται ἐκεῖνος ὑπὸ Διογένου ς. [25]
1 129
τὰ δὲ ἐπιρρήματα καθʼ ἕνα σχηματισμόν, ἑλληνιστὶ λέγω ἐγ ὼ , ἑλληνιστὶ λέγεις σ ύ , ἑλληνιστὶ λέγει ἐκεῖνο ς. καὶ εἰ καθʼ ἕνα τὸν σχηματισμὸν ἤδη φαμὲν ἐμὲ δεῖ γράφει ν , σὲ δεῖ γράφει ν , ἐκεῖνον δεῖ γράφειν · ἐμὲ χρὴ γράφει ν , σὲ χρὴ γράφει ν , ἐκεῖνον χρὴ γράφειν, σαφὲς ὅτι καὶ κατὰ τὴν τοιαύτην ἔννοιαν ἐπιρρήματά ἐστιν.—Ἔτι ἐγκλίσεις διάφοροι κατὰ τὸ αὐτὸ οὐ παραλαμβάνονται, ὅτε μὴ τὰ ῥήματα προαιρετικά ἐστιν, οἷς παρακολουθεῖ τὸ μετὰ ἀπαρεμφάτων συντάσσεσθαι, βούλομαι γράφει ν , θέλω ἀναγινώσκει ν , βούλομαι φιλολογεῖ ν. ἄλλη γὰρ ἔννοια ῥημάτων οὐκ εὐπαράδεκτος. οὐ γὰρ φαμὲν γράφω τύπτεσθαι ἤ τι τῶν οὕτως λεγομένων. τὰ δὴ οὖν προκείμενα εἰ μὲν ῥήματά ἐστιν, ὀφείλει προαιρετικὰ εἶναι· εἰ δὲ οὐ προαιρετικά, οὐ ῥήματα, συντασσόμενα ἀπαρεμφάτοις.» Ὅτι δὲ ῥήματά ἐστι τὰ προκείμενα μόρια, σαφὲς ἐντεῦθεν.—Πᾶν ἀπαρέμφατον ὄνομά ἐστι πράγματος, καὶ εἰ ἔστιν εἰπεῖν, αὐτὸ τὸ γενικώτατον ῥῆμα τὸ παρυφιστάνον τὸ οὐκ ἐγγινόμενον ἐν προσώποις, τουτέστιν ὃ δηλοῖ τὸ ἀπαρέμφατον. ὅθεν καὶ κατὰ τοὺς δέοντας λόγους ἄρθρου ἐστὶ προσδεκτικά, ἐπεὶ ἅπαξ παρυφίσταται ὀνοματικὴ κατηγορία τοῦ πράγματος. κἀκεῖνο δέ ἐστιν ἀληθές, ὡς τὰ ῥήματα θέλει συντάσσεσθαι τοῖς πτωτικοῖς ἢ ὡς πτωτικοῖς. καὶ δὴ τὰ προκείμενα τῶν μορίων, ῥήματα καθεστῶτα, σύνταξιν ποιεῖται τὴν εἰς τὰ ἀπαρέμφατα ὡς πτωτικά, ὅτε λέγομεν οὕτως, δεῖ περιπατεῖ ν· σημαίνει γὰρ τὸ τοιοῦτον, λείπει ὁ περίπατος. διὸ καὶ δοκεῖ μοι διὰ τοῦτο ἐπʼ αἰτιατικὴν φέρεσθαι ὁ σχηματισμός. ὅσα γὰρ ἐπʼ εὐθείας νοεῖται μετὰ ῥήματος τοῦ συνόντος, ταῦτα τὴν ἐνέργειαν μετατίθησιν ἐπὶ τὴν αἰτιατικήν, τύπτει Διονύσιος Ἀπολλώνιο ν· ἔστι γὰρ ἡ διάθεσις ἀπὸ τοῦ τύπτειν ἐπʼ αἰτιατικὴν μετιοῦσα τὴν Ἀπολλώνιον. κἂν ἐν δοτικῇ δέ ποτε ὁ σχηματισμὸς γένηται ἢ γενικῇ, πάλιν ἔστιν ἐπινοῆσαι τὴν κατʼ αἰτιατικὴν ἔσωθέν τινα δρᾶσιν γινομένην, ὡς ἔχει τὸ Διονύσιος τέμνει Ἀπολλωνί ῳ· τοιοῦτον γάρ τί ἐστι, τέμνει τι εἰς περιποίησιν Ἀπολλωνίο υ. [30]
1 130
—Καὶ ἡ διάθεσις οὖν ἡ τοῦ δεῖ ἐλλειπτικὴ μετὰ τοῦ ἀπαρεμφάτου 〈ἐν〉 εὐθείᾳ συντασσομένου μέτεισιν ἐπὶ τὴν αἰτιατικήν, δεῖ γράφειν Ἀπολλώνιον, ἵνα ᾖ τι τοιοῦτον, λείπει τὸ πρᾶγμα τὸ ἐκ τοῦ γράφειν Ἀπολλώνιο ν. ὅπερ ὁ βίος ὡς ἐπιτατικὸν μᾶλλον ἀνεδέξατο, ὅπερ οὐκ ἦν, ἀλλὰ ἔλλειψις τοῦ πράγματος, ὃ καὶ δέον ἦν ποιεῖν· καὶ ἐντεῦθεν ἡ δόκησις τῆς ἐπιτάσεως. Ἔστι γοῦν καὶ τὸ ῥῆμα ὅτε φθάνει ποτὲ ἐπὶ τὴν εὐθεῖαν τοῦ ὀνόματος, καὶ τὸ τηνικαῦτα καταλαβέσθαι τὸ ἀπαρέμφατον, ὡς οὐκ ἔστιν εὐθείας, ἀντιμετειλημμένον δὲ εἰς αἰτιατικήν. καὶ διʼ ἑτέρου δὲ ὑποδείγματος σαφὲς γινέσθω· ἀπολείπει Ἀπολλώνιος τὸν περίπατο ν. ἀλλὰ καὶ ὁ περίπατος ἐν τῷ ῥήματι γινόμενος αἰτιατικὴν μεταποιεῖ τὴν Ἀπολλώνιον, ὡς εἰ καὶ αὐτὸ τὸ δεῖ ἀντιμεταλάβοι ἀντὶ τοῦ λείπει[ν], δεῖ Ἀπολλώνιος τὸν περίπατον, ὡς εἴ τις ἔλεγεν οὕτως, δέεται τοῦ περιπάτου Ἀπολλώνιος, καὶ ἀνάπαλιν. ἔστιν οὖν ὅτε μὲν ἐν εὐθείᾳ τὸ ἀπαρέμφατον, τὸ συνὸν πτωτικὸν πάλιν ἐν αἰτιατικῇ οὕτως, ἢ ἀνάπαλιν, δεῖ Ἀπολλώνιος τὸ γράφειν, ἐν οἷς αἰτιατικῆς γίνεται τὸ γράφειν. [15]
1 131
ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ χρή, συνωνυμοῦντος τῷ δεῖ. Ἀλλὰ πῶς ἄκλιτον, εἰ ῥῆμα; πῶς οὐ συσχηματίζεται τοῖς προσώποις; Ὅτι ἡ γινομένη αὐτοῦ σύνταξις οὐκ ἐπὶ τὰ πρόσωπά ἐστιν, ἐπὶ δὲ τὸ [πρὸς ᾧ] ἀπαρέμφατον, ὅ ἐστι μονοπρόσωπον, καὶ ἔνθεν μονοσχημάτιστον τὸ ἐμὲ δεῖ γράφει ν. τὸ γὰρ δεῖ ἐπὶ τὸ γράφειν φέρεται, ὅπερ οὐ προσώπου ἐστὶ δεκτικόν. καὶ ἔνθεν, συντεῖνον εἰς [αὐτὸ] τὸ γράφειν, καὶ 〈αὐτὸ〉 τὸν ἕνα σχηματισμὸν ἀναδέχεται. Πρόδηλον δὲ γινέσθω καὶ ἐκ ῥήματος τοῦ λείπει. οὐ γὰρ ἔστιν ὅστις ὀλίγον διστάσειεν, ὅτι τὸ λείπει ῥῆμά ἐστι· καὶ οὐ παρὰ τοῦτο οὐχὶ ῥῆμα γενήσεται, ἐὰν μονοσχημάτιστον γένηται μετὰ τῆς τοῦ ἀπαρεμφάτου συντάξεως. ἔχει γὰρ τῇδε τὰ τῆς συντάξεως, λείπει ἐμὲ τὸ γράφει ν , λείπει σὲ τὸ γράφει ν , λείπει ἐκεῖνον τὸ γράφει ν. καὶ ἐπεὶ οὐκέτι μεταπεποίηται πρὸς τὸ πρῶτον ἢ δεύτερον ἢ τρίτον, οὐχὶ πάντως οὐ ῥῆμα. πάλιν γὰρ καθʼ ἕνα σχηματισμόν ἐστι διὰ τὴν σύνταξιν τὴν τοῦ ἀπαρεμφάτου, ὅπερ τρίτον ὂν ἀμέριστον ἦν κατὰ τὴν προσωποποιίαν. καὶ σαφὲς ἔτι, κατὰ τὴν τοιαύτην σύνταξιν ὡς τὸ γράφειν ὀρθῆς ἔσται πτώσεως διὰ τὸ λείπει.—Καὶ ὡς μὲν καθʼ ἕνα σχηματισμὸν ἐκφέρεται τὸ χρή καὶ δεῖ, ἐν διαφόροις προσώποις ἐγγινόμενον, ἀπεδείχθη. Ἔφαμεν δὲ καὶ τὰ ἐπιρρήματα συνηθέστερον πρὸς τὰς ἐγκλίσεις ἐπάγεσθαι, τὸ ἄγε καὶ τὸ εἴθε. καὶ κατὰ τὸ τοιοῦτον τὸ χρή καὶ τὸ δεῖ ὑπελαμβάνοντο ἐπιρρήματα.—Ἀλλὰ καὶ τοῦτο ἀπεδείχθη, ὡς ψυχικῆς παρεμφάσεως 〈οὐκ〉 ἦν ἐμφατικὰ τὰ ἀπαρέμφατα, οὐδὲ ῥήματα ἐγκλίσεως μεμοιραμένα, ὀνόματα δὲ τῶν πραγμάτων. τοῖς δὲ ὀνόμασι μᾶλλον τὰ ῥήματα σύνοιστά ἐστιν, ὡς ἐν ταῖς ἐγκλίσεσι τῶν ῥημάτων τὰ ἐπιρρήματα. τὸ δὴ λέγοι καὶ λέγε ἐγκλίσεις ῥημάτων εἰσί, καὶ διὰ τοῦτο αἱ ἐοικυῖαι ἐπιρρηματικαὶ συντάξεις συμφέρονται. [25]
1 132
καὶ κατὰ τὴν τοιαύτην ἄρα σύνταξιν δέδεικται, ὅτι μᾶλλον ῥήματά ἐστι, συντασσόμενα ὡς ὀνόμασι.—ταύτῃ γὰρ καὶ τὰ προαιρετικὰ τῶν ῥημάτων συντάσσεται τοῖς ἀπαρεμφάτοις, καθὸ προαίρεσιν δηλοῦντα ἐλλέλοιπε τῷ πράγματι. τὸ γὰρ θέλω καὶ τὰ ὅμοια ῥήματά ἐστιν ἐλλείποντα πράγματι, ὅθεν τὸ λεῖπον τοῦ πράγματος κατὰ τὴν ἰδίαν ὀνομασίαν συντασσόμενον, ἀπαρεμφάτῳ πάλιν προφορᾷ συντάσσεται, θέλω γράφει ν , προαιροῦμαι ἀναγινώσκειν, ὡς προαιροῦμαι τὴν ἀνάγνωσιν. καὶ σαφές ἐστι πάλιν, ὅτι καὶ κατὰ τοῦτο δείκνυται τὰ ἀπαρέμφατα, ὀνοματικῆς ἐχόμενα συντάξεως, τῷ λείποντι πράγματι τὴν ὀνομασίαν προσδιδόντα, βούλομαι γράφειν, κἂν μετὰ ἄρθρου, προῃρούμην τὸ φιλολογεῖν ἤπερ τὸ ῥᾳθυμεῖ ν. τὴν τοιαύτην σύνταξιν ἀκριβέστερον ἐν τῷ περὶ συντάξεως ἀποδώσομεν.—Καὶ κατὰ τοῦτο ἄρα ἐδείχθη, ὡς οὐκ ἐπιρρηματικῆς συντάξεως ἔχεται τὰ προκείμενα, ῥηματικῆς δέ. Ἴδιον ῥημάτων ἐστὶ τὸ ἐν παρῳχημένῃ προφορᾷ, εἰ ἀπὸ συμφώνων ἄρχοιτο, τὸ ε προσλαμβάνειν ἔξωθεν. καὶ οὐκ ἄλλῳ τῳ μέρει λόγου τοῦτο παρεπόμενόν ἐστι. πῶς οὖν κἂν κατʼ ὀλίγον τις διστάσειε τὸ δεῖ ὅτι ῥῆμά ἐστι, καὶ οὕτως ὥστε τὸ συγκεχυμένον τῶν χρόνων διαστέλλειν; ἐνεστῶτος γὰρ χρόνου γενήσεται τὸ δεῖ γράφειν, λέγω τὸ γράφειν· παρατατικοῦ δὲ τὸ ἔδει γράφειν, προσλαβὸν ἔξωθεν τὸ ε , ὅπερ ἴδιον ῥήματος, ὡς εἰ καὶ τὸ θέλω γράφειν εἴη ἐνεστῶτος διὰ τὸ θέλω, παρατατικοῦ δὲ ἐν τῷ ἔθελον γράφει ν. τὸ δὲ αὐτὸ παρεπόμενόν ἐστι καὶ τῷ χρή. Καὶ κατὰ τὸ λῆγον δὲ ῥῆμά ἐστι τὸ δεῖ, εἴγε αἱ τοιαῦται προφοραὶ ἐν συναιρέσει εἰσί, πνέει πνε ῖ , χέει χε ῖ , ῥέει ῥε ῖ. καὶ οὕτως δέει καὶ δεῖ καὶ ἔδε ι. οὐδὲ γὰρ ἔστιν ἐπινοῆσαι ἐπίρρημα εἰς ει λῆγον ἐν περισπασμῷ, κατὰ τὸ κοινὸν ἔθος, διὰ τὸ παρὰ Δωριεῦσι πεῖ γὰρ ἁ ἄσφαλτος (fr. Sophr. 35 Ahrens) καὶ εἷ τὰ τῶν χοιραγχᾶν (fr. Sophr. 86 Ahrens). τὸ μὲν γὰρ σὺν τῷ ν λεγόμενον πάλιν ἑτέρας ἐννοίας ἐστί, λέγω τὸ δεῖ ν, ἐκ μετοχικοῦ τοῦ δέον συνῃρημένον Ἀττικώτερον, καθὸ καὶ τὸ πλέον πλεῖν φασίν.—Ἡ μέντοι χρή φωνὴ τῇδε πάλιν καταστήσεται.—τὸ δέω καὶ τὸ χρέω συνωνυμεῖ, οὐκ ἀγνοοῦντός μου ὅτι καὶ τὸ δέω πλείονα σημαίνει καὶ τὸ χρέω· ἀλλὰ καὶ αὐτὸ τὸ ἐνδεῖν σημαίνει τὸ χρέω. [30]
1 133
σαφὲς ἐκ τοῦ παρακειμένου οὐδετέρου, λέγω τοῦ χρέος, ὡς καὶ ἐν τῷ ἔπω ἔπος παράκειται. καὶ ἐξ ὑπομνήσεως τὸ τοιοῦτον δεῖ παραλαβεῖν, ὅτι παραγωγή τίς ἐστιν ἡ τοῦ χρῆμι, ἧς τὸ τρίτον πρόσωπόν ἐστι χρῆσι, καθότι καὶ παρὰ τὸ φημί φησί. καὶ ὃν τρόπον παρὰ Ἀνακρέοντι (fr. 41 Bergk 3 ) τὸ φησίν ἀποκοπὲν φή ἐγένετο, σὲ γάρ φη ταργήλιος, τὸν αὐτὸν τρόπον καὶ τὸ χρῆσι χρή ἐγένετο ἀποκοπέν. ὅπερ ἐπίμεμπτον ἐν τῇ κατὰ τὸν παρατατικὸν προφορᾷ κατὰ τάσιν, ἐχρῆν, 〈καὶ〉 ὅτι [καὶ] σὺν τῷ ν λέγεται [ἐχρῆν]. καὶ πάλιν οὐ κατὰ τὴν ἑτέραν παράθεσιν, καθότι καὶ τὸ ἦν ἐν τρίτῳ ἐνοεῖτο. καὶ τὸ συνὸν δὲ ἀπαρέμφατον χρῆναι ἐπιμαρτυρεῖ τῷ σχηματισμῷ. Ἐχομένως σκεπτέον περὶ τοῦ ἕκητ ι, περὶ οὗ καὶ ἐν τῷ περὶ συνδέσμων ἐξεθέμεθα, πότερον αὐτὸ καταριθμητέον εἰς τοὺς αἰτιολογικοὺς συνδέσμους, ὡς ἴσην ἔχον δύναμιν τῷ ἕνεκα, ὥς γε ἔστι σημειώσασθαι ἐκ τῆς ἐπὶ αὐτὸ φερομένης συντάξεως, ἕκητι σέθεν, ὡς ἔχει καὶ τὸ ἕνεκα σο ῦ, καθότι καὶ ὁ σύνδεσμος ἐπὶ γενικὴν φέρεται καὶ τοιοῦτόν τι σημαίνει, ἑκόντος σο ῦ, ὡς ἐθέλοντος σοῦ. ᾧ παράκειται τὸ ἐθελοντ ί, καθότι καὶ ἄλλοις τὰ τοιαῦτα παράκειται, ἀθεωρητ ί , ἀκλαυτ ί. ἐντελέστερον μὲν οὖν, ὡς εἴπομεν, ἠκριβώθη ὁ περὶ αὐτοῦ λόγος ἐν τῷ περὶ συνδέσμων· καὶ νῦν δὲ διʼ ὀλίγων ἀποδεικτέον, ὡς μᾶλλον ἔχεται τοῦ μερισμοῦ τῶν ἐπιρρημάτων.—Ὅτι οἱ σύνδεσμοι τὰς ἀποφατικὰς φωνὰς ἢ τὰς στερητικὰς οὐ δύνανται ἀναδέχεσθαι, δῆλον ἐντεῦθεν. ἐπὶ καταφάσει τινῶν τὰ τοιαῦτα μόρια παραλαμβάνεται εἰς ἀναίρεσιν τῆς καταφάσεως. οἱ δὲ σύνδεσμοι οὔποτε κατʼ ἰδίαν σημαίνουσί τι, συνδέουσι δὲ τοὺς λόγους, ἑξῆς τάσσοντες καὶ οὕτως ἐπισυνδέοντες καὶ ἑνοῦντες. [25]
1 134
οὐκ ἔνδεκτον οὖν, τὸν ἕκητι σύνδεσμον ὄντα 〈ἐν συνθέσ〉ει στερήσεως γεγενῆσθαι ἐν τῷ ἀέκητι. οὐ γὰρ ὁ ἕνεκα τὸ τοιοῦτόν ποτε ἀνεδέξατο, οὔτε ἄλλος τις τῶν προκειμένων. Ἔστιν οὖν καὶ οὕτως φάναι. εἰ ὁ λόγος κατὰ ἀπόφασιν τὴν τῶν συνδεομένων παραλαμβάνοιτο, συνόντων καὶ συνδέσμων, οὐκ ἐν στερήσει τὸ τοιοῦτόν ποτε γενήσεται, ἐν δὲ παραθέσει τῆς οὔ ἀποφάσεως, ὅτι φιλῶ σε παραγίνομα ι , οὐχ ὅτι φιλῶ σε παραγίνομαι · ἔγραψεν Ἀπολλώνιο ς , οὐ μὴν ἔγραψεν Ἀπολλώνιο ς , ἀνέγνω δέ · ἕνεκα σοῦ παρεγενόμη ν , οὐχ ἕνεκα σοῦ παρεγενόμη ν. εἰ δὲ τοῦτο ἀληθές, σαφὲς ὅτι καὶ τὸ ἕκητι μόνον ἂν τὴν οὔ ἀπόφασιν ἀνεδέχετο ἐν τῷ οὐχ ἕκητ ι, οὐχὶ καὶ στέρησιν. ἔστι δὲ ἐπινοῆσαι ἐν ἐπιρρήμασι καὶ παράθεσιν τῆς οὔ ἀποφάσεως καὶ σύνθεσιν τῆς α στερήσεως, οὐ φίλως ἀφίλως, οὐ σεμνῶς ἀσέμνως. τῇδε ἂν ἔχοι καὶ τὸ ἀέκητι. Ἀλλʼ ἴσως καὶ τὸ τοιοῦτον ἔχοι ἂν πάλιν ἐπίστασιν, ὡς οὐ τὰ ἐν στερήσει τῶν ἐπιρρημάτων γινόμενα ἰδίᾳ ἐγένετο, ἐν μεταλήψει δέ ἐστι συνθέτων· τὸ γὰρ ἀφίλως παρὰ τὸ ἄφιλος, καὶ τὸ ἀσέμνως παρὰ τὸ ἄσεμνος. ἔνθεν καὶ μένει ὁ τόνος ἐν τῷ ἀψευδῶς καὶ ἀσαφῶς, εἴγε καὶ τὸ ἀψευδής καὶ ἀσαφής συνέμεινε κατὰ τάσιν. Τρύφων (p. 39 Velsen) φησὶ καὶ διὰ τὸ ἀκατάστατον τοῦ τόνου μὴ ἔχεσθαι αὐτὸ τοῦ κατὰ τὰ ἐπιρρήματα μερισμοῦ. τὰ γὰρ τοιαῦτά φησιν ὀξύνεσθαι, ἀναιμωτί, ἀκονιτί, ἀδακρυτί, κἂν ᾖ σὺν τῷ ς , ἑλληνιστί, δωριστί, αἰολιστί. Πάνυ δὲ ἀπόβλητος ὁ λόγος. οὐ γὰρ τὰ παρὰ πνεύματα ἢ τόνον ἤ τι τῶν παρεπομένων ταῖς φωναῖς ἐκφερόμενα περιγράφεται τοῦ δέοντος μερισμοῦ. οὐ γὰρ ἐπεὶ μὴ δεόντως τὸ πούς ὀξύνεται, οὐκ ὄνομα· ἢ ὅτι τὸ ἅπαξ βαρύνεται καὶ πέριξ, τῶν ἄλλων ὀξυνομένων οὐκ ἐπιρρήματα. Πρὸς οἷς καὶ δεδείξεται, ὅτι κατὰ τὸν τόνον ἀνάλογόν ἐστι. Καταστατέον οὖν τὰ τοῦ σχηματισμοῦ τῇδε. ἀπὸ ῥήματος τοῦ ἀεκάζω, ᾧ συνήθως Ὅμηρος κέχρηται, πόλλʼ ἀεκαζομένη (Ζ 458) ἔπιπτεν ἐπίρρημα τὸ ἀεκαστί, καθότι τῷ ἰάζω παράκειται τὸ ἰαστί, ἑλληνίζω ἑλληνιστί. καὶ ἡ μὲν ὁλόκληρος προφορὰ τοιαύτη. ἐνδεήσαντος δὲ τοῦ ς , καὶ Ἰωνικώτερον μετατεθέντος τοῦ α εἰς η , καθότι καὶ τὸ διπλάσιον διπλήσιον, ἀναγκαίως καὶ τὰ τοῦ τόνου συνανεβιβάζετο, καθʼ ὃν τρόπον καὶ ἄλλα μόρια, ἐνδεήσαντα τοῦ ς , ἀνεβίβαζε τὸν τόνον, δεσποστής δεσπότης, ἐργαστής ἐργάτης, οὐτασμένοι οὐτάμενοι, συνεληλασμένοι συνεληλάμενοι. [5]
1 135
αἴτιον γὰρ τὸ ς τῆς ὀξύτητος ἐγένετο, ἐπεὶ τοῖς ἀπὸ ῥημάτων παραχθεῖσιν ἐπιρρήμασι καὶ ὀξυνομένοις σύνεστι τὸ ς , δωρίζω δωριστί, αἰολίζω αἰολιστί. τὸ δὴ οὖν αἴτιον τῆς ὀξύτητος ς ἐν πάθει ὑπεστέλλετο, καὶ ἐπεὶ οὐκέτι ὅμοιον ἐγίνετο τοῖς προκειμένοις, εἰς τὸν κοινὸν τῶν ἄλλων ἐπιρρημάτων τόνον μετῄει, ἅπερ ἐβαρύνετο, ὡς τὸ ὕψι, ἶφι, αὖθι. τὸ τοιοῦτον ἐντελέστατα ἐπιδεδείξεται, ὡς πᾶν σχῆμα λέξεως, τὴν ὁμοιότητα τῶν προκειμένων μορίων ἀποβαλὸν ἐν πάθει, εἰς τὸν τόνον μεταβάλλεται τὸν δυνάμενον τὴν ὁμοιότητα τοῦ πάθους ἀναδέξασθαι. ὥς γε ἔστιν ἐκ τῶν προκειμένων μορίων ἐκθέσθαι. τὰ εἰς στης ῥηματικά, ὅτε ἐστὶν ὑπὲρ δύο συλλαβάς, ὀξύνεται, εἰλαπιναστής, λιθαστής, θεριστής· τὰ δὲ διὰ μόνου τοῦ της ἐκφερόμενα μετὰ βραχείας τῆς παρεδρευούσης βαρύνεται, οἰκέτης, ἀρότης, ἐλάτης. ἔνθεν οὐ συμμένει ἡ ὀξεῖα ἐπὶ τοῦ ἐργάτης ἡ 〈τοῦ〉 ἐργαστής, ἀλλʼ ἅπαξ ἂν ἀποβάλλῃ τὸ ς , ὅμοιον γινόμενον τῷ ἐλάτης καὶ ἀρότης, σὺν ἐκείνοις καὶ βαρύνεται.—Καὶ ὡς μὲν παρῆκται κατὰ λόγον τῶν ἐπιρρημάτων, σαφὲς ἐγένετο. Καταστατέον δὲ καὶ πῶς τὸ ἕκητι ἐγένετο. δόκησιν μὲν ἔχει προϋπάρχουσαν τοῦ ἀέκητι, καθὸ τὰ ἁπλᾶ προϋφέστηκε τῶν συνθέτων. ἀλλʼ ἔστι γε ἀποδεῖξαι πάμπολλα ἁπλᾶ ἀπὸ συνθέτων γεγονότα, ὡς ἔστι γε ἐπινοῆσαι καὶ ἐπὶ τῶν κατὰ σύμπηξιν σωμάτων ἀποβολάς τινων μερῶν, ἁπλότητος μὲν ἐχομένας, δηλούσας δὲ τήν ποτε γενομένην αὐτοῖς σύμπηξιν, ὡς εἰ κλινιδίου ποὺς ἤ τι τοιοῦτον μερικόν τὸ ὑπόδειγμα ἐπὶ πολλὰ συντείνει. [25]
1 136
ἔστιν οὖν τις τρόπος καὶ τοιοῦτος ἐν λέξεσιν, ὃς δοκεῖ μὲν ἁπλοῦς εἶναι, ὑπόμνησιν δὲ ἔχει τοῦ ἐκπεπτωκέναι ἐκ συνθέτου λέξεως. καὶ ἕνεκά γε ὑποδείγματος ἕν που καὶ δεύτερον παραληπτέον. —Τὸ ἠνορέα, ἁπλοῦν νοούμενον ἁπάντοτε, οὐ καταστήσεται. πόθεν γὰρ παρὰ τὸ ἀνήρ ἢ τὴν ἀνέρος γενικήν, ἢ τὴν συγκεκομμένην ἀνδρός, τὸ ἠνορέα συστήσεται ἢ ἀνερία (ὡς αἰθέρος αἰθερία), τῆς δὲ ἀνδρός (ὡς καὶ ἔστιν) ἡ ἀνδρία;—ἀλλὰ καὶ τὰ τοῦ λόγου τῇδε ἔχει. τὸ ἀνήρ συντιθέμενον τὸ α εἰς η μεταβάλλει, τὸ δὲ η εἰς ω . ἀνήρ ἀντήνωρ, ἀγαπήνωρ, εὐήνωρ, Ἐλεφήνωρ· φαμὲν δὲ καὶ διὰ τοῦτο καὶ τὸ Νικάνωρ, Εὐφράνωρ Δωρικά. ἦν οὖν καὶ τὸ εὐήνορα οἶνον (δ 622), ἀφʼ οὗ γέγονεν ἡ εὐηνορία καὶ εὐηνορέα, καὶ ἐλλείψει τῆς ε υ διφθόγγου, ἠνορέα. καὶ γὰρ σαφές, ὅτι τὸ δόμοις ἔνι ποιητοῖσιν (ν 306) 〈ἐν〉 ἐλλείψει ἐστὶ τοῦ εὖ· ἐστὶ γὰρ 〈ἐν τοῖς εὖ〉 πεποιημένοις· καὶ τὸ κρητῆρα τετυγμένον (Ψ 741) σημαίνει τὸν εὖ τετυγμένον. καὶ ἄλλα δὲ πολλά ἐστιν, ἅπερ ἁπλῶς μὲν λέγεται, συνθέτως δὲ νοεῖται· ἀλλʼ ὑμεῖς ἔρχεσθε (Ι 649) ἀντὶ τοῦ ἀπέρχεσθε, καὶ πικρὰς ὠδῖνας ἔχουσαι (Λ 271) ἀντὶ τοῦ ἐπέχουσαι, καὶ τὸ οἵ σφιν γείτονες ἦσαν (ι 48) ἀντὶ τοῦ ἀστυγείτονες. καὶ ἀνάπαλιν παρὰ προθέσεις ἐλλείποντα ῥήματα, πάρα δʼ ἀνήρ, ὃς καταθήσει (π 45). ἀλλʼ ἄνα, εἰ μέμονάς γε (Ι 247).— Ἀλλʼ οὐδὲ τὸ φρονῶ πάλιν ῥῆμα συστήσεται. παρὰ γὰρ τὸ φρήν καὶ τὴν τούτου γενικὴν φρενός ἀπετελεῖτό τι φρενῶ, καθὸ καὶ παρὰ τὴν ἑνός φωνὴν ἑνῶ που γίνεται. οὐ δὴ οὖν ἔστι θαρρῆσαι, ὡς κατὰ πάθος τὸ ε εἰς τὸ ο μετετέθη ἐν τῷ φρονῶ. οὐ γὰρ ἦν ἡ αὐτὴ ἔννοια, εἴγε τὰ πάθη οὐ τῶν λεκτῶν, τῶν δὲ φωνῶν. ἄλλως τε τὸ μετατίθεσθαι τὸ ε εἰς τὸ ο ἐν βαρυτόνοις ῥήμασίν ἐστι, φέρω φορῶ, πέρθω πορθῶ, νέμω νομῶ. ἔχει οὖν τὰ τῆς καταστάσεως τῇδε. τὸ φρήν πάλιν συντιθέμενον τὸ η εἰς τὸ ω μεταβάλλει, φρήν ἄφρων, σώφρων. [30]
1 137
ἐγίνετο δὲ πάμπολλα πάλιν τοιαῦτα ῥήματα ὀνοματικά, ὡς παρὰ τὴν εὐδαίμονος γενικὴν γίνεται τὸ εὐδαιμονῶ, παρά τε τὴν ἀγνώμονος τὸ ἀγνωμονῶ. παρὰ τὴν ἄφρων οὖν εὐθεῖαν ἐγίνετο ἀφρονῶ, κατὰ στέρησιν τοῦ φρονεῖν. ἐπεὶ δὲ τὰ ἐν στερήσει παραλαμβανόμενα καὶ ἐν καταφάσει παραλαμβάνεται, ἀφαιρουμένης τῆς στερήσεως, τὸ φρονῶ ἐγίνετο εἰς κατάφασιν τοῦ ἀντικειμένου τοῦ ἀφρονεῖν.—Εἰ δέ τις [καὶ] τὸ ἀκριβὲς ἐπιστήσειε, καὶ τὸ ἀψευδής καὶ ἔτι τὸ ἀσαφής πρότερα ἂν εὕροι τοῦ ψευδής καὶ σαφής [ἀλλὰ φήσει τις ὅτι, εἴπερ δοίημεν παρὰ τὸ ψευδῶ καὶ σαφῶ τὰ ὀνόματα ἐγίνετο]. τὰ δὴ ἐν ὀξείᾳ προφορᾷ καὶ ἐν κλίσει τῇ διὰ τοῦ ης ἐκ ῥημάτων παραγόμενα κατὰ σύνθεσιν παραλαμβάνεται. παρὰ τὸ σεβῶ εὐσεβής, παρὰ τὸ πήσσω πρωτοπαγής, καὶ ἴσως παρὰ τὸ ψεύδομαι ἦν τι ἀψευδής, καὶ εἰς κατάφασιν πάλιν τοῦ ψεύδεσθαι ψευδής ἐγίνετο.—Τούτων οὖν τῇδε ἐχόντων, προϋπάρχοντος ῥήματος τοῦ ἀεκάζω, προϋπάρχει τὸ ἐπίρρημα τὸ ἀεκαστί, ἀφʼ οὗ τὸ πεπονθὸς τὸ ἀέκητι. καὶ 〈ἐπεὶ〉 συνήθως πάλιν ἐκ συνθέτων ἁπλᾶ ἐγίνετο, καὶ μάλιστα ἐν 〈ἐλ〉λείψει τῆς α στερήσεως, πιστούμεθα ὅτι καὶ ἐκ παρασυνθέτου τοῦ ἀέκητι ἁπλοῦν παρελαμβάνετο τὸ ἕκητι. οὐκ ἄρα ἄπορον τὸ σχῆμα, δόκησιν ἔχον συνθέσεως, τὸ τοῦ ἀέκητι. Ἑξῆς ῥητέον καὶ περὶ τοῦ ὑπόδρα, περὶ 〈οὗ Τρύφων〉 ἐν τῷ περὶ ἐπιρρημάτων (p. 47 Velsen) φησίν, ὡς οὐ δεόντως 〈βαρεῖαν τάσιν〉 ἀνεδέδεκτο. «τὴν γὰρ ἀποβολήν» φησι «φυλακτ〈ικὴν εἶναι〉 τοῦ τόνου. τὸ ἄναξ, ἀποβαλὸν τὸ ξ , φυλάσσεται κ〈ατὰ τὴν〉 αὐτὴν τάσιν, Ζεῦ ἄνα Δωδωναῖε (Π 233) καὶ κατὰ κλητικὴν τὸ γύναιξ, ἐν τῷ ὦ γύναι· ἔτι τὸ γάλαξ, ἀφʼ οὗ γενικὴ ἡ γάλακτος, ὅτε γίνεται πάλιν γάλα. ὅθεν εἰ καὶ τὸ ὑποδράξ ἐν ὀξείᾳ τάσει ἐστί, σαφὲς ὅτι καὶ τὸ ἐν ἀποβολῇ τοῦ ξ πάλιν τὸν ἐπόντα τόνον φυλάξει.»—Τὸ τοιοῦτόν τινες ἐπιλύονται, φάμενοι μὴ ἐν ἀποβολῇ τοῦ ξ τὸ ὑπόδρα γεγενῆσθαι, συνδέσμων δὲ παραπληρωματικῶν ἐν ὑποστολῇ τοῦ η παραθέσει, τοῦ ἐντελοῦς ὄντος ὑπὸ δή ῥα ἰδώ ν. [25]
1 138
«οὐδὲ γὰρ πιθανόν, παρακειμένου τοῦ ἰδών, τὸ ὑποδράξ παραλαμβάνειν· ἐν γὰρ τῷ ὑποδράξ ἔγκειται τὸ ὑπιδών.» ὥστε κατʼ αὐτοὺς μηδʼ ἐπίρρημα εἶναι τὸ ὑπόδρα, παράθεσιν δὲ προθέσεως καὶ παραπληρωματικῶν συνδέσμων, ὥστε τὴν ὑπό τῷ ἰδών συντάσσεσθαι, καὶ εἶναι τὸ ἑξῆς ὑπιδών, τοῦ ῥά καὶ τοῦ δή μίαν καὶ τὴν αὐτὴν ἐχόντων δύναμιν.—Ἀλλʼ ἔστι γε πρὸς ἀμφοτέρους τοὺς λόγους φάναι. Καὶ πρὸς μὲν τὸν πρότερον, ὡς οὐκ ἔστιν ἀληθές, ὡς τὰ ἐν ὑποστολῇ τῶν συμφώνων, ἵνα μὴ μερικώτερόν τις ἐπὶ τοῦ ξ διαλάβῃ, πάντοτε φυλακτικά ἐστι τοῦ τόνου, εἰ μὴ ὁ τύπος ὁ ὑπολειπόμενος παραδέχοιτο τὸν τόνον. οἷον τὸ πολλάκις ἢ δεκάκις ἢ τὰ τοιαῦτα ἐν ἀποβολῇ τοῦ ς οὐ κωλύεται μένειν κατὰ τὸν αὐτὸν τόνον, εἴγε ἄπειρα τὰ εἰς ι λήγοντα ἐπιρρήματα κατὰ βαρεῖαν τάσιν· τὰ δὲ ὀξυνόμενα ἔν τινι τηρήσει ἐστὶ κατὰ τὴν ὀξύτητα, περὶ ὧν ἐκτεθείμεθα καὶ ἐν τῷ περὶ τοῦ ἕκητι. τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ χωρίς, ἀποβαλὸν τὸ ς , οὐκ ἐφύλαξε τὴν ἐπὶ τοῦ τέλους ὀξεῖαν, ἀνεβίβαζε δέ, οὐχ ὑποπῖπτον τῇ ὀξύτητι τῶν εἰς ι ληγόντων ἐπιρρημάτων, ἐν τῷ χῶρι διατμήγουσιν (Callim. fr. 48 Bentley Schneider). ἔφαμεν δὲ καὶ αὐτὸ τὸ ἕκητι εὐλόγως ἀναβεβιβακέναι τὸν τόνον. ἀλλὰ καὶ ἐπὶ τοῦ οὕτως· ἡνίκα ἀποβάλλεται τὸ ς ἐν τῷ οὕτω, οὐκ εἴργεται τῆς βαρύτητος τῆς κατὰ τὰ εἰς ως , ἐπεὶ πάμπολλα τὰ ἐν βαρείᾳ τάσει. καὶ ἐπʼ ὀνομάτων δὲ ἔστι τὸ αὐτὸ παραστῆσαι, καὶ ἐπʼ ἄλλων μερῶν λόγου, εἴγε, ὡς ἔφαμεν, τὸ συνεληλασμένοι, ἐνδεῆσαν του ς , ἀναγκαίως ἀνεβίβαζε τὸν τόνον, τὸ δεσπότης, τὸ ἐργάτης. τό γε μὴν συγχεῦαι 〈δεῖ φυλάσσ〉ειν τὸν αὐτὸν τόνον. ἀναγκαίως δὲ καὶ τὸ ἄναξ, 〈ἀποβαλὸν〉 τὸ ξ , τὸν αὐτὸν τόνον φυλάσσει. πολλαὶ γὰρ αἱ εἰς α 〈βαρυνόμενον〉 κλητικαὶ τῶν ἀρσενικῶν, Ὀρέστα, Θυέστα. καὶ αὐτὸ δὲ 〈τὸ τοῦ ἄναξ〉 πάθος ἀνάλογον, ἐν οἷς τῆς μὲν εὐθείας τὸ ξ οὐκ ἀφείλετο, κλητικῆς δὲ τῆς δυναμένης καὶ εἰς α λῆξαι, ὡς ἀνάπαλιν 〈οἰ〉κείως ἐπὶ τοῦ γάλαξ τὸ ξ ἀπέβαλλεν, ἀνεφίκτου οὔσης τῆς εἰς ξ καταλήξεως, ἐπεὶ οὐδὲν οὐδέτερον εἰς διπλοῦν λήγει. [25]
1 139
—ἄπειρος ἡ εἰς τὸ τοιοῦτον παράθεσις. ὅθεν χωρητέον καὶ ἐπὶ τὸν προκείμενον λόγον. Τὸ δὴ ὑπόδρα δύναται μὲν καὶ κατὰ φύσιν εἰς α λήγειν, δύναται δὲ καὶ κατʼ ἔλλειψιν τοῦ ξ ἐξενεχθὲν τάσιν ἀνάλογον ἀναδεδέχθαι.— ἐντελὲς μὲν οὖν ἐστὶν ἐν τῇ ληγούσῃ, εἰ τῇδε εἴη ἐσχηματισμένον. τὸ δρῶ σημαίνει καὶ τὸ ὁρῶ, ἀφʼ οὗ καὶ τὸ δρωπάζειν, καὶ τὸ δραπέτης ὁ ἐπιβλέπων τοὺς δεσπότας. καὶ σαφὲς ὅτι ἐγένετο ἐπίρρημα εἰς α περατούμενον, ὅμοιον τῷ ἀντῶ ἄντα, ἠρεμῶ ἠρέμα· ἀφʼ οὗ σύνθετον τὸ ὑπόδρα.—δύναται δὲ καὶ παρὰ τὸ ὁρῶ εἶναι τὸ ἀκόλουθον ὅρα, καθότι εἴπομεν καὶ τῷ ἀντῶ ἄντα παρακεῖσθαι, σιγῶ σῖγα. ὃ δὴ πλεονάσαν τῷ δ ἐγένετο ὑπόδρα, καθότι καὶ ἐν τῷ μίγα τὸ μίγδα, ὃ δὴ πάλιν παρέκειτο ῥήματι τῷ μίσγω· τῆς συναλοιφῆς Ἰωνικωτέρας γενομένης, καθότι καὶ ἐπὶ τοῦ ἀπηλιώτης.—Ἀλλʼ εἰ καὶ ἀπὸ τοῦ ὑποδράξ εἴη, ὅπερ πάλιν τῷ δέρκω παράκειται, ὡς ἐν τοῖς ἑξῆς δεδείξεται, δύναιτο ἄν, καθὼς ἐπεδείξαμεν, καὶ ἐν ἀποβολῇ τοῦ ξ γενόμενον βαρεῖαν τάσιν ἀναδέξασθαι. πρῶτον μὲν γὰρ οὐκ ἀνέφικτον τὸ πάθος, ἐπεὶ οἷόντε καὶ εἰς α λήγειν ἐπιρρήματα. ἀλλʼ ἐπεὶ τὰ εἰς α λήγοντα ὀξυνόμενα ὑποπίπτει λόγοις τοιούτοις, συνέχουσι τὴν ὀξύτητα τοῦ α , καθὼς ἐν τοῖς ἑξῆς εἰρήσεται, ὡς τὰ μὲν εἰς δα παρακείμενα τοῖς εἰς δον ὀξύνεται, τά τε ὁμοφωνοῦντα ὀνομαστικῇ πληθυντικῇ οὐδετέρᾳ, καὶ ὥς τινα τῶν εἰς θα · τὰ γὰρ μὴ οὕτως ἔχοντα ἐν βαρείᾳ τάσει εἰσίν, ὥσπερ τὸ αἶψα, τὸ τάχα, ῥίμφα, ὄφρα· δῆλον ὡς καὶ τὸ ὑπόδρα, οὐ πῖπτον ὑπὸ τὸν λόγον τῶν ὀξυνομένων, τὸν τῶν βαρυτόνων ἐπιρρημάτων τόνον ἀναδέξεται. [20]
1 140
πρόκειται αὕτη ἡ ἀπόδειξις ἔν τε τῷ περὶ τοῦ ἀέκητι καὶ τοῖς κατειλεγμένοις κατὰ τὰς αἰτίας τῶν συμφώνων τῶν ἀναβιβαζόντων τὸν τόνον. Πρὸς δὲ τοὺς φαμένους μηδὲ ὅλως αὐτὸ ἐπίρρημα εἶναι, σύνδεσμον δὲ παραπληρωματικόν, ἔστιν ἀποφήνασθαι ὡς πρῶτον μὲν βιά〈ζονται〉 συγκοπὰς συνδέσμων παραδεχόμενοι, ὅπερ οὐκ ἂν ἔχοιεν ἐπιδεῖξαι. καθόλου γὰρ πᾶν πάθος ἐξ ὁμοίου πάθους κατορθοῦται. ὁ γὰρ λέγων περὶ συγκοπῆς τῆς ἐν ὀνόμασι, συγκοπὴν ἐπιδείξει καὶ ἐν ἑτέροις ὀνόμασι καὶ ἐν ἐπιρρήμασ〈ι καὶ〉 ῥήμασι. παρὰ γοῦν Αἰολεῦσι συνεχέστερον μὲν αἱ προθέσεις συγκόπτονται, οἱ δὲ σύνδεσμοι οὐκ εὐθετίζονται μὲν εἰς συγκοπάς, εἰς δὲ συναλοιφάς.—ὅ τι δέ ἐστι τὸ ἐμποδίζον τὸ τὴν αὐτὴν σημασίαν ἐν παραλλήλοις κεῖσθαι, ὅπου γε καὶ ἄλλα πλεῖστά ἐστιν ἐν παραλληλότητι κείμενα, ὡς τὸ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε (Α 361), καὶ ἐν ἀντωνυμίαις κὰδ δέ μιν αὐτόν (Φ 318), καὶ ἐν συνδέσμοις καί τε χαλιφρονέοντα (ψ 13), ἤτοι μὲν Μενέλαος (Γ 213), καὶ ἐν προθέσει ἀμφὶ περὶ κρήνην (Β 305), προπροκυλινδόμενοι (Χ 221)· καὶ ἐν συνθέτῳ πολλάκις ἁπλᾶ ἐπιφέρεται τὰ αὐτὰ, οὐδέ τί 〈μοι〉 ποδάνιπτρα ποδῶν (τ 343), κατὰ μεγαλήτορα θυμόν (ι 299). καὶ σαφὲς ὅτι τοῖς τοιούτοις ὑποπέπτωκε τὸ ὑπόδρα ἰδών. πρὸς οἷς ὑπάρχει ἡ αὐτὴ σύνταξις τοῦ ὑπιδών τῷ ὑπόδρα 〈ἰδών〉, ὡς ἀμφοτέρων τῶν ῥημάτων τὸ αὐτὸ δηλούντων. Καὶ τοσαῦτα μὲν περὶ τοῦ ὑπόδρα, ὡς εἴη ἐπίρρημα. Ὅτι δὲ καὶ τὸ πύξ καὶ τὸ λάξ καὶ τὰ τούτοις ὅμοια σχήματα οὐ πάντως διὰ τὴν μετάληψιν τὴν εἰς τὸ πυγμῇ, καθότι τινὲς ᾠήθησαν, ὀνόματα ἂν εἴη, σαφὲς ἐκ τοῦ ἐπὶ ῥῆμα φέρεσθαι πάντοτε τὰς φωνάς, καθότι καὶ τὰ ἄλλα τῶν ἐπιρρημάτων, καὶ ἐκ τῆς παρεπομένης ἀκλισίας ἐπὶ τὰς πτώσεις καὶ τοὺς ἀριθμούς, ὅπερ παρεπόμενον ἦν, ὡς πρόκειται, τῷ ἐπιρρήματι. [5]
1 141
καὶ γὰρ ἂν τὰ ὀνόματα ἐπὶ τὰ ῥήματα φέρηται, ἀλλʼ οὐ κατὰ τὴν αὐτὴν ἔννοιαν οὐδὲ καθʼ ἕνα σχηματισμόν. ἀλλʼ οὐδὲ ἐκεῖνο θαρσήσειέ τις φάναι, ὡς καὶ ἄλλα ὀνόματα ἄκλιτα ἂν εἴη, καὶ οὐ παρὰ τοῦτο ἐπιρρήματα, εἴγε τῆς ἀκλισίας ἐκείνων λόγον ἔστιν εὑρέσθαι, λέγω τοῦ πέντε ἢ ἕξ καὶ τῶν τοιούτων, 〈ἢ κα〉ὶ τῶν στοιχείων, ὡς κατὰ τὸ δέον ἐκτεθείμεθα· οὐκ ἔστι μέντοι ἐπινοῆσαι ὄνομά τι ἐς διπλοῦν λῆγον, ὃ οὐ πάντως κλίσεως ἔτυχε. καὶ ἕνεκα κλίσεως καὶ συντάξεως τὸ μὲν πτύξ ὄνομά ἐστιν, ἐπεὶ καὶ πτυχός καὶ πτύχες· τὸ δὲ πύξ ἐπίρρημα καὶ τὸ λάξ, συντασσόμενα τοῖς ῥήμασι καὶ οὐκ ἔχοντά τινʼ ἄλλην σύνταξιν ἢ τὴν ῥηματικήν. Ἀκολούθως διαληπτέον καὶ περὶ ἐπικρίσεως τοῦ πέντε καὶ τῶν τοιούτων, μὴ ἄρα καὶ αὐτὰ διὰ τὴν παρεπομένην ἀκλισίαν ἐπιρρήματα ὑπολάβῃ τις ἀριθμοῦ δηλωτικὰ εἶναι.—Διότι μὲν οὖν, ὀνόματα ὄντα, ἄκλιτά ἐστιν, ἐντελέστερον μὲν εἴρηται ἐν τῷ περὶ ἀντωνυμιῶν, ἔνθα καὶ ἐπεδείκνυμεν, καθʼ ὃν λόγον αἱ ἀντωνυμίαι ἄκλιτοι, ὡς ἕνεκά γε τῶν παρεπομένων φωνῶν. ἦν δὲ τὰ συνεκτικὰ τῶν λόγων, ὡς τὰ διὰ μιᾶς φωνῆς τριγένειαν ὑπαγορεύοντα οὐκ ἐφικτὰ εἰς κλίσεις. καὶ ἕνεκά γε τούτου τὸ μὲν τρεῖς καὶ τέσσαρες καὶ εἴ τις τοιοῦτος ἀριθμὸς 〈οὐ〉 μοναδικὸς κατὰ τριγένειαν, ἐκλίνετο, τὰ δὲ πέντε καὶ τὰ ὅμοια οὐκέτι.—ἄλλως τε καὶ οἱ κανόνες τῶν ὀνομάτων ἀρχὴν ἔχουσι τὴν θέσιν τῆς λέξεως, ὅτε φαμὲν τὰ εἰς ω λήγοντα ἢ εἰς υξ ἢ εἰς αξ , ἢ ὅτε φαμὲν τὰ πληθυντικὰ εἰς αι λήγειν ἢ εἰς ες ἢ εἰς οι , ἐφʼ ὧν τὸ δέον παρελαμβάνετο κατὰ τὰς κλίσεις. τὸ δὲ πέντε καὶ ἕξ οὐκ ἔχεται ἀρχῆς κανονικῆς· ποῖον γὰρ πληθυντικὸν εἰς εξ λήγει; ποῖον δὲ πληθυντικὸν εἰς ε λήγει; καὶ τὸ τοιοῦτον ἐντελέστερον ἐπιδειχθήσεται ἐν ἑτέροις. ἔνθεν οὖν ὑπεχώρησαν οἱ κανόνες, οὐ δυνάμενοι κατὰ τῶν ἰδίων παραλαμβάνεσθαι λημμάτων. [30]
1 142
—φαμὲν κἀν τοῖς προκειμένοις, ὅτι ἑτέρα μὲν σύνταξίς ἐστιν ἡ τῶν ἐπιρρημάτων πρὸς τὰ ῥήματα, ἑτέρα δὲ ἡ τῶν πτωτικῶν ὡς πρὸς τὰ ῥήματα. τῇδε οὖν τούτων ἐχόντων, φαμὲν οὕτως, πεντάκις παρεγένετ ο , τετράκις παρεγένετο, οὐ μὴν ἔτι οὕτως, πέντε παρεγένετο, ὅπερ εἰ μὴ ὀνοματικὸν εἴη, κἂν καθʼ ἕνα σχηματισμὸν εἶχε τὸ πέντε ὡς πρὸς τὴν τῶν ῥημάτων σύνταξιν. φαμὲν δὲ [τὰ] πέντε παρεγένοντο, συμπληθυνομένου τοῦ ῥήματος ὡς πρὸς τὸ ὄνομα, ὡς εἰ καὶ ἄνθρωποι παρεγένοντ ο. Τὸ ὄφελον οἱ μὲν κατὰ συνεκδρομὴν ῥήματός φασι κεκλίσθαι παρὰ τῷ ποιητῇ εἰς πρόσωπα, εἴγε καὶ τὸ δεύτερον ὄφελες καὶ τὸ τρίτον ὄφελεν· οἱ δὲ ἐκ ῥήματος ὑποσυγκεκόφθαι τοῦ ὤφειλον, «διὸ κατὰ τὴν τοῦ ἀπαρεμφάτου σύνταξιν 〈οὐκ〉 ἐν παραλληλότητι αὐτὸ τίθησι τῷ εἴθε, αἴθʼ ὤφ〈ελλεσ〉 (Ξ 84).» Φαίνεται δὲ ὅτι καὶ τὸ δεῦρ ο, ὁμοίως ὂν ἐπίρρημα, ἐχόμενον δὲ ὡς προστακτικῆς ἐννοίας, κατὰ συνεκδρομὴν πάλιν ὡς ἀριθμὸν ἀνεδέξατο ἐν τῷ δεῦτε, φίλοι· τὸν ξεῖνον ἐρώμεθα (θ 133). ᾧ λόγῳ καὶ τὸ ἄγε ἄγετε. «Τὰ εἰς ων λήγοντα, ὀνόματα μὲν ὄντα, παρασχηματισμὸν ἔχει ἤτοι ἐν κοινότητι ὡς ὁ σώφρων ἡ σώφρων, ὁ γείτων ἡ γείτων, ἢ ἐν καταλήξει τῇ εἰς να , Λάκων Λάκαινα, δράκων δράκαινα· οἷς μέντοι παράκειται θηλυκὰ εἰς σα λήγοντα, τούτοις παρέπεται τὸ εἶναι μετοχάς, λέγων λέγουσα, φρονῶν φρονοῦσα. [20]
1 143
καὶ διὰ τούτου γε τοῦ λόγου δείκνυται, ὅτι τὸ κρείων μετοχή, ἐκ τοῦ κρείουσα γυναικῶν (Χ 48). ὁμολόγως οὖν τὸ ἀκέων μετοχή· ἰδοὺ γὰρ παράκειται θηλυκόν, ἀλλʼ ἀκέουσα κάθησο (Α 565).»— Ἔστι δὲ πρὸς τὸ τοιοῦτον φάναι, ὡς ταῖς μετοχαῖς πολὺ πρότερον προϋφέστηκε ῥήματα, φέρω φέρων, φρονῶ φρονῶν. εἴπερ οὖν τὸ ἀκέων μετοχή, σαφὲς ὅτι καὶ ῥῆμα προϋποστήσεται τὸ ἀκέω. ἀλλʼ οὐδεμία ὑπόμνησις τοῦ ῥήματος.—ἀλλʼ ἀσύστατον τὸ ῥῆμα· βαρυνόμενα γὰρ οὐκ ἔστιν ἐπινοῆσαι ὑπὲρ δύο συλλαβὰς τῷ ε παρεδρευόμενα, δισύλλαβα μέντοι, πλέω, ῥέω, κέω, ἢ τὰ παρʼ Ἴωσι διῃρημένα, φιλέω, νοέω. εἰ δὲ [μὴ] τὸ τοιοῦτον μὴ παρέπεται, οὐ μετοχὴ τὸ ἀκέων· οὐ γὰρ ἔχει ῥῆμα.—Τὸ δὲ μεῖζον· τὰ πτωτικὰ συμμετασχηματίζεται τοῖς ἀριθμοῖς, τὰ δὲ ἐπιρρήματα καθʼ ἕνα σχηματισμὸν ἐκφέρεται. τοῦ μὲν προτέρου, ἄνθρωποι ὄντες διαλέγεσθ ε , ᾄδοντες ὑμνεῖτ ε , διαχεόμενοι ᾄδετ ε· τοῦ δὲ δευτέρου, κρύβδην ᾄδετ ε , βοτρυδὸν παραγίνεσθ ε. εἴπερ οὖν καὶ τὸ ἀκέων μετοχή, σαφὲς ὅτι πρὸς μὲν τὸ ἑνικὸν καθʼ ἑνικὴν σύνταξιν παραληφθήσεται, ἀκέων εὐφραίνου, πρὸς δὲ τὸ πληθυντικὸν κατὰ πληθυντικήν, ἀκέοντες εὐφραίνεσθ ε , ὡς ἡσυχάζων εὐφραίνο υ , ἡσυχάζοντες εὐφραίνεσθ ε. ὅπερ οὐ παρείπετο ἐν τῷ ἀκέων δαίνυσθε (φ 89). ἐν ἴσῳ γάρ ἐστι τῷ ἡσυχῇ δαίνυσθε ἢ ἡσυχῶς δαίνυσθ ε. κατὰ τοῦτον δὴ τὸν τρόπον ἐπιρρηματικῆς ἔχεται συντάξεως μᾶλλον ἤπερ μετοχικῆς.—Περὶ τοῦ μετασχηματισμοῦ ἐκεῖνο ἔστι φάναι, ὡς ὁ τύπος ὡς μετοχικὸς γενόμενος τοῦ ἐπιρρήματος, κατὰ συνεκδρομὴν ἔσχε θηλυκὸν παρασχηματισμόν, ᾧ λόγῳ καὶ τὸ ἄγε, ἐπίρρημα ὄν, τῇ συνεκδρομῇ τοῦ ῥήματος ἔσχε παρακείμενον τὸ ἄγετε, ὡς καὶ δεῦτε, φίλοι· τὸν ξεῖνον ἐρώμεθα (θ 133). καὶ, ὡς ἔφαμεν, τὸ ὄφελον 〈ὑπείληπται〉 πρὸς ἐνίων κατὰ συνεκδρομὴν γεγονέναι ῥήματος ἐν τῷ 〈ὡσ〉 ὄφελες (ω 30), [ὡς] εἰ μὴ τὸ ὤφειλον ὑποσυγκέκοπται. [25]
1 144
ἐν μέντοι ἐνίαις ἐκδόσεσιν ἦν θηλυκὸν τὸ ἀέκουσα, ἀλλʼ ἀέκουσα καθῆστο (Α 565).— Ἴσως δὲ [καὶ] παράκειται τῷ ἀκήν, μετατεθέντος τοῦ η εἰς ω καὶ πλεονάσαντος τοῦ ε , ὡς ἔφαμεν, τόνου ἐγγενομένου μετοχικοῦ διὰ τὸν τύπον, καθό τινες ᾠήθησαν καὶ τὸ χρήν χρεών. τὴν εἰς τοῦτο ἀκριβῆ παράθεσιν ἐντελέστερον ἐν τῷ περὶ μετοχῶν ἐκθησόμεθα. Καὶ περὶ τοῦ ἄνεῳ δὲ διαφορά τις κατὰ τὸν μερισμὸν εἰσήγετο πρὸς ἐνίων, ὡς εἴη μᾶλλον ὄνομα πληθυντικόν, Ἀττικῶς κεκλιμένον, ᾧ λόγῳ καὶ τὸ ι προσκείμενον. ἔχει δὲ τὰ τῆς καταστάσεως τῇδε. ἰά ἐστιν ἡ φωνή, καὶ ἴσως ἀπὸ τοῦ ἰέναι ἐπὶ πᾶσαν ἀκοήν. ἦν δὲ τὰ εἰς α λήγοντα θηλυκὰ ὀνόματα μεταπίπτοντα καὶ εἰς ος μετὰ τὰς συνθέσεις, σκιά ἄσκιος, ὥρα ἄωρος, μοῦσα ἄμουσος, ἡμέρα ἐφήμερος, πεῖρα πολύπειρος. κατὰ στέρησιν οὖν τὴν διὰ τοῦ α ἐγίνετο ἄνιος (σύνεστι δὲ ἐπʼ ἐνίων στερήσεων τὸ ν , ὡς ἐπὶ τοῦ ἀναίσχυντος, ἀναιδής). καὶ εἰς εὐθετισμὸν Ἀττικῆς ἐπεκτάσεως μετάθεσις ἐγένετο τοῦ ι εἰς τὸ ε , καθάπερ καὶ οἱ ἀγχίμαχοι ἀγχέμαχοι καὶ ἡ Σικυὼν Σεκυών παρὰ Σικυωνίοις. (καὶ εἰ τὸ ἀκριβὲς τοῦ λόγου τις ἐπιζητήσειεν, ἐπὶ τούτων ἁπάντων μετάθεσιν τοῦ ι εἰς τὸ ε εὑρήσει, μάντεως ὄφεως· καὶ γὰρ αὐτὰ εἰς τοῦτο μετατίθεται ὑπὲρ Ἀττικῆς ἐπεκτάσεως)· ἀφʼ οὗ πληθυντικὴ ἐκφορὰ Ἀττικὴ ἄνεω. [20]
1 145
—Ἔστι καὶ οὕτως φάναι. παρὰ ῥήματα ἀποτελεῖται ὀνόματα εἰς ος λήγοντα, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φοιτῶ νεόφοιτος, μυκῶ ἐρίμυκος, αὐδῶ ἄναυδος. οὕτω καὶ παρὰ τὸ αὔω ἄναυος, καὶ ἐλλείψει τοῦ υ ἄναος. ἀφʼ οὗ τὸ Ἀττικὸν ἄνεως, ὡς Μενέλαος Μενέλεως.—Ὅτι μὲν οὖν δύναται ὄνομα πληθυντικὸν εἶναι, σαφὲς ἐντεῦθεν. ἀλλὰ δῆλον, ὡς καὶ Ἀριστάρχῳ καὶ τοῖς ἀπὸ τῆς Ἀριστάρχου σχολῆς συνήρεσκε, τὸ μὴ μᾶλλον ὄνομα ἐκδέχεσθαι, ὡς ἐπίρρημα δὲ ἐκ τοῦ καθʼ ἕνα σχηματισμὸν ἐκφέρεσθαι καὶ ἐπὶ ἑνικῆς σχέσεως καὶ ἐπὶ πληθυντικῆς παραλαμβάνεσθαι, ὅπερ οὐ παρείπετο ὀνόμασι [καὶ γένους μὴ εἶναι διακριτικόν].—ἔστι δέ που καὶ ἐπὶ ἑνικῆς ἐκφορᾶς τὸ τοιοῦτον, ἡ δʼ ἄνεῳ δὴν ἧστο (ψ 93). καὶ σαφὲς ὅτι, εἰ δοθείη ἡ γραφὴ σὺν τῷ ς , δοθείη ἂν καὶ τὸ ὄνομα εἶναι τὸ ἄνεως· εἰ δὲ μηδεμία ἀπόδειξίς ἐστι τῆς τοῦ ς προσθέσεως, ὁμολόγως, ὡς πρόκειται, ἐστὶν ἐπίρρημα.—ἔστι μέντοι γε ἐπικρῖναι τὸ σχῆμα τῷ τοῦ ὀνόματος μερισμῷ, ἐπεὶ ἀντικείσεται, ὡς ἀκριβέστερον ἐν τοῖς ἑξῆς δεδείξεται, τὸ μὴ εἰς ω περατοῦσθαι τὰ ἀπὸ τριγενῶν ὀνομάτων, ἀπὸ δὲ μονογενῶν. οὐ γὰρ δή γε τῷ φίλος παράκειται ἐπίρρημα εἰς ω περατούμενον, εἰς δὲ ως , καὶ …. καὶ ἐν τοῖς τοιούτοις· τῷ μέντοι τόνος, μονογενεῖ ὄντι, παράκειται τὸ τόνῳ. εἴπερ οὖν καὶ τὸ ἄνεως, ἐκ κοινοῦ γεγονὸς τοῦ ἄναος ἢ ἄνιος, ἐπιθετικῶς παραλαμβανόμενον παράκειται ἐπιρρήματι, σαφὲς ὅτι οὐκ εἰς ω περατούμενον, εἰς δὲ ως . δεδείξεται γάρ, ὡς ἔφην, καὶ ἐν τοῖς ἑξῆς, ὡς οὐ τοῖς τοιούτοις πάλιν τριγενέσιν οὖσι παράκειται ἐπίρρημα εἰς ω περατούμενον, ἀνώτερος ἀνωτέρω, ἐσώτερος ἐσωτέρω. Ἐχομένως σκεπτέον καὶ περὶ τῶν ἐν ταῖς φωναῖς σχημάτων. [25]
1 146
Τὰ δὴ ἐπιρρήματα καὶ πρωτότυπά ἐστι καὶ παραγωγά. καὶ τὰ τούτων παραγωγὰ ἃ μὲν ἀπὸ ἐπιρρημάτων, ὡς παρὰ τὸ ἄνω ἀνωτέρω, ἢ παρὰ ὀνόματα, ὡς παρὰ τὸ βότρυς βοτρυδόν, ἢ παρὰ ῥήματα, ὡς παρὰ τὸ κλέπτω κλέβδην, ἢ παρὰ ἀντωνυμίαν, ὡς παρὰ τὸ ἐκεῖνος ἐκείνως, οὗτος οὕτως, αὐτός αὐτόθεν, ἢ παρὰ μετοχάς, ὡς παρὰ τὸ ἐπιστάμενος ἐπισταμένως καὶ ἐρρωμένος ἐρρωμένως, ἢ παρὰ προθέσεις ὡς ἔξ ἔξω καὶ παρὰ τὸ ἔν ἔνδον. καθὼς ἔστιν ἐπινοῆσαι καὶ τὰς τοῦ ὀνόματος παραγωγὰς ἢ καὶ ῥήματος παρὰ τὰς αὐτὰς ἰδέας τῶν λέξεων παραγομένας 〈ἢ παρʼ ἑτέρασ〉, εἴγε ἀπὸ μὲν ὀνόματος ὄνομα, ὡς λίθος λίθινος, ἢ καὶ ῥῆμα, ὡς παρὰ τὴν εὐδαίμονος εὐδαιμονῶ, ἢ καὶ παρʼ ἐπίρρημα, ὡς ὀψέ ὀψίζω, αἰαί αἰάζω, καὶ παρὰ πρόθεσιν, ὑπέρ ὑπέρτερος, πρό πρότερος, πάλιν καὶ τῆς τῶν ῥημάτων παραγωγῆς, ὡς πρόκειται, εἰς ταῦτα παραγομένης. Ἐχθές ἢ χθές ῥητέον; Τρύφων (p. 48 Velsen) φησὶν ἐν τῷ περὶ ἐπιρρημάτων τὸ ἐχθές ἐντελέστερον εἶναι τοῦ χθές Ἀττικοῦ, παρατιθέμενος τὴν ἐν τοῖς μονοσυλλάβοις ἐπιρρήμασιν ἀναλογίαν, ὡς εἴη ἐν μακραῖς συλλαβαῖς ἑκάστοτε, ναί, μή, ποῦ, πῶς, οὔ, καὶ τὰ τοιαῦτα· μηκυνόμενα διὰ τοῦ διπλοῦ, γνύξ, πύξ. πιστοῦται δὲ καὶ ἐντεῦθεν μὴ ἐντελῆ εἶναι τό τε δίς καὶ τρίς, ἐκ δὲ τοῦ δυάκις καὶ τριάκις συγκεκόφθαι, ἐπειδὴ τὰ εἰς ς λήγοντα μετὰ βραχείας ἐκφορᾶς ἐστιν ὑπὲρ μίαν συλλαβήν, εἰκός, ἐγγύς, ἐντός, ἅλις, ἄχρις, πάρος· ἐξ οὗ πάλιν συνῆγε τὸ ἐχθές ἀναλογώτερον, ἀφῃρῆσθαι δὲ πρὸς τῆς Ἀττικῆς χρήσεως τὸ ε .—Οὐ γὰρ πάνυ ἐκεῖνο ὑγιές, τὸ τὰ εἰς ες λήγοντα φάναι ῥήματα, σχές, σπές, ἕς, οἷς συνενεχθήσεται καὶ τὸ χθές, εἰ ἦν ἐντελές. [20]
1 147
ἀλλʼ οὗτός γε ὁ λόγος οὐ συστήσει οὐδὲ τὴν ἔς πρόθεσιν οὐδὲ τὴν εἴς, ἐπεὶ ἀμφοτέροις τοῖς σχήμασι σύνεστι ῥηματικὴ κατάληξις. καὶ γὰρ τῷ εἴς 〈τὸ〉 αἵματός εἰς ἀγαθοῖο (δ 611), καὶ τὸ [εἰς] ἔς ὅμοιον τῷ θές. τὴν τοιαύτην οὖν παράθεσιν εἰς κατόρθωσιν λέξεων παραιτητέον, ἐπεὶ πολλὰ μέρη λόγου, διάφορα ὄντα, ἔσθʼ ὅτε ταῖς λέξεσι συνῳκείωνται. Ἄμεινον οὖν ἐκεῖνον τὸν λόγον παραθέ〈σθαι,〉 ὡς τὸ πλεονάζον ε ᾠκείωται λέξεσι ταῖς ἀπὸ φωνήεντος ἀρχομέναις, ὥς τε τὸ ἀφαιρούμενον λείπειν ἐθέλει λέξιν ἀπὸ συμφώνου ἀρχομένην. ἔχει δὲ τὰ ὑποδείγματα τῇδε. τὸ ἕεδνα πλεονάζει τῷ ε , τὸ ἔειπεν ἀρχόμενον 〈ἀπὸ〉 τοῦ ε [ἀπὸ] φωνήεντος, τὸ ἑώρων, καὶ εἰ μὴ διαίρεσις τοῦ ἧδε τὸ ἕαδεν, ἀπὸ δὲ τοῦ ἅδε δʼ Ἕκτορι μῦθος (Μ 80)· ἕηκεν, ἕεις. τοῦ δὲ ἑτέρου ἔφη φῆ, ἔβη βῆ, ἐθέλω θέλω, οἱ ἐρυτῆρες ῥυτῆρες· ἔνιοι δὲ καὶ τὴν χεῖρα παρὰ τὸ ἔχειν φασὶν ἐσχηματίσθαι. τούτῳ γὰρ τῷ λόγῳ δείκνυται καὶ ἐν τῷ περὶ ἀντωνυμιῶν, ὡς οὐ πλεονάζει τὸ ε ἐν τῷ ἐκεῖνος, τοὐναντίον δὲ λείπει ἡ κεῖνος φωνὴ τῷ ε . ἔνθα καὶ περὶ τοῦ πνεύματος ἐντελέστερον δείκνυται. κατὰ δὴ τοῦτον τὸν λόγον πάλιν ἐντελέστερον τὸ ἐχθές τοῦ χθές. συνᾴδει δὲ καὶ ἡ τοῦ ἐτύμου προφορά, εἴγε παρὰ τὸ ἐκτὸς τοῦ χρόνου πεπτωκέναι τὸ κατάστημα ἐσχημάτισται, τῶν ψιλῶν ἀντιστοίχων εἰς τὰ δασέα μεταπεσόντων, καθὼς ἔστιν ἐπινοῆσαι καὶ ἐπὶ τοῦ ἔχθος· τὸ γὰρ ἀπόβλητον καὶ ἐκτὸς ἡμῶν τοιοῦτον. Ἐχομένως σκεπτέον περὶ τοῦ εὖτε καὶ ηὖτ ε, καθώς τινες ἐπεχείρησαν τὸ εὖτʼ ὄρεος κορυφῇσι (Γ 10) διὰ τοῦ ε καὶ τοῦ υ γράφειν, τοῦ κατὰ φύσιν σχήματος ἀπαιτοῦντος τὴν διὰ τοῦ η καὶ υ γραφήν. [25]
1 148
ἐγένοντο δὲ αἱ φωναὶ τῇδε. ἡ μὲν ηὖτε κατὰ τὸ ἀκριβὲς τοῦ λόγου [ὡς] οὐ [δὲ] μία λέξις ἐστὶν ἁπλῆ, ἀλλʼ οὐδὲ σύνθετος, ἐν παραθέσει δὲ τοῦ τέ συνδέσμου, νῦν παραπληρωματικοῦ καθεστῶτος.—Τό γε μὴν εὖτε ἓν ἁπλοῦν ἐστι, γενόμενον οὕτως. χρονικὸν ἐπίρρημα καὶ ἀναφορικὸν ἦν τὸ ὅτε, ὃ δὴ πλεονασμῷ τοῦ υ , κατὰ μετάθεσιν τοῦ ο εἰς τὸ ε , εὖτε ἐγένετο, καθότι τὸ υ ἐπεντιθέμενον ψιλοῦ πνεύματος αἴτιον γίνεται, ὥσπερ ἔχει τὸ ἕκηλος εὔκηλος φορέοι 〈το〉 (Arat. Phaen. v. 100). τό τε εὖνις παρὰ τὴν ἑνός παρωνόμασται.—τῇδε εἶχε καὶ τὸ προκείμενον ἐπίρρημα.—Τοῖς εἰς ως περατουμένοις ἐπιρρήμασι συνυπάρχει ἐπιρρήματα εἰς α λήγοντα, ὀξύτονα ἢ καὶ ἔτι βαρύτονα, περὶ ὧν τοῦ τόνου κατὰ τὸ ἑξῆς εἰρήσεται. οἷον τῷ πυκνῶς παράκειται τὸ πυκνά, ὅπερ καὶ ὁμοφωνεῖ πληθυντικῇ ἐκφορᾷ οὐδετέρᾳ, τῷ καλῶς τὸ καλά, τῷ καλλίστως τὸ κάλλιστα, σαφῶς σάφα, ταχέως τάχα. καὶ δὴ τῷ ὥς παρακείσεται τὸ ἅ, τὴν αὐτὴν ἔχον σημασίαν τῷ ὥς, καὶ σχεδὸν τὴν αὐτὴν σύνταξιν. ὃν γὰρ τρόπον κατὰ πλεονασμὸν τῆς κατά προθέσεως λέγομεν καθώς, οὕτω καὶ καθά. ἀλλὰ μὴν καὶ ὥστε λέων ἐχάρη (Γ 23) φαμέν· τῇδε ἔχει καὶ τὸ ἅτε παρθένος (Χ 127). ὅτι γὰρ πάλιν ἐν δυσὶ μέρεσι λόγου, σαφὲς καὶ ἐκ τῆς μεταλήψεως καὶ τοῦ πνεύματος, εἴγε τὸ α πρὸ τοῦ τ καθʼ ἓν μέρος λόγου ψιλοῦται, ἀτμήν, ἄτη, ἀτηρός. [οὐ μὴν ἀλλὰ] καὶ παρὰ τοῦτο τὸ ἅ ἀποτελεῖται ἰωνικώτερον τὸ ἥ, κατὰ μετάληψιν τοῦ α εἰς τὸ η . πάλιν γὰρ τῆς αὐτῆς συντάξεως ἐχόμενόν ἐστι τὸ ἥτε ξείνων θέμις ἐστί (ι 268), καὶ δίχα τοῦ τέ συνδέσμου ἣ θέμις ἐστίν (Β 73), ἐν ἴσῳ τῷ ὣς θέμις ἐστ ί. [30]
1 149
〈Οὐ μὴν ἀλλὰ〉 καὶ οὕτως φαμέν· τοῖς εἰς ως λήγουσιν ἐπιρρήμασι συνυπάρχει τινὰ εἰς η λήγοντα, συντονούμενα τούτοις, οὐδαμῶς οὐδαμῇ, πάντως πάντῃ, ἄλλως ἄλλῃ, διχῶς διχῇ. ὀξυνομένῳ ἄρα τῷ ὥς 〈συν〉οξυνθήσεται τὸ ἥ, ὅπερ, ὡς ἔφαμεν, ἐν τῷ ἣ θέμις ἐστί (Β 73), τοῦτο ἐν 〈προσθέσει του τε καὶ〉 πλεονασμῷ τοῦ υ ηὖτε, πάλιν ἀναγκαίως τοῦ η ψιλωθέντος, καθʼ ὃν εἴπομεν λόγον καὶ περὶ τοῦ εὖτε.—καὶ σαφὲς ὅτι ὁ ἐγγενόμενος πλεονασμὸς ὡς ἕνωσιν τοῦ σχηματισμοῦ ἀπετέλει. ἔσθʼ ὅτε γὰρ τὰ ἐπισυμβαίνοντα πάθη 〈ὡσ〉 〈ἕνω〉σιν τῶν μορίων ἀπετέλει, ὅτε καὶ τὸ τί ποτε ὑπὸ συγκοπὴν πεσόντα ἥνωται ἐν τῷ τίπτε σὺ δείδοικας (Μ 244). τούτῳ οὖν τῷ λόγῳ δοκεῖ καὶ τὸ ηὖτε ὡς ἡνῶσθαι. Ἀλλὰ κἀκεῖνο ἐπιλυθήσεται, «τί δήποτε τὸ μὲν ηὖτε καὶ ἠΰτε λέγεται ἐν τρισὶ συλλαβαῖς, ἠΰτε περ κλαγγὴ γεράνων πέλει (Γ 3), πάλιν ἀναγκαίως τοῦ η ψιλουμένου διὰ τὸ προηγεῖσθαι φωνήεντος· οὐ μὴν ἔτι τὸ εὖτε.»—πρὸς ὃ ἔστι φάναι, ὡς ἕνεκα μὲν τῆς τοῦ υ ἐπενθέσεως ἀναγκαία ἡ δισύλλαβος προφορά. τὸ γὰρ υ καὶ τὸ ι πλεονάζοντα μετὰ φωνήεντος εἰς μίαν συλλαβὴν συνῄει, ἕαδεν εὔαδεν, ἕκηλος εὔκηλος, καὶ παρὰ Αἰολεῦσι ναός ναυός, καὶ παρʼ Ἴωσι νόσος νοῦσος, καὶ ἐπὶ τοῦ ἔρια εἴρια, ἕως εἵως. ἀναγκαίως οὖν καὶ τὸ ηὖτε ἀπὸ τοῦ ἥτε τὰς ἴσας συλλαβὰς τηρεῖ. [20]
1 150
—τῆς δὲ διαστάσεως ἀφορμή ἐστιν ἥδε. οὐκ ἔστιν ἐπινοῆσαι 〈τὸ η 〉 καὶ τὸ υ ἐν μιᾷ συλλαβῇ, ὅτε μὴ ἐν κλίσει ῥήματος, αὐλῶ ηὔλουν, αὐχῶ ηὔχουν. ἀναγκαία ἄρα ἡ διάστασις τοῦ ἠΰτε. ἔνθεν γοῦν φαμὲν ἕνεκα μὲν μεταλήψεως τοῦ α εἰς η κατωρθῶσθαι τὸ γρηῦς, ἕνεκα δὲ τοῦ τὴν τοιαύτην συλλαβὴν μὴ εὑρίσκεσθαι διαστατικώτερόν φαμεν τὸ γρηῢς Ἀπειραίη (η 8)· ὅτι γὰρ ἐκ μονοσυλλάβου διῄρηται, προῦπτον, διδάσκει δὲ καὶ ἡ γενική, δισυλλαβήσασα ἐν τῷ γρηὸς ὀδυρομένης. ἡ γὰρ εἰς ηυς εὐθεῖα δισύλλαβος γενικὴν τρισύλλαβον ἀποτελεῖ, καθάπερ ἡ γένυς τῆς γένυος. ἀποτελεῖ δὲ δισύλλαβον γενικὴν τὴν γρηός· ὅπερ παρείπετο ταῖς μονοσυλλάβοις εὐθείαις.—ἀπειράκις δὲ ἐδείχθη, ὅτι οὐ πρὸς τὰ πάθη αἱ κλίσεις ἀπαρτίζονται, πρὸς δὲ τὰ ὁλόκληρα.— Βραχεῖα δὲ ἀφορμή ἐστι τοῦ καὶ τὸ εὖτε παραλαμβάνεσθαι ἀντὶ τοῦ ηὖτε. ὃν γὰρ τρόπον τὸ ὥς ἀντὶ τοῦ ὅτε, Ἕκτωρ δʼ ὡς Σκαιάς τε πύλας (Ζ 237), κατὰ τὸν αὐτὸν δὴ τρόπον οὐδὲν κωλύει καὶ τὸ εὖ τ ’ ὄρεος, σημαῖνον τὸ ὅτε, παρειλῆφθαι ἀντὶ τοῦ ὥς. Τρύφων (p. 48 Velsen) φησὶν «ὡς τὰ εἰς α λήγοντα ἐπιρρήματα βραχυκατάληκτά ἐστιν· οὐ γεγράψεται ἄρα τὸ ἰδία καὶ δημοσία σὺν τῷ ι .» Ἔστι δὲ πρὸς τὸ τοιοῦτον ὑπαντῆσαι, ὡς οὐ κατά τινα νόμον τὰ ἐπιρρήματα πάντως εἰς βραχὺ θέλει λήγειν. τί γὰρ ἐμποδὼν τοῦ καὶ εἰς μακρὰν λήγειν καὶ εἰς βραχεῖαν; καὶ γάρ τινα βραχυκατάληκτά ἐστιν, ὡς τὸ τῆλε καὶ ὀψέ, καὶ μακροκατάληκτα, ὡς τὸ ἔσω καὶ ἔξω· καὶ τῷ ι βραχεῖ, ὡς ἑλληνιστί, ἰαστί, ἀλλὰ καὶ εἰς μακρὸν τὸ ι , ἀκονιτί, ἀναιμωτί. [25]
1 151
οὐκ ἄρα ἀπόδειξις τοῦ ὅτι τὸ ἰδίᾳ σὺν τῷ ι οὐ γεγράψεται τὸ τἆλλα εἰς βραχὺ α λήγειν.—καὶ γὰρ ἐπʼ ὀνομάτων ἐνὸν τὸ τοιοῦτον εὑρέσθαι. μοῦσά φαμεν, ἀλλὰ καὶ Ἀθηνᾶ καὶ σοφία. Ῥητέον οὖν ἑτέρῳ λόγῳ καὶ περὶ γραφῆς τῆς διὰ τοῦ ι .—ἡ ἀπὸ τῶν ὀνομάτων μετάπτωσις εἰς τὰ ἐπιρρήματα, καθʼ οὓς λόγους ἐδείξαμεν ἐν ἀρχαῖς, πάντως μετὰ τῶν παρεπομένων ἔχει καὶ τὰς γραφὰς συνυπαρχούσας, καθάπερ τὸ ἀτρεκές, συνεμπεσὸν ὀνόματι, καὶ γραφὴν καὶ τόνον ἀπηνέγκατο, τὸ καλόν, τὸ εὐρύ, τὸ κάλλιστα, τὸ πυκνά· σχεδὸν ἐπὶ πάντων ὁ λόγος συμφωνεῖ, περὶ ὧν καὶ κατὰ τὸ ἑξῆς εἰρήσεται.—Ἔστιν οὖν τι δημόσιος, ᾧ παράκειται θηλυκὸν τὸ δημοσία, οὗ σύνταξις ἐπιρρηματικὴ ἐγίγνετο, δημοσίᾳ ἀπήχθη, ὡς εἰ δημοσίως τις ἀπήχθη. καὶ τοῦτο εἰ μὲν ἀπὸ τῆς εὐθείας τὴν σύνταξιν ἀνεδέξατο, δίχα τοῦ ι γεγράψεται· εἰ δὲ παρὰ τὴν δοτικήν, σὺν τῷ ι . εἰς ἐπίκρισιν οὖν τοῦ τοιούτου παραληπτέον λόγον ἀποδεικνύντα, πότερα παρὰ δοτικὰς ἢ εὐθείας τὰ τοιαῦτα. τὸ τοιοῦτον γὰρ παρέπεται οὐ μόνον τοῖς εἰς α λήγουσιν ὀνόμασιν, ἀλλὰ καὶ τοῖς εἰς η λήγουσι μορίοις θηλυκοῖς. ἔστι τι ὄνομα οὐδαμός, ᾧ παράκειται ἐπίρρημα τὸ οὐδαμῶς καὶ οὐδαμόθεν, ᾧ ἀπὸ θηλυκοῦ πάλιν σχήματος ἐπίρρημα παράκειται τὸ οὐδαμῇ. καὶ εἰ μὲν ἀπὸ τῆς εὐθείας, ἐν ὀξεῖ τόνῳ καὶ δίχα τοῦι · εἰ δὲ οὐκ ὀξὺς ὁ τόνος, ὁ δὲ περισπώμενος, ὅς ἐστιν ἐν δοτικῇ, ὁμολόγως καὶ τόδε σὺν τῷ ι γεγράψεται, καθότι πάλιν συντονούμενον τῷ θηλυκῷ παράκειται καὶ τὸ ἄλλῃ.—Ἔστι δὲ καὶ ἄλλως ἐπιδεῖξαι. παρὰ ἀντωνυμικὸν τὸ αὕτη γίνεται ἐπιρρηματική τις προφορά, ἣν οὔ φαμεν οὕτως, αὕτη ἄγωμε ν , ταύτῃ δέ. καὶ προφανὲς ὡς ἡ πρόσθεσις τοῦ τ τὴν δοτικὴν ὁμολογεῖ, ᾧ λόγῳ καὶ τὸ τῇδε ἄγωμε ν. Δέδεικται ἄρα ὅτι παρὰ δοτικὰς αἱ τοιαῦται ἐπιρρηματικαὶ προφοραί· εἰ δὲ παρὰ δοτικάς, δῆλον ὡς καὶ γεγράψεται σὺν τῷ ι . καὶ εἰ τοῦτο, καὶ τὸ ἰδίᾳ ἄρα καὶ δημοσίᾳ παρὰ δοτικάς, καὶ οὕτως τὰ ἐπιρρήματα γεγράψεται σὺν τῷ ι [οὐχ ὥς φησι Τρύφων διὰ τὸ μακρὸν α ]· Τὰ εἰς α λήγοντα ἐπιρρήματα ἢ ὀξύνεται, ὡς δηθά, καναχηδά, πυκνά, ἢ βαρύνεται, ὡς τάχα, λίγα, ἄντα, πρῶτα. τὰ πρωτότυπα μόνως βαρύνεται, αἶψα, αὐτίκα, ὄφρα, ῥίμφα, μάλα, μέσφα, καὶ ὅσα παρʼ ἐνεστῶτας τῶν ῥημάτων ἀποτελεῖται, ἠρεμῶ ἠρέμα, μίγω μίγα, ἀντῶ ἄντα, μινύθω μίνυθα (καὶ μετὰ περισσοῦ τοῦ ν μίνυνθα), ῥέω ῥέα (τὰ γὰρ εὐχερῶς γινόμενα ῥύσει ἔοικε. [30]
1 152
καὶ σαφὲς ὅτι τὸ ῥέα μὲν γὰρ βριάει (Hes. Op. 5) ὁλόκληρον γέγονε, τὸ δὲ ῥεῖα ἐν πλεονασμῷ ἐστί τοῦ ι )· σιγῶ σῖγα, ἀτρεμῶ ἀτρέμα.—παραιτητέον οὖν τοὺς ἠξιωκότας ὀξύνειν τὸ μίγδʼ ἄλλοισι θεοῖσιν (Θ 436), «ἐπεὶ τὰ εἰς δα ,» φασί, «λήγοντα ἐπιρρήματα ὀξύνεται, ὡς ἔχει τὸ καναχηδὰ ῥέοντες (Hes. Theog. 367) καὶ τὸ χανδά.»—ἔστι γὰρ πρὸς τὸ τοιοῦτον φάναι, ὡς ἰδού τινα εἰς δα λήγοντα καὶ βαρύτονά ἐστιν, ὡς τὸ ληκίνδα, ὀστρακίνδα, ὀνόματα παιδιῶν, καὶ ὡς τὰ ὀξυνόμενα συνυπάρχει τοῖς εἰς δον περατουμένοις, καναχηδόν καναχηδά, αὐτοσχεδόν αὐτοσχεδά, χανδόν χανδά· τῷ μέντοι μίγδα οὐ παράκειται ὁ τοιοῦτος σχηματισμός. ἦν οὖν ἐν πλεονασμῷ τοῦ δ , καθὼς καὶ ἡ ἄχερδος πλεονάζει καὶ ὁ δαίδαλος τῷ δ , παρὰ τὸ δαίω. καὶ ἐν ἐπιρρήματι δὲ τῷ ὑπόδρα δύναται πλεονασμὸς εἶναι τοῦ δ . (εἰ γὰρ μὴ παραδεξαίμεθα ὅτι ἔνδειά ἐστι τοῦ ξ , δύναιτο ἂν παρὰ τὸ ὁρῶ ἀποτελεῖσθαί τι ὅρα καὶ ὑπόδρα μετὰ περισσοῦ τοῦ δ , ὅπερ οὐ πάντως ἐπιζητήσει τὸφ · καὶ γὰρ ἄλλα ἐστί τινα, ἃ οὐ μετέβαλε κατὰ συναλοιφὴν τὸ π εἰς φ , ὡς ἥλιος ἀπηλιώτης, ὡς τὸ ἐπʼ Ἡφαίστοιο θύρῃσιν, ὡς ἐπίστιόν ἐστιν ἑκάστῳ (ζ 265). ἐν τοῖς προκειμένοις εἴρηται ἱκανῶς περὶ τοῦ ὑπόδρα). τούτῳ ἄρα τῷ λόγῳ καὶ τὸ ληκίνδα ἐν βαρεῖ τόνῳ ἐστίν, οὐ συνυπάρχον τῷ εἰς δον λήγοντι ἐπιρρήματι. Βαρύνεται καὶ ὅσα οὐκ ἐν ὁμοφωνίᾳ γίνεται πληθυντικῶν οὐδετέρων ὀνομάτων. [25]
1 153
παρὰ τὸ ταχύς ἐστιν ὄνομα πληθυντικὸν ταχέα, ἀφʼ οὗ ἐπίρρημα οὐχ ὁμόφωνον τὸ τάχα· λιγύς λιγέα λίγα· κρατύς κρατέα κράτα καὶ κάρτα· ὠκύς ὠκέα ὦκα.—Διὸ καὶ σημειωτέον παρὰ τὸ θαμύς, ἀφʼ οὗ καὶ τὸ θαμέες [καὶ] πληθυντικὸν 〈καὶ〉 τὸ θαμέα, [ὡς] τὸ θαμά, 〈οὐχ ὡσ〉 ταχέα τάχα. ὅπερ πάλιν διελέγχεται καὶ ἐκ τοῦ ἅμα, εἴγε δύναται ἐν ἐνδείᾳ εἶναι τοῦ θ· τὸ γὰρ πυκνῶς γινόμενον ὑφʼ ἕνα καιρὸν γίνεται. Τρύφων μέντοι τοὐναντίον φησίν, ὡς τὸ θαμά ἐπλεόνασε τῷ θ , τῇ αὐτῇ ἐτυμολογίᾳ ἀρκούμενος. ἐπιστούμεθα δὲ τὸ θαμά ἐντελέστερον διὰ τῆς τοῦ 〈θαμέα〉 ὀνόματος παραθέσεως. Βαρύνεται καὶ ὅσα ἐν ὁμοφωνίᾳ καθέστηκε πληθυντικῶν βαρυτόνων ὀνομάτων· ἡδύτατος, καὶ πληθυντικὸν ἡδύτατα, ἀλλὰ καὶ ἐπιρρηματικῶς τὸ ἡδύτατα. ὀρθῶς ἔχει τὸ κάλλιστα, ἔσχατα, ἥδιστα, πρῶτα. Βαρύνεται καὶ ὅσα ἐκ μεταλήψεώς ἐστι τῶν εἰς θεν , ὅπερ ἐστὶ παρʼ Αἰολεῦσι καὶ Δωριεῦσι, περὶ ὧν καὶ τῆς μεταλήψεως ἐντελῶς ἐκτεθείμεθα. οὐ γὰρ ἐφικτὴ πᾶσα μετάθεσις τῶν εἰς θεν ληγόντων τοπικῶν εἰς τὸ α . οὐ γὰρ τὸ οὐρανόθεν οὐρανόθα φασίν, οὐδὲ τὸ ἄλλοθεν ἄλλοθα, τὸ δὲ ἔμπροσθεν ἔμπροσθα, ἔνερθεν ἔνερθα, ὄπισθεν ὄπισθα· ὁ δʼ ἐξύπισθα κασταθείς (fr. adesp. 67 Bergk 3 )· πρόσθεν πρόσθα· καὶ παρʼ Ἀλκμᾶνι οὕτω δεκτέον τὴν συναλοιφήν, πρόσθʼ Ἀπόλλωνος Λυκήω (fr. 73 Bergk 3 ). Σαφές ἐστιν ὅτι καὶ τὸ ἔνθα τῇδε ἔχει, εἴγε τὰ μὴ οὕτως ἔχοντα τῶν εἰς θα [λήγοντα] ὀξύνεται, δηθά οὐ παρακείμενον εἰς θεν 〈λήγοντι〉, τριχθά [μέντοι] καὶ τετραχθά. [20]
1 154
—Ἀλλὰ καὶ τὰ τῆς σημασίας ὧδε ἔχει. τὰ παρὰ πρόθεσιν παραγόμενα τῶν εἰς θεν ληγόντων κοινῇ χρῆται σημασίᾳ κατὰ τὴν τοπικὴν ἐκφοράν, εἴγε τὰ μὲν ἄλλα τὴν ἐκ τόπου σχέσιν σημαίνει, λέγω τὸ οἴκοθεν, οὐρανόθεν, ἃ δὲ ἔχει τὰς τρεῖς διαστάσεις. ὡς γὰρ καὶ ἐπʼ ὀνομάτων ἔστι κοινότητα γένους παραδέξασθαι, οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἐπιρρημάτων κοινότητα τὴν τόπων ἔστιν ἐπιδέξασθαι· 〈καὶ〉 καθάπερ ἔστιν ἐπινοῆσαι τῇ παραθέσει τῶν ἄρθρων διαστελλόμενα τὰ κοινά, οὕτω καὶ τῇ παραθέσει τῶν προθέσεων τὰ προκείμενα διαστέλλεται. φαμὲν γὰρ ἐκ τοῦ ἔμπροσθεν εἰς τὸ ἔμπροσθεν, ἐκ τοῦ ὕπερθεν εἰς τὸ ὕπερθεν , τῶν ἄλλων ἐπιρρημάτων τὸ τοιοῦτον οὐκ ἀναδεχομένων. καὶ δὴ παρὰ τὴν ἔν πρόθεσιν ἦν τι ἐπίρρημα ἔνθεν, ὃ δὴ ὤφειλε τρεῖς ἔχειν διαστάσεις τοπικάς. καὶ ἐπειδὴ ἅπαξ Δωρικώτερον τὸ ἔνθεν εἰς τὸ α μετετίθετο, καὶ ἦν κοινότερον μεταλαμβανόμενον τὸ ἔνθα, ἐμερίζετο μὲν τῇ συνεκδρομῇ τῶν εἰς θεν ληγόντων τὸ ἔνθεν εἰς τὴν ἐκ τοῦ τόπου σχέσιν, εἶχε δὲ τὰς ὑπολοίπους δύο σημασίας ἐγκειμένας ἐν τῷ ἔνθα. διὰ τοῦτο τὸ ἔνθα καὶ 〈τὸ〉 εἰς τὸν τόπον σημαίνει καὶ ἐν τόπῳ, ἔνθα μὲν Αἴας κεῖται (γ 109), ἔνθα κατεπλέομεν (ι 142). δέδεικται ἄρα ἀναλόγως βαρυνόμενον τὸ ἔνθα. Βαρύνεται καὶ ὅσα ἀντιμεταλαμβάνεται ἑτέροις ἐπιρρήμασι, σχεδὸν ὑπὸ τὸν λόγον τῶν πρωτοτύπων παραλαμβανόμενα. τῷ ἔμπης παράκειται τὸ ἔμπα, ἔμπα γε μὴν ἴθι δεῦρο. (ὅτι γὰρ καὶ σύνδεσμός ἐστιν ἐναντιωματικὸς τὸ ἔμπης καὶ ἐπίρρημα, δείκνυται ἐν τῷ περὶ συνδέσμων· ᾧ λόγῳ καὶ ἄλλα συνεμπίπτει ἐν συνδέσμοις καὶ ἐπιρρήμασι. τὸ ὄφρα σύνδεσμος, ἀλλὰ καὶ ἐπίρρημα. οὕτως ἔχει καὶ τὸ ὅπως. καὶ τὸ ἵνα δὲ τοπικὸν ἐπίρρημά ἐστιν, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο (κ 417), καὶ σύνδεσμος αἰτιολογικός, καὶ ἔτι ἀποτελεστικός). καὶ τῷ μάλα δὲ τὸ μᾶλλον ἀντιπαράκειται. [30]
1 155
ἴσως δὲ καὶ τὸ ἦκα, τὴν αὐτὴν ἔχον ἀντιμετάληψιν, ἐν ὑπερβατῷ ἐστι τοῦ φωνήεντος, ἀναγκαίως τοῦ ν ἀποστάντος, καθότι καὶ ἐπὶ τοῦ πρόσθεν πρόσθα, ἔνερθεν ἔνερθα. Τῇ αὐτῇ ἀκολουθίᾳ σκεπτέον καὶ περὶ τοῦ οὐδαμ ά. Ὀξύνεται τὰ εἰς α λήγοντα ἐπιρρήματα, ὡς πρόκειται, εἰς θα λήγοντα, οὐκ ἐκ μεταθέσεως ὄντα τοῦ θεν . ὀξύνεται καὶ τὰ ἐν ὁμοφωνίᾳ οὐδετέρων πληθυντικῶν. παρὰ τὸ πυκνός πληθυντικὴ προφορὰ γίνεται οὐδετέρα πυκνά, ᾧ σύνεστι πάλιν ὁμόφωνον ἐπίρρημα τὸ πυκνά. οὕτως ἔχει καὶ τὸ δεξιά καὶ ἀριστερά, σημαίνοντα τὸ δεξιῶς καὶ ἀριστερῶς. τοιοῦτόν ἐστι καὶ τὸ καλά (ὃ διʼ ἑνὸς μὲν λ γράφεται κατὰ τὸ κοινὸν ἔθος, παρὰ Δωριεῦσι δὲ διʼ ἑτέρου λ , καὶ οὐχ, ὡς ἔνιοι ὑπέλαβον, κατʼ Αἰολίδα διάλεκτον· ἐβαρύνετο γὰρ ἄν, πρὸς οἷς οὐδὲ τὸ καλός Αἰολεῖς ἐν διπλασιασμῷ τοῦ λ προφέρονται).—πίστις δὲ τοῦ τὴν συνέμπτωσιν τοῦ τόνου ἐπικρατεῖν τῶν προκειμένων ἐπιρρημάτων τὸ βαρυνθῆναι τὸ πυκνά ἐνδεῆσαν τῷ ν , καθὸ ἐξέκλινε τὴν ὁμοφωνίαν.—Καὶ οὐ δεῖ ἀπορεῖν, διὰ τί παρὰ τὸ σαφῶς τὸ σάφα ἐβαρύνθη, παρὰ δὲ τὸ καλῶς οὐκέτι τὸ καλά· ὃ μὲν γὰρ τῇ ὁμοφωνίᾳ ἐκρατεῖτο τῇ πρὸς τὸ καλός καλά, ὃ δὲ οὐ τῇδε εἶχε.—καὶ τὸ οὐδαμά δέ, παρακείμενον τῷ οὐδαμῶς, ἔχοιτο ἂν τοῦ κατὰ τὸ τέλος ὀξέος τόνου λόγῳ 〈τοιῷδε〉. οὐκ ἔστιν ὅμοιον τὸ σαφῶς τῷ οὐδαμῶς, ἵνα ὅμ〈οιον〉 τῷ σάφα τὸ οὐδαμά κατὰ τάσιν καθίστηται. παράκειται μὲν γὰρ τὸ σαφῶς τῷ σαφής, οὗ τὸ οὐδέτερον πληθυντικὸν οὐκ ἔχει συνέμπτωσιν ἐν τῷ σάφα· τῷ μέντοι οὐδαμῶς παράκειται τὸ οὐδαμός. πίστις δὲ τὸ τὰ εἰς θεν λήγοντα ἐπιρρήματα καὶ τῷ ο παρεδρευόμενα ἢ ἀπʼ εὐθειῶν τῶν εἰς ος ληγουσῶν παρῆχθαι ἢ γενικῶν τῶν εἰς ος , Λεσβόθεν, οὐρανόθεν, Διόθεν. ἔστιν οὖν καὶ τὸ ἀμόθεν, καὶ ἔτι τὸ οὐδαμόθεν ἀπὸ τοῦ οὐδαμός. ὁμολόγως οὖν τὸ μὲν οὐδαμῶς περισπᾶται. [25]
1 156
—καὶ ἔτι παρὰ Ἐπίκουρον τὸ ἀμῶς γέ πως, σημαῖνον κατά τινα τρόπον, ἀπὸ ὀξυτόνου τοῦ ἀμός. ἐπεὶ καὶ πόθεν περιεσπᾶτο 〈τὸ〉 ἀμῶς, εἰ μὴ παρέκειτο ὀξεῖα τάσις, καθὸ καὶ τὸ καλῶς τῷ καλός παράκειται;—Τοῖς δὴ τοιούτοις συμπαράκειται ἐπιρρήματα ὀξυνόμενα, εἰς α λήγοντα, πυκνός πυκνῶς πυκνά, καλός καλῶς καλά. ὑγιὴς ἄρα ἡ τάσις κατὰ τὴν ὀξεῖαν ἐν τῷ οὐδαμά. Ἑξῆς ῥητέον ἐστὶ καὶ περὶ τοῦ ῥ ᾴ. Ἀλκμάν· τίς καν, τίς ποκα ῥᾲ ἄλλω νόον ἀνδρὸς ἐπίσποι; (fr. 42 Bergk 3 ). ὅπερ ἐν πάθει προφανεῖ ἐστίν· ἡ γὰρ μακρότης τοῦ α ἀλλοτρία τῆς προλελεγμένης καταλήξεως. οὐδὲ γὰρ ἐκεῖνο ἔστι φάναι, ὅτι διὰ μονοσυλλαβίαν ἐξετείνετο τὸ α , εἴγε καὶ ἕτερον ἔστιν ἐπινοῆσαι βραχυκατάληκτον μονοσύλλαβον, τὸ ἅ, παρακείμενον τῷ ὥς, ὁμοφωνοῦν τε πληθυντικῇ προφορᾷ τῇ παρὰ τὸ ὅς, ἅ, ὡς πυκνός πυκνά· ὑπὲρ οὗ κατὰ τὸ προκείμενον εἴρηται, ἐν ᾧ διειλήφαμεν καὶ περὶ τοῦ ηὖτε καὶ περὶ τοῦ ἅτε. οὐδὲ μὴν ἐκεῖνο ἔστι παραδέξασθαι, ὡς ὅμοιόν ἐστι τῷ ἰδίᾳ καὶ δημοσίᾳ, καθὸ 〈οὐ〉 συνεμπίπτει ὀνόματι, καθάπερ καὶ τὰ προκείμενα.—Ἔστι γε μὴν περὶ τῆς γραφῆς ἐπιστῆσαι, εἰ καὶ σὺν τῷ ι γεγράψεται τὸ ῥά· οὐδὲ γὰρ ἡ τῶν ἀντιγράφων παράδοσις ἐξωμάλιστο, ἀφορμὴ μὲν οὖν ἐγένετο τοῦ δίχα τοῦ ι γράφεσθαι τὸ προκείμενον ἐπίρρημα ἡ τοῦ ῥέα συναλοιφή, τοῦ ε καὶ α εἰς μακρὸν α συνῃρημένων. ἣν οὐ παραδεξαίμεθα, κατὰ πρῶτον μὲν λόγον, καθότι οὐ περισπᾶται, καὶ καθὼς εἴπομεν, ὅτι καὶ πρόσθεσίς ἐστι τοῦι · κατὰ δὲ δεύτερον διαπορήσειέ τις, ποίῳ λόγῳ Αἰολεῖς τὸ β προσέθηκαν. μήποτε οὖν γραπτέον σὺν τῷ ι , τῆς καταστάσεως οὕτως ἐχούσης· ὃν τρόπον τῷ ὄπισθεν τὸ ὀπισθίδιος παράκειται, ἔμπροσθεν ἐμπροσθίδιος, μαψίδιος, ἀΐδιος, οὕτως παρὰ τὸ ῥέα ἦν τι ῥεΐδιος, ὃ παρὰ τοῖς Ἴωσιν ἐγένετο ῥηΐδιος, ἀφʼ οὗ καὶ ἐπίρρημα ῥηιδίως ὡς μαψιδίως. [25]
1 157
ἀφʼ οὗ ἔπιπτεν, ἐκ μεταθέσεως τοῦ η εἰς τὸ α , ῥαΐδιος καὶ ῥαϊδίως, ἀφʼ οὗ κατὰ συναίρεσιν τὸ ῥᾳδίως, καθὰ καὶ ἐν ὀνόμασι τὸ ῥαΐδιος 〈καὶ ῥᾴδιος καὶ ῥάϊοσ〉 καὶ ῥᾷος, καὶ Λάϊος καὶ Λᾷος. καὶ ὃν τρόπον ἦν τι πάλιν ὄνομα τὸ λήϊος, ἀφʼ οὗ λάϊος καὶ λάϊον καὶ λάϊα καὶ ἐν συναιρέσει πάλιν τοῦ α λᾷα, τίς μοι τὰ λᾷα ἐκτίλλει, Σώφρων (fr. 85 Ahrens), καὶ σὺν τῷ ι γράφεται, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ προκείμενον σχῆμα ἦν τὸ αὐτὸ πάθος ἀναδεδεγμένον, ἀφʼ οὗ τὸ κατὰ ἀποκοπὴν ῥᾴ ἐγένετο, καθὸ καὶ τὸ βριθέως μὲν ἐντελές, παρακείμενον τῷ βριθύς, καὶ ἐν ἀποκοπῇ βρῖ. (ὅτι γὰρ καὶ δύο συλλαβῶν ἀποκοπαὶ γίνονται, ἐν τῷ περὶ παθῶν ἐδείχθη. τό τε γὰρ πρόπαρ οὕτως ἔχει, καὶ τὸ μάκαρ, πηδά, καὶ τὸ ὑμέν παρὰ Καλλιμάχῳ (fr. 461 Schneider).)—Καὶ τούτῳ γε τῷ λόγῳ καὶ τὰ τοῦ τόνου εὐκατάστατα γίνεται, καὶ ἔτι τὰ τῆς γραφῆς, καὶ ἔτι τὸ ἠπορημένον πρὸς τῶν Αἰολέων. μὴ γὰρ ἄλλοτε Αἰολεῖς προστίθενται τὸ β τῷ ρ , εἰ μὴ τὸ δ ἐπιφέροιτο κατὰ τὴν ἑξῆς συλλαβήν, ἢ τὸ συγγενὲς ζ , ἢ τὸ συμπαθέστεροντ · ἅπαξ γὰρ τοῦ κ ἐπιφερομένου ἡ πρόσθεσις ἐγίνετο. διὰ τοῦτο βρόδον φασὶ καὶ βρίζα καὶ βρυτῆρες, οὐ μὴν τὸ ῥέω ἔτι βρέω φασίν, οὐδὲ ἄλλο τι τῶν τοιούτων. πρόδηλον οὖν ὡς ὁμόλογος ἥ τε ἀποκοπή (οὐ γὰρ ἡ πρόσθεσις παρείπετο, εἰ μὴ δυνάμει ἐπεφέρετο τὸ δ , εἴγε καὶ ἀποκοπαὶ ὑπομνήσεις ἔχουσι τῶν ἀποκεκομμένων συλλαβῶν), οὐδέν τε ἐμπόδιον ἐπιγινομένου τοῦ βρᾳδίως τὴν ἀποκοπὴν γενέσθαι δεύτερον. Διὰ τῶν προκατειλημμένων λόγων καταλάβοιτο ἄν τις, ὅτι οὐδὲ τὸ α , σημαῖνον εὐχὴν ἐν τῷ «ἆ πά〈ντα συναγείρασ〉» (Callim. fr. 323 Schneider) οὐκ ἔστιν ὁλόκληρον. ὡς γὰρ ἔφαμεν, οὐκ ἔστιν ἐν μα〈κρῷ τῷ α 〉 τὰ εἰς α λήγοντα ἐπιρρήματα. ἰδοὺ γὰρ καὶ τὸ ἅ 〈παρὰ τὸ ὅσ〉 ἐν μονοσυλλαβίᾳ ἐφύλαξε τὴν βραχύτητα, λεγόμε〈νον〉 ὁτὲ μὲν μετὰ συνδέσμου, ἅτε παρθένος (Χ 127), ὁτὲ δὲ μετὰ προθέσεως, καθ ά , καθάπερ, καθότι καὶ τὸ ἰσοδυναμοῦν, ὥστε λέων ἐχάρη (Γ 23), καθώ ς. [5]
1 158
—ἔστιν οὖν ἐν ἀποκοπῇ τοῦ βάλε (ὅτι δὲ καὶ δύο συλλαβῶν ἀποκοπὴ γίνεται, ἐντελῶς ἐν τῷ περὶ παθῶν παρεστήσαμεν). ἐντεῦθεν γὰρ ἂν καὶ τεκμήραιτό τις, ὡς οὐδʼ ἐντελές ἐστι τὸ βάλε, βάλε δή, βάλε κηρύλος εἴην (Alcm. fr. 26 Bergk 3 ), [καθώς τινες ᾠήθησαν] ὅπερ 〈οὐκ〉 ἐπλεόνασεν ἐν τῷ ἄβαλε, 〈καθώς τινες ᾠήθησαν,〉 καθὸ οὐδέποτε πλεονασμὸς λέξεως λείπεται εἰς τὸ δηλούμενον τῆς λέξεως. οὐδὲ γὰρ τὸ ἀσταφίς εἰς τὸ α ποτὲ μεταληφθὲν σημαίνει τὸ αὐτό, οὐδὲ τὸ ἔειπε τῷ ε . τὰ μέντοι ἐντελῆ ὄντα, καὶ ἀποκοπτόμενα καὶ ἀφαιρούμενα, φυλάσσει τὸ δηλούμενον· τῶν γὰρ φωνῶν τὰ πάθη, καὶ οὐ τῶν σημαινομένων. ἀποκοπὲν τὸ δῶ σημαίνει τὸ δῶμα· ἀφαιρεθὲν τὸ ἐθέλω τοῦ ε τὸ αὐτὸ σημαίνει, τὸ θέλω, καὶ ἔτι προσαφαιρεθὲν ἐν τῷ λῶ.—ὁ λόγος καθολικός, χωρὶς εἰ μὴ ὑπʼ ἀμφιβολίαν πέσοι τι, ἧς καὶ τὰ λοιπὰ τῶν λέξεων ἀπολύεται διὰ τῶν συμφερομένων.—τὸ ἄρα ἆ ἀπεκόπη διὰ τὸ ἐν αὐτῷ δηλούμενον, καὶ τὸ βάλε ἀφαίρεσις διὰ τὸ ἐν λεκτῷ καταλιμπάνεσθαι τὸ α . Τὰ εἰς αν λήγοντα ἐπιρρήματα ἐν μακρῷ ἐστὶ τῷ α , τάσει δὲ βαρείᾳ, ὡς ἔχει τὸ λί α ν , ἄγ α ν , πέρ α ν.—δεδείξεται γὰρ τὸ ὅταν̆, ὅτι δύο μέρη λόγου ἐστίν, ἔκ τε τοῦ ὅτε ἐπιρρήματος καὶ τοῦ ἄν συνδέσμου, ἐν ᾧ δεδείξεται, ὅτι καὶ ἀνταποδοτικῷ χρῆται ὁ ποιητὴς τῷ τόταν, καὶ πότε 〈περισσῶσ〉 ἔγκειται ὁ ἄν σύνδεσμος, λέγω ἐν παραπληρωματικῷ, καὶ πότε οὔ.—Ἀλλʼ οὐδὲ τὸ πάμπαν̆ ἄλογον ἂν εἴη διὰ τὴν συστολὴν τοῦα · ἅπαντα γὰρ τὰ ἐξ ὀνομάτων μεταλαμβανόμενα εἰς ἐπιρρηματικὴν σύνταξιν, τὴν φωνὴν τοῦ ὀνόματος φυλάσσει, ὡς ἔχει τὸ εὐρύ, τὸ ἀτρεκές, τὸ πυκνά, τὸ καλά, τὸ ἰδίᾳ, τὸ δημοσίᾳ, ἄλλα πάμπολλα. [25]
1 159
ᾧ λόγῳ οὐδὲ τὸ 〈πάμπαν̆〉 [πρόπαν] ὠλιγώρηται 〈κατὰ τὸ πρόπαν̆〉 ἢ σύμπαν̆· πάλιν γὰρ ἀπὸ ὀνοματικῆς συντάξεως εἰς ἐπιρρηματικὴν ἐχώρησεν. ἔστι τὸ πᾶν, 〈ὅπερ〉 μονοσύλλαβον μὲν ὂν ἐν ἐκτάσει τοῦ α ἐστίν, ὑπὲρ μίαν δὲ συλλαβὴν καθεστηκός, εἴτε καὶ κατὰ σύνθεσιν εἴτε καὶ κατʼ ἐντέλειαν τοῦ ἐλλείποντος α , ἐν συστολῇ, σύμπαν ̆ , πρόπαν ̆ , ἅπαν ̆· ὅπερ ἀνεδέδεκτο καὶ τὸ ἐπίρρημα ἐν τῷ πάμπαν̆. Ὁ αὐτὸς λόγος παρακουλουθήσει, ὡς ἕνεκά γε τοῦ τόνου, 〈οὐ〉 καὶ ἐπὶ τοῦ ὠτᾶ ν, τὴν μὲν μακρότητα τοῦ α φυλάξαν, οὐ μὴν τὴν τάσιν. καὶ κατʼ ἄλλον δὲ λόγον ἐπιστάσεως ἔτυχε, καθὸ διτονεῖ.—Γεγενῆσθαι δὲ οἱ μὲν παρʼ ἑταιρικὴν ἐκφώνησιν, ὡς Δίδυμος (p. 403 Schmidt) ἔφη, καὶ παραλαμβάνει αὐτὸ παρὰ τὸ ἔτης μετὰ μορίου τοῦ ὦ κλητικοῦ.— Πρὸς ὅν φησι Τρύφων (p. 49 Velsen), ὡς τὰ τῆς οὐ κατασταίη· βραχὺ γὰρ καὶ βαρὺ τὸ α ἀπαιτεῖ, ὥσπερ καὶ τῷ δώτης τὸ δῶτα παράκειται, θύτης θῦτα. αὐτός γε μήν φησιν, ὡς τὸ ὦ μόριον ἐπεκταθὲν διὰ τοῦ τα ἐποιεῖτο καὶ κλητικὸν ἐπίφθεγμα, καθότι καὶ τῷ δή τὸ δῆτα παρέκειτο· καὶ διὰ τὴν ἀντέμφασιν τὴν πρὸς τὰ ὦτα τὸ ν προσεληλύθει.—Δῆλον δὲ ὅτι οὐδὲ αὐτὸς κατέστησεν οὔτε περὶ χρόνου οὔτε περὶ τόνου. οὐ γὰρ περὶ συστελλομένου τοῦ ὦταν̆ ἡ ζήτησις, περὶ δὲ τοῦ 〈ἐκ〉τείνοντος τὸ α καὶ περὶ τοῦ διτονοῦντος. πῶς δὲ οὐ γέλοιον αἰτεῖσθαι διὰ τὰς συνεμπτώσεις προσθέσεις συμφώνων ἢ ἀφαιρέσεις, ὅτε σχεδὸν πᾶσα λέξις ὑπʼ ἀμφίβολον πίπτει, καὶ οὐ πάντως διὰ τὰς συνούσας ἀμφιβολίας δεῖ προσνέμειν η ἀφαιρεῖν σύμφωνα ἢ φωνήεντα. οὐδὲ γὰρ αἰτησάμενος τὸ μὴ διδόμενον κατέστησε τὸ ἐπίρρημα.—Ἔνιοι μὲν οὖν ἀξιοῦσι τὸ ὠτᾶν Δωρικώτερον εἶναι γενικῆς πληθυντικῆς, νοουμένης ἐπὶ τῶν συνήθων, ὡς εἴ τις εἴποι ὦ τῶν ἑταίρων, ὦ τῶν φίλων, λειπούσης τῆς φράσεως. [25]
1 160
—ἀλλʼ οὐδὲ τὸ τοιοῦτον εὐπαράδεκτον· οὐ γὰρ πιθανὸν ἐκ λειπούσης φράσεως λέξιν καθίστασθαι.—ἐπείτοι δόξει τῶν προκατειλημμένων ὑγιεστέρα ἥδε ἡ κατάστασις εἶναι. ἔστιν οὖν παρώνυμα εἰς αν λήγοντα, ἔσθʼ ὅτε καὶ κατὰ τοῦ αὐτοῦ σημαινομένου παραλαμβανόμενα, καθότι ἔστιν ἐπινοῆσαι καὶ κατὰ πλεῖστα τῶν παρωνύμων, ὡς ἐργάτης ἐργατίνης, ἄπειρος ἀπείρων, ἀνάγκη ἀναγκαία, ἀμαξαία. ἔστιν οὖν τι μέγιστος, καὶ παρὰ τοῦτο τὸ μεγιστᾶν, ξυνός τε καὶ ξυνᾶν. ἔφαμεν δὲ ἐν ἑτέροις, 〈ὅτι〉 καὶ παρὰ τὸ νέος νεᾶν τι ἦν, ἀφʼ οὗ τὸ νεανίσκος καὶ νεανίας. καὶ παρὰ τὸ ἔτης οὖν γενήσεταί τι ἐτᾶν, οὗ τὸ κλητικὸν ὁμόφωνον. καὶ ὡς ἀπὸ κλητικῆς πολλάκις ἐπιρρηματικαὶ συντάξεις γίνονται, ὡς Δάματερ, Ἥρακλες, τάλαν, οὕτως καὶ τὸ ὦ ἐτᾶν …αιον παραπεμπομένων ἡμῶν καὶ τὸν ὀξὺν τόνον ἀντὶ περισπωμένου μεταλαβεῖν. Καὶ τὰ παρʼ Αἰολεῦσι δὲ ἐκ τῶν εἰς δην ληγόντων μετατιθέντα τὸ η εἰς τὸ α πάλιν ἐστὶ βαρύτονα, ὡς ἔχει τὸ κλέβδαν καὶ σύδαν. καὶ ἐπεὶ τὸ δήν ὀξύτονον ἦν διὰ μονοσυλλαβίαν, καὶ τὸ Δωρικὸν ὀξύτονον, τὸ δάν. καὶ ἐπεὶ οἱ πλεονασμοὶ τὸν αὐτὸν τόνον τηροῦσι, σαφὲς ὅτι καὶ τὸ δοάν πλεονάσαν τῷ ο οὐκ ἀντέκειτο. Τὰ εἰς ας λήγοντα ὀξύνονται (ἰδιαίτερον μὲν παρὰ τὸν ἄνδρα παραχθὲν τὸ ἀνδρακάς). οὕτως ἔχει καὶ τὸ ἐντυπάς, ἑκάς, ἀνεκάς (ὅπερ Ἀττικοὶ οὐ δεόντως ἀναβιβάζουσιν, ὡς καὶ ἐν ἑτέροις ἐπιρρήμασι, χάριέν φασι καὶ ἄληθες, καθὼς δείκνυμεν καὶ ἐπὶ τοῦ σφόδρα).—σημειωτέον οὖν τὸ πέλας. τὸ γὰρ ἀτρέμας, ὄφρʼ εὕδῃσι μένος (Ε 524). δύναται ἐκ καταλήξεως τῆς εἰς α προσειληφέναι τὸ ς . ὡς γὰρ τῷ ἠρεμῶ τὸ ἠρέμα παράκειται, τῷ σιγῶ τὸ σῖγα, ἀντῶ ἄντα, 〈οὕτωσ〉 ἀτρεμῶ ἀτρέμα καὶ ἀτρέμας, καθʼ ὃν λόγον ἔστι πολλάκις καὶ [ἐν] ἔνδεια τοῦ ς ἐν ἐπιρρήμασιν, εἴγε ἀδιάφορον καὶ τὸ πολλάκις καὶ πολλάκι, τουτάκις τουτάκι. [25]
1 161
Τὰ εἰς ι λήγοντα ἐπιρρήματα, παραγωγὰ ὄντα, ὀξύνεται. Καὶ ἀπὸ ὀνομάτων μὲν παραγόμενα, ταῖς τούτων γενικαῖς ἰσοσυλλαβεῖ, καὶ ἔστιν ἐν ἐκτάσει τοῦ ι . παρὰ τὴν ἀθεώρητος καὶ τὴν ἀθεωρήτου τὸ ἀθεωρητί, ἀκονιτί, ἀμογητί, ἀκλαυτί, πανθοινί. καὶ σαφὲς ὅτι τὸ ἐν ἐκτάσει τοῦ ι ἀμηνυτί ἀναλογώτερον. ὅτι γὰρ τὰ τοιαῦτα διὰ τοῦ ι , σαφὲς μὲν καὶ ἐκ τῶν διαλέκτων, σαφὲς δὲ καὶ ἐκ τῆς παραδόσεως καὶ ἔτι τῆς παρεπομένης ἔσθʼ ὅτε συστολῆς, ὅπερ ἴδιον τῶν διχρόνων· τὸ γοῦν Ἀρχιλόχειον συνεστάλη, ἀμισθὶ γάρ σε πάμπαν οὐ διάξομεν (fr. 41 Bergk 3 ). Πάνυ γέλοιόν ἐστι τὸ τὴν αὐτὴν σημασίαν ἀπαιτεῖν ἔν τε τοῖς ἐπιρρήμασι καὶ τοῖς ὀνόμασιν· εἰ γὰρ ἀθεώρητον τὸ οὐ τεθεωρημένον, πῶς τὸ ἀθεωρητί σημαίνει τὸ μὴ θεωρῆσαι; καὶ πῶς, εἰ ἄκλαυτον τὸ μὴ κεκλαυσμένον, πῶς τὸ ἀκλαυτί τὸ μὴ κλαῦσαι σημαίνει; ἔστι γὰρ καὶ ἐν ἄλλοις μέρεσι λόγου πάμπολλα, οἷς ἡ τοιαύτη διαφορά. ἀπὸ παρακειμένων παθητικῶν ἐνεργητικὰ ὀνόματα γίνεται· παρὰ γὰρ τὸ ἔψαλται τὸ ψάλτης, λέλυται λύτης, κεκάθαρται καθαρτής. παρὰ τὴν ἔξ πρόθεσιν, σημαίνουσαν τὸ ἐκ τόπου, 〈τὸ ἔξ〉ω ἐπίρρημα καὶ τὸ ἐν τόπῳ καὶ εἰς τόπον δηλοῖ. παρὰ τὴν πρός πρόθεσιν, πλησιασμὸν σημαίνουσαν (προσελθεῖν γάρ φαμεν τὸ ἔγγιον ἐλθεῖν) πρόσω ἐστὶν ἐπίρρημα, οὐ σημαῖνον τὴν πλησιότητα. παρʼ ἐνεργητικὸν τὸ τέμνω παθητικὸν γίνεται τὸ τόμος, ἐν βαρείᾳ τάσει· οὐ γὰρ πιθανόν ἐστι παρὰ τὸ τέμνομαι, ἐπεὶ οὐκ ἀναλογεῖ ἡ φωνή. ἔστι πάμπολλα εἰς τὸ τοιοῦτον ἐπιδεῖξαι. Τὰ μέντοι διὰ τοῦ στι ἐκφερόμενα ἄμεινον ἡγητέον ἀπὸ ῥημάτων παρῆχθαι, εἰ καὶ συνυπάρχει τὰ ῥήματα, καὶ ταῦτα πάντα εἰς ζω περατούμενα. καὶ καθὼς ἀπὸ μιᾶς συζυγίας τῶν ῥημάτων μία σχεδὸν καὶ ἡ συζυγία τῶν ἐπιρρημάτων. εὔλογόν τε καὶ τὸ διηλλαγμένον τοῦ ἐπιρρήματος συνδιηλλάχθαι τῷ πρωτοτύπῳ. [25]
1 162
οὐ γὰρ πιθανὸν παρὰ τὸ Ἕλλην τὸ ἑλληνιστί, μᾶλλον δὲ παρὰ τὸ ἑλληνίζω· παρὰ γοῦν τὸ Θρᾷξ πάλιν, διάφορον κατὰ τὴν κατάληξιν ὄν, οὐκ ἂν τὸ αὐτὸ παρακολουθήσειε, θρᾳκιστί, παρὰ δὲ τὸ θρᾳκίζω, τῆς αὐτῆς πάλιν ἐχόμενον συζυγίας. οὕτως ἔχει παρὰ τὸ δωρίζω δωριστί καὶ αἰολιστί, βαρβαριστί, μηδιστί, συριστί, σκυθιστί. καὶ ἐπεὶ ἅπαξ τὸ ἰάζω συνεκόπη ἐκ τοῦ ἰωνίζω, ἦν καὶ τὸ συνὸν ἐπίρρημα συμμετειληφὸς τοῦ πάθους, ἰαστί. καὶ σαφὲς ὅτι πάλιν τὸ ἰωνιστί τῷ ἰωνίζω παρέκειτο.—Τούτοις δὴ ἐπιστήσας ὁ Τρύφων ἐζήτει περὶ τοῦ μεγαλωστί, ἱερωστί παρὰ Ἀνακρέοντι, καὶ ἔτι τοῦ παρὰ Ἀθηναίοις νεωστί, ὅπερ οὐκ ἀπιθάνως τῇ παρὰ Ἀθηναίοις συνήθει ἐπεκτάσει ἐξέτεινε τὸ ι , «ἔδει γάρ,» φησι, «παρὰ τὸ μεγαλίζω μεγαλιστί, νεανίζω νεανιστί· καὶ δῆλον ὅτι καὶ τὸ ἱρωστί παρά τι τῶν εἰς ζω ληγόντων ῥημάτων.»—Πρὸς ὃν ἔστι φάναι, ὅτι πολλάκις καὶ ἐκ διαφόρων μερῶν λόγου αἱ αὐταὶ παραγωγαὶ γίνονται. παρὰ ῥῆμα τὸ αἰτῶ γίνεται τὸ αἰτίζω, καὶ παρʼ ὄνομα τὸ βάρβαρος τὸ βαρβαρίζω· ἔστι δὲ 〈ὅτε〉 καὶ παρʼ ἐπιρρήματα, ὡς αἰαί αἰάζω.—οὐδὲν οὖν κωλύει καὶ τὰ προκατειλημμένα τὰ μὲν παρὰ ῥῆμα εἶναι, τὰ δὲ ὡς ἠλογημένα ἀπὸ ἐπιρρημάτων παρῆχθαι τῶν εἰς ως περατουμένων, ὥστε ἐν προσθέσει τοῦ τι ἀποτελεῖσθαι, μεγάλως μεγαλωστί, νέως νεωστί, ἱερῶς ἱερωστί. Ἐδείξαμεν ἐν τοῖς περὶ τοῦ ἀέκητι, ὡς τὰ μὴ ὑποπίπτοντα ὑπὸ τόνδε τὸν λόγον πίπτει ὑπὸ βαρεῖαν τάσιν, αὖθι, ἶφι. διὰ τοῦτο εὐμαρῶς τὰ τοιαῦτα καὶ τ〈ὸ ς ἀποβάλλει〉, πολλάκις, τετράκις. τὸ δὲ δίς καὶ τὸ τρίς οὐκέτι 〈ἀ〉π〈οβάλλει διὰ τὸ〉 εἰς ὀξεῖαν προάγεσθαι. ἕνεκα τούτου μοι δοκεῖ καὶ τὸ χωρίς, ἀποβαλὸν τὸ ς οὐ δεόντως, ἀναλόγως βεβαρύνθαι ἐν τῷ χῶρι διατμήγουσιν (Callim. fr. 48 Schneider)· ἀναλογώτερά τε τὰ τοιαῦτα εἴη ἐν βαρείᾳ τάσει, ᾗχι, ναίχι, τοῦ οὐχί ὀξυνθέντος οὐχὶ μεθίει (Ο 716)· τούτῳ γὰρ τῷ λόγῳ καί τινες ἀνέγνωσαν τὸ πρῶι δʼ ὑπηοῖοι (Θ 530) ἐν βαρείᾳ τάσει. [30]
1 163
ἀνάλογος γὰρ καὶ ἡ παρʼ Αἰολεῦσι βαρεῖα τάσις, λέγω δὲ τοῦ ὄψι γὰρ ἄρξατο (lyr. gr. fr. adesp. 55 Bergk 3 ), ἀφʼ οὗ τὸ ὀψιμαθής· οὐ γὰρ ὑγιὴς ἡ τοῦ ὀψέ τάσις, ὡς δεδείξεται ἐν τῷ περὶ τῶν εἰς ε ληγόντων ἐπιρρημάτων. Βαρύνεται καὶ ὅσα συνυπάρχει τοῖς εἰς θεν λήγουσιν ἐπιρρήμασιν, οἴκοθεν οἴκοθι, οὐρανόθεν οὐρανόθι, αὐτόθεν αὐτόθι, πόθεν πόθι, ἀγχόθεν ἀγχόθι. ἅπερ φυλάσσει τὸ θ , συνόντος τοῦ ο κατὰ τὴν παρεδρεύουσαν ἢ τοῦ σύνεγγυς ω , ὡς ἑτέρωθι, ἑκατέρωθι. τὰ γὰρ μὴ τῇδε ἔχοντα πάλιν μὲν βαρύνεται, ἀντί γε μὴν τοῦ θ τὸ ς παραλαμβάνεται, Ἀθήνηθεν Ἀθήνῃσιν, Θήβηθεν Θήβῃσιν, Πιτάνηθεν Πιτάνῃσιν.— Διὸ καὶ σημειώσαιτο ἄν τις τὸ κεῖθ ι. ἀλλʼ ἦν γε ὑπὲρ τούτου φάναι, ὡς τὰ πεπονθότα οὐ τῷ ἐγγινομένῳ πάθει τὸ ἀκόλουθον ἀποτελεῖ, τῇ δὲ τοῦ ὁλοκλήρου προφορᾷ, ὡς ἐπʼ ὀνομάτων τὰ συνῃρημένα κατὰ τὰς εὐθείας οὐ τῷ συνῃρημένῳ κατὰ τὰς κλίσεις ἀκολουθεῖ, τῷ δὲ ὁλοκληροτέρῳ (ὡς ἐν διαλέκτοις τὸ χαρίης καὶ τὰ τοιαῦτα οὐ τῇ λέξει τῶν εἰς ης ληγόντων ἠκολούθησεν, τῇ δὲ πρωτοτύπῳ προφορᾷ)· ὡς ἐν πρωτοτύποις πλεονασμοῖς, ἡνίκα τὸ β σύνεστι τῷ ρ παρʼ Αἰολεῦσι συνεχέστερον ἐπιφερομένου τοῦ δ ἢ τοῦ τ καὶ ἔτι τοῦ κ , καὶ ἕνεκα τούτου τὸ ῥᾴ τὸ β προσελάμβανεν, οὐ τῷ πάθει ἀρκούμενον τοῦ σχήματος, τῷ δὲ ἐντελεῖ ῥαδίως. τὸ τοιοῦτον ἐπʼ ἄλλων ἀπείρων ἔστι παραστῆσαι. καὶ δὴ καὶ τὸ κεῖθι οὐκ ἔχει φύσει τὴν παρεδρεύουσαν διὰ τοῦ ει , διὰ δὲ τοῦ νο . ὡς γὰρ παρὰ τὴν τούτου τουτόθεν τι γίνεται καὶ παρὰ τὴν αὐτοῦ αὐτόθεν, οὕτως καὶ παρὰ τὴν ἐκείνου ἐκεινόθεν. ἔφαμεν δὲ τὸ ο αἴτιον γίνεσθαι τῆς μονῆς τοῦ θ , καὶ εἰ οὐκ ἐπικρατεῖ τὰ πάθη, ἀναγκαία ἡ μονὴ τοῦ θ . Ὁμοίως καὶ τὰ διὰ τοῦ φι παραγόμενα βαρείας ἔχεται τάσεως, λέγω περὶ τοῦ ἧφι βίηφι, οὐρανόφι, ἅπερ ἔσθʼ ὅτε καὶ σὺν τῷ ν λέγεται, πασσαλόφιν, ἀριστερόφιν, δεξιόφιν … ἔτι καὶ ἄλλα πλεῖστα μόρια τοιαῦτά ἐστιν, αἱ Αἰολικαὶ ἀντωνυμίαι, ἄμμι ἄμμιν, τὰ τρίτα πρόσωπα, ἔχουσι ἔχουσιν, λέγουσι λέγουσιν, αἱ δοτικαὶ πληθυντικαί, παισί καὶ παισίν. [30]
1 164
Τὰ δὴ προκείμενα παρὰ πᾶσιν ὑπείληπται ὡς ἐπιρρήματα εἴη, ὧν ἐστὶ καὶ Τρύφων (p. 51 Velsen).—διὸ καὶ αὐτοί φαμεν, ὡς ἕνεκα τῆς παραγωγῆς εἶναι τὴν βαρεῖαν· ὡς ἕνεκα δὲ τῆς ἀκριβοῦς παραδόσεως, μήποτε παραγωγαί εἰσι κατὰ τοῦ αὐτοῦ δὴ δηλουμένου παραλαμβανόμεναι.— Φησὶν οὖν ὁ Τρύφων τὸ τηνικαῦτα αὐτὰ παράγεσθαι εἰς τὴν ταυτότητα, ἐπὰν ἡ φωνὴ ἡ τοῦ πρωτοτύπου ὁλόκληρος καθεστήκῃ, ὡς ἐν τῷ ἧφι βίηφι· εἰ δὲ μὴ τῇδε ἔχει, τὸ τηνικαῦτα ἐπιρρηματικῆς ἔχεσθαι συντάξεως τὰ μόρια, ὡς ἐπὶ τοῦ χαλκόφι χαλκός. «ἰδοὺ γάρ,» φησιν, «αἱ παραχθεῖσαι γενικαὶ ἔχουσι τὸν ἀριθμὸν εὐδιάκριτον, ἡ καλοῖο, ἡ Ἀτρείδαο· τὸ δέ φησι κατʼ ὄρεσφι τί μᾶλλον κατʼ ὄρους ἢ κατʼ ὀρῶν; ἴδιον δὲ τὸ μὴ διακρίνειν ἀριθμὸν ἐν συντάξει ἐπιρρήματος.» κατὰ δὴ ταύτην τὴν ἔννοιαν ἀπεφαίνετο τὰ τοιαῦτα ἐπιρρήματα εἶναι.—Ἔστι μέντοι, ἀναλαβόντα τὸν λόγον, ἐκεῖνο φάναι, ὡς πρῶτον παρὰ Σικυωνίοις ἐν γενικῇ 〈ἑνικῇ〉 ἀπειράκις παραλαμβάνεται· καὶ ὡς τὸ ἀπὸ χαλκόφι τὴν ἀπὸ χαλκοῦ γενικὴν σημαίνει, οὐχὶ χαλκῶν, οὕτω καὶ τὸ κατʼ ὄρεσφιν οὐκ ἄλλο τι σημαίνει ἢ τὴν κατʼ ὄρους.—πρός τε τὸν ἀπὸ τῆς φωνῆς λόγον, ὡς πάνυ ἐστὶ βίαιον τὸ διὰ τῆς μονῆς τῆς τῶν πρωτοτύπων φωνῶν παραδέξασθαι τὴν ταυτότητα τοῦ πρωτοτύπου, διὰ δὲ τῆς ἐλλείψεως παραδέξασθαι ἐπιρρηματικὴν παραγωγήν. καὶ γὰρ κατὰ τὸ ἐναντίον φωναὶ μένουσαι ἐν συντάξει ἐπιρρήματα γίνονται, ὡς τὰ ὀνοματικὰ ἅπαντα οὐδεμιᾶς παραφθορᾶς γινομένης ἐν ταῖς φωναῖς (τὰ δὲ ὑποδείγματα πρόκειται, ἄπειρα ὄντα)· καὶ αἱ φωναὶ παραχθεῖσαι καὶ παραφθαρεῖσαι τὰ τέλη μένουσιν ἐν ταῖς ἐννοίαις τῶν πρωτοτύπων. οὐ γὰρ ἐπεὶ τὸ χαλκόφιν ἀπέβαλε τὸ υ κατὰ τὴν παραγωγήν, παρὰ τοῦτο οὐ γενική, ἐπεὶ οὐδὲ τὸ ἐμεῦ, ἀποβαλὸν τὸ υ ἐν τῷ ἐμέθεν, οὐκ ἀντωνυμία.—οὐκ ἄρα πάντως παρὰ τὰς ἀποβολὰς τῶν στοιχείων ὁ μερισμός, παρὰ δὲ τὰς γινομένας συντάξεις, ὥς γε καὶ ἐντελῶς παραστήσομεν περὶ τῶν εἰς θεν ληγόντων ἐπιρρημάτων, τίνα τε ὄντως ἐστὶν ἐπιρρήματα, καὶ τίνα αὐτὸ μόνον παραγωγῇ κέχρηται τῇ διὰ τοῦ θεν, φυλάσσει δὲ τὴν τῶν πρωτοτύπων ἔννοιαν.—Ἔτι ἡ γινομένη παραγωγὴ ἐν ἐπιρρήμασι κατὰ μιᾶς ἐστὶ συντάξεως, ὡς ἡ διὰ τοῦ θι ἐν συντάξει ἐστὶ τῇ κατὰ δοτικήν, οἴκοθι ἐν οἴκῳ, Ἀβυδόθι ἐν Ἀβύδῳ, ἥ τε διὰ τοῦ δε ἐν συντάξει τῇ κατʼ αἰτιατικήν, οἴκαδε εἰς οἶκον, ἄγραδε εἰς ἀγρόν, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος· ἡ δὲ προκειμένη παραγωγὴ οὐκ ἔχει τῇδε, ὡς οὐκ ἂν ἐπιρρηματικὴ γινομένη. [35]
1 165
καὶ γὰρ κατὰ γενικήν ἐστιν, ὡς τὸ χαλκόφιν καὶ πασσαλόφιν, καὶ ἐν δοτικῇ, ὡς φρήτρηφι, καὶ ἐν αἰτιατικῇ, δεξιόφιν, ἀριστερόφιν. καὶ κατὰ τοῦτο ἄρα τὰ προκείμενα μόρια οὐκ ἔχεται ἐπιρρηματικῆς παραγωγῆς. ἔστι δὲ καὶ παρὰ Ἀλκμᾶνι (fr. 59 Bergk 3 ) καὶ κατὰ κλητικῆς τὸ οὐρανία οὐρανίαφιν, τῶν τοιούτων πλεονασμῶν οὐ κρατούντων τὰς πτώσεις. καὶ γὰρ τὸ τοιόσδε καὶ τὸ τοιοῦδε καὶ τοιῷδε, παραγωγῆς ἐχόμενα τῆς διὰ τοῦ δε , ὡς εἰ πάλιν ἦν ἐπιρρηματικὴ παραγωγή, κατὰ μίαν πτῶσιν ἦν.—Προαλὲς δὲ καὶ τὸ λαβεῖν ὅτι ἐν τῷ ἧφι βίηφιν ὁλόκληρος ἡ παραγωγή. εἰ γὰρ αὖ ἡ παραγωγὴ στοιχείου γίνεται ἀφαιρετική, ὡς ἐπὶ γενικῆς τοῦ υ , ἐκ πασσαλόφι καὶ χαλκόφιν, ὡς ἐπʼ αἰτιατικῆς τοῦ ν , δεξιόν δεξιόφιν, ἀριστερόν ἀριστερόφιν, δοθήσεται ὅτι καὶ κατὰ τὸν λόγον τῆς δοτικῆς ὑφιᾶσι τὸ ι , καὶ τὰ τῆς ὀρθογραφίας οὕτως καταστήσεται δίχα τοῦ ι γραφόμενα. καὶ σαφές ἐστιν ὅτι τὰ προκείμενα, ἀκουόμενα ἔχοντα στοιχεῖα, πρόδηλον ἔσχε καὶ τὴν ἀφαίρεσιν· τὰ δὲ ἐν τῇ δοτικῇ οὐκ ἐξεφώνει τὸι · σαφὲς γοῦν ὅτι, κἂν ἐλλείψῃ τὸ ι , οὐ πρόδηλον ἕξει τὴν ὑποστολήν. Τὰ εἰς ω λήγοντα βαρύνεται, ἔσω, κύκλῳ, τόνῳ, πόρρω, πρόσω, ἑκαστάτω, ἀνωτέρω, ἀνωτάτω, περαιτέρω. ὥστε ἕνεκα τούτου σημειοῦσθαι τὸ ἐπισχερώ καὶ ἰώ. Ἀλλʼ ἴσως ἡ μὲν προκατειλεγμένη τῶν εἰς ω βαρεῖα τάσις ἔχει τὴν ὁμοείδειαν συνῳδὸν τοῦ τόνου· ἦν γὰρ ἅπαντα ἐν παραγωγῇ, ὡς εἰ καί τις οὕτως εἴποι· τὰ εἰς ω λήγοντα ἐπιρρήματα παραγωγὰ ἐν βαρείᾳ τάσει ἐστί. καὶ εἰ μὲν ἀπὸ προθέσεων γέγονεν, ἰσοσυλλαβοῦντα μὲν ταῖς προθέσεσιν, εἰ καὶ δισύλλαβοι εἶεν αἱ προθέσεις· περισσοσυλλαβοῦντα δέ, εἰ ἀπὸ μονοσυλλάβων προθέσεων εἴη ἡ παραγωγή. διότι δὲ τὸ τοιοῦτον παρέπεται, ἐν ἄλλῳ τόπῳ καθολικώτερον εἰρήσεται. τὰ δὲ ὑποδείγματα ἐκκείσθω· παρὰ τὴν ἀνά ἄνω, κατά κάτω, πρός πρόσω, ἔς ἔσω. τό τε τόνῳ καὶ κύκλῳ πρὸς ὁμοφωνίαν τὴν ἀπὸ τοῦ τόνος καὶ κύκλος ἐν δοτικῇ πτώσει. ἦν οὖν καὶ ταῦτα ἐκ προκειμένου γεγονότα. ἀλλὰ μὴν καὶ τὸ ἑκαστάτω καὶ ἑκαστέρω ἦν ἐν συγκριτικῇ παραγωγῇ. [30]
1 166
τά γʼ οὖν προκατειλεγμένα δέδεικται ὡς εἴη παραγωγά. ἦν οὖν τὰ προκείμενα, λέγω τὸ ἐπισχερώ καὶ ἰώ, οὐκ ἐνεχόμενα τῇ δοτικῇ παραγωγῇ, καὶ ἕνεκα τούτου οὐδὲ τῇ ταυτότητι τῆς τάσεως ἐχρήσατο. ὅτι δὲ καὶ ἐν παραγωγῇ τινὰ γινόμενα διαλλάσσει κατὰ τὴν τάσιν τῶν πρωτοτύπων ἢ τῶν μὴ κατὰ τὸ αὐτὸ γενομένων, ἐδείξαμεν περὶ τῶν εἰς ι ληγόντων ἐπιρρημάτων, εἴγε ἃ μὲν αὐτῶν πάλιν ὀξύνεται, ἃ δὲ βαρύνεται ἐν διαστολῇ τῇ δεούσῃ· οὐ γὰρ τὸ νόσφι καὶ τὸ ἶφι ὁμοίως εἰρήσεται τῷ ἑλληνιστί. καὶ εἰ δέδοται τὸ παρηλλαγμένον τοῦ τόνου ἐν διαφόρῳ εἴδει, σαφὲς ὅτι οὐδὲ ἐπὶ τοῦ τοιούτου βίαιον καὶ τὸ ἐπισχερώ ὀξύνεσθαι καὶ τὸ ἰώ, ἐν παραλλαγῇ καθεστῶτα τοῦ πρόσω καὶ τόνῳ καὶ τῶν ὁμοίων. Ἔτι τὰ εἰς ω λήγοντα ἐπιρρήματα παροξύνεται, καθὼς ἔχει τὰ προκατειλεγμένα, πρόσω, ἔσω, κάτω, ἐγγυτέρω. σαφὲς οὖν ὅτι, καθὼς προείπομεν, εἰ ἐπίρρημα τὸ ἄνε ῳ, σεσημειώσεται.—ἀλλʼ εἰ παρεστήσαμεν ὡς τὰ συνεμπίπτοντα ὀνοματικῇ πτώσει ἐπιρρήματα τὴν τάσιν τῶν ὀνομάτων φυλάσσει, σαφὲς ὅτι προπαροξυνόμενον ἕνεκα τοῦ τόνου κατώρθωται. ἐδείκνυτο γὰρ τὸ προκείμενον, ὡς ἀπὸ Ἀττικῆς γραφῆς τῆς ἄνεως ἐσχημάτιστο· ἦν δὲ τὸ παρὰ Ἀττικοῖς ἄνεως τρίτην ἀπὸ τέλους ἔχον τὴν ὀξεῖαν. ὅθεν εὐλόγως τὰ μὲν ἄλλα βαρυνόμενα τὴν ὀξεῖαν πρὸ τέλους ἔχει, οὐ δυναμένης τῆς ὀξείας 〈εἰσ〉 τρίτην ἀπὸ τέλους πίπτειν. Ἔτι τὰ εἰς ω λήγοντα ἐπιρρήματα βραχείᾳ κέχρηται τῇ παρεδρευούσῃ, ὡς ἔχει τὸ ἑκαστέρω καὶ τὸ τόνῳ, ἄνω.—καὶ οὐκ ἀντίκειται τὸ εἴσω· δέδεικται γὰρ καὶ ἡ ἔς πρόθεσις ὁλοκληροτέρα καὶ τὸ ἔσω.—Τὸ ἄρα πόρρω ἐκτέταται ὡς Ἀττικώτερον, καθὸ καὶ τὸ προπέρυσι πρωπέρυσίν φασι, καὶ ὅτι μᾶλλον μηκυντικοί εἰσι κατὰ τὰ φωνήεντα· περισσοσυλλάβου πάσης γενικῆς κατάληξίς ἐστι βραχεῖα, ἀλλὰ Ἀθηναῖοι πόλεώς φασι καὶ τὰ τούτοις ὅμοια. κτητικῶν τῶν εἰς κος ληγόντων ἡ παρεδρεύουσα βραχεῖά ἐστιν, ἀλλὰ κεραμεικός τέ φασι καὶ βοεικός. τὸ α πρὸ τῶν δύο λλ συστέλλεται, σκάλλω, θάλλω, σφάλλω, ἄλλος, μαλλός, φάλλος· ἐδείχθη καὶ κατὰ τοῦτο τὸ μᾶλλον Ἀττικόν. ἄπειρος ἡ εἰς τὸ τοιοῦτο παράθεσις. [30]