t
ΟΛΥΝΘΙΑΚΟΣ Α 〈ἀντὶ πολλῶν ἂν ὦ ἄνδρες Ἀθηναῖοι〉] τὸ προοίμιον ἐκ πλαγίου ἔπαινος τῶν ἀκροατῶν χρηστοῦ ὑποκειμένου πράγματος.
1a
καὶ ἔστι πρῶτος τόπος τῶν ἐξ ὑπολήψεως. F 2 STBcAfVbWd σύντομον τὸ προοίμιον διὰ τὴν τῶν πραγμάτων χρείαν.
1c
.. Ἀθηναῖοι] ἠθικὸν ὁμοῦ καὶ πραγματικὸν τὸ προοίμιον. τὸ μὲν γὰρ ἐν τῇ λέξει μέτριον καὶ ἐπιεικὲς ἦθος ἔχον εὔνουν ποιεῖ τὸν ἀκροατὴν καὶ ἠθικὸν ἀπεργάζεται τὸν λόγον, ἡ δὲ λύσις τῶν ἀντιπιπτόντων καὶ ἡ σπερματικὴ τῶν κεφαλαίων ἐπαγωγὴ πραγματικὸν ποιεῖ τὸ προοίμιον· ἴδιον γὰρ μάλιστα Δημοσθένους καὶ Θουκυδίδου μὴ μόνον ἀπὸ τῶν συναγωνιζομένων αὐτοῖς κεφαλαίων ποιεῖσθαι τὰ προοίμια, ἀλλὰ καὶ τὰ δοκοῦντα ἀντιπίπτειν αὐτοῖς εὐθὺς ἐν ἀρχῇ θεραπεύειν τεχνικῶς σφόδρα καὶ δεινῶς· ἀναιρεθέντων γὰρ τῶν ἀντιπιπτόντων καὶ τῶν ὑφορμούντων ἐν τῇ γνώμῃ τῶν ἀκροατῶν ῥᾷον ὑποδέχεται τὸ λοιπὸν τὰ μηδεμίαν ἀντίρρησιν ἐπιδεχόμενα. τὸ μὲν οὖν προοίμιον πλέκεται ἀπὸ τοῦ συμφέροντος κεφαλαίου καὶ τοῦ δυνατοῦ· καὶ γὰρ ὁ σύμπας λόγος ἀπὸ τῶν αὐτῶν προῆκται. λυποῦν δὲ ἦν αὐτὸν τὸ κατὰ τὰ χρήματα τὰ θεωρικά· διὸ καὶ ἐν ἀρχῇ λεληθότως κατασκευάζει τοὺς ἀκροατὰς καταφρονεῖν χρημάτων. F (6 ἠθικὸν—12 θεραπεύειν F 2 , 15 τὸ—fin. F 4 ) Yvp 2 ( → 1e) R ( → 1d) καὶ ἔστι τοῦτο παραπλήσιον ᾧ κέχρηται ἐν τῷ πρὸς Λεπτίνην (20, 11) ʼλέγονται χρήματα οἱ τριάκοντα δανείσασθαι παρὰ Λακεδαιμονίωνʼ.
1d
καὶ γὰρ ἐκεῖ τοῦ Λεπτίνου χορηγῶν καὶ χρημάτων ἀφθονίαν ὑπισχνουμένου παρασχήσειν πείθει τοὺς Ἀθηναίους διὰ τοῦ διηγήματος ἐλάττονα ποιεῖσθαι λόγον τῶν χρημάτων. Ἔλθωμεν δὲ ἐπʼ αὐτὸ τὸ προοίμιον (ʼἀντὶ πολλῶνʼ)· ἄνωθεν μεθʼ ὑπερβολῆς ἐχρήσατο τῷ νοήματι, οὐχ ἁπλῶς ʼχρημάτωνʼ εἰπών, ἀλλὰ καὶ ʼπολλῶνʼ. ἐπειδὴ γὰρ ἀλλαχοῦ τοῖς περὶ τῶν ἰατρῶν καὶ πάλιν ἐν τῷ περὶ συντάξεως (13, 10) δύο ὀβολῶν ἀξίους εἶναί φησι τοὺς σπουδάζοντας περὶ τῶν δύο ὀβολῶν, διὰ τοῦτο νῦν μεθʼ ὑπερβολῆς εἰσήγαγεν ὅτι, εἰ πολλῶν χρημάτων σύνηθες ὑμῖν καταφρονεῖν, πόσῳ μᾶλλον τῶν ὀλίγων τούτων ἄξιον παριδεῖν; καλῶς δὲ καὶ τὸ κατὰ ἐνδοιασμὸν ὅτι ʼνομίζωʼ καὶ μὴ παντελῶς εἰπεῖν ὅτι ʼπέπεισμαιʼ· τὸ μὲν γὰρ ἠθικὸν ὂν εἰς συγκατάθεσιν ἄγει τὸν ἀκροατήν, τὸ δὲ ἀπόφασιν ἔχον φιλόνεικον μᾶλλον αὐτὸν καθίστησιν. R μεθʼ ὑπερβολῆς δὲ ἐχρήσατο τῷ νοήματι, οὐχ ἁπλῶς ʼχρημάτωνʼ εἰπών, ἀλλὰ καὶ ʼπολλῶνʼ· εἰ γὰρ πολλῶν χρημάτων σύνηθες ὑμῖν καταφρονεῖν, πολλῷ μᾶλλον τῶν ὀλίγων. *[crux: τοῖς περὶ τῶν ἰατρῶν]*
1e
ʼνομίζωʼ δὲ εἶπε καὶ οὐ ʼπέπεισμαιʼ, ὅτι τὸ μὲν ἠθικὸν ὂν εἰς συγκατάθεσιν ἄγει τὸν ἀκροατήν, τὸ δὲ ἀπόφασιν ἔχον φιλόνεικον αὐτὸν μᾶλλον καθίστησιν. F 4 Yvp 2 ( → 1f) ἄλλως.
1f
ἀντὶ … Ἀθηναῖοι] ὁ νοῦς, εἴ τις ὑμῖν προέτεινε χρήματά τε καὶ τὸ συμφέρον, εὐθὺς ἂν ἡρπάσατε ἀντὶ πολλῶν χρημάτων τὸ συμφέρον. ζητεῖται δὲ τί βουλόμενος δεῖξαι τῇ διανοίᾳ ταύτῃ εὐθὺς ἐχρήσατο τῇ συγκρινούσῃ τὰ χρήματα πρὸς τὸ συμφέρον. καὶ λέγουσιν οἱ μέν, ἐπειδὴ ὑπενοεῖτο ὡς διὰ τὸ λαβεῖν χρήματα παρὰ τῶν Ὀλυνθίων λέγειν ἑλόμενος ὑπὲρ αὐτῶν, ἠθέλησε διὰ τούτου λῦσαι τὴν ὑπόνοιαν διὰ τοῦ εἰπεῖν ὅτι προκριτέον τῶν χρημάτων τὸ συμφέρον. αὕτη δὲ σεσοφισμένη ἐστὶν ἡ ἐξήγησις· οὐ γὰρ εἶπεν ὅτι ʼἐγὼ προκρίνω τῶν χρημάτων τὸ συμφέρονʼ, ἀλλʼ ʼὑμᾶς τοῦτο πιστεύω ποιεῖνʼ. ἄλλοι δὲ λέγουσιν, ἐπειδὴ ὑποψίαν εἶχεν ὡς δεχόμενος τὰ χρήματα ἀπὸ τοῦ Περσῶν βασιλέως. ἔστι δὲ καὶ αὕτη ὁμοία ἡ ἐξήγησις. ἄλλοι δέ φασιν, ἐπειδὴ περὶ εἰσφορῶν αὐτοῖς μέλλει μετὰ μικρὸν διαλέγεσθαι, τούτων δὲ τῶν λυπηρῶν, βουλόμενος αὐτοὺς εὐθυμοτέρους ἐν τῇ ἀρχῇ κατεργάσασθαι, τὸ τοιοῦτον εἶπεν. ἡ δὲ ἀληθεστέρα αἰτία ἐστὶν αὕτη· ἐπειδήπερ χρήματα ἔχοντες στρατιωτικὰ οἱ Ἀθηναῖοι ἔναγχος αὐτὰ πεποιήκασι θεωρικά, ὥστε λαμβάνειν ἐν τῷ θεωρεῖν ἕκαστον τῶν ἐν τῇ πόλει δύο ὀβολούς, ἵνα τὸν μὲν ἕνα κατάσχῃ εἰς ἰδίαν τροφήν, τὸν δὲ ἄλλον παρέχειν ἔχωσι τῷ ἀρχιτέκτονι τοῦ θεάτρου (οὐδὲ γὰρ εἶχον τότε θέατρον διὰ λίθων κατεσκευασμένον), εἶτα βουλόμενος ὁ Δημοσθένης ταῦτα μεταβαλεῖν εἰς στρατιωτικά, ἐπειδήπερ νῦν κατέλαβεν ὁ πόλεμος ὁ πρὸς Φίλιππον, καὶ εὐλαβούμενος εὐθὺς ἐν τῇ ἀρχῇ λυπηρὸς φανῆναι τοῖς Ἀθηναίοις, εἴ γε ἔμελλεν αὐτοὺς ἀποστερεῖν τῶν δύο τούτων ὀβολῶν, τέως μὲν ἐν τῇ ἀρχῇ τοῦτο λέγειν φανερῶς ἀναβάλλεται, τοῦτο δὲ αὐτοῖς ὑπονοεῖν παρέχει διὰ τοῦ εἰπεῖν ὅτι προκριτέον ἐστὶ τὸ συμφέρον τῶν χρημάτων. καὶ οὐκ εἶπεν ἁπλῶς ʼχρημάτωνʼ, ἀλλὰ καὶ ʼπολλῶνʼ, δηλῶν ὅτι, εἰ πολλῶν χρημάτων μέλλουσι καταφρονεῖν διὰ τὸ συμφέρον, πόσῳ γε μᾶλλον οὐκ ἂν ὀκνήσειαν ὑπεριδεῖν δύο ὀβολῶν ἕνεκεν τοῦ λυσιτελοῦντος. Ἰστέον δὲ ὅτι τὰ χρήματα ταῦτα τὰ δημόσια θεωρικὰ ἐποίησεν ἐξ ἀρχῆς ὁ Περικλῆς διʼ αἰτίαν τοιαύτην· ἐπειδὴ πολλῶν θεωμένων καὶ στασιαζόντων διὰ τὸν τόπον καὶ ξένων καὶ πολιτῶν, καὶ λοιπὸν τῶν πλουσίων ἀγοραζόντων τοὺς τόπους, βουλόμενος ἀρέσαι τῷ δήμῳ καὶ τοῖς πένησιν, ἵνα ἔχωσι καὶ αὐτοὶ πόθεν ὠνεῖσθαι τόπους, ἔγραψε τὰ προσοδευόμενα χρήματα τῇ πόλει γενέσθαι πᾶσι θεωρικὰ τοῖς πολίταις. εἶτα ἐπιχειρήσαντος Ἀπολλοδώρου τινὸς πάλιν αὐτὰ ποιῆσαι στρατιωτικά. βουλόμενος Εὔβουλος ὁ πολιτευόμενος δημαγωγὸς ὢν πλείονα εὔνοιαν ἐπισπάσασθαι τοῦ δήμου πρὸς ἑαυτόν, ἔγραψε νόμον τὸν κελεύοντα θανάτῳ ζημιοῦσθαι εἴ τις ἐπιχειροίη μεταποιεῖν τὰ θεωρικὰ στρατιωτικά. διὸ ὁσάκις ἐν τοῖς Φιλιππικοῖς μέμνηται αὐτῶν ὁ Δημοσθένης, συμβουλεύει μόνον ὥστε αὐτὸν λυθῆναι, οὐ μέντοι καὶ ἐγγράφως λέγει, ὅπερ ἦν ἐπικίνδυνον. ὅμως οὐκ ἔπεισεν αὐτοὺς λῦσαι, εἰ μὴ ὕστερον αὐτοὶ ἀναγκαζόμενοι τῷ πολέμῳ τοῦτο πεποιήκασιν. Yvp 2 ὑμᾶς ἑλέσθαι νομίζω] ἔμφασιν ἔχει πολλὴν ἡ λέξις τὸ ʼὑμᾶσʼ, ὡς ἂν εἰ ἔλεγεν· ὑμᾶς οὓς οὐχ εἷλε πλοῦτος ὁ Περσικός, οὐ Λακεδαιμόνιοι μεγάλα ὑπισχνούμενοι.
2a
τὸ δὲ ʼνομίζωʼ, ὡς ἤδη ἐν τοῖς Ἰσοκρατικοῖς εἴρηται, καὶ τὸ ʼδοκεῖνʼ καὶ τὰ τοιαῦτα οὐ πάντως ἐπὶ ἀμφιβόλου τάττουσιν οἱ παλαιοί, ἀλλὰ πολλάκις καὶ ἐπὶ τοῦ ἀληθεύειν. οὕτως οὖν καὶ ἐνταῦθα τὸ ʼνομίζωʼ ἀντὶ τοῦ κρίνω καὶ πιστεύω. Yvp 2 S ἄλλως· ὅτι τὸ ʼνομίζωʼ καὶ τὸ ʼδοκεῖνʼ, ὡς ἤδη καὶ ἐν τοῖς Ἰσοκρατικοῖς εἴρηται, καὶ τὰ τοιαῦτα οὐ πάντως ἐπὶ ἀμφιβόλου τάττουσιν οἱ παλαιοί, ἀλλὰ πολλάκις καὶ ἐπὶ τοῦ ἀληθεύειν.
2b
οὕτως οὖν καὶ ἐνταῦθα τὸ ʼνομίζωʼ ἀντὶ τοῦ κρίνω καὶ πιστεύω. τὸ δὲ ʼὑμᾶσʼ πολλὴν ἔμφασιν ἔχει, ὡς ἂν εἰ ἔλεγεν· ὑμᾶς οὓς οὐχ εἷλε πλοῦτος ὁ Περσικός, οὐ μεγάλα Λακεδαιμόνιοι ὑπισχνούμενοι. F 4 ὑμᾶς .
2c
.. νομίζω] ἀντὶ τοῦ κρίνω καὶ πιστεύω. F 1 S 〈εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοίσειν〉] ἔπεισε διὰ τοῦ μέλλοντος· οὐ γὰρ εἶπεν ὅτι φανερὸν αὐτοῖς, ὥσπερ ὁ Ἰσοκράτης (4, 3) ʼἥκω συμβουλεύσων περί τε τοῦ πολέμου 〈τοῦ〉 πρὸς τοὺς βαρβάρουσʼ.
3a
τὸ μὲν γὰρ σοφιστῇ πρέπον, τὸ δὲ πολιτικοῦ μᾶλλον ῥήτορος. ἴσως μὲν οὖν κἀκεῖνος οὐκ ἀλόγως· ἐπειδὴ γὰρ ἑώρα τοὺς Ἕλληνας ἠσχολημένους περὶ τὴν πανήγυριν καὶ τῆς ἀνέσεως μᾶλλον γιγνομένους, διὰ τοῦτο ἐπέστρεψεν αὐτοὺς εἰς τὴν ἀκρόασιν τῷ μεγέθει τῆς ὑποσχέσεως· ὁ δὲ Δημοσθένης καθʼ ὑποτίμησιν αὐτὸ εἰσήγαγεν, ʼεἰ φανερὸν γένοιτοʼ. οὐκ εἶπε δὲ τὸ συμφέρον Ὀλυνθίοις, ἀλλὰ τῇ πόλει. μᾶλλον γὰρ οὕτω καταφρονήσουσι τῶν χρημάτων ὑπὲρ τοῦ λυσιτελοῦντος τῆς πόλεως. R καὶ ἄλλως· βούλεται δοκεῖν ὑπὲρ τῆς πόλεως μᾶλλον ἢ τῶν Ὀλυνθίων ποιεῖσθαι τὸν λόγον.
3b
ἡ γὰρ τῆς εὐνοίας ἔνδειξις εὐκολώτερον πείθει τοὺς ἀκροατάς. οὐ μὴν οὐδὲ τὸ τῶν Ὀλυνθίων συνέστησε πρόσωπον ὡς διαβεβλημένον· καὶ γὰρ φθάνει φιλίαν ἔχων πρὸς αὐτοὺς καὶ εἰρήνην ὁ δῆμος. R καὶ ἄλλως· καὶ αὐτοῖς Ἀθηναίοις ἐκ πολλοῦ σπουδαζόμενον ἦν εἰς ἔχθραν καταστῆσαι τῷ Φιλίππῳ τοὺς Ὀλυνθίους· ὥστε πῶς οὐκ ἔχαιρον ὑπὲρ τούτων ἀπολογήσασθαι τὸν Δημοσθένην πρὸς οὓς εὐνοϊκῶς ἐκ πολλοῦ τυγχάνουσιν ἔχοντες; R 〈περὶ ὧν〉] ἤγουν τῶν χρημάτων καὶ τοῦ συμφέροντος· ἃ γὰρ παρέθετο τοῦ συμφέροντος εἰς καταφρόνησιν ἄγει τὸν ἀκροατὴν τοῦ δοκοῦντος ἐλάττονος.
S ὅτε τοίνυν] τὸ συμπέρασμα εἶπεν ἀφεὶς τὴν τοῦ προοιμίου κατασκευὴν ὡς ὡμολογημένην.
5a
F 1 S ἡ κατασκευὴ τοῦ προοιμίου κατὰ ἀποσιώπησιν· οὐ γὰρ ἐρρήθη.
5b
TVbWd ὅτε τοίνυν] μετῆλθεν ἐφʼ ἑτέραν ἔννοιαν, τὴν πρώτην ἀφεὶς ἀκατάσκευον.
5c
αἴτιον δὲ τούτου τὸ τῆς προτάσεως ἔνδοξον· ἔχει γὰρ δὴ παρὰ τῆς κοινῆς ἐννοίας ὁμολογούμενον ὅτι προτιμῶσιν ἄνθρωποι τὸ συμφέρον χρημάτων. ἔνδοξοι δέ εἰσι προτάσεις, ὧν οὐ περιμένει τὴν ἀπόδειξιν ὁ ἀκροατής· καὶ λαμβάνει ταύτην ὁ ῥήτωρ ἢ ἀπὸ τῆς δόξης τῶν Ἑλλήνων ἢ ἀπὸ τῆς κοινῆς ἐννοίας, ἔστι δὲ ὅτε καὶ ἀπὸ τῶν νόμων. Yvp 2 R λαβὼν οὖν καὶ νῦν ὡς ὁμολογούμενον τὸ τῶν χρημάτων ἕτερον ἐπάγει νόημα· ʼπροσήκει προθύμως ἐθέλειν ἀκούεινʼ.
5d
θαρροῦντος δὲ ἑαυτῷ καὶ πεπιστευκότος ἡ πρόκλησις· ἐν ᾧ γὰρ πάντως ἀκούειν αὐτοὺς πείθει τῶν συμβουλευόντων, ἐν τούτῳ δείκνυσιν ὅτι μόνος αὐτὸς εὕρηκε τὸ συμφέρον. εἶτα καὶ τὴν αἰτίαν προσέθηκεν· οὐ γὰρ αὐτάρκης ἦν Δημοσθένης συμβουλεύων· ʼοὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τισʼ· ἔσκεμμαι μὲν τὸ συμφέρον· εἰ δὲ καὶ τοὺς μὴ σκεψαμένους εἰπεῖν τι δέοι, οὐ παραιτήσομαι. καὶ διʼ ὧν προκαλεῖσθαι δοκεῖ, διὰ τούτων ἀποτρέπει τοὺς ἄλλους· δῆλον γὰρ ὅτι παραχωρήσουσιν οἱ μὴ σκεψάμενοι τῷ πεφροντικότι. καὶ ἅμα τὰ περὶ τὴν πόλιν δείκνυσιν ὅτι ἐκ πολλοῦ τὸ κοινὸν ἢ τὸ συμφέρον ἐζήτησε. καὶ διὰ τοῦ καὶ ʼχρήσιμονʼ αὐτὸν εἰπεῖν καὶ ʼἀκούσαντες λάβοιτεʼ μόνον οὐχὶ ἅρπαγμα καὶ κέρδος τὸ τῆς ἑαυτοῦ γνώμης ποιεῖται τῷ δήμῳ· καὶ γὰρ τὸ λαβεῖν κέρδη καὶ ὠφελείας ἐστὶν οἰκειότατον. τὴν μὲν οὖν ἑαυτοῦ συμβουλὴν ἕτοιμον λῆμμά φησι, περὶ δὲ τῶν σχεδιαζόντων· ʼὑπολαμβάνω πολλὰ τῶν δεόντωνʼ. πρῶτον μὲν διὰ τῆς ὑπολήψεως ἀνεῖλε τὸ βέβαιον (ʼνομίζωʼ γάρ φησι), εἶτα καὶ διὰ τῶν ἑξῆς ἠμαύρωσε τὸ παρὰ τῶν σχεδιαζόντων ὄφελος. πρῶτον μὲν γὰρ ʼἐνίοις ἂν ἐπελθεῖνʼ ἡγοῦμαι, τύχης μᾶλλον ἢ γνώμης ποιῶν τὴν εὕρεσιν. εἶτα κἂν ἐπέλθῃ τισίν, οὐ πάντως, ἀλλὰ ʼπολλάʼ, καὶ ταῦτα οὐ προδήλως εἶπε συμφέροντα, ἀλλὰ ʼτῶν δεόντωνʼ. τὸ δὲ ὄνομα τῶν δεόντων οὐχ ἕν τι σημαίνει· δέοντα γὰρ καλοῦμεν οὐ τὰ συμφέροντα μόνον, ἀλλὰ καὶ τὰ πρέποντα περὶ ὧν οὐκ ἔστιν ἐν τῷ παρόντι ζήτησις. καὶ οὐδὲ τῶν εὑρεθέντων ἐπαινεῖ τοὺς σχεδιάζοντας, ἀλλὰ τῇ τύχῃ τῆς πόλεως λογίζεται τὴν πρόφασιν. πληρώσας δὲ τὴν παρεκβολὴν ταύτην καὶ τὴν αἰτίαν ἀποδοὺς διʼ ἣν ὀφείλουσι καὶ τῶν διʼ ὑπογύου λεγόντων ἀκούειν, ἐπάγει τὸ συμπέρασμα τῷ προοιμίῳ συμπληρωτικὸν μὲν ὂν τῆς δευτέρας ἐννοίας, ἀκολούθως δʼ ἔχον τῇ ἐξ ἀρχῆς προτάσει. τὸ γὰρ συμφέρον ὡς ζητούμενον εἰσαγαγὼν ἐν τῇ ἀρχῇ τοῦ προοιμίου, νῦν ὡς εὑρημένον λαμβάνει. καὶ φησὶν ὅτι πάντες ἀκούσαντες δοκιμάσατε γενέσθαι τοῦ δοκοῦντος μᾶλλον συμφέρειν· ἔστι γὰρ θεώρημα καθολικὸν ὥστε ἀπὸ τῶν ἰσχυρῶν καὶ τὴν ἀρχὴν ποιεῖσθαι τῶν λόγων καὶ εἰς αὐτὰ καταπαύειν. R τῶν βουλομένων συμβουλεύειν] πάντας προτρέπει λέγειν, ἵνα διὰ τούτου καὶ τὸν φθόνον φύγῃ ὡς μὴ βουλόμενος λέγειν μόνος καὶ ἵνα, εἰ τὴν αὐτοῦ συμβουλὴν προέλοιντο, κρείττων ἁπάντων τῶν συμβούλων ἀποδειχθῇ.
F 4 STBcAfVbWd 〈οὐ γὰρ μόνον〉] συμπλεκτικὸν τῆς περιβολῆς.
AfVbCaWd λάβοιτε] ὁριστικῶς δεῖ ἐκλαβεῖν τὸ ʼλάβοιτεʼ ἵνʼ ᾖ· ὅτι οὐκ ὀφείλετε λαμβάνειν 〈μόνα〉 τὰ ἀπὸ ἐσκεμμένου συμβουλεύοντος, ἀλλὰ καὶ ἀπὸ τοῦ αὐτοσχεδιάζοντος· ἐπέρχεται γὰρ καὶ τούτῳ πολλὰ τῶν δεόντων εἰπεῖν περὶ τῆς ὑμετέρας εὐτυχίας.
F 1 S ὑμετέρας τύχης ὑπολαμβάνω] ταῦτα διὰ δύο εἴρηκε· διʼ ἓν μὲν ἵνα προερεθίσῃ τοὺς Ἀθηναίους καὶ προκαταπείσῃ ἑαυτοὺς εὐτυχεῖς ὑπολαβεῖν, ὅπερ μάλιστα ἐβούλετο διὰ τὴν ἀπόγνωσιν αὐτῶν· διʼ ἕτερον δὲ ἵνα δόξῃ καὶ ὁ λόγος ἀσκεπτὶ λέγεσθαι καὶ δόξῃ καὶ ὁ ῥήτωρ ἐκ τῶν πραγμάτων ἰσχύειν καὶ αὐτοὶ πεισθῶσιν εὐτυχεῖς εἶναι, οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ παρʼ αὐτοῦ τοῦ λόγου εἰκάζοντες.
9a
οὐκ ἂν γὰρ οὗτος καὶ δυνατῶς καὶ εὐπρεπῶς συνετέθη χωρὶς τῆς εὐτυχίας αὐτῶν. F 3 S ὑμετέρας .
9b
.. ὑπολαμβάνω] ἐπειδὴ μέλλει δυνατὸν καλεῖν τὸν Φίλιππον διὰ τὸ εἶναι εὐτυχῆ, προσποιεῖται ἐνταῦθα ἀφελῶς εὐτυχίαν Ἀθηναίοις μαρτυρεῖν, ἵνα ἐκεῖσε γενόμενος ἔχῃ αὐτοὺς προειθισμένους ἀκούειν ὅτι καὶ αὐτοὶ δύνανται πρᾶξαι τὰ δέοντα. TBcVbWd 〈ἐξ ἁπάντων〉] καὶ τῶν ἐσκεμμένων καὶ τῶν παραχρῆμα λεχθέντων.
10
Pr ὁ μὲν οὖν καιρὸς] δεύτερον προοίμιον, σύντομον καὶ τοῦτο ὁμοίως τῷ πρώτῳ διὰ τὴν χρείαν τοῦ καιροῦ τοῦ κατεπείγοντος πρὸς βοήθειαν.
11b
.. καιρὸς] ἀκόλουθον τῷ προτέρῳ προοιμίῳ τὸ δεύτερον. ἐκεῖ γὰρ προκαλεσάμενος τοὺς βουλομένους συμβουλεύειν, νῦν ἐκ περιουσίας τὸν καιρὸν σύμβουλον εἰσήγαγεν, ὥσπερ ἐνδεικνύμενος ὅτι τί μὲν ἐροῦσιν οἱ ῥήτορες ἄδηλον, ὁ μέντοι καιρὸς τήνδε τὴν γνώμην ἀποφαίνεται. καὶ ἔστιν ὥσπερ ἐκ προσωποποιίας ὁ λόγος· διενήνοχε δὲ τῆς παρὰ τοῖς ποιηταῖς, ὅτι ἐκεῖνοι μὲν αὐτὸν τὸν καιρὸν ποιοῦσι φθεγγόμενον ἤ τι ἕτερον οἷς οὐ μέτεστι φωνῆς, ὁ μέντοι ῥήτωρ τὴν ἐκείνου φωνὴν ὑποκρίνεται τὸ πιθανὸν τῷ λόγῳ κατασκευάζων. F 4 RTBcVbWd δύναται δὲ τὸ τῆς ἠθοποιίας ἐμψυχότερον ἅμα καὶ ἐναργέστερον ἀποφαίνειν τὸν λόγον.
11c
ἔστι δὲ καὶ τὸ δεύτερον προοίμιον ἠθικὸν ὁμοίως καὶ πραγματικόν· ὁμοῦ γὰρ σημαίνει καὶ τὴν σκέψιν τοῦ ῥήτορος καὶ τῆς παλαιᾶς αὐτοῦ δόξης ὑπομιμνήσκει καὶ διʼ ἑαυτῶν ἕκαστα πράττειν προτρέπεται. R ὁ μὲν .
11d
.. καιρὸς] σαφῶς ἐνταῦθα δείκνυσιν ὁ ῥήτωρ ὅτι μεμελέτηκεν· ἐν ᾧ γὰρ λέγει τὸν παρόντα καιρόν, ἐν τούτῳ παρίστησιν ὅτι οὗτος ἐκεῖνος ὁ καιρὸς ὃν ἐκ πολλοῦ περιέμενον. εὔδηλον οὖν ὅτι τὸ συμφέρον ἄνωθεν ἐζήτει· ποῦ γὰρ ἂν ἐπέγνω τὸν καιρὸν ἐν ᾧ δυνατὸν ἦν τοῖς Ἀθηναίοις ἀναλαβεῖν τὰ πράγματα; πότερον δὲ τὰ τῶν Ὀλυνθίων ἢ τὰ τῆς πόλεως; εἰ μὲν οὖν τὰ τῶν Ὀλυνθίων ἔλεγεν, οὐκ ἂν εἶπε ʼτῶν πραγμάτων ὑμῖν ἐκείνωνʼ, ἀλλὰ ʼτούτωνʼ· ἥρμοττε γὰρ μᾶλλον τὸ δεικτικόν, ἐπειδὴ καὶ νῦν ἐνέστηκεν· ἀλλὰ μᾶλλον ἔοικεν αἰνίττεσθαι τὴν παλαιὰν εὐδαιμονίαν καὶ τὴν τῶν πολλῶν ἡγεμονίαν· διὸ καὶ ἐπήγαγεν ὡς ὁμολογούμενον ʼεἴπερ ὑπὲρ σωτηρίας αὐτῶν φροντίζετεʼ. πρόδηλον γὰρ ὅτι περὶ πολλοῦ ποιεῖται τὴν παλαιὰν δόξαν ἀνακτήσασθαι. καταστήσας οὖν εἰς ὑπόμνησιν αὐτοὺς ὧν ἐπεθύμουν, καιρὸν ἔσχε καὶ τῇ κατʼ αὐτῶν ἐπιτιμήσει χρήσασθαι. καὶ οὔτε φανερῶς ὠνείδισε τὴν ῥαθυμίαν (ἀνάρμοστον γὰρ προτρέποντι τὸ τοιοῦτον) οὔτε παντελῶς ἀφῆκεν, ἀλλὰ διὰ τῆς ὑποσιωπήσεως ἐδήλωσε. R ὑμῖν ἐκείνων αὐτοῖς] ἀντὶ τοῦ ὑμῖν τοῖς Ἀθηναίοις αὐτοῖς ἀντιληπτέον καὶ ἀντιποιητέον ἐστὶ τῶν ἐν Ὀλύνθῳ πραγμάτων.
12a
TAfWd τῶν τοῖς Ὀλυνθίοις.
12b
Pr 〈εἴπερ ὑπὲρ〉] εἰ μέλει τῇ πόλει τοῦ προεστάναι τῆς τῶν Ἑλλήνων ἡγεμονίας.
13a
S κατασκευὴ τοῦ δευτέρου προοιμίου.
13b
S 〈ἡμεῖς δʼ οὐκ οἶδʼ ὅντινα〉] συμπέρασμα τοῦ προοιμίου τὸ ʼἡμεῖς δέʼ.
14a
S τὸ σχῆμα ὑποσιώπησις.
14b
συμπέρασμα τοῦ προοιμίου. F 1 ἡμεῖς .
14c
.. ὅντινα] τὸ ἐπαχθὲς βουλόμενος φεύγειν καὶ ἑαυτὸν ἐγκατέμιξε τῷ ἐγκλήματι ʼἡμεῖσʼ εἰπὼν καὶ οὐχ ʼὑμεῖσʼ. τοῦτο δὲ τὸ σχῆμα λέγεται ὑποσιώπησις, ὅταν μέλλῃ τις ἐπιφέρειν τραχύ τι καὶ λοιδορίας ἐχόμενον, μὴ βούληται δὲ διὰ τὸ ἐπαχθὲς αὐτὸ λέγειν, ἀλλὰ διʼ αἰνιγμάτων σημαίνῃ. καὶ γὰρ ἐνταῦθα βουλόμενος λέγειν, ὅτι ὁ μὲν καιρὸς πάντα ποιεῖ παροξύνων ὑμᾶς ἐπὶ τὴν σωτηρίαν τῶν πραγμάτων, ἡμεῖς δὲ ῥαθυμοῦμεν καὶ οὐ προσέχομεν αὐτοῖς, ἀλλὰ θέαις τε καὶ τρυφαῖς σχολάζομεν, ὑπεσιώπησε μὲν τοῦτο διὰ τὸ δυσχερές, ἐπήγαγε δὲ ʼοὐκ οἶδʼ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτάʼ. διαφέρει δὲ τῆς ἀποσιωπήσεως, ὅτι ἐκείνη μὲν παντελῶς ἀποσιωπᾷ τὰ πρᾶγμα, ὡς τὸ (18, 3) ʼοὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖνʼ, ἡ δὲ ὑποσιώπησις αἰνίττεταί τι, ὡς ἐνταῦθα. εἴη ἂν οὖν τοῦτο τὸ κῶλον συμπέρασμα τοῦ προοιμίου, κατασκευῆς οὔσης τῆς ʼεἴπερ ὑπὲρ σωτηρίας αὐτῶνʼ. F 4 RTBeWd ἐνταῦθα ἐν τῷ δευτέρῳ προοιμίῳ σπερματικῶς τὰς δύο λύσεις τῆς πρώτης λυπούσης ἀντιθέσεως τίθησιν, ἥτις ἦν ὅτι ʼοὐκ οἰκεῖος ὁ πόλεμοσʼ· ἣν λύει ἀπό τε τῆς τῶν Ἀθηναίων φιλοτιμίας καὶ ἀπὸ τοῦ φόβου τοῦ Φιλίππου.
14d
ἐνταῦθα τοίνυν λέγων τὴν πρότασιν τὸ ʼἀντιληπτέον τῶνʼ παλαιῶν ʼπραγμάτωνʼ ἤγουν τῶν εὐδαιμόνων, τὴν ἐκ τῆς φιλοτιμίας λύσιν ὅσον ἐγχωρεῖ τῷ προοιμίῳ ἐργάζεται, καὶ τὸ θαυμάσιον κατασκευάζων τὴν πρότασιν, τὴν δευτέραν προανακρούεται λύσιν εἰπών· ʼεἴπερ ὑπὲρ σωτηρίας φροντίζετεʼ, ὅπερ ἐστὶ τοῦ φόβου. BcOb 〈ἔστι δὴ〉] ἐνταῦθα τὸ συμφέρον.
15a
F 1 ἔστι δὴ] ἀρχὴ τῶν κεφαλαίων.
15b
F 1 S ἔστι δὴ] γνώμης ἀπόφασις· ἐστὶ δὲ ἐντεῦθεν ἀρχὴ καὶ εἰσβολὴ τοῦ συμφέροντος.
15c
F 2 TBcAfVbWd μετὰ τὸν καιρὸν καὶ αὐτὸς εὐλόγως ἀποφαίνεται.
15d
Bc τὴν ταχίστην] ἀντὶ τοῦ ταχέως.
τὸ δʼ ʼἐνθένδεʼ ἀντὶ τοῦ πολιτικῇ δυνάμει καὶ μὴ ξένῃ. F 1 S 〈ἐνθένδε〉] εἰς τὴν Ὄλυνθον.
Pr 〈ὅπερ καὶ πρότερον〉] καιροῦ γὰρ ὁμοίου περί τινων ἄλλων παραπεσόντος ἠμελήκατε.
Pr ἥτις ταῦτʼ ἐρεῖ] ὅτι μέλλουσιν οἱ Ἀθηναῖοι ἐλθεῖν καὶ βοηθῆσαι ὑμῖν, καὶ διὰ τῆς παρουσίας παραμυθήσεται αὐτούς, καὶ μὴ χώραν σχῇ ὁ Φίλιππος ἀπατῆσαι αὐτούς, ἀντὶ ἐνεχύρου τῆς βοηθείας ὑπαρχούσης αὐτοῖς ἐκεῖσε τῆς πρεσβείας.
STBcAfVbWd 〈καὶ παρέσται〉] αὐτοῖς, ἤγουν ἡ αὐτὴ ἄγγελος εἴη τῆς βοηθείας καὶ βοηθός.
20
Pr 〈ὡς ἔστι〉] τὸ ʼὡσʼ ἀντὶ τοῦ ʼκαὶ γάρʼ.
21a
F 1 S τὸ ʼὡσʼ γὰρ ὅταν τιθῇ κατασκευαστικῶς οἷον ἀντὶ τοῦ ʼκαὶ γὰρʼ ὡς παρὰ τῷ θεολόγῳ εὕρηται ʼὡς τάχα γε κρείττωνʼ.
21b
μὴ θεὶς δὲ τὴν ἀντίθεσιν ʼἀλλὰ ἄπιστοι ἐγεγόνεισαν περὶ τὴν πόλιν Ὀλύνθιοιʼ διὰ τῆς λύσεως τῆς συγγνωμονικῆς δηλοῖ ταύτην· φησὶ γάρ· ὥσπερ δέος νῦν ἔστιν ὁλοπροθύμως ὑποστρέψαντας πρὸς ἡμᾶς μή πως παρασπάσηται ταῖς ἀπάταις, οὕτω καὶ πρῶτον ἐγεγόνει καὶ ταῖς τοῦ Φιλίππου πανουργίαις ἀπέστησαν ἀφʼ ἡμῶν, ὅθεν συγγνώμης ἄξιοι. BcOb 〈δέος, μὴ πανοῦργοσ〉] τὰ μὲν ὄντα φοβερὰ τοῦ Φιλίππου σεσιώπηκε, τουτέστι τὴν δύναμιν, τοὺς στρατιώτας, τὸν δὲ τρόπον εἶναί φησι φοβερόν, οὗ καὶ ῥᾳδίως περιγενέσθαι δύναται.
καὶ διὰ τῶν αὐτῶν καὶ τὴν Φιλίππου δύναμιν καθαιρεῖ καὶ τὴν αἰτίαν ἀποδίδωσι τὴν τῆς χειροτονίας τῶν πρέσβεων, ʼμὴ πανοῦργος ὤνʼ. ἐκ τῆς παρακειμένης δὲ τῇ σοφίᾳ κακίας ὠνόμασε τὸν Φίλιππον· καὶ γὰρ τὸν Ὀδυσσέα διὰ τοῦτο σοφὸν καλοῦμεν, ὅτι δόλοις καὶ πανουργίαις κέχρηται. σιωπήσας οὖν τὴν σοφίαν ὅπερ ἦν ἔνδοξον, τὴν πανουργίαν εἶπεν ὅπερ ἐστὶν ἄδοξον. R καὶ δεινὸς ἄνθρωπος πράγμασι χρῆσθαι] τοῦτο μὲν ἄντικρυς καὶ ἐγκώμιον εἶναι δοκεῖ, καὶ εἴ τις αὐτὸ περὶ Ἀθηναίων εἶπεν, οὐκ ἂν ἠγανάκτησαν.
οὐ μὴν ἀλλὰ καὶ τοῦτο εἰς ὕβριν παρέστησεν ἡ προκειμένη λέξις· ἡ γὰρ τοῦ πανούργου μνήμη καὶ τὴν δεινότητα διέβαλε. καὶ ἔστιν ὅλον τοῦτο ἐκ τῆς Κορινθίων δημηγορίας (Th. 1, 68—71) εἰλημμένον τῆς πρὸς Λακεδαιμονίους. καὶ γὰρ ἐκεῖ φοβῆσαι βουλόμενοι τοὺς Λακεδαιμονίους οἱ Κορίνθιοι, τὸ μὲν ναυτικὸν τῶν Ἀθηναίων καὶ τὰ μυρία τάλαντα ἐσιώπησαν, τὸ δὲ νεωτεροποιὸν αὐτῶν καὶ τὸ ὀξὺ προβάλλονται καὶ τούτῳ φοβοῦσι. R 〈πράγμασι χρῆσθαι, τὰ μὲν εἴκων〉] πράξεις τῷ Φιλίππῳ περιέθηκε.
τὸ γὰρ εἴκειν καὶ ἀπειλεῖν αὐτοῖς οὐ βεβαίου τινός. καὶ ἔστι, φησίν, ʼἀξιόπιστοσʼ ἀπειλῶν ʼεἰκότωσʼ· διʼ ὧν γὰρ εἴκει, διὰ τούτων καὶ ἀπειλῶν ἀξιόπιστος· δεῖ γάρ, ἐξ ὧν αὑτῷ σύνοιδεν, ἐκ τούτων ἑκάτερα πράττειν. καὶ ἡμῖν μὲν ἐν οἷς ἐλαττούμενος αἰσθάνεται ἀπειλεῖ, εἴκει δʼ ἐν οἷς ἑαυτὸν πλεονεκτοῦντα γινώσκει. RBcOb 〈τὰ δʼ ἡμᾶς διαβάλλων〉] ἔστι μὲν καὶ τοῦτο πανούργου τὸ διαβάλλειν, οὐ μὴν ἕξει Φίλιππος ᾧ διαβάλλει τὴν πόλιν· οὐδὲν γὰρ ἄξιον διαβολῆς πράττομεν.
25
ὁ δὲ ῥήτωρ, ὅπερ αὐτῷ βούλεται γενέσθαι παρὰ τῆς πόλεως, τοῦτο εἰς διαβολὴν εἴληφε· τὴν γὰρ ʼἀπουσίαν τὴν ἡμετέρανʼ προσοίσει τοῖς Ὀλυνθίοις. οὐκοῦν εἰ βούλεσθε μὴ δοῦναι καιρὸν διαβολῆς, ἐπίστητε τοῖς πράγμασι. R τρέψηται καὶ παρασπάσηταί τι] τὸ βέβαιον τῶν Ὀλυνθίων ἐδήλωσεν, ὅτι καὶ μὴ βουλομένους αὐτοὺς τρέψεται καὶ παρασπάσεται.
26a
εἴληπται δὲ ἡ λέξις ἀπὸ τῶν καταφευγόντων εἰς τοὺς βωμοὺς καὶ βίᾳ ἀποσπωμένων. F 1 RTBcAfVbWd ἢ ὡς ἐπὶ μέλους τινὸς σώματος, ἵνα δείξῃ τὴν ἑνότητα τῶν Ὀλυνθίων.
26b
F 4 STBcAfVbWd τρέψηται .
26c
.. τι] τὸ δὲ ʼτιʼ ἐνταῦθα ἀντὶ τοῦ μέγα κεῖται, ὥσπερ τὸ ʼδύναμίν τινα κεκτημένουσʼ· τὸ ʼτιναʼ γὰρ ἀντὶ τοῦ μεγάλην. F 4 STBcAfVbWd εἶτʼ ἐπειδὴ διὰ τῆς πανουργίας καὶ τῆς δεινότητος ἐφόβησε τοὺς Ἀθηναίους, ἀντέπιπτε δὲ αὐτῷ ʼμάτην οὖν οἱ πρέσβεις ἀπελεύσονται, εἰ κρατήσει καὶ τούτων τῇ δεινότητι Φίλιπποσʼ, ὁ δὲ καὶ τὸν φόβον καθεῖλεν εἰπὼν ὅτι μέρος παρασπάσεται τῶν πραγμάτων καὶ ὅτι τοῦτο ποιήσει μὴ πορευθέντων τῶν πρέσβεων.
26d
τὸ δὲ ʼτῶν ὅλων πραγμάτωνʼ διπλοῦν ἐστι καὶ μέσον ἐσιώπησεν ὅπερ ἦν τὸ τοῦ πολέμου καὶ τῶν κινδύνων· ἴσως δὲ καὶ πρὸς τὸ παρὸν αἰνίττεται τοῖς Ἀθηναίοις, ὅτι μόνης ὑμῖν ἐξόδου χρεία καὶ τοῦ πλεῦσαι· πρόχειρον γὰρ εὐθὺς τὸ κρατεῖν τῶν πολεμίων μηδενὸς ὑμῖν ἀντιτάττεσθαι τολμῶντος. εἰ γὰρ περὶ τῶν Ὀλυνθιακῶν πραγμάτων ἔλεγεν, εἶπεν ἂν φρούριον ἢ πόλισμα μικρόν· νῦν δὲ ʼτῶν ὅλων πραγμάτωνʼ λέγει τῶν κατὰ τὴν ἡγεμονίαν τῶν Ἑλλήνων, ἣν αὐτοὺς διαλαβεῖν βούλεται διὰ τῆς παρούσης στρατείας· ἧς οὐ μᾶλλον τοῦτο δέχεσθαι προσήκει, ἀκόλουθόν ἐστι τὸ (1, 2) ʼεἴπερ ὑπὲρ σωτηρίας αὐτῶν φροντίζετεʼ. R οὐ μὴν ἀλλʼ ἐπιεικῶς] τὸ σχῆμα τροπὴ ἢ παρὰ προσδοκίαν· τὸ δὲ ʼἐπιεικῶσʼ ἀντὶ τοῦ πάνυ.
27a
F 1 S παρὰ προσδοκίαν τὸ σχῆμα.
.. βέλτιστον〉] φοβήσας τοὺς Ἀθηναίους διὰ τῆς Φιλίππου πανουργίας καὶ δυσκαταγώνιστον αὐτὸν καταστήσας παραμυθεῖται πάλιν αὐτοὺς διὰ τούτων ὧν ἐφόβησε. καί φησιν ὅτι τὸ δοκοῦν αὐτοῦ δύσμαχον τοῦθʼ ὑπὲρ ὑμῶν ἐστι. παράδοξον δὲ τὸ νόημα καὶ τοῦ δοκεῖν ἀπίθανον εἶναι πλησίον, ὃ κατασκευῆς ἐδεήθη πλείονος. δύο δὲ ὄντων, τοῦ τε δύσμαχον εἶναι τὸν Φίλιππον διὰ τὴν πανουργίαν καὶ τοῦ λυσιτελεῖν τοῦτο τῇ πόλει, πρὸς ἑκάτερον ἀπήντησεν. ἐπειδὴ δὲ ὑπτίους αὐτοὺς ἐποίησεν εἰπὼν τὸ δύσμαχον τοῦ Μακεδόνος ὑπὲρ Ἀθηναίων εἶναι, διὰ τοῦτο πρῶτον ἐξετάζει τὸ δύσμαχον ἵνα φοβήσῃ· οὐ μὴν οὐδὲ ἐν τῷ φοβεῖν ἀπέχεται τῆς προτροπῆς, ἀλλὰ διʼ ὧν ἐπαινεῖ τὸν Φίλιππον, διὰ τούτων εἰς ζῆλον αὐτοὺς καθίστησι. ʼτὸ μὲν γὰρ εἶναι πάντων ἐκεῖνον ἕνα ὄντα κύριον·ʼ ἂν θελήσητε πράττειν τὰ δέοντα, καὶ ὑμεῖς δύνασθε γενέσθαι πάντων κύριοι. καὶ διὰ τῶν ἑξῆς αὐτοὺς πάντα πράττειν καὶ μὴ τοῖς ξένοις ἐπιτρέπειν παραινεῖ· κύριον γὰρ ῥητῶν καὶ ἀπορρήτων φησὶν εἶναι τὸν Φίλιππον· ὑμεῖς δὲ τοῖς ξένοις πιστεύετε τὰ τῆς πόλεως ἀπόρρητα. R καὶ βέλτιον ὑμῖν] τοῦτο τὸ σχῆμα λέγεται τὸ παρὰ προσδοκίαν, ὅτε τὸ αὐτὸ πρᾶγμα καὶ φοβερὸν καὶ συμφέρον εἴη.
RTBcAfVbWd τὸ γὰρ εἶναι πάντων] διʼ ὧν φοβεῖ, διὰ τούτων καὶ παραμυθεῖται.
30
οὐκ ἐν τῷ φοβεῖν ἀπέχεται τῆς προτροπῆς, ἀλλὰ διὰ τῶν τοῦ Φιλίππου καθίστησι τὰ τῶν Ἀθηναίων. Bc καὶ ἅμα στρατηγὸν] οὐκοῦν κακοδαίμονά τινα λέγεις τὸν Φίλιππον ἐν τοσούτοις ὄντα κακοῖς καὶ πόνοις; ὁ δέ, τὸ κέρδος τὸ ἐκ τούτων προσθείς, ζηλωτὸν κατέστησε τὸν Φίλιππον· ʼδεσπότηνʼ δὲ αὐτὸν ὠνόμασε, τούτου γὰρ μάλιστα τυχεῖν ζητεῖ ὁ δῆμος.
ἀλλὰ καὶ ʼταμίασʼ ὁ Φίλιππος· τοῦτο περὶ τῶν χρημάτων τῶν θεωρικῶν. αὐτοὶ γὰρ ὑμεῖς ταμίαι γενήσεσθε τῶν χρημάτων καὶ οὐδεὶς αὐτὰ διαρπάσει. R 〈πανταχοῦ〉] ὅπου ἂν βουληθείη.
33a
.. κατὰ καιρὸν πράττεσθαι] πάλιν αὐτοὺς φοβήσας διʼ ὧν πράττει Φίλιππος, παραμυθεῖται διὰ τῶν ἀποβαινόντων· πλεονεκτεῖ γάρ, φησιν, ὁ Φίλιππος τῷ κατὰ καιρὸν πράττειν τὰ τῶν πολεμίων. οὐκ εἶπε ʼκατορθοῦν καὶ νικᾶνʼ, ἀλλὰ ʼπράττεινʼ· τοῦτο δὲ οὐ πάντως νίκην, ἀλλὰ τὴν παρασκευὴν καὶ τὸ ὀξὺ τῶν ἔργων δεικνύει· ὅπερ ἧττον λυπεῖ τοὺς Ἀθηναίους. τὸ μὲν οὖν τοῦ Φιλίππου δύσμαχον διὰ τούτων ἀπέδειξεν· ἐν ᾧ καὶ προτροπὴν πεποίηται· τὸ δὲ λυσιτελοῦν ἐξ αὐτοῦ μετὰ ταῦτα δείκνυσιν· οὐ γὰρ πεισθήσονται τῷ Φιλίππῳ διαλλαγὰς προτείνοντι· πάλαι γὰρ αὐτοῦ τὸ πανοῦργον ἴσασιν. S διὰ τούτου πάλιν αὐτοὺς ἐξιέναι δυσωπεῖ· δῆλον γὰρ ὅτι ζηλοῦσιν αὐτὸν Ἀθηναῖοι.
33b
πεφύκαμεν γὰρ πάντες ἀντιφιλοτιμεῖσθαι πρὸς τοὺς ἐχθρούς. S καθῄρηκε τὴν δύναμιν τοῦ Μακεδόνος καὶ τὰς ἐλπίδας αὐτῷ τῶν πραγμάτων ἐν μόνῃ τῇ πανουργίᾳ δέδωκεν, ὡς πεπλέχθαι τὸ νόημα τῷ τε συμφέροντι καὶ τῷ δυνατῷ, προηγουμένου τοῦ συμφέροντος, ὅτι οὐδέποτε διαλλαγήσονται πρὸς αὐτὸν Ὀλύνθιοι· ᾧ δὴ συναποδείκνυται ὅτι καὶ ταπεινὸς ὁ Φίλιππος.
33c
S 〈πρὸς μὲν τὸ τὰ〉] ἐν μὲν γὰρ ταῖς δημοκρατίαις τῷ μὲν ἀρέσει ὁ πόλεμος, τῷ δὲ οὔκ· ὁ δὲ βασιλεύς, εἷς ὤν, ἡνίκα ἂν βουληθῇ πολεμεῖν, οὐδένα τὸν ἐναντιούμενον ἔχει.
Pr 〈ἐναντίως ἔχει〉] τὸ δύσμαχον αὐτό, φησι, καὶ δυσκαταγώνιστον τοῦ Φιλίππου ἐναντιοῦται αὐτῷ πρὸς τὸ γενέσθαι φίλους Ὀλυνθίους.
35a
F 4 ἐναντίως ἔχει] αὐτό, φησι, τὸ δύσμαχον αὐτοῦ καὶ δυσκαταγώνιστον ἐναντιοῦται πρὸς τὸ γενέσθαι αὐτῷ τοὺς Ὀλυνθίους φίλους.
35b
εἶτα ἐπάγει τὴν αἰτίαν. TBcAfVbWd 〈δῆλον γάρ ἐστι〉] ἀντιστροφή· εἶτα ἐπάγει τὴν αἰτίαν.
36a
F 2 δῆλον γάρ ἐστι] ἀντιπίπτοντος λύσις· ʼἀλλὰ πανοῦργος ὁ Φίλιππος καὶ ῥᾳδίως πείθει τοὺς Ὀλυνθίουσʼ· ὁ δὲ μὴ δυνάμενος ἀντιτάξαι τὸν λογισμὸν τῶν Ὀλυνθίων τῇ τοῦ Φιλίππου δεινότητι, τὸν κίνδυνον προβάλλεται καὶ τὴν ἀνάγκην, ἥτις καὶ τοὺς ἄγαν ἀνοήτους οὐκ ἐᾷ παρακρούσασθαι.
36b
τοῦτο Ζήνων ἑτέρως ἐκλαβὼν ἀντιθέσεως λύσιν ἐνόμισε τῆς ὅτι ʼἄπιστοι Ὀλύνθιοιʼ. ἀλλὰ περὶ τοῦ τρόπου τοῦ Φιλίππου καὶ τῆς πανουργίας ὁ λόγος ἦν τῷ ῥήτορι. τίς οὖν ὁ κίνδυνος τοῦ πολέμου 〈 *** 〉 τὴν ἀληθῆ πρόφασιν· ὅτι διὰ τὸν ἀδελφὸν τοῦ Φιλίππου, ὃν ἐξαιτοῦντος τοῦ Μακεδόνος κατέχουσι, τὴν κεκρυμμένην ἐπιθυμίαν τοῦ Φιλίππου λέγει, τὸ καταστρέψασθαι τοὺς Ὀλυνθίους μετʼ εὐπροσώπου προφάσεως. εἰκότως δὲ ἐκείνην ἐσιώπησεν, ἀντιπῖπτον ὑποτεμνόμενος ʼἀλλʼ ἔξεστι τοῖς Ὀλυνθίοις ἀποδοῦναι τὸν ἀδελφὸν καὶ ἀπηλλάχθαι τοῦ πολέμουʼ. R δῆλον γάρ ἐστι τοῖς Ὀλυνθίοις ὅτι νῦν οὐ περὶ δόξης] δοκεῖ μὲν ἀναμιμνήσκειν τοὺς Ἀθηναίους τοῦ πολέμου καὶ τῆς ἀποστάσεως ἣν ἀπέστησαν Ὀλύνθιοι κατὰ τὸν πόλεμον τὸν συμμαχικόν· οὐδὲν δὲ ἧττον συγγνώμην αὐτοῖς ἀπένειμεν, ὑπὲρ δόξης εἰπὼν ἀνῃρῆσθαι τὸν πόλεμον· ἐλευθερίας γὰρ ἐπεθύμουν καὶ μὴ 〈 *** 〉 σιωπήσας δὲ τὴν ἀπόστασιν τῷ τῆς ἐλευθερίας ἐνδόξῳ παραμυθεῖται τὸ πταῖσμα, δεικνὺς οὐδὲν ἧττον καὶ νῦν ὡς οὐκ ἂν ἠθέλησαν ὑπὸ Φιλίππῳ γενέσθαι· τῆς γὰρ ἐλευθερίας ἀντιποιοῦνται.
προϊόντως ʼἀλλὰ καὶ ὑπὲρ Ἀμφιπόλεως ἐπολέμησαν πρὸς Ἀθηναίουσʼ. ὁ δὲ καὶ τοῦτο συνέστειλε καὶ εἰς βραχὺ κατήνεγκεν ʼὑπὲρ μέρους χώρασʼ εἰπών, ὡς μηδένα λόγον ἔχειν τοὺς Ἀθηναίους ἐπὶ τοιούτοις ἐγκλήμασι μνησικακεῖν. R ὅτι νῦν οὐ περὶ δόξης] οἷον οὐ περὶ τοῦ ἡττηθῆναι μόνον αὐτοὺς παρὰ Φιλίππου, ἀλλʼ ὑπὲρ τοῦ μὴ ἐκβαλεῖν ἐκεῖθεν καὶ ἀνδραποδίσασθαι, ὅ ἐστι δούλους ποιῆσαι. *[crux: προϊόντως]*
38a
TBcAfVbWd καθὼς πρὸς Ἀθηναίους Ὀλύνθιοι ἐτόλμησαν ὑπὲρ Ἀμφιπόλεως, ὃ ʼπρὸς μικρὸν μέρος χώρασʼ λέγει.
38b
Bc ἀλλʼ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ τῆς πατρίδος] ἐξήρκει μὲν καὶ τὴν ἀνάστασιν εἰπεῖν μόνην, ὁ δὲ ηὔξησε τὸ πάθος, καὶ τὸν ἀνδραποδισμὸν ἐξενεγκὼν καὶ τὸ ἑξῆς φρικωδέστερον προσθήκῃ τῆς πατρίδος, ἧς ποιοῦνται τὸν λόγον ἄνθρωποι μᾶλλον ἢ τῶν γονέων, ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου (cf.
39a
18, 205) ʼοὐ τοῖς γονεῦσι μᾶλλον, ἀλλὰ καὶ τῇ πατρίδιʼ. καὶ πόθεν τοῦτο ʼδῆλον τοῖς Ὀλυνθίοισʼ ὅτι περὶ τούτων κινδυνεύουσιν; ἀπὸ παραδειγμάτων ἐπάγει τὴν πίστιν· ἱκανὰ δὲ ταῦτα καὶ τοῖς ἀνοήτοις λογισμὸν ἐμποιῆσαι περὶ τῶν μελλόντων. Ἀμφιπολῖται καὶ Πυδναῖοι διδάσκουσιν αὐτοὺς ὅπως χρῆται Φίλιππος τοῖς πιστεύουσιν. εἶτα καὶ ἀπὸ καθολικῆς γνώμης πιστοῦται τὸ λεγόμενον· διαβεβαιωτικὰ γὰρ τὰ καθόλου τῶν μερικῶν νοημάτων. καὶ δημοκρατία γὰρ καὶ τυραννὶς ἀεὶ διάφοροι, καὶ ἡ προσοχὴ τῆς γειτνιάσεως αὔξει τὸ μῖσος· τά τε γὰρ ἐναντία μᾶλλον δείκνυται καὶ πολέμια πλησίον ἀλλήλων γενόμενα, καθάπερ ψυχρῷ τὸ θερμὸν καὶ λευκῷ τὸ μέλαν. R ἤγουν ὑπὲρ τοῦ μὴ ἀνάστατον ὑπὸ τούτου γενέσθαι τὴν σφῶν πόλιν καὶ δούλους αὐτούς· τὸ γὰρ οἰκεῖον συμφέρον οὗτος ζητῶν ταῦτα σπουδάσει ποιῆσαι.
39b
Pr καὶ ἴσασιν ἅ τʼ Ἀμφιπολιτῶν] ἀντιπῖπτον λύει, ἵνα μή τις εἴπῃ· ʼεἰκὸς μὲν τοὺς Ὀλυνθίους μὴ πιστεύειν αὐτῷ μηδὲ βουλήσεσθαι προέσθαι ἑαυτοὺς αὐτῷ.
40a
τί οὖν, ὅτι εἰσί τινες προδόται παρὰ τοῖς Ὀλυνθίοις οἵτινες βουλήσονται προδοῦναι τὴν πόλιν;ʼ ἐπάγει ὡς οὐδὲ τούτους ἐνδέχεται τοῦτο ποιῆσαι· ἴσασι γὰρ οἷα ἐποίησεν εἰς τοὺς προδότας τῶν Ἀμφιπολιτῶν τοὺς ἀνοίξαντας αὐτῷ τὰς πύλας. εἰσελθὼν γὰρ αὐτοὺς πρώτους ἐφόνευσε, λέγων· εἰ τῶν ἰδίων πολιτῶν οὐκ ἐφείσασθε, πόσῳ γε πλέον οὐ μέλλετε περὶ ἐμὲ ὕστερον τοιοῦτοι γενήσεσθαι; F 1 S ἐκ παραδείγματος, ὅπερ ἐστὶ δραστικὴ πίστις· καλεῖται δὲ τοῦτο κατὰ τοὺς φιλοσόφους ἐπαγωγή.
40b
Bc καὶ Πυδναίων τοὺς ὑποδεξαμένους] Πύδνα πόλις Μακεδονίας.
41a
αὕτη ἀπέστη τοῦ ὑπακούειν Φιλίππῳ, καὶ ἐστράτευσε κατʼ αὐτῆς καὶ περὶ ταύτην τοιοῦτόν τι συνέβη· ὡς γὰρ κἀκεῖ τινες προδεδώκασιν, εἶθʼ ὕστερον γνόντες ὅτι οὐκ ἂν αὐτῶν φείσαιτο, ἔφυγον ἐπὶ τὸ Ἀμύντιον ἱερὸν τοῦ πατρὸς αὐτοῦ· κολακεύοντες γὰρ αὐτοῦ τὸν πατέρα πρώην οἱ Πυδναῖοι ἱερὸν αὐτοῦ ἐποίησαν· ὅμως οὐδʼ ἐκεῖσε καταφυγόντων ἐφείσατο, ἀλλʼ ἀναστήσας αὐτοὺς ὅρκοις ἐπὶ τῷ μηδὲν ποιῆσαι ἐξελθόντας ἀνεῖλε. F 1 S Κιτριωτῶν.
41b
vpPr καὶ ὅλως ἄπιστον οἶμαι] εἰπὼν τὰ μερικὰ παραδείγματα τῷ καθολικῷ τῆς γνώμης ταῦτα ἐπισφραγίζεται.
42a
F 1 TBcAfVbWd ἐναντία γάρ ἐστιν· αἱ μὲν γὰρ οὐκ ἄρχοντα ἔχουσιν, ἀλλʼ ἔστι δημοκρατία, ἡ δὲ μοναρχίαν ἐπαγγέλλεται.
42b
Pr κἂν ὅμορον χώραν ἔχωσιν] αὐτὸ γὰρ τὸ πλησιάζον τοῦ τόπου ὥσπερ εἴωθεν τὰ ἐγκλήματα τίκτειν.
43a
TBcAfVbWd ἐκ τῶν τριῶν περιστατικῶν, προσώπου, τρόπου καὶ τόπου· τρόπου διὰ τὴν τυραννίδα, προσώπου διὰ τὸν Φίλιππον, τόπου διὰ τὸ ὅμορον.
43b
Ac ταῦτʼ οὖν] κατασκευὴ τοῦ δευτέρου προοιμίου.
44a
F 1 ταῦτʼ οὖν] δείξας ἐκ πολλοῦ τὸ δοκοῦν λυσιτελεῖν τοῖς Ἀθηναίοις καὶ καταστήσας αὐτοὺς πρὸς τὸ εὐθυμότερον, καιρὸν ἔσχε τοῦ παροξῦναι καὶ ἐγεῖραι πρὸς τὰς πράξεις.
44b
καὶ οὐδὲ ἐνταῦθα μεγάλα τινὰ ἢ μέσα παρʼ αὐτῶν ᾔτησεν, ἀλλὰ τὸ βούλεσθαι μόνον καὶ προσέχειν. διὸ καὶ χαυνώσας αὐτοὺς καὶ εἰς χρηστὰς ἐλπίδας ἐπαγαγών, συμβουλεύει καὶ χρήματα εἰσφέρειν. ἐν οἷς γὰρ ἡδίους γεγόνασιν, ἐν τούτοις καιρὸν ἔσχεν ὑποβάλλειν τὸ δοκοῦν ἐπαχθές, ἵνα λάθῃ διὰ τῶν χρηστοτέρων καταναγκάσας αὐτοὺς δέξασθαι καὶ τὸ δοκοῦν φορτικώτερον. διὸ καὶ τὸ ʼπροθύμωσʼ προσέθηκεν, εἰδὼς ὅτι καὶ τὸ προέσθαι χρήματα τοῖς ἀνθρώποις ὀκνηρόν. βούλεται δὲ διὰ τούτων πεῖσαι τὸν δῆμον ἐκστῆναι τῶν θεωρικῶν· δῆλον γὰρ ὅτι μᾶλλον ἀγαπήσουσιν ἀποστῆναι τῶν ἔξωθεν λημμάτων ἢ παρʼ ἑαυτῶν καὶ οἴκοθεν εἰσενεγκεῖν. διὰ τοῦτο δὲ τὸ φορτικώτερον αἰτεῖ παρʼ αὐτῶν, ἵνʼ εὐκόλως δυνηθῇ τυχεῖν οὗπερ αὐτὸς βούλεται. SR μετὰ τὰς πίστεις καὶ τὰς προτροπάς, ὅπερ ἐστὶ Δημοσθένους τε καὶ Θουκυδίδου.
44c
BcOb καὶ τἄλλʼ ἃ προσήκει] ὥσπερ ἂν εἰ ἔλεγε τὰ τῶν προγόνων διηγήματα, ὅτι ἔθος εἶχον ἐκεῖνοι σῴζειν τοὺς κινδυνεύοντας.
45a
F 4 TBcAfVbWd ὅτι φύσις ὑμῖν ἐξ ἀρχῆς σῴζειν τοὺς κινδυνεύοντας.
45b
Pr φημὶ δεῖν ἐθελῆσαι] μέρος τοῦ συμφέροντος ἔχον καὶ τὸ δυνατὸν ἑπόμενον.
Bc 〈εἴπερ ποτὲ καὶ νῦν〉] μετὰ τὸν φόβον μνημονεύει καὶ τῶν χρημάτων.
Bc καὶ αὐτοὺς ἐξιόντας] αὐτοὺς ἐξιόντας τοὺς Ἀθηναίους καὶ μὴ ξενικῇ δυνάμει πιστεύειν.
TBcAfVbWd 〈μηδὲν ἐλλείποντασ〉] ταῦτα δέ φησι τεχνικῶς ἵνα, εἰ συμβῇ ἡττηθῆναι αὐτούς, ἔχῃ ἀπολογίαν τὸ ἐλλεῖψαί τινα ὧν συνεβούλευσεν.
F 4 TBcAfVb Wd 〈οὐδὲ γὰρ λόγος οὐδὲ σκῆψισ〉] λόγος ἡ ἀπολογία, σκῆψις δὲ ἡ πρόφασις.
50
F 1 S νυνὶ γάρ, ὃ πάντες ἐθρύλουν] πόρρωθεν ἀποκλείει τὰς προφάσεις τῶν βουλομένων ἀντιλέγειν· τοῦτο γάρ, φησι, γέγονεν ʼὃ πάντες ἐθρύλουνʼ· πρῶτον μὲν τῷ περιληπτικῷ πάντας εἰς συγκατάθεσιν ἤγαγεν ὧν αὐτὸς βούλεται, δεύτερον δὲ ʼἐθρύλουνʼ εἰπὼν τὴν τῆς μετανοίας πρόφασιν ἀνῄρηκεν· οὐ γὰρ κρύφα οὐδὲ ἐν ἀπορρήτῳ περὶ τούτων ἐλέγομεν, ἀλλὰ πάντες βοῇ καὶ θορύβῳ χρώμενοι τοὺς Ὀλυνθίους ἐσπουδάζομεν ἐχθροὺς καταστῆσαι τῷ Φιλίππῳ.
51a
ὅτι γὰρ τὸ ʼἐθρύλουνʼ τοῦτο πάντως δύναται διδάσκει καὶ Ὅμηρος (Δ 437) ʼοὐ γὰρ πάντων ἦεν ὁμὸς θρόοσʼ, τὴν αἰτίαν λέγων τοῦ θορυβεῖν τοὺς Τρῶας. οὐκοῦν ἅπαντες Ἕλληνες ἔγνωσαν τὴν ἡμετέραν σπουδὴν καὶ μεταγινώσκειν ἀπρεπές. ʼἀλλʼ ἐβουλόμεθα μὲν ἐχθροὺς καταστῆσαι τοὺς Ὀλυνθίους, οὐ μὴν νῦν οὐδὲ τοῦτον τὸν τρόπονʼ. ὁ δὲ καὶ τοῦτο ἔλυσεν εἰπών· ʼκαὶ ταῦτα ὡς ἂν ὑμῖν μάλιστα συμφέροιʼ. καὶ ἡ ἀπόδειξις εὐθὺς ἀπὸ τοῦ τρόπου, ὅτι ʼπαρʼ ἡμῶν μὲν πεισθέντεσʼ τυχὸν ἂν καὶ μετέγνωσαν. ʼοὐκοῦν λέγεις ἡμῖν οὐ χρηστούς τινας οὐδὲ βεβαίους ἀνθρώπους.ʼ διὰ τοῦτο προσέθηκε τὸ ʼἴσωσʼ διαλεκτικῶς σφόδρα καὶ ἀκριβῶς. καὶ πιθανὸν τὸν λόγον ἐποίησε καὶ τοὺς Ὀλυνθίους συνέστησε μὴ ἀποφηνάμενος, ἀλλὰ κατʼ ἐνδοιασμὸν τὴν γνώμην αὐτῶν ἐκθέμενος. ʼἐπειδὴ δὲ ἐκ τῶν πρὸς αὐτοὺς ἐγκλημάτων μισοῦσιʼ· καὶ τοῦτο σύστασιν ἔχει τῶν Ὀλυνθίων. εἰ γὰρ μισοῦσι τὸν Φίλιππον διʼ ἅπερ αὐτοῖς ἐγκαλεῖ, πρόδηλον ὡς οὐκ ἀδικοῦσιν, ἀλλὰ μάτην πολεμοῦνται καὶ διὰ τοῦτο βεβαίαν ἔχουσι τὴν ἔχθραν. R et (p. 27, 26—28, 1 δύναται) F 4 TBcAf VbWd ἀναίρεσις τῆς ἀντιθέσεως τῆς ὅτι ʼοὐκ οἰκεῖος ὁ πόλεμοσʼ.
51b
τίς γὰρ ἂν ἔτι τολμήσειεν ἀλλότριον λέγειν αὐτόν, ἐπεὶ τοῦτον πάντες ἐπόθουν; T οὐ δεῖ δὴ τοιοῦτον] συστήσας τὴν γνώμην τῶν Ὀλυνθίων καὶ βεβαίους συμμάχους ἀποδείξας ἕρμαιον ποιεῖται τῶν Ἀθηναίων τὸ πρᾶγμα καὶ καιροῦ τινος εὐτυχίαν καλεῖ.
52a
τὸ γὰρ ʼπαραπεπτωκόταʼ τῶν τυχαίων ἐστὶ καὶ τῶν ἐξ ἀπροσδοκήτου συμβαινόντων. καὶ τὸ ʼἀφεῖναιʼ σημαντικόν ἐστι τῶν ἐχόντων καὶ ὥσπερ ἐν τῷ κρατεῖν ἤδη ὄντων. F 4 STBcAfVbWd ἴδιον Δημοσθένους μετὰ τὴν ἀπόδειξιν προτρέπειν.
52b
T εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι] καὶ παροξῦναι βουλόμενος ἀναμιμνήσκει τῶν προτέρων ἐν οἷς ἐζημιώθησαν μὴ χρησάμενοι τοῖς καιροῖς.
53a
F 4 S TBcAfVbWd σχῆμα κατὰ συστροφὴν τὸ καὶ ἐμπερίβολον.
53b
βεβαιοῖ τὴν λύσιν τοῦ ὅτι ʼοὐκ οἰκεῖοι οἱ Εὐβοιεῖς, ὅτι καὶ αὐτοὶ ἀπέστησανʼ. τὸ κατὰ ἀσύνδετον σχῆμα. Ac εἰ γὰρ .
53c
.. Εὐβοεῦσι] Θηβαῖοι πολεμοῦντες Λακεδαιμονίοις ἐν Λεύκτροις τῆς Βοιωτίας ἐνίκησαν αὐτοὺς κατὰ κράτος· ὅθεν εὐθὺς διέβησαν ἐπὶ τὴν Εὔβοιαν, ὡς δῆθεν βουλόμενοι ταύτην χειρώσασθαι, τὸ δὲ ἀληθὲς ἵνα ταύτην λαβόντες καὶ κατὰ τῶν Ἀθηναίων χωρήσωσιν. οἱ δʼ Ἀθηναῖοι ἐξῆλθον Εὐβοεῦσι συμμαχήσοντες· καὶ συμβαλόντες ἐνίκησαν οὕτως ὥστε καὶ σπονδῶν αὐτοὺς δεηθῆναι ὑπὲρ τῶν πεπτωκότων, ἵνα λαβόντες τούτους ἀναχωρήσωσιν. ἐπανελθόντες δʼ ἐκ τῆς μάχης εὗρον ἐν ταῖς Ἀθήναις δύο πρέσβεις τῶν Ἀμφιπολιτῶν, Ἱέρακα καὶ Στρατοκλέα, παρακαλοῦντας ὥστε ἐξελθεῖν καὶ καταλαβεῖν τὴν Ἀμφίπολιν πολεμουμένην ὑπὸ Φιλίππου. F 1 S εἰ γὰρ .
53d
.. Εὐβοεῦσι] πολλὰ διὰ τοῦ παραδείγματος ἤνυσε. τοῦτο γὰρ ἴδιον Δημοσθένους καὶ Θουκυδίδου, τὸ διʼ ὀλίγων ῥημάτων πολλὰ νοήματα συνάγειν. πρῶτον μὲν οὖν οἰκειότατον τὸ παράδειγμα· πρῶτον γὰρ ἔλαβε τὸ τῶν Εὐβοέων διαβεβλημένον ὡς ἔχει ἐν τῷ περὶ στεφάνου (18, 99) ʼοὐδʼ ὧν ὑπὸ Θεμίσωνος καὶ Θεοδώρου περὶ Ὠρωπὸν ἠδίκησθε ἀνεμνήσθητεʼ. οὐκοῦν μηδὲ Ὀλυνθίοις μνησικακήσητε γοῦν, εἴ τι περὶ ἡμᾶς ἐξήμαρτον. δεύτερον βούλεται πεῖσαι τοὺς Ἀθηναίους ἐξελθεῖν εἰς τὸν πόλεμον. ἀνέμνησεν οὖν αὐτοὺς ἐξόδου τῆς αὐτῆς ἐν ᾗ στρατεύσας ὁ δῆμος κατώρθωσε. διὸ καὶ εἶπεν ʼεἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότεσʼ, αὐτοὺς ἐμφαίνων εἶναι τοὺς στρατεύσαντας. τρίτον τοιαύτης ἐμνημόνευσε μάχης ἐν ᾗ κατώρθωσαν ὀφθέντες μόνον· δείσαντες γὰρ αὐτῶν τὴν ἔφοδον Θηβαῖοι τῆς χώρας ἀπηλλάγησαν. οὐκοῦν κἂν νῦν ἐξέλθωμεν μόνον, οὐχ ὑποστήσεται Φίλιππος. τέταρτον πρὸς τούτοις συνηρίθμησεν αὑτὸν τοῖς τότε στρατεύσασι, τεχνικῶς σφόδρα τὸ ἀξιόπιστον ἑαυτῷ προσκτώμενος. ὁ γὰρ Ἀριστοτέλης φησὶ δεῖν τὸν σύμβουλον οὕτω συμβουλεύειν ὡς ἑαυτὸν μέλλοντα κοινωνεῖν τούτοις ἐφʼ οἷς ποιεῖται τὴν συμβουλήν. τούτοις γὰρ πείθονται μᾶλλον οὓς ἂν ὁρῶσιν ἑτοίμους ὄντας συμμετέχειν ὧν συμβουλεύειν ἐγνώκασι. R παρῆσαν Ἀμφιπολιτῶν] ʼἀλλʼ ἐπαχθὲς ἦν, ὦ Δημόσθενες, ὑπόγυον ἐκ στρατηγίας ἥκοντας εἰς ἕτερον πάλιν ἐξιέναι πόλεμον.
‘ ὁ δὲ θεώρησον ὅπως ἔλυσε τὸ δοκοῦν ἐπαχθές. μὴ γὰρ κινδυνεύειν ὑμᾶς ἐκέλευον ἢ πολεμεῖν, ἀλλὰ πλεῦσαι καὶ παραλαβεῖν τὴν πόλιν, ὥσπερ ἐφʼ ἕτοιμον καιρὸν καὶ ἀκίνδυνον αὐτοὺς ἐκκαλούμενος, ὅ γε ʼπλεῦσαιʼ λέγων ʼκαὶ παραλαβεῖνʼ. S 〈Ἀμφιπολιτῶν〉] κτῆμα γὰρ Ἀθηναίων ἡ Ἀμφίπολις.
55
F 1 S κελεύοντες] προτρεπόμενοι.
F 1 S 〈ὑμῶν αὐτῶν προθυμίαν〉] οὐκ εἶπε στρατείαν ἢ πόλεμον, ἀλλὰ ʼπροθυμίανʼ, ὡς μέχρι τοῦ τολμῆσαι μόνον ὄντος τοῦ κατορθώματος.
καὶ τί πλέον ἂν ὑμῖν ἐγένετο στρατεύσασι; S εἴχετʼ ἂν Ἀμφίπολιν] σχετλιάζοντος ὥσπερ καὶ ὀδυρομένου τὸ ῥῆμα ὅτι διὰ ῥαθυμίαν μόνην τότε Ἀμφίπολιν ἀπώλεσαν.
F 4 TBcAfVbWd τῶν μετὰ ταῦτα πραγμάτων] οὐκοῦν τὴν ἀσθένειαν τοῦ Φιλίππου δείκνυσιν· ἅπαξ γὰρ ἡττηθεὶς οὐκ ἂν ἔτι πράγματα παρέσχεν ὑμῖν.
59a
καὶ διὰ τοῦτο δηλοῖ τοῖς Ἀθηναίοις ὅτι καὶ νῦν ἐξελθόντες ἐπισχήσετε τὸν Φίλιππον τούτοις λοιπὸν ἐπιχειρεῖν. S ὧν ὑπὸ Φιλίππου πεπόνθατε.
59b
Pr καὶ πάλιν ἡνίκα Πύδνα, Ποτίδαια] πρῶτον μὲν ἐν τάχει καὶ ἄνευ συνδέσμων κατέλεξε τὰ χωρία, δεδιὼς μὴ μέγαν καταστήσῃ Φίλιππον· εἶτα τὰ λοιπὰ λέγειν παρῃτήσατο, οὐ τὸ μῆκος τοῦ λόγου δεδοικώς, ἀλλὰ τὸ φοβῆσαι τὸν δῆμον.
60a
STBcAfVbWd οὐ μὴν ἀλλὰ καὶ ἐν τούτοις αὔξει τὸ δυνατὸν τῶν Ἀθηναίων.
60b
ἡ γὰρ τύχη, φησί, τούτους ἡμῖν πάντας τοὺς καιροὺς παρεσκεύασεν· οὐκοῦν μεθʼ ἡμῶν εἰσιν οἱ κρείττους. ʼἆρʼ οὖν, ὦ Δημόσθενες, καθʼ ἕκαστον τούτων τῶν χωρίων ἔδει πολεμεῖν καὶ οὕτως εἶ φιλοπόλεμος;ʼ ὁ δὲ τί φησιν; ʼἑνὶ τῶν πρώτωνʼ μιᾶς ἡμῖν ἐξόδου μόνης ἔδει, καὶ δεύτερον χωρίον οὐκ ἂν ἠνώχλησε Φίλιππος· εἰ γὰρ τοῦτο συνέβη, ʼῥᾴονι καὶ πολὺ ταπεινοτέρῳ νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳʼ. ʼλέγεις οὖν ἡμῖν ἰσχυρὸν τὸν Φίλιππον τοσαῦτα προειληφότα.ʼ ὁ δὲ κατὰ σύγκρισιν τὸ ἀντιπῖπτον παρέτεμε διὰ τοῦ ʼπολὺ γὰρ αὐτὸν ταπεινότερον ἔσχομενʼ, ὡς καὶ νῦν μὲν ἔτι ὄντος ταπεινοῦ καὶ καταδεεστέρου τῆς πόλεως, τότε δὲ ἢ νῦν μᾶλλον ἂν ταπεινοτέρου καταστάντος. σημαντικώτατον δὲ τῆς Φιλίππου ταπεινότητος καὶ τὸ ʼἐχρώμεθαʼ. καθʼ ὧν γὰρ ἐξουσίαν ἔχομεν ὅ τι βουλόμεθα πράττειν, κατὰ τούτων τὸ ʼχρῆσθαιʼ λέγομεν· διὸ καὶ τοῖς φίλοις χρῆσθαι λέγομεν ὅτι τὰ δοκοῦντα ἡμῖν ὑπουργοῦσιν. ἕκαστον δὲ τούτων δείκνυσιν ὅτι σχεδὸν ἐπιτάττειν εἴχομεν τῷ Φιλίππῳ καὶ φόρους παρʼ αὐτοῦ λαβεῖν· καὶ γὰρ παρὰ τῶν πρότερον ἀρξάντων Μακεδονίας ἐπράττομεν φόρους. τί ποτε οὖν αἴτιον τοῦ μὴ πάντα συμβῆναι; ἡ ῥαθυμία τῆς πόλεως διʼ ἣν ηὐξήθη Φίλιππος· καὶ δίδωσιν οὐ τὴν τύχην αἰτίαν εἶναι τῆς Φιλίππου δυνάμεως, ἀλλὰ τοὺς Ἀθηναίους; εἰ γὰρ ηὐξήθη διὰ τούτους, ἐπὶ τούτοις ἐστὶ καὶ τὸ καταλῦσαι τὴν ῥώμην τοῦ Μακεδόνος. S 〈Πύδνα〉] τὸ Κίτρος.
vp 〈Ποτίδαια〉] Κασάνδρεια.
vp 〈πολιορκούμενα〉] ὑπὸ Φιλίππου.
Pr ἑνὶ τῷ πρώτῳ] ὥσπερ ἀντιπῖπτον λύει, ἵνα μὴ εἴπῃ ὁ Ἀθηναῖος· ʼκαὶ πῶς ἠδυνάμην τοσούτοις ἐν τῷ αὐτῷ βοηθῆσαι;ʼ ἐπάγει ὡς ὅτι, εἰ ἑνὶ μόνῳ τῷ πρώτῳ προθύμως ἐβοηθήσατε, οὐκ ἂν τοῦ δευτέρου ἥψατο.
F 4 TBcAfVb Wd 〈πολὺ ταπεινοτέρῳ〉] ὅτε ηὔξησε τὸν Φίλιππον, τότε κατέβαλεν οἱονεὶ παρὰ τὰ νῦν ἐστι ταπεινός.
65
Bc νῦν ἂν ἐχρώμεθα τῷ Φιλίππῳ] τοῦτο σημαντικόν ἐστι τῆς Φιλίππου ταπεινότητος.
καθʼ ὧν γὰρ ἐξουσίαν ἔχομεν ὅ τι βουλόμεθα πράττειν, κατὰ τούτων τὸ ʼχρῆσθαιʼ λέγομεν· διὸ καὶ τοῖς φίλοις χρῆσθαι λέγομεν ὅτι τὰ δοκοῦντα ἡμῖν ὑπουργοῦσιν. F 4 TBcAfVbWd τὰ δὲ μέλλοντα αὐτόματα] ὥσπερ ὑπογράφει καὶ χαρακτηρίζει ἡμῖν ἐνταῦθα τῶν ἀργῶν τε καὶ ῥαθύμων τὴν φύσιν.
67a
F 4 STBcAfVbWd ( → 67c) τὸ δὲ σχῆμα ὑποσιώπησις.
67b
F 1 αὐτόματα δὲ ἀντὶ τοῦ ἀπὸ τύχης τινός.
67c
TBcAfVbWd ηὐξήσαμεν] βούλεται διὰ τούτου δεῖξαι ὡς ὅτι ἐν αὐτοῖς ἐστι καὶ νῦν αὐτὸν καθελεῖν διὰ τῆς σπουδῆς, ὥσπερ καὶ ἐν αὐτοῖς ἐγένετο τὸ ποιῆσαι αὐτὸν μέγαν διὰ τῆς ῥαθυμίας.
F 4 TBcAfVbWd ἡλίκος οὐδεὶς] ὑπερβολικὸν μὲν τὸ λεγόμενον, οὐ μὴν παντάπασι φοβερόν· τῶν μὲν γὰρ πρὸ αὐτοῦ μείζων γέγονεν, ὡς μὴ δύνασθαι νῦν φόρους ἀπαιτηθῆναι παρʼ ἡμῶν, οὐ μὴ τηλικοῦτος ὡς παντάπασι μείζων εἶναι τῆς πόλεως.
S νῦν δὲ καιρὸς ἥκει τις οὗτος ὁ τῶν Ὀλυνθίων] πάλιν αὐξήσας τὸν Φίλιππον εὐθὺς εἰς παραμυθίαν ἐμνημόνευσε τοῦ παρόντος καιροῦ, τὸ δυνατὸν ὥσπερ αὔξων τῶν Ἀθηναίων.
70
ʼαὐτόματονʼ γὰρ λέγων τύχης εἶναι δῶρον φησὶ καὶ τῆς τῶν κρειττόνων εὐνοίας τεκμήριον. ʼκαὶ τί δύναται τοσοῦτον, ὦ Δημόσθενες;ʼ ὁ παρὼν καιρὸς πρὸς ἐκείνους τοὺς ἀπολομένους ʼοὐδενός ἐστιν ἐλάττων τῶν προτέρων ἐκείνωνʼ· εἰ δὲ καὶ ἐπʼ ἐκείνων ἤρκεσεν ἂν ʼἑνὶ τῷ πρώτῳʼ βοηθήσαντας ἀπηλλάχθαι πραγμάτων, εὔδηλον ὅτι καὶ τούτῳ χρησάμενοι παύσομεν Φίλιππον τὰ τῶν Ἑλλήνων περιεργαζόμενον. S τις οὗτος ὁ τῶν Ὀλυνθίων] τινὲς τὸ ʼτίσʼ κατʼ ἐρώτησιν, τὸ δὲ ʼοὗτοσʼ κατὰ ἀπόκρισιν, ἄλλοι δὲ τὸ ʼτισʼ ἐγκλιτικῶς λαμβάνουσιν.
71b
.. Ὀλυνθίων] τινὲς τοῦτο τριχῶς ἐξηγοῦνται. οἱ μὲν ὅλον ὁμοῦ τὸ κῶλον ὡς ἀπὸ τοῦ Δημοσθένους λεγόμενον, οἱ δὲ κατὰ πεῦσιν καὶ ἀπόκρισιν, καὶ τοῦτο διχῶς λέγουσιν. οἱ μὲν γὰρ τὴν πεῦσιν λέγουσιν ὡς ἀπὸ τῶν Ἀθηναίων πρὸς Δημοσθένην, ʼνυνὶ δὲ καιρὸς ἥκει τίς;ʼ κατὰ πεῦσιν, ἀνταποκρινομένων ʼοὗτος ὁ τῶν Ὀλυνθίωνʼ. A τὸ ʼτισʼ κατʼ ἀπόκρισιν λαμβάνουσί τινες.
71c
R οὐδενὸς ἐλάττων] τῶν ἤδη ἀπολωλότων.
ὅρα δὲ πῶς ἀθυμίας αὐτοὺς πληρώσας διὰ τοῦ καταλόγου τῶν ἀπολωλότων χωρίων πάλιν παρεμυθήσατο διὰ τοῦ εἰπεῖν ὅτι πάλιν ἥκει καιρὸς οὐ χείρων ἐκείνου. F 4 S 〈τῶν προτέρων〉] ὧν ἄνω ἔφη.
Pr καὶ ἔμοιγε δοκεῖ] παράδοξον τὸ νόημα καὶ πολλῆς ἀποδείξεως δεόμενον.
πολλὰ γάρ, φησι, παρὰ τῶν κρειττόνων ἀγαθὰ πεπόνθαμεν, καίτοι μηδεμίαν αὐτῶν αἴσθησιν εἰληφότος τοῦ δήμου· διὸ καὶ λογιστοῦ δικαίου πρὸς ἐξέτασιν ἐδεήθη· καὶ τὸ ἀπίθανον φεύγων οὐ περιῆψεν αὑτῷ τὸν λόγον, ἀλλʼ ἕτερον δοκιμαστὴν ἐζήτησεν. εἰπὼν δὲ ʼτῶν παρὰ τῶν θεῶν ὑπηργμένων ἡμῖν μεγάλην ἔχειν αὐτοῖς χάρινʼ, τὸ μὲν εὐθὺς κατασκευάζειν πρόσαντες καὶ βίαιον ἐνόμισε, προσθεὶς δὲ ὅτι πολλὰ πεπόνθαμεν ἀγαθά, πρὸ τῆς ἀποδείξεως τὸ ἀντιπῖπτον ἔθηκεν ὅτι ʼκαίτοι πολλῶν ἀφῃρέθημενʼ. καὶ τοῦτο λύει πρότερον εἰκότως. ἐπειδὴ γὰρ ἀνῃρέθη τὸ ἀντιπῖπτον, εὐκολώτερον παραδέξονται καὶ τὴν ἐξ αὐτοῦ τεθεῖσαν πρόφασιν· ʼκακῶς μὲν ἔχει πολλὰ τῶν πραγμάτων, ἡμεῖς δὲ τούτων αἴτιοι ῥαθυμήσαντεσʼ. καὶ τὸ ἔγκλημα δίκην προσέθηκε, διόπερ ἐξ ἀρχῆς ἐζήτει τὸν δίκαιον λογιστήν. τίς δὲ ὁ δίκαιος λογιστής; αὐτὸς ὁ ῥήτωρ τὸν λογισμὸν ἀποδούς, οὗτος ἂν εἴη καὶ τῶν συμβάντων δοκιμαστὴς ἄριστος. καὶ αὐτοῖς τούτοις οὐδὲν ἧττον τὴν ῥώμην τοῦ Μακεδόνος ἠλάττωσεν· ἐκράτησε γὰρ τῶν πραγμάτων διὰ τὴν τῶν κωλυόντων ἐρημίαν, οὐ διὰ τὴν ἰσχὺν τῶν ὅπλων. λύσας δὲ τὸ ἀντιπῖπτον ἐπὶ τὴν πρότασιν πάλιν ἀνέδραμεν, ὅτι εὔνους ἡμῖν ὁ θεός. καὶ ἔστι ταῦτα προηγούμενα μὲν τοῦ συμφέροντος, ὅτι ἀσυμφόρως ἡμῖν αὐτοῖς ἐπράξαμεν τῶν καιρῶν ἀμελήσαντες, ἀποδείκνυται δὲ καὶ τὸ δυνατόν, ὅτι διὰ παντὸς παρʼ ἡμῖν ἐστιν ἡ ῥοπὴ τῆς τύχης. R λογιστής] λογιστὴν λέγει οἱονεὶ κριτήν, ἵνα κρίνῃ τὰ παρὰ τῶν θεῶν αὐτοῖς ὑπηργμένα, προδεδομένα δὲ παρὰ τῆς αὐτῶν ἀμελείας.
75a
RTBcAf VbWd κριτής, ἐξεταστής.
75b
F 1 vpR 〈οὐκ ἐχόντων〉] διὰ τὴν ἡμῶν ῥαθυμίαν.
76a
Pr συνίστησι τὴν εὔνοιαν τῶν θεῶν ἐξ ὧν οὐκ ἄν τις ἤλπισε· φοβεῖ γὰρ ἐν οἷς λέγει ʼἀπολωλεκέναι πολλάʼ, ὥς φησι ʼοἰηθείη ἄν τις τῆς ἀμελείας εἶναιʼ· ὀκνεῖ γὰρ εἰπεῖν ʼἐγώʼ, ὅτε δέ φησι ʼεὐεργέτημαʼ, λέγει ʼἔγωγεʼ.
76b
Bc ἀπολωλεκέναι] παρίσωσις κατʼ ἐπεμβολήν.
77a
F 2 vp ἀπολωλεκέναι] τὸ σχῆμα παρίσωσις κατὰ κῶλον.
77b
Pr ἔλυσε τὸ ἀντιπῖπτον ʼκαίτοι πολλῶν ἀφῃρέθημενʼ, τοῦτο δὲ διὰ μέσων.
77c
ἔκτοτε κατασκευάζει ʼτὸ μὲν γὰρ ἀπολωλεκέναιʼ. καὶ Ἰσοκράτης· ʼτοῦ μὲν ἐπίπονον καὶ φιλοκίνδυνον τὸν βίον κατέστησε, τὴν δὲ περίβλεπτον καὶ περιμάχητον τὴν φύσινʼ ἐπήγαγεν. Bc 〈μήτε πάλαι〉] ἤγουν ἐν τοῖς προτέροις χρόνοις, ἀλλʼ ὕστερον ἡνίκα ἠμελήσαμεν.
Pr 〈συμμαχίαν〉] τῶν θεῶν.
Pr 〈πεπονθέναι〉] σχῆμα ἐπικρίσεως.
80
vp 〈τούτων〉] ὧν ἀπωλέσαμεν ἀντάξιον.
Pr 〈ἀντίρροπον〉] τὸ μὲν ʼἀντίρροπονʼ πρὸς γενικήν· τὸ δὲ ʼἰσόρροπονʼ πρὸς δοτικήν.
TWd ἀλλʼ οἶμαι] παραβολή.
83a
F 2 ἀλλʼ οἶμαι] βούλεται ἐκ παραδείγματος πιστώσασθαι τὴν πρόφασιν ὅτι εὔνους ἡμῖν οἱ κρείττους, ὡς εἶναι τὸ μὲν πρότερον ἐνθύμημα ἴδιον τοῦ ῥήτορος, ὅπερ βίαιον εἶναι δοκοῦν οὐκ εὐθὺς χειροῦται τὸν ἀκροατήν, τὸ δὲ παράδειγμα μερικὸν ὂν καὶ γνώριμον εὐκολώτερον δύναται πείθειν.
83b
οὐ μὴν ἀλλὰ καὶ ἐν αὐτῷ βιάζεται τὴν ἀθεΐαν. φησὶ γὰρ ἐοικέναι τοὺς μὲν χρησαμένους τοῖς καιροῖς τοῖς ἔχουσι χρήματα καὶ κτησαμένοις πρῶτον καὶ ἐν τῷ ἔχειν γινομένοις οὕτως ἀπολλύντας. ὁ δὲ καιρῷ μὴ χρησάμενος οὐκ ἀγαθὸν ἔχων ἀπώλεσεν, ἀλλὰ κτήσασθαι δυνάμενος ἠμέλησεν. ἔστι δὲ τὸ μὲν ἔχοντα ἀπολέσαι κατηγορίας ἀληθῶς ἄξιον, τὸ δὲ μὴ δυνηθῆναι λαβεῖν καιρὸν ἄν τις καὶ τὴν τύχην λογίσαιτο. ὁ δὲ τῷ ὁμολογουμένῳ τὸ ἀμφισβητήσιμον πιστοῦται. διὸ καὶ ἀνωτέρω τοὺς παρὰ τῶν θεῶν καιροὺς ἐν ὑπάρξει τινὶ καὶ οὐσίᾳ γεγενῆσθαι ἔφασκεν, ὡς τοῦτον ὄντα καιρὸν τοῦ χρήματα κτήσασθαι. R 〈ἂν δʼ ἀναλώσασ〉] ἀντιστροφή.
F 2 vp 〈οἱ μὴ χρησάμενοι〉] ὡς ἐπὶ τὸ πλεῖστον.
85b
Pr 〈τελευταῖον〉] εἴτε χρηστὸν εἴτε φαῦλον.
Pr 〈κρίνεται〉] ὡς τὰ πολλά.
F 4 〈ἐπανορθωσάμενοι〉] εἰς ἐπανόρθωσιν ἀγαγόντες, λέγω δὴ τὸ σπουδὴν καὶ φροντίδα τούτων ποιεῖσθαι, ὅπερ ἐξ ἀρχῆς εἰς ἄκρον τῇ πόλει πεφυκὸς νῦν ἠμελήθη· διὸ καὶ δεῖται ἐπανορθώσεως.
Pr ἀδοξίαν ἀποτριψώμεθα] ἐκ μεταφορᾶς ἡ λέξις ἀπὸ τῶν ῥυπώντων σωμάτων.
ὥσπερ γὰρ ὁ ῥύπος κρύπτει τὴν τῶν σωμάτων εὐπρέπειαν, οὕτως ἀδοξία τὴν τῶν ἀνδρῶν ἀρετὴν λυμαίνεται. καὶ διὰ τούτου λοιπὸν κατεσκεύασεν ὡς ὁμολογούμενον 〈ὡσ〉 ὅτι γε ἑκόντες προήκαντο τοὺς καιρούς· οὐ γὰρ ἂν ἠδόξησαν. ἐπὶ γὰρ τοῖς ἑκουσίοις ἁμαρτήμασιν ἡ ἀδοξία προσγίγνεται. καὶ ἔστιν οὐδὲν ἧττον καὶ τοῦτο νουθετητικόν. S ἀποτριψώμεθα] οἱονεὶ ἐκκαθάρωμεν καὶ ἀποπλύνωμεν.
90a
F 2 A 2 TBc AfVbWd ὡς ἀπὸ μεταφορᾶς τῆς κηλῖδος τῆς γενομένης ἀκαθαρσίας περὶ τὴν ἐσθῆτα.
90b
TBcAfVbWd ἀπὸ μεταφορᾶς τῆς κηλῖδος τῆς ἐσθῆτος.
90c
F 4 〈εἰ δὲ προησόμεθα〉] ἐντεῦθεν τὸ ἀναγκαῖον· ἡ δὲ κατασκευὴ ἐκ τοῦ συμφέροντος.
T φρασάτω τις ἐμοὶ τί τὸ κωλῦον] παρʼ ἑτέρου ζητεῖ τὸ βλάσφημον, καὶ ἔστιν ἀγωνιῶντος τὰ ῥήματα καὶ δεδοικότος τὸ μέλλον.
92a
εἶτα θελήσας εἰπεῖν ʼἥξει Φίλιππος ἐπὶ τὴν πόλινʼ οὐ φανερῶς αὐτὸ εἶπεν, ἵνα μὴ δόξῃ τὰ φαῦλα οἰωνίζεσθαι τῇ πόλει. κατʼ ἐρώτησιν δὲ προήγαγεν ὥσπερ αὐτὸν βουλόμενος ὁμολογῆσαι τὸν ἀκροατήν, ὅπερ εἰπεῖν ὁ ῥήτωρ φυλάττεται, ʼτί τὸ κωλῦον ἔτʼ αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται·ʼ καὶ εἴληφεν ὁμολογουμένην πρότασιν, ὅτι καταστραφέντων Ὀλυνθίων οὐδεὶς κωλύσει τὸν Φίλιππον πορεύεσθαι. καὶ τὸ ʼκατὰ τίνωνʼ ἐσιώπησεν, ὁμοῦ μὲν τὸ ἀντιπῖπτον ὑποτεμνόμενος ὅτι ʼἄδηλον εἰ ἐφʼ ἡμᾶς ὁρμήσειʼ, ὁμοῦ δὲ εἰς ὑπόνοιαν καταλιπὼν ἐκεῖνο ὅτι πάντως ἐπὶ τὴν Ἀττικὴν πορεύσεται. S φρασάτω .
92b
.. κωλῦον] πάλιν τὸ ἀξιόπιστον φρόνημα τηρῶν εἶπεν ʼἐμοίʼ οἷον τῷ φιλοπόλιδι. F 4 A 2 RTBcAfVbWd ὅποι βούλεται] εὐφήμως εἶπε τὰς Ἀθήνας, τῇ ὑποσιωπήσει καὶ πάλιν χρησάμενος.
93a
F 4 A 2 RTBcAfVbWd τὸ σχῆμα ἀποσιώπησις.
93b
S τὰς Ἀθήνας ἐμφαίνει διὰ τῆς τοιαύτης ἀποσιωπήσεως.
93c
Pr τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν] τὸ ʼμετὰ ταῦταʼ καὶ ʼεἶταʼ καὶ ʼαὖθισʼ καὶ ʼπάλινʼ 〈καὶ〉 τὰ τοιαῦτα μόρια βραδυτῆτα δείκνυσι· μιμεῖται γὰρ ἀεὶ τὴν τῶν πραγμάτων φύσιν καὶ διὰ τῆς λέξεως ὁ ῥήτωρ.
καὶ βουληθεὶς ὑπτιότητα δεῖξαι καὶ ἀσθένειαν οὖσαν ἐν τοῖς Φιλίππου πράγμασιν, ὕπτιον καὶ τὸν λόγον ἐποίησε τῇ τῶν μορίων προσθήκῃ. τοῦ μὲν γὰρ αὔξοντος τὴν Φιλίππου δύναμιν ἦν οὕτω προάγειν ʼἈμφίπολιν Πύδναν Ποτίδαιαν Μεθώνην Ἰλλυριοὺς Θρᾴκηνʼ· ἡ γὰρ συνέχεια τῶν ὀνομάτων ἀκμὴν ἔχουσα τὴν ὑπερβολὴν τῆς δυνάμεως δείκνυσιν, ὥσπερ οὐκ ἀρκοῦντος τοῦ χρόνου πρὸς τὰς τῶν πόλεων ἁλώσεις. τοῦ δὲ ὑπτιάζοντος τὸ προαγαγεῖν ὡς ἐν ἱστορίᾳ τὸν λόγον, ὥστε καὶ ἡ δοκοῦσα τοῦ λόγου κακία χρείαν τινὰ κατορθοῦται καὶ θαυμαστὸν δείκνυσι τὸν ῥήτορα. τέχνης γάρ ἐστιν ἀκρίβεια τὸ ἐπιγνῶναι τὸν καιρὸν ἐν ᾧ τοῦτο προσήκει ποιεῖν. F 4 A 2 RTBcVbWd 〈Πύδναν〉] Κίτρον.
95
vp 〈Ποτίδαιαν〉] Κασάνδρειαν.
vp Θετταλίας ἐπέβη] τὸ ʼἐπέβηʼ καὶ ʼἐπιβαίνωʼ πρὸς γενικήν· τὸ δὲ ʼἐπεμβαίνωʼ καὶ ʼἐμβατεύωʼ πρὸς δοτικήν.
F 4 TAfWd 〈ᾤχετʼ ἐς Θρᾴκην〉] ἐπέστρεφε.
F 1 S πάλιν ῥαΐσας] οὐ τὸ ʼὑγιάνασʼ σημαίνει, ἀλλʼ ὥσπερ ʼκουφότερον ἔχων τοῦ νοσήματοσʼ, ἵνα τὴν φιλοπονίαν δείξῃ τοῦ Μακεδόνος καὶ τὸ μηδένα καιρὸν ἐθέλειν ἡσυχάζειν.
F 4 TBcAfVbWd 〈Ἰλλυριοὺσ〉] Δυρραχηνούς.
100
vp Ἰλλυριοὺς καὶ Παίονας] ἔθνη βάρβαρα περὶ Μακεδονίαν· ἵνα δείξῃ ὅτι οὐδὲ βαρβάρων φείδεται βάρβαρος ὤν.
F 1 TBcAfVbWd 〈Παίονασ〉] Οὔγγρους.
vp καὶ πρὸς Ἀρύμβαν] οὗτος βασιλεὺς ἦν Μολοσσῶν, Ὀλυμπιάδος δὲ τῆς τοῦ Φιλίππου γυναικὸς θεῖος.
φησὶ δὲ ὅτι οὐδὲ συγγενῶν φείδεται Φίλιππος διὰ τὸ βούλεσθαι πάντων κρατεῖν. F 4 TBcAfVbWd 〈παραλείπω〉] τὸ σχῆμα κατὰ παράλειψιν.
F 1 vpS τί οὖν ἄν τις εἴποι] τινὲς δὲ εἰς τὸ ʼτί οὖν ἄν τις εἴποιʼ στίζοντες ἐπιφέρουσι ʼταῦτα λέγεις ἡμῖνʼ.
105a
F 4 STBcAfVbWd ( → 105c) διττῶς εὕρηται παρὰ τῷ ῥήτορι τὰ τοιαῦτα· ἢ γὰρ πλάττει τὸν ἀντιλέγοντα ὡς ἐνταῦθα, ἢ ἑαυτὸν αὐτὸς ἐρωτᾷ, εἶτα κατὰ διάστασίν τινα ἀποκρίνεται οἷον ʼτίνος οὖν ἕνεκα ταῦτα λέγω;ʼ πλὴν οὐχ ὡς ἔτυχε τίθησι ταῦτα, ἀλλʼ ὅτε κατεπείσθη διόλου βλέπει τὸν ἀκούοντα.
105b
σιγῶντος ἐκείνου, ἵνα μὴ δόξῃ ἀπαντᾶν, ἑαυτὸν ἐρωτᾷ καὶ ὠφελεῖ τὸν σιγῶντα ἀκούοντα· ὅτε δὲ ἔτι οὐ πείθεται ὁ ἀκούων, πλάττει τὸν ἀντιλέγοντα ὡς ἐνταῦθα. BcOb τί οὖν .
105c
.. εἴποι] τὸ σχῆμα ἀνθυποφορά. διαφέρει δὲ ἀνθυποφορὰ καὶ ἀντιθέσεως καὶ ἀντιπίπτοντος. ἀντιπῖπτον μὲν γάρ ἐστιν, ὅταν οἶδεν ὡς ὅτι μέλλει αὐτῷ τι ἀντιπεσεῖν ὡς ἄτοπόν τι λέγοντι, καὶ ἐπανορθώσηται αὐτὸ ἀπροσποιήτως ὥσπερ καὶ λεληθότως. ἀνθυποφορὰ δέ, ὅταν μέρος μὲν ὥσπερ καταδέχηται τοῦ λεγομένου ὁ ἀκροατής, ἀμφιβάλλῃ δὲ περὶ τὸ λοιπόν, ὡς ἐνταῦθα· ὥσπερ τινὸς λέγοντος ὅτι ʼκαλῶς μὲν λέγεις ταῦτα περὶ Φιλίππου, ἀκαίρως δέ· οὐ γὰρ εἰσῆλθες καταλέγειν ἡμῖν τὰ Φιλίππου, ἀλλὰ τί δεῖ περὶ Ὀλυνθίων ποιῆσαιʼ, ἐπάγει ὅτι καὶ ταῦτα χρήσιμά ἐστι πρὸς τὴν παροῦσαν ὑπόθεσιν. ἀντίθεσις δέ, ὅταν ἀπό τινος κεφαλαίου ὁρμᾶται, οἷον ἀπὸ δικαίου ἢ συμφέροντος ἤ τινος τῶν τοιούτων, ἵνα δὲ μὴ προσκορῆ τὸν λόγον ἐργάζηται ἀποτάδην λέγων, ἐπάγει τινὰ ἡδονὴν διὰ τῆς πλάσεως τοῦ προσώπου τοῦ ἀντιλέγοντος, [καὶ] ἵνʼ ὥσπερ ἀπαιτούμενος παρʼ ἄλλου καὶ ἀναγκαζόμενος, οὐκ ἀφʼ ἑαυτοῦ ἐπιφέρειν δοκῇ τὴν ἐπιτίμησιν. F 4 STBcAfVbWd ἀνθυποφορά.
vpPr 〈ἵνα γνῶτε〉] διὰ τῶν συνεχῶν ῥημάτων δηλοῖ τὴν τοῦ νοὸς ἐκείνων ἀργείαν· εἰπὼν δὲ ἐπʼ ἐκείνων τὸ ʼἀλυσιτελέσʼ, ἐπὶ τοῦ Φιλίππου οὐκ εἶπε τὸ λυσιτελές· ἢ γὰρ πρόδηλον ἦν τοῖς Ἀθηναίοις ἢ ὀκνεῖ λέγειν αὐτό.
Bc 〈φιλοπραγμοσύνην〉] σπουδὴν καὶ πλεονεξίαν.
A 〈ἐγνωκὼσ〉] τὸ ʼἐγνωκὼσʼ ἀπὸ κοινοῦ, ἵνʼ ᾖ ʼἀνεγνωκότεσʼ ἐνταῦθα.
S 〈ἐκεῖθεν〉] ἐκ τῆς Ὀλύνθου.
110
Pr πρὸς θεῶν, τίς οὕτως εὐήθης] ἀντὶ προσώπου πρᾶγμα ἔλαβεν· οὐ γὰρ εἶπεν ʼἐλεύσονται οἱ πολέμιοι καθʼ ἡμῶνʼ, ἀλλʼ ʼὁ πόλεμοσʼ.
σύνηθες δὲ τοῦτο καὶ Θουκυδίδῃ ποιεῖν καὶ μεταλαμβάνειν ἢ ἀντὶ προσώπων πράγματα ἢ πρόσωπα πάλιν ἀντὶ πραγμάτων. αἱ γὰρ τοιαῦται τῶν λέξεων ἐναλλαγαὶ καινοπρέπειαν τῷ λόγῳ παρέχουσιν. τεχνικῶς δὲ τοῦτο ἠρώτησεν, ἵνα ἕκαστος φεύγων τὸ καταψηφίσασθαι αὑτοῦ ἄνοιαν συνομολογήσῃ τῷ ῥήτορι ὡς ἀληθῆ λέγοντι. F 4 TBcAfVbWd 〈ἀλλὰ μὴν〉] λύσις τοῦ ἀντιπίπτοντος ὅτι ʼκἂν ἔλθῃ ἐφʼ ἡμᾶς Φίλιππος, σεμνυνούμεθα τότεʼ.
S 〈δέδοικα〉] ὅτε λέγει τὸ ʼδέδοικαʼ, τότε λέγει αὐτοὺς ʼἄνδρασʼ οἱονεὶ ἀνδρείους.
Bc τῶν ἀρχαίων] ἤτοι τῶν ἐνεχύρων· ἀρχαῖα γὰρ τὰ ἐνέχυρα καὶ τὰς ὑποθήκας πολλάκις ὁ Δημοσθένης φησίν.
114a
F 4 ( → 114c) SvpTBcAfVb Wd ( → 114b) τινὲς δὲ ἐξηγοῦνται αὐτὸ οὐκ ἐπὶ τῶν δανειζομένων, ἀλλʼ ἐπὶ τῶν δανειζόντων, λέγοντες πολλάκις τὰ παθητικὰ ἀντὶ ἐνεργητικῶν χρῆσθαι τοὺς Ἀθηναίους, καὶ λέγουσιν ἀρχαῖα αὐτὰ τὰ κεφάλαια.
114b
μὴ δυνάμενοι. γάρ, φησιν, ἀποδοῦναι πολλοὺς τόκους ὕστερον οἱ χρεωστοῦντες φεύγουσι, καὶ οὕτως οἱ δανεισταὶ μετὰ τῶν τόκων καὶ τὰ κεφάλαια ἀπολλύουσιν. SvpTBcAfVbWd τινὲς δέ φασι τὸ ʼδανειζόμενοιʼ ἐπὶ τῶν δανειζόντων, παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ, ὡς νοεῖσθαι ἀρχαῖα τὰ κεφάλαι· προσαπολλύουσι γὰρ οὗτοι διὰ τοὺς τόκους καὶ τὰ κεφάλαια πολλάκις.
114c
F 4 ἐρραθυμηκότες] οὐχ ἁπλῶς ἠμεληκότες· οὐ γὰρ τοῦτο σημαίνει ἡ λέξις, ἀλλὰ μᾶλλον τὴν ἄνεσιν καὶ τὴν ἐν ἡδονῇ διαγωγήν.
115a
ʼἐπὶ πολλῷʼ δὲ ἀντὶ τοῦ ἐπὶ πολλῷ τόκῳ. F 4 A 2 TBcAfVbWd ἵνα λάβωμεν τόκον μὲν τὴν ἀργίαν καὶ ῥαθυμίαν, κεφάλαιον δὲ αὐτὴν τὴν πόλιν.
115b
F 4 T BcAfVbWd εἰς ἀνάγκην ἔλθωμεν] σύνηθες τῷ ῥήτορι τῶν μὲν λυπηρῶν καὶ αὑτὸν μετέχοντα δεικνύναι, τῶν δὲ ἀγαθῶν τὴν πεῖραν ὁλόκληρον ἀπονέμειν τῷ δήμῳ.
καὶ δύναται τοῦτο πολλὴν αὐτῷ παρὰ τῶν ἀκροατῶν κατασκευάζειν τὴν εὔνοιαν. F 4 ATBcAfVbWd τὸ μὲν οὖν ἐπιτιμᾶν] σημείωσαι, ἀντίθεσις ἀπὸ τοῦ δικαίου.
117a
F 2 A 2 ὀνειδίζειν μεταληπτικῶς.
117c
.. ἐπιτιμᾶν] μικτὸν τὸ προοίμιον ἔκ τε τοῦ δυνατοῦ καὶ 〈τοῦ〉 συμφέροντος. μετιὼν γὰρ ἐφʼ ἕτερον κεφάλαιον οὐ παντελῶς ἰδιάζον τὸ προοίμιον ἔλαβεν, ἵνα μὴ καθάπερ ἐσχισμένος ὁ λόγος φαίνηται, τὴν μὲν ἀρχὴν ποιησάμενος ἐξ οὗ λέγων ἐπαύσατο, λέγω δὴ τοῦ συμφέροντος, τὸ δὲ ἐνθύμημα καὶ τὴν ἐπαγωγὴν ἐκ τοῦ δυνατοῦ. διὸ καὶ τὸ προοίμιον ἔλαβε· διαφέρει δὲ τὰ τῶν κεφαλαίων προοίμια τῶν ἐν αὐταῖς ταῖς ἀρχαῖς, ὅτι ἐκεῖνα μὲν τῷ παντὶ λόγῳ χώραν δίδωσι καὶ σπερματικὴν ἔχει τὴν δύναμιν τῶν διόλου λέγεσθαι μελλόντων, τὰ δὲ τῶν κεφαλαίων αὐτὰ μόνα θεραπεύει τὰ λυποῦντα τὸ κεφάλαιον. τὸ δὲ ὥσπερ ἐξ ἀντιθέσεως εἰλῆφθαι τὸ προοίμιον οὐ παράδοξον· τὸ γὰρ ἐν μέσῳ λόγῳ κεῖσθαι πεποίηκέ τι καὶ ἐναγώνιον ἔχειν. ἰστέον δὲ ὅτι ἡ ἐπιτίμησις τῷ συμφέροντι προσήκει. ἐπιτίμησιν δὲ αὐτὸ εἶπεν, ἀλλʼ οὐ λοιδορίαν· τὸ μὲν γὰρ ὑβρίζειν παντὶ ῥᾴδιον, τὸ δὲ ἐπιτιμᾶν, ὅπερ ἐστὶ νουθετοῦντος καὶ ἐπὶ λυσιτελοῦντι καὶ τιμῇ τῶν ἀκουόντων λέγοντος, οὐ παντός ἐστιν, ἀλλὰ μόνου τοῦ σκοποῦντος τὸ λυσιτελὲς τῶν ἀκουόντων. F 4 TBcVbWd ἄλλως.
117d
τὸ … ἐπιτιμᾶν] ἀντίθεσις ἀπὸ τοῦ δικαίου, οἷον· ʼἀλλʼ οὐ δίκαια ποιεῖς, ὦ Δημόσθενες, μόνον ἐπιτιμῶν ἡμῖν, ὅπερ παντὸς ἀνθρώπου ἐστίν, οὐ μέντοι συμβουλεύων, ὅπερ ἐστὶ ῥήτορος.ʼ ἰστέον δὲ ὅτι οὐκ εὐθὺς ἐπήγαγε τὴν λύσιν, ἀλλʼ ὕστερον, ἐν μέσῳ θεὶς καὶ εἰπὼν ὅπερ ἐφοβεῖτο, ἵνα διὰ τούτου ὥσπερ προδιορθώσηται τὴν μέλλουσαν συμβουλήν. F 4 T Bc ( → 117e) AfVbWd τὸ .
117e
.. ἐπιτιμᾶν] ἐντεῦθεν προοίμια εἰς τὸ τοῦ δυνατοῦ κεφάλαιον, ὅπερ τέτμηται εἰς δύο, εἴς τε τὴν παρασκευὴν τοῦ στρατεύματος καὶ εἰς χρημάτων πόρον. φασὶν οἱ ἐξηγηταὶ ὡς κείμενον ἐν μέσῳ τῷ λόγῳ τοῦτο τὸ προοίμιον διὰ τοῦτο εἰσῆκται καὶ ἐναγώνιον ἵνʼ ἔχῃ τι καὶ ἀγῶνος. ὁ δὲ Ἰσοκράτης ἐν τῷ Ἀρχιδάμῳ κατʼ ἀρχάς φησιν (6, 1)· ʼἴσως τινὲς ὑμῶν θαυμάζουσιν ὅτι τὸν ἄλλον χρόνον ἐμμεμενηκὼς τοῖς τῆς πόλεως νομίμοις τοσαύτην πεποίημαι μεταβολήν.ʼ τοῦτο δὲ γίνεται ὅταν ὁ ῥήτωρ θαρρῇ ἀξίας τὰς λύσεις δοῦναι. TBc 〈ἄν τι〉] ὧν εἴποιεν.
Pr φημὶ δὴ διχῇ] τὸν τρόπον τῆς βοηθείας εἰσηγεῖται.
119a
ἔστι δὲ οὗτος τοῦ δυνατοῦ κεφαλαίου. πᾶσα γὰρ καιρῶν καὶ τρόπων ἐξέτασις ἐπὶ τὸ δυνατὸν ἔχει τὴν ἀναφοράν· ἐν τούτῳ γὰρ δείκνυται πῶς ἔνεστι κρατῆσαι τῶν ἐναντίων. F 4 A 2 RTBcAfVbWd ἐπεὶ δὲ οἶδε τοὺς Ἀθηναίους πολλῇ δεδουλωμένους ῥαθυμίᾳ, προτείνει αὐτοῖς δύο βοηθείας, ἵνα κἂν τὴν μίαν ποιήσωσιν.
119b
F 4 TBcAfVbWd 〈ὀκνῶ〉] ἀντὶ φοβοῦμαι.
120
F 4 μάταιος] Ἀττικὸν τὸ ʼμάταιος ἡ στρατείαʼ.
F 4 ὑπομείνας τοῦτʼ Ὄλυνθον] οἰκεία ἡ λέξις.
122a
ὑπομεῖναι γὰρ λέγομεν ἐπὶ τοῦ καρτερεῖν, ὅταν ἴδωμεν τὰ οἰκεῖα πάσχοντα. F 4 STBcAfVbWd ( → 122c) τὸ δὲ ʼπαραστήσεταιʼ χειρώσεται.
122b
F 1 vpTBcAfVbWd στικτέον δὲ ἐνταῦθα, ἵνʼ ᾖ· ʼὑπομείνασʼ καὶ ἐάσας τὴν πατρίδα αὐτοῦ κακῶς πάσχουσαν ʼπαραστήσεταιʼ ἐν τοσούτῳ Ὄλυνθον· καὶ εὐχερῶς ἐλθὼν εἰς τὴν Μακεδονίαν, ὡς λαβὼν τοὺς Ὀλυνθίους πρὸς συμμαχίαν, ἀμυνεῖται ἡμᾶς ἐκεῖσε.
122c
TBcAfVbWd ὑπόθεσις καὶ ἀναπλήρωσις τὸ σχῆμα· ἔστι δὲ τῆς εὐκρινείας.
122d
T ἀπὸ θεῶν καὶ συμπλήρωμα τὸ σχῆμα, ὅπερ ἐστὶ τῆς εὐκρινείας.
122e
Bc περιέσται τῷ χρόνῳ] τὸ δυνατὸν ἐντεῦθεν τοῖς Ὀλυνθίοις πραγματεύεται, μὴ ποιούμενος εὐχερῆ τὴν τούτων ἅλωσιν ὡς ἐπὶ τῶν ἄνω πόλεων.
123a
S περιέσται τῷ χρόνῳ] ὅρα πῶς ἐπὶ τῶν ἄνω πόλεων εἰπὼν ὅτι εὐχερῶς αὐτὰς ἔλαβεν, ἐπὶ τῆς Ὀλύνθου εἶπε τὸ δυσχερές, διὰ τοῦ εἰπεῖν ʼτῷ χρόνῳ περιέσταιʼ τὸ δυνατὸν Ὀλυνθίοις πραγματευόμενος.
123b
F 4 TBcAfVbWd περὶ δὲ χρημάτων πόρου] μετέρχεται ἐπὶ τὸ δυνατὸν κεφάλαιον.
μερίζει δὲ τοῦτο εἰς δύο, εἴς τε χρημάτων εὐπορίαν καὶ ἀνδρῶν δύναμιν. F 4 STBcAfVbWd ὡς βούλεσθε λαμβάνετε] ἀντὶ τοῦ ʼεἰς τὰς θέας αὐτὰ λαμβάνετεʼ· ὑποσιωπήσει ἐχρήσατο.
125a
A 2 τὸ σχῆμα ὑποσιώπησις.
125c
.. λαμβάνετε] πάλιν ὑποσιωπήσει ἐχρήσατο ἀντὶ τοῦ εἰπεῖν ʼεἰς τὰς θέας αὐτὰ λαμβάνετεʼ. TBcAfVbWd ἀντὶ τοῦ εἰπεῖν ʼεἰς τὰς πανηγύρεισʼ ὑποσιωπήσει ἐχρήσατο.
125d
Pr πολὺ τὸ ἐνδιάθετον ἐνταῦθα διὰ τὴν ὑποσιώπησιν καὶ ἐπιδιόρθωσιν.
125e
Ac 〈ἀποδώσετε〉] τὸ δὲ ʼἀποδώσετεʼ καλῶς εἶπε καὶ οὐχὶ ʼδώσετεʼ.
126a
δείκνυσι καὶ διὰ τούτου ὅτι οὐκ ἔστιν αὐτῶν, ἀλλὰ τῶν στρατιωτῶν. F 4 ἀποδώσετε] καλῶς εἶπε τὸ ʼἀποδώσετεʼ καὶ οὐχὶ ʼδώσετεʼ.
126b
ἀποδίδωσι γάρ τις τὸ ἀλλότριον ἐκείνῳ οὗ οἶδεν ὂν τὸ πρᾶγμα· ὥστε ταῦτα, φησίν, οὐκ ἔστιν ὑμέτερα, ἀλλὰ τῶν στρατιωτῶν οἰκεῖα. TBcAfVbWd ἐνδεῖ τοῦ πόρου] ἐνδεῖσθαι μέν ἐστι τὸ παντελῶς μὴ ἔχειν, προσδεῖσθαι δὲ τὸ ἔχειν μὲν μέρος, ἔτι δὲ δεῖσθαι πρὸς τὸ τέλειον.
φησὶν οὖν ὅτι, εἰ μὲν ἀποδώσετε τὰ χρήματα, οὐ μέλλετε προσδεῖσθαι διὰ τὸ ἀρκούντως ἔχειν, εἰ δὲ μή, προσδεῖσθε. εἶτα ἐπειδὴ ἔμφασίν τινα παρεῖχεν, ὅτι ἐστὶ καὶ ἄλλα ἐκτὸς τῶν θεωρικῶν ἃ λαμβάνοντες ὀλίγων προσδέονται, ἐπήγαγε τὸ ʼμᾶλλον δὲ παντὸς ἐνδεῖ τοῦ πόρουʼ· ὡς εἰ μὴ ἀποδώσετε τὰ θεωρικά, παντελῶς ἀπορήσομεν. F 4 TBcAfVbWd τί οὖν ἄν τις εἴποι] ἀνθυποφορὰ πάλιν.
128a
ʼσύʼ φησι ʼγράφεις τὰ θεωρικὰ εἶναι στρατιωτικά;ʼ εἶτα λύει, ὅτι συμβουλεύω μέν, οὐ γράφω δέ, τὸ κίνδυνον εἰδὼς καὶ τὸν Εὐβούλου νόμον μὴ ἀγνοῶν. TBcAfVbWd ἡ γνώμη ἀποφαντική.
128b
T 〈ἐγὼ μὲν〉] λύσις ἀπὸ τῆς λέξεως· οὐδὲ γὰρ γράφω, φησίν, ἀλλὰ συμβουλεύω.
S ἐγὼ μὲν γὰρ ἡγοῦμαι] ἐγὼ μέν, φησιν, εἰς τοὺς στρατιώτας 〈δεῖν〉 ἀναλωθῆναί φημι· ὑμεῖς δὲ εἰς τὰς ἑορτὰς λαμβάνετε.
130
TBcAfVbWd κατασκευασθῆναι] ὡς παντελῶς ἀπαλλοτριωθέντος τοῦ στρατιωτικοῦ παρὰ τοῖς Ἀθηναίοις κατασκευασθῆναι εἶπεν ἢ ὡς ἐπὶ κτημάτων παντελῶς διαφθαρέντων.
131a
ἀπὸ τοῦ ποιουμένου δὲ εἶπε τὸ ποιοῦν. STBcAfVb Wd οἰκείως τῇ λέξει ἐχρήσατο ὡς διαφθαρέντος τοῦ στρατεύειν παντάπασιν.
131b
Pr σύνταξιν] σύνταξίς ἐστι δύο πραγμάτων ὥσπερ ἕνωσις· εἰώθασι δʼ οἱ παλαιοί, ἐπειδάν τι ἀσαφὲς νομίζωσι λέγειν, διὰ τῆς ἐπαγωγῆς αὐτὸ λύειν, ὥσπερ καὶ ὁ ποιητής· εἰπὼν γὰρ (Ε 586) ʼκύμβαχοσʼ ἐπήγαγεν ʼἐπὶ βρεχμόν τε καὶ ὤμουσʼ· καὶ πάλιν εἰπὼν (Λ 547) ʼἐντροπαλιζόμενοσʼ ἔφη ʼγόνυ γουνὸς ἀμείβωνʼ.
132a
οὕτω καὶ ὁ ῥήτωρ εἰπὼν ʼσύνταξισʼ ἐπήγαγε τὸ ʼλαμβάνειν καὶ ποιεῖν τὰ δέονταʼ. F 1 S ἕνωσιν.
132b
Pr 〈τὰ δέοντα〉] νῦν γὰρ εἰς θέας λαμβάνοντες οὐ δεόντως λαμβάνετε· εἰς δὲ τὸ στρατεύειν δοθέντα δεόντως δοθήσεται.
Pr 〈ὑμεῖς δʼ οὕτω πωσ〉] πραγμάτων παρένθεσις.
T 〈εἰς τὰς ἑορτάσ〉] λειπόμενον, εἰ μὴ βούλεσθε ἀποδοῦναι τὰ χρήματα τοῖς στρατιώταις.
135
S ἔστι λοιπὸν] οὐδὲν ἔτι, φησίν, ὑπολείπεται, ἐὰν μὴ βούλησθε τὰ χρήματα τοῖς στρατιώταις ἀποδοῦναι ἢ εἰσφέρειν ὑμᾶς ἀπὸ τῶν ἰδίων οὐσιῶν.
136a
TBcVbWd οὐχ ὁρίζει δὲ τὴν ποσότητα ἵνα μὴ λυπηρὸς δόξῃ τοῖς Ἀθηναίοις, ἀλλὰ τὸν καιρὸν καὶ τὴν ἀνάγκην ἐποίησεν ὁρίζουσαν.
136b
F 4 TBcVbWd εἰ μὴ τὰ θεωρικὰ στρατιωτικὰ ποιήσετε.
136c
Pr δεῖ δὲ χρημάτων] ὡς εἰ ἔλεγεν, εἴτε πολλῶν εἴτε ὀλίγων δεῖσθε, οὐκ ἐμὸν εἰπεῖν, ἀλλὰ τῆς χρείας· τοῦτο δὲ οἶδα ὅτι πάντως χρῄζετε.
137a
STBc AfVbWd τοῦτο πρὸς τὸ προκείμενον εἶπεν· ἀεὶ γὰρ χρημάτων δεῖται ὁ πόλεμος.
137b
F 1 S οὐδὲν ἔστι γενέσθαι] εἴποι ἄν τις· ʼτί οὖν; καὶ ἐν τῷ εὔχεσθαι δεόμεθα χρημάτων ἢ ἐν τῷ σωφρονεῖν;ʼ λέγομεν δὲ ὅτι πρὸς τὸ προκείμενον εἶπεν ἤτοι τὸν πόλεμον· ἀεὶ γὰρ ὁ πόλεμος χρημάτων δεῖται.
TBcAfVbWd λέγουσι δὲ καὶ ἄλλοι] διὰ μὲν τοῦ ʼλέγουσινʼ δηλοῖ ὅτι καὶ τοὺς ἄλλους συμψήφους ἔχει εἰς τὴν ἀποφαντικὴν γνώμην αὐτοῦ, ἤγουν ὅτι οὐκ ἔστιν ἄνευ χρημάτων κατορθώσασθαί τι· διὰ δὲ τοῦ τιθέναι ἐπʼ ἐκείνοις τὴν αἵρεσιν παριστᾷ τὴν οἰκείαν βουλὴν ὑπερφερομένην τὰς τῶν ἄλλων.
Bc ἄξιον δʼ ἐνθυμηθῆναι] πληρώσας τὸ ἓν μέρος τοῦ δυνατοῦ, τουτέστι τὸ τῆς πόλεως, ἐντεῦθεν ἐπὶ τὸ ἕτερον μέρος ἐλήλυθε τὸ τοῦ Μακεδόνος.
140a
μὴ ἔχων γὰρ δεῖξαι τοὺς Ἀθηναίους δυνατούς, καθὸ πολλὰ ἀπώλεσαν, τεχνικῶς ἐκ τοῦ ἐναντίου πειρᾶται κατασκευάσαι ὅτι δύνανται τὴν Φιλίππου δύναμιν καθαιρεῖν. F 4 STBc ( → 140d) AfVbWd τὸ δεύτερον μέρος τοῦ δυνατοῦ.
140b
Svp ἄξιον δʼ ἐνθυμηθῆναι] πληρώσας τὸ ἓν μέρος τοῦ δυνατοῦ, τουτέστι τὸ τῆς πόλεως, καὶ διαλεχθεὶς περὶ χρημάτων καὶ τοῦ καιροῦ μνησθείς, ἐντεῦθεν ἐπὶ τὸ ἕτερον μέρος ἐλήλυθε τὸ τοῦ Μακεδόνος, ὅπερ ἐκ παντὸς μέρους ἐξήτασεν εἰκότως, ἐπειδὴ πολλὴν ἔχει παρὰ τοῖς Ἀθηναίοις ὑπόνοιαν ὡς ἰσχυρὸς ὁ Φίλιππος.
140c
ἤρξατο δὲ τοῦ κεφαλαίου λαβὼν ὥσπερ ἀντίθεσιν· ʼἀλλὰ χαλεπὸν πολεμεῖν Φιλίππῳ καλῶς αὐτῷ κατεσκευασμένων τῶν πραγμάτωνʼ. διέσυρε μὲν καὶ ἐν αὐτῇ τῇ θέσει τὴν ἀντίθεσιν, εἰπὼν ὡς οὐκ εὐτρεπῶς ἔχει τὰ πράγματα Φιλίππῳ, ʼὡς φήσειεν ἄν τις μὴ σκοπῶν ἀκριβῶσʼ, διδοὺς μὲν ἐκ τῶν ἔξωθεν φαντασίαν ἰσχυρὸν εἶναι τὸν Φίλιππον, ἵνα μὴ παντελῶς ἀναισχυντεῖν δοκῇ λέγων εὐθὺς ἀσθενῆ καὶ ταπεινόν· ἄγων δὲ αὐτοὺς κατʼ ὀλίγον εἰς ἐπίσκεψιν τῆς δυνάμεως, ἵνα λάβῃ καιρὸν τοῦ σαθρὰν ἀποδεῖξαι τὴν ῥώμην τοῦ Μακεδόνος, κέχρηται πολλῇ βίᾳ κατὰ τὴν λύσιν τῆς ἀντιθέσεως. λεγόντων γὰρ τῶν Ἀθηναίων ὅτι ʼπόλεμον οὐκ ἂν ἐξήνεγκε τὸν πρὸς τοὺς Ὀλυνθίους, εἰ μὴ καλῶς εἶχεν αὐτῷ τὰ πράγματα κατὰ τὴν ἀρχήνʼ, αὐτὸς βιαίως ἀντιστρέψας ἔλυσεν ὅτι ʼοὐκ ἂν ἐξήνεγκε τὸν πόλεμονʼ, εἰ προσεδόκησεν αὐτῷ μάχης καὶ ἀγῶνος δεήσειν· οὐκ ἄρα καλῶς αὐτῷ κατεσκεύασται τὰ πράγματα. παραδόξου δὲ οὔσης τῆς λύσεως, ὅτι ἐπὶ πόλεμον τοσοῦτον ἐξιὼν οὐ προσεδόκα μαχήσεσθαι, τὴν θεραπείαν αὐτῆς ἐξ ἔθους ἐποιήσατο. προσεδόκα γὰρ ἐφόδου μόνης αὐτῷ δεήσειν ὥσπερ ἐπὶ τῶν ἄλλων. S λύσις τῆς Ἀθηναίων ὑπονοίας ὡσʼ οὐκ ἐξήνεγκε τὸν πρὸς Ὀλυνθίους πόλεμον, εἰ μὴ καλῶς εἶχεν αὐτῷ τὰ πράγματαʼ, αὐτὸς δὲ βιαίως ἀναστρέψας ἔλυσεν ὡς ʼοὐκ ἂν ἐξήνεγκε τὸν πόλεμονʼ, εἰ προσεδόκησε μαχήσεσθαι· τὴν δὲ θεραπείαν τῆς παραδόξου λύσεως ἐξ ἔθους ἐποιήσατο.
140d
TBc ἡ δευτέρα ἄρνησις μέρος ἐστὶ τῆς ἄνω καὶ κατασκευαστικὴ καὶ λύσις τοῦ ἀντιπίπτοντος· ʼκαὶ πῶς 〈ἂν〉 ἐξήνεγκε τὸν πόλεμον;ʼ Bc οὔτε γὰρ ὡς δοκεῖ] οὐχ οὕτως αὐτῷ ἔχει τὰ πράγματα εὐτρεπῶς, οὐδὲ ὥς τις νομίζει κάλλιστα.
TBcAfVbWd 〈τὰ παρόντα〉] ἤγουν τὰ ἐν τῇ Ὀλύνθῳ.
Pr 〈ἐξήνεγκε〉] πρὸς τοὺς Ὀλυνθίους.
Pr 〈τὰ πράγματα〉] τὰ τῶν Ὀλυνθίων.
145
Pr 〈ἀναιρήσεσθαι〉] ἐκ μόνης τῆς θέας.
Pr κᾆτα διέψευσται] καὶ εἶτα διέψευσται τῆς ἐλπίδος καὶ τῆς προσδοκίας· ἰδοὺ γὰρ πολεμοῦσιν αὐτῷ παρὰ τὴν αὐτοῦ προσδοκίαν.
147b
Pr εἶτα τὰ τῶν Θετταλῶν] οὐκ εἶπεν ʼοἱ Θετταλοίʼ, ἀλλὰ ʼτὰ τῶν Θετταλῶν πράγματαʼ, ἵνα λέγῃ τὴν ἀπιστίαν καὶ δηλώσῃ ὅτι ἀεὶ συζῶσιν αὐτῇ.
148a
TBcAfVbWd πράγματι ἀντὶ προσώπου ἐχρήσατο.
148b
F 2 T 〈τὰ τῶν Θετταλῶν〉] ταράττει αὐτόν.
Pr 〈κομιδῇ〉] διὰ τούτου πλέον ηὔξησε τὴν ἀπιστίαν.
150a
S τὸ ʼκομιδῇʼ αὔξησίς ἐστιν ἐπὶ Φιλίππου.
150b
F 4 κομιδῇ] ἀντὶ τοῦ ἐπὶ Φιλίππου πλέον τὴν ἀπιστίαν ηὔξησεν.
150c
AfVb Wd καὶ γὰρ Παγασὰς] ἡ ἱστορία οὕτως· Ἀλεύας, ἀπόγονός τις τοῦ Ἡρακλέους, Θετταλός, ἐτυράννησε Θετταλῶν, εἶτα καὶ οἱ τούτου παῖδες.
μὴ φέροντες οὖν τὴν τυραννίδα οἱ Θετταλοὶ καὶ ἀποροῦντες τί δεῖ ποιεῖν, μετεπέμψαντο πρὸς συμμαχίαν τὸν Φίλιππον. εἶτα ἐλθὼν ἐκεῖνος ἐξέβαλε τοὺς Ἀλευάδας ἐκ τῆς τυραννίδος· καὶ ὑπὲρ τούτου χάριν αὐτῷ ὁμολογοῦντες οἱ Θετταλοὶ δεδώκασιν αὐτῷ νέμεσθαι Παγασὰς καὶ τὰ χρήματα τὰ ἐκ τῶν λιμένων καὶ τῆς ἀγορᾶς. ἄπιστοι δὲ Θετταλοὶ ἐνομίσθησαν ἢ διὰ τὸ τὸν Ἰάσονα, Θετταλὸν ὄντα, ἄπιστον ὀφθῆναι περὶ τὴν Μήδειαν, ἢ ὅτι ἐν τῷ Πελοποννησιακῷ πολέμῳ ἐν αὐτῇ τῇ παρατάξει ἀπὸ Ἀθηναίων πρὸς Λακεδαιμονίους μετετάξαντο, ὥς φησιν ὁ Θουκυδίδης (1, 107). ἡ δὲ Μαγνησία χώρα τις ἦν πλησίον Θετταλίας, ὑπείκουσα αὐτοῖς· ἔστι δὲ καὶ πόλις ὁμώνυμος αὐτῇ. χαριζόμενος οὖν τοῖς Θετταλοῖς ὁ Φίλιππος ταύτην αὐτοῖς κατεδουλώσαντο ἀποστᾶσαν αὐτῶν· μετὰ δὲ ταῦτα φρούριον ᾠκοδόμησεν ἐν αὐτῇ τῇ πόλει τῶν Μαγνήτων, ἵνα μὴ καὶ δεύτερον ἀποστῶσι, τὸ δὲ ἀληθὲς κατʼ αὐτῶν Θετταλῶν. οἱ δὲ γνόντες τοῦτο αὐτὸ ἐκώλυσαν αὐτὸν τειχίζειν. F 4 STBcVbWd ἤκουον δʼ ἐγὼ γέ τινων] τοῦτο σόφισμά ἐστιν· ἐξ ἀορίστου δὲ καὶ πληθυντικοῦ συνιστᾷ τὸν ἑαυτοῦ λόγον· εἴωθε γὰρ τοῦτο ὁ Δημοσθένης ποιεῖν.
εἰ μὲν παρεισάγει ἀόριστον πρόσωπον καὶ τοῦτο ἑνικόν, συνιστᾷ αὐτὸ καθʼ ὅσον οἷόν τε, ὡς ἐν τῷ κατʼ Ἀνδροτίωνος, ἀνδρὸς καὶ οὐχ οἵου τε ψεύδεσθαι· εἰ δὲ πληθυντικῶς, θαρρεῖ τῷ πληθυσμῷ· ἵνα δὲ μὴ εἴπωσιν αὐτῷ ʼἀλλὰ ψεύδονταί σεʼ, λέγει καὶ τὴν ἐξ ἐκείνων κατασκευὴν καθʼ ἣν ἄξιοι ἂν εἶεν πιστεύεσθαι, οἷον ʼτὰ γὰρ κοινὰʼ καὶ τὰ ἑξῆς. BcOb 〈τινων〉] οὐκ εἶπε ʼτινὸσʼ, ἀλλὰ ʼτινῶνʼ, τῷ πλήθει τῶν μαρτύρων 〈τὸν〉 λόγον πιστούμενος.
F 4 〈ἀπὸ τούτων〉] ἤγουν ἀπὸ τῶν ἐξ αὐτῶν προσόδων.
Pr 〈τοῖς ξένοισ〉] καὶ γὰρ οὐ μόνον Μακεδόσιν, ἀλλὰ καὶ ξένοις ἐχρῆτο πρὸς τὴν στρατείαν.
155
Pr ἀλλὰ μὴν τόν γε Παίονα] δείξας αὐτοῦ τὸ ἀσθενὲς ἀπὸ τῶν Ἑλλήνων, βούλεται καὶ ἀπὸ τῶν βαρβάρων τὸ ὅμοιον ἐργάσασθαι.
156a
καὶ διʼ αὐτῆς δὲ τῆς λέξεως εὐτέλισε τὴν δύναμιν· οὐ γὰρ εἶπε πληθυντικῶς, ἀλλʼ ἑνικῶς ʼΠαίονα καὶ Ἰλλυριόνʼ. F 4 TBcAfVbWd ἀλλὰ .
156b
.. Παίονα] δείξας αὐτοῖς τὸ ἀσθενὲς ἀπὸ τῶν Ἑλλήνων, δείκνυσι καὶ ἀπὸ τῶν βαρβάρων τὸ ὅμοιον ἐργάσασθαι. S Παίονες καὶ Ἰλλυριοὶ Φιλίππῳ κατʼ ἀνάγκην ὑπήκουον καὶ ἄλλʼ ἄττα τῶν ἐθνῶν.
156c
Pr αὐτονόμους ἥδιον ἂν καὶ ἐλευθέρους] τὴν ἐπιθυμίαν αὐτῶν ἀπόδειξιν αὐτάρκη νομίζει τοῦ πρὸς αὐτὸν ὑπόπτως ἔχειν.
ἰδὼν δὲ πρὸς ταῦτα φερόμενον ἀντιπῖπτον ὅτι ʼπολλοὶ καὶ παρὰ συνήθειαν δουλωθέντες ἔστερξαν καὶ βέβαιοι τοῖς κρατοῦσιν ἔμεινανʼ, ἐκ τοῦ Φιλίππου τρόπου τὸ ὑφορμοῦν ἔλυσεν. ὑβριστὴς γάρ, φησιν, ὁ ἀνήρ. τίς δʼ ἂν τῶν ὑπηκόων τοιοῦτον ἄρχοντα στέρξειεν; εἶτʼ, ἐπειδὴ καὶ τοῦτο ἄδηλον, εἰ τοιοῦτος ὁ Φίλιππος, ὅρκῳ τὸ ἀμφισβητούμενον ἐπιστώσατο· ʼκαὶ μὰ Δίʼ οὐδὲν ἄπιστον ἴσωσʼ. καὶ ἡ τελευταία τοῦ ἐνδοιασμοῦ προσθήκη καὶ τῷ ῥήτορι τὴν ἐπιορκίαν διορθοῦται καὶ τοὺς ἀκούοντας παράγει μὴ ταχέως συνορᾶν δυναμένους τί τὸ ʼἴσωσʼ βούλεται τῷ ῥήτορι. διὸ καὶ δεδοικὼς καθολικῶς τῇ γνώμῃ τὴν πρότασιν ἐβεβαίωσε. S 〈ἐλευθέρους ἢ δούλουσ〉] ἐπεὶ καὶ πρότερον ἐβασιλεύοντο.
T καὶ γὰρ εὐήθεις τοῦ κατακούειν] δεῖ προσέχειν τῇ λέξει· οὐ γὰρ εἶπεν ʼἀκούεινʼ μόνον, ἀλλὰ ʼκατακούεινʼ, ὅ ἐστι πάνυ ἀκούειν, ὥστε καὶ δούλους νομίζεσθαι.
159a
F 4 TBcAfVbWd ὁ δὲ Φίλιππος, φησίν, ὑβριστὴς καὶ ἐπαχθής.
159b
TBcAfVbWd ἤγουν πάνυ ἀκούειν, ὥστε καὶ δούλους νομίζεσθαι.
159c
S 〈ἄπιστον〉] αὐτὸν εἶναι τοιοῦτον.
160
Pr τὸ γὰρ εὖ πράττειν] ἐπειδή, φησιν, οἱ παρʼ ἀξίαν εὐτυχοῦντες οὐ δύνανται φυλάξαι τὴν εὐτυχίαν διὰ τὸ πονηρὸν τῆς γνώμης, δεδώκασιν ἀφορμὴν τοῦ λέγειν ἄλλοις ὅτι δυσχερέστερόν ἐστι τὸ φυλάξαι ἤπερ κτήσασθαι· ὅπερ οὐκ ἔστιν ἀληθές.
161a
F 4 TBcAfVbWd σημείωσαι, γνωμικὴ περίοδος.
161b
F 2 vp 〈τὸ φυλάξαι〉] ἤγουν τηρῆσαι ὡσαύτως ἔχειν καὶ μὴ μεταβαλεῖν εἰς κακίαν.
Pr 〈τἀγαθὰ〉] τὰ ἐπελθόντα τινί.
Pr δεῖ τοίνυν ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι] πληρώσας τὴν ἐξέτασιν τοῦ δυνατοῦ καὶ σαθρὸν πανταχόθεν ἀποδείξας τὸν Φίλιππον εἰς προτροπὴν μετῆλθεν.
164a
διενήνοχε δὲ προτροπὴ συμβουλῆς, ὅτι ἐν μὲν τῇ συμβουλῇ καὶ τὸ ἀγαθὸν ὑπὲρ οὗ συμβουλεύομεν ἀμφισβήτησιν ἔχει, καὶ ὁ τρόπος διʼ οὗ ἂν περιγενοίμεθα τῶν χρησίμων ἀντίρρησιν ἐπιδέχεται· ἐν δὲ τῇ προτροπῇ καὶ τὸ ἀγαθὸν πρόδηλον καὶ ὁ τρόπος. οὐδεὶς γὰρ προτρέπων ἐπιτίθεται καὶ τὸν τρόπον διʼ οὗ κρατῆσαι δυνατόν. ἐπικοινωνεῖ δὲ τοῖς εἴδεσι τούτοις καὶ ἡ παραίνεσις. συμβουλὴ γάρ τις εἶναι δοκεῖ, παρόσον ἐκείνῳ διαφέρει τῆς προτροπῆς, ὅτι ἐν παραινέσει ὥσπερ ἐν τῇ συμβουλῇ καὶ τὸν τρόπον ἐκτιθέμεθα διʼ οὗ κατορθώσομεν τὸ προκείμενον. πλὴν ἐκεῖνο προσήκει γινώσκειν, ὅτι ἐπιπλέκεται τοῖς εἴδεσι τούτοις τὰ ἀλλήλων, καὶ συμβουλευτικὰ ἐν προτροπῇ καὶ τοὐναντίον ἐν συμβουλῇ προτρεπτικά. τὸ δʼ αὐτὸ καὶ ἐν ταῖς παραινέσεσιν. ἐκ δὲ τοῦ πλεονάζοντος ἐν τῇ ὑποθέσει χρὴ τὸ εἶδος τοῦ λόγου γνωρίζειν. F 4 STBcVbWd παραβολὴ ἀπὸ τοῦ ἴσου.
164b
TBc 〈τὴν ἀκαιρίαν〉] τὴν ἐν τοῖς πράγμασιν.
165
Pr συνάρασθαι τὰ πράγματα] ἔδει μὲν εἰπεῖν ʼσυνάρασθαι τοῖς πράγμασινʼ, ἀλλʼ Ἀττικῶς εἶπεν.
166a
ἡ δὲ ʼσὺνʼ πρόθεσις, ὡς εἰ ἔλεγε σὺν τῇ τύχῃ ἀγωνίζεσθαι ἐφʼ ἃ δεῖ. F 4 TBcAfVbWd συνάρασθαι τὰ πράγματα Ἀττικὸν ἀντὶ τοῦ τοῖς πράγμασιν.
166b
A 2 τοῦτο τὸ ἔργον [ .
166c
. ]αυθει συνάρασθαι· τὸ ἀναλαμβάνειν αἰτιατική. vp συλλαβεῖν καὶ ἁρπάσαι.
166d
Pr πρεσβευομένους ἐφʼ ἃ δεῖ] πρεσβεύεσθαί φησιν ἐπὶ τῶν ἀγνοούντων τὸν Φίλιππον, ἵνα διδάξῃ αὐτοὺς μὴ πιστεύειν αὐτῷ· ἐπὶ δὲ τῶν εἰδότων μέν, φοβουμένων δέ, τὸ ἀγγέλλεσθαι ὑμᾶς ὅτι στρατεύεσθε, ἵνα παροξυνθῶσιν εἰς τὸ μηκέτι δεδιέναι αὐτόν.
A 2 STBcAfVbWd εἰ Φίλιππος λάβοι καθʼ ἡμῶν τοιοῦτον καιρὸν] εἰ τοιαῦται, φησίν, αὐτῷ προσγένοιντο πολλαὶ εὐπορίαι οἷαι νῦν ἡμῖν· καὶ πάλιν, εἰ πόλεμόν τινα σχοίημεν ὅμορον, ὡς αὐτὸς νῦν ἔσχε τὸν τῇ Ὀλύνθῳ γειτνιάζοντα.
168a
TBcAfVbWd οἷος νῦν ἡμῖν κατʼ ἐκείνου.
168b
Pr 〈πρὸς τῇ χώρᾳ〉] ἤγουν ὁμορῶν τῇ χώρᾳ, ὡς ὁ Φίλιππος νῦν ἔχει τὸν τῶν Ὀλυνθίων γειτνιάζοντα.
169a
S τῇ ἡμετέρᾳ καθάπερ νῦν τῇ ἐκείνου· ἡ γὰρ Ὄλυνθος γείτων αὐτῷ.
169b
Pr 〈εἶτʼ οὐκ αἰσχύνεσθε〉] τὸ σχῆμα δὲ ἐπιτίμησις.
170a
F 2 TBcVbWd ἡ περίοδος ἐπιτιμητική, ἥ ἐστι μονόκωλος, φησὶν Ἑρμογένης (p.
170b
178, 10). TBc εἶτʼ οὐκ αἰσχύνεσθε] ἀσαφὲς εἶναι δοκεῖ τὸ χωρίον· ἄδηλον γὰρ τίνι χρὴ προσνεῖμαι τὸ ʼταῦτα ποιῆσαιʼ, πότερον τοῖς Ἀθηναίοις ἢ τῷ Φιλίππῳ· δοκεῖ γὰρ ἐφʼ ἑκατέρων ἁρμόζειν.
170c
χρὴ οὖν ἐπὶ τῶν τοιούτων ἀσαφῶν καὶ ἐπαμφοτερίζειν δοκούντων ἐκ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν ἰέναι· λυθήσεται γὰρ οὕτως ἡ ἀσάφεια. οἷον ἐπὶ τοῦ παρόντος εὐθὺς κάτωθεν ἀρξάμενος λέγε· ʼοὐ τολμήσετε καιρὸν ἔχοντες ταῦτα ποιῆσαι ἃ πάθοιτʼ ἂν εἰ δύναιτο ἐκεῖνος;ʼ τὸ γὰρ πρότερον ἐπʼ ἀμφοτέρων λέγεσθαι δοκοῦν νῦν ἐφάνη περὶ μόνων τῶν Ἀθηναίων εἰρημένον. F 4 TBcAfVbWd εἰ μὴ διʼ ἃ πάθοιτʼ ἂν] ἔστι δὲ μονόκωλος σχοινοτενὴς περίοδος ἐν ὑπερβατῷ σχηματισθεῖσα.
F 2 TBcVbWd ἔτι τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι] ὥσπερ τὸ συμφέρον εἰς δύο τέμνεσθαί φαμεν, εἴς τε αὐτὸ τὸ συμφέρον καὶ τὸ ἀναγκαῖον, οὕτω καὶ τὸ δυνατὸν εἴς τε αὐτὸ τὸ δυνατὸν ἁπλῶς καὶ τὸ ῥᾴδιον καὶ εἰς τὸ ἀναγκαῖον· ὅπερ ἐν τούτῳ τῷ χωρίῳ νῦν ἐξετάζεσθαί φαμεν.
172a
δίδωσι γὰρ τοῖς Ἀθηναίοις· αἵρεσιν ποῦ χρὴ πολεμεῖν, καὶ τὸν μὲν ἐν Μακεδονίᾳ πόλεμον εὔκολον δείκνυσι, τὸν δὲ ἐπὶ τῆς Ἀττικῆς χαλεπὸν καὶ φοβερόν. F 4 TBc AfVbWd μετάβασις ἐπὶ τὸ ἀναγκαῖον.
172b
F 2 TBc 〈ἐκεῖνα〉] τὰ τῶν Ὀλυνθίων.
Pr 〈Θηβαῖοι〉] πολὺ τὸ τῆς γοργότητος διὰ τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις.
F 2 S ἀλλʼ ὦ τᾶν] ἀνθυποφορὰ στοχαστικὴ ἣν λύει ἐκ τεκμηρίων.
175a
F 4 A 2 TBcAfVbWd τὸ δὲ ʼὦ τᾶνʼ δύο μέρη λόγου εἰσίν, ὦ καὶ ἐτᾶν, ὅ ἐστιν ὦ ἑταῖρε.
175b
F 4 TBcAfVbWd 〈οὐχὶ βουλήσεται〉] ὁ Φίλιππος.
S 〈εἰ ἃ νῦν〉] τὸ ἐλθεῖν ἐφʼ ἡμᾶς.
TBc εἰ ἅ φησιν ἄνοιαν ὀφλισκάνων ὅμως ἐκλαλεῖ] ἤτοι ὅτι ἔρχομαι ἐπὶ τὴν Ἀττικήν.
ἆρα ἐὰν δυνηθῇ ταῦτα ποιῆσαι οὐ πράξει; ζητητέον δὲ πῶς ἐν τοῖς ἄνω δεινὸν αὐτὸν καλέσας καὶ εἰδότα χρήσασθαι πράγμασιν ἐνταῦθα μωρὸν ἀποκαλεῖ. λέγομεν ὅτι ἀπὸ πολλῆς ἐπιθυμίας τοῦ βούλεσθαι αὐτὸν ἐπὶ τὴν Ἀττικὴν ἐλθεῖν ποιεῖ αὐτὸν μὴ δυνάμενον ἑαυτοῦ κατασχεῖν, ἀλλὰ τὴν ἐπιθυμίαν ἐκλέγοντα τελειοῦν. F 4 STBcAfVbWd ἐγκαλεῖ] ἀντὶ τοῦ ἀπειλεῖ.
F 2 οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι] οὐ γὰρ δεῖ τὰ ὁμολογούμενα κατασκευάζειν· καὶ δύο κακῶν προκειμένων (κακὸν γὰρ ὁ πόλεμος) αἱρεῖται τὸ ἧττον.
180
F 4 STBcAfVbWd 〈εἰ γὰρ ὑμᾶσ〉] ἐπίλογος.
F 2 vpT ἔξω γενέσθαι] οὐχ ἁπλῶς λέγει ἔξω τῆς πόλεως, ἀλλʼ ἔξω τῆς χώρας ἐν τῇ Μακεδονίᾳ.
F 4 STBcAfVbWd τοὺς γεωργοῦντας] οὐχ ἁπλῶς τοὺς σκάπτοντας τὴν γῆν, ἀλλὰ καὶ τοὺς κεκτημένους τοὺς ἀγρούς.
F 4 TBcWd τὸν πρὸ τοῦ πόλεμον] τὸν περὶ Ἀμφίπολιν λέγει, εἰς ὃν χίλια διακόσια τάλαντα ἀνηλώθη.
F 2 STBcWd 〈πρόσεσθʼ〉] τῇ ζημίᾳ περιφρόνησις.
185
Pr σώφροσι] τοῖς συνετοῖς καὶ σῴζουσι τὰς φρένας.
F 4 TVbWd πάντα δὲ ταῦτα] ἐκ τοῦ συμφέροντος κεφαλαίου τοὺς ἐπιλόγους εἴληφε· δεῖ γὰρ ἐκ τῶν ἰσχυρῶν ἀεὶ καὶ τῶν συνεκτικῶν τὰς ἀνακεφαλαιώσεις καὶ τοὺς ἐπιλόγους λαμβάνειν.
187a
F 4 A 2 TBcAfVbWd ἐντεῦθεν ὁ ἐπίλογος.
187c
A 2 πάντα δὲ ταῦτα] ἐπίλογος.
187d
SPr 〈ἐκεῖσε〉] εἰς τὴν Μακεδονίαν.
Pr 〈εὐπόρουσ〉] ἰστέον δὲ ὅτι ἀπό τε τύχης τοὺς εὐπόρους, ἀπό τε τῆς ἡλικίας τοὺς νέους, ἀπό τε τέχνης τοὺς ἀντιλέγοντας εἴληφε ἐπὶ τῷ παροξυσμῷ τῶν ἐπιλόγων καὶ τούς τε εὐπόρους καὶ τοὺς νέους φαίνεται ἐπʼ ὠφελείᾳ αὐτῶν παρεισάγων, τοὺς δὲ λέγοντας ὅτι καὶ μᾶλλον εἴ τις σκοποίη ἐπὶ βλάβῃ· οἱ γὰρ εὔποροι ἵνα ὀλίγα ἀναλίσκωσιν, οἱ δὲ νέοι ἵνα ἐν ἀλλοτρίοις τὰ πολεμικὰ μάθωσιν, οἱ δὲ λέγοντες ἵνα λαμβάνωσι τὰς εὐθύνας ῥᾳδίους· ὅπερ οὐ συμφέρον ἐστὶ τοῖς ῥήτορσιν.
ἀλλὰ φαμὲν ὡς λεληθότως ἑαυτὸν ἐξαιρεῖ· ἔστι γὰρ οὗτος ὁ λέγων ὡς δῆθεν οὐ φοβούμενος τὰς εὐθύνας ὅτι συμφέροντα λέγει. BcOb τοὺς δʼ ἐν ἡλικίᾳ] τοὺς νεωτέρους· ἡλικία γὰρ ἐξαιρέτως ἡ τῶν νεωτέρων· ἐν αὐτῇ γὰρ πάντα πράττειν δυνάμεθα.
190a
TBcAfVbWd τοὺς νεωτέρους φησίν· ἐν ταύτῃ γὰρ τῇ ἡλικίᾳ πάντα πράττειν δυνάμεθα.
190b
F 4 〈ἀκεραίου〉] ἀβλαβοῦς.
Pr 〈τοὺς δὲ λέγοντασ〉] ἤγουν τοὺς ῥήτορας.
192a
F 4 SPr ἀπὸ κοινοῦ ἐκληπτέον τὸ ʼδεῖν βοηθεῖν καὶ ἀπωθεῖν ἐκεῖ τὸν πόλεμονʼ.
192b
S 〈εὔθυναι〉] αἱ βάσανοι.
193a
S ἀπολογίαι καὶ κρίσεις φανεραὶ καὶ κάλλισται.
193b
Pr 〈αὐτοῖσ〉] τοῖς λέγουσι.
Pr χρηστὰ δʼ εἴη παντὸς εἵνεκα] εὐχὴν προστίθησι τῇ συμβουλῇ, οἷον ʼεἴθε γένοιτοʼ, φησί, ʼχρηστά, καὶ προβαίη καλῶς διὰ πάντας, οἷον διὰ τοὺς πλουσίους τοὺς νεωτέρους τοὺς ῥήτορασʼ.
195a
F 4 TBcAfVbWd οὐ κυρίως τὸ εἵνεκα σὺν τῷ ι· ποιητικὸν γάρ.
195b
F 4 T ΟΛΥΝΘΙΑΚΟΣ Β ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι] τοῦτον Διονύσιος (fr.