Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Ephraem of Aenus: Chronicle

Library › Greek: History › Chronicle

Ephraem of Aenus, a Byzantine writer of the early fourteenth century from Aenus in Thrace, composed a verse chronicle of nearly ten thousand twelve-syllable lines. It narrates the reigns of the Roman and Byzantine emperors from Gaius (Caligula) to the recovery of Constantinople from the Latins in 1261. Here it is followed by his companion verse catalogue of the patriarchs of Constantinople, which ends with Isaias, elected patriarch in 1323.

Ephraem worked mainly from earlier historians, above all John Zonaras, Nicetas Choniates and George Acropolites, so his chronicle is chiefly a witness to how Byzantines retold their own past in accessible verse. The patriarchal catalogue, carried down to his own lifetime, is of particular interest for the church of the early Palaeologan period.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ) or, for later Greek, Sophocles’ Greek Lexicon of the Roman and Byzantine Periods.

Ancient Greek · History
Chronicle
Ephraem of Aenus · Part 1 · every word parsed
unit_1
Εἶτα κατέσχε τὸ κράτος τῶν Αὐσόνων Γάϊος, Ἐπίκουρος ἢ Σατὰν τρόπον, ὑπὲρ φύσιν βρότειον αὑτὸν σεμνύνων ἢ καὶ θεουργῶν, ἡ κατάπτυστος φύσις, ἀνὴρ ἀσελγὴς ἀποφρὰς μιαιφόνος· ἐφʼ οὗ Στέφανος πρωτομαρτύρων κλέος μαρτυρίου στέφανον εὗρεν ἐκ λίθων, σοφοί τʼ ἐγνωρίζοντο δύο προκρίτων Ἰώσηπός τε καὶ Φίλων ἐξ Ἑβραίων. Τούτου καταστρέψαντος ἀθλίως βίον, Ἑρμοῦ φίλος Κλαύδιος, ἠπία φύσις, ἴσου τε φύλαξ, ὑπερόπτης χρημάτων, τὰς ἡνίας εἴληφεν αὐσοναρχίας. τούτου κρατοῦντος Θευδᾶς καὶ Σίμων μάγος πολλοὺς ἐλυμαίνοντο κακοτεχνίαις, πρῶτος δʼ ἐπιβέβηκε τῆς Ῥώμης Πέτρος σωτήριον κήρυγμα κηρύσσων ὅλοις.
unit_2
Μεθʼ ὃν παρῆλθεν εἰς βασίλειον κράτος Νέρων ἀσελγής, ἐμφερὴς τῷ Γαΐῳ, θηλυδρίας ὢν καὶ θύλακος σαπρίας, πρῶτος διώκτης, εὐσεβῶν καθαιρέτης Χριστοῦ τε μυστῶν προκρίτων ἀναιρέτης. εἶτα Γάλβας Ὄθων σὺν Οὐιτελίῳ ἐπὶ βράχιστον τοῦ κράτους γεγευμένοι. Μεθʼ οὓς κατηγλάϊσε τὴν κραταρχίαν Οὐεσπασιανός, κλέος βασιλέων, ἀρχὴν δράσας εὖ καὶ πλατύνας εἰς μέγα, ἐχθρῶν νικητής, φιλότιμος τὴν χέρα, ἀνήρ τις εὐπρόσιτος, ἡδὺς τοῖς φίλοις, ὑπηκόοις δʼ ἅπασι καὶ πεφιλμένος.
unit_3
Μεθʼ ὃν Τίτος παῖς παραλαμβάνει κράτος, θάλασσα καλῶν, φιλοδωρίας χύσις, εὐεργετικός, συμπαθής τις καρδία, χρηστὸς τρόποις οἷς ὡραΐζεται κράτωρ, ἄναξ ἀριστεὺς καὶ στρατηγὸς γεννάδας, Ἰουδαϊκοῦ τοῦ θράσους καθαιρέτης· οὗ πᾶσιν ἀοίδιμον ᾄδεται τόδε, τὸ σήμερον δὲ μὴ βεβασιλευκέναι, εὖ τινὰ μὴ δράσαντα ταῖς εὐποιίαις, καὶ “δεῖ τινὰ πρόσωπον ἄνακτος πάλιν ἰδόντα μηδὲν στυγνὸν ἀνθυποστρέφειν.” Τούτου τὸ βιοῦν ἐκμετρήσαντος μόρῳ Δομετιανός, ἡ βδελυρὰ καρδία, φύσιν Τίτου σύναιμος, οὐ τρόπους ὅλως, ἀναξίως εἴληφε τὴν αὐταρχίαν, Χριστοῦ κολαστὴς οἰκετῶν καὶ μαρτύρων, ἐφʼ οὗ φιλητὸν τὴν θεηγόρον χάριν νῆσός τις ἐξόριστον ἔσχεν, ἡ Πάτμος. ηὔχει δʼ Ἀπολλώνιος τερθρείαις τότε,
unit_4
Πυθαγορικὸς Τυανεύς, σοφὸς γόης, ὃς καίπερ ὢν πόρρωθεν ἀναιρουμένου δηλοῖ παροῦσι τοῦ τυράννου τὸν μόρον. Τούτου καταστρέψαντος αἰσχρῶς τὸν βίον κλῆσιν Νερούας, εὐγενὴς ψυχὴν δέμας, τὰ Ῥωμαϊκὰ σκῆπτρα παραλαμβάνει, ταμεῖον ὄντως ἀρετῶν Χριστοῦ δίχα, καλοῦ δὲ παντὸς αὐτοκράτορσι τύπος. ἐφʼ οὗ τις ἀμύθητον εὗρε χρυσίον, θησαυρὸν ἁβρὸν ἐγκατακεχωσμένον, ὃν ἐκκαλύψας κράτορος μένει κρίσιν· ὁ δʼ αὖ κεχρῆσθαι μηνύει καὶ κατέχειν. ἀλλʼ ὑπὲρ αὑτὸν εὑρεθὲν φάσκει πέλειν. ἦ δʼ ὃς “κατακέχρησο τοῖς εὑρημένοις.” Τούτου λιπόντος σὺν κραταρχίᾳ βίον Τραϊανός τις, παῖς θετὸς τούτου, στέφος καὶ σκῆπτρα παρείληφε τὰ τῶν Αὐσόνων, εὐρὺ κλέος σχὼν ἐν νίκαις καὶ πρακτέοις, εἰ καὶ διώκων εὐσεβεῖς ἦν μετρίως· καθʼ ὃν χρόνον βέβρωτο θηρίων γνάθοις
unit_5
ὁ θεοφόρος Ἰγνάτιος ἐν Ῥώμῃ, ἄλλοι τε πλεῖστοι μαρτυρικῶς τὸν βίον Χριστοῦ χάριν ἤνυσαν ἠγωνισμένοι. τούτων μαθόντα τὸν κρατοῦντα τὸν φόνον, ὡς οὐ πονηρᾶς αἰτίας πάσχειν τάδε, οἷς δὲ Χριστὸν σέβουσιν ὡς θεὸν μόνον, μὴ δεῖν κολάζειν θεσπίσαι χριστωνύμους. τοῦτόν γʼ ἐπάρχῳ χειρίσαντα τὸ ξίφος “δέδεξα τουτὶ ταῖν χεροῖν” τοῦτον φάναι, “κἂν μὲν καλῶς ὦ διέπων τὰ τοῦ κράτους, ὑπέρ γʼ ἐμαυτοῦ τῷδε χρηστέον, φίλε· εἰ δʼ αὖ γε κακῶς, κατʼ ἐμαυτοῦ καρδίας.” Τούτου δὲ βίον καὶ κράτος λελοιπότος Ἀδριανὸς Αἴλιος, ἀριστεὺς μέγας, διάδοχος δέδεικτο τῆς μοναρχίας,
unit_6
ἑρμαϊκός τε καὶ μεγαλόφρων ὅλοις, μὴ δεῖν κολάζειν θεσπίσας χριστωνύμους. τούτου δʼ ἱππεύοντος ἐν λεωφόρῳ ἐδεῖτο γυνὴ λιπαρῶς ἐγκειμένη· ὁ δʼ “οὐ σχολάζω” τῇδʼ ἐγκειμένῃ λέγει. καὶ “μηδὲ βασίλευε” πρὸς τόνδʼ ἀντέφη· ὁ δὲ στραφεὶς προσέσχεν αὐτῆς τῇ δίκῃ. οὗτος πολίζει πρὸς Παλαιστίνῃ πόλιν, ὅπου Σιὼν ἵδρυτο κατεσκαμμένη, Καπιτωλίναν καλέσας τήνδʼ Αἰλίαν·
unit_7
καὶ ναὸν ἀντήγειρε Διὶ τῷ Κρόνου, οὗ πρὶν Σολομὼν τὸν ναὸν τεύξας ἔχει. τοῦτʼ οὐκ ἀνεκτὸν ἦν Ἰουδαίων φύλῳ· συσπειραθέντες τοιγαροῦν ὡπλισμένοι ἐπίασι φύλαξι Ῥωμαίοις τόπου, καὶ σφῶν γε πλείστους ἔδρασαν ἔργον φόνου. ὃ γνοὺς ὁ κρατῶν στρατιᾶς ὁμαιχμίας ἄρδην Ἑβραίων ἐκθερίζει τὸ στῖφος, ὀκτὼ μὲν ἀνδρῶν καὶ πεντήκοντα πάλιν ποσουμένας δοὺς μυριάδας θανάτῳ, κώμας κατασκάψας δὲ τούτων χιλίας, φρούρια πεντήκοντα τεθρυλημένα. οὗτός ποτʼ ἀνδρὸς ἦν κατακρίνας μόρον· καὶ τὸν λαβόντα πῦρ θυμιῶντα λέγειν “ἐγὼ μὲν οὐδὲν ἀδικῶν θνήσκω βίᾳ,
unit_8
Ἀδριανὸν δὲ καὶ ποθοῦντα τεθνάναι μὴ τοῦ κατʼ εὐχὴν εὔχομαι τυχεῖν τέλους·” ὃ καὶ παθεῖν οἱ συνέβη πρὸς τῷ τέλει, νόσῳ χρονίως ὑδέρῳ τετηγμένῳ. κἀπὶ Θρᾴκης δʼ αὖ Ὀδρυσοῦ πρὸς χωρίῳ ἄλλην πολίζει τὴν ὁμώνυμον πόλιν. Εἶτʼ Ἀντωνῖνος εὐσεβὴς κεκλημένος, βέλτιστος ἀνὴρ εὐαγής τε τοὺς τρόπους, πάντων τιμῶν μάλιστα τοὺς χριστωνύμους, χειρίζεται κάλλιστα τὴν κραταρχίαν·
unit_9
ὅστις γε μάχης καὶ βίας ἐγκειμένων, ἐπείπερ οὐδὲν εὐπορῶν ἦν χρημάτων, εἰς ἀγορὰν προύθηκε τοῖς ᾑρημένοις πάντα τὰ λαμπρὰ καὶ τιμαλφῆ τοῦ κράτους· ἀφʼ ὧν ἱκανῶν εὐπορήσας χρημάτων καὶ στρατιωτῶν ἡλικὼς πλείστας ἴλας μάχην κατορθοῖ καὶ βαθὺν πλοῦτον φέρει· καὶ πάλιν ἀπέλαβε τὰ πεπραμένα, αἱρουμένοις δοὺς τὴν τιμὴν ὠνουμένοις. Καὶ πάλιν ἄλλος Ἀντωνῖνός τις Μάρκος, πρώτου θετὸς παῖς, φιλόσοφος τοὺς λόγους τρόπους τε χρηστός, εὐμενὴς χριστωνύμοις, παραλαβὼν ἴθυνε τὴν κραταρχίαν· ἐφʼ οὗ φάλαγξ κέκλητο κεραυνοβόλος, ἥτις μερίδος οὖσα τῶν χριστωνύμων καιρῷ μάχης ηὔξατο Χριστῷ δεσπότῃ, δίψει στρατιᾶς κινδυνευούσης τότε ἀντιπάλων τε βαρβάρων ἐπιθέσει· καὶ δυσμενεῖς μὲν τῷ κεραυνῷ συμφλέγει, ὀμβρῶν δʼ ἐπὶ στράτευμα πλουσίως ὕει.
unit_10
Ἑρμογένης τʼ ἤκμαζε τῆς τέχνης ἴδρις· δυάς τʼ ἐναθλεῖ μαρτύρων Χριστοῦ χάριν, Σμύρνης ὁ Πολύκαρπος καὶ Ἰουστῖνος. Κόμοδος εἶτα, μιαρὸς φαυλεργάτης, κακῶς ἐπεισέφρησε τῇ κραταρχίᾳ· ἐφʼ οὗ Κλήμης ἦν στρωματεύς, σοφὸς μέγας, καὶ Πάνταινος, κήρυκες ὀρθῶν δογμάτων. Μεθʼ ὃν κραταρχεῖ Περτίναξ ὁ τριγέρων, καὶ σφάττεται δὴ πρὸς μέσοις ἀνακτόροις, καὶ σκῆπτρα παρείληφε τὰ τῶν Αὐσόνων Ἰουλιανὸς Δίδιος βραχὺν χρόνον καὶ Σεβῆρος, κράτιστος ἐχθρῶν ἐν μάχαις, σφοδρὸς κολαστὴς εὐσεβῶν χριστωνύμων, ἐφʼ οὗ σὺν ἄλλοις καὶ πατὴρ Ὠριγένους Φιλωνίδης εὕρατο μαρτύρων στέφος.
unit_11
Τούτου θανόντος Καράκαλος τοὐπίκλην Ἀντωνῖνος εἴληφε τὴν μοναρχίαν, αἰσχρός τις ἀνὴρ καὶ πλέον μιαιφόνος, καὶ Μακρῖνος βράχιστον ἄρξας τὸν χρόνον. εἶτα κατωρχήσατο τῆς κραταρχίας κλῆσιν Ἄρβιτος, Σαρδανάπαλος θέσιν, ἀνδράποδόν τι Πριήπου Διονύσου, ἄλλος τις ὄντως Σαρδανάπαλος τρόπους, θηλυδρίας τις ἐκδεδιῃτημένος. Μεθʼ ὃν παρῆλθεν εἰς βασίλειον κράτος Μαμαίας Ἀλέξανδρος, εὐσεβεῖς σέβων· μητρὸς γὰρ αὐτοῦ Μαμαίας πιστευσάσης διδασκαλίαις ταῖς σοφαῖς Ὠριγένους, τιμῆς κατηξίωτο πιστῶν τὸ στῖφος.
unit_12
Τούτου σφαγέντος ἀναδείκνυται κράτωρ θεοστυγής τις Μαξιμῖνος μαινόλης, ὅστις διωγμὸν χαλεπὸν χριστωνύμοις κινήσας ἀπέφηνε μάρτυρας ὅσους. [para]Σὺν Ἀλβίνῳ Μάξιμος ἔσχε τὸ κράτος καὶ Πομπιανὸς Πουπλίῳ σὺν Βαλβίνῳ. Ὧνπερ θανόντων ζώννυται κραταρχίαν Γορδιανός τις σὺν ὁμωνύμῳ τέκνῳ· ἐφʼ ὧν ὁ λαμπρὸς ἐν λόγοις Ὠριγένης ἦν ἐκδιδάσκων μύστας ἐν Παλαιστίνῃ, οἷσπερ συνηρίθμηντο σύγγονοι δύο, ὁ γρήγορος νοῦς, θαυματουργὸς τοὐπίκλην, πρὸς δʼ αὖ Ἀθηνόδωρος, οὐχ ἥττων λόγους.
unit_13
Μεθʼ οὓς Φίλιππος εὐμενὴς χριστωνύμοις, μᾶλλον δὲ Χριστῷ προσδραμεῖν αἱρεῖ λόγος εὐχῶν τε πιστοῖς συμμετασχεῖν ἀσμένως, καί οἱ θριαμβεῦσαί γε τὰ πεπραγμένα, ἄλλως προέδρων τόνδε μὴ δεδεγμένων. ᾧ Βόστρα πατρίς, οὗ κτίσας ἔχει πόλιν, ἣν πᾶς Φιλίππου τήνδε φημίζει πόλιν. Εἶτα Δέκιος τοῦ κράτους δεδραγμένος εὐθὺς διωγμὸν κατὰ πιστῶν ἐκφέρει, ὃν ὑπερέσχον εὐψύχως ἠνδρισμένοι Κυπριανός τε Βαβύλας καὶ μυρίοι· ἥττηντο δʼ ἄλλοι καὶ τάλας Ὠριγένης. τότʼ ἦν Ναυάτος, ἡ μισάνθρωπος φύσις, ἐκκλησίας δʼ ὢν Ῥωμαίων θυηπόλος ἔφασκε μὴ δεῖν βασάνοις τεθυκότας μετανοοῦντας προσδέχεσθαι καθάπαξ. ὃ πατράσιν ἔδοξε πίστεως νόθον,
unit_14
καὶ μὴ μεταγνοὺς ἐκκεκήρυκται τάλας. Βίον Δεκίου καὶ κράτος λελοιπότος κατῆρξε Γάλλος, ἡ βέβηλος καρδία, βαρὺς κολαστὴς Χριστιανῶν τυγχάνων· Αἰμιλιανὸς τέτταρας μῆνας μόλις, ἡνίκα Σαβέλλιος ἦν, σκαιὸς Λίβυς, ὁ σύγχυσιν δρῶν ἀσεβῶς ἐν τριάδι θείων προσώπων καὶ συναλείφων φύσεις. Αἰμιλιανοῦ δὲ σφαγέντος ἀθλίως Βαλλεριανὸς παραλαμβάνει κράτος, βαρὺς διώκτης εὐσεβῶν χριστωνύμων·
unit_15
ὅστις ἀγεννῶς βαρβάροις Πέρσαις μάχῃ ἁλοὺς παρʼ αὐτοῖς τὸν βίον καταστρέφει. καὶ παῖς παρῆλθε Γαλιηνὸς εἰς κράτος, δεξιὸς ἀνήρ, φιλότιμος, χαρίεις, πολλοὺς ἀνατλὰς κινδύνους ἐν ταῖς μάχαις. Μεθʼ ὃν Κλαύδιος, ἀρρεποῦς δίκης φύλαξ, κράτωρ ἀγαθὸς καὶ μαχητὴς γεννάδας, πάππος μεγίστου κράτορος Κωνσταντίνου. Τούτου τελευτήσαντος ἐν κραταρχίᾳ Αὐρηλιανὸς δυσμενὴς χριστωνύμοις τὰ σκῆπτρα παρείληφε τῆς αὐταρχίας. τούτου κρατοῦντος Παῦλον Σαμοσατέα κακῶς φρονοῦντα πατέρων θεῖον στῖφος ἐπάρατον τίθησι καὶ βδελυκτέον. τῆς δʼ Ἀντιόχου καθέδρας δεδραγμένον,
unit_16
καὶ τήνδε βίᾳ κατέχειν ᾑρημένον, πεισθεὶς ὁ κρατῶν εὐσεβῶν ἐντυχίᾳ γραφαῖς ἀτίμως ἐξελαύνει τοῦ θρόνου. Βραχὺν χρόνον Τάκητος, ἀνὴρ πρεσβύτης. εἶτα Φλῶρός τις, φίλος Ἑρμοῦ καὶ μάχης, παραλαβὼν ἴθυνε τὴν κραταρχίαν, πρᾶος μεγαλόψυχος εὐμενὴς κράτωρ· οὗ ταῖς κατʼ ἐχθρῶν ἐμβραδύνοντος μάχαις, στρατοῦ δὲ βρωτῶν κινδυνεύοντος σπάνει, ἐπʼ αὐτὸν ἐκλείποντα λιμῷ σιτίων ὄμβρον σίτῳ σύμμικτον ὀμβρῆσαι λόγος, τὸν ὑψόθεν βλύσαντα τῷ λαῷ μάννα, ᾧπερ τραφεῖσαν στρατιὰν ἐνισχῦσαι.
unit_17
Μεθʼ ὃν Κάρος τις γεννάδας σὺν υἱέσιν ἄναξ ἐδείχθη, παραλαβὼν τὸ κράτος. Νουμεριανὸς ἐκδαρεὶς ἀσκοῦ δίκην, ληφθεὶς παρʼ ἐχθρῶν αἰχμάλωτος, ὡς λόγος. καὶ Καρῖνος αἴσχιστος, ἀπηνὴς λίαν, χριστωνύμων ὄλεθρος, ἔσχε τὸ κράτος· ἐφʼ οὗ λελοιπὼς Περσίδα Μάνης τάλας Ῥωμαΐδος κλίμασι παρεισεφθάρη, κακίας ἰὸν ἐξεμῶν ψυχοφθόρον, ἀφʼ οὗ βδελυκτὸν τοὔνομα Μανιχαίων.
unit_18
Μετὰ δὲ τοῦτον ἡ μεγίστη μανίαν τὴν κατὰ Χριστοῦ δυάς, ἡ τρισαθλία βροτῶν Ἐριννύς, αἱμοχαρὴς καρδία, Μαξιμιανὸς Διοκλητιανός τε, ὠμῶς κατῆρξαν τοῦ βασιλείου κράτους· ὃς πατέρων φὺς δυσγενῶν Δαλματόθεν ἄσημος ἢ τρίδουλος ἐβδελυγμένος, θεοῦ κριμάτων! τυγχάνει κραταρχίας· ἧς συμμεριστὴν Ἑρκούλιον λαμβάνει Μαξιμιανόν, εὐσεβῶν ἀναιρέτην. ἐπὶ κακῷ γοῦν τώδε συμπεπνευκότε Χριστοῦ μερίδος, ἢ πλέον σφῶν καρδίας, διωγμὸν ἀφόρητον ἐξηγειρέτην, καὶ κατὰ δήμους εἴτε χιλιοστύας μάρτυρας ἀπέφηναν ἠγωνισμένους, αὐθαίρετα θύματα, καθηγνισμένα ἔμψυχα, παντέλεια, δεκτὰ κυρίῳ.
unit_19
γαμβροὺς δυὰς εἴληφεν αὐτοκρατόρων εἰς τὰς ἑαυτῶν φιλτάτας θυγατέρας, ὁ μὲν Χλωρὸν Κώνσταντα, λαμπρὸν τῷ γένει, τοῦ παμμεγίστου πατέρα Κωνσταντίνου, ὁ Διοκλητιανὸς δʼ αὖ Μαξιμῖνον, ὃς Γαλέριος ἦν ἐπικεκλημένος· καὶ τούσδε τιμᾷ τῇ Καίσαρος ἀξίᾳ. ἐπεὶ δὲ χριστώνυμον οὐκ ἐνῆν σβέσαι πολλὰ καμοῦσι τοῖσδε τυράννοις σέβας, ἑκόντες ἀπέθεντο τὴν σκηπτουχίαν, Καίσαρσι δόντες διέπειν τὰ τοῦ κράτους, ἄρχειν Γαλερίῳ μὲν ἁπάσης ἕω, τῷ Κώνσταντι δὲ βασιλεύειν ἑσπέρας. ἦν καὶ τρίτος τύραννος ἐν Ῥώμῃ πάλιν, Ἑρκουλίου παῖς, Μαξέντιος μαινόλης.
unit_20
ἀλλὰ Κώνστας μὲν εὐμενὴς ἦν τοῖς ὅλοις, χριστωνύμους ἔστεργε τῶν ἄλλων πλέον, Μαξιμῖνος δὲ δυσχερὴς ὑπηκόοις, γυναικομανής, μοιχικός, κοινὴ λύμη, χριστωνύμοις δὲ δυσχερέστατος λίαν, πανωλεθρίαν τῶνδε φεῦ κατακρίνας. κοινωνὸν οὗτος τοῦ κράτους προσλαμβάνει Λικίνιον, Κώνσταντος αἰσχρὸν νυμφίον, κακόν τι τερμέρειον, εὐσεβῶν φθόρον· καὶ Μαξέντιος ἦν ἴσος τούτοις τρόπους, καὶ χριστομάχος καὶ μιαιφόνος πλέον· τριὰς ἐναγὴς εὐσεβῶν ἀναιρέτις, ἥνπερ μετῆλθεν ἐνδίκως θεία δίκη.
unit_21
Ὁ τοίνυν Κώνστας τῷ γόνῳ Κωνσταντίνῳ βίον τελευτῶν καταλείπει τὸ κράτος, ὃν ἐξ Ἑλένης ἔσχε τῶν πρόσθεν γάμων· οὗ χάριν εἰπεῖν οὐ περίεργον τάχα κλύουσι προσγένοιτʼ ἂν εὐεπηβόλως, ὅπως τε διίθυνεν ἀρχῆς τὸ σκάφος καὶ προσδραμεῖν ὑπῆρξε Χριστῷ δεσπότῃ. ἀρχὴν μὲν οὗτος πατρόθεν δεδεγμένος διεῖπε καλῶς συνέσει στρατηγίαις, ἔτι μὲν ἀμύητος, εὖ φρενῶν δʼ ἔχων, ὡς ἐξ αὐτοῦ συλλογίσασθαι δέον, ὡς ὕστερον δέδειχε πραγμάτων πέρας·
unit_22
τριῶν δʼ ὑπόντων αὐτοκρατόρων τότε, τούτου Μαξεντίου τε καὶ Λικινίου, ὡς Μαξιμίνου τὸν βίον λελοιπότος βαρὺς ὁ Μαξέντιος ἦν ὑπηκόοις, δράκων δαφοινός, αἱμοχαρής τις κύων, ὅπλοις τὸ λοιπὸν ἀμῦναι Κωνσταντῖνος παρακαλεῖται σφίσι τυραννουμένοις. καὶ καταπεισθεὶς ἡ συμπαθὴς καρδία ἐφίσταται τάχιστα Ῥωμαίων πόλει, καὶ πρὸς μάχην ἕτοιμον αὐτὸν ὀτρύνει. καὶ δὴ σκοποῦντι καὶ δεδοικότι μάχην σταυροῦ μεσούσης ἡμέρας ὤφθη τύπος, τυπούμενός γε πρὸς πόλῳ διʼ ἀστέρων, ἐν γράμμασι φράζουσιν “ἐν τούτῳ νίκα.” αὐτίκα τοίνυν ἐκ χρυσοῦ σταυροῦ τύπον,
unit_23
ὡς ὦπτό οἱ πρίν, ἐμφρόνως σχεδιάσας αὐτοῦ προάγειν στρατιᾶς παρηγγύα· ᾧ δὴ πεποιθὼς συμπλακεὶς ἐναντίοις τρόπαιον ἱστᾷ κατὰ τυράννου μέγα, ἔργον φανέντος ῥευμάτων ποταμίων ἡττημένου φεύγοντος αἰσχρῶς ἐκ μάχης. κἀντεῦθεν οὐκοῦν ἦρξε καὶ Ῥώμης ὅλης, καὶ δόγμα βασίλειον εὐθὺς ἐκφέρει μὴ δεῖν κολάζειν θεσπίζον χριστωνύμους. καθιστορεῖται καὶ ταδὶ τούτου πέρι, ὡς ταῖς κατʼ ἐχθρῶν ἠσχολημένον μάχαις ἄνακτα τοῦτον ἱππότην ὡπλισμένον τινά ποτʼ ἰδεῖν, ἀντὶ σημαίας τύπον σταυροῦ χεροῖν φέροντα σύμβολον νίκης· καὶ πάλιν ὀφθῆναι δὲ τῷδʼ ἄνδρας δύο ἐν Ἀδριανοῦ τῆς μάχης ἡγουμένους, ἀντιπάλων κτείνοντας ἀφειδῶς ἴλας· καὶ φῶς περιαστράψαν ἀθρῆσαι νύκτωρ, πάντων ὑπνούντων, χάρακα στρατευμάτων περὶ τὸ Βυζάντιον ἐσκηνημένων.
unit_24
ἐκ τῶνδε συνεὶς ὡς θεὸς καλῶν δότης ἐπιστρέφειν ἤρξατο καὶ συνιέναι, καὶ Λικίνιον χριστομαχοῦντα βλέπων ὅπλοις στρατιᾷ καταστρέφει τοῦ κράτους, δίκας τʼ ἀπαιτεῖ τόνδε χριστομαχίας· ὅθεν μονάρχης ἀξίως αὐτοκράτωρ Κωνσταντῖνος πέφηνεν ἑσπέρας ἕω. λύσιν δὲ τοῦ τρύχοντος αἰτοῦντι πάθους βουλὴν πονηρὰν ὑποτίθενται θύται Διὸς βδελυκτοὶ καὶ γόητες καὶ μάγοι, πρὸς ἴασιν αἵματι παίδων ἀφθόρων ἐναποπλῦναι σαρκίον κατατρύχον. ἤθροιστο τοίνυν νηπίων πληθὺς ὅση, προθεσμία δʼ ὥριστο τούτων θυσίας. παρῆν βασιλεύς, μητέρων κλύει γόων,
unit_25
πυνθάνεται δὲ τὰς ἀφορμὰς τῶν γόων, καὶ γνοὺς δίδωσι τὰ τέκνα ταῖς μητράσι, καὶ χρήματα δὲ ταῖσδε πρὸς τούτοις νέμει ἀντίρροπα φάρμακα τῆς πρόσθεν λύπης. οὕτω καλῶς δράσαντι νυκτὸς κατʼ ὄναρ ἐφίσταταί οἱ προκρίτων ἀποστόλων δυὰς φαεινή, Πέτρος ἅμα καὶ Παῦλος, παρεγγυῶντες γνησίως ἐπισκόπῳ τὰ καθʼ ἑαυτὸν ἀναθέσθαι σὺν πόθῳ, εἰ βούλεται σχεῖν τοῦ πιέζοντος λύσιν ζωῆς ἀκηράτου τε τυχεῖν καὶ ξένης. ἐπεὶ δʼ ἀνῆκεν ὕπνος αὐτόν, αὐτίκα τὸν ἱερὸν Σίλβεστρον εὐλαβῶς ἄγαν μετακαλεῖται, καὶ προσελθόντα βλέπει, καὶ πάντα διέξεισιν αὐτῷ προφρόνως·
unit_26
ὁ δʼ αὖ ἐπάγει τῶν θεαθέντων λύσιν. καὶ τί με δεῖ γράφοντα μακρὰ συμπλέκειν; ἐκτίθεταί οἱ τὸν λόγον μυστηρίου, μυεῖ τε βαπτίζει τε πιστεύσαντά γε, λουτροῦ τʼ ἀσινῆ τοῦ παναγοῦς ἀνάγει. προσῆλθε Χριστῷ καὶ βασιλὶς Ἑλένη διδασκαλίαις ποιμενάρχου Σιλβέστρου· μεθʼ οὗ Σιὼν ἔβλεψε τὴν θεοῦ πόλιν εἰς φανέρωσιν σταυρικοῦ θείου ξύλου ναῶν τʼ ἀναδόμησιν εὐαγεστάτων.
unit_27
κἀντεῦθεν ἀνθεῖ τὰ καθʼ ἡμᾶς εἰς μέγα, ἐκτείνεται δὲ καὶ μέχρι γῆς τερμάτων σωτήριον κήρυγμα τῶν ἀποστόλων, γελᾷ δʼ ἔαρ ἥσυχον ὀρθοδοξίας. ἀνοίγνυται πᾶς καὶ νεὼς χριστωνύμοις, βωμός τʼ ἀνετέτραπτο πᾶς σὺν τῇ πλάνῃ Χριστοῦ δυνάμει παντάνακτος δεσπότου, ὑποστρατήγῳ βασιλεῖ Κωνσταντίνῳ, ὃς ἄρξας ἐθνῶν ἀπλέτων ἐθναρχίας σχοινίσματά τε πλατύνας κληρουχίας σταυροῦ τε κράτει παντοδυνάμου λόγου πάλιν πολίζει τὴν ὁμώνυμον πόλιν, ὀφθαλμὸν αἰγλήεντα τῆς οἰκουμένης, πατὴρ ἀνάκτων εὐσεβῶν κεκλημένος καὶ χριστολατρῶν κρατόρων ἀρχηγέτης,
unit_28
πρώτης ὁριστὴς ποιμενάρχων συνόδου, μεθʼ ὧν καθεῖλεν Ἀρείου δόγμα νόθον. Τούτου λιπόντος τὴν κάτω μοναρχίαν, οὐράνιον δόξαν δὲ κληρωσαμένου καὶ βασιλείας οὐρανῶν κληρουχίαν, οἱ παῖδες αὐτοῦ τὴν ὅλην κραταρχίαν, Κώνστας τε Κωνστάντιος καὶ Κωνσταντῖνος, αὐτοῖς διεῖλον σφίσι εἰς κληρουχίαν, Κώνστας μὲν ἅμα συγγόνῳ Κωνσταντίνῳ λαχόντες ἄρχειν τῶν καθʼ ἑσπέραν τόπων, αὐτῆς τε Ῥώμης, Ἀφρικῆς, Ἰταλίας, καὶ μέχρις αὐτῶν ὠκεανοῦ τερμάτων· πᾶσα δʼ ἑώα τῷ Κωνσταντίῳ λάχος, πρὸς τοῖσδε Θρᾴκης Μακεδονίας ὅροι, σὺν τῇ πατρῴᾳ καὶ βασιλίδι πόλει.
unit_29
ὃς διέπων ἄριστα τὴν κληρουχίαν πολλοὺς ἀγῶνας ἀνέτλη καὶ κινδύνους, ἀεὶ στραταρχῶν, κατʼ ἐχθρῶν κινῶν δόρυ. εἶτα σφαγέντων συγγόνων ἐν ἑσπέρᾳ, τοῦ μὲν κινοῦντος καθʼ ὁμαίμονος ξίφη, τοῦ Κώνσταντος δὲ πρὸς Μαγνεντίου δόλῳ, πάσης κατῆρξεν ἑσπέρας καὶ τῆς ἕω, Μαγνέντιον μὲν ἀνελὼν μάχης νόμῳ, τὸν δʼ αὖ Βρετανίωνα τὸν κακεργάτην ὑπηκόον θεὶς κατασεισθέντα φόβῳ.
unit_30
ὑπῆρχεν οὗτος εὐχερὴς μὲν τὸν τρόπον καὶ πάμπαν εὐρίπιστος, ἀνέμου πέδον, πειθήνιός τε τοῖς ἀρειομανίταις, ἔνδον δὲ τὸν νοῦν εἰς σέβας ἐρρωμένος, κράτωρ ἀριστεὺς καὶ μαχητὴς γεννάδας, ἡδύς, προσηνής, εὐμενὴς ὑπηκόοις, περί τε τὴν δίαιταν ἐγκρατὴς ἄγαν καὶ σωφρονικός, καὶ παθῶν αὐτοκράτωρ. καὶ τὰς κρίσεις ἦν ἐκφέρων κατὰ νόμους, δικαιοσύνης δʼ οὐδαμῶς ὑπεκτρέχων, ἀρχαιρεσιάζων τε καθάπερ δέον, τὰς ἀξίας τε προσνέμων τοῖς ἀξίοις, καὶ πάντα ποιῶν σὺν λόγῳ τὰ τοῦ κράτους, οὐ συναριθμῶν οὐδένα γερουσίᾳ ὃς οὐ μετέσχε τῶν σοφῶν παιδευμάτων μηδʼ αὖ λέγειν ἤσκητο καὶ καλῶς γράφειν καταλογάδην εἴτε ῥυθμῷ καὶ μέτρῳ, παιδεύσεως ἔμπειρος, Ἑρμοῦ τʼ αὖ φίλος. ἄνακτι τῷδʼ Ἰουλιανὸς μαινόλης ἐπιφυεὶς ἥρπασε τὴν κραταρχίαν·
unit_31
κἀκ τοῦδε μακρᾷ συσχεθεὶς ἀγωνίᾳ καὶ διακαεῖ πυρετῷ φθισιβρότῳ ἐν Μόψου κρήναις τὸν βίον καταστρέφει, χολὴν μέλαιναν ἐκπτύσας ἐξ ἐγκάτων. Εἶτα καθαρῶς ἀναδείκνυται κράτωρ Ἰουλιανὸς χριστομάχος μαινόλης, ὅστις ἀποστὰς δεσπότου σεσωκότος καὶ Χριστιανῶν πίστεως σωτηρίου τῇ δαιμόνων φεῦ ἀπάτῃ προσερρύη, τὰ Χριστιανῶν φαυλίσας ἐκ καρδίας. καὶ κατὰ Χριστοῦ παρατάττεται τάλας, καὶ τοῦδε κλῆσιν ἐκποδὼν θέσθαι θέλει. καὶ λοιπὸν οἵαις ἐξέτριψεν αἰκίαις καὶ παντοδαπαῖς ποικίλαις τιμωρίαις ἀντιστατοῦντας εὐσεβῶς χριστωνύμους,
unit_32
καὶ τῶνδʼ ὅσους ἔδειξε μάρτυρας πάλιν αἵματος ἄχρι καρτερῶς ἠνδρισμένους, οὐκ ἔστιν εἰπεῖν χρωμένοις συμμετρίᾳ. κατὰ δὲ Περσῶν ἐκστρατεύσας βαρβάρων μετὰ στρατιᾶς μυρίας ῥωμαλέας, καὶ μὴ διαθεὶς ὡς δέοι τὰ τῆς μάχης, ἐκεῖσε κατέστρεψεν ἀθλίως βίον, βληθεὶς παρά του καιρίαν ἐν τῇ μάχῃ, εἴτʼ Αὐσόνων ἢ βαρβάρων ἀντιπάλων ἢ χειρὸς ἄλλης πανσθενοῦς οὐρανόθεν·
unit_33
ἡνίκα φασὶν αἵματος καταρρύτου, πλευρᾶς νυγείσης χειρὶ προσδεδεγμένου, εἰς ἀέρα χέοντα ταῦτʼ ἐπιλέγειν “Ναζωραῖε, πλήσθητι.” φεῦ τῆς μανίας. Τούτου καταστρέψαντος ὡς ἔφην βίον, δυσὶ τυραννήσαντος ἀσεβῶς χρόνοις, ψήφῳ στρατιᾶς προκρίτων γερουσίας Ἰοβιανός, χιλίαρχος ὢν τότε, ἀνὴρ ἀγαθός, εὐσεβὴς Χριστοῦ λάτρις, εἰς βασιλείας τὸ κράτος προεκρίθη. ὁ δʼ ἦν ἀπειθὴς πρὸς τὸ δέξασθαι κράτος, Χριστοῦ μὲν αὑτὸν οἰκέτην εἶναι λέγων, καὶ μὴ κραταρχεῖν ἀσεβοῦς στρατοῦ θέλειν. τούτων δὲ Χριστὸν ἀνακραξάντων σέβειν εὐθὺς ἀνεζώσατο τὴν κραταρχίαν.
unit_34
καὶ σπένδεται δὲ τῷ κρατοῦντι Περσίδος· καὶ σὺν στρατιᾷ τὴν Ἀντιόχου φθάσας τοὺς πρὶν φυγάδας Ἀρχιθύτας ποιμένας εἰς σφῶν ἐπανήγαγε ποιμεναρχίας, μεθʼ ὧν Ἀθανάσιον ἔνθεον θύτην, καὶ πᾶσιν ἐβράβευσε τοῖς χριστωνύμοις ἔαρ γαληνόν, ὀρθοδοξίας φάος. εἰς Ἄγκυραν δὲ πεφθακὼς Γαλατίας ἐκεῖ τελευτᾷ διάγων ἐξαπίνης, φαγὼν μύκητας ἀρτιφυεῖς, ὡς λόγος, ὀκτὼ κατασχὼν μῆνας ἀρχὴν καὶ μόνους. ὑπῆρχεν οὗτος εὐσεβὴς μέν, ὡς ἔφην, χρηστός, γαληνός, εὐμενὴς ὑπηκόοις, ἀναδρομὴν σώματος εὐμήκη φέρων, καὶ γραμμάτων δὲ μετρίως γεγευμένος,
unit_35
ἥττητο δʼ οἴνου σὺν ἐρωτοληψίαις. καὶ τοῦδʼ ὁ νεκρὸς ἐν πόλει Βυζαντίδι ἐν εὐαγεῖ τέθαπτο κηρύκων δόμῳ. Εἶτα παρῆλθεν εἰς βασίλειον κράτος δικαιοσύνης πραότητος αὖ τύπος Οὐαλεντινιανός, εὐσεβῶν κλέος, γεννάδας ἀνήρ, εὐσθενής, ῥωμαλέος, ἐκ Πανονίας ἀρχῆθεν ὡρμημένος, κράτωρ ἀγαθός, κηδεμὼν ὑπηκόων, εἰς ἀλλοδαπὴν ἐξορισθείς που χθόνα ὡς Χριστιανὸς καὶ θεὸν Χριστὸν σέβων Ἰουλιανοῦ πρὸς παραβάτου πάλαι· εἶτʼ ἀνακληθεὶς χρηματίζει τριβοῦνος. ὡς οὖν ἀνεζώσατο τὴν κραταρχίαν, κοινωνὸν ἀρχῆς σύγγονον προσλαμβάνει,
unit_36
ἄθλιον Οὐάλεντα, μύστην Ἀρείου, καὶ μοῖραν αὐτῷ παραδοὺς τὴν τῆς ἕω αὐτὸς κατῆρχεν εὐσεβῶς τῆς ἑσπέρας, περιφανῆ τρόπαια κατὰ βαρβάρων καὶ νίκας ἱστὰς τῇ θεοῦ συμμαχίᾳ, καὶ πάντα ποιῶν οἷς σεμνύνεται κράτωρ δικαιοσύνης ἐς τὰ μάλιστα φίλος καὶ δογμάτων πρόμαχος ὀρθοδοξίας, πολυετής τις ἀναφανεὶς ἐν βίῳ καὶ μακαριστὸς τοῦ βίου καὶ τοῦ τέλους, βιοὺς ὀγδοήκοντα τῆς ζωῆς χρόνους πρὸς τέτρασιν αὖ ἐνθέως εὐδαιμόνως, ἀφʼ ὧν κατῆρξεν ἕνδεκα κραταρχίας. οὗτος τελευτᾷ διάγων ἐν Γαλλίαις, υἱῷ λελοιπὼς Γρατιανῷ τὸ κράτος,
unit_37
ἀνδρὶ προμάχῳ δογμάτων ὀρθοφρόνων. Ὁ δʼ αὖ Οὐάλης βασιλεύων τῆς ἕω, καὶ καθυπαχθεὶς Ἀρειανῶν μανίᾳ, σφοδρὸς διώκτης ὀρθοδοξούντων λάχους ἦν καὶ κολαστὴς δυσμενὴς φρικαλέος, ἀρχιθύτας μὲν ποιμένας διδασκάλους ποίμνης ἐλαύνων καὶ τιθεὶς πορρωτάτω καὶ ποικίλαις σφᾶς ἐκτρίβων βασάνοις· θεοῦ δὲ θύτας κωλύων θείων δόμων εἱρκταῖς ἐναπέκλειε δεσμωτηρίοις, ἄλλους δὲ βυθῷ καὶ πυρὶ θαλαττίῳ σὺν πυριφλέκτῳ νηῒ κατεπυρπόλει. ἔστεργε δʼ ὡς μάλιστα μύστας Ἀρείου, καὶ τοῦδε τοῖς δόγμασιν ἀπρὶξ ἐμμένων ἐκκλησίας ἔνειμεν αὐτοῖς τὰς ὅλας,
unit_38
σφῶν ὀρθοδόξους ἐκβαλὼν κακοτρόπως. Σκυθῶν δὲ Θρᾴκης καταδῃούντων ὅρους καὶ πάντα δρώντων Σκυθικὴν ἐρημίαν, ἄναξ ἐπεστράτευσε τοῖσδε βαρβάροις, καὶ συμπλακεὶς ἥττητο δυσκλεῶς Σκύθαις· τὸν ἐκ ξίφους φεύγων δὲ θάνατον τάλας ἀχυρμιᾷ που συρφετώδει προστρέχει, κἀκεῖ τροφὴ γένοιτο πυρὸς παμφάγου, Σκυθῶν ἀναψάντων γε κώμης οἰκίας. κατῆρξεν οὗτος πρὸς τρισὶ δέκα χρόνους, βαρὺς κολαστὴς ὀρθοδοξούντων λάχους, θερμὸς δʼ ἐραστὴς καὶ πρόμαχος Ἀρείου.
unit_39
Οὕτω φθαρέντος Οὐάλεντος ἀθλίως ὁ Γρατιανὸς σὺν κασιγνήτῳ φίλῳ πάσης κατῆρξαν ἑσπέρας καὶ τῆς ἕω. κράτος μὲν εἶχε Γρατιανὸς πατρόθεν· ἡ δʼ αὖ στρατιὰ τοῦ πατρὸς τεθνηκότος, καὶ μὴ παρόντος Γρατιανοῦ τῷ μόρῳ, ἀνεῖπεν Οὐαλεντινιανὸν νέον, καὶ σύγγονος δέδεκτο τὴν κοινωνίαν. ζηλῶν βασιλεὺς Γρατιανὸς πατέρα εἰς εὐσέβειαν, ὀρθότητα δογμάτων, αἰτοῦντι θείῳ τῷ Βάλεντι συμμάχους οὔκουν παρέσχεν ἐξιόντι πρὸς Σκύθας, “οὐ συμμαχεῖν δεῖ τοῖς ἐχθροῖς θεοῦ” φράσας.
unit_40
καὶ ποιμένας δʼ αὖ ἐνθέους διδασκάλους, πρὸς Οὐάλεντος ποιμνίων ἐξωσμένους τῆς εὐσεβείας ὀρθοδοξίας χάριν, αὖθις ἐπανήγαγε ταῖς ἐκκλησίαις. λεηλατούντων τῶν Σκυθῶν δʼ ἔτι Θρᾴκην καὶ τῆσδε πάντας ἐξερημούντων ὅρους, καὶ τὰ πέριξ ἅπαντα κατεφθαρκότων, ἅτʼ ἀκαθέκτων τῇ νίκῃ δεδειγμένων, μετακαλεῖται Γρατιανὸς αὐτάναξ λαμπρὸν Θεοδόσιον ἐξ Ἱσπανίας, ἄνδρʼ ἀρεϊκὸν γεννάδαν βουληφόρον, τῇ δʼ εὐσεβείᾳ μᾶλλον ὡραϊσμένον· ὃν καὶ στρατηγὸν ἀποφήνας ταγμάτων μετὰ στρατιᾶς ἱκανῆς ῥωμαλέας κατὰ Σκυθῶν πέπομφε τοῦτον βαρβάρων·
unit_41
ὃς συμβαλὼν ἥττησε τοὺς ἀντιπάλους, τρεψάμενος σφᾶς ἐν μάχῃ κατὰ κράτος καὶ πάντας ἄρδην παραδοὺς μικροῦ ξίφει. ἔπειτʼ ἀφεικὼς στρατιὰν αὐτοῦ μένειν, πρὸς Γρατιανὸν αὐτεπάγγελτος φθάσας, ἐν Πανονίᾳ διάγοντα τῷ τότε, αὐτὸς βασιλεῖ μηνύει τὰ τῆς νίκης καὶ τὸν Σκυθῶν ὄλεθρον ἅμα καὶ φόνον· ὅθεν βασιλεὺς εἰς ἀμοιβὴν τῆς νίκης, ἄλλως τε κρίνας ἐμπρέπειν κραταρχίᾳ, στέφει Θεοδόσιον εἰς βασιλέα πάσης ἑώας, Μακεδονίας, Θρᾴκης, αὑτῷ δʼ ἀπεκλήρωσεν ἑσπέρας τόπους. ἐν Γαλλίαις οὖν διάγων ἀνῃρέθη ὑπὸ στρατηγοῦ κλῆσιν Ἀνδραγαθίου,
unit_42
δόλῳ καταπράξαντος αὐτοῦ τὸν φόνον, ἕξ που κατασχὼν τὴν βασιλείαν χρόνους, κράτωρ ἀγαθός, εὐσεβὴς Χριστοῦ λάτρις. Τούτου θανόντος ἦρξεν ἑσπέρας ὅλης Οὐαλεντινιανὸς σύγγονος νέος, ὅστις γε μητρὸς ὑπαχθεὶς συμβουλίαις Ἰουστίνης δέδεκτο δόγματʼ Ἀρείου κἀντεῦθεν ἀπέστεργεν εὐσεβῶν στῖφος. καί τινος αὐτῷ Μαξίμου στρατηγέτου ἐπιφυέντος καὶ νικήσαντος μάχῃ, πρέσβεις πεπομφὼς πρὸς κρατάρχην τῆς ἕω λαμπρὸν Θεοδόσιον αἰτεῖ συμμάχους· ὁ δʼ αὖ ἐδήλου μὴ τεθηπέναι λέγων, εἰ δοῦλος ὢν Μάξιμος ὤφθη δεσπότου ὑπέρτερός τε καὶ νικητὴς ἐν μάχαις,
unit_43
σοῦ δεσπότην σὸν ἠθετηκότος, κράτορ, καὶ τόνδε δούλοις συγκατηριθμηκότος, σύμμορφον ὄντα τῷ πατρὶ κατʼ οὐσίαν. ὅμως στρατεύσας κατὰ Μαξίμου κράτωρ ἀνεῖλε τοῦτον κατακρατήσας μάχῃ. καὶ τὴν κεφαλὴν δʼ Ἀνδραγαθίου τέμνει, ἐκπράξας αὐτὸν εὐθύνας τὰς τοῦ φόνου. ταῦτα διαθεὶς βασιλεὺς ὑποστρέφει. Οὐαλεντινιανῷ δʼ αὖ νεωτέρῳ ἀντῆρεν Εὐγένιος, εἷς τῶν ἐν τέλει·
unit_44
καὶ γνοὺς τὸ δρᾶμα, συσχεθεὶς ἄναξ φόβῳ ἑαυτὸν ἐξήγαγεν ἀγχόνῃ βίου. Ἀλλὰ Θεοδόσιος Αὐσονοκράτωρ ἐπιστρατεύσας καὶ πάλιν Εὐγενίῳ κτείνει τε τοῦτον ἐκνικήσας ἐν μάχῃ καὶ βασιλεύει καὶ μερῶν τῆς ἑσπέρας. πρὶν ἢ δʼ ὑπάρξαι τάδε κατορθωμάτων, ἄναξ ἐπιστὰς Θεσσαλονίκῃ πόλει δήμου στασιάσαντος ἐξ ἀταξίας ὑβρίζεται μὲν οὗτος ἀστοῖς ἀνέδην, φονεύεται δʼ ὕπαρχος ἐν τῇ συγχύσει. ταῦτʼ οὐκ ἐνεγκὼν ὁ κρατάρχης ἡμέρως στράτευμʼ ἀφῆκε τῷ λεῷ ξιφηφόρον, καὶ τόνδε κατέσφαξαν ἀφειδῶς ξίφει, ὡς ἐκ τοσούτου μυριαρίθμου στίφους πρὸς πέντε θανεῖν χιλιοστύας δέκα. ἀλλʼ Ἀμβρόσιος Μεδιολάνων θύτης τόνδʼ ἀναμνήσας τοῦ πεπραγμένου μύσους, ἤγαγεν αὐτὸν εἰς συναίσθησιν πάθους, καὶ πρόσφορα κίρνησιν αὐτῷ φαρμάκων δακρυρροοῦντι τῶν πεπραγμένων χάριν. [para]Οὗτος βασιλεὺς εὐσεβὴς ὢν ὀρθόφρων, σύστημα σεπτὸν ἀρχιθυτῶν ἁλίσας πρὸς τοῖς ἑκατὸν καὶ πεντήκοντα πάλιν πνευματομάχου κατὰ Μακεδονίου,
unit_45
πνεῦμα τὸ θεῖον οὐ σέβοντος ὡς θέμις, συνεκρότησε σύνοδον τὴν δευτέραν· ἣ συμφυὲς τὸ πνεῦμα πατρὶ καὶ λόγῳ ἄριστα τρανώσασα, σύνθρονόν θʼ ἅμα, βάλλει Μακεδόνιον ἀραῖς ἐνδίκως, τῆς καθολικῆς ἐκτεμοῦςʼ ἐκκλησίας, καὶ ποιμενάρχην δεικνύει Βυζαντίδος Νεκτάριον, λάμποντα βίῳ καὶ λόγῳ, χριστώνυμον μέν, ἀμύητον δʼ εἰσέτι, ὃν ἅμα βαπτίζουσι χρίουσι θύτην, τοῦ Γρηγορίου καὶ πατρὸς θεηγόρου αὐθαιρέτως γε τὸν θρόνον λελοιπότος. [para]Οὗτος τελευτᾷ βασιλεὺς καθʼ ἑσπέραν, υἱοῖς μερίσας τοῖς δυσὶ κραταρχίαν, Ὁνωρίῳ μὲν δοὺς κατάρχειν ἑσπέρας,
unit_46
Ἀρκαδίῳ δʼ αὖ τῶν μερῶν τῶν τῆς ἕω, βεβασιλευκὼς ἑπτὰ καὶ δέκα χρόνους πρὸς πέντε μησὶν εὐσεβῶς εὐδαιμόνως, ἀνὴρ ἀγαθὸς καὶ κράτωρ νικηφόρος, τῇ δʼ εὐσεβείᾳ μᾶλλον ὡραϊσμένος. καὶ κίονʼ οὗτος ἐν βοὸς τεύχει τόπῳ ἀνδρείκελον φέροντα τοῦ δειμαμένου. Ἀρκάδιος γοῦν παραλαβὼν τὸ κράτος διεῖπεν αὐτὸ πλημμελῶς καὶ ῥᾳθύμως· νωθὴς γὰρ εὐρίπιστος ὤν, ἀνειμένος καὶ τῇ γυναικὶ πάντα προσπεπεισμένος, τρικυμίας ἔπλησε τὴν ἐκκλησίαν, αὑτῷ δὲ μέμψεις προυξένησεν ἐνδίκους. Νεκταρίου γὰρ ἐκμετρήσαντος βίον, ἀχθεὶς ὁ χρυσοῦς ἐν λόγοις Ἰωάννης ἐξ Ἀντιόχου πρὸς πόλιν βασιλίδα ταύτης καθωράϊσε τὸν σεμνὸν θρόνον· ἀλλʼ ἡ βασιλὶς ἀδίκως Εὐδοξία, μισήσασα φεῦ ἐνθέου παρρησίας,
unit_47
τὸν τῶν ψυχῶν ἥλιον, ἄξιον θρόνου, τίθησιν ἐξόριστον ἐν τοῖς Κομάνοις, ἀντικαθιστᾷ δʼ Ἀρσάκιον πρεσβύτην. [para]Οὗτος βασιλεὺς ἐν Θρᾴκῃ κτίζει πόλιν, ἣν Ἀρκαδίου πάντες ᾄδουσι πόλιν. καὶ κίονʼ ἀνήγειρεν ἐν Ξηρολόφῳ στήλην ἄνω φέροντα τοῦ δειμαμένου. ἔτη δὲ πρὸς τέσσαρσι κατάρξας δέκα, ὢν εὐσεβής τις ὀρθοδοξίας φίλος, ἄλλως δὲ κοῦφος, εὐάγωγος τὸν τρόπον, νοσήσας ἐξέλιπε τὸν φθαρτὸν βίον.
unit_48
Καὶ παῖς Θεοδόσιος ἄρχει τοῦ κράτους, πραΰς, προσηνής, εὐσεβής, χρηστὸς τρόπους, ἐγκύκλιον παίδευσιν εὖ ἠσκημένος, μαθημάτων ἴδρις τε τῆς τετρακτύος, καὶ πλαστικῆς αὖ καὶ γραφικῆς τεχνίτης, καὶ τοξότης ἄριστος, ἱππεύειν ἄκρος, ἡδύς, χαρίεις, εὐμενὴς ὑπηκόοις, ὑπέρμαχος κράτιστος ὀρθοδοξίας. πλὴν μαλθακῶς διεῖπε τὴν αὐταρχίαν, κοινῶν μεταχείρισιν εὐνούχοις νέμων, Ἀντιόχῳ πρῶτα μέν, εἶτʼ Ἀμαντίῳ, πρὸς τοῖσδε δούλῳ χρυσίου Χρυσαφίῳ. νέος κομιδῇ τυγχάνων ἡλικίαν ἀνήγεθʼ οὗτος πρὸς κασιγνήτου φίλης, τῆς πάντʼ ἀρίστης ὀλβίας Πουλχερίας,
unit_49
ἐπίτροπον σχὼν ἐν γραφαῖς φυτοσπόρου Ἰσδιγέρδην ἄνακτα Περσίδος τότε, οὗ τῷ δέει πᾶς εὐνόει τῷ δεσπότῃ καὶ φευκτέαν ἥγητο τὴν τυραννίδα. ἠγάγεθʼ οὗτος ἐξ Ἀθηνῶν καὶ κόρην κοινωνὸν ἅμα τοῦ κράτους καὶ τοῦ λέχους, λάμπουσαν ὥρᾳ καὶ μαθημάτων τέχνῃ, παῖδα Λεοντίου τινὸς φιλοσόφου, τὴν εὐδόκιμον ἐν λόγοις Εὐδοκίαν, ἧς τὴν σοφίαν δεικνύουσιν ἐν λόγοις ὁμηρόκεντρα τὰ σοφῶς γεγραμμένα. αὕτη Σιὼν ἔβλεψε τὴν θεοῦ πόλιν, εἰς προσκύνησιν τῶν σεβασμίων τόπων πλοῦτον βαθὺν φέρουσα, χρυσὸν μυρίον, οἷσπερ νεὼς ἤγειρε Χριστῷ δεσπότῃ.
unit_50
μετὰ δʼ ἐπανέζευξεν αὖθις εἰς πόλιν. εἶτα θανόντος αὐτάνακτος συζύγου πάλιν ὑποστρέψασα πρὸς θείους τόπους ἐκεῖ τελευτᾷ καταλιποῦσα βίον, ζήσασα καλῶς καὶ καθὰ θεῷ φίλον. Ἀρσακίου δὲ τὸν βίον λελοιπότος ἐκκλησίας ἔσχηκεν Ἀττικὸς θρόνον, κοσμούμενος βίῳ τε καὶ λόγῳ πλέον· ὃς Ἰουδαῖον παράλυτον ἐκ νόσου πεισθέντα μυεῖ, καὶ βαπτίσας ὡς δέον λουτροῦ χάριτος ὑγιῆ τόνδʼ ἀνάγει. τέλει δʼ Ἀττικοῦ τοῦ βίου χρησαμένου Σισίνιος ἔλαβε τὴν προεδρίαν· οὗπερ τὸ βιοῦν ἐκμετρήσαντος μόρῳ Νεστόριός τις ἀντικατέστη θρόνῳ,
unit_51
ἀνὴρ ἀποφρὰς δυσσεβὴς καὶ κακόφρων, ὃς δογματίζων ἀπεφλυάρει μάτην ἄνθρωπον εἶναι τὸν Χριστὸν μόνον, καὶ μητράνανδρον παρθένον τὴν Μαρίαν οὐ θεοτόκον μᾶλλον ἢ χριστοτόκον· ὅθεν βασιλεὺς πατέρων θεοκρίτων σύστημα σεπτὸν εὐσεβῶς συναλίσας, ὧν Κύριλλος ἔξαρχος Ἀλεξανδρείας, καθεῖλε Νεστόριον ἀνθρωπολάτρην. εἶτα προέστη τῆς θεοῦ ἐκκλησίας Μαξιμιανός, προστάτης ὀρθοφρονῶν· οὗπερ θανόντος ἐνθρονίζεται θρόνῳ Πρόκλος Κυζίκου ποιμενάρχης ἀξίως, ποιμὴν ἀγαθὸς καὶ νομεὺς ψυχοτρόφος, μυστὴς φιλητὸς τοῦ πατρὸς Χρυσοστόμου,
unit_52
ἐφʼ οὗ κελεύσει τοῦ κρατοῦντος Αὐσόνων τούτου τὸ σῶμα πρὸς πόλιν ἤχθη κράτους. τούτου λιτανεύοντος ἱεροῦ Πρόκλου μετά γε λαοῦ συνδρομῆς ἀπειρίτου, ἁρπαγὲν ἄφνω παιδίον πρὸς ἀέρα πάντων βλεπόντων καὶ λίαν θαμβουμένων, μεθʼ ἱκανὴν ὥραν δὲ καταχθὲν πάλιν, ἔφη μυηθῆναί γε μὴ προστιθέναι τὸ “σταυρωθείς” πρόσρημα “διʼ ἡμᾶς” λέγων τῷ τρισαγίῳ καὶ σεβασμίῳ ὕμνῳ.
unit_53
τούτου μεταστάντος δὲ πρὸς θείους νόας προεδρίαν εἴληφε τῆς Κωνσταντίνου πρεσβύτερός τις Φλαβιανὸς ἀξίως, πρόμαχος ὀρθῶν δογμάτων ἐκκλησίας· οὗπερ θανόντος λακτίσει Διοσκόρου ἐν λῃστρικῇ τε καὶ φονικῇ συνόδῳ θύτης Ἀνατόλιος Ἀλεξανδρείας εἴληφε θῶκον ἱερὸν βασιλίδος. [para]Οὗτος Θεοδόσιος αὐσονοκράτωρ καὶ τεῖχος ἀνήγειρε χερσαῖον πόλει ἐκ τῶν Βλαχερνῶν εἰς πύλας τὰς χρυσέας, τοὖργον περάνας ἐν δυσὶ μησὶ μόνοις σπουδῇ γʼ ἐπάρχου καὶ συνεργείᾳ Κύρου. ἀγαμένου δήμου δὲ Κῦρον τοῦ τάχους, καὶ ταῦτʼ ἀνακράξαντος ἐν παρρησίᾳ,
unit_54
“Κωνσταντῖνος μὲν ἔκτισε πρὶν τὴν πόλιν, ἀνανεοῖ Κῦρος δὲ νῦν,” προθυμίᾳ ταύτῃ φθονηθείς, ἐκπεσὼν τῆς ἀξίας, ἐκκλησίας πρόεδρος ὤφθη Σμυρναίων. [para]Καὶ Πουλχερίαν οὗτος, ἀδελφὴν φίλην, τῶν βασιλείων ἐκβαλὼν ὡς οὐκ ἔδει, ταῖς ὑποθήκαις βασκάνου Χρυσαφίου, ἐν Ἑβδόμῳ τίθησιν ἐγκεκλεισμένην, φροντίδος αὐτὴν καταπαύσας πραγμάτων. μόλις δὲ συνεὶς τὸν φθόνον Χρυσαφίου αὐτὸν μὲν ἐξόριστον ἐνδίκως ἔδρα, τὴν σύγγονον δὲ προσλαβὼν αὖθις νέμει φροντίδα κοινῶν τῇδε πραγμάτων ὅλων. [para]Οὗτος νοσήσας ἐξέλιπε τὸν βίον, ὥς φασι, βιοὺς πεντήκοντά που χρόνους,
unit_55
καθʼ οὓς σχεδὸν κατῆρχε τοὺς χρόνους ὅλους. Σκῆπτρα μεταβαίνει δὲ πρὸς Πουλχερίαν, τρόποις ἀγαθοῖς καὶ σεμνοῖς κοσμουμένην, τῇ δʼ εὐσεβείᾳ παρθενίᾳ τʼ αὖ πλέον· ἣ Μαρκιανόν, ἄνδρα χρηστὸν τοὺς τρόπους, σεμνὸν γεραρὸν σώφρονα καὶ πρεσβύτην, ἐκ στρατιωτῶν προσκαλεῖται ταχέως, καὶ τῷδε δηλοῖ τοῦ κρατάρχου τὸν μόρον, καὶ φησίν “εἴ μοι πίστιν ἀσφαλῆ νέμοις ὡς παρθενίας τῆς ἐμῆς εἴης φύλαξ, ἥνπερ καθιέρωσα Χριστῷ νυμφίῳ, στέψω βασιλέα σε τῆς Ῥωμαΐδος.” τοῦ δʼ αὖ κατανεύσαντος ἀσφαλῶς τόδε μετακαλεῖται βασιλὶς ἀρχιθύτην, τοὺς ἐν τέλει, σύγκλητον ἄλλο τε στῖφος,
unit_56
καὶ Μαρκιανὸν ταινιοῖ κράτους στέφει καὶ κράτορα δείκνυσι τῆς Ῥωμαΐδος. τῷ δʼ αἰχμαλώτῳ χρηματίσαντι πάλαι, θέρους ὑπνοῦντι πρὸς φλόγα τὴν ἡλίου σὺν αἰχμαλώτοις πλείοσιν ἕρκους μέσον, ἐπικαταπτὰς ἀετὸς σκιὰν ἔδρα· ὃ γνοὺς ἐθνάρχης τόνδʼ ὁ κατέχων πέδαις ἀφῆκεν αὐτὸν πρὸς πατρίδʼ ἀπιέναι. τοῦτʼ αὐτὸ πάλιν καὶ δυάς τις συγγόνων κατεῖδε σαφῶς ἐν θέματι Λυκίας, ἣ καὶ προεῖπε τῷδε τὴν κραταρχίαν. οὕτω προαφώριστο τῷδε τὸ κράτος. [para]Πουλχερία δὲ φροντίζουσα πραγμάτων καὶ συνδιαφέρουσα τὴν κραταρχίαν, τὸν ἐν Βλαχέρναις ἀπαράμιλλον ξένον νεὼν ἀνιστᾷ μητροπαρθένῳ κόρῃ. πρεσβυτέρας Ῥώμης δὲ Λέοντος πάπα καὶ ποιμενάρχου δʼ Ἀνατολίου νέας τὰ πρὸς Διοσκόρου τε τοῦ τʼ Εὐτυχέος πραχθέντα δεινῶς Φλαβιανὸν εἰς μέγαν
unit_57
μὴ παραδραμεῖν ἄνακτʼ ἐξαιτουμένων, ἤδη γενέσθαι σύνοδος τέτακτό γε Μαρκιανοῦ δόγματι καὶ Πουλχερίας, τῶν φιλοχρίστων εὐσεβῶν βασιλέων. συνῆλθον οὐκοῦν ἐν Χαλκηδόνι πόλει ἑξακόσιοι πατέρες θεηγόροι πρὸς τριάκοντα συναχθέντες ἐνθέως, ὧν ἦρχε Ῥώμης τῆς παλαιτέρας Λέων νέας τʼ Ἀνατόλιος ἔνθεος θύτης καὶ Ἰουβενάλιος Σιὼν ἁγίας· οἳ δὴ καθεῖλον Διόσκορον ἐνδίκως σὺν Εὐτυχεῖ τε δυστυχεῖ τρισαθλίῳ, ἐπὶ Χριστοῦ λέγοντας οὐ διπλᾶς φύσεις, μίαν δὲ μᾶλλον δυσσεβῶς κακοφρόνως. ἐπεὶ δʼ ἀναιδῶς ὑπεναντίων στῖφος ὀρθόφρονας ἦν ἐνδιαβάλλον μάτην ὡς Νεστορίου τὴν λύμην δεδεγμένους ἐν τῷ φρονεῖν τε καὶ λέγειν Χριστὸν φέρειν διπλᾶς τελείας τὰς φύσεις, ἀσυγχύτως ἡνωμένας αὖ ἐν μιᾷ γʼ ὑποστάσει,
unit_58
πρὸς ὀρθοδόξων δυσσεβῶν τόμοι δύο γεγράφαται δὴ σὺν ὅλῃ προθυμίᾳ, καὶ τούσδε καλῶς σφραγίσαντες, ὡς δέον, ἐν λάρνακι κλείουσι σεπτῶν λειψάνων Εὐφημίας μάρτυρος, ὀλβίας κόρης. εἶτα μετʼ εὐχὰς ἡμέραν τε τὴν τρίτην πάντων παρόντων ἀνεῳγμένου τάφου, καὶ τοῦ κρατοῦντος συμπαρόντος πατράσιν, ὢ θαυμασίων, Χριστέ μου, τεραστίων! τῶν δυσσεβῶν μὲν αἱρετικῶν που τόμος ἐν τοῖς ποσὶ μάρτυρος ἦν ἐρριμμένος, τὸν δʼ αὖ γε λοιπὸν ὀρθοδοξούντων μέρους κατεῖχε χερσὶν ἀσφαλῶς ταῖς ἰδίαις, καὶ τῷ κρατοῦντι καὶ πατριάρχῃ νέμει τὴν δεξιὰν τείνασα πρὸς σφᾶς. ὢ τέρας.
unit_59
Μετὰ δὲ ταῦτα βασιλὶς Πουλχερία γῆθεν μετέστη πρὸς μονὰς οὐρανίους, ζήσασα καλῶς εὐσεβῶς ὀρθοφρόνως, Χριστὸν θεραπεύσασα καλὸν νυμφίον ἐν παρθενίᾳ καὶ καλῶν εὐποιίαις, καὶ τῆσδε φαιδρὰν ἀνάψασα λαμπάδα. εἶτα τελευτᾷ Μαρκιανὸς τὸν βίον, ζήσας ἐπὶ μήκιστον, ἄναξ χαρίεις, γνώμην ἀγαθός, ἱλαρός, πρᾶος φύσει, οὗτος θεοπρόβλητος ἐμπρέπων κράτει, ἕξ που κατασχὼν τὴν βασιλείαν χρόνους· ὃς γνωματεύων μὴ κινεῖν βασιλέα ἔφασκε δεῖν ὅπλα τε καὶ μάχην ὅλως, ἂν ᾖ δυνατὸν ἤρεμον βιοῦν βίον.
unit_60
Τούτου θανόντος καὶ μεταστάντος βίου εὐθὺς παρῆλθεν εἰς βασίλειον κράτος κλῆσιν Λέων τις καὶ Μακέλλης τοὐπίκλην, ἀνὴρ ἀγαθός, ἀρετῶν πεπλησμένος, μάλιστα φιλοίκτῳ δὲ κατηυγασμένος, κράτωρ ἀριστεὺς καὶ μαχητὴς γεννάδας, ἐχθρῶν κλονῶν φάλαγγας ὥσπερ τις λέων, σειρὰν γένους ἄνωθεν ἕλκων ἐκ Θρᾴκης ἢ καὶ Δακῶν, ὥς φασί τινες, ἐκ γένους, ὑπέρμαχος κράτιστος ὀρθοδοξίας, καὶ δαψιλής τις ἀπόρων χορηγέτης.
unit_61
εἴωθεν οὗτος γνωματεύειν καὶ λέγειν “ὡς ἥλιος πέφυκε θερμαίνειν ὅλους οἷς ἂν ἐπαφῇ τὰς φαεινὰς ἀκτῖνας, τὸν αὐτὸν οἶμαι δεῖν βασιλέα τρόπον, οἷς ἂν ἐπιβλέψειεν ἀνθρώπων γένους, σφᾶς ἀξιοῦν οἴκτου τε φιλοδωρίας.” πρὸ τοῦ κατασχεῖν οὗτος ἀρχὴν καὶ κράτος Ἄσπαρι δεινῷ τῶν μέγα δυναμένων ὑπόσχεσιν δέδωκε τῶν παίδων ἕνα εἰς Καισαρικὴν ἀξίαν προβιβάσαι· ἐπεὶ δʼ ἐπιβέβηκε τῆς αὐταρχίας, Ἄσπαρ ἀπῄτει τὴν χάριν μετὰ βίας, καὶ πορφυρίδος τοῦδʼ ἀναιδῶς ἡμμένος “ψευδηγορεῖν” ἔφασκεν “οὐ χρεών, ἄναξ, τὸν τήνδε λαμπρὰν πορφυρίδʼ ἐνημμένον.” “ἀλλʼ οὐδὲ πάλιν ἐκβιάζεσθαι δέον, ὥς τινα δοῦλον,” ἀντεπῆγεν ὁ κράτωρ, “τὸν ἀρχικὴν φοροῦντα λαμπρὰν χλαμύδα.” [para]Οὗτος συνῴκει γαμετῇ τῇ Βηρίνῃ, ἣ δύο τίκτει βασιλεῖ θυγατέρας,
unit_62
τὴν Ἀριάδνην, δευτέραν Λεοντίαν· ὧν Ἀριάδνη Ζήνωνι συνεζύγη, ἀνδρὶ δυσειδεῖ καὶ κακίστῳ τοὺς τρόπους, ἕλκοντι σειρὰν τοῦ γένους ἐξ Ἰσαύρων· Μαρκιανὸς δʼ ἔγημε τὴν Λεοντίαν, Ἀνθεμίου παῖς βασιλεύσαντος Ῥώμης. [para]Τούτου βασιλεύοντος ἐν βασιλίδι πυρκαϊά τις συνέβη φρικαλέα ἐκ τῆς πρὸς ἄρκτον ἁλμυρᾶς εἰς θατέραν, πυρὸς διαζώσαντος ἐν μέσῳ πόλιν καὶ πυρπολοῦντος τῆσδε λαμπρὰς οἰκίας, τἆλλά τε πάντα καὶ σεβασμίους δόμους, ἐπὶ τετρακτὺν ἡμερῶν ἀνενδότως. τῇ δʼ Ἀντιόχου καὶ σφοδρὸς γῆς τις κλόνος συμβὰς κατηρείπωσεν αὐτὴν ἐσχάτως.
unit_63
ὕσθη σποδὸς δὲ μάλα πολλὴ τῇ πόλει εἰς ἐμψύχων κάκωσιν, εἰς καρπῶν φθίσιν. ἐκ τοῦδʼ ὁ κρατῶν συσχεθεὶς ἀγωνίᾳ, πόλιν λελοιπώς, ἐν βασιλείοις δόμοις οὖσι πρὸ τειχῶν ἀσφαλῶς ἦν διάγων. ἐφʼ οὗπερ ἐσθὴς μητρανάνδρου παρθένου ἐκ τῆς Σιών τε καὶ Παλαιστίνης τόπου πρὸς τὴν βασιλεύουσαν ἀχθεῖσα πόλιν ναῷ τεθησαύριστο τῷ πρὸς Βλαχέρναις, ὃν αὐτὸς ἀνήγειρε μητροπαρθένῳ, ἐν ἀργυρᾷ σορῷ καὶ σεβασμίᾳ, διʼ ἣν κατωνόμαστο καὶ θεῖος δόμος σορὸς τιμία τῆς πανυμνήτου κόρης. [para]Οὗτος κραταρχῶν καὶ στρατηγὸν γεννάδαν Ῥουστίκιον, ἄριστον ἐν στρατηγίαις,
unit_64
προβάλλεται δὴ καὶ κατορθοῖ τὰς νίκας. τούτου θανόντος σύγγονον βασιλίδος Βασιλίσκον προύκρινεν εἰς στρατηγίαν, ὃς ἐκπεπλευκὼς εἰς Ἀφρικὴν σὺν στόλῳ κατακρατοῦντος τοῦ τόπου Γιζερίχου ἧτταν ὑπέσχε δυσκλεᾶ κατὰ μάχην, καὶ πλεῖστον ἀπέβαλε τῶν στρατευμάτων. [para]Ἀνατολίου δʼ ἐκλελοιπότος βίον ἀρχιθύτης δέδεικτο τῆς Κωνσταντίνου Γεννάδιος, πρόμαχος ὀρθοδοξίας.
unit_65
τούτου τὸ βιοῦν ἐν θρόνῳ λελοιπότος Ἀκάκιος κάκιστος ἔσχε τὸν θρόνον. [para]Ἔφυ βασιλεῖ θυγατριδοῦς τις νέος ἐξ Ἀριάδνης καὶ Ζήνωνος συζύγου, ὃν καλέσας Λέοντα ταινίᾳ στέφει ἐν ἡλικίᾳ τυγχάνοντα νηπίων. [para]Οὗτος νοσήσας εὐσεβὴς ἄναξ Λέων τὸν φθαρτὸν ἐκλέλοιπε τοῦτον βίον, τῷ θυγατριδῷ καταλείψας τὸ κράτος, βεβασιλευκὼς σὺν ὀκτὼ δέκα χρόνους, ἄναξ ἱλαρός, εὐμενὴς ὑπηκόοις, γαληνὸς εὐέντευκτος ἡδὺς χαρίεις.
unit_66
Νέος δʼ ἐπιβὰς τῆς βασιλείας Λέων κατῆρχεν αὐτῆς νηπιάζων τῷ χρόνῳ· ἔτος δὲ ταύτην ἓν κατασχὼν καὶ μόνον ἀπῆρεν ἔνθεν, καταλείψας τὸν βίον. Ζήνων δʼ ὑπῆρχεν ἐξ Ἰσαύρων, ὡς ἔφην, αἴσχιστος ἀνὴρ καὶ δέμας καὶ καρδίαν, κίναιδος, αἰσχρός, συμφόρημα κακίας, ἔργων πονηρῶν ἀθεμίτων ἐργάτης, ἀνδρῶν Ἐριννὺς τῶν περιφανεστέρων, οὐχ ὡς βασιλεὺς διέπων αὐταρχίαν, ἀλλʼ ὡς τύραννος ἐμπιπρῶν καταστρέφων καὶ πάντα ποιῶν εἰς φθορὰν ὑπηκόων, σέβας κακόφρων, οἰοφυσίτης τάλας.
unit_67
τούτῳ γε δειλῷ παντάπαν πεφυκότι Βασιλίσκος, σύναιμος ὢν τῆς Βηρίνης, ἀντῆρε χεῖρα Βηρίνης συνεργίᾳ, καὶ τόνδʼ ἐφυγάδευσεν εἰς τὴν πατρίδα· εἶτα περιτίθησιν αὑτῷ τὸ στέφος καὶ πάντα παράσημα τῆς κραταρχίας, τῆς συγχυτικῆς κακοδοξίας πέλων, τῆς Εὐτυχοῦς τε καὶ Διοσκόρου λύμης. ἐκκλησίας οὗτός γε τὰς ὀρθοφρόνων πικρῶς ἐκάκου παντοδαπαῖς αἰκίαις. καὶ σύνοδον δὲ τὴν κατὰ Χαλκηδόνα σεπτὴν ἀκυροῖ γράμμασιν, ὡς οὐκ ἔδει. καὶ πατριάρχην καὶ συνέδρους ποιμένας ταῦτα κυροῦν ἔπειθε καὶ τοῖσδʼ ἐμμένειν. ἀλλʼ ὀρθοδόξων συναθροισθέντες στῖφος Βασιλίσκον βάλλουσι ταῖς δυσφημίαις, τὴν σύνοδον δʼ αὖ ἀνεκήρυξαν πάλιν θεοκρότητον ἁγίαν σεβασμίαν. διά γε ταῦτα Βασιλίσκος ἀξίως πᾶσιν ἀποτρόπαιος ἦν στυγητέος.
unit_68
ὅμως κατὰ Ζήνωνος ἐκπέμπει τάχος ἄνδρας στρατηγοὺς καὶ σὺν αὐτοῖς δυνάμεις, οἳ προσρυέντες τῷ Ζήνωνι γνησίως σπεισάμενοί τε πρὸς πόλιν βασιλίδα αὖθις μετὰ Ζήνωνος ἧκον ἐν τάχει. καὶ πάλιν ἀπείληφεν οὗτος τὸ κράτος, δήμου τε λαοῦ τόνδε προσδεδεγμένου. Βασιλίσκος δὲ προσφυγὼν ἐκκλησίᾳ μετὰ γυναικὸς ἱκέτης καὶ φιλτάτων, ἔπειτʼ ἐκεῖθεν ἐξελασθεὶς ὁρκίοις, ἔν τινι κλεισθεὶς πυργίῳ σὺν τεκνίοις, ἐκεῖ λιμῷ τέθνηκε φθαρεὶς ἀθλίως, ἔτη κατασχὼν τὴν βασιλείαν δύο. [para]Τούτου κρατοῦντος τῇ βασιλίδι πόλει πυρκαϊά τις συνέβη φρικαλέα,
unit_69
ἐκ Χαλκοπρατείων γε πυρὸς ἡμμένου, ὑφʼ ἧς κατῃθάλωτο καὶ διεφθάρη ἄλλα τε πλεῖστα καὶ δόμος φύλαξ βίβλων ἐς μυριάδας δώδεκα ποσουμένων· ἐν αἷς χορίον καὶ δράκοντος, ὡς λόγος, πρόμηκες ὑπῆν, ἐς πόδας τεταμένον πρὸς τοῖς ἑκατὸν εἴκοσι, θαῦμα ξένον, καθʼ οὗ χρυσοῖς γράμμασιν ἐγγεγραμμέναι ἦσαν Ὁμήρου τοῦ σοφοῦ ῥαψῳδίαι, Ἰλιὰς Ὀδύσσεια. φεῦ τῆς ζημίας. Ἀναλαβὼν δὲ Ζήνων τὴν κραταρχίαν Ἁρμάτιον μὲν τῷδε συνηργηκότα προβάλλεται δὴ ταγμάτων στρατηγέτην, υἱὸν δʼ ἐκείνου Καίσαρα πάλιν στέφει. εἶτα τὸν Ἁρμάτιον ἔκτεινε ξίφει,
unit_70
παῖδα δὲ τὸν Καίσαρα κληρικὸν δράσας περιπολεῖν εἴασεν οὕτω τὸν βίον, “ὡς πίστιν ὀρθὴν οὐκ ἐφύλαξαν” φράσας “οὗτοι κραταρχήσαντι τῷ Βασιλίσκῳ, οὔτʼ αὖ ἐμοὶ ταύτην γε φυλάξουςʼ ἴσως.” πρὸς τοῖσδε πολλοὺς παρέπεμψε θανάτῳ, ἄλλους δʼ ἐκάκου κατέτρυχεν αἰκίαις τῶν εὐκλεῶν τε καὶ περιφανεστέρων· εἰς γὰρ ἀθέσμους ἐκκλίνας αἰσχρουργίας, πράξεις μιαιφόνους τε καὶ βδελυκτέας, πρὸς δʼ αὖ ὑπαχθεὶς αἱρέσει Διοσκόρου μυσητὸς ἦν ἅπασι καὶ τοῖς ἐν τέλει, Ἀριάδνῃ δὲ τῇ συνεύνῳ καὶ πλέον· ὅθεν σορῷ τέθαπτο δόξας τεθνάναι, κἀκεῖ βιαίως τὸν βίον καταστρέφει.
unit_71
οἱ μέν φασι μέθαις τε χρώμενον πότοις ἔκστασιν αὐτὸν τῶν φρενῶν πεπονθέναι, δόξαντα δʼ οἰκτρῶς ἐκλελοιπέναι βίον κατατεθῆναι λάρνακι καθὰ νέκυν, καὶ πωματισθέντος γε τοῦ τάφου λίθῳ, γοώμενον κάκιστα θανεῖν ἐν τάφῳ· ἄλλοι δὲ παθεῖν τοῦτο δεινῆς ἐκ νόσου, δόντα θανεῖν δόκησιν ἀθροῦσιν ὅλοις. Τούτου καταστρέψαντος οὕτω τὸν βίον βουλῇ γερουσίας τε καὶ τῶν ἐν τέλει συζεύγνυται δὴ βασιλὶς Ἀριάδνη Ἀναστασίῳ πρὸς γάμου κοινωνίαν, ἕλκοντι σειρὰν ἐξ Ἐπιδάμνου γένους· ὃν κράτορα δέδειχε τῆς Ῥωμαΐδος, Οὐρβικίου σπεύσαντος εὐνούχου τόδε.
unit_72
Εὐφήμιος δʼ ἔστεψε τόνδʼ ἀρχιθύτης. οὕτως Ἀναστάσιος ἔσχε τὸ κράτος, ὅστις ἐπωνόμαστο δίκορος θέσιν, οἷς οὐχ ὁμοίας ἔσχεν ὀμμάτων κόρας, ἀλλὰ μελαντέραν μὲν αὐτῶν θατέραν, γλαυκὴν δὲ λαιάν, ὡς ἐπίσημον φέρων. οὗτος βδελυρὰν εἰσφορὰν χρυσαργύρου, ὑπήκοον τρύχουσαν ἅπαν ἐσχάτως, δασμὸν πονηρὸν εὐσεβῶς παύσας ἔχει, καθʼ ὅν τις ἠνάγκαστο πᾶς συνεισφέρειν ὑπέρ θʼ ἑαυτοῦ καὶ προσόντων ἀλόγων ἐτήσιον νόμισμα τῷ κοινῷ φόρον. καὶ δημοσίας οὔσας ἀρχὰς ὠνίους, πρὸς δʼ αὖ διοικήσεις τε κοινῶν πραγμάτων παύσας παρεῖχεν ἀδοτὶ τοῖς ἀξίοις.
unit_73
καὶ τἆλλα δʼ ἀρχῆς εὐτυχῶς ἦν διέπων· πλὴν συγχυτικῶν καθυπαχθεὶς αἱρέσει τὰς ὀρθοδόξων ἦν κακῶν ἐκκλησίας. [para]Τούτου κρατοῦντος θαυμάσιον συνέβη. φύλαρχος ἀνὴρ Ἀγαρηνῶν τῶν τότε, κλῆσιν Ἀλαμούνδαρος, ἀγαθὸς τρόπους, Χριστῷ προσελθὼν καὶ μυηθεὶς εἰκότως πρὸς ὀρθοδόξων ἀρχιθυτῶν ποιμένων, ἔπειτα βαπτίσματος αὐχεῖ τὴν χάριν. ταῦτα μαθὼν Σεβῆρος αὑτοῦ ποιμένας ἀνιέρους πέπομφε πρὸς τοῦτον τάχος, σπεύδων διʼ αὐτῶν εἰς ἑαυτὸν ἑλκύσαι. ἐπεὶ δʼ ἐρασθεὶς πίστεως Χριστοῦ πέτρα ἄσειστος ἦν, μέτεισιν αὐτοὺς ὡδί πως. ποιεῖ τινά οἱ τῶν ὑπʼ αὐτὸν ἐκκρίτων πρὸς οὖς ψιθυρίζειν τι προσκεκυφότα, καὶ τῶν βδελυρῶν ποιμένων δεδορκότων. εἶτα φύλαρχος ἀλύειν ὑπεκρίθη. ἤροντο δʼ οἱ μὲν αἰτίαν· ἦ δʼ ὃς τάδε, ὡς μηνυθῆναι Μιχαὴλ πρωτοστάτην
unit_74
καὶ ταγματάρχην ἀγγέλων νῦν τεθνάναι. τῶν δʼ οὐκ ἀνεκτὸν τὸν λόγον ποιουμένων, ὁ δʼ ἐκκαλύψας τὸ δρᾶμα τοῖσδʼ ἀντέφη “καὶ πῶς παρʼ ὑμῖν συμπαθεῖν θείαν φύσιν ἀνθρωπίνῃ πέφυκε νῦν δεδογμένον;” ἐκ τοῦδʼ ἀπηλλάττοντο κατῃσχυμμένοι. [para]Προγνοὺς βασιλεὺς οὗτος, οὐκ οἶδα πόθεν, ὡς ἐκ κεραυνῶν ἀστραπῶν εἵμαρτό οἱ βίου γενέσθαι καὶ βασιλείας πέρας, θάλαμον δʼ ἀνήγειρε, κάλλιστον δόμον, θολωτὸν αὐτὸν καλέσας φερωνύμως, ἐν ᾧ διάγων ἀστραπῶν ῥηγνυμένων ἐξαπίνης εὕρατο τέρμα τοῦ βίου. [para]Οὗτος Μυσῶν τε καὶ Σκυθῶν παριστρίων ἐπιδρομὰς λείας τε μάχας ἐκκλίνων ἔκτισε τεῖχος εὖ μακρὸν κεκλημένον. ἄνδρα τε φρικτὸν εἶδε νυκτὸς καθʼ ὕπνους, τόμον χεροῖν φέροντα καὶ φάσκοντά οἱ “ὅρα, διὰ σὴν φευκτέαν δυσπιστίαν ζωῆς δὶς ἑπτὰ σῆς ἀπαλείφω χρόνους.”
unit_75
χαλκοῦ τʼ ἀνιστᾷ κίονι στήλην Ταύρου, τῆς πρὶν πεσούσης τῷ χρόνῳ τῷ παμφάγῳ. Οὕτω λιπόντος Ἀναστασίου βίον Ἰουστῖνος Θρᾴξ, ἐξ ἀσήμου τοῦ γένους, εἰς ὕψος ἀνήνεκτο τῆς κραταρχίας, αὐτὴν ἔχων ἄνωθεν ἀφωρισμένην. μαρτύριον δέ· κινδυνεύων τεθνάναι πρὸς Δικόρου πρὶν ῥύεται πρὸς ἀγγέλου, ἀνὴρ προσηνὴς εὐσεβόφρων ἀγχίνους, τοὺς πρὶν φυγάδας πίστεως ὀρθῆς χάριν αὐτὸς κατάγων καὶ τιμῶν ὥσπερ δέον. στοιχῶν τετάρτης συνόδου θείοις ὅροις δόγματι πάντας τήνδε θεσπίζει σέβειν καὶ ταῖς πρὸ αὐτῆς ἐγκρίνειν θεοκρίτοις, καὶ τοὺς ἐν αὐτῇ πατέρας θεηγόρους καταγραφῆναι διπτύχοις ἐκκλησίας.
unit_76
Καὶ τοῦδε βίον καὶ κράτος λελοιπότος σκηπτουχίαν εἴληφε τὴν τῶν Αὐσόνων Ἰουστινιανὸς μεγαλουργὸς κράτωρ, πολλῶν δομήτωρ καὶ καλῶν δομημάτων, ναῶν γεφυρῶν ἀστέων, λαμπρῶν δόμων, ἄλλων τε πλείστων κτισμάτων καινουργέτης, ὧνπερ κορωνὶς ἀπαράμιλλος πέλει ναὸς σοφίας τοῦ θεοῦ τε καὶ λόγου, τῶν πανταχοῦ γῆς θαυμάτων θαῦμα ξένον. οὗτος στρατηγοῖς ἦν κατορθῶν τὰς νίκας Βελισαρίῳ καὶ Ναρσῇ τοῖς γεννάδαις. σωροὺς ἀπείρων χρημάτων χρυσαργύρου ἐκ παντοδαπῶν ἠρανισμένος τρόπων, ταῦτʼ ἦν ἀφειδῶς ἐκκενῶν ὁσημέραι εἰς βαρβάρων ἄμυναν, εἰς κτίσεις δόμων. ἐφʼ οὗ κλόνος γῆς συνέβη φρικαλέος, ἐμφύλιός τε πρὸς Βυζαντίδι μάχη,
unit_77
καθʼ ἣν μυριάριθμον ἐκτάνθη στῖφος, μυριάδες τέτταρες ἀνῃρημένων. ἥλω πολύ τε πλῆθος ἀρρενοφθόρων, ὧνπερ κολαστὴς ἀσυμπαθὴς εὑρέθη. [para]Οὗτος βραβευτὴς συνόδου πέμπτης ἔφυ, ἥτις τετάρτης ἐμμένουσα τοῖς ὅροις Ὠριγένην Δίδυμον, σὺν Θεοδώρῳ Μοψουεστίας αἱρετικῷ ποιμένι, ἐκκηρύκτους τίθησι καὶ βδελυκτέους. [para]Ἦν τῷδε καὶ σύνευνος ἡ Θεωδώρα, μερὶς ἀγαθὴ καὶ θεοῦ θεία δόσις, βοηθὸς ἀνθάμιλλος εἰς τὰ πρακτέα·
unit_78
ἧς ἔργον οἶκος τῶν σοφῶν ἀποστόλων. [para]Οὗτος πρὸς αὐτῷ τῷ τέλει τῷ τοῦ βίου ἁλίσκεται φεῦ αἱρέσει βδελυκτέᾳ, μεθʼ ἧς φάος λέλοιπεν ἡλίου τόδε. Μεθʼ ὃν προσηνὴς εὐσεβὴς Ἰουστῖνος κοσμεῖ τὸ βασίλειον ἐκ θεοῦ στέφος, ἀνὴρ περιδέξιος, ἀγαθὸς κράτωρ, εὐεργετικός, εὐμενής, ταπεινόφρων, χρηστός, μεγαλόψυχος, ἠπία φύσις. οὗτος ταμεῖον ἀγαθῶν πεπλησμένον, ἐν βασιλικαῖς ἀρεταῖς διαπρέπων, δικαιοσύνῃ μᾶλλον ἠγλαϊσμένος· ᾧπερ συνῆπτο πρὸς γάμου κοινωνίαν γυνὴ θεόφρων καὶ θεὸν φοβουμένη, κλῆσιν Σοφία, καὶ σοφή τις τοὺς τρόπους,
unit_79
ἧς ἔργον οἶκτος ἀπόρων καὶ χρηστότης. αὕτη δανεισταῖς καταβαλοῦσα χρέα ἅπασιν οἷς οἴκησις ἦν αὕτη πόλις, χρεῶν λύτις δʼ ὄφλουσι καθισταμένη, ἐγγραφὰς ἀπείληφε, μνήμονας δόσεις, ὧν θάτερον μὲν τοῖς κεκτημένοις νέμει, τὸ δʼ αὖ πυρὶ δέδωκεν εἰς ἀμνηστίαν. [para]Οὗτος νοσώδους σαρκίου πλάσιν ἔχων καὶ προϊὼν οὐ συχνάκις ἐκ τῆς νόσου ἁρπακτικοῖς ηὔξησεν ἀναισχυντίαν.
unit_80
ῥομφαίᾳ λύπης τοιγαροῦν τετρωμένος μετὰ Δαβὶδ ἔφασκεν ἀπορῶν τάδε “τίς ἂν τιμωρὸς συμπαραστήσαιτό μοι; ἢ νῦν ἀναστήσαιτο κατʼ ἀντιδίκων;” καί τις παρελθών, ὡς Ἠσαΐας πάλαι, ἀνδρεῖος ἀνὴρ καὶ μισῶν ἀδικίαν, “ἄναξ, ἰδοὺ πάρειμι, κέχρησό μοι.” ἐπαρχικὴν εἴληφεν οὐκοῦν ἀξίαν, πρὸς δʼ αὖ σθένος κράτιστον ἐκ βασιλέως καθʼ ἁρπακτόρων καὶ λύκων βροτοκτόνων.
unit_81
οὕτω κατωχύρωτο τἀνδρὶ τὸ σθένος. ἐπεὶ δὲ προυκάθητο κρίνων ὡς δέον, προσῆλθεν αὐτῷ δυσγενής τις καὶ πένης κατʼ ἀνδρὸς ἱστὰς εὐγενοῦς περιβλέπτου ἀδικίας ἔγκλημα καὶ φαυλουργίας. μετακαλεῖται τὸν ῥέκτην τῆς κακίας· ὁ δʼ οὐκ ἀπαντᾷ. καὶ πάλιν δὶς μηνύει, καὶ πάλιν αὐτὸς οὐδʼ ἄκροις ὠσὶ κλύων. ἤκουστο ταῦτα τῷ δότῃ τῆς ἀξίας· ἦ δʼ ὃς παρευθὺς ἀξιέπαινον λόγον, “κἂν αὐτὸς” εἰπὼν “ἀδικῶν ἐγὼ πέλω, κατάσπασόν με τοῦ βασιλείου θρόνου.” κἀντεῦθεν ἀνάρπαστον ἐκ συσσιτίου τὸν ἄνδρα λαβὼν ἑστιώμενον τότε, καὶ συνδικάσας τῷ πένητι πρὸς δίκην,
unit_82
καὶ καταλαβὼν ἁρπαγῇ κεχρημένον, αἰκίζεται μάστιξιν αὐτὸν ἀξίαις τῆς εἰς δικαστήριον ἀναισχυντίας, εἰσπράττεται δὲ καὶ δίκην ἀδικίας, εἴσπραξιν ὧν ἥρπασε πολλαπλασίω, καὶ ταῦτα τῷ πένητι δίδωσι φέρων. Τούτου τὸ βιοῦν καὶ κράτος λελοιπότος ἄρχει μετʼ αὐτὸν Τιβέριος τοῦ κράτους, φιλευσεβής τις καὶ θεοῦ τρέμων νόμους, μηδὲν νεοχμῶν τῶν ἐθῶν ἐκκλησίας, ἀλλʼ ἐξομαρτῶν τοῖς νόμοις τοῖς κειμένοις, σοφῶς φυλάξας τῇ θετῇ μητρὶ σέβας, ὡς ἦν θεμιτόν, Σοφίᾳ βασιλίδι, μείλιχος εὐέντευκτος ἡδὺς τοῖς φίλοις, ἐχθροῖς δὲ δεινὸς καὶ τιθεὶς σφίσι δέος καλοῖς στρατηγοῖς καὶ στρατῶν εὐανδρίᾳ, οἷς συγκαθεῖλε δυσμενῶν πολλὰς πόλεις, λείαν μακράν τʼ ἤλασε, λάφυρα, σκῦλα, εἰς πάντα φιλότιμον αὐχῶν τὴν χέρα, εἰς ἐνδεῶν οἶκτόν τε καὶ πτωχῶν δόσιν
unit_83
κτίσεις τε ναῶν καὶ δόμων γηροτρόφων· ὃς αἰχμαλώτους βαρβάρους Πέρσας, πάλαι εἰς τήνδʼ ἀχθέντας τὴν βασιλίδα πόλιν, μετημφιακὼς ἐν στολαῖς σφᾶς ἐντίμως εἰς ἰδίαν πέπομφεν ἥκειν πατρίδα. ἐφʼ οὗ πεπομφὼς Ἀβάρων ἀρχηγέτης ᾔτησεν ἄνδρας τεχνίτας χειρώνακτας αὐτῷ σταλῆναι πρὸς βαλανείου κτίσιν· ὁ δʼ αὖ λαβών, γέφυραν ἐν ῥοαῖς Ἴστρου τεύξας, ἐκάκου Ῥωμαΐδος τοὺς ὅρους.
unit_84
Τούτου τελευτήσαντος εὐσεβῶς βίον Μαυρίκιος κράτιστος ἔσχε τὸ κράτος, ἀνὴρ μεγαλόψυχος, ἀνδρεία φύσις, ἄλλος τις Ἰὼβ ἀναφανεὶς γεννάδας, καὶ μακαριστὸς τοῦ τέλους χρηματίσας. τἆλλα μὲν οὗτος πᾶσιν ἦν πεφιλμένος, ἡδὺς ἱλαρὸς εὐμενὴς αὐτοκράτωρ, ἦθος βεβηκὸς ἐμβριθὲς προδεικνύων, εἶδός τι σεμνὸν ἄξιον τυραννίδος, φρενῶν βάθει, σώματος ἀλκῇ τʼ ἐμπρέπον, θεοῦ συνιεὶς εἰς θελημάτων τέλος. πλὴν εἶχε καί τι παρακνίζον τῷ ῥόδῳ ἢ τῷ σίτῳ τι καὶ ζιζάνιον τάχα. φειδωλὸς ὑπείληπτο πᾶσι καὶ γνίφων ἥττων τε χρυσοῦ χρημάτων οὗτος κράτωρ.
unit_85
καὶ δῆλον ἐξ ὧν κατερεῖ τρέχων λόγος. ἐπῆλθεν ἄρχων Ἀβάρων Θρᾴκῃ τότε σὺν ἀμυθήτου στρατιᾶς ὁμαιχμίᾳ. ἤλασε λείαν καὶ λάφυρα λαμβάνει, καὶ πλῆθος ἐζώγρησεν ἄλλο μυρίον ἀνδρῶν γυναικῶν καὶ βρεφῶν καὶ νηπίων, ἐς χιλιάδας ἓξ δὶς ἀριθμουμένων. καὶ τί με δεῖ γράφοντα μηκύνειν λόγον; ἱστᾷ τιμὴν σφῶν χιλιάδας ἓξ μόνας ἡ βαρβαρικὴ φιλόχρυσος καρδία. αἰτεῖ τὸ δοχθέν, προσφέρει τι καὶ βίας. ὁ μὲν βασιλεὺς φεῦ προτιμᾷ χρυσίον· ὁ βάρβαρος δὲ (μὴ ῥαγῇς μοι, καρδία·
unit_86
ὢ θηριώδους, ὢ μανικῆς καρδίας!) κτείνει τοσοῦτον μυριάριθμον στῖφος. αἱματόφυρτος ἕλκεται ῥοῦς αἱμάτων, ὡς κατὰ πρανοῦς ὕδωρ ψυχρὸν ἐκτρέχον. ἄναξ συνῆκεν, ἔμμονον φέρων φρένα, αἰσθητικὴν καρδίαν, ὡς σὴς ὀστέων, ᾗπερ κακοῦ γένοιτο Τελχῖνος φθόνῳ. θεὸν λιπαρεῖ τοῦ μύσους τὰς εὐθύνας ὧδʼ εἰσπραχθῆναι σχεῖν τε κακῶν τὴν λύσιν. ἔδοξε γοῦν τι κατʼ ὄναρ οὕτω βλέπειν, πολύ τι πλῆθος γηγενῶν παρεστάναι ἀνδρῶν γυναικῶν εἰκόνι τοῦ δεσπότου, καταβοᾶν τε σφᾶς ἄνακτος σὺν γόοις, αὐτοῦ συνόντος συμπαρεστῶτος τρόμῳ· φωνῆς τʼ ἀκούειν εἰκόνος προϊγμένης, ποῦ τῶν κακῶν βούλοιτο δοῦναι τὴν δίκην τὸν τοῦ μύσους αἴτιον ἐκ φειδωλίας;
unit_87
ἐνταῦθʼ ὅπου μέτριον ἔσται τὸ τρύχον, ἢ ταῖς ἐκεῖθεν παραπεμφθῆναι δίκαις; τὸν δʼ ὧδε φάναι, συνιέντα τοῦ λόγου. παραδοθῆναι λοιπὸν Φωκᾷ προσκλύει. ὕπνου δʼ ἀνέντος ὕπαρ, οὐκ ὄναρ κρίνει ὧν εἶδεν ὧν ἤκουσεν εἶναι τὴν θέαν. μετακαλεῖται Φιλιππικὸν οὖν τάχος εἱρκτῆς τε δεσμῶν τῶν ἀδίκων ἐκλύσας, οἷς αὐτὸν ἐξέθλιβεν ἐξ ὑποψίας, καὶ σπένδεταί γε, καὶ κομίζεται λύσιν ὧν αὐτὸν εἰργάσατο κακῶν ἀδίκως. καὶ ταῦτα μὲν πέπρακτο τόνδε τὸν τρόπον, ἡ δὲ στρατιὰ στασιάσασα τότε Φωκᾶν ἀνηγόρευσαν εἰς βασιλέα· μεθʼ οὗ πόλιν φθάνουσι τὴν βασιλίδα,
unit_88
καὶ ταινιοῦται παλάμαις ἀρχιθύτου. σπούδασμα προύργου τῷδε λοιπὸν γίνεται τὸ Μαυρίκιον παγγενεὶ δοῦναι ξίφει· ὅθεν κελεύσει (φεῦ φονικῆς καρδίας) Φωκᾶ τυράννου τοῦδε καὶ φαυλεργάτου (δεῖ γὰρ ἐπιτρέχοντα λιπεῖν τἀν μέσῳ) γυνή τε παῖδες ἐκθερίζονται ξίφει, τοῦ Μαυρικίου συμπαρόντος δρωμένοις καὶ τὰς σφαγὰς φέροντος ἀνδρειοφρόνως καὶ τῶνδε χάριν τῷ θεῷ κατειδότος.
unit_89
καὐτὸς τέλος τέθνηκεν ἀδίκῳ κρίσει. [para]Οὗτος τεσσαράκοντα Χριστοῦ μαρτύρων νεὼν τελειοῖ φαιδρύνας ὑπερλίαν, πρὸς Τιβερίου κτίσεως πρὶν ἠργμένης. Φωκᾶς τυραννεῖ τοῦ βασιλείου κράτους, ἀνὴρ ἀποφράς, αἱμοχαρὴς καρδία, τύραννος ὠμὸς καὶ φιλαίματος κύων, γυναικομανὴς καὶ φίλοινος καὶ πότης, αὐταρχίας ὄνειδος ἢ μᾶλλον λύμη, τῶν Ῥωμαϊκῶν ἀφανιστὴς πραγμάτων, ὑπηκόων δήμιος ἀλάστωρ φθόρος, ὕδατι πυρὶ καὶ θαλάσσῃ καὶ ξίφει οἴκτιστα τοὺς μὲν ἐκδιδούς, φεῦ τοῦ πάθους· τῶν δʼ αὖ μέλος μέρος τι σώματος τέμνων περινοστεῖν ὄνειδος εἴα τῷ βίῳ οὗ ῥαθυμίᾳ συνεχεῖ τʼ οἰκουρίᾳ ἑῷα Πέρσαι κατέδραμον χωρία, ἐπῆλθον ὅπλοις Καππαδοκίας ὅροις καὶ Γαλατίας καὶ Παφλαγόνων τόποις, κοίλης Συρίας, τῆς ὅλης Ἀρμενίας,
unit_90
λεηλατοῦντες καὶ μέχρι Χαλκηδόνος, Παλαιστίνην δὲ καὶ τόπους τῆς Φοινίκης τοῖς ὑφʼ ἑαυτοὺς συνέταξαν χωρίοις. τὸ δʼ Ἀβάρων στράτευμα πάλιν ἐν δύσει χώρας δυτικὰς κατέκειρε καὶ πόλεις. ἡ στρατιὰ δʼ ἔφθαρτο Ῥωμαίων μάχαις, λοιμός τε λιμὸς κατέτρυχε τὰς πόλεις, ἀμετρία κρύους τε καὶ κτηνῶν φθίσις, κακὰ διωλύγια, ποικίλα πάθη. τὸ κατʼ Ἀντιόχειαν δʼ Ἑβραίων φῦλον στάσιν κινοῦσι καὶ μάχην χριστωνύμοις, καὶ δρῶσι πολλοὺς εὐσεβῶν ἔργον ξίφους, μεθʼ ὧν Ἀναστάσιον αὐτῆς ποιμένα, καὶ νεκρὸν αὐτοῦ τῷ πυρὶ δεδωκότες. οὕτω κακῶν τις Ἰλιὰς πάντʼ ἐκλόνει,
unit_91
καὶ κυμάτων σύρροια, καθάπαξ φάναι, λαιλάψ τε δεινὴ καὶ καταιγὶς καὶ ζάλη καὶ τρικυμία πνευμάτων ἀντιπνόων ἐφιλονίκουν τῷ βυθῷ καταδῦσαι αὐταρχίας ὁλκάδα τῆς ἐγκοσμίου, ναύαρχον οὐκ ἔχουσαν οἰακοστρόφον. οὕτω κακῶς πάσχοντος Αὐσόνων κράτους στρατηγὸς Ἡράκλειος Ἀφρικῆς τότε, στόλῳ πεπλευκὼς εἰς βασιλίδα πόλιν, ἥττησε Φωκᾶν, συμπλακεὶς τῷδʼ εἰς μάχην, καὶ τόνδε κτείνας παραλαμβάνει κράτος.
unit_92
Φωκᾶ φθαρέντος, ὡς ἔφην, αὐτοκράτωρ Ἡράκλειος πέφηνεν, ἀριστεὺς μέγας, ἄλλος τις ὄντως Ἡρακλῆς κατὰ σθένος, οὐ θηρίων γῆν ἐκκαθαίρων ἀλόγων, οὐδʼ Εὐρυσθέως προσταγαῖς εἴκων βίᾳ, ἀλλʼ ἀπελαύνων ἐκδιώκων μακρόθεν πόρρω τε τιθεὶς γῆς ὅλης Ῥωμαΐδος Χριστοῦ δυνάμει, σταυρικῇ παντευχίᾳ, ὡς θῆρας ἄλλους ἀγρίους φιλαιμάτους ἢ παλαμναίους καὶ θρασεῖς κύνας λύκους, Πέρσας ἀναιδεῖς ἁρπαγαῖς κεχρημένους. ὃς ὢν στρατηγὸς καρτερόψυχος μάχαις καὶ ζηλοτυπῶν πατρίων νόμων χάριν κλέους τε τοῦ πρὶν Αὐσόνων κραταρχίας,
unit_93
πολλοὺς ἀνατλὰς καὶ μεγάλους κινδύνους, ὑπερμαχεῖ κάλλιστα Ῥωμαίων ὅρων εἰς πίστεως σύστασιν εὐσεβοφρόνων, εἰς ἀντέρεισιν εὐαγῶν Χριστοῦ νόμων εἴς τε πλατυσμὸν τοῦ κράτους σχοινισμάτων ἐπάνοδόν τε Ῥωμαϊκῶν πραγμάτων. λεηλατοῦντος τηνικαῦτα Χοσρόου Περσῶν κρατάρχου πάντα τῆς ἕω μέρη, καταδραμόντος καὶ Παλαιστίνης ὅρους, θεοῦ πόλιν τε τὴν Σιὼν ἡλωκότος, χριστωνύμων ἔφθαρτο πλῆθος μυρίον, ἐς μυριάδας ἐννέα ποσούμενον, τὸ μὲν θερισθὲν τῶνδε πρὸς μάχῃ ξίφει, τὸ δʼ αὖ φονευθὲν Ἑβραίων κακουργίᾳ· ὠνούμενοι γὰρ αἰχμαλώτους δυστρόπως μικρᾶς τιμῆς οὗτοί γε πρὸς τῶν βαρβάρων ὑπῆγον εὐθὺς τῇ τομῇ φεῦ τοῦ ξίφους. Πέρσαι δὲ Σιὼν ποιμένα, θεῖα ξύλα ἐς Περσίδʼ ἀπήγαγον αὐτῶν πατρίδα. ταῦθʼ ὁ κρατῶν γνοὺς πυρπολεῖται καρδίαν,
unit_94
στράτευμʼ ἀποχρῶν μηδαμῶς κεκτημένος μηδʼ αὖ δαπάνην χρημάτων ἀναλόγων εἰς ἀντιπαλάμησιν ἐχθρῶν βαρβάρων. ὅμως δὲ καὶ χρήματα καὶ στρατοῦ στῖφος καὶ τὰ πρὸς ἐξόπλισιν εὖ ἀπαρτίσας, τὰ μὲν πρὸς οἴκων ἱερῶν χάριν δάνους τὸν δʼ ἐκ θεμάτων συναγείρας ὡς δέον, κατὰ Χοσρόου σὺν θεῷ νίκης δότῃ μετὰ στρατιᾶς ἐμβάλλει τῇ Περσίδι. θεοῦ τὸ λοιπὸν ἐμπνέοντος τὸ σθένος περιφανῆ τρόπαια, γενναίας νίκας ἐκεῖ παρὼν δέδρακε κατὰ βαρβάρων· ἔκτεινε καὶ γὰρ βαρβάρων πλείστας ἴλας, ἤλασε λείαν καὶ λαφυραγωγίαν, δῃῶν ἐρημῶν πυρπολῶν τὰ βαρβάρων.
unit_95
ταῦτʼ ἐν χρόνοις ἓξ Ἡράκλειος ἀνύσας, ξύλα τε σεπτὰ καὶ Σιὼν ἀρχιθύτην Ἱερουσαλὴμ ἐγκαταστήσας πόλει, πρὸς βασιλίδα καθυποστρέφει πόλιν, ἐν ἑβδόμῳ κάλλιστα χαίρων τῷ χρόνῳ, ὑμνούμενος στόμασιν ἀστῶν μυρίων, ὀφθεὶς ἀριστεὺς γεννάδας νικηφόρος. [para]Οὗτος βασιλεὺς ἐξομαρτῶν ποιμέσιν, ἢ μᾶλλον εἰπεῖν μισθίοις τε καὶ λύκοις, ἐκ συγχυτικῶν οὐ καθαρῶν ναμάτων ἀνατροπὴν ποτίζεται βδελυκτέαν. ἐφʼ οὗ Μουχούμετ λαοπλάνος καὶ φέναξ, φύλαρχος αἰσχρὸς Ἀγαρηνῶν ἀθέων καὶ μυσταγωγὸς ἀθεμίτων ὀργίων, φθισίβροτος λύμη τις ἐξέφυ βίῳ·
unit_96
ὃς ὢν γυναικὸς Περσίδος θὴς πλουσίας, ἀνὴρ γόης ἄσημος, ἀτίμου γένους, σύνευνον ἔσχε τήνδε κακοτεχνίας· εἶτα φύλαρχος καὶ διδάσκαλος πλάνος οὐκ οἶδʼ ὅπως γένοιτο τῶν ἐκ τῆς Ἄγαρ. οὗτος προϊὼν ἐξ Αἰθρίβου χωρίων ὑποστρέφοντι βασιλεῖ νικηφόρῳ προσῆλθεν αἰτῶν χῶρον εἰς κατοικίαν· καὶ παραλαβὼν κατέδραμε Συρίαν, καὶ Ῥωμαϊκῶν κατακρατεῖ χωρίων. Τοῦ δʼ Ἡρακλείου τὸν βίον λελοιπότος Κωνσταντῖνος παῖς ὀρθόφρων ἔσχε κράτος· μεθʼ ὃν σὺν υἱῷ Ἡρακλωνᾷ Μαρτίνα, ὧν γλῶσσαν ἡ μὲν τέμνεται μάλʼ ἐνδίκως, Ἡρακλωνᾶς δὲ τοῦ προσώπου τὴν ῥῖνα,
unit_97
φυγὴν κατακριθέντες ἐνδικωτάτην. Εἶτα κατάρχει τοῦ κράτους τῶν Αὐσόνων Κώνστας, διώκτης εὐσεβεστέρου μέρους, Κωνσταντίνου παῖς, ἔγγονος δʼ Ἡρακλείου, τἆλλα μὲν οὐκ ἄχρηστος ὀφθείς τις κράτωρ, σέβας δʼ ἀχρεῖος οἰοφυσίτης τάλας, ὃς ἐκδιώκων ὀρθοδοξούντων μέρος καὶ Μάξιμον δʼ ἤλασε τὸν θεηγόρον σὺν τοῖς μαθηταῖς καὶ Μαρτῖνον τὸν πάπαν. ὅμαιμον αὑτοῦ κτείνας οὗτος ὁ κράτωρ μισητέος κέκριτο καὶ βδελυκτέος, καὶ μᾶλλον οἷς δέδρακε κακῶς ἁγίους. διατριβὰς οὖν ἐκλιπὼν Βυζαντίδος πρὸς Σικελίαν τὴν μεγίστην ἐκπλέει, καὶ Συρράκουσαν ἔσχεν εἰς κατοικίαν.
unit_98
Τούτου σφαγέντος καὶ μεταστάντος βίου Κωνσταντῖνος παῖς εὐσεβής, Πωγωνάτος, παραλαβὼν ἴθυνε τὴν κραταρχίαν, ἀνὴρ ἀγαθός, ὀρθοδοξίας φίλος, ὅστις πατρῴαν κακοδοξίαν λύων ἤθροισε σεπτῶν πατέρων θεῖον στῖφος, συνέδριον κάλλιστον ὀρθοδοξίας, ἐπί γε Χριστοῦ δογματισάντων ἅμα διττὰς θελήσεις καὶ φύσεις ἡνωμένας, καὶ καθελόντων πάντας οἰοφυσίτας. τούτου κρατοῦντος Ἀγαρηνῶν τις στόλος τῇ βασιλίδι προσβαλὼν ταύτῃ πόλει ἐβόσκετο ξύμπαντα τὸν πέριξ τόπον, ἦρος μὲν ἱστὰς χαλεπὰς ναυμαχίας, ὥρμιστο χειμῶνος δὲ τοῖς νεωρίοις τοῖς τῆς Κυζίκου μέχρι ἑβδόμου χρόνου. ἐπεὶ δὲ τετρύχωτο μήκει τοῦ χρόνου, πλοῖά τε συντέτριπτο τούτου τὰ πλέω, ὀφλισκάνων γέλωτα καθυποστρέφει, καὶ κατὰ τὴν κέλευθον ἅπας ἐφθάρη λαίλαπι δεινῇ τῇ θεοῦ συνεργίᾳ. πρὸς τοῖσδʼ Ἀβάρων στρατιὰ φρικαλέα ἐπῆλθε ταύτῃ τῇ βασιλίδι πόλει, φρίσσουσα τοῖς δόρασι καὶ πανοπλίαις, καὶ πᾶσα κατέφθαρτο Ῥωμαίων σθένει,
unit_99
τῶν νεκριμαίων βαρβάρων ποσουμένων ἐς χιλιάδας τριάκοντα τὰς ὅλας. ὑγρόν τε πῦρ εὕρητο τούτοις τοῖς χρόνοις Σύρου παρά του τέκτονος Καλλινίκου. Εἶτʼ Ἰουστινιανὸς ἦρξε τοῦ κράτους, Κωνσταντίνου παῖς, εὐσεβὴς κατὰ σέβας, φρονῶν μὲν ὀρθά, πλὴν δʼ ἀπηνὴς εἰς ἄγαν. οὗτος Σθλαβικῶν βαρβάρων ἀποκρίνας ἡβῶντας ἄνδρας, ὁπλίτας ῥωμαλέους, φονικὸν ἐκπνέοντας Ἄρην ἐν μάχαις, ἐς χιλιάδας τρὶς δέκʼ ἀριθμουμένους, νέον συνεστήσατο σύνταγμα φίλον, λαὸν περιούσιον αὐτὸ καλέσας· ἐφʼ ᾧ γεγηθὼς καὶ πεποιθὼς μειζόνως κατʼ ἀντιπάλων ἐστράτευσεν Ἀρράβων,
unit_100
σπονδὰς λελυκὼς τὰς πρὸς αὐτοὺς ἀδίκως. ἐπῆλθε τοίνυν σὺν στρατιᾷ βαρβάροις σύγχυσιν ὅρκων ἐν λύπῃ ποιουμένοις. στρατὸς δʼ Ἀρράβων ἀντεπήγετʼ αὖ πάλιν σπονδῶν γραφὴν ἔνορκον ἐκκρεμαμένην κοντοῦ φέρων, σφῶν στρατιᾶς ἡγουμένην. καὶ συρραγείσης καρτερᾶς δεινῆς μάχης ἀποστατῆσαν ἐκ φάλαγγος τῆς νέας τὸ πλεῖστον αὐτῆς, χιλιάδες δὶς δέκα, προστίθεται κάκιστα τοῖς ἀντιπάλοις.
unit_101
ἐντεῦθεν αἰσχρῶς βασιλεὺς ἡττημένος, μόλις φυγὼν κίνδυνον, ἀνθυποστρέφει· καὶ τηνικαῦτα, φεῦ ἀπανθρώπου τρόπου, τοὺς ἐκ νέου τάγματος ἐκλελειμμένους πάντας μαχαίρας τῇ τομῇ καθυπάγει. καὶ βάρβαροι μὲν τοῦ κατείργοντος σπάνει ἑῷα πάντα κατέδραμον χωρία, αὐτὸς δʼ ἀπησχόλητο κτίσμασι δόμων, ἐνδιατρίβων τοῖς βασιλείοις δόμοις, τοῖς πᾶσι βαρὺς δυσαχθὴς δεδειγμένος.
unit_102
ὅθεν μισηθεὶς ἀπελήλαται κράτους ἐπιφυέντος τῷδε τοῦ Λεοντίου καὶ κράτος ἁρπάσαντος εὐχερῶς δόλῳ, ὃς τοὺς φυλακαῖς ἐγκαθειργμένους λύσας, μεθʼ ὧν ἐθάρρει δράματος συνιστόρων ἄλλων τε πολλῶν, ἐκτελεῖ δεδογμένα, καὶ καθελὼν ἄνακτα τὸν πρὶν τοῦ θρόνου, τεμών τε ῥῖνα τοῦ προσώπου καινίδι, εἰς Χερσῶνα πέπομφεν ἔμφρουρον πέλειν. [para]Οὕτω κρατοῦντος τοῦ κράτους Λεοντίου στόλος πεπλευκὼς Ἀρράβων ἐθναρχίας ὅρους Ἀφρικῆς κατέκειρε καὶ πόλεις. καὶ πέμπεται δὴ πρὸς βασιλέως στόλος εἰς ἀντιπαράταξιν ὑπεναντίων, ὃς συρραγεὶς ἥττητο βαρβάροις μάχῃ καὶ παλινοστῶν πρὸς Κρητῶν νῆσον φθάνει,
unit_103
ἔνθʼ Ἀψίμαρόν τινα συναποστάτην ἀνεῖπον ὡς ἄνακτα τῆς Ῥωμαΐδος· μεθʼ οὗ πόλιν φθάνουσι τὴν βασιλίδα, καὶ καθελόντες τὸν Λεόντιον θρόνου φρουρᾷ καθειργνύουσι μεστῇ πικρίας, πρόσθεν τεμόντες τοῦ προσώπου τὴν ῥῖνα. ἦν δʼ Ἰουστινιανὸς ἐν τῇ Χερσῶνι, ὅθεν διαδράς, ἱέραξ ὡς ἐκ βρόχων, πρὸς Βουλγάρων ἄρχοντα διέπτη τάχος, καὶ πείσας αὐτὸν δωρεαῖς δαψιλέσιν, ὑποσχέσει κήδους τε καὶ χωρῶν δόσει, σὺν βαρβαρικῇ στρατιᾷ φθάνει πόλιν· καὶ νυκτὸς ὁλκὸν ὑπόγειον εἰσδύσας ἐντὸς διʼ αὐτοῦ γίγνεται Βυζαντίδος, καὶ πάλιν ἀπείληφε τὴν κραταρχίαν, κτείνας τὸν Λεόντιον σὺν Ἀψιμάρῳ, ἀμοιβαδὸν πρὶν κεκρατηκότας κράτους.
unit_104
ἀμύνεται δὲ καί τινας τῶν ἐν τέλει. [para]Οὗτος τρέφων ἔναυσμα μήνιδος χόλου πόλει Χερσῶνος καὶ προσοίκοις Χερσῶνος, ζητοῦσιν αὐτὸν ἀνελεῖν πεφευγότα, ἐκ τῶνδʼ ἀνῆψε θυμικὴν σφοδρὰν φλόγα εἰς τῶνδε πυρπόλησιν, εἰς ἐρημίαν. στρατιὰν οὐκοῦν εὐτρεπίσας μυρίαν καὶ ναυτικὸν στράτευμα σὺν βαρεῖ στόλῳ, ἐφʼ ὧν ἐφίστα καὶ στρατηγῶν δυάδα, πρηστῆρας ἐκπέπομφε κατὰ Χερσῶνος, φειδὼ κελεύσας μηδενὸς λαβεῖν ὅλως οἷς ἡ πόλις πέφυκε κατοικουμένη, κτεῖναι δὲ πάντας ὡς προβάτων ἀγέλην, κτείνοντας ἐκτέμνοντας, ὢ τραγῳδίας, πιμπρῶντας αὐτούς, ἐκθερίζοντας ξίφει. οἱ μὲν πόλιν ἔπλησαν οὕτω τοῦ φόνου μύσους τʼ ἐναγοῦς καὶ στεναγμῶν καὶ γόων,
unit_105
σωροὺς ἀναστήσαντες αὐτῇ πτωμάτων, ὡς σφίσιν ἐντέταλτο, φεῦ φεῦ τοῦ πάθους, οὐδʼ ἀνεκτὴν ὄμμασιν ἡμέροις θέαν, πάντας ἀφειδῶς ὑπάγοντες τῷ ξίφει, μόνης ἀώρου νηπίων ἡλικίας καὶ μειρακίσκων συμπαθῶς πεφεισμένοι. ὁ δὲ κρατῶν γνοὺς νηπίων σωτηρίαν, Φάλαρις ἢ Ἔχετος, Ἡρώδης πλέον, κύων ὁ φιλαίματος ἐξώργιστό πως οἷς ταῦτα μὴ γένοιντο πάρεργον σπάθης· καὶ μηνιῶν ἦν, καὶ στελεῖν ἄλλον στόλον δράσοντα τὴν δῄωσιν ἠπείλει τάχος. ταῦτʼ ἄρα λαὸς Χερσῶνος λελειμμένος στολός τε παρὼν ἐκ βασιλέως τότε ἀποστατήσας Φιλιππικὸν Βαρδάνην εὐθὺς ἀνευφήμησαν ὡς βασιλέα· μεθʼ οὗ καταπλεύσαντες ἧκον εἰς πόλιν, καὶ συλλαβόντες ἐκθερίζουσι ξίφει κάραν φονουργὸν κράτορος σὺν τῷ γόνῳ.
unit_106
Οὕτω μὲν ἔσχε Φιλιππικὸς τὸ κράτος, δοκῶν μὲν εἶναι ῥητορικὸς ἐν λόγοις, ἐπήβολος λόγων τε καὶ μαθημάτων, καὶ πρός τι πᾶν εὔχρηστος ἐν συνουσίαις, πρὸς δʼ αὖ περιδέξιος ἐν συντυχίαις, ἀδέξιος πάμπαν δὲ πρὸς τὰ πρακτέα, τὴν γλῶσσαν αὐχῶν μὴ συνᾴδουσαν λόγοις. οὗτος πεπωκὼς συγχυτικῶν ναμάτων ἔσπευδε τάλας ἀκυρῶσαι καθάπαξ σύστημα σεπτῶν πατέρων θεηγόρων ἕκτης κυρωτὸν συνόδου θεοκρίτου ματαιότητος δυσσεβεῖ συνεδρίῳ, τινὶ μοναχῶν αἱρετικῆς φρατρίας αἰτοῦντι χάριν τῆς προγνώσεως τίνων τοῦ κράτος ἕξειν ἀθέτησιν συνόδου. ἐφʼ οὗ Μυσῶν στράτευμα Θρᾴκης χωρία ἤλασε λείαν καταδραμὸν μυρίαν, φθάσαν πρὸ τειχῶν ἄστεως βασιλίδος. οἱ δʼ Ἀγαρηνοὶ τὰ μέρη τὰ καθʼ ἕω λεηλατοῦσι καὶ σκυλεύουσιν ὅπλοις. οὕτως ῥᾳθύμως πλημμελῶς ἀρχὴν στρέφων,
unit_107
μᾶλλον δὲ κοινὰ πράγματα καταστρέφων εἰλικρινῆ τε δόγματα διαστρέφων, ἐν συσσιτίῳ συσχεθεὶς τοῖς ἐν τέλει ἔσβεστο λύχνους ἀξίως τῶν ὀμμάτων. Εἶτα παρῆλθεν εἰς διοίκησιν ὅλων ἀρχήν τε βασίλειον πρωτασηκρῆτις, σοφός τις ἀνὴρ καὶ μαθημάτων ἴδρις, ἀποστολικῶν δογμάτων ἐπαινέτης, πρὸς δʼ αὖ πατρικῶν, φίλος ὀρθοδοξίας, ἠσκημένος πράγματα καλῶς διέπειν Ἀναστάσιος, Ἀρτέμιος παιδόθεν· ὃς Ἰωάννην αἱρετικὸν ποιμένα καθεῖλεν εὐθύς, Γερμανὸν δὲ τὸν μέγαν μετατεθῆναι πρὸς θρόνον Βυζαντίδος ἐκ Κυζίκου κέκρικε σὺν ἀρχιθύταις.
unit_108
οὗτος στόλον πέπομφε κατʼ ἐχθρῶν στόλου ὅρους κακοῦντος Φοινίκης καὶ Συρίας, ναύαρχον εἶναι προστεταχὼς τοῦ στόλου θεοῦ μεγάλης λευίτην ἐκκλησίας, αὐτὸν τιμήσας γενικὸν λογοθέτην, ὃς ἐκπεπλευκὼς εὐμαρῶς ἄχρι Ῥόδου ἐλλιμενίζει τοῖς νεωρίοις Ῥόδου. ἐπεὶ δὲ συνήθροιστο ταγμάτων στῖφος καὶ ταγματάρχαι πρὸς σύναρσιν τοῦ στόλου, ὡς ἦν βασιλεῖ προστεταγμένον τόδε, βίαν ἐπῆγε τοῖς στρατηγοῖς λευίτης, πρὸς ἀπόπλουν σφᾶς ὀργίλως παροξύνων. οἱ δὲ στασιάζουσι πάντες εὐθέως, καὶ λευίτην σφάττουσιν ἀφειδῶς ξίφει, καὶ πρὸς πόλιν φθάνουσιν Ἀτραμυττίου,
unit_109
ἔνθα Θεοδόσιον πρακτόρων ἕνα τῶν δημοσίων εἰσφορῶν εἰληφότες, ἄνδρα πρὸς ἀρχὴν μηδʼ ὅλως πεφυκότα, ἀγροῖκον ὄντως, ἰδιώτην παντάπαν, ἄκοντʼ ἀνηγόρευσαν εἰς βασιλέα· ὃ γνοὺς Ἀναστάσιος ᾤχετʼ αὐτίκα καὶ Βιθυνῶν Νίκαιαν καταλαμβάνει. ὁ δʼ αὖ Θεοδόσιος φθάσας τὴν πόλιν εἴσεισιν ἐντός, ἀναδείκνυται κράτωρ, καὶ παραλαβὼν προκρίτους γερουσίας, οἷς καὶ συνῆπτο Γερμανὸς ἀρχιθύτης, εἰς Νίκαιαν ἥκουσι πρὸς βασιλέα, ἃ συμβεβήκει δεικνύοντες ὡς ἔπος. ὁ δʼ αὖ μετημφίαστο καρεὶς τὴν κόμην, μοναδικῷ τάγματι κατειλεγμένος·
unit_110
καὶ καθαρῶς εἴληφε τὴν σκηπτουχίαν νέος Θεοδόσιος ἔξω κινδύνων, χρηστὸς μὲν ἀνήρ, εὐμενὴς ὑπηκόοις, ἡδὺς γεραρὸς καὶ σεμνὸν φέρων βίον, εἰς δʼ αὖ μεταχείρισιν ἀρχικὴν ὅλως ἢ διέπειν πράγματα πλημμελὴς πάνυ· ὃς κληρικὸς κέκαρτο λιπὼν τὸ κράτος μετά τε βραχὺν τῆς βασιλείας χρόνον. Τυραννικῶς δὲ κατακρατεῖ τοῦ κράτους ὁ θηριώδης ἐξ Ἰσαυρίας Λέων, ἀνὴρ ἀποφράς, δυσσεβὴς κακεργάτης, ἀνήμερος θὴρ καὶ δαφοινός τις δράκων, ἀσπὶς ἰὸν τρέφουσα θανατηφόρον, Τελχίν, Ἐριννύς, Κέρβερος ψυχοφθόρος, ἢ βασιλίσκος ἐμφυσήματι μόνῳ βροτοὺς ἀναιρῶν καὶ παραπέμπων ᾅδῃ, λύσσης μανίας ἐμπεπλησμένος κύων, ἐπωνύμως λέοντι πάντα δεικνύων, προσηγορίαν, ὣς δὲ θηριωδίαν καὶ βλέμμα καὶ κίνημα καὶ φονουργίαν·
unit_111
ὃς πρῶτος ἠθέτησε τιμὴν εἰκόνων, καὶ τοῦ τιμᾶν ἔπαυσε Χριστοῦ τὸν τύπον, ἰνδάλματα φεῦ καλέσας τὰς εἰκόνας, ὡς αἱρετικῶν ἀσεβῶν διδαγμάτων θησαυροφυλάκιον αὐχῶν καρδίαν, ἀνὴρ ἀγροῖκος, σκαπανεύς, ὀνηλάτης, πρόσθεν βίον βάναυσον ἕλκων ἐκ νέου· εἶτʼ αὐτοκράτωρ, ὢ θεοῦ τῶν κριμάτων, καὶ βασιλεὺς δέδεικτο τῆς Ῥωμαΐδος, οὐ μᾶλλον ἢ τύραννος ἀνθρωποκτόνος.
unit_112
τῷδʼ ἐντυχόντες ἄνδρες Ἑβραίων δύο, γόητες ἄκρως μαγικὴν ἠσκημένοι, ἐξ Ἀρράβων ἄρχοντος ἐκπεφευγότες, ὀφθέντες ὡς φένακες αὐτῷ καὶ πλάνοι διατριβὰς ἔχοντι κατʼ Ἰσαυρίαν, νέῳ βαναύσῳ καὶ πένητι καθάπαξ προεῖπον αὐτῷ τὸ κράτος Ῥωμαΐδος. τοῦ δʼ ἀφορῶντος πρὸς τύχην καὶ τὴν τέχνην, προρρήσεώς τʼ ἔκβασιν μὴ δεδεγμένου, οἱ δʼ ἰσχυρῶς ἔφασκον ἐκβῆναι τάδε, ᾔτουν τε πίστεις, εἰ πέρας πεφασμένοις ἕψοιτο, τυχεῖν τούσδε καταθυμίων. καὶ δὴ προαχθεὶς ὀμνύει σφίσιν νέος ἦ μὴν ἁμαρτεῖν οὐδαμῶς αἰτουμένων καιροῦ διδόντος τὴν ἔκβασιν τῶν λόγων.
unit_113
ἐπεὶ δʼ ἐπιβέβηκε τῶν σκήπτρων Λέων, δυὰς Ἑβραίων τῷ κρατοῦντι προστρέχει, ἀναμιμνήσκει τῶν προϋπεσχημένων, αἰτεῖ σεβαστῶν ἀθέτησιν εἰκόνων. καὶ πείθεται βασιλεὺς δοῦναι χάριν ἄχαριν ὄντως καὶ λίαν ψυχοφθόρον Ἰουδαϊκῇ δυάδι τρισαθλίᾳ, νέμει τε ταύτην. ὢ ξένων ἀκουσμάτων, καινῆς τραγῳδίας τε δυσηχεστάτης. τοῦ χριστομαχεῖν ὧδε λοιπὸν ἠργμένος πάντα ταραχῆς ἀναπιμπλᾷ καὶ ζάλης· ἐπεισπεσὼν γὰρ ὡς λέων βρυχητίας ἐκκλησίᾳ κλήρῳ τε πιστῶν ἀγέλῃ ποίμνην κατεσπάραξε Χριστοῦ ποιμένος, καὶ μάρτυρας ἔδειξεν αὐτῷ μυρίους,
unit_114
αἵματος ἄχρι καλῶς ἠγωνισμένους ὑπὲρ σεβαστῆς εἰκόνος τοῦ δεσπότου· μεθʼ ὧν σοφῶν σύστημα διπλῆς ἑξάδος ἀνδρῶν λογάδων καὶ διδασκάλων λόγων σὺν σφῶν προέδρῳ, πρακτέων παραινέτῃ, οἰκουμενικῷ τὴν τιμὴν διδασκάλῳ, Χριστοῦ παριστᾷ μάρτυρας πυριφλέκτους, αὐτῷ δόμῳ φύλακι παντοίων βίβλων συγκαταφλέξας σφᾶς ἀφειδῶς ἀθέως. καὶ Γερμανὸν δὲ ποιμενάρχην τοῦ θρόνου, τῷ δυσσεβεῖ δόγματι μὴ πεπεισμένον, ἐλάσας ἀντέστησε τῇ ποίμνῃ λύκον.
unit_115
ταῦτʼ ἄρα Ῥώμη πρεσβῦτις τῆς πρὸς νέαν διαρραγεῖσα φιλίας κοινωνίας, αὐχοῦσα Γρηγόριον ἔνθεον θύτην, τὴν χριστομάχον ἐξελέγχοντα πλάνην, εἰρηνικὰς τίθησι σπονδὰς πρὸς Φράγγους ἐκ Γερμανικῶν βαρβάρων κατηγμένους, ἐλεύθερον θέλουσα πνεῖν τὸν ἀέρα. [para]Τούτου κρατοῦντος στρατιά τις Ἀρράβων μυριάριθμος ναυτικῆς ναυαρχίας πεζῆς τε λοιπῆς, προσβαλοῦσα τῇ πόλει, λεηλατοῦσα κατέκειρε τὰ πέριξ· ἣ πᾶσα κατέφθαρτο τῷ θεοῦ σθένει.
unit_116
Τεθνηκότος Λέοντος λαμβάνει κράτος Κωνσταντῖνος παῖς, ἢ σκύμνος μᾶλλον φάναι, ἐπώνυμον σχὼν τὴν κοπρώνυμον θέσιν, ἀνὴρ γόης μάγος τε, κακῶν ἐργάτης, τῶν δαιμονικῶν μυσταγωγὸς ὀργίων, τῆς δυσσεβείας κυκεὼν ἢ πλημμύρα καὶ παντοδαπῆς ἀμάρα δυσπιστίας, οὐχ ἧττον ὀφθεὶς κακοδοξίας τάλας κληροῦχος ἤπερ πατέρων αὐταρχίας, πιστῶν ἐλατήρ, εὐσεβῶν ἀναιρέτης, οἷς προσκυνητὸς χαρακτὴρ ἦν δεσπότου.
unit_117
τούτῳ διʼ ἃ πέπρακτο κακῶν καὶ πλάνην καὶ θηριώδη καὶ φονουργὸν κακίαν ὄντι μισητῷ πᾶσιν ἐνδίκῳ τρόπῳ, τῷ δʼ Ἀρταβάσδῳ κουροπαλάτῃ πλέον, ἀνδρὶ στρατηγῷ σὺν τῷ βουληφόρῳ, τῇ δʼ εὐσεβείᾳ μᾶλλον ἠγλαϊσμένῳ, καττύεταί τις ἐν θέματʼ Ὀψικίου, κατʼ Ἀρράβων στράτευμα κινοῦντι τότε, ἐνέδρα δεινὴ πρὸς στρατιᾶς ἐγκρίτων πρωτουργὸν Ἀρτάβασδον ἐξευρηκότων· ἣν γνοὺς ὁ κρατῶν ἐκδιδράσκει τὸν μόρον ἵπποις ταχυπτέροις τε καὶ προθυμίᾳ. ἡ δὲ στρατιὰ καὶ λοχαγοὶ ταγμάτων ἀνεῖπον Ἀρτάβασδον ὡς βασιλέα, μεθʼ οὗ κατειλήφασι τὴν Κωνσταντίνου.
unit_118
ἧς ἀσμένως ἔντοσθεν ἐλθών, ὡς δέον, φημίζεται στόμασιν ἀστῶν ὡς ἄναξ, ἀνακτορικῆς τυγχάνων εὐφημίας. εὐθὺς δʼ ἀνεστήλωσε Χριστοῦ τὸν τύπον, καὶ προσκυνεῖν δέδωκεν αὐτὸν ὡς θέμις. ἐφίσταται δὲ καὶ Κοπρώνυμος πόλει τὸ πρὶν ἀπαιτῶν ἀδεῶς ἔχειν κράτος· ἐπεὶ δʼ ἀπηγόρευον ἅπαντες τόδε, πρὸς ὅπλα χωρεῖ καὶ μάχας ἐμφυλίους, καὶ δρᾷ τι κακὸν ἀστικοὺς καὶ τὴν πόλιν, εἰσπλεῖν σιτηγοὺς κωλύσας νῆας ἔσω, ἀφʼ οὗ πολίταις βουλιμιᾶν συνέβη. ἐπεὶ δʼ ἐπεισέφρησε συγκλονῶν πόλιν σὺν στρατιᾷ τε μηχαναῖς τε καὶ δόλῳ, συνίσταται μάχη τις ἐξ ἑκατέρων ἀντιστατοῦντος αὐτοκράτορος νέου. ἀλλὰ κριμάτων τὴν ἄβυσσον κυρίου τίς ἂν ἱκανῶς ἐξιχνιάσειέ πως; νίκην ἀπηνέγκατο τύραννος μάχῃ, ἥττητο δʼ Ἀρτάβασδος αἰσχρῶς ὀρθόφρων,
unit_119
καὶ συσχεθεὶς ἔσβεστο λύχνους ὀμμάτων σὺν υἱέσιν αἴσχιστα διττοῖς. ὢ δίκης. ἄλλοι τε πλεῖστοι τῶν ἐπισήμων πάλιν κακοῦ παραπέλαυσαν ἐκ Κοπρωνύμου. [para]Οὗτος βδελυρὸς ἀσεβὴς συναλίσας ἀνιέρων σύστημα μισθίων λύκων, ὁμοφρόνων οἱ καὶ πλέον κακοφρόνων, ὃ σύνοδον κέκληκεν, ὦ θεοῦ νόμοι, οἰκουμενικὴν ἑβδόμην, ὢ τῆς πλάνης, ἐπʼ ἀθετήσει τῶν σεβαστῶν εἰκόνων, θεῖον Βλαχερνῶν καταλαμβάνει δόμον. ἐπʼ ὀκρίβαντος δʼ ἀναβὰς τολμητίας φωνῇ τορῷ τε καὶ χερὶ βδελυκτέᾳ ὡς φατνιάρχην δεικνύει Βυζαντίδος Κωνσταντῖνον τάλανα Συλαίου λύκον.
unit_120
τελῶν δʼ αὐτοῦ τὴν ἀθεμιτουργίαν, εἶτα μετʼ αὐτοῦ ποιμένων τʼ ἀνιέρων, πάντων ὁρώντων καὶ κλυόντων, ἐν φόρῳ τὴν προσκύνησιν καὶ τιμὴν τὴν εἰκόνων ἀπηγόρευσε δυσσεβῶς, ὢ μανίας, καθυποβαλὼν ἀφρόνως ὁ μαινόλης ἀραῖς ἀναθέματος ἄνδρας ὀλβίους, σοφὸν Γερμανόν, Γεώργιον Κυπρόθεν, τοὺς ποιμενάρχας τῆσδε τῆς Κωνσταντίνου, πρὸς δʼ αὖ Ἰωάννην τε τὸν Δαμασκόθεν.
unit_121
οὗτος διωγμὸν ἀσεβῶς φρικαλέον κατʼ εὐσεβούντων προσκυνητῶν εἰκόνων ὡς χριστομάχος ἀνακινήσας τάλας πάντας ἐκάκου, καὶ πλέον ῥακενδύτας, μεθʼ οὗ Στέφανον Ἀνδρέαν μονοτρόπους μάρτυρας ἀπέφηνε Χριστοῦ δεσπότου, ἄλλους τε πλείστους σὺν μονασταῖς μιγάδας. [para]Τούτου τυραννεύοντος ἐν Παλαιστίνῃ κἀν τῇ Συρίᾳ καὶ βασιλίδι πόλει σεισμὸς μέγιστος καὶ κλόνος γῆς συνέβη, διʼ οὗ βροτῶν ἔφθαρτο μυρίον στῖφος. ἄλλη φθορά τε καὶ φθισίβροτος νόσος ἐπεισπεσοῦσα κατέτρυχε τὰς πόλεις, ὡς μὴ δυνατὸν ἐκνομίζεσθαι τάχα τὸ πλῆθος ἅπαν τῶν νεκριμαίων φθάνειν.
unit_122
χειμών τε πάντων βαρύτατος καὶ μέγας ἐπεισπεπαικὼς τῇ βασιλίδι πόλει πολλὴν ἐνειργάσατο ταύτῃ τὴν λύμην, ὡς κρυσταλλωθῆναί γε τῷ πολλῷ ψύχει κρύει τʼ ἀμέτρῳ συμπιληθῆναι πάλιν θάλατταν αὐτὴν καὶ ποταμῶν ἀπλέτους, ὡς τόνδε πορθμὸν τὸν πρὸ τῆς Κωνσταντίνου βατὸν πέλειν ἅπασι τοῖς ᾑρημένοις ταλασιουργοῖς κτήνεσιν ἀχθηφόροις, καὶ πᾶσιν ἁπλῶς τοῖς ποσὶ κεχρημένοις.
unit_123
θαλφθέντος ἀέρος δὲ χειμῶνος λύσει, ἐπιδιδούσης ἐξ ἔαρος ἀλέας, τὸ κρυσταλλῶδες συνεχὲς διερράγη, καὶ πνεῦμα σφοδρὸν τμήματα τῶν κρυστάλλων πολυπλέθροις νήσοις τε καὶ βουνοῖς ἴσα ἐπῆγε τείχει καὶ προσήρασσεν πόλει, καὶ πλεῖστα κατήρειψε τειχέων τότε. ταῦτα μὲν οὕτω συνέκυρσε τῇ πόλει Κοπρωνυμοῦντος κατέχοντος τοῦ κράτους. Οὗπερ καταστρέψαντος ἀσεβῶς βίον τούτου Λέων παῖς ἔσχε τὴν κραταρχίαν, Χαζάρας ἐκφὺς τῷ πατρὶ Κωνσταντίνῳ, ἀνὴρ πονηρός, Λιβυκόν τι θηρίον, κληροῦχος ἀρχῆς καὶ πατρῴας μανίας· ὃς πρῶτον ἄρξας εὐσεβεῖν ὑπεκρίθη,
unit_124
τὸν θῆρα δʼ ὑπέκρυψεν ἔνδον καρδίας, ἀλωπεκῆς δʼ ἔνδυμα καὶ σχῆμα φέρων πᾶσι δοκῶν ἦν εὐσεβὴς χρηστὸς κράτωρ, καὶ μᾶλλον οἷσπερ φιλότιμον τὴν χέρα παρεῖχε πᾶσι δαψιλῶς ὑπηκόοις, αὑτῷ κρατύνων τοῦ κράτους τὰς κρηπῖδας καὶ μνώμενος χρόνιον εὔνουν τὸ κράτος. ὧνπερ χάριν τίνοντες αὐτῷ καὶ σχέσιν ξύγκλυδες ἅμα καὶ στρατηγοὶ ταγμάτων ᾐτοῦντο παῖδα τοῦδε τὸν Κωνσταντῖνον ἀνακτορικῆς τυγχάνειν εὐφημίας. ὁ δʼ ἐμπεδοῦν ἅπαντας ὅρκοις ἠξίου ἦ μὴν ἑαυτοῦ παρεκτὸς καὶ φιλτάτου καὶ τοῦδε σειρᾶς καὶ γένους κατηγμένων μηδʼ ἂν ἑλέσθαι κράτορʼ ἄλλον σφᾶς ὅλως.
unit_125
καὶ πᾶς τις εἶξε τοῖς παρανόμοις λόγοις· ὅθεν τόμος γέγραπτο μεστὸς ὁρκίων. τῆς εὐσεβείας οὗτος ἐκδὺς τὸ δρᾶμα θῆρα τὸν ἐντὸς ἀπογυμνοῖ τοῖς ὅλοις· καί τινας εὑρὼν προσκυνητὰς εἰκόνων ἄνδρας τιμίους, εὐγενεῖς ψυχὴν δέμας, αἰκίζεται κάκιστα καὶ καθειργνύει. Τούτου καταστρέψαντος ἐν τάχει βίον Εἰρήνη κρατεῖ σὺν γόνῳ Κωνσταντίνῳ, ἀνδρεία γυνή, φύσιν εὐλογημένη, εἰρηνικὴν διδοῦσα τοῖς πᾶσι δόσιν, δῶρον θεοῦ σθένος τε τῆς κραταρχίας, Ἰαὴλ Δεβώρα τε, σώτειρα κράτους, ὡς ἀρρενόφρων καθελοῦσα παντάπαν τὴν χριστομάχον εἰκονομάχων πλάνην ἐν συνοδικῇ πατέρων θείων κρίσει. καὶ πρὶν μὲν αὕτη σὺν Κωνσταντίνῳ γόνῳ ταῖς εἰκόσιν ἦν ἀποδιδοῦσα σέβας καὶ τὴν σχετικὴν προσκύνησιν, ὡς δέον· ὡς δʼ ἐγκρατὴς γένοιτο τῆς μοναρχίας,
unit_126
ἐκκλησίας ἥνωσεν ἀλλήλαις ὅλας, περιελοῦσα σκανδάλων τὰς αἰτίας. Ταράσιον γὰρ τῶν περιδόξων ἕνα, τῶν δογμάτων πρόμαχον ὀρθοδοξίας, πρωτασηκρῆτις, συγκλητικὸν ἀξίαν, ἐν ἐκλογῇ τε πατέρων θεοκρίτων καὶ κανονικῇ συνοδικῇ τε κρίσει εἰς πατριαρχῶν ἀναβιβάζει θρόνον· κἀν τῇ Νικαίᾳ πατέρων θεηγόρων συνηλικυῖα σύνοδον πανταχόθεν τοὺς ἀθετοῦντας προσκύνησιν εἰκόνων ἀναθέματι παρέπεμψεν ἐνδίκως, ἐκκλησίᾳ δʼ ἔνειμε νόμον τὸν πάλαι, ἀγλαΐαν κάλλος τε, σεπτὰς εἰκόνας. [para]Ταύτης κρατούσης ἐν μακρῷ τείχει Θρᾴκης ἀνὴρ ὀρύττων κατὰ τύχην σκαπάνος ἐντυγχάνει λάρνακί τινι λιθίνῃ νεκρὸν φερούσῃ, γράμματʼ ἐγγεγλυμμένῃ λέγοντα Χριστὸν Μαρίας ἐκ παρθένου μέλλειν τεχθῆναι, καὶ θεὸν τοῦτον σέβειν,
unit_127
ἐπὶ δʼ ἀνάκτων Εἰρήνης Κωνσταντίνου πάλιν ἰδεῖν ἥλιον αὐτὸν ἀκτῖσιν. [para]Καὶ πυρκαϊᾶς συμβάσης ὀλεθρίας ἀνακτόρων κέκαυτο τῆς ἐκκλησίας Θωμαΐτης κάλλιστος ἔκλαμπρος δόμος, ὃς ἔνδον εἶχεν ἐντεθησαυρισμένα ὡς Μωσαϊκὰς καὶ θεογράφους πλάκας τὰ χρυσογλώττῳ πατέρι γεγραμμένα σεπτὰ σχεδιάσματα γραφῆς ἐνθέου, ἔκφανσιν ἀνάπτυξιν αὐχοῦντα ξένην, ἅτινα συμπέφλεκτο. φεῦ τῆς ζημίας. [para]Καὶ δρᾶμα συνέστηκεν ἐκ σκευωρίας τῆς τε στρατιᾶς καὶ λοχαγῶν ταγμάτων ἐν βασιλίδι συναλισθέντων πόλει κατὰ κρατούντων Εἰρήνης Κωνσταντίνου,
unit_128
οἷσπερ συνηρίθμητο καὶ Μωσηλέ τις, ἀνὴρ στρατηγὸς δεξιὸς πρὸς μάχας, ἄνακτʼ ἀνειπεῖν Καίσαρα Νικηφόρον, τοῦ Κωνσταντίνου πατρόθεν θεῖον μέγαν· ὃ φωραθὲν πέπαυκε τὴν τυραννίδα, τῶν δραματουργῶν καὶ συνιστόρων ἅμα δίκην τισάντων σκέμματος τὴν ἀξίαν· ὁ Μωσηλὲ δὲ καὶ Νικηφόρος Καῖσαρ τὴν ὀμμάτων πήρωσιν ἔσχον εἰς δίκην. [para]Ὁ Κωνσταντῖνος σὺν προϊόντι χρόνῳ θαρρῶν ἑαυτῷ πραγμάτων τὴν φροντίδα, κοινωνίας ἔπαυσε μητέρα κράτους, καὶ δείκνυται μόναρχος, οὐ καλῶς δράσας, ὃ συμφορᾶς ἤνεγκε τῷ βίῳ βάρος καὶ δρᾶμα πικρὸν ἀκοαῖς εὐγνωμόνων,
unit_129
πᾶσαν τραγικὴν ἐκνικῶν τραγῳδίαν, αὐτῷ δὲ τῷ δράσαντι φωτὸς ζημίαν. αὕτη γὰρ οὐ φέρουσα πράως τὴν λύπην φιλαρχίας ἔρωτι καὶ κράτους σχέσει, παιδὶ σκύφον κίρνησι μεστὸν πικρίας καὶ κυκεῶνα θανάτου πεπλησμένον, συνίστορας ἔχουσα καὶ ῥέκτας δόλου οὓς δωρεαῖς ἔπεισεν ἁβραῖς καὶ λόγοις, τοὺς ταγματάρχας στρατιᾶς τούς τʼ ἐν τέλει, διʼ ὧν συνέσχε καθελὼν τόνδε κράτους καὶ φωτὸς ἠμαύρωσεν αὐτοῦ τὰς κόρας. φεῦ οἷα ποιεῖς καὶ τυρεύεις, ὦ φθόνε, Τελχῖνα συνέριθον αὐχῶν κακίας, ἢ δαιμόνων κάκιστον ἀνθρωποκτόνον. τόθʼ ἥλιος φῶς, μὴ φέρων βλέπειν μύσος,
unit_130
ἀμυδρὸν ἐξέλαμπε καὶ βεβυσμένον, τὰς ἡμέρας δρῶν νυξὶ παρεικασμένας, καὶ τοῦτο πολλῶν ἡμερῶν παρατάσει. [para]Οὕτω μὲν αὖθις Εἰρήνη κραταρχίαν καὶ πραγμάτων πρόνοιαν ἔσχεν ἀφόβως· τοῦ δʼ Ἀδριανοῦ πάπα θανόντος Ῥώμης αἰδοῖος ἀνὴρ καὶ σεβάσμιος Λέων προεδρίαν εἴληφε ταύτης ἐννόμως. ὃν στασιασταὶ συλλαβόντες ἐκ φθόνου ὄμματʼ ἐλωβήσαντο τοῦδʼ οὐκ εἰς βάθος, σφήλαντος αὐτοῖς τοῦ θεοῦ τὰς ἐλπίδας· ὅθεν Καρούλῳ προσρυεὶς ῥηγὶ Φράγγων, τούτου συνάρσει λαμβάνει πάλιν θρόνον καὶ τοὺς ὑβριστὰς ἀνταμύνεται δίκῃ. ὃν καὶ διαδεῖ βασιλικῇ ταινίᾳ,
unit_131
ἀναγορεύσας αὐτοκράτορα Ῥώμης· ἀφʼ οὗ κατέσχον βάρβαροι Φράγγοι Ῥώμην, ἐκ Γερμανῶν ἕλκοντες ἄνωθεν γένος, ὡς ἀνόπιν εἴρητο συγγράφοντί μοι. Ἰταλίας μὲν τοῖς ὅροις εἰσεφθάρη πρῶτον γένος σφῶν, ἐκλιπὸν τὴν πατρίδα, καὶ τὴν Ἰταλῶν τοῖς ὅπλοις κατατρέχον Ῥώμην μεγαλώνυμον ἠνία πλέον. τοῦ δʼ Ἰσαύρου Λέοντος ἄρχοντος κράτους καὶ δυσσεβοῦντος, ὡς ἔφη φθάσας λόγος, Ῥώμης παλαιᾶς ὁ πρόεδρος καὶ θύτης ἀποστατήσας Γρηγόριος ἐνθέως ζυγοῦ τε κράτους ἱερᾶς κοινωνίας ἔξωθεν ὄντι σπένδεται Φράγγων γένει, καὶ τὴν πρὸς αὐτοὺς συγκαταλύει μάχην.
unit_132
ἐπὶ δʼ ἀνάκτων Εἰρήνης Κωνσταντίνου Ῥώμης Λέων ἔντοσθεν αὐτοὺς εἰσάγει καὶ ταινιοῖ Κάρουλον, ὡς ἔφην ἄνω, κἀντεῦθεν ἦρξαν τῆς ὅλης Ἰταλίας. Κάρουλος οὗτος ἀξιωθεὶς τοῦ στέφους ἔστειλε πρέσβεις πρὸς κρατοῦσαν Εἰρήνην, γάμους ἑαυτῷ μνώμενος βασιλίδος, καὶ τῇδε τυχὸν στερκτέους πεφηνότας. καὶ τάχʼ ἂν ἧκε πρὸς πέρας τὰ τῶν γάμων, εἰ μὴ μέγα τις ἐν βασιλείοις σπάδων, ᾧ κλῆσις Ἀέτιος, ἰσχύων τότε, κῆδος τὸ πρὸς Κάρουλον ἴσχυσε σβέσαι, πάντα κινήσας λίθον, ὡς παροιμία, τῷ παρενεῖραι τῇ κραταρχίᾳ θέλειν Λέοντα κασίγνητον ἄνευθεν φόβου.
unit_133
Ὅθεν βασιλὶς τοῖς ὅλοις μισουμένη ἔκπτωσιν ὑπέμεινε τῆς μοναρχίας, ἄλλου παρεισφρήσαντος αὐτῇ σὺν δόλῳ, τοῦ λογοθέτου γενικοῦ Νικηφόρου, ἀνδρὸς μιαροῦ, κακοήθους τοὺς τρόπους, ἐρασιχρημάτου τε καὶ φιλαργύρου, πάσης ταμείου κακίας ἀπληστίας, ἔφορκον ἀβέβαιον αὐχοῦντος τρόπον. οὗτος τεμὼν ὅρκια τῇ βασιλίδι δῆλον τιθείσῃ χρημάτων ἀποκρύφων θησαυρὸν ἁβρόν, τῇδέ που κεκρυμμένων, ἄχαρι μηδὲν μηδαμῶς πεπονθέναι, ἐπείπερ ὑπέδειξεν αὐτῷ μυρία, εἰς νῆσον ἐξόριστον ἐκπέμπει βίᾳ ἐπωνυμίαν Πριγκίπου κεκτημένην.
unit_134
εἶτα μετατίθησιν εἰς νῆσον Λέσβον, ὅρκων ἑαυτοῦ μηδένα τιθεὶς λόγον· ἔνθα περαίνει τὸν δρόμον τούτου βίου. πανσπερμία δʼ ὢν παντοδαπῆς κακίας, ἀπληστίας μάλιστα τῆς ὀλεθρίας, κακῶν ὑπῆρξεν εὑρητὴς τελεσμάτων, καπνικαλληλέγγυον εἴσπραξιν νόθον ἐπινοήσας, συντριβὴν ὑπηκόοις. [para]Καὶ τοῦτο δεῖγμα τῆς ἑαυτοῦ κακίας, ὡς ἐκπλέου γένοιτο γεῦμα τοῦ πίθου. ἀνὴρ παλιγκάπηλος, ἀφνειὸς πάνυ, πρὸς τοῦδε κληθεὶς ἐκβιάζεται λέγειν ἀριθμὸν αὐτῷ τοῦ προσόντος χρυσίου· καὶ φάμενον τὸν οὐκ ἀληθεύειν φάναι. “τοίνυν ἐπιθεὶς σὴν κεφαλῇ μου χέρα ὄμνυε” φησὶ “κατὰ ταύτης εἰς τόσα.” ὁ δʼ ἔδρα βληθεὶς δειλίᾳ τὴν καρδίαν, εἰπὼν δεκάκις χρυσίου λίτρας δέκα, ἃς καὶ κομισθῆναί γε προστάττει τάχος· ὧνπερ δέκα δοὺς εἶχε λοιπὰς ὁ κράτωρ,
unit_135
“οὐ δεῖ τοσούτου” φάμενος “σοὶ χρυσίου.” [para]Οὗτος κατʼ ἐχθρῶν ἐκστρατεύσας Βουλγάρων λεηλατούντων δυτίκʼ ἄττα χωρία, μάχην συνῆψε καρτερὰν ἀντιπάλοις, καὶ πρῶτον εὐτύχησε κατὰ βαρβάρων, εἶτα νικᾶται κτείνεται πρὸς τῇ μάχῃ. προσκτείνεται δὲ μυριάριθμον στῖφος ἀνδρῶν στρατηγῶν, εὐγενῶν, τῶν ἐν τέλει· τῆς δὲ στρατιᾶς οὐδʼ ἀριθμήσαιτό τις. Τούτου πεσόντος Βουλγάρων ἀρχηγέτης τεμὼν κεφαλὴν καὶ λαβὼν τῆσδʼ ὀστέον, καὶ τοῦτο καλῶς σκευάσας χρυσαργύρῳ, ἐχρῆτο λοιπὸν ὡς κύλικι, φεῦ μύσους, ἐν φιλοτησίαις τε καὶ συσσιτίοις, ἐπεγγελῶν ἄναξι Ῥωμαίων τάχα κἀπὶ κατορθώματι κομπάζων μέγα. καὶ Σταυράκιος δʼ ἐν μάχῃ τετρωμένος, παῖς τις δυσειδὴς ἀφελὴς Νικηφόρου, ἀβέλτερός τε καὶ φρονήσεως ἄτερ, βραχύ τι βιοὺς ἀπολείπει τὸν βίον,
unit_136
φαντασίαν σχών, οὐκ ἀλήθειαν κράτους. Τούτου θανόντος ἀναδείκνυται κράτωρ λαμπρὸς Μιχαὴλ τοὐπίκλην Ῥαγκαβαῖος, ἀνὴρ τιμήεις, χαριεστάτη φύσις, χρηστὸς τρόπους πρᾶός τε, καλῶν ἑστία, φιλευσεβής τις, ἀγαθῶν μυρμηκιά, ὑπέρμαχος κράτιστος ὀρθῶν δογμάτων. οὗτος λογάδας ἀρετῆς λόγου φίλους εὑρών, μοναχῶν τῆς μονῆς τοῦ Στουδίου, Πλάτωνα Θεόδωρον ἅμʼ ὁμογνίῳ Θεσσαλονίκης Ἰωσήφ, καθειργμένους ὡς ποιμενάρχῃ τῷ σοφῷ Νικηφόρῳ μὴ συμμετασχεῖν ἀξιοῦντας μηδʼ ὅλως κοινωνίας θείας τε καὶ μυστηρίων ἅτʼ ἐκ λαϊκῶν εἰς πανύψηλον θρόνον τῶν πατριαρχῶν ἀθρόως ἀνηγμένῳ, καὶ τοῖσδε λοιπὸν ἐμμένειν ᾑρημένους, σπεύσας συνάπτει ποιμένι καὶ ποιμνίῳ. ἀνδρῶν δὲ πολλῶν καινίσαι τὴν μανίαν τὴν κατὰ σεπτῶν εἰκόνων πειρωμένων,
unit_137
συσχών τινας σφῶν σωφρονίσας τʼ αἰκίαις ἔπεισε πάντας εὐσεβεῖν Χριστοῦ τύπον. καί τινα δʼ εὑρὼν τῶν μοναχῶν αὖ πάλιν τῆς μητρανάνδρου παρθένου τὴν εἰκόνα κακῶς ἀποξέσαντα, φεῦ τῆς μανίας, γλώσσης ἀπεστέρησεν εὐθὺς ἐνδίκως. [para]Καὶ Μιχαὴλ δὲ στρατιὰν συναλίσας κατὰ Μυσῶν ἔξεισι δῃούντων Θρᾴκην, καὶ συγκροτήσας τὴν μάχην φρικαλέαν ἧτταν ἀπηνέγκατο, Βούλγαροι νίκην, Λέοντος ἥττης αἰτίου πεφηνότος, ἐξ Ἀρμενίας, στρατιᾶς στρατηγέτου, ἔρωτʼ ἐρῶντος δριμύτατον τοῦ κράτους. συρρήξεως οὖν συμπεσούσης καὶ μάχης αὐθαίρετος ῥίψασπις ὤφθη σὺν δόλῳ,
unit_138
αὐτός τε φεύγων καὶ στρατιὰν προτρέπων αὐτὸν μιμεῖσθαι προτροπάδην τε τρέχειν. οὕτω περιέβαλεν αἰσχύνην κράτει· ἔπειτʼ ἀποστὰς ἀναζώννυται κράτος. καὶ γνοὺς Μιχαὴλ ὁ φιλοχρίστου τρόπου ἑκὼν ὑπεξίστατο τῆς κραταρχίας, πέμψας τυράννῳ τὰ παράσημα κράτους, αὐτὸς δʼ ὑπεκστὰς γίγνεται μελαμφόρος. Οὕτω μὲν οὗτος σκῆπτρα λαβὼν κατέχει σκαιὸς Λέων, θὴρ ἄλλος ἐξ Ἀρμενίας, Ἱεροβοὰμ ἄλλος ὑπάρξας νέος, κάκιστος ὄντως οἰκέτης καὶ δραπέτης ἐκ Σολομῶνος δεσπότου βασιλέως ἀποστατήσας καὶ δόλον προσαρτίσας, μᾶλλον δʼ ἀποστὰς καὶ νοσήσας ἐσχάτως κακὴν ἐπανάστασιν ἅμʼ ἀποστάσει, ὕφαλος ἀνήρ, ὀργιλώτατος, φέναξ, μῆνιν ἐναύων εἰς φρυκτώρησιν πάθους καὶ καταπυρπόλησιν οἷς ἔδρα χόλον, ὄψις στυγνός τις, συννεφὴς τὰς ὀφρύας,
unit_139
ἄπιστος ἦθος, ποικίλος χαμαιλέων, κακόν τι τερμέριον εὐσεβῶν στίφει, βαρὺς κολαστὴς μικρὰ προσκεκρουκόσι, τοῖς προσκυνηταῖς εἰκόνος Χριστοῦ πλέον. πλὴν πρὸς μάχας ἦν γεννάδας, τολμητίας, θυμουργός, ὀξύς, ἀρεϊκὸς καθάπαξ, κοινῶν τε διοίκησιν εὖ ἠσκημένος· καὶ γὰρ στρατεύσας κατὰ Μυσῶν βαρβάρων κατατρεχόντων γῆς ὅρους Ῥωμαΐδος περιφανὲς τρόπαιον ἱστᾷ καὶ νίκην, λείαν Μυσῶν θεὶς τὰ κατὰ σφᾶς, ὡς λόγος. πρὸς δʼ αὖ δικαίου καὶ νόμων ἦν τις φύλαξ, πράγματα δημόσια καλῶς διέπων· οὐ χρημάτων γὰρ ὠνίους ἐθναρχίας ἢ ταγμάτων γε προυτίθει στρατηγίας,
unit_140
ἢ κοινὰς ἀρχὰς πραγμάτων τε φροντίδας ἀνδράσιν ὑπῆν μὴ πεφυκόσι νέμων, πάσας δὲ τιθεὶς σὺν λόγῳ τε καὶ κρίσει ἀρχαιρεσίας καὶ διοικήσεις ὅλων. τοὺς δʼ ἁρπαγαῖς χαίροντας εἶργεν ἐννόμως· καὶ γάρ ποτʼ ἀνδρὸς γαμετὴν πενεστάτου τῶν τινὸς ἁρπάσαντος εὐγενεστάτων, ἐπεὶ τιμωρὸς ὦπτο μηδʼ ὅλως κλύων ὕπαρχος οὕτω πράγματος παρανόμου, αὐτὸς διʼ αὑτοῦ τὸν βιαστὴν εὐθύνει, τὸν δʼ ὕπαρχον πέπαυκε τῆς λειτουργίας. ἀλλʼ ἀποδεκτέα μὲν ὑπάρχει τάδε· ἡ δʼ αὖ σεβαστῶν μανία κατʼ εἰκόνων ἅπαν ὑπερβέβηκεν εἶδος κακίας. ἔστεργε καὶ γὰρ ᾗ συνεσχέθη πλάνῃ,
unit_141
εἰς ἥνπερ ἐμπέπτωκεν ἠπατημένος πρὸς ἀμονάχων δυστρόπων λαοπλάνων, οἷς μυσταγωγοῖς χρώμενος παραινέταις ὡς δῆθεν ἀπόρρητα φράσειν εἰδόσιν καρποῦ τε τοῦ πνεύματος ἠξιωμένοις, καὶ τῶνδʼ ἀλιτήριος εἴξας τοῖς λόγοις, ἀνανεοῖ κάκιστα τὴν ἐσβεσμένην ἐκ συνοδικῆς ἀποφάσεως πλάνην, καὶ πνεῖ σφοδρόν τι καὶ λεόντειον τάλας κατʼ ὀρθοδόξων εὐσεβῶν Χριστοῦ φίλων.
unit_142
καὶ ποιμενάρχην τὸν σοφὸν Νικηφόρον, τὸ δόγμʼ ἀνατρέποντα τὸ βδελυκτέον, τίθησιν ἐξόριστον ἐκβαλὼν θρόνου εἰς Προικόνησον νῆσον Ἑλλησποντίων. εἰς ἣν διαπόντιος ἦν ἐσταλμένος, καὶ κατὰ τὸν πλοῦν, ὢ τεραστίου λόγου, τῷ πνεύματι γνοὺς τὴν κέλευθον ἁγίου Θεοφάνης πόρρωθεν, ἔνθεος λύχνος, μονῆς προεστὼς τῆς κατʼ Ἀγρὸν κειμένης, θυμιάμασιν ἡμμέναις τε λαμπάσιν προύπεμπεν οἷον δεξιούμενος μέγαν. ὁ δʼ ἐκ κελεύθου προσκύνησιν ἦν νέμων τῷ τὴν προπομπὴν ηὐτρεπικότι φίλῳ. ὡς εἰκὸς οὐκοῦν, θαυμασάντων ναυτίλων καὶ “τίνι προσκύνησιν” εἰπόντων “νέμει;” ἦ δʼ ὃς προαθρῶν “γεννάδᾳ Θεοφάνει, ὁμολογητῇ καὶ μοναχῶν προστάτῃ ἀσκουμένων κάλλιστα κατʼ Ἀγρὸν μέγαν.” [para]Οὗτος κατασχὼν Μιχαὴλ τραυλὸν θέσιν, τῶν τινὰ λαμπρῶν καὶ περιφανεστάτων
unit_143
καὶ πρόσθεν οἱ φίλων τε καὶ τιμωμένων, ἐν φυλακῇ τίθησι καὶ καθειργνύει· εἶτα κατακέκρικεν αὐτοῦ καὶ μόρον τὸν διὰ πυρὸς ἡ μιαρὰ καρδία. καὶ τάχʼ ἂν ἐξήνυσεν αὐτὸν αὐτίκα, εἰ μὴ βασιλὶς εὐνέτις ἦν ἐνστάτις. ἐπεὶ δʼ ἀφείθη, καλέσας συνωμότας συνίστορας δέσμιος οὓς ᾔδει τάχος, σὺν σφίσι τῷ Λέοντι καττύει λόχον. οἳ καὶ κατʼ ὄρθρον παραβυσθέντες λάθρα τοῖς βασιλείοις παπίου συνεργίᾳ, ἐν κληρικῶν σχήματι καὶ ξιφηφόροι, ὡς δῆθεν ἀνοίσοντες ᾠδὰς ὀρθρίας, σφάττουσι τὸν Λέοντα τοῖς ξιφιδίοις ἐν τῷ νεῷ ψάλλοντα σὺν κληρουμένοις,
unit_144
θείᾳ τραπέζῃ προσπεφευγότα φόβῳ, ἐκεῖ βιαίως τὸν βίον λελοιπότα ἔνθα περ ἐξέβρισεν ἀσεβῶς τάλας. [para]Πρὶν ἢ δὲ ταῦτα συμπεσεῖν, ὦπται τάδε. ἔδοξε μητρὶ τοῦ Λέοντος κατʼ ὄναρ ναῷ Βλαχερνῶν εἰσδῦσαν παρεστάναι γυναῖκα καταθρεῖν κοσμίαν, βασιλίδα, λευχειμονοῦσιν ἀνδράσι τιμωμένην δορυφορουμένην τε σὺν εὐταξίᾳ· τὸ δάπεδον δὲ πλῆρες αἱμάτων βλέπειν, πρὸς δʼ αὖ ἀκοῦσαι τῆς δορυφορουμένης σκεῦος λεγούσης μητρὶ τοῦ βασιλέως νέμειν πιεῖν αἵματος ἐμπεπλησμένον· πόσιν δὲ τῆσδε παντελῶς ἀρνουμένης γυναῖκα φάναι “σὸς δὲ παῖς οὐχ αἱμάτων υἱὸν θεόν μου προσκυνοῦντας κἀμέ γε τίθησι πλήρεις, μαστιγῶν παρανόμως;” ἐδεῖτο παιδὸς τοιγαροῦν στεφηφόρου λῆξαι μανίας, μὴ κακόν τι καὶ πάθῃ· ἀλλʼ ἦν ἀπειθὴς μητρικαῖς συμβουλίαις.
unit_145
Οὕτω σφαγέντος τοῦ Λέοντος ὡς ἔφην, τραυλὸς Μιχαὴλ ἀναδείκνυται κράτωρ, ἔτι σιδήρῳ τοὺς πόδας καθειργμένος ἀναγορευθεὶς βασιλεὺς αὐτοκράτωρ· εἶτʼ εἰς μεγάλην προσδραμὼν ἐκκλησίαν παρʼ ἀρχιθύτου γίνεται στεφηφόρος. ἄνωθεν οὗτος εἷλκε σειρὰν τοῦ γένους ἐκ Φρυγίας μέν, ἄστεος δʼ Ἀμορίου, ἐκφὺς πενιχρῶν ἀπόρων τε πατέρων, ἀνὴρ ἀποφράς, δυσσεβής, πιστῶν λύμη, βαρὺς τιμωρὸς ὀρθοδοξούντων μέρους, πάρδαλις οἷον ποικιλόχροος σέβας, ἄλλος χαμαιλέων τις ἀμείβων χρόας, τῆς αἱρετικῶν παντοδαπῆς κακίας πανσπερμία τις παμμιγὴς βδελυκτέα,
unit_146
Ἀθιγγάνοις τε καὶ χριστομάχοις φίλος, Σαδδουκαίοις μάλιστα τοῖς τρισαθλίοις ἄλλῃ τε λοιπῶν αἱρετικῶν φρατρίᾳ. ἔστεργε τὰ σάββατα καὶ νουμηνίας· μέλλοντʼ ἀγαθὰ καὶ παλίνδρομον βίον καὶ τῶν προφητῶν διέσυρε τὸ στῖφος. οὐκ ᾤετʼ εἶναι δαίμονας τὸ παράπαν. τὸν Ἰούδαν ἔφασκεν εἶναι δεκτέον. μὴ κατὰ καιρὸν ἐκτελεῖσθαι κατʼ ἔθος πάσχα τὸ σωτήριον ἀπεφλυάρει.
unit_147
πορνείαν ὠνόμαζεν οὐχ ἁμαρτίαν, οὔτʼ ἄλλο κακῶν, φιλόποινος καρδία. θεόν τʼ ὀμνύναι τῶν ὅλων παρηγγύα ὡς μὴ τρισυπόστατον ὑμνῶν τριάδα. οὗτος βαρὺς ἔπνευσεν εὐσεβῶν μέρει, καθυποβαλὼν αἰκίαις σφᾶς ἀγρίαις καὶ φυγαδείαις καὶ τελευταῖον μόροις ὑπὲρ σεβαστῶν προσκυνητῶν εἰκόνων. πρὸς τοῖσδε καθείργνυσι φωστῆρας δύο, Εὐθύμιον Σάρδεων σὺν Μεθοδίῳ, τύπτει τʼ ἀφειδῶς μαστιγῶν πολλῶν βάρει· ὧν Εὐθύμιος εὐψύχως φέρων πόνους ἐναποθνήσκει βασάνοις, λαβὼν στέφος, καθείργνυται δὲ Μεθόδιος μακρόθεν. [para]Ἄνακτι τῷδε Θωμᾶς τις ἀποστάτης ἐπιφυεὶς ὅπλοις τε καὶ βαρεῖ στόλῳ πορθῶν ἐδῄου τὰ πέριξ Βυζαντίδος, καὶ τοῦτʼ ἐπὶ μήκιστον οὐ καλῶς ἔδρα· ὅμως δίκην ἔτισε συσχεθεὶς τάλας, διπλοῦν ὑποστὰς ὧν ἔδρασε τὸν μόρον.
unit_148
Τούτου κρατοῦντος Ἀγαρηνῶν τι γένος, οἴκησιν ἴσχον δυτικὴν Ἰβηρίαν, ἀρχῷ προσῆλθεν ἀξιοῦν ἀποικίαν σφίσι παρασχεῖν εἴς τινα θέσθαι τόπον, τοῦ δὴ κατʼ αὐτοὺς ἐστενωμένου τόπου καὶ μὴ σθένοντος σφῶν φέρειν συνοικίαν. καὶ πείθεται φύλαρχος αὐτῶν τοῖς λόγοις, καὶ τούσδε λαβὼν ἐξέπλευσε σὺν στόλῳ, λαφυραγωγῶν πυρπολῶν νήσους ὅλας καὶ πειρατικῆς ἀναπιμπλῶν ναυτίας.
unit_149
ἐπεὶ δὲ καθώρμισε τριήρεις Κρήτῃ, τὸ πάμφορον δʼ ἔβλεψε νήσου καὶ θέσιν εὖ κράσεως ἔχουσαν ἄλλων θʼ ὡρίων, φλέγει μονωθεὶς πάντα πυρὶ τὸν στόλον· καὶ τοῦ κατʼ αὐτὸν ναυτικοῦ πεφλεγμένου καρδίαν οὐχ ἥκιστα καύσεως στόλου, καὶ γαμετῶν καὶ φιλτάτων μεμνημένου, “νῦν ὑμῖν ὧδε χῶρος εἰς κατοικίαν, γάλα μέλι ῥέουσα γῆ τις” ἀντέφη, “ἥνπερ κατοικήσατε συσχόντες, φίλοι, καὶ φίλτατα κτήσεσθε γήμαντες τάχα.” ἐκ τοῦδε λοιπὸν Ἰσμαὴλ ἰσχυρὸν γένος νῆσον κατέσχον καὶ τὰ τῆς νήσου κράτη.
unit_150
Ὁ Μιχαὴλ δὲ τὸν βίον καταστρέφει λιπὼν τὸ κράτος παιδὶ τῷ Θεοφίλῳ, σέβας μὲν οὐ τρέφοντι καλὸν ἐκ νέου, ἀλλὰ πατρῴας δυσσεβείας καὶ κράτους ὀφθέντι κληρούχῳ τε καὶ διαδόχῳ, μᾶλλον δὲ πολλῷ καὶ βασιλικῷ μέτρῳ νικῶντι, καθά φασι, τὸν φυτοσπόρον τῆς δυσσεβείας διαπύρῳ μανίᾳ, ἣν προσκυνηταῖς ἐμπνέων ἦν εἰκόνων, στάθμῃ δὲ δίκης ἀρρεποῦς πεφυκότι, καὶ τῶν νόμων φύλακι τῶν εὖ κειμένων. καὶ τῶνδε μαρτύριον ἃ μέλλω φράσειν.
unit_151
Λαμπρῶν τις ἀνήρ, σύγγονος βασιλίδος, κλῆσιν Πετρωνᾶς, δρουγγάριος ἀξίαν, ἐν γειτόνων γύναιον οἰκοῦν ἠδίκει τῷ τὰς διαίτας τῶν δόμων ὑψοῦν μέγα τῷ δωματίῳ προξενεῖν τοῦδε βλάβην. ὃ καὶ προσῆλθε βασιλεῖ τούτου πέρι· ὁ δʼ αὖ κελεύει Πετρωνᾷ λῦσαι βλάβην. ἀλλʼ οὗτος αὖθις ἀδικῶν οὐκ ἀνίει. πρόσεισι γυνὴ τῷ στεφηφόρῳ πάλιν καταβοῶσα τῆς βίας δρουγγαρίου·
unit_152
τὴν ἀδικίαν ἐκτραγῳδεῖ σὺν γόοις. στείλας βασιλεὺς ἐξετάζει τὴν δίκην, καὶ γνοὺς Πετρωνᾶν ὑπόδικον αἰτίαις αἰκίζεται μάστιξιν αὐτὸν ἐννόμως, καὶ στηλιτεύει φανερῶς ἐν τῇ πόλει, καὶ συγκατασπᾷ τὰς διαίτας ἐκ βάθρων, καὶ τῇ γυναικὶ τὰς ὕλας διανέμει. [para]Καὶ φορτίδα δὲ τῶν ἀγωγίμων πλέαν ἰδὼν προκύψας ἐκ βασιλείων δόμων ἐξ ἐμπορίας κατάρασαν ἀρτίως, καὶ βασιλίδος τυγχάνειν γνοὺς φορτίδα, ἔμφορτον αὐτὴν τῷ πυρὶ καταφλέγει, μὴ δεῖν βασιλεῖς ἐμπορεύεσθαι λέγων, μήτʼ οὖν παλιγκάπηλον ἀνύτειν βίον, μοίρᾳ δʼ ἰδιώτιδι ταῦτʼ ἀφιέναι,
unit_153
ὡς ἂν ἀφορμὰς συμπορίζωνται βίου. [para]Ἀλλʼ ὡς δικαίου διάπυρος ἦν φίλος, οὕτως ἐπαχθὴς καὶ δύσοργός τις λίαν τιμωρὸς ὑπῆν εὐσεβεῖν ᾑρημένοις. ἐλύττα καὶ γὰρ κατὰ σεπτῶν εἰκόνων, καὶ προσκυνητὰς ἱερῶν μορφωμάτων, ἄνδρας ἁγίους, ἀγγελικοὺς τὸν βίον, ὡς δυσμενεῖς τε δυσσεβεῖς στυγητέους πάσαις ἐκάκου τῶν λυπηρῶν ἰδέαις, μηδὲν προλείπων εἶδος ἀπανθρωπίας, ᾐκίζετʼ ἀπήλαυνε κατεπυρπόλει, εἱρκτῇ ζοφώδει κατέκλειε δεσμίους, βυθοῖς ἐδίδου καὶ μακραῖς κακουχίαις, ἔστιζεν ὄψεις. ὢ ξένης τιμωρίας. καὶ ταῦτα ποιῶν ἐκμανῶς Σατὰν λάτρις αὑτῷ δοκῶν ἦν τὰ θεῷ πράττειν φίλα ἢ καὶ λατρείαν τῷδε δεκτὴν προσφέρειν, ᾗ φησὶ Χριστὸς ἐν λόγοις εὐαγγέλοις. ταῦτʼ ἄρα πλείστους ἐνθέως ἠνδρισμένους καὶ χριστομάχον τοῦδʼ ἐλέγξαντας πλάνην
unit_154
μόρῳ παραδοὺς μάρτυρας ἀπειργάκει. ἄλλοι δʼ ἐναπέμειναν ἀλεῖπται βίῳ, οἷς Μεθόδιος συνάριθμος τυγχάνει καὶ Θεοφάνης σωφρόνως στιγματίας, καὶ ζωγράφος Λάζαρος καυθεὶς τὰς χέρας, αἷς εὐχερῶς ἔγραφεν εἰκόνας πάλιν. [para]Θεόφιλος σχεῖν σύζυγον βίου θέλων, κοινωνὸν ἅμα τοῦ κράτους καὶ τοῦ λέχους, χορὸν συνῆξε παρθένων πολλαχόθεν, καλῶν ἁπασῶν, ὄψιν εὐπρεπεστάτων·
unit_155
ἐν αἷσπερ ἐξέλαμπε τῶν ἄλλων πλέον, οἷος σελήνης πλησιφαοῦς τις κύκλος, σώματος ὥρᾳ, λαμπρότητι τοῦ γένους καὶ μαρμαρυγαῖς τῶν λόγων Εἰκασία. χρυσοῦν τι μῆλον ἀμέλει φέρων ἄναξ περιπολῶν ἦν τὸν χορὸν τῶν παρθένων, μνῆστρον σκοπῶν δοῦναί τι τοῦτο φιλτάτῃ. ὡς οὖν θεᾶται παριὼν Εἰκασίαν, κάλλους περιττοῦ θαυμάσας κόρην ἔφη “διὰ γυναικὸς φαῦλα πάντʼ ἀπερρύη.” ἡ δʼ ἠρέμʼ ἀντέφησεν εὐστόχως ἄγαν “ἀλλʼ ἐκ γυναικὸς πηγάζει καὶ βελτίω.” ὁ δʼ αὖ παρῆλθε θαυμάσας τὴν παρθένον, καὶ δοὺς τὸ μῆλον παρθένῳ Θεοδώρᾳ, χώραν ἐχούσῃ πατρίδα Παφλαγόνων,
unit_156
πλὴν εὐπατριδῶν πατέρων κατηγμένῃ, κοινωνὸν αὐτὴν ἄγεται κράτους λέχους, τὴν Εἰκασίαν παραβλέψας, ὡς ἔφην. ἣ μὴ τυχοῦσα κοσμικῆς σκηπτουχίας οὐ νυμφίου τε γηγενοῦς βασιλέως πλουτεῖ νοητὸν παντάνακτα νυμφίον καὶ βασιλείας οὐρανῶν κληρουχίαν, μονάσασα δὲ καὶ μονὴν δειμαμένη ἠσκεῖτʼ ἐν αὐτῇ, προσλαλοῦσα ταῖς βίβλοις· ἧς μεστὰ συγγράμματα χαρίτων ἔφυ. Ἡ δὲ βασιλίς, ἡ θεοῦ θεία δόσις, στέργουσα κρύβδην εἰκόνας σεβασμίας κατεῖχεν ἔνδον εὐλαβῶς κιβωτίου, μανίαν ἐκκλίνουσα τοῦ συνευνέτου ἥνπερ προσῆγε προσκυνηταῖς εἰκόνων.
unit_157
καὶ δή ποτʼ αὐτῆς προσκυνούσης εἰκόνας αἴσχιον ἀνδράριον αὐτοῦ Θερσίτου, παράφορον νοῦν καὶ παρακεκομμένον, ἀνακτόροις ἄθυρμα ψυχαγωγία, ἠρώτʼ ἐπιστὰν “τί τάδʼ ἔστιν, ὦ μάνα; οὕτω γὰρ ὠνόμαζε τὴν βασιλίδα. ἡ δʼ ἀφελῶς εἴρηκε “καλὰ νινία.” ἐκεῖθεν οὖν ἔδραμε πρὸς βασιλέα ἐκεῖνο τἀνθρώπιον, ὡς εἴθιστό οἱ. ὁ δʼ ἤρετʼ ἐξ ὅτου περ ἥκει καὶ πόθεν· τὸ δʼ ἐκ μάνας ἔφησεν ἥκειν ἐνθάδε, καὶ τήνδε καλὰ προσκεκτῆσθαι νινία. συνεὶς βασιλεὺς εἰκόνας τὰ νινία, θυμοῦ πνέων ἄπεισι πρὸς βασιλίδα καὶ λοιδορεῖται καὶ καθικνεῖται λόγοις.
unit_158
ἡ δʼ ἦν σοφιστὴν ἀπατῶσα κακίας, τὰς ἐν κατόπτροις ἐμφάσεις λέγουσά πως μορφῆς ἐμῆς ἰδεῖν τε φράσαι νινία. οὕτω θυμοῦ σβέννυσιν εἰποῦσα φλόγα. [para]Οὗτος βασιλεὺς Θεόφιλος πολλάκις καὶ διʼ ἑαυτοῦ καὶ στρατηγῶν ταγμάτων ἄλλων τε πολλῶν ἀνδρικῶν εὐκαρδίων, Μανουὴλ δʼ οὐχ ἥκιστα καὶ Θεοφόβου, μάχας κατώρθου, κτιννύων ἀντιπάλους· ἤστην γὰρ ἄμφω δεξιὼ ῥωμαλέω καὶ τῶν κατὰ σφᾶς οὐδενὸς λελειμμένω εὐανδρίαις τε καὶ καλαῖς στρατηγίαις. καὶ χεῖρα δʼ εἶχε φιλότιμον, πλουσίαν, εὐεργετικήν, φιλόδωρον εἰς ὅλους· ὅθεν ξενῶνα καὶ φαεινὸν καὶ μέγαν εἰς ἀνάπαυμα τῶν ξένων ἀπαρτίσας κλῆσιν ἑαυτοῦ τῷ δομήματι νέμει, οἶκον γυναικῶν ὄντα τὸ πρὶν ἀσέμνων. ἥττητο δʼ οὐδὲν ἀφροδισίων σφόδρα, τῇ σωφροσύνῃ προστετηκὼς ἐκτόπως.
unit_159
Ἀλεξίῳ δὲ τῷ Μωσηλὲ τοὐπίκλην, ἐξ Ἀρμενίων Κρηνιτῶν λαμπροῦ γένους, ἀνδρὶ στρατηγῷ γεννάδᾳ ῥωμαλέῳ, μετὰ χαρίτων ὄψιν ἠγλαϊσμένῳ, Μαρίαν συνῴκισε τὴν θυγατέρα, τιμήσας αὐτὸν ἀξίᾳ τῇ Καισάρων, καὶ σὺν στόλῳ πέπομφε πρὸς Λογγιβάρδους. φθονουμένου δὲ τοῖς κατʼ αὐτὸν ἀνδράσι καὶ τῷ βασιλεῖ γʼ ἐνδιαβεβλημένου, διαβολῶν σύζυγος ἦν ζῶσα λύτις· ἐπεὶ δʼ ἐκείνη κατέλιπε τὸν βίον, εὐθὺς περιφάνειαν ἐκλιπὼν βίου Καίσαρος ἀξίαν τε, συγγενεῖς, φίλους ἄλλα τε πάντα καὶ πλέον τύρβην βίου, τὸ κατὰ Χριστὸν ἀμφιέννυται ῥάκος,
unit_160
καὶ τρίχα καρεὶς τὴν μονὴν ὑπεισέδυ ἣν αὐτὸς ἀνήγειρε, τὴν Ἀνθεμίου· ἐν ᾗ μονάζων καταλύει τὸν βίον. [para]Τοῦ δʼ Ἀμορίου πατρίδος Θεοφίλου ταῖς Ἀγαρηνῶν στρατιαῖς ἡλωκότος, ἀπειραριθμήτου δὲ κτανθέντος στίφους, καὶ πλῆθος ἥλω μυριάριθμον τότε ἀχθὲν δορυάλωτον αὐτοῖς βαρβάροις, ἐν οἷς στρατηγοὶ τῶν ἐκεῖθι ταγμάτων, δεκὰς τετραπλῆ σὺν ἁπλῇ ξυνωρίδι, οἳ μαρτύρων εὕραντο καὶ στέφη τέλος. ὧνπερ χάριν πέπομφε πρέσβεις ὁ κράτωρ ἀπαγγελοῦντας τῷ κρατοῦντι Περσίδος δοῦναι λαβόντα λύτρα τὴν λύσιν σφίσιν κεντηνάρια πρὸς τέτρασι δὶς δέκα.
unit_161
ἀλλʼ οὐ προσέσχεν ἀκοὴ φαύλη λόγοις. ὅθεν βασιλεὺς ἐκτακεὶς μακρᾷ λύπῃ νοσήσας ἀπέρρηξε κακῶς τὸν βίον, πολλὰ δεηθεὶς συζύγου τῶν τʼ ἐν τέλει καθαιρέσει στέργοντας εἰκονισμάτων τὸν Ἰωάννην λύκον, οὐχὶ ποιμένα, ἐᾶν καθέδραν κατέχειν ἐκκλησίας. Εἶτα κραταρχεῖ τοῦ κράτους Θεοδώρα σὺν παιδί, βραβεύουσα γαλήνης δόσιν· ἧς πρῶτον ἔργον κατάγειν τοὺς φυγάδας τούς τʼ ἐν φυλακαῖς ἐκλύειν καθειργμένους, νεῖμαί τε παῦλαν τοῦ διωγμοῦ καθάπαξ. μετὰ δʼ ἀναστήλωσιν ἔσπευδε δρᾶσαι τῶν ἱερῶν τε προσκυνητῶν εἰκόνων. εἶτα κατάγει τοῦ θρόνου Ἰωάννην,
unit_162
ἀντεισάγει δὲ Μεθόδιον ἀξίως, οὗ προστατοῦντος ὀρθοδόξων τοῦ στίφους καθίδρυσις γένοιτο σεπτῶν εἰκόνων εἰς τοὐμφανές τε προσκύνησις τοῖς ὅπλοις. τόθʼ ἡ βασιλὶς ποιμεναρχῶν πληθύος, πρὸς δʼ αὖ λογάδων ἐνθέων μονοτρόπων δεῖται λιπαρῶς τοῦ ξυνευνέτου χάριν, ὡς ἂν ὑπʼ αὐτοῖς διαλλακταῖς εὐχέταις θεὸς βασιλεῖ Θεοφίλῳ πταισμάτων καὶ χριστομάχου τῆς πλάνης λύσιν νέμοι, συγγνωμονήσας ὡς συμπαθὴς δεσπότης, καὶ τῶνδε προσχὼν ταῖς λίταις εὐξαμένων, οἷα θεὸς φίλοικτος εὔσπλαγχνος φύσει, ὡς πρὶν Μανάσσην ἀξιοῖ σωτηρίας. [para]Ὁ δʼ ἐνδίκως ἔκπτωσιν ὑποστὰς θρόνου γόης Ἰαννῆς, ἐν μονῇ που διάγων Χριστοῦ τε μητρὸς τοῦδε λαβὼν εἰκόνας, ὄμματʼ ἀπεμαύρωσε τῶνδʼ ὁ μαινόλης· ὅπερ μαθοῦσα βασιλὶς τρισολβία, ζήλου φλεχθεῖσα τῷ πυρὶ τὴν καρδίαν,
unit_163
τοῦδʼ ἐκκοπῆναι τὰς κόρας τῶν ὀμμάτων εἰς ἔκτισιν ἔνδικον εὐθὺς ἠξίου. ὁρμῆς δʼ ἀνείρχθη ταῖς τινῶν συμβουλίαις· πλὴν πέμψαςʼ ᾐκίσατο τοῦτον σκυτάλῃ, πληγαῖς μακραῖς κόψασα τοῦδε σαρκίον. Ταύτης κρατούσης Βουλγάρων ἀρχηγέτης, μαθὼν γυναικὶ σὺν ἁπαλῷ τεκνίῳ τὴν Ῥωμαϊκὴν ἠγμένην αὐταρχίαν, σπονδῶν δράσειν σύγχυσιν ἠπείλει μέγα, ἃς εἶχε συνθεὶς ἄνακτι τῶν Αὐσόνων καὶ καταδραμεῖν τοὺς ὅρους Ῥωμαΐδος.
unit_164
πρὸς τόνδε φάναι τὴν βασίλισσαν λόγος “θεῷ δὲ κἀγώ, συντρίβοντι τὰς μάχας, θαρροῦσα πάντως ἀντιτάξομαί γέ σοι· κἂν μὲν νικήσω σὺν θεῷ μαχουμένη, μέγαν ὀφλήσεις τὸν καταγελῶν ὅλοις· εἰ δʼ αὖ νικήσεις, οὐ τὸ νῖκός σοι μέγα γυναῖκα νικήσαντι θήλειαν φύσιν.” ὡς οὖν τάδʼ ἀπήγγελτο μυσαρχηγέτῃ, ὑφῆκεν ὁρμῆς, τὴν ὀφρὺν κατασπάσας, ἀνανεοῖ τε τὴν πρὶν εἰρήνην πάλιν. [para]Ἀλλὰ καλὸν πῶς πόθεν λόγῳ φράσαι εἰς πίστιν ἧκεν εὐσεβῆ Μυσῶν ἔθνος. γυνή τις ὄντως εὐγενὴς ἐκ Βουλγάρων, ὅμαιμος οὖσα τοῦ Μυσῶν ἀρχηγέτου, ἤχθη δορυάλωτος εἰς Κωνσταντίνου· ἥ γʼ ἐνδιατρίβουσα τοῖς ἀνακτόροις βαπτίσματι πρόσεισι τῷ σωτηρίῳ, τὸ Χριστιανῶν ἐκδιδαχθεῖσα σέβας, καὶ γνῶσιν ἔσχε γραμμάτων Ἑλληνίων.
unit_165
αὕτη λυθεῖσα παρακλήσει συγγόνου καὶ τῷδʼ ὀφθεῖσα, Χριστιανοὺς ὡς δέον ὑπῆρχε θαυμάζουσα σεμνύνουσά τε, καὶ τόνδε βαπτίσματος ἔνθεον χάριν ἔπειθε λαβεῖν ταῖς καλαῖς συμβουλίαις. ὁ δʼ ἦν τέως ἄτεγκτος οὐδʼ εἴκων λόγοις· ἐπεὶ δʼ ἐπεισέφρησε λοιμὸς Βουλγάροις, οὖκ ἦν δὲ λύσις οὐδὲ φυλὴ τῆς νόσου, θεὸς δὲ λυτὴρ ὦπτο λοιμοῦ παμφάγου, προσχὼν γυναικὸς ταῖς λιταῖς χριστωνύμου, ἔγνω θεοῦ δύναμιν ἄμαχον τέως, καί οἱ σταλῆναι ποιμενάρχην ἠξίου· παρʼ οὗ σταλέντος καὶ μυεῖται κατʼ ἔθος καὶ λαμβάνει βάπτισμα τῆς ἀφθαρσίας. οὗ χάριν ἔθνος ἐκμανὲν τὸ Βουλγάρων ἀρχηγέτην σφῶν ἀνελεῖν τόνδʼ ἠξίουν· ἀλλὰ πεποιθὼς σταυρικῇ παντευχίᾳ ἥττησεν αὐτοὺς συμπλακεὶς κατὰ κράτος, καὶ τόνδε πάντες εὐσεβοῦσι τὸν τρόπον, βάπτισμα θεῖον προφρόνως δεδεγμένοι.
unit_166
Ἕως μὲν ὑπῆν ἐγκρατὴς αὐταρχίας ἡ Θεοδωρώνυμος, ἀνασσῶν κλέος, εὖ εἶχε τὰ πράγματα τῇ Ῥωμαΐδι· ἐπεὶ δʼ ὑπεξίστατο παιδὶ τοῦ κράτους, ἅπαντα πεπλήρωτο τῆς ἀκοσμίας, σωροὺς Μιχαὴλ χρημάτων καὶ πραγμάτων ὅλαις ἁμάξαις ἐκκενοῦντος ἀφθόνως κώμοις μέθαις κόλαξιν, ἔργοις ἀτόποις· ὃς ἐκ χρυσοῦ πλάτανον εὖ εἰργασμένην γρῦπάς τε διττοὺς καὶ λέοντας αὖ τόσους εἴδη τε πλεῖστα παντοδαπῶν κοσμίων, εἰς κόσμον εἰς ἔκπληξιν ὄντα τοῦ κράτους, χωνείᾳ παρέδωκεν ἐξ ἐμπληξίας.
unit_167
Ἄναξ Μιχαὴλ οὐκ ἔχων ἐξ ὀσφύος κληροῦχον ἀρχῆς καὶ διάδοχον κράτους, ἄνακτα Βασίλειον Αὐσόνων στέφει, συζεύξας αὐτῷ πρὸς γάμου κοινωνίαν αὑτοῦ παλλακήν, Ἴγκερος Εὐδοκίαν. χώρας δʼ ὁ Βασίλειος ἐξέφυ πάλαι Μακεδονίας, ἐξ ἀσήμων πατέρων αὐτουργίᾳ τε χρωμένων γεωργίᾳ, ἰσχυρὸς ἀνήρ, δεξιός, ῥωμαλέος, εὐῆλιξ, ἡβῶν, εὐπρόσιτος, δασύθριξ, ψυχὴν ἀγαθός, τὰς φρένας ἐρρωμένος· ᾧ πολλʼ ἐμνᾶτο σύμβολα κραταρχίαν εὐθὺς ἀπʼ αὐτῆς παιδικῆς ἡλικίας, ἀφʼ ὧν βράχιστα σημανῶ στιχουργίᾳ. [para]Θέρους βρεφικῶς τῷδʼ ὑπʼ ἀκτῖνα πάλαι ὑπνοῦντι, καθὰ γηπόνων ἔθος τέκνοις, ἐπικαταπτὰς ἀετός, θαῦμα ξένον,
unit_168
σκιὰν ἀνεὶς πτέρυγας ἔδρα τῷ βρέφει. περὶ βρέφους ἔδεισε μήτηρ ἐκτόπως, τὸν ἀετὸν βλέψασα μὴ κατʼ ἐλπίδας σκιὰν σχεδιάζοντα τῷ βρεφυλλίῳ, καὶ τόνδε λίθοις ἀπελαύνει μακρόθεν. καὶ τῆσδʼ ἀπούσης ὄρνις ὡς πρὶν κατέπτη, τελῶν τὸ λειτούργημα παιδίῳ πάλιν· καὶ πάλιν ἀπήλαυνεν ἡ γειναμένη. καὶ τοῦτʼ ἐδρᾶτο πολλάκις τῆς ἡμέρας. [para]Ὡς δʼ ἐφήβων ἥψατο τῆς ἡλικίας, ἀγνώς τις ὢν ἅπασιν, ἐσχάτως πένης, βαδίσας ἧκε πρὸς πόλιν Κωνσταντίνου, ὡς ἂν ὑπάρξας τῶν τινὸς θὴς εὐπόρων ζωὴν τὰ συνέχοντα κτῷτο προσφόρως. πόλιν δʼ ὑπεισδὺς κατέδαρθεν ἑσπέρας Διομήδους μάρτυρος ἐν ναοῦ πύλῃ ὥς τις πενιχρὸς εὐτελὴς νεανίας. ὄναρ δʼ ὁ μάρτυρ ἐμφανίζεται νύκτωρ τινὶ καθʼ ὕπνους τῶν ἔσω νεωκόρων, καί οἱ τὸν ἐκτὸς ἐγκελεύεται τάχος
unit_169
εἰσαγαγεῖν ἄνακτα τῆς πύλης ἔσω. ὁ δʼ ὑπεξελθὼν καὶ Βασίλειον μόνον εὑρὼν ὑπνοῦντα κατὰ λιτοῦ δαπέδου, πύλην ὑπῆλθε τοῦ νεὼ καὶ τὸν δόμον, δόξας ὄναρ φάντασμα μάταιον πέλειν. καὶ πάλιν εἶχε τὸν νεωκόρον κλίνη, καὶ πάλιν ὄψις ταὐτά οἱ παρηγγύα· καὶ πάλιν ἐξέδραμε τῆς πύλης τάχος, καὶ Βασίλειον εὗρεν ὑπνοῦντα μόνον. ἐπεὶ δὲ τρὶς γένοιτο ταῦτα κατʼ ὄναρ καὶ σύνεσις ἦν οὐδαμοῦ νεωκόρῳ, δηλοῖ τὸ τρίτον ἐμφανῶς μάρτυς λέγων εἶναι τὸν ἐκτὸς κείμενον βασιλέα· ὃν εἰσαγαγὼν ὡς δέον νεωκόρος φιλοφροσύνης καὶ ξενίας ἠξίου.
unit_170
εἶτα συνιστᾷ τόνδε τῳ τῶν ἐν τέλει, κἀκεῖνος ᾠκείωσεν ἄνακτι πάλιν· ὁ δʼ ὕψος ἐβράβευσε τῆς κραταρχίας. [para]Καί τις μοναχῶν, ἀρεταῖς ἐστεμμένος μέλλοντά τʼ εἰδὼς πνεύματι θείῳ λέγειν, Κρήτην πατρίδα καὶ μονὴν κεκτημένος, ἐκεῖσε τῷδε πρὸ κράτους ἀφιγμένῳ προεῖπεν ἀνάρρησιν εὖ κραταρχίας. Οὗτος Μιχαὴλ ἀνελὼν εὐεργέτην καὶ βασιλευτὴν καὶ δότην τὸν τοῦ στέφους αὐτοκράτωρ μόναρχος ὤφθη τῶν ὅπλων· ὅθεν συνιεὶς αἰκίᾳ συνειδότος φόνου δυσαχθὲς καὶ μιαιφόνον μύσος ἐξιλεοῦν ἔσπευδε δεσπότην ὅλων, ἄβυσσον ὑπάρχοντα τῆς εὐσπλαγχνίας,
unit_171
ἔργοις φιλοίκτοις καὶ καλῶν εὐποιίαις· μεθʼ ὧν νεὼν κάλλιστον εὐπρεπῆ ξένον, πολυτελὲς θέαμα, τέρψιν ὀμμάτων, ἐν βασιλείοις καινίσας πρωταγγέλῳ νέαν ἀποκέκληκε τόνδʼ ἐκκλησίαν· καὶ πάλιν ἄλλον Ἠλίᾳ τῷ Θεσβίτῃ, ὃν ἐξόχως ἦν καὶ τιμῶν καὶ σεμνύνων πομπαῖς ἑορταῖς δαψιλῶς ταῖς διʼ ἔτους. οὗτος διʼ αὑτοῦ καὶ στρατηγῶν καὶ στόλου ἐχθροὺς ὑπῆρχε κτιννύων εἴργων φλέγων, καὶ σφῶν πόλεις ἅρπαγμα τιθεὶς τῷ κράτει.
unit_172
ναοῦ σοφίας καὶ δυτικὴν ἁψίδα, κάμνουσαν ἤδη τῷ χρόνῳ τῷ παμφάγῳ, ἥδρασε χερσὶ τεχνιτῶν εὐμηχάνως· ναοῖς τε πολλοῖς γῆς κλόνῳ τεθραυσμένοις τὴν δυνατὴν σύναρσιν εἰσῆξε σφίσιν. πολλοὺς δʼ ἐπεσπάσατο τῶν Ἰουδαίων πρὸς πίστιν ὀρθὴν χρημάτων συνεργίᾳ. καὶ Ῥὼς ἔθνος πρὶν κεκρατημένον πλάνῃ Χριστῷ προσελθεῖν εὐσεβῶς δράσας ἔχει. σταλεὶς γὰρ αὐτοῖς ἀρχιθύτης τῶν πάνυ ἔπειθε πάντας τῷ Χριστῷ προσιέναι εὐαγγελίῳ καὶ Χριστοῦ τεραστίοις· οἱ δὲ πρὸς αὐτοῦ κατιδεῖν ᾔτουν τέρας πρὸς πίστιν ὧν ἔφασκε Χριστοῦ θαυμάτων.
unit_173
εὐαγγέλων γοῦν πυκτίδα θείαν λόγων εὐξαμένου τε καὶ πυρὸς θέντος μέσον ἄφλεκτος ὦπτο τῷ πυρὶ τῷ παμφάγῳ· οἱ δʼ ἐκπλαγέντες προστίθενται κυρίῳ, βαπτίσματος δώρημα προσδεδεγμένοι. Καὶ παῖδα τὸν Λέοντα, πεισθεὶς ἀτόποις Σανταβαρηνοῦ βασκάνου συμβουλίαις, γόητος ἀνδρός, φυλακῇ καθειργνύει. καὶ τάχʼ ἂν ἀπέσβεστο λύχνους ὀμμάτων ὁ φίλτατος παῖς πρὸς φυτοσπόρου Λέων, εἰ μὴ πατριάρχης τε καὶ γερουσία λιταῖς ἀπεῖρξαν σκέμματος τὸν πατέρα.
unit_174
ἔμφρουρος ἦν ὅμως δὲ μακρὸν τὸν χρόνον. δήμῳ δὲ κοινῆς ἠγμένης πανδαισίας πτηνὸν μιμηλόν, ψιττακός, ζῷον λάλον, Λέον Λέον κέκραγε συχνῶς ἐν πότῳ, καὶ συσσίτους δείκνυσι πλήρεις δακρύων. καὶ προσπεσόντες λιπαρῶς τῷ δεσπότῃ ἐξιλεοῦνται τῷ πατρὶ τὸν υἱέα· καὶ σπένδεταί οἱ καὶ πάλιν νέμει κράτος. Θηρῶν ἐλάφῳ βασιλεὺς ἐντυγχάνει ὑπερφυεῖ τε καὶ λίαν κερασφόρῳ, ἐφʼ ὃν ξιφήρης κατέτεινε τὸν δρόμον, καὶ φθὰς ἐπῆρε τὸ ξίφος, πλῆξαι θέλων. ὁ δʼ ἀνθυποφθὰς τοῖς κέρασι σφαγέα ἄρας ἀπῄει κατὰ δυσβάτων τόπων. καί τις προλαβὼν ἐξομαρτούντων νέων ζώνην τεμὼν σέσωκε τὸν βασιλέα· ὃς σῶστρα καλὰ τῷ σεσωκότι νέμει τομὴν κεφαλῆς. φεῦ δίκης τῆς ἀδίκου.
unit_175
Βασιλείου δὲ τὸν βίον λελοιπότος διάδοχος παῖς ἀναιδείκνυται κράτους Λέων, σοφίας κοσμικῆς πάσης ἴδρις, τῆς τετρακτύος τῶν σοφῶν μαθημάτων, καὶ μαντικῆς αὖ τῆς ἀπορρήτου πλέον, τῆς διʼ ἐπῳδῶν καὶ δρόμου τῶν ἀστέρων μύσταις διδούσης τὴν πρόγνωσιν τῶν ὅλων. τἆλλα μὲν οὗτος εὐσεβὴς ἦν ὀρθόφρων, κοινῶν τε διοίκησιν ἦγεν ὡς δέον· τετραγαμίᾳ δʼ ὡμιληκὼς συζύγων καὶ πρὸς νόμων κώλυμα μὴ φέρειν λέγων κυδοιμὸν ἐντίθησι προστάταις νόμων, καὶ ποιμενάρχην ἐνστάτην δεδειγμένον ποίμνης ἐλαύνει καταγαγὼν τοῦ θρόνου. πρώτην δὲ τιμῶν συζύγων βασιλίδα,
unit_176
τὴν μακαριστὴν Θεοφανὼ τὴν πάνυ, ἄγχιστα ναοῦ κηρύκων ἀποστόλων νεὼν ἀνιστᾷ τῇδε τῶν ἐξαισίων, ἐν ᾧ σορὸν τίθησιν αὐτῆς λειψάνων. καὶ πάλιν ἄλλον καινίσας θεῖον δόμον Χριστοῦ πάλιν ζῴῳ γε Λαζάρῳ φίλῳ ἐν τῷδʼ ἐθησαύρισε κἀκείνου δέμας καὶ Μαγδαληνῆς Μαρίας τῆς ὀλβίας. πρὸς τοῖσδʼ ἀνιστᾷ καὶ μονὴν Κωνσταντίῳ ἐν ταῖς νοσσιαῖς, τῷ Παφλαγόνι γένος καὶ θηλυδρίᾳ, πλὴν δʼ ὅμως πεφιλμένῳ, ὃν ἀποκείρας πρῶτον εἰς ῥακενδύτην λόγοις προαχθεὶς Σαμωνᾶ τοῖς βασκάνοις, εἶτʼ ἐκδύσας ἄμφια τὰ μονοτρόπων ἀξίᾳ τιμᾷ τοῦ παρακοιμωμένου·
unit_177
ᾧ καὶ μονὴν ἤγειρε τὴν εἰρημένην. [para]Τόνδʼ ἐν νεῷ μάρτυρος ὄντα Μωκίου, ἑστῶτα δʼ ἀγχοῦ κιγκλίδος θείου δόμου δορυφορίας βασιλικῆς ἠγμένης κατὰ κάρας ἔπληξεν ἀνήρ τις βάκτρῳ· καὶ τάχʼ ἂν αὐτὴν συνέτριψεν ἐσχάτως, εἰ μὴ προσαρράξαν γε βάκτρον λυχνίᾳ τὸ πλεῖστον ἀφῄρητο βιαίας ῥύμης. ὃ συμβὰν εἰργάσατο θροῦν τοῖς ἐν τέλει· προήγορος δὲ κἀν μονοτρόποις μέγας Μάρκος παρὼν ἔφησε τῷ στεφηφόρῳ, ὁ συνυφήνας τῷ μεγάλῳ σαββάτῳ μέλος τετραῴδιον εὐφυεστάτως, “ἐκ τοῦ παρόντος ἐς νέωτʼ ἀραρότως δέκατον ἄρξων, βασιλεῦ, ἴσθι χρόνον.” καὶ σύνδρομον γένοιτο τοὖργον τῷ λόγῳ.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top