Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Ephraem of Aenus: Chronicle

Library › Greek: History › Chronicle

Ephraem of Aenus, a Byzantine writer of the early fourteenth century from Aenus in Thrace, composed a verse chronicle of nearly ten thousand twelve-syllable lines. It narrates the reigns of the Roman and Byzantine emperors from Gaius (Caligula) to the recovery of Constantinople from the Latins in 1261. Here it is followed by his companion verse catalogue of the patriarchs of Constantinople, which ends with Isaias, elected patriarch in 1323.

Ephraem worked mainly from earlier historians, above all John Zonaras, Nicetas Choniates and George Acropolites, so his chronicle is chiefly a witness to how Byzantines retold their own past in accessible verse. The patriarchal catalogue, carried down to his own lifetime, is of particular interest for the church of the early Palaeologan period.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ) or, for later Greek, Sophocles’ Greek Lexicon of the Roman and Byzantine Periods.

Ancient Greek · History
Chronicle
Ephraem of Aenus · Part 3 · every word parsed
unit_347
σὺν τοῖς καθʼ αἷμα καὶ προσήκουσι γένει, εἰ μὴ βροτουργὸς τῶν ὅλων καὶ δεσπότης ἔθηκεν Ἀνδρόνικον ἐκποδὼν φθάσας, σκέμματα δʼ ἀπέδειξεν ἄκυρα τάδε. [para]Οὗτος στενά οἱ καθορῶν πανταχόθεν πράγματα συμβαίνοντα, δύσκολα πάνυ, ἐκ Σικελικῶν δυσμάχων στρατευμάτων, ἅπερ παρεστήσατο Θεσσαλονίκην, ὡς ἀνόπιν εἴρηκεν ἱστορεῖν φθάσαν, καὶ μέχρι Σερρῶν καὶ Βολεροῦ πεφθάκει, πρὸς δʼ αὖ ἑαυτῷ δυσμενοῦς ὑπηκόου, ἀπεῖδε πρὸς πρόγνωσιν ὧν μέλλων χρόνος τὴν ἔκβασιν δίδωσιν ἠρωτηκόσι, τὴν διὰ πλυνοῦ μαντικῆς τε φευκτέας. ἀλλὰ παρεῖναι τοῖς τελουμένοις τότε αὐτὸς μὲν ἀπείπατο, μῶμον ἐκκλίνων,
unit_348
ὑπηρέτῃ δʼ Ἁγιοχριστοφορίτῃ φέρων ἀνατίθησι νυκτεργασίαν· ὃς παραλαβών τινα Σὴθ κεκλημένον, πηρὸν μὲν ὄψεις μαντικὴν δʼ ἠσκημένον, οὗ χάριν ἐκκέκοπτο τὰς κόρας πάλαι πρὸς πορφυρανθοῦς Μανουὴλ μαλʼ ἐνδίκως, πυνθάνεται δὴ τῶν πονηρῶν πνευμάτων, φαύλης ἐπῳδῆς μαντικῇ πεπραγμένης, ὅστις μετʼ Ἀνδρόνικον ἄρξων τυγχάνει ἢ παραλύσων τόνδε τῆς κραταρχίας. πνεῦμα δʼ ἀνεῖλεν ἐκ πλυνοῦ βεβυσμένα, μᾶλλον δʼ ἀμυδρῶς ὡς ἐν ὕδασι λέγον σκιαγραφεῖ γράμμασι πεπλανημένοις Ἰσαάκιον, ὡς ἐνῆν ἀπεικάσαι, οὐ κλήσεως γράμματα συντάξαν ὅλα, ὥσπερ σελήνης δʼ ἀμφικύρτου φαντάσαν ἡμίτονον σχῆμά τι καὶ πεπλασμένον, καὶ τοῦδʼ ἰῶτα προγράφει λοξῶς τύπον. ἤκουσεν Ἀνδρόνικος πεύσεως λόγους,
unit_349
καὶ καιρὸν εἰπεῖν ἀξιοῖ καθʼ ὃν τάδε. πεῦσις τὸ λοιπὸν γίγνεται δὴ δευτέρα, καὶ πνεῦμʼ ἀνεῖλε διʼ ἐπᾳσμάτων τάδε, ὡς ἡμέρας ἔντοσθεν ὑπάρξει τάδε καθʼ ἣν τὸ τρισόλβιον ὑψοῦται ξύλον. μίαν δʼ ὁ Σεπτέβριος ἦγε πρὸς δέκα, ἐπὰν ἐδρᾶτο πρᾶξις ἀρρητουργίας. ἃ λῆρον ἡγήσατο γνοὺς ταῦτα κράτωρ, “πῶς ἂν τότʼ ἰσχύσειεν” εἰπὼν “Κυπρόθεν πλεύσας Ἰσαάκιος ἐν βραχεῖ χρόνῳ οὕτω καταστρέψαι με τῆς κραταρχίας;” τὸν Κυπρίων τύραννον οἰηθεὶς πέλειν τὸν καθελεῖν μέλλοντα τόνδε τοῦ κράτους, ἄνδρα Κομνηνῶν ἐκ γένους κατηγμένον, ἀποστάτην δὲ τοῦ κράτους δεδειγμένον,
unit_350
ἀρχήν τε τὴν ὕπαρχον εἰς ἀναρχίαν τυραννίδα τε δυσμενῶς τεθεικότα, τὴν Ἰσάκου κλῆσιν δὲ πεπλουτηκότα. [para]Οὕτω νομίσας Ἀνδρόνικος καὶ φράσας εἰς ἀρχικὰ δώματα τὰ πρὸς Ἀνάπλῳ πρὸς διατριβὴν καὶ διάχυσιν ἔβη. ὁ δʼ αὖ κακοῦργος ἀντιχριστοφορίτης τρέχων ἀφῖκτο σὺν ὀλίγοις οἰκέταις πρὸς οἰκίαν εὔκτιστον Ἰσαακίου, καὶ τόνδʼ ἐφώνει τῶν δόμων κατιέναι καὶ τῷδʼ ὁμαρτεῖν οὗ δοκεῖ πορευτέον. ὁ μὲν δεδιὼς τὴν ὁμοκλὴν αὐτίκα θεοκλυτῶν ὑπῆρχε ῥυσθῆναι μόρου· ὁ δʼ ἀγρίῳ βλέμματι καὶ βοῇ πάλιν αὐτὸν κατελθεῖν ἐγκελεύεται τάχος.
unit_351
ἀλλʼ ὡς ἑώρα βραδύνοντα καὶ πάλιν, τοῖς οἰκέταις ἦν ἐγκραγὼν μετὰ χόλου σύροντας αὐτὸν κατάγειν οἰκημάτων. μόλις κατελθεῖν ἐκβιασθεὶς τῇ βίᾳ ἵππον τʼ ἀναβὰς ηὐτρεπισμένον τότε ἐξ Ἀγγέλων Ἴσακος, ἀνδρειοφρόνως σπασάμενος φάσγανον ἠκονημένον, ἐφάλλεται δὴ ἀντιχριστοφορίτῃ, καὶ κατενεγκὼν τοῦδε πληγὴν καιρίαν διχῇ κεφαλὴν διέκοψε τῇ σπάθῃ. ὃν καὶ προκεῖσθαι τοῖς κυσὶ λιπὼν ἕλωρ, ὅλῳ ῥυτῆρι πρὸς νεὼν τρέχει μέγαν διʼ ἀγορᾶς τε καὶ λεωφόρου μέσης, καὶ χειρὶ γυμνὸν τὸ ξίφος φέρων ἔτι πᾶσιν τορὸν κέκραγε τῷδε τῷ ξίφει τεμεῖν κεφαλὴν ἀντιχριστοφορίτου. ἐπεὶ δὲ ναὸν εἰσέδραμε τὸν μέγαν, τὸν τῶν φονουργῶν ἔσχεν εἰς στάσιν τόπον. εἶτα συνέρρει κατὰ χιλιοστύας ἄπειρα πλήθη πρὸς θέαν Ἰσακίου,
unit_352
οὓς καὶ καθικέτευσε τῷδʼ ἐπαμύνειν καὶ τὴν δυνατὴν εἰσφέρειν συμμαχίαν, ὄντι πρὸς αὐταῖς τοῦ θανάτου ταῖς πύλαις. ᾧ καὶ κατανεύοντας εἶχεν εἰς τόδε ἄλλους τε πολλοὺς καὶ προσήκοντας γένει. ἐπεὶ δὲ παρῆν οὔτις ἐκ βασιλέως ἐπαγανακτῶν οὐδʼ ὅλως τοῖς δρωμένοις, οἱ συλλεγέντες θάρσος ἀνειληφότες ἐχρῶντο γλώττῃ παντάπασιν ἀπύλῳ, καὶ τῷδʼ ἐπηγγέλλοντο σύναρσιν ξένην.
unit_353
ὡς οὖν ἐκείνη παρέδραμεν ἡμέρα, ἄλλη δʼ ἐπῆλθε, πρωΐας οὔσης ἔτι ὅμιλος ἅπας ἀστικὸς Βυζαντίδος κατὰ ποταμῶν ῥεύματα ταχυρρόων εἰς ναὸν εἰσέρρευσε τοῦ θεοῦ μέγαν. καὶ τί με δεῖ γράφοντα μηκύνειν λόγον; βάλλουσιν Ἀνδρόνικον ταῖς δυσφημίαις, κρίνουσι δʼ Ἰσάκιον ἄξιον στέφους. πρὸς τοῖσδε πάντας φυλακαῖς καθειργμένους ἀνέντες εἱρκτῆς πλεῖστον ἤθροισαν στῖφος.
unit_354
ἦν λοιπὸν ἰδεῖν μυρίους ξιφηφόρους, πεφραγμένους θώραξιν ἀσπίσιν ὅπλοις, ἄλλους ῥοπάλοις καὶ ξύλοις ὡπλισμένους. καὶ συναγωγῆς παμμιγοῦς ἠθροισμένης Ἰσαάκιος βασιλεὺς αὐτοκράτωρ φημίζεται δὴ παρὰ πάντων χειλέων, ἐφαρμόσαντός τινος αὐτοῦ τῇ κάρᾳ στέφος μεγίστου κράτορος Κωνσταντίνου, ἄνω τραπέζης μυστικῆς ἠρτημένον. τούτου τὸ πρῶτον Ἀνδρονίκου τῷ δέει στεφηφορίαν ῥᾷστα μὴ δεδεγμένου, θεῖος συνεστώς οἱ Δούκας Ἰωάννης, ἀνὴρ πολιὸς φαλακρὸς βαθυγέρων, κάλυμμα κάρας ἐκβαλὼν ἐλιπάρει ἐπὶ κεφαλὴν ἰδίαν θεῖναι στέφος.
unit_355
δῆμος δʼ ἰδόντες ἐψιλωμένην κάραν, λαβεῖν ἀπηγόρευσαν αὐτῷ τὸ στέφος, γέροντʼ ἐπʼ αὐτοὺς βασιλεύειν μηκέτι διʼ Ἀνδρόνικον μὴ θέλειν εἰρηκότες, πολλὰ παρʼ αὐτοῦ τῶν κακῶν πεπονθότες. Τέως δʼ ὑπάρξας δημοπρόβλητος κράτωρ Ἴσακος, ὡς ἄνωθεν ἱστορεῖν ἔφη, ᾔει πρὸς οἴκους τοὺς βασιλείους βάδην σὺν πατριάρχῃ καὶ λεὼ πλείστου στίφει. Ἀνδρόνικος δʼ ὢν ἐν Μηλουδίου δόμοις, ἐπείπερ ἠνώτιστο τὰ πεπραγμένα, ἧκε τριήρει πρὸς παλάτιον μέγα ἐν ἀπτέρῳ δή τινι πεπλευκὼς τάχει. ὡς οὖν ἀφῖκτο καὶ νεόχριστος κράτωρ, ἀντιμαχεῖν ἤρξατο κρατάρχης γέρων,
unit_356
ἱστοὺς ἀφιεὶς ὑψόθεν σὺν βραχέσιν πᾶσιν ἐπιοῦσί τε καὶ στεφηφόρῳ. ὡς τηνάλλως δʼ ἔγνωκε μοχθεῖν τριγέρων, πέδιλα ῥίψας κοκκοβαφῆ καὶ στέφος, καὶ τοῦ τραχήλου σταυρὸν ἐκβαλὼν τάλας, ἐνθεὶς δὲ κρατὶ βαρβαρικόν τι πῖλον, ἐμβὰς τριήρει πρὸς Ταυροσκύθας ἔπλει. εἴσω δʼ Ἰσαάκιος ἀρχικῶν δόμων εὐθὺς παρελθών, βασιλεύς τʼ αὐτοκράτωρ ἀναγορευθεὶς Ῥωμαΐδος τῆς ὅλης, ἔστειλεν Ἀνδρόνικον ἄξοντας τάχος. ὃν κατὰ Χηλὴν ἄστυ συνειληφότες, ὡς φθὰς ἔφην, φεύγοντα πρὸς Ταυροσκύθας ἄνακτι παρέστησαν Ἰσαακίῳ. καὶ λοιπὸν οἵαις ἐξέτριψεν αἰκίαις ὅσαις τε ποιναῖς Ἰσαάκιος κράτωρ τὸν ἄθλιον γέροντα τόνδε καὶ βίαις, οὐκ ἄν τις ἰσχύσειεν εἰπεῖν ῥᾳδίως· ὅμως φράσαιμʼ ἂν συνελὼν κατὰ σθένος. [para]Καθείργνυται πρῶτα μὲν οὗτος εἰς πόλιν,
unit_357
δεσμοῖς σιδηροῖς ἐνδεθεὶς δειρὴν πόδας· εἶτʼ ἐμφανισθεὶς ἀθλίως οὕτως ἔχων τῷ βασιλεῖ σκώμμασι βάλλεται τάλας καὶ λοιδορησμῶν νιφάσιν ἀπειρίτων. ῥαπίζεται μάστιξι γλουτοὺς καὶ ῥάχιν, κάραν ψιλοῦται τῶν τριχῶν καὶ τὴν γένυν, καὶ τοὺς ὀδόντας ἐξεκρούσθη πρὸς βίαν. ἐκδίδοται παίγνιον ἄθυρμα γέλως μισοῦσιν αὐτὸν καὶ κακοῦν ᾑρημένοις. φέρει παροινίας τε μάστιγας ὕβρεις, πυγμὰς κατὰ στόματος, ἄλλας αἰκίσεις, κακῶν Ἰλιάδα τε καὶ τραγῳδίαν καὶ συμφορῶν πέλαγος οὐ μετρούμενον. καὶ πρὸς γυναικῶν ἐμπαροινεῖται πλέον πρὸς τοῦδε φάος ὀμμάτων ἐσβεσμένων,
unit_358
ἢ καὶ παθουσῶν ζημίαν τῶν συζύγων, τυχὸν δὲ καὶ σφῶν ἐκτύφλωσιν ὀμμάτων, πρὸς μισοφαοῦς τοῦδε φαύλης καρδίας. τέλος καθεσθείς, ὢ ξένων ἀκουσμάτων, ἐπὶ καμήλου ψωριώσης ἀθλίως ὁ πρὶν βασιλεὺς αὐτοκράτωρ Αὐσόνων, ὁ βασιλικοῖς ἀναδούμενος κρότοις, διʼ ἀγορᾶς τε καὶ μέσης λεωφόρου πομπεύεται κάκιστα συνειλεγμένοις, σῶμα καλύπτων εὐτελεῖ τῳ ῥακίῳ, ἀκαλυφές τε δεικνύων τὸ κρανίον, οἰκτρά τις ὄψις, ἀκοὴ φρικαλέα, πηγὰς δακρύων ἐκκαλούμεναι τάχα οἷς ἡμέροις ὄμμασι πρὸς κακουμένους καὶ συγγενὲς πέφυκεν ἀθρεῖν ἐνθέως.
unit_359
ὁ ξυγκλύδων ὄχλος δὲ καὶ τῶν συρφάκων, ἀλλαντοπῶλαι βυρσοδέψαι καὶ ῥάπται, παλιγκαπήλων ἀλόγιστος φρατρία, πομπῇ παρόντες καὶ θριάμβῳ τῷ τότε, ἀτιμοποιῷ καὶ γελοιώδει πλέον, οὐδὲν παρῆκαν αἰκίας τιμωρίας εἶδός τι λοιπῆς κακίας βδελυρίας, ὃ μὴ προσῆγον ἀσεβῶς Ἀνδρονίκῳ. οἱ μὲν γὰρ αὐτῶν, ὢ περιττῆς μανίας, ἔτυπτον ἐσπάραττον αὐτοῦ κρανίον καὶ νῶτʼ ἀφειδῶς ταῖς κορύναις καὶ ξύλοις· οἱ δʼ αὖ γε πλευρὰς καὶ νεφροὺς πρωκτὸν πάλιν ξιφιδίοις ἔπειρον ἢ καὶ ῥαφίσιν. ἄλλοι δʼ ἐμίνθουν τὴν ῥῖνα τοῖς βολβίτοις, τῶν δʼ ὄψεων λύματα τὰ τῶν γαστέρων σπόγγοις κατηκόντιζον αὐτοῦ συχνάκις. οἱ δὲ θρασεῖς τε καὶ πλέον τολμητίαι ἐλιθολεύστουν, ἀποκαλοῦντες κύνα καὶ Κέρβερον θῆρά τε καὶ μιαιφόνον καὶ τοῖσδε τὰ σύστοιχα. φεῦ τῆς μανίας.
unit_360
ὡς ἂν δὲ φαίην ἐν βραχεῖ τὸ πᾶν λόγῳ, οὐδεὶς ὑπῆρχε συναλισθείσης θέας ὃς οὐ κακοῖς ἔβαλλε βλήμασι λόγοις τὸν δυστυχῆ γέροντα τῷ τηνικάδε. μία δὲ γυνὴ πορνικὴ λαγνιστάτη ἐξ ὀπτανείου σκεῦος ἁρπάσασά τι σφοδρῶς γε καχλάζοντος ὕδατος πλέον τούτου παρειῶν ἐμμανῶς καταχέει. τόσα δὲ παθὼν καὶ πολὺ τούτων πλέω καὶ τηλικαῦτα δυσχερῶν ὁ γεννάδας πρὸς συμφορῶν κύματα καὶ καταιγίδας καὶ χαλεπῶν πέλαγος ἀντέχων ὅμως καὶ νιφάδας φέρων τε κακῶν εὐψύχως, ἐν πᾶσιν εὐχάριστος ἦν πρὸς δεσπότην, ἐρρωμένον φρόνημα κἀν δεινοῖς ἔχων.
unit_361
οὕτως δʼ ἀπαχθεὶς ἀτίμως ἐν σταδίῳ ποδῶν ἀπῃώρητο, βραχύ τι πνέων, ἐν τοῖς ἐκεῖ που καθιδρυμένοις στύλοις. μετὰ δʼ ἀπηώρησιν ἄφρονες πάλιν, ὡς μὴ λαβόντες τοῦδε τῶν σαρκῶν κόρον, αἰδῶ τε κακῶς παιδικούς τε διδύμους χιτῶνʼ ἀναστέλλοντες ἔδρων, ὢ πάθους. καὶ κατὰ τοῦ φάρυγγος ὦσέ τις ξίφος, καί τις Λατίνων καθʼ ἕδρας ἀκινάκην· λοιποὶ περιστάντες δὲ τόνδε Λατίνων τοῖς ξίφεσιν ἔπαιον αὐτοῦ σαρκίον, συχνὰ καταφέροντες αὐτοῦ συντόνως, πεῖραν δοκιμὴν προσλαβεῖν ᾑρημένοι ὁποῖον αὐτῶν τμητικώτερον πέλει. οὕτως ἐναθλῶν ἐν τοσαύταις βασάνοις καὶ τηλικαύτῃ συμφορῶν τρικυμίᾳ ψυχὴν ἐναπέρρηξεν αὐτοῦ πρὸς βίαν ἐπὶ στυλίσκων ἀτίμως ἠρτημένος. [para]Τοιοῦτο τέρμα τοῦ κράτους καὶ τοῦ βίου πολύτλας Ἀνδρόνικος εὗρεν ἐν βίῳ,
unit_362
χρόνοις μὲν ἄρξας δυσί που στεφηφόρος, κοινῶν δʼ ἑνὶ κύριος ὢν τῶν πραγμάτων ἄνευ χλαμύδος καὶ πολυτίμου στέφους. ἦν οὖν φυὴν σώματος εὐφυὴς πάνυ, ἡρωϊκόν τʼ ὄρθιον εὖ φέρων δέμας, ἀγητὸς εἶδος καὶ γεραρὸς εἰσάπαν, σῶμα προδεικνὺς ὑγιές τʼ ἐρρωμένον. μεθʼ ἡμέρας δὲ κατενεχθεὶς ὑψόθεν ὁ τοῦδε νεκρὸς ἐν μιᾷ τῶν ἁψίδων ἀτημελήτως ἐρρίφη τοῦ σταδίου· εἶτα περί που τὴν μονὴν τὴν Ἐφόρου ἔν τινι κατέθεντό τινες χωρίῳ. ὀπτάνεται δὲ σῶμα τοῦδʼ ᾑρημένοις ἀκραιφνὲς ἀλώβητον εἰσέτι μένον. ψυχὴν δὲ παντάπασιν ἦν ἐκλιμπάνων εἰς τοὺς θεαυγεῖς κήρυκος Παύλου λόγους, ἀφʼ ὧν ἀπαντλῶν ἐκ πίδακος ὡς ξένης ἐπιστολὰς ἤρδευεν αὑτοῦ καὶ λόγους, ἃ συντιθεὶς ἦν εὐφυῶς καὶ συγγράφων. οὗ καὶ θεόπτου Παύλου σεπτὴν εἰκόνα
unit_363
καλλύνας Ἀνδρόνικος ἐν χρυσαργύρῳ, νεῷ τεσσαράκοντα Χριστοῦ μαρτύρων ἀνατεθεικώς, προσκυνῶν ἦν καὶ σέβων. ἥτις ἀπεστάλαττεν ὀμμάτων δάκρυ Ἀνδρονίκου φθάνοντος οἴκτιστον μόρον. ὃ γνοὺς ἀκριβώσοντας ἐκπέμπει τάχος τὴν ἀκοήν τε καὶ τὰ τῆσδε καθάπαξ τὸν πιστόν οἱ Στέφανον ἄλλοις συνάμα. ἐπεὶ δʼ ἀπῆλθον, ἀντιχριστοφορίτης σπουδὴν ἐτίθει πάντα σαφῶς εἰδέναι, ὡς πάντʼ ἀληθῶς μηνύσῃ πεπομφότι. ὑφάσματι γοῦν ἀθιγεῖ Παύλου κόρας σεπτῶς ἐναπέψησεν· αἱ δʼ ὥσπερ πίδαξ δάκρυον ἀπέλειβον ὡς ψυχρὸν νᾶμα. ἃ πρὸς θεατῶν Ἀνδρόνικος γνωρίσας,
unit_364
μέγα στενάξας θαυμάσας τε πλειόνως, κάραν ταλαντεύσας τε τῇδε κἀνθάδε, αὑτοῦ χάριν εἴρηκε Παῦλον δακρύειν, κακὸν προσημαίνοντα τῷδέ που τάχα· φιλεῖν γὰρ αὐτὸν ἐκθύμως ἄγαν ἔφη, καί οἱ τιμαλφῶν ἐξέχεσθαι ῥημάτων, πρὸς τοῦδε λοιπὸν ἀντιφιλεῖσθαι δέον. ὅ τι δὲ κακὸν προύλεγον τὰ δακρύων, εἴρηκε σαφῶς ἀνόπιν πεφρασμένα. Ὡς οὖν ἐπιβέβηκεν οὕτω ῥᾳδίως Ἰσαάκιος Αὐσόνων κραταρχίας, ἱλαρὸς εὐέντευκτος ἦν ὑπηκόοις, ἡδὺς προσηνὴς καὶ φιλοικτίρμων ὅλοις. παρʼ Ἀνδρονίκου τοὺς κακῶς πεπονθότας ἢ τῶν ἐνόντων ἐκπεσόντας ἀδίκως ἢ σώματός τι τῶν μελῶν τετμημένους ἐδεξιοῦτο δωρεαῖς σφᾶς ἀφθόνως, ἀφαιρεθεῖσιν ἀποτιννὺς οὐσίας. ἄναξ γὰρ οὗτος, ἵνα συλλήβδην φράσω, ὑπῆρχεν ἐκφὺς εὐγενοῦς λαμπροῦ γένους Κομνηνιαδῶν Ἀγγέλων ὑμνουμένων, νεανίας κάλλιστος, εὐπρεπὴς λίαν, ἀκμαῖος εὐμήκης τε καὶ ῥωμαλέος, εὔρωστος ἰσχὺν καὶ σθεναρὸς τὰς χέρας, μείλιχος, εὐπρόσιτος, εὐσεβὴς ἄγαν,
unit_365
ἐς μητράνανδρον παρθένον πίστιν τρέφων ἄρρητον εἰπεῖν καὶ τιμὴν σέβας σχέσιν, λόγων ἑταῖρος ἑρμαϊκὸς χαρίεις, τιμῶν λόγους εὖ καὶ λόγων τοὺς πατέρας, οἴκτῳ πενήτων καὶ φιλευσπλάγχνοις τρόποις εὐποιίᾳ τε τὴν ψυχὴν κεκασμένος, μεταδοτικὸς συμπαθὴς στερουμένοις, εὐεργετῶν ἅπαντας ἀπορουμένους, πτωχοὺς πένητας ὀρφανοὺς χήρας ξένους. ἦν καὶ χορηγῶν παρθένοις τὰ πρὸς γάμους, καὶ πανδοχεῖα καὶ καχεκτούντων δόμους ἀνανεῶν τε φιλοτίμως καλλύνων εἰς ἀνάπαυσιν, εἰς ἴασιν τῆς νόσου τῶν συνιόντων ἀσθενῶν πτωχῶν ξένων, τὰ πρὸς δαπάνην προσνέμων μάλα σφίσιν,
unit_366
ἦθος μαλακός, νωχελής, ἀνειμένος, πολυτελὴς δίαιταν ἐσθῆτας ἅμα, τράπεζαν ἀεὶ Σολομώντειον φέρων καὶ καινοφανεῖς στολὰς καθʼ ἡμέραν, μεταδοτικὸς βρωμάτων διακόνοις. ἐχρῆτο λουτροῖς ἑβδομάδος πολλάκις, ὠσφραίνετʼ ἀεὶ καὶ μύρων εὐωδίας, καὶ φιλόκαλος ὡς ταὼν καὶ νυμφίος ἀεὶ προῄει τῶν βασιλείων δόμων. ὀργίλος ἦν τις καὶ θυμῷ πλέον νέμων· πλὴν εἶχε θυμὸν συμπαθεῖ κεκραμένον. οὐ διέπων κάλλιστα τὴν κραταρχίαν καινουργὸς ὑπῆν πραγμάτων παραλόγων, λουτρὰ διαιτήσεις τε καὶ λαμπροὺς δόμους δομούμενος κτίζων τε καινίζων ξένως,
unit_367
ἐκκλησίας ἔθιμα καινουργῶν φύρων, ὃν μὲν καθιστὰς ποιμεναρχῶν εἰς θρόνον, ὃν δʼ ἐξάγων αὖ καὶ μόνῃ προαιρέσει. [para]Τούτῳ προσῆλθε τοῦ κράτους τετευχότι ἀνδρῶν ἀπειράριθμον εὐσθενῶν στῖφος ἐκ Ῥωμαϊκῶν ἀστέων πανταχόθεν χώρων τε λοιπῶν τῆς ἕω τῆς ἑσπέρας, οὓς εἰς στρατιὰν ἀποτάξας ὡς δέον Ῥωμαϊκοῖς τάγμασιν ἐγκαταλέγει. καὶ τοῖς θύραθεν οὖσι ταγμάτων πάλιν ὀψώνια πέπομφε καὶ πλείστας δόσεις, πρὸς τὴν κατʼ ἐχθρῶν παραθαρρύνων μάχην, κεντηνάρια χρυσίου στείλας σφίσι ποσούμενα ξύμπαντα τετράκις δέκα. ἦν δʼ, ὡς ἔφην, στράτευμα Σικελῶν ἄνω πόλεις ἐπιὸν Ῥωμαϊκὰς καὶ τρύχον. Σέρρας μὲν ἐμαύρωσε Στρυμόνος τόπους, Ἀμφίπολιν δὲ τειχομαχίᾳ πόλιν ἤδη παρεστήσαντο σὺν τοῖς ἐν κύκλῳ. εἷλον Βολερόν, Μοσυνόπολιν πόλιν,
unit_368
καὶ τὴν βασιλεύουσαν αἱρήσειν πόλιν ὡς νοσσιὰν ἔρημον ᾤοντʼ αὐτίκα, κύκλῳ περιστήσοντες αὑτῶν δυνάμεις. καὶ σφῶν στόλος δὲ νησίσιν ἀμφιρρύτοις ἐλλιμενίζει ταῖς περὶ πόλιν φθάσας. ἀλλὰ στρατηγὸς στρατιᾶς τῆς Αὐσόνων Βρανᾶς, ἀνήρ τις γεννάδας βουληφόρος, ἐχθροῖς Ἰταλοῖς συμπλακεὶς κατὰ μάχην θεοῦ συνάρσει συντρίβοντος τὰς μάχας, τρόπαιον ἱστᾷ κατὰ βαρβάρων μέγα, καὶ πλεῖστον εἰργάσατο Σικελῶν φόνον, ζωγρεῖ τε καὶ σφῶν τοὺς λοχαγοὺς ταγμάτων, τὸν Ῥικάρδον τε καὶ Βαλδουῗνον κόντον, οὓς βασιλεῖ πέπομφε πρὸς πόλιν κράτους. ζωγρεῖ δὲ σὺν οἷς ἐρρέθη στρατηγέταις Κομνηνὸν Ἀλέξιον, πατρίδος φθόρον ῥέκτην τε κακῶν κυκεῶνά τε ζάλης, καὶ φωτὸς ἐστέρησεν αὐτὸν ὀμμάτων. ὅσοι δʼ Ἰταλῶν ἐξέφυγον τὸν φόνον, Θεσσαλονίκην καταλαβόντες πόλιν
unit_369
ναυσὶν ἀπηλλάττοντο πρὸς τὴν πατρίδα. ὅσοι δʼ ἐναλύοντες ἦσαν τῇ πόλει, κακοὶ κακῶς ὤλλυντο δικαίως ξίφει, ἐπιφθασάσης στρατιᾶς σφᾶς Αὐσόνων. πάντες δʼ ἀπεσφάττοντο Σικελοὶ σπάθῃ ἄλλοις τε πολλοῖς ἀνδράσιν εὐκαρδίοις, τοῖς δʼ Ἀλανοῖς μάλιστα συμμάχοις τότε· ἀντίρροπα δρῶντες γὰρ οὗτοι Λατίνους ὧν πρὶν καθυπέστησαν ἀσπλάγχνῳ τρόπῳ ἐπὶ κατασχέσει γε Θεσσαλονίκης, ἐπῆγον εὐθὺς τὸ ξίφος κατὰ κάρας “ποῦ σύγγονος” φάσκοντες “ἢ συμφυλέτης;” οὓς πρὶν ἀνεῖλον δηλαδὴ κατὰ πόλιν. τούτων δὲ ναοῖς προσπεφευγότας πάλιν σφάττοντες ἀνέκραζον ἐν παρρησίᾳ “ποῦ ποῦ παπᾶς πέφυκεν ἀνῃρημένος;” οὓς ἐν νεῷς ἔκτειναν οἱ μιαιφόνοι. ἐπὰν ὑπῆρχε καθορᾶν τι καὶ ξένον, τοὺς κύνας οὐ θίγοντας ἀστῶν σωμάτων τῶν νεκριμαίων ἀμφόδοις ἐρριμμένων,
unit_370
τοῖς δʼ Ἰταλῶν πτώμασι τῷ τηνικάδε ἐπιμανέντας ἐσθίειν κατὰ κόρον καὶ τυμβορυκτεῖν, εἰ δεήσει, πολλάκις. [para]Οὕτως ἀπηλάθη μὲν ἐκ Θεσσαλίας ἡ Σικελικὴ στρατιὰ σὺν αἰσχύνῃ· αἱ δὲ τριήρεις αἱ κατὰ Βυζαντίδος ἐκπλεύσασαι σφῶν, ὡς ἔφαμεν ἀνόπιν, κακῶς παθοῦσαι πρὸς στρατιᾶς Αὐσόνων πλείστους τε ναυτῶν ἀποβαλοῦσαι μόρῳ, οὖσαι περί που δὶς ἑκατὸν καὶ πλέον, ᾤχοντʼ ἀγεννῶς ἀκλεῶς πρὸς πατρίδα· ὧν, φασί, πολλαὶ κατέδυσαν εἰς βάθος κατά γε τὸν πλοῦν πνευμάτων καταιγίσι περιπεσοῦσαι καὶ κλύδωνι καὶ σάλῳ, ὡς ἀπολέσθαι κατὰ τάσδε τὰς μάχας ἀνδρῶν Ἰταλῶν μαχίμων πρὸς Αὐσόνων πλείους σχεδόν που χιλιοστύων δέκα, καὶ συσχεθῆναι κατὰ διπλῆν μάχην ἄνδρας Σικελοὺς τέτταρας χιλιάδας, οἳ δημοσίαις φυλακαῖς καθειργμένοι
unit_371
ὤλοντο λιμῷ καὶ κρύει καὶ τῇ νόσῳ. [para]Ἠγάγεθʼ οὗτος καὶ σύνευνον δευτέραν, πρώτης θανούσης, παῖδα ῥηγὸς Οὐγγρίας· ἧς οὐ θελήσας νυμφικὴν δαῖτα γάμους ἐκ δημοσίων χρημάτων ἑστιᾶσαι φειδοῖ τε τούτων καὶ φιλοχρύσῳ τρόπῳ, ἐκ τῶν ὑπʼ αὐτὸν ἀστέων ὑπηκόων χωρῶν τε λοιπῶν ἦν τάδʼ ἠρανισμένος. ὧν χάριν Μυσῶν ἐκταραχθέν πως ἔθνος κατʼ Αἶμον οἰκοῦν, οἳ κικλήσκονται Βλάχοι, ἀπεστάτησεν Αὐσόνων κραταρχίας, ἀφαίρεσιν σφῶν θρεμμάτων εὑρηκότες, τὴν Πάτροκλος πρόφασιν, ᾗ φησὶν λόγος, καὶ συνεπαλείφουσαν αὐτοὺς πρὸς τόδε δυάδʼ ἀδελφῶν, Ἀσάνην τε καὶ Πέτρον,
unit_372
καὶ τούσδε Μυσοὺς καὶ γένος καὶ τὸν τρόπον· οἳ πρὶν ὀκνοῦντας βαρβάρους συμφυλέτας ἀποστασίαν καὶ τὸ ῥαγῆναι κράτους, σφᾶς παραθαρρύνουσι δραματουργίᾳ ἢ μᾶλλον εἰπεῖν δαιμονιώδει πλάνῃ. περιφανῆ κτίζουσιν ἱερὸν δόμον μυροβλύτῃ μάρτυρι τῷ Δημητρίῳ, εἰς ὃν θιασώτας γέ τινας δαιμόνων ἐνθουσιῶντας ἐμβιβάσαντες δόλῳ, διαστρόφους κόρας τε χαίτας ἀνέτους, τοιάδε θείας ἐξ ἐπιπνοίας τάχα λέγειν ὑπηγόρευον αὐτοῖς εἰς ὅλους, ὅτι θεὸς Μυσῶν τε Βουλγάρων γένους ἐλευθερίαν εὐδοκεῖ, ζυγοῦ λύσιν· ταῦτʼ ἄρα λιπεῖν καὶ Δημήτριον μέγαν Θεσσαλονίκην καὶ νεὼ κάλλος ξένου διατριβάς τε Ῥωμαϊκὰς καθάπαξ, ἐλθεῖν πρὸς αὐτοὺς συμμαχήσοντα σφίσι· μέλλειν τὸ λοιπὸν οὐδὲ βραδύνειν ἔνι, χρεὼν δὲ κινεῖν κατὰ Ῥωμαίων ὅπλα,
unit_373
ἀνηλεῶς κτείνειν τε τούτους ἐν μάχῃ, ζωγρεῖν δὲ μηδέν, μηδʼ ἐπὶ λύτροις λύειν. τοιαῦτʼ ἀνακράζοντες οἱ θεοπρόποι ὅπλων γενέσθαι κατέπεισαν βαρβάρους, καὶ τὰ κατʼ Αἶμον Ῥωμαϊκὰ χωρία κατέδραμον ξύμπαντα κείροντες βίᾳ. Πέτρος δʼ ἀναδεῖ καὶ χρυσῷ στέφει κάραν καὶ φοινικοῦν πέδιλον εἱλίσσει πόδας. ὅθεν κατʼ αὐτῶν ἐκστρατεύσας ὁ κράτωρ ἐτρέψατο σφᾶς καὶ τίθησι φυγάδας.
unit_374
Ἀσὰν δὲ Πέτρος, κακίας ἀρχηγέται, Ἴστρον διαβαίνουσι σὺν ἀποστάταις καὶ συνέμιξαν βαρβάροις παριστρίοις· ἄναξ δʼ ἐπελθεῖν Μυσίας πάσης ὅρους καὶ τὰ κατʼ αὐτὴν εὖ διαθέσθαι πάνυ τῇ κωλυσόντων ἰσχύων ἐρημίᾳ, τοιοῦτον οὐδὲν ὦπτο κατειργασμένος, πυρὶ δὲ καρπῶν παραδοὺς θημωνίας, καὶ ταῖς ἀπάταις ὑπαχθεὶς ταῖς τῶν Βλάχων, παλινδρομεῖ δὴ πρὸς πόλιν βασιλίδα, τἀκεῖ λελοιπὼς ὠδίνοντα πραγμάτων. Ἀσὰν δὲ Πέτρος σὺν Σκύθαις εἰς πατρίδα αὖθις ἐπανέδραμον ἀνυποστόλως. ἐπῄεσαν οὖν Ῥωμαϊκοῖς χωρίοις, λείαν Μυσῶν ἅπαντα δρῶντες, ὡς λόγος.
unit_375
Καθʼ ὧν ἀφῖκτο σὺν στρατιᾷ μυρίᾳ στρατηγὸς Ἀλέξιος Βρανᾶς τοὐπίκλην· ὃς δὴ τρέφων ἔρωτα πάλαι τοῦ στέφους καὶ τηνικαῦτα συνδρομὴν σχὼν ταγμάτων, ἀποστατήσας, σύμβολα τὰ τοῦ κράτους αὑτῷ περιθεὶς πρὸς Βυζαντίδα τρέχει. καὶ δὴ πρὸ τειχῶν ηὐλίσατό που φθάσας, πειρώμενος λόγοις τε τοῖς ὅπλοις πλέον ἀστυπολιτῶν ὡς ἐνῆν καθʼ ἡμέραν. καὶ βασιλεὺς δὲ στρατιὰν συναλίσας ἀνδρῶν ὁπλιτῶν ἐκφύλων ἀλλοθρόων, Σκυθῶν Ἰταλῶν Ἀγαρηνῶν Ἰβήρων, Ἰταλιώτου Κορράδου συμβουλίᾳ, ἀντεκατέστη τῷ τυράννῳ πρὸς μάχην. ὑπῆρχε δʼ ἐκφὺς εὐπατριδῶν πατέρων τῶν παρʼ Ἰταλοῖς ἀρχικῶν ὁ Κορράδος, ἀνὴρ περιώνυμος ἐν καλοῖς ὅλοις,
unit_376
λαχὼν φυσικὴν εἴ γέ τις εὐκληρίαν φρενῶν τε βαθύτητα, σώματος σθένος, δραστήριος μάχας τε καὶ ῥωμαλέος, γαμβρὸς κρατοῦντος εἰς σύναιμον τυγχάνων, θεόσδοτον δώρημα φανεὶς τῷ τότε ἄνακτι τῷδε κατὰ τήνδε τὴν μάχην. ὃς ἐκ Λατίνων συναγείρας ἱππότας ἀρειμανίους δὶς ἑκατὸν καὶ πλέον, πεζοὺς καταφράκτους δὲ πεντακοσίους, ἡγεῖτο τῶνδε καὶ κατορθοῖ τὴν νίκην. παρῆν δὲ κατάφρακτος ὅπλοις καὶ κράτωρ μετὰ στρατηγῶν εὐσθενῶν τε ταγμάτων. ἐπεὶ δʼ ὑπῆρχε συμπλοκῆς καιρὸς μάχης, εὐώνυμον μὲν εἶχε Καμμύτζης κέρας, πρωτοστράτωρ ὢν εὐγενὴς βουληφόρος, τὸ δεξιὸν δὲ βασιλεὺς ἦν διέπων, σὺν Ἰταλοῖς δʼ ἴθυνε Κορράδος μέσον. καὶ Βρανᾶς δʼ ἐξήταζεν αὑτοῦ δυνάμεις,
unit_377
μέσον μὲν αὐτὸς κατέχων τῶν ταγμάτων, τὰ δʼ αὖ ἑκατέρωθεν ἰλάρχαι πάλιν. καὶ συρραγείσης παρʼ ἑκατέρων μάχης, ἵνʼ ὡς ἔπος φράσαιμι συνελὼν λόγῳ, πίπτει Βρανᾶς αἴσχιστα Κορράδου ξίφει, καὶ τὴν κεφαλὴν τέμνεται παραυτίκα, καὶ τέρμα μάχη καὶ τυραννὶς λαμβάνει. ἐπεὶ δʼ ἐπρεσβεύσαντο πρὸς βασιλέα οἷς περ μετῆν σθένους τε λαμπροῦ καὶ γένους, ἐκλιπαροῦντες λύσιν εὑρεῖν πταισμάτων, ἄναξ βραβεύει πᾶσι τὴν ἀμνηστίαν, καὶ προσδραμόντας εὐμενῶς δεδεγμένος πᾶσι κεχρῆσθαι γνησίῳ μεταμέλῳ ἐπὶ παραβάσει γε φρικτῶν ὁρκίων τῶν πρὶν πρὸς αὐτὸν ὑπετίθει σὺν λόγῳ,
unit_378
λύσιν δʼ ἀναθέματος αἰτεῖν αὖ πάλιν παρʼ ἀρχιθύτου τῆσδε τῆς Κωνσταντίνου, ᾧ σφᾶς καθυπέβαλον ἀστοὶ πρὸ τρίτης ἑστῶτες ἄνω τειχέων πυργωμάτων καὶ δρώμενα βλέποντες αὐτοῖς ἀνόμως. καὶ τῶνδε πολλοὶ τῶν κακῶν ᾐσθημένοι θερμῶς προσῆλθον τῷ μεγάλῳ ποιμένι· ἄλλοι δὲ δόξαν εἰσδοχῆς δεδωκότες τῇ τῆς κεφαλῆς κατανεύσει καὶ μόνῃ, ὡς λῆρον ἡγήσαντο τὴν συμβουλίαν.
unit_379
Κατὰ Μυσῶν ἔξεισιν καὶ πάλιν ἄναξ, καὶ τὰς κατʼ αὐτοὺς ἐκδρομὰς τὰς ἀσχέτους πάνυ τι μικρὸν ἀναχαιτίσας ὅπλοις τὴν Ἀδριανοῦ καταλαμβάνει πόλιν. Μυσοὶ δὲ κώμας κατέκειρον καὶ πάλιν τὰς πρὸς Φιλιππούπολιν κατοικουμένας. ἀφιγμένου δʼ ἄνακτος εἰς πάσχον μέρος, ἀφʼ ὧν ἀπανίστατο χωρίων ἄναξ, ἐκεῖςʼ ἐπῄει δύστροπον Μυσῶν ἔθνος. οὗτος θέλων οὖν ἀμύνασθαι βαρβάρους ἐφίσταται δὴ τοῖς ὅροις Τριαδίτζης, καὶ μηδʼ ὁτιοῦν ἐκ κρύους διανύσας εὔζωνος αὐτὸς τὴν Κωνσταντίνου φθάνει, στρατὸν παρεικὼς αὐτόθι παραμένειν, ἵππων ἁμίλλαις ἐντρυφῶν καὶ παιγνίοις.
unit_380
ἦρος δʼ ἀπαίρει τῆς Κωνσταντίνου πάλιν, καὶ τοὺς Μυσοὺς μέτεισιν αὖθις τοῖς ὅπλοις. περὶ δὲ παράστασιν ἱδρώσας πάνυ τινὸς Λοβιτζοῦ φρουρίου τῶν αὐτόθι, καὶ τοὖργον ἀνήνυτον ἀφεικὼς πάλιν πρὸς τὴν βασιλεύουσαν εἴσεισι πόλιν· αἱ χάριτες γὰρ τῆς καλῆς Προποντίδος αἱ καλλοναί τε τῆσδε καὶ κάλλη δόμων, τερπνὰ κυνηγέσια σὺν ἱππασίᾳ, τῶν ἰχθύων ἄγρα τε σὺν εὐθυμίᾳ μακρὸν θυραῖον τυγχάνειν οὐκ ἠφίει, ἀλλὰ τρέχειν ἤπειγον αὐτὸν πρὸς τάδε. κατέσχεν ἄναξ γαμετὴν Ἀσὰν τότε, καὶ θάτερον δὲ συγγόνων Ἰωάννην εἴληφε, δόντων εἰς ὁμηρείας λόγον·
unit_381
ὃς ὕστερον δέδρακε Ῥωμαίων πόλεις κάκιστα πάντων, φεῦ μισανθρώπου τρόπου. [para]Τούτου κρατοῦντος τοῦ βασιλείου κράτους, ἀποστατήσας καὶ Μαγκαφᾶς τοὐπίκλην Θεόδωρός τις, Φιλαδελφεὺς τῷ γένει, κατατυραννεῖ πατρίδος καὶ Λυδίας, καὶ πλεῖστα δεινῶν εἰργάσατο τὰς πόλεις κώμας τε λοιπάς, αἷς ἐπῄει σὺν ὅπλοις. ἄναξ δʼ ἐπιστὰς Φιλαδελφείας ὅροις ἔμφρουρον αὐτὸν ἐγκαθιστᾷ πατρίδι, ἡνίκʼ ἐπωνόμαστο καὶ μάλʼ ἐνδίκως ὁ μωροθεόδωρος ἐκ τῶν πραγμάτων. πλὴν μὴ δυνηθεὶς τὴν Φιλαδέλφου πόλιν ἄναξ ἑλεῖν ὅπλοις τε καὶ στρατηγίαις, πρὸς συμβιβάσεις δεύτερον πλοῦν ἐτράπη,
unit_382
ὡς ἂν Μαγκαφᾶς παράσημα τοῦ κράτους ῥίψας καθʼ αὑτὸν τὸν βίον διανύτῃ, ἤθη δὲ τὰ πρὶν ἡ πόλις ἀναλάβῃ καὶ πάλιν ἰθύνοιτο παρʼ οὗ καὶ πάλαι. Μαγκαφᾶς οὗτος προσρυεὶς τῷ σουλτάνῳ, Τούρκους τε λαβὼν συμμάχους κατʼ Αὐσόνων, χώρας ἐπῄει Ῥωμαϊκὰς ἐκτρίβων. σταλεὶς δὲ σὺν χρήμασι πρέσβις σουλτάνῳ, καὶ τόνδε λαβὼν κατανεύσει σουλτάνου, πρὸς βασιλίδα τὴν πόλιν ἀναφέρει, καὶ δεσμὰ καὶ κάθειρξιν ἄληκτα φέρει. καὶ τοῦτο παρώξυνε σουλτὰν συγγόνους πρὸς τὴν κατʼ αὐτοῦ καὶ μάχην καὶ μανίαν, ἔγκλημά οἱ φέροντας ἀδίκου δίκης καταπροδόντι πρόσφυγα δώρων χάριν.
unit_383
καὶ τάχʼ ἂν ἠμύναντο τοῦτον τοῖς ὅπλοις, εἰ μὴ τιθεὶς πρόφασιν εὔλογον τάχα ἔφασκεν αὐτὸν ἀποδοῦναι πατρίδι ἐπʼ ἀσφαλείᾳ μήτε θανεῖν μηδʼ ὅλως μήτʼ εἰς δέμας τι τῶν κακῶν πεπονθέναι. Τῷ τηνικαῦτα καὶ ῥὴξ Ἀλαμανίας ἔστειλε πρέσβεις, ἀξιῶν βασιλέα αὐτῷ παρασχεῖν σὺν στρατιᾷ φιλίως γῆς παραδραμεῖν Ῥωμαΐδος τοὺς ὅρους, πρὸς Παλαιστίνης τοὺς τόπους ὡρμημένῳ.
unit_384
πρὸς ῥῆγα τοίνυν τοῦ δρόμου λογοθέτην ἄναξ πεπομφὼς συμβιβάσεις ἀρτύει· λαβών τε πίστεις καὶ δεδωκὼς αὖ πάλιν, ὡς ἔμπεδα κέοιτο τὰ τῆς φιλίας, αὖθις ἐπανέδραμε πρὸς βασιλέα. καὶ ῥὴξ ἐπιστὰς τοῖς ὅροις Ῥωμαΐδος καὶ πρὸς Φιλίππου τὴν πόλιν ἐπεφθάκει, καὶ δὴ μετά γε τὰς πρὸς ἀλλήλους σχέσεις καὶ φιλονείκους διενέξεις καὶ μάχας βασιλικῶν τε ῥηγικῶν τε ταγμάτων Ἀλαμανῶν στράτευμα πορθμὸν διέβη, καὶ πρὸς Φιλαδέλφειαν ἧκε τὴν πόλιν. διὰ δὲ Φρυγίας τε Λαοδικείας ἐφίσταται τάχιστα Φιλομιλίῳ, ἐν ᾧ μάχην ἵστησι ῥὴξ πρὸς σούλτανον καὶ τόνδε νικᾷ καὶ κρατεῖ πολιχνίου, ὅπερ σκυλεύσας ἐμπιμπρᾷ μετὰ τόδε. εἶτα πεφθακὼς Ἰκονιέων πόλιν, καὶ τήνδʼ ἑλὼν ὅπλοις τε καὶ μάχης νόμῳ, ὥδευσε λοιπὸν τὴν προκειμένην τρίβον.
unit_385
εἰς δʼ Ἀντιόχου τὴν πόλιν ἠπειγμένος ἐναπεπνίγη, φεῦ θεοῦ τῶν κριμάτων, ἐναποληφθεὶς ταῖς δίναις τῶν ὑδάτων. υἱὸς δʼ ἐκείνου τὸ κράτος δεδεγμένος καὶ μέχρις αὐτῆς Ἀντιοχείας φθάνει, κἀκεῖθεν ἥκων Συριακὰς πρὸς πόλεις ἐλευθεροῖ ταύτας γε τῶν ἐκ τῆς Ἄγαρ. πολλὰ δὲ καμὼν κλήσεως Χριστοῦ χάριν ἐκεῖ καταλέλυκε καὐτὸς τὸν βίον· οἱ δʼ Ἀλαμανοὶ ναυσὶ πρὸς τὴν πατρίδα αὖθις ἐπανήχθησαν εὖ σεσωσμένοι. [para]Καὶ Φραγγίας ῥὴξ Γερμανῶν τʼ ἄρχων πάλιν ναυσὶν ἐπῆλθον ὁπλῖται τοῖς ἐξ Ἄγαρ, οὐκ ἴσχυσαν ὅμως δὲ Σιὼν ἁγίας σφᾶς ἐξελάσαι καὶ νεμεῖν χριστωνύμοις,
unit_386
ᾤχοντο δὲ πλῷ καὶ πάλιν ἐς πατρίδα. ὁ δʼ Ἰγκλίνων ῥὴξ κατάρας ἐς τὴν Κύπρον ταύτης τε κρατεῖ τοῖς ὅπλοις κατὰ κράτος, δεσμεῖ δὲ συσχὼν καὶ τύραννον τῆς Κύπρου Κομνηνὸν Ἰσάκιον, Ἔχετον τρόπους· καὶ καταπλεύσας πρὸς Παλαιστίνης τόπους στράτευμα κατέλιπεν οἰκεῖον Κύπρῳ, ὁ Γερμανῶν ῥὴξ δηλαδὴ τῶν Ἰγκλίνων, καὶ τῆσδʼ ἐκυρίευσεν ὡς ὑπηκόου, ζωῆς δʼ ἀφορμὰς αὐτόθεν κεκτημένος.
unit_387
ἐν τῷ μέλλειν δὲ πρὸς πατρίδʼ ἀπιέναι ῥηγὶ Κύπρον δέδωκε τῆς Παλαιστίνης οἰκεῖν τε ταύτην, εἰ σχολὴν ἄγει μάχης, καὶ κυριεύειν καὶ κρατεῖν τῆς Κυπρίων ὡς ὑπʼ ἐκείνου προσνεμηθείσης πόθῳ ζωηφόρῳ μνήματι τῷ τοῦ κυρίου καὶ συναφθείσης τοῖς ὅροις Παλαιστίνης. [para]Ἄγων μετάγων συγχέων μετατρέπων ἀνθρώπινα θεῖά τε πράγματα κράτωρ, καὶ δραματουργῶν ὡς δέδοκτό οἱ μόνῳ, εὐθὺς ἐρείσας τὸν πόδα κραταρχίᾳ τὸν πατριάρχην τοῦ θρόνου παραλύει τὸν Καματηρὸν Βασίλειον ἀδίκως, τὸν Μουντάνην δὲ Νικήταν ἀντεισάγει, τριπέμπελόν τε καὶ χρόνῳ παρειμένον.
unit_388
οὗπερ καταγνοὺς ἀφέλειαν αὐτίκα ἄκοντα κατήγαγεν ἱεροῦ θρόνου, καί τινα Λεόντιον ἐγκαθιδρύει, ἄνδρα μοναστήν, ἀρετῆς ὄντʼ ἐργάτην· ὃν τῷδε δεῖξαι τὴν ἀπείρανδρον κόρην ἔφασκε νυκτὸς συλλόγων ἠθροισμένων, εἶδός τε κλῆσιν ἀρετὴν τοῦδʼ εὐστόχως μάλα διαγράψασαν ὡς ἐν εἰκόνι. ἀλλά γε καὶ τόνδʼ ἀπελαύνει τοῦ θρόνου, πάντα παριδὼν τὰ προηγορευμένα, μετάθεσιν δὲ δραματουργεῖ ποιμένος·
unit_389
ἀρχιθύτην γὰρ τῆς Σιὼν τῆς ἁγίας, κλῆσιν Θεοδόσιον, φύντα Λατίνων, ἐθάδα τῷδε καὶ προήγορον κράτους, εἰς πατριαρχῶν ἀνάγει προεδρίαν. ἀλλʼ οὐδὲν ἀπώνατο τῆς καινουργίας· ἀμφοῖν γὰρ ἐκπέπτωκεν ἱεραρχίαιν, Σιών τε τῆς πρὶν καὶ βασιλίδος πάλιν, καὶ τῶνδʼ ἀτίμως ὁ προβληθεὶς ἀκρίτως. ἔπειτα Γεώργιος ὁ Ξιφιλῖνος ποιμὴν ἀναδέδεικτο τῆς Κωνσταντίνου. [para]Ἐκ τῶν πρὶν εἶχεν αὐτοκράτωρ σπερμάτων παῖδας φυτεύσας καλλιπαρθένους δύο, ὧν ἀποκείρει κατʼ ἔθος πρεσβυτέραν, καθιερώσας ὡς ἀμνάδα κυρίῳ·
unit_390
μεταβεβληκὼς δʼ εἰς μονὴν ἀσκουμένων καὶ παρθενῶνα δαπάναις ὡς ἀφθόνοις Ἰωαννίτζη τὸν κεκλημένον δόμον, ἐνταῦθʼ ἐνασκεῖν καὶ κατοικεῖν προσνέμει. ῥηγὸς δὲ συνέζευξεν υἱῷ δευτέραν τῆς Σικελίας τοῦ Ταγγρὲ κεκλημένου, κληροῦχον ἀρχῆς πατρικῆς ἀνατρέφων τὸν υἱὸν Ἀλέξιον ὕστατον χρόνῳ, ὃς συμφορᾶς ἤνεγκε πατρίδι βάρος. [para]Οὐ Λυδὸς Θεόδωρος, οὐ Βρανᾶς μόνον πτερνισμὸν ἦραν κατὰ τοῦ στεφηφόρου, ἀλλὰ σὺν αὐτοῖς καὶ δυὰς Ἀλεξίων, οἳ σφᾶς ἐπωνόμασαν αὐτοὺς υἱέας τοῦ πορφυρανθοῦς Μανουὴλ βασιλέως· ἀφʼ ὧν ὁ μέν γε προσλαβὼν ἐκ σουλτάνου συμμαχικόν τι Περσικὸν πλεῖστον στῖφος πόλεις ἐπιὼν κατέκειρεν Αὐσόνων· ὃν νυκτὸς ὑπνώττοντα καθʼ Ἁρμαλά που κτείνας θύτης τις καὶ τεμὼν αὐτοῦ κάραν ἤνεγκεν αὐτὴν ταγμάτων στρατηγέτῃ.
unit_391
καὶ ἅτερος δὲ κτείνεται κατὰ μάχην πρὸς Βασιλείου χαρτουλαρίου Χούμνου. καί τις δὲ Βασίλειος, Χοτζᾶς τοὐπίκλην, ἀποστατήσας κατὰ Ταρσίαν πόλιν χώρας ἐκάκου Ῥωμαϊκὰς καὶ πόλεις· ὃς συσχεθεὶς ὄμματα πηροῦται τάλας. καὶ πάλιν ἄλλος, κἀπὶ τῷδʼ ἄλλος πάλιν, ὡς ἐκ χθονὸς γίγαντας αἱρεῖ τις μῦθος, καὶ πλῆθος ἀντέστησαν Ἰσαακίῳ, καὶ πάντες ἀπώλοντο τῇ θεοῦ κρίσει.
unit_392
Ὀργίλως ὢν φίλαυτος οὗτος ὁ κράτωρ, κἀξ ὑπονοίας καὶ λαβῆς μικρᾶς μόνης καὶ ζηλοτυπῶν καὶ φθονῶν ὑπηκόοις, πολλοὺς ἀρίστων παρέβλαψεν εἰς δέμας. φάους μὲν ἐστέρησε τοῦ τῶν ὀμμάτων Κομνηνὸν Ἀνδρόνικον ἄνευ αἰτίας καὶ Κωνσταντῖνον Ἀσπιέτην τοὐπίκλην. ἄλλους δʼ ἐναπέκειρε φροντιστηρίοις. Λεηλατούντων σὺν Κομάνοις τῶν Βλάχων τὰ κατὰ δύσιν Ῥωμαϊκὰ χωρία, ὅπλα κατʼ αὐτῶν βασιλεὺς αἴρει πάλιν. Ἀγχίαλον οὖν παραμείψας τὴν πόλιν εἴσεισιν Αἷμον τὴν Βλάχων παροικίαν, πάντα δὲ τἀκεῖ φρουρίων πολιχνίων εὑρὼν ἐρυμνὴν ἰσχὺν ἐνδεδυμένα καὶ τείχεσι πύργοις τε διειλημμένα, Μυσοὺς δὲ βλέψας ἀγρίων αἰγῶν δίκην τοὺς ἀποκρήμνους καταλαβόντας τόπους ὡς Ῥωμαϊκὴν συμπλοκὴν δεδιότας, πρὸς δʼ αὖ Σκυθικὸν ὑφορώμενος στῖφος,
unit_393
ὑποστροφῆς ἥψατο τῆς πρὸς τὴν πόλιν. διὰ δὲ τεμπῶν δυσβάτων τε χωρίων καὶ τρυμαλιᾶς οἷον εἰπεῖν δυσπόρου, αὐλῶνι σαφῶς πάντα παρεικασμένης, τὴν ἐς Βερρόην ἐκδρομὴν τεθειμένος ἀπώλεσε πλεῖστόν τε τῶν στρατευμάτων, κἀκεῖνος ἂν ἔφθαρτο παρὰ βραχύ τι, εἰ μὴ βοηθοῦ τοῦ θεοῦ τέτευχέ πως. ὡς γὰρ ἑαυτοὺς παρέβυσαν εἰς μέσον ἄναξ τε καὶ στράτευμα δυσπόρου πόρου, ἡγούμενα μὲν διέβη στρατευμάτων κακῶν ἀπαθῆ κινδύνου τε καὶ μάχης· μέσον δὲ τῆς φάλαγγος ὁ κρατῶν ἔχων ἐπίθεσιν εὕρατο πρὸς τῶν βαρβάρων ἱστοῖς βαλόντων καὶ δόρασι καὶ λίθοις ἑκατέρωθεν αὐτὸν ὁπλίταις ἅμα, ὡς παρὰ μικρὸν τόνδε φυγεῖν τὸν μόρον, πεσεῖν δὲ πολλοὺς στρατιώτας γεννάδας. ὅμως διεκδὺς δυστίβητον χωρίον καὶ πρὸς Βερρόην ἀποσωθεὶς σὺν βίᾳ
unit_394
ἔμφροντιν εὗρεν στρατιὰν τούτου χάριν, φήμῃ δυσήχῳ μάλα τεθροημένην. τῷ τοι βασιλεὺς τὴν Κωνσταντίνου φθάνει, ἐκ τοῦδε φήμην οὐ καλὴν ἀνατρέπων. μικρὸν δʼ ὀφρύος καθυφῆκε καὶ τύφου ἐπαναδραμὼν εἰς πόλιν τὴν τοῦ κράτους, ἀθυμίας δόρασιν ἐμπεπαρμένην ἐφʼ οἷς κακῶς πέπονθε τὴν ψυχὴν ἔχων. πρὸ τοῦ δʼ ἀνασπῶν τὰς ὀφρῦς ἐπῃρμένως μετὰ σοβαρᾶς καὶ φρενὸς καὶ καρδίας ἐπεστράτευσε κατὰ Μυσῶν βαρβάρων, ὀμφὰς προφητῶν κατὰ νοῦν περιστρέφων, ὡς ἔξοδον μὲν θεῖτο σὺν θυμηδίᾳ, ἐπάνοδον δὲ μᾶλλον ἀγαλλιάσει, βουνοί τε προσδέξαιντο χαίροντες μάλα,
unit_395
καὶ πάντα χαρήσαιντο τὰ δρυμοῦ ξύλα τοῦδʼ ἐξιόντος εἰσιόντος αὖ πόλιν. [para]Οὗτός γε δόξαις ἀπᾳδούσαις ἐμμένων, χάριν ἑαυτοῦ γνωματεύων ἦν τάδε, ὡς οὐ διʼ ἃ πέπρακτο πλημμελημάτων ἅπασι κοινῇ τῇ θεοῦ θείᾳ κρίσει θεῷ δίκην τίννυμεν ἁμαρτημάτων, λαῷ παραδοθέντες ἄφρονι τέως πρὸς σωφρονισμὸν μαστίγωσιν μετρίαν, ᾗπερ φιλοίκτου συμπαθοῦς θεοῦ νόμος· ὅτι δʼ ὀπίσω τῆς Βρανᾶ τυραννίδος ὑπῆρξε λαός, τοῦδʼ ἀποστὰς τοῦ κράτους, τοιοῖσδε κακοῖς ἐκδεδόσθαι συνέβη· ὢ τῶν πονηροῦ σκεμμάτων καὶ σπερμάτων, εἰ ταῦτά τινές εἰσιν ὑπειληφότες,
unit_396
ὡς μυριάδας εὐσεβῶν ἐκδοὺς ἔχει θεὸς πρὸς ἀπώλειαν ἔθνει βαρβάρῳ οὑτινοσοῦν ἀντίψυχον παροινίας, ὄντος καθʼ ἡμᾶς τοῦ κακῶς πεπονθότος. πρὸς τοῖσδε προυφοίβαζεν ὡς μοναρχίαν περιβαλεῖται, καὶ Παλαιστίνην πάλιν ἐλευθερώσας προσνεμεῖ κραταρχίᾳ, καὶ γάλα δʼ ἐθνῶν θηλάσει κατὰ κόρον, καὶ πλοῦτον αὐτῶν φάγεται καὶ τὰ πάχη ἐκμυελιεῖ κατὰ τὴν θεοπτίαν. καὶ τοῦτʼ ἀμαθῶς συλλόγων ἡλισμένων ἔφασκε λαμπρῶς, ὡς Ἀνδρόνικος χρόνων ἔμελλεν ἄρξειν ἐννάδα Ῥωμαΐδος, θεὸς δὲ συνέστειλεν εἰς τὴν τριάδα, κακοῦ φανέντος Ἀνδρονίκου τῷ κράτει·
unit_397
ἡ δʼ ἑξὰς αὕτη τῶν χρόνων Ἀνδρονίκου, ὡς πορφύρᾳ ῥάκος τι διερρηγμένον, ἐπιβέβληται τοῦδε τῇ κραταρχίᾳ· καὶ κατὰ τούτους οὐκ ἀγαθὸς τοὺς χρόνους γένοιτʼ ἂν ἴσως, οὐδὲ βελτίων πάνυ. ἐπεὶ δὲ παρέδραμεν ἑξὰς τῶν χρόνων, αὐτὸς πάλιν ἦν οὐχ ἑαυτοῦ βελτίων. [para]Βλάχων ὑπῆρξεν ἀνυπόστατον φῦλον, πλησθὲν λαφύρων Ῥωμαϊκῶν καὶ σκύλων καὶ πλοῦτον ἁβρὸν ἐνδυθὲν πρὸς τῆς μάχης.
unit_398
τοίνυν ἐπῄει Ῥωμαϊκοῖς χωρίοις, καὶ Βάρναν εἷλε σὺν Ἀγχιάλῳ πόλεις, καὶ Τριαδίτζης κατέδραμε τοὺς ὅρους, καὶ Νίσον ἠφάνισε σὺν τῷ Στουμπίῳ, λείαν ἐκεῖθεν ἀπαγαγὸν μυρίαν ἀνδρῶν, γυναικῶν, παντοδαπῶν ἀλόγων. κυκλούμενος γοῦν τοῖς ἐχθροῖς πανταχόθεν καὶ μὴ σθένων πάσχουσιν ἀμύνειν ἄναξ, εἰς τοὺς στρατηγοὺς στρατιὰν κερματίσας, τὴν μὲν μέρει πέπομφε πρὸς ἑσπέραν, ἄλλῃ δὲ τήνδε πρὸς πονοῦν πάντως μέρος. καὶ Βάρναν ἀνέκτισε σὺν Ἀγχιάλῳ, καὶ ταῖσδε φρουρὰν ἱκανὴν ὑπεισάγει· αὐτὸς δʼ ἐπιστὰς τῇ Φιλίππου καὶ πάλιν Μυσῶν τε Σκυθῶν ἀνεχαίτιζε στίχας καὶ διʼ ἑαυτοῦ καὶ στρατηγῶν εὐόπλων. καὶ Τριβαλάρχου καταδῃοῦντος πόλιν σὺν τοῖς πέριξ ἅπασι τὴν τῶν Σκοπίων, ὁρμᾷ κατʼ αὐτοῦ βασιλεὺς σὺν δυνάμει,
unit_399
καὶ συμπλακεὶς ἥττησεν αὐτὸν ἐσχάτως. χῶρον παραλλάξας δὲ πάντα τοῦ Νίσου καὶ πρὸς Σάουβον πεφθακὼς βαθυδίνην ἐκεῖσε συνέμιξε κηδεστῇ φίλῳ, Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ κεκλημένῳ, καί οἱ προσαγόρευσιν ἀποτιννύει καὶ τὴν πρεπώδη δεξίωσιν καὶ σχέσιν. ἔπειτʼ ἐκεῖθεν ἀπαναστὰς ὡς δέον, μεθʼ ἡμέρας εἴσεισι Φιλίππου πόλιν, κἀκεῖθεν ἀνέζευξεν εἰς Κωνσταντίνου. [para]Ἐπεὶ δὲ Μυσῶν καὶ Σκυθῶν δεινὸν φῦλον ἐπεστράτευσε καὶ πάλιν Ῥωμαΐδι, δῃοῦν δὲ φθάνει μέχρι τῆς Ἀρκαδίου, καὶ στρατιὰν ἥττησεν αἰσχρῶς Αὐσόνων πρὸς ἀντιπαράταξιν ἐκτεταγμένην, ἔγνω διʼ αὑτοῦ σφᾶς μετελθεῖν ὁ κράτωρ.
unit_400
ἀπογραφὴν οὖν συλλογὴν καθʼ ἡμέραν ὁρᾶν ὑπῆρχε Ῥωμαϊκῶν ταγμάτων, πρὸς δὲ ξενικὸν συμμαχικὸν μυρίον, μισθοῦ συνιὸν ἐξ ὅλης ἐθναρχίας. ὡς οὖν ἀπειράριθμον ἠθροίσθη στῖφος, ἔξεισιν ἦρος τῆς Κωνσταντίνου κράτωρ, χρυσοῦ κεντηνάρια πέντε πρὸς δέκα, ἀργυρίου δʼ αὖ ἑξήκοντʼ ἐπηγμένος. καὶ πρὸς Ῥαιδεστὸν τὴν πόλιν ἀφιγμένος, ἐκεῖ θύσας ἔφαγε μυστικὸν πάσχα, ἑορτάσας ἔγερσιν ἡμῶν δεσπότου πρώτην κυριώνυμον, ὡς πιστοῖς ἔθος. συγγίνεται δʼ ἐνταῦθα Βασιλακίῳ, ἀνδρὶ βιοῦντι βίον ἐξηλλαγμένον καὶ διαγωγὴν ἀσυνήθη τοῖς ὅλοις·
unit_401
ὅστις τὰ πρόσθεν προβλέπειν εἶχε κλέος· εἰς ὃν συνέρρει πᾶς τις ὡς εἰς Λοξίαν. οὐδὲν διεξῄει δὲ τρανὲς συνόλως οὐδʼ ὑγιές τε καὶ διηυκρινημένον, ἀλλὰ γριφώδη πάντα πεπλανημένα. ἐν δʼ αὖ γε πολλοῖς ἀπεφλυάρει λόγους εὐτραπελίας καὶ γέλωτος ἀξίους, μαστοὺς γυναικῶν ἀναδιφῶν παλάμαις, περιαθρῶν τε καὶ σφυρὰ τούτων πάλιν, ἐφʼ οἷς συνεῖρε καὶ μακρὰς ληρωδίας.
unit_402
ὅμως ἐπεσπάσατο συρφάκων ὄχλον, καί οἱ προσεῖχον οἷα καὶ προηγόρῳ. συνείπετʼ αὐτῷ καί τινα γραϊδίων οἰστρηλατουμένων τε καὶ παραφόρων, τὰ δρώμενά οἱ πάντα καὶ λελεγμένα διατρανούντων ἀφικνουμένοις ὅλοις. τοῖς πλείοσι δʼ ἔδοξε τοῦτον εἰδότων προφητικός τις καὶ θεῷ πεφιλμένος· οἷς σύνεσις δʼ ἦν καὶ φρένες κρίνειν δέον, γελοῖος ὑπείληπτο ληρώδης γέρων.
unit_403
ἔδοξε δʼ ἄλλοις πνεῦμα Πύθωνος φέρειν. ὅστις ἐπιστάντι γε τῷ στεφηφόρῳ καὶ τόνδʼ ἱλαρῶς εὐλογήσαντι τότε οὐδὲν κατηξίωσε προσχεῖν συνόλως, ἄνω δὲ κάτω βακχικῶς πως ἠγμένος ὀνείδεσιν ἔβαλλε συνειλεγμένους, τοὺς δʼ ἐν τέλει μάλιστα καὶ γερουσίας. καὶ κράτορα δʼ οὐχ ἧττον ἦν κακῶς λέγων, καί οἱ κράτους δʼ ὥρμησεν ἁρπάσαι πῖλον. μόλις δὲ λήξας πωλικῶν κινημάτων, τῇ διὰ χειρὸς εὐτελεῖ βακτηρίᾳ ὄμματʼ ἀμαυροῖ βασιλικῆς εἰκόνος ἐπὶ πίνακος αὐτόθʼ ἐγγεγραμμένης. τοῦ δʼ ὡς μεμηνότος καταγνοὺς ἄναξ ἄλλαις ἑαυτὸν φροντίσιν ἐνησχόλει.
unit_404
Ἐκεῖθεν εἰς Κύψελλα φρούριον φθάσας πρὸς θήραν ἐξώρμησε τέρψεως χάριν, καὶ συνεκάλει καὶ σύναιμον πρὸς τόδε. σκηψάμενος δὲ τὴν φλεβὸς σχάσιν ὅδε τοῦ πρὸς κυνηγέσιον ἐκκρούει δρόμου· ἔξεισι δʼ οὕτως αὐτοκράτωρ καὶ μόνος. συνίστορες δὲ προσλαβόντες σκεμμάτων σύναιμον Ἀλέξιον ἄγουσι τάχος σκηνὴν πρὸς αὐτὴν καὶ βασίλειον θρόνον, καὶ τόνδʼ ἀνεῖπον αὐτοκράτορʼ Αὐσόνων, τοῖς βασιλικοῖς ἀλαλάζοντες κρότοις. καὶ γνοὺς Ἰσαάκιος τὰ πεπραγμένα θεοκλυτῶν ἦν κίνδυνον πεφευγέναι. ἐπεὶ δὲ συνέξοντας αὐτὸν ἱππότας ἑώρα συντρέχοντας ἀπτέρῳ τάχει,
unit_405
ἀνεὶς χαλινὰ πρὸς φυγὴν μετετράπη, καὶ ῥοῦν ποταμοῦ διαβὰς προκειμένου ἤλαυνεν ἵππον φυγαδεύων ᾗ σθένος. πλὴν συσχεθείς γε κατὰ Στάγειραν πόλιν ἐκκόπτεται δὴ τὰς κόρας τῶν ὀμμάτων κατὰ σεμνεῖον εὐαγὲς τὸ τῆς Βήρας, οὗπερ δομήτωρ σεβαστοκράτωρ ἔφυ τοῦδʼ Ἀνδρονίκου καὶ τοκεὺς στεφηφόρου. οὕτω δʼ Ἰσαάκιος ἐκκοπεὶς κόρας ἐν βασιλείοις ἐγκαθείργνυται δόμοις, οὐχὶ μετασχὼν οἱασοῦν ἐδητύος διὰ τὸ πάθος ἡμερῶν συχνῶν πάνυ. ἔπειτʼ ἐκεῖθεν ἔσχεν αὐτὸν οἰκία ἡ κατὰ διπλοῦν κίονα Προποντίδος, σὺν μησὶν ἑπτὰ λυκάβαντας ἐννέα κραταρχίας ἄρξαντα τῆς τῶν Αὐσόνων.
unit_406
Οὕτω δʼ ἐπιβὰς Ἀλέξιος τοῦ κράτους καὶ τῶν ὅλων σχὼν καθαρῶς αὐταρχίαν οὐκ εὐθὺς εἰσέδραμε πρὸς Βυζαντίδα, ἀλλὰ κακῶς πάσχουσι τοῖς κατὰ δύσιν παρὰ Μυσαρχῶν κασιγνήτων δυστρόπων, Ἀσάν τε Πέτρου, τῆς κακῆς ξυνωρίδος, προστρέχει πράγμασι καὶ τοῖσδʼ ἀμύνει. δηλοῖ δʼ ἐπʼ αὐτῷ τὸ πραχθὲν τῇ συζύγῳ, γερουσίας μέρει τε τῷ κατὰ πόλιν, κλήρῳ τε παντὶ καὶ πολιτείᾳ πάλιν· καὶ πᾶς τις ὠσὶν ἀκοὴν πεπραγμένων ἄγαν ἱλαρῶς ἡδέως ἠκηκόει. τῆς δʼ Εὐφροσύνης Δουκαίνης βασιλίδος πρὸς τὸν μέγιστον ναὸν ἀφικνουμένης, στῖφος βαναύσων φρατρίαν δεδρακότες ἄνδρα Κοντοστέφανόν τινα τοὐπίκλην, Ἀλέξιον κλήσει δέ, συνειληφότες ἐν τῷ μεγίστῳ τοῦ θεοῦ θείῳ δόμῳ ἀνεῖπον ὡς ἄνακτα τῆς Ῥωμαΐδος·
unit_407
λαμπρῶν δʼ ἐνίοις συσχεθεὶς παραυτίκα φρουρὰν ὑπέστη καὶ κάθειρξιν ἐνδίκως. καὶ λοιπὸν ἅπας προστρέχων θείῳ δόμῳ τὴν Εὐφροσύνην ἀνύμνει βασιλίδα. μεθʼ ἡμέρας δʼ εἴσεισι καὶ κράτωρ πόλιν, οὐ πᾶσιν ἀσπάσιος ὧν χάριν ἔδρα εἰς σύγγονον φίλον τε καὶ βασιλέα· οἳ καὶ παρεφθέγγοντο δήπουθεν τάδε “ἂν οἶδεν ὕδωρ τοὺς πεπωκότας πνίγειν, τί λοιπὸν ἄλλο καὶ πιὼν ζήσαιτό τις;
unit_408
εἰ δʼ οὐ λυτροῦται τὸν σύναιμον κινδύνου ὁ φίλος αὐτάδελφος, οἴχεται φύσις.” ὅμως παρελθὼν εἰς νεὼν θεοῦ μέγαν καὶ ταινιωθεὶς ταῖν χεροῖν ἀρχιθύτου, ἔξεισιν αὖθις ὡς ἔθος στεφηφόροις. ἵππος προσήχθη γαῦρος εἰς ἱππασίαν, φατνιστός, Ἀρράβιος, εὖ ἠσκημένος. ὡς οὖν ἐπῆλθεν ἐγκαθιζῆσαι δίφρῳ, ἵππος φριμάσσων γαυριῶν ἦν ἐκτόπως· ἐμπροσθίους δʼ ἄνωθεν ἀνυψῶν πόδας καὶ βλοσυρόν τι καὶ μανιῶδες βλέπων, τὸ δάπεδον δʼ ὄνυξι κόπτων συχνάκις, τὸν ἀναβάτην ἀπεσείετʼ ἐξόχως. ἐπεὶ δὲ λαθὼν ἐμβεβήκει τῷ δίφρῳ ἡνία λαβὼν ἐν χεροῖν αὐτοκράτωρ,
unit_409
οὐχ ἧττον ἵππος ἀγέρωχος ἠτάκτει, πόδας ἀνυψῶν καὶ κροαίνων ἀγρίως μετʼ ἐξακούστων χρεμετισμῶν καὶ κρότων. καὶ ταῦτα ποιῶν οὐκ ἔληξε παράπαν, ἕως κεφαλῆς τοῦ κρατοῦντος τὸ στέφος χαμαὶ πεσεῖν δέδρακε, καὶ τούτου μέρη θραῦσίν τε παθεῖν δυσκλεᾶ τʼ ἀκοσμίαν, αὐτὸς δʼ ἐπεσφαίριστο μάλʼ ἐφεστρίδι. ἵππον δʼ ἀναβὰς ἄλλον ὁ στεφηφόρος πομπὴν ἐπεισόδιον εἶχεν ἀνύσας σὺν τῷ πεσόντι καὶ τεθραυσμένῳ στέφει.
unit_410
ἀπαίσιος δʼ ἔδοξεν οἰωνὸς τόδε. [para]Ὑπῆρχεν οὗτος ἀγαθὸς τρόπους κράτωρ, μείλιχος, ἡσύχιος, ἠπία φύσις, ἱλαρὸν εὐέντευκτον ἦθος εὖ φέρων, μεταδοτικὸς καὶ φιλοικτίρμων πλέον, πᾶσι προσιτός, εὐμενὴς ὑπηκόοις, ἡδύς, χαρίεις, εὐπρεπὴς ὄψιν ἄγαν, ὄρθιος, εὐῆλίξ τε, Νιρεύς τις νέος, οὔτινα βλάψας εἰς δέμας εἰς οὐσίαν, οὔτʼ αὖ νεοχμώσας τι τῆς ἐκκλησίας, οὐ καινίσας ἔθιμα τῆς κραταρχίας, μισῶν διαβόλους τε θῶπας καθάπαξ, αἰσθητική τις καρδία, σὴς ὀστέων, τῆς εἰς ἀδελφὸν ἀδίκου παροινίας ἐν συντριβῇ πνεύματος εὖ ᾐσθημένος καὶ κατανύξει καρδίας δακρυχέων· ἐφʼ οὗ γυνή τις οὐκ ἐφάνη γαμέτου ἐκ τοῦδε κακῶς εἰς δέμας πεπονθότος παρειὰς ἀμφίδρυφος ἢ καὶ λυσίθριξ,
unit_411
οὐδʼ ἀπελαθεὶς ὦπτό τις τῆς πατρίδος. πλὴν νωχελὴς ἦν καὶ μαλακὸς τὴν φύσιν, οὐδʼ εὖ πεφυκὼς πρὸς διοίκησιν ὅλων ἐκ τῆς φυσικῆς νωθρότητος συντρόφου καὶ τῆς τρυχούσης τοὺς πόδας καχεξίας. Οὗτός γε τοίνυν ἀσφαλῶς σχὼν τὸ κράτος, καὶ βασιλείοις ἐνδιατρίψας δόμοις, καὶ δωρεαῖς πλείστους καταπιάνας καὶ φιλοτίμοις ἀξίαις καθηδύνας, μετὰ στρατιᾶς ἐκπερᾷ πρὸς τὴν ἕω·
unit_412
ἤκουστο καὶ γὰρ ὡς ἀποστάτης πάλιν Ἀλέξιός τις Κιλίκων ἐπαρχίας, προσηγορίαν ὑποδὺς Ἀλεξίου οὗπερ τοκεὺς ἦν Μανουὴλ αὐτοκράτωρ, κώμας ἐπιὼν ἀνέσειε τὰς πόλεις. τοίνυν ἐπιστὰς φρουρίοις Μελαγγείων καὶ τοῖς ἐκεῖσε βασιλεὺς αὐτοκράτωρ ἀναγορευθεὶς πρὸς πόλιν ὑποστρέφει. [para]Εἶτʼ ἀνεφύη Ῥωμαΐδος τῷ κράτει κακόν τι τερμέριον ἄελπτον πάλιν, Ἰσάκιος τύραννος αἰσχρὸς Κυπρίων, ὃς ἐξαπίνης προσρυεὶς τῷ σουλτάνῳ κἀκεῖθεν εὑρὼν συμμαχικόν τι στῖφος χώρας ἐκάκου καὶ πόλεις Ῥωμαΐδος. ὤλλυντο δʼ ἄμφω παραπεμφθέντες μόρῳ.
unit_413
Φροντίδα τιθεὶς δυτικῶν χωρῶν ἄναξ μετὰ στρατιᾶς ἱκανῆς εὐκαρδίου ἄνδρα στρατηγόν, τοὐπίκλην Ἀσπιέτην, κατὰ Μυσῶν πέπομφεν ἐχθρῶν βαρβάρων. χρησάμενος δὲ μὴ δεόντως τῇ μάχῃ αὐτοῖς ἑάλω βαρβάροις ἀντιμάχοις. ποιούμενος λόγον δὲ πλείονα πάλιν κράτωρ δυτικῶν ἀστέων κακουμένων, Ἰσαάκιον γαμβρὸν εἰς θυγατέρα, τὸν σεβαστοκράτορα, πέμπει δευτέρως σὺν δυσαρίθμῳ στρατιᾷ ῥωμαλέᾳ· κἀκεῖνος Ἀσὰν συσχεθεὶς τῷ βαρβάρῳ χρόνια δεσμὰ καὶ κάθειρξιν ὑπέδυ, ἐν οἷς ἐναπέψυξε βιαίῳ μόρῳ. πλὴν ἀλλὰ καὶ βάρβαρος Ἀσὰν ἐφθάρη κλῆσιν Ἰβαγκῷ τινὶ Μυσῶν ἐκ γένους· καὶ Πέτρος ἀρχὴν τὴν Μυσῶν λαβὼν ἔχει. καὶ τοῦδε κακῶς ἀποκτανθέντος ξίφει Ἰωάννης δέδεικτο Μυσαρχηγέτης, Ἀσὰν Πέτρου σύναιμος, αἴσχιστος τρόπους,
unit_414
τῶν Ῥωμαϊκῶν ἀστέων καθαιρέτης. ὁ δʼ οὖν Ἰβαγκὸς προσρυεὶς στεφηφόρῳ καὶ παρὰ τοῦδε προσδεχθεὶς μάλʼ ἀσμένως χρήσιμος ὦπτο τῷ μέρει τῶν Αὐσόνων, ἀκμαῖος ὤν τις καὶ χέρας ῥωμαλέος, ὀξύρροπος δʼ οὖν πρὸς θυμὸν καὶ μανίαν. τούτῳ κατηγγύησε πρὸς συνοικίαν τὴν θυγατριδῆν βασιλεὺς ἀφιγμένῳ, ὕπαρχον ἀρχὴν τῆς Φιλίππου χειρίσας· ὃς ἦν ἐπιτείχισμα Μυσοῖς καὶ Σκύθαις τειχῆρες Αὐσόνων δὲ χωρίων μέρει. [para]Τοῖς Ἀλαμανοῖς βαρβάροις Σικελίας αἰσχρῶς ἁλούσης, ἐν Ἰταλίᾳ τότε δορυάλωτος συναπήχθη πρὸς βίαν καὶ θυγάτηρ ἄνακτος Ἰσαακίου,
unit_415
καὶ κασιγνήτῳ ῥηγὸς Ἀλαμανίας Φιλίππῳ συνέζευκτο πρὸς γάμου σχέσιν, πόσιν ἑαυτῆς ἀποβαλοῦσα μόρῳ, τοῦ Σικελῶν ἄρξαντος υἱὸν πρὸ χρόνων. ἣ κυκεῶνα πικρίας ἀψινθίου, ποτήριον δʼ οὐχ ἧττον ὀργῆς κυρίου ὀλέθριον κίρνησι τῇ Βυζαντίδι. [para]Πάσχων τὰ τοῦ σώματος ἄρθρα καὶ βάθρα οὐ συνεχῶς μὲν καὶ διὰ βίου κράτωρ, κατὰ δὲ κύκλους καί τινας περιόδους ἔκ τινος ὕλης σώματος καχεξίας, ὀδύνας εἶχε καὶ δυσυποίστους πόνους ἐπεισρυέντος τοῦ κακοῦ καὶ τοῦ πάθους. ἔαρος οὐκοῦν τηνικαῦτʼ ἀφιγμένου πόνοις νικηθεὶς καὶ περιωδυνίαις τολμᾷ τι πρᾶγμα κινδυνῶδες καὶ ξένον, ὄλεθρον αὐτῷ προξενοῦν παραβόλως· σιδήρια γὰρ πυρακτωθέντα σφόδρα σκελοῖν ἐπιτίθησιν ἀμφοῖν καὶ βάθροιν, καὶ πρὸς βάθος δέδρακε καυτῆρα μάλα.
unit_416
καὶ πρὸς βραχὺ μὲν ῥαϊσάντων τῶν πόνων μεθʼ ὕβρεων ἅπαντες Ἀσκληπιάδαι μακρὰν ἀπηλαύνοντο κράτορος λόγῳ· μετὰ δὲ τοῦτο φλεγμοναὶ καυτηρίας κατέτρυχον κρατοῦντα καὶ ποδαλγίαι, καὶ πᾶς ἰατρὸς εἰσκέκλητο σὺν τάχει. καὶ πάντας ὑπέθραττεν οὐ φαῦλον δέος, μήπως ἀνειρχθὲν καθόδου τῆς πρὸς πόδας εἰωθὸς αἷμα σὺν ὕλῃ καταρρέειν, ἐνσκῆψαν εἰς καίρια σώματος μέλη οἴσει κρατάρχῃ θάνατον παραυτίκα, μεταπεσεῖται δʼ ἀλλαχοῦ κραταρχία. τούτων λόγος μάλιστα τῇ βασιλίδι, κληροῦχον υἱὸν οὐκ ἐχούσῃ τοῦ κράτους, μόνην ξυνωρίδα δὲ τῶν θυγατέρων,
unit_417
χῆτιν παθουσῶν τῶν συνεύνων πρὸ χρόνων· ὧν Εἰρήνη μὲν ἡ χρόνῳ πρεσβυτέρα συνῆπτο καλῶς πρὸς γάμου κοινωνίαν Κοντοστεφάνων ἐκ γένους Ἀνδρονίκῳ, μόρῳ μαλακῷ καταλύσαντι βίον, ἡ δευτέρα δʼ Ἄννα γε συνῴκει πάλιν Ἰσαακίῳ Κομνηνιάδῃ νέῳ, Μυσῶν καθείρξει τὸν βίον λελοιπότι, ὡς ἱστορῶν ἔφρασεν ἀνόπιν λόγος. [para]Ταῦτα μὲν οὕτω τῷ βασιλεῖ συνέβη· ὅμως ῥαΐσας, ἀπάρας Βυζαντίδος, ἐφίσταταί γε Θεσσαλονίκῃ πόλει, κἀκεῖθεν ὁρμᾷ κατὰ Χρύσου τοῦ Βλάχου, ὃς παραλαβὼν Στρούμμιτζαν σὺν τοῖς πέριξ, καί τι κατασχὼν εἰς τυραννείου λόγον ὑπερφυὲς τειχῆρες αἰπεινὸν λίαν ἔρυμα δεινόν, Πρόσακον κεκλημένον, ὃ συνδραμοῦσαι φύσις ἅμα καὶ τέχνη ἀπρόσμαχόν τʼ ἄμαχον εἰργάσαντό πως, ἦν Ῥωμαϊκοῖς γειτνιάζουσιν ὅροις μέγα τι κακόν, ἀφανίζουσα λύμη. τοίνυν ἐπιστὰς βασιλεὺς τῷ Προσάκῳ μετὰ στρατιᾶς ἀξιαγάστου λίαν, καὶ συγκροτήσας καρτερὰν Μυσοῖς μάχην, σπουδὴν ἐτίθει τοῦ Χρύσου κατισχῦσαι
unit_418
ἑλεῖν τε καὶ φρούριον αὐτοῦ τοῖς ὅπλοις. μετὰ φόνον γοῦν καὶ κάματον μυρίον εἰς συμβάσεις βλέψαντος αὐτῷ τοῦ Χρύσου τοῦ καθυπείκειν βασιλεῖ διὰ βίου, ἔρυμα κατέχειν βασιλεῖ διὰ βίου, καὶ σύζυγον σχεῖν ἐκ βασιλείου γένους, ἄναξ μεταστὰς τῶν μερῶν τοῦ Προσάκου εἴσεισιν αὖθις τὴν πόλιν Κωνσταντίνου. [para]Ἀφίσταται δὲ τοῦ κράτους Ῥωμαΐδος πρόσφυξ Ἰβαγκός, ὢν ἐν Φιλίππου πόλει, καὶ πλεῖστα δεινῶν Αὔσονας κατειργάκει, καὶ στρατιὰν ἥττησεν αὐτῶν πολλάκις, ἑλὼν πρωτοστράτωρα Καμμύτζην μάχῃ, ἐπιδραμὼν δὲ καὶ πόλεις Ῥωμαΐδος τὰς πρὸς Βολερὸν μέχρις αὐτῆς Ξανθείας,
unit_419
καὶ πάντα Μυσῶν, ᾗ φασί, λείαν δράσας, ἀνὴρ ἀτεχνῶς αἱμοχαρὴς καρδία, κύων μανικὸς καθυλακτῶν Αὐσόνων· ὃς ἐς τοσοῦτο μανίας ἐληλάκει ὡς συσχεθέντας Αὐσόνων κατὰ μάχην τέμνειν μεληδὸν ἐν πότῳ ξιφειδίῳ. ὅθεν βασιλεὺς ἀπάρας Βυζαντίδος Ὀρεστιάδα καταλαμβάνει πόλιν. ὁρῶν ἀποστάτην δὲ δύσμαχον πάνυ καὶ συνὸν αὑτῷ Ῥωμαϊκόν τι στῖφος πρὸς συμπλοκὴν φρίσσον τε καὶ θνῆσκον δέει, ἐξηπορεῖτο φροντίσι προσανέχων. πλὴν προυκαλεῖτο πρὸς φιλίαν ἐνστάτην, μηδὲ στρατιᾶς ἀμελῶν καὶ τῆς μάχης. καὶ παραλαβὼν τὰς δυνάμεις τὰς ὅλας καὶ τῆς Φιλίππου τὴν ἐπαρχίαν φθάσας Στενίμαχον φρούριον εἷλεν ἐκ μάχης, ἔνθα συνῆκτο βαρβάρων πλεῖστον στῖφος, οὓς κατεδουλώσατο πορθήσας πόλιν. ἔπειτα συσχὼν ἀπάτῃ ψευδορκίοις Ἰβαγκὸν ὠμὸν δύσμαχον κακεργάτην, εἴσεισι καλλίνικος τὴν Κωνσταντίνου. [para]Τούτου κρατοῦντος Κομνηναγγελωνύμου, Ἰωάννου δὲ Καματηροῦ τὸν θρόνον Βυζαντιάδος ἰθύνειν εἰληχότος,
unit_420
δόγμʼ ἀνεφύη καινοφανὲς καὶ νόθον, γεννήτορά τε καὶ διδάσκαλον φέρον τινὰ μοναχὸν Σικιδίτην τοὐπίκλην, λαλοῦντʼ ἀληθῶς ἀπὸ γῆς καὶ κοιλίας. ζητήσεως οὔσης γὰρ εἰ χρὴ καὶ λέγειν νοεῖν τε σαφῶς σῶμα Χριστοῦ δεσπότου, ὃ ληπτόν ἐστιν ἡμῖν ἐν μυστηρίοις, ἄφθαρτον εἶναι καθάπερ μετὰ πάθος καὶ θείαν ἀνάστασιν, ἢ φθαρτὸν λέγειν, ὁποῖον ἦν πρὸ θανάτου καὶ τοῦ πάθους, ἄφθαρτον οἱ μὲν ἀπεδείκνυον τόδε, διδασκαλικαῖς χρώμενοι μαρτυρίαις σοφοῦ Κυρίλλου καὶ πατρὸς Χρυσοστόμου Εὐτυχίου τε ποιμένος Βυζαντίδος καὶ Γρηγορίου φωσφόρου Νυσσαέων,
unit_421
οἵπερ παριστάνουσι διδασκαλίαις ἐκεῖνο σῶμα δεσπότου πεφυκέναι τὸ νῦν πρὸς ἑστίασιν ἡμῖν τυγχάνον, ὃ κρεῖττον ὀφθὲν θανάτου μετὰ πάθος ζωῆς κατῆρξεν ἀφθίτου βροτῶν χάριν· οὗ κἂν μέρος τις τυγχάνῃ δεδεγμένος, ἅπαν λαβὼν ἄπεισι σῶμα κυρίου, καὶ προσθεουργεῖ τοὺς μετασχόντας ξένως. οἱ δʼ ἐκ μερίδος τῆς ἐναντίας πάλιν ἔφασκον αὐτὸ μηδὲ τύπον παρέχειν σεπτῆς μακαρίας τε παλινζωΐας, τελούμενον δὲ θυσίαν μόνην φέρειν, κἀντεῦθεν ἄνουν φθαρτὸν ἄψυχον πέλειν, καὶ τὸν μετασχόντα δὲ λαμβάνειν μέρος, οὐχ ἅπαν τὸ σῶμα Χριστοῦ δεσπότου·
unit_422
εἰ γάρ, φασίν, ἄφθαρτον ὑπῆν καθόλου, ἦν ἂν ἀναφὲς ἀθέατον τοῖς ὅλοις. τοιαῦτα συνείροντες οἵδε δυστρόπως ἁπλουστέρους ἔπειθον ὑπείκειν σφίσι· τῇ κρείττονι δόξῃ δὲ προστεθεὶς ἄναξ εἴα φθινύθειν τηνάλλως τοὺς θατέρας. [para]Μυσῶν γένος κάκιστον, εἰς συμμαχίαν στῖφος Κομάνων προσλαβὸν παριστρίων, χώρας ἐπῄει Ῥωμαϊκὰς ἐκτρῖβον, καὶ λείαν ἀμύθητον αἰχμαλωσίαν καὶ σκῦλα πλεῖστα κερδᾶναν ὑποστρέφει. καὶ τοῦτʼ ἂν εἶχεν εἰσαεὶ δρᾶν ἐξ ἔθους, εἰ μὴ τὸ χριστώνυμον εὐσεβὲς φῦλον τῶν Ῥὼς ἀπεῖρξε σφᾶς κακῆς προθυμίας. ὁ γὰρ Γαλίτζης ἡγεμών, παραινέσει τοῦ ποιμενάρχου Ῥωσικῆς ἐκκλησίας, στῖφος στρατιᾶς ἡλικὼς ὡς μυρίον ἐπῆλθε τῇ γῇ τῶν Κομάνων ἀθρόον καὶ χώραν ἠφάνισεν αὐτῶν ἐσχάτως· καὶ τοῦτο δράσας πλειστάκις φιλοφρόνως
unit_423
εἰς εὐσεβῶν καύχημα τῶν χριστωνύμων, σφᾶς συμμαχεῖν ἔπαυσε Μυσοῖς βαρβάροις. [para]Καί τις Κομνηνῶν ἐκφυεὶς Ἰωάννης, ἀνὴρ πιθώδης σωματικὴν τὴν πλάσιν, προκοίλιός τε καὶ λιπόκρεως λίαν, παχὺς ἐπίκλην ἐκ θέας φερωνύμου, ἀντάρας ὦπτο βασιλεῖ κατὰ πόλιν. νεὼν γὰρ εἰσδὺς τὸν θεοῦ θεῖον μέγαν καὶ τῶν περὶ τράπεζαν ᾐωρημένων στέφανον ἐνθεὶς τῇ κρατὶ παρανόμως, στεφανίτης ἔξεισι τοῦ θείου δόμου. καὶ σὺν φρατρίᾳ καὶ συνιστόρων στίφει, ὄντων ἐπισήμων τε λαμπρῶν ἐκ γένους, εἴσεισιν εὐθὺς εἰς παλάτιον μέγα, τοῖς βασιλικοῖς ἀναδούμενος κρότοις.
unit_424
καὶ βασιλείου καθίσας ἐπὶ θρόνου τινὰς ἐδωρήσατο λαμπραῖς ἀξίαις. ὁ συρφάκων ὄχλος δὲ καὶ τῶν ξυγκλύδων ἀνὰ στενωποὺς ἀμφόδους Βυζαντίδος, πρὸς δʼ αὖ ἀγυιὰς ἐκτρέχοντες λιμένας, ἀνηγόρευον Αὐσόνων βασιλέα ἐλευθέρῳ στόματι τόνδʼ Ἰωάννην, τιθέντες εἰς ἅρπαγμα λαμπρὰς οἰκίας. νυκτὸς δὲ χανδὸν ἐμφορηθεὶς ἀκράτου παχὺς φρένας κλῆσίν τε τύραννος νέος, ἀνείς τε πύλας ἀνέτους ἀνακτόρων ὁπλιτικῆς φάλαγγος ἐσκεδασμένης, ἔλαθεν ἁλοὺς ὁπλίταις βασιλέως καὶ τὴν κεφαλὴν ἐκκοπεὶς παναθλίως. [para]Καὶ δέσμιος δὲ πρωτοστράτωρ Καμμύτζης,
unit_425
ὃν φθάσας εἶπον τοῖς Μυσοῖς ἡλωκέναι, εἱρκτῆς τε δεσμῶν ἐκλυθεὶς παρὰ Χρύσου, σὺν τῷδʼ ἀπεστάτησεν Αὐσόνων κράτους, καὶ κατακρατεῖ Πελαγονίας ὅλης. συνέσχε καὶ Πρίλαπον ἄστυ ῥᾳδίως, κατατυραννεῖ Θετταλικῶν χωρίων, παρακινεῖ τε ῥᾷστα καὶ τὴν Ἑλλάδα, παλίμβολον τίθησι Πέλοπος κλίμα. πρὸς τῷδʼ ἀποστάτης γε δεύτερος πάλιν, σπαρτοὺς κατὰ γίγαντας, αἴφνης ἀνέφυ, Ἰωάννης Κύπριος Σπυριδωνάκης, τοὐπώνυμον σχὼν ἐκ πατρῴας ἑστίας, αἰσχρός τις εἶδος ἡλικίαν καὶ τρόπους, χειρωνάκτης τέχνην τε, τὰς ὄψεις στράβων, τύχην χαμερπὴς καὶ χθόνιος παντάπαν,
unit_426
ὑπηρετῶν ἄνακτι τὰ κατὰ δόμους, φύλαξ ταμείων τῶν ἔσω τεταγμένος, εἶτα Σμολένων κλίμα λαχὼν διέπειν· ὃς κατεπαρθεὶς ἀξίαις παραλόγοις ᾔρθη πρὸς ἀπόνοιαν ἀποστασίας. ὑπῆν βασιλεῖ καὶ κακὸν τρίτον τότε εἰωθός οἱ νόσημα τῆς ποδαλγίας. στρατευμάτων τοίνυν διελὼν πᾶν εἰς δύο τὸ μὲν παρέσχε κατὰ Σπυριδωνάκου γαμβρῷ Παλαιολόγῳ τῷ Ἀλεξίῳ, τὸ δʼ εἶχε πέμψας Οἰνοπολίτῃ πάλιν εἰς ἀντίμαχον κατὰ Καμμύτζη μάχην· καὶ συμβαλὼν ἥττησε τοὺς ἀποστάτας, καὶ φυγάδας τίθησι τῷ θεοῦ σθένει, καὶ Χρύσον ἀπήλασε χώρας Στρουμμίτζης.
unit_427
Ἐφʼ ἡμερῶν τούτου γε τῆς κραταρχίας Ἰωάννης ἔξεισι Μυσαρχηγέτης, σύναιμος Ἀσὰν καὶ Πέτρου, τῆς Μυσίας μετὰ στρατιᾶς κατὰ Ῥωμαίων ὅρων, καὶ διαλαβὼν ὁπλιτῶν πολλῶν ἴλαις κατὰ Ῥοδόπην τὴν Κωνστάντιαν πόλιν ᾠκισμένην εὖ καὶ κολώνειαν πόλιν, ταύτην παρεστήσατο ῥᾷστα τῇ μάχῃ. καὶ κατερείψας τὸν περίβολον τάλας εἰς Βάρναν ἧκε τὴν παράλιον πόλιν, καὶ τήνδε τρισὶ κατασείσας ἡμέραις παραλαβών τε, κατεδαφίσας ἅμα, καὶ τοὺς ἐν αὐτῇ καταχώσας, φεῦ πάθους, ζωοὺς ἀλάστωρ παρακειμένῃ τάφρῳ κατὰ μέγα σάββατον εὐλογημένον,
unit_428
μηδὲν σεβασθεὶς τὰ Χριστοῦ θεῖα πάθη, ἐκεῖθεν ἀνέζευξεν εἰς τὴν πατρίδα. [para]Φαῦλον τραγῳδὸν οὐκ ἔδει παριέναι, τοιοῦτον οἷος ὢν ἐγώ γε τυγχάνω, εἰς συμφορῶν πέλαγος, εἰς τόσον βάθος τραγῳδίας τε καὶ κακῶν Ἰλιάδος, ἃ πάντα συμβέβηκε τῇ Κωνσταντίνου· ἀλλʼ ὅστις ἂν ἤμελλεν ἐκ διαμέτρου ἅπαντα νικᾶν τραγικὸν πρὸς τὸ κλαίειν καὶ δραματουργὸν συμφορῶν ἀνθρωπίνων, οἷοί περ ὄντες τυγχάνουσιν ἐκτόπως Σοφοκλεῖς Αἰσχύλοι τε σὺν Εὐριπίδαις. πίσυνος ὢν ὅμως δὲ κἀγὼ τῷ λόγῳ, αὐτοῦ διδόντος, ἐξερῶ τι πρὸς σθένος. [para]Καθεῖλεν Ἀλέξιος Κομνηνὸς κράτωρ σύναιμον Ἰσάκιον ἀρχικοῦ θρόνου· καὶ τάχʼ ἂν ὑπῆν συμφέρον κραταρχίᾳ, εἰ τοῦδε μηδὲν φυλακῆς κατημέλει. νυνὶ δὲ διάγοντι τῷδʼ Ἰσακίῳ κατά γε διπλοῦν κίονα Προποντίδος ἀνεύθυνον ξύμπασιν ἦν προσιέναι καὶ καθομιλεῖν πάντα τε δρᾶν ἀνέδην. διακόνοις οὖν Ἰταλοῖς κεχρημένος, ἀνδράσι φίλοις, γράμματʼ ἐκπέμπει λάθρα φίλῃ θυγατρὶ τῇ συνεύνῳ Φιλίππου
unit_429
Ἀλαμανῶν ἄρχοντος εὐτυχῶς τότε, δηλοῦντά οἱ ξύμπαντα συμβεβηκότα. κἀκεῖθεν ἀντίγραφα προσδεδεγμένος πέμπει πρὸς αὐτὴν Ἀλέξιον υἱέα, ὃν καὶ λιπεῖν ἤλπιζε κληροῦχον στέφους, λαθόντα τὴν αἴσθησιν οἷς τούτου λόγος. ὅπως δὲ λαθὼν διέδρασε, λεκτέον. οὗτός γε συνέξεισι τῷ στεφηφόρῳ στράτευμα κινήσαντι κατὰ Καμμύτζη, εἰς δʼ οὖν Δαμοκράνειαν ἐσκηνημένου ἀπῴχετʼ αὐτὸς ἀποδρὰς πρὸς Ἀθύραν. ἐφόλκιον δὲ νηὸς εὐρείας πάνυ, Ἑλλησποντίαις Πηγαῖς καθωρμισμένης, ἧς ἡγεμὼν ἦν ἐκ Λατίνων Πισσαῖος, προευτρεπισθὲν εἰς δοχὴν τοῦ δραπέτου,
unit_430
ἐκεῖ κατᾶραν ἐξεπίτηδες τότε, ἡρπακὸς ἐξέπλευσε τὸν νεανίαν, καὶ πρὸς μέγʼ ἀπήνεγκε πλοῖον Λατίνου. ἐπεὶ δὲ δρασμὸς διέγνωστο τοῦ νέου, στείλας ἐρευνᾷ βασιλεὺς πλοῖον μέγα. οὐδὲν δὲ καὶ δράσαντες ἀπεσταλμένοι παλίνδρομοι φθάνουσι πρὸς βασιλέα· κειράμενος γὰρ εὐφυῶς οὗτος κόμην, ἐσθήμασί τε σχηματισθεὶς Λατίνων, εἱλούμενός τʼ αὖ ἀναμὶξ αὐτῶν ὄχλῳ, ἄγνωστος ἦν ἅπασι καὶ τοῖς εἰδόσιν. οὕτως ἀποδρὰς Ἀλέξιος, ὡς ἔφην, πρὸς κασιγνήτην ἐν Σικελίᾳ πλέει, καὶ τῇδʼ ἐποφθεὶς ἐκτραγῳδεῖ τὰ πάθη. ἡ δʼ ἐκλιπαρεῖ τὸν σύνευνον ἀμῦναι φίλῳ τε πατρὶ δυστυχῶς πεπραγότι καὶ συγγόνῳ πλάνητι γυμνῷ τʼ ἀστέγῳ. [para]Ταῦτα μὲν οὕτω συνέκυρσε τῷ τότε, ὑπῆν δʼ Ἐριννὺς φθαρτικὴ καὶ πρὶν πόλει, Ἐρίκος τις Δάνδουλος δοὺξ Βενετίας,
unit_431
ἀνὴρ ἀγύρτης καὶ παλαιὸς κακίαν, Ἄδερ ἀλιτήριος, Αὐσόνων λύμη, ὃς ὑποτύφων ζώπυρον βασκανίας, ἔναυσμά τʼ αὖ μήνιδος ἔνδοθεν φέρων ὡς ἐν σποδιᾷ τῆς ἑαυτοῦ καρδίας, τῆς δῆθεν, ὡς ἔφασκεν, εἰς συμφυλέτας παρʼ Αὐσόνων πρὶν ζημίας παροινίας, εὐκαιρίαν πνεύματος ἦν ἀναμένων, ὡς πυρσὸν ἀνάψειεν αὐτοῦ κακίας περιφανῆ μέγιστον ἑπταπλασίως κατὰ κραταρχίας τε καὶ Ῥωμαΐδος. δραξάμενος γοῦν τηνικαῦτʼ εὐκαιρίας, τὴν πυρκαϊὰν ᾖρεν εἰς μέγα φθόνου, ὕλην χορηγοῦντος δὲ καιροῦ τῷ φθόνῳ, συνωμότας σχὼν εἰς σύναρσιν κακίας ἄνδρας τοπάρχας εὐγενεῖς ἐκ Λατίνων, ἐκπλεῖν ἑτοίμους εἰς Παλαιστίνης ὅρους πρὸς ἐκδικίαν μνήματος ζωηφόρου. βουλεύεται δὲ κατὰ Ῥωμαίων σφίσιν. οὗτοι δʼ ὑπῆρχον ἀρεϊκοὶ γεννάδαι,
unit_432
Μόντης Φεράντης μαρκέσιος ἀξίαν, κλῆσιν Βονιφάτιος, ἀκμαῖος σθένος, Βαλδουῗνος κόμης τε χώρας τῆς Φλάντρας, πρὸς δʼ αὖ Ἐρῖκος ἁγίου Παύλου κόμης, καὶ Δολόϊκος κόμης τῆς χώρας Πλέης, πλείστοις σὺν ἄλλοις ἀνδράσι τολμητίαις. πλοῖα δʼ ἐτύχθη παντὸς ὡς εἰπεῖν στόλου εἰς Βενετίαν ἐν τρισὶν ὅλοις χρόνοις, δρόμωνες ἵππων εἰσδοχεῖς πρὸς τοῖς δέκα ἑκατόν, εὖ πως τῇ τέχνῃ πεπηγμένοι, ἑξήκοντα νῆές τε τριήρεις πάλιν. ἔτι δὲ συνήλιστο πλοῖα στρογγύλα πανταχόθεν μέγιστα τῆς Ἰταλίας, πληροῦντʼ ἀριθμὸν ὑπὲρ ἑπτάκις δέκα. οἷσπερ συνηρίθμητο πλοῖόν τι τέρας πελώριον, μέγιστον ὧν ποτʼ εἶδέ τις, κόσμος σφίσιν οὕτω γʼ ἐπικεκλημένον. εἴσεισι τοίνυν ἵππος αὐτὰ χιλία, ὅπλοις γε κατάφρακτος, εὖ ὡπλισμένη, ἀσπὶς δʼ ὁμοίως, μυριάδες που δέκα,
unit_433
εἰς παντοδαποὺς ὁπλίτας τετμημένη, εἰς τζαγρατοξότας δὲ τῶν ἄλλων πλέον. [para]Ὡς δʼ ἦν πρὸς ἔκπλουν ηὐτρεπισμένος στόλος, ἐνταῦθα βυθὸς ἀνερράγη κακίας καὶ συμφορῶν θάλασσα κυματουμένη, ἐπὶ κακῷ κακόν τι προσβάλλον πόλει· δαλὸς γὰρ Ἀλέξιος τῆς Κωνσταντίνου, Ἰσακίου παῖς τοῦ βεβασιλευκότος, ὁ πρὶν ἀποδρὰς λάθρα τῆς Βυζαντίδος, γράμμασι πάπα τῆς παλαιτέρας Ῥώμης Ἀλαμανῶν τε ῥηγὸς ὠχυρωμένος, τοὺς ἐν στόλῳ πλέοντας εἰς Παλαιστίνην ἐκπλεῖν σὺν αὐτοῖς ἠξίου πρὸς πατρίδα, συναξιούντων τῷδε ῥηγὸς καὶ πάπα, οἳ χάριτας ἔφασκον ὀφλήσειν σφίσιν,
unit_434
εἰ τουτὶ μειράκιον εἰς κραταρχίαν αὖθις ἐπανάξουσι τὴν φυτοσπόρου. “πρὸς τοῖσδʼ ὑμᾶς καὶ τοῦτο σωροῖς χρημάτων ἀμείψεταί γε καὶ θεραπεύσει τάχα, εἴπερ διʼ ὑμῶν ἀπολήψεται κράτος.” ἄνδρες πανοῦργοι λοιπὸν εἰσδεδεγμένοι, πολυτρόποις πράγμασιν ἐντεθραμμένοι, παῖδά τινʼ ἁπλοῦν, εὔκολον πρὸς ἀπάτην, σύμπλουν, ὁμοτράπεζον, ἀλήτην, ξένον, ὅρκοις ἀναπείθουσι συνθέσθαι σφίσιν ἃ μηδαμῶς πέφυκε δέξασθαι πέρας. οὐ γὰρ θαλάσσας κατένευσε χρημάτων τούτοις παρασχεῖν, ἀλλὰ καὶ συμμαχίδας νῆας τριήρεις πεντήκονθʼ ἅμʼ ὁπλίταις κατʼ Ἀγαρηνῶν ἀπόπλουν ποιουμένοις.
unit_435
πρὸς τοῖσδʼ ἐπηγγείλατο, φεῦ ἀμαθίας, ἐθῶν ἀνακαίνισιν ἀρχαίων πάπᾳ, ἔθη νεοχμῶσαί τε τῆς ἐκκλησίας, καὶ πίστεως δὲ παραποίησιν δρᾶσαι, ἣν στερκτέαν κρίνουσι παῖδες Λατίνων. Ἀλλὰ τὰ πρυμνήσια λύσας ὁ στόλος, πρὸς Ἰάδαρα τὴν πολίχνην κατάρας, ἐμάχετʼ αὐτοῖς, τοῦτο δόξαν Δανδούλῳ. ὡς δʼ οὖν παρεστήσατο φρούριον στόλος, Ἐπιδαμνίων ἐγκαθώρμισται πόλει, καὶ τοῖσδʼ ἀνηγόρευτο Ῥωμαίων ἄναξ Ἀλέξιος παῖς, Ἰταλοῖς ὁ συμπλέων. ταῦτα σαφῶς γνοὺς ὁ κρατάρχης Αὐσόνων ἤρξατο σαθρὰς καὶ παλαιὰς τῷ χρόνῳ νῆας τριήρεις ἀνακαινίζειν τέχνῃ,
unit_436
εἰς εἴκοσιν μόλις ἀναριθμουμένας. ὅρμου δʼ ἀναχθεὶς ἐξ Ἐπιδάμνου στόλος, τυχὼν ἐπιφόρου τε πνεύματος λίαν αὔρας τε λαμπρᾶς ἐκ πρύμνης ποντιάδος, ἐφίσταται τάχιστα τῇ Κωνσταντίνου, ἀστυπολιτῶν μήτινος κατειδότος σχεδὸν κατάπλουν Ἰταλῶν ἐναντίων. καὶ τί με δεῖ γράφοντα μηκύνειν λόγον; γνόντες Λατῖνοι δειλίαν τῶν Αὐσόνων οἷς σφᾶς ἑώρων τῷ δέει τεθνηκότας, πιτνοῦσιν ἀκταῖς εὐχερῶς ἔξω φόβου, στράτευμα δʼ ἐξάγουσιν εἰς γῆν ἱππέων. νῆες δὲ πλοῖα καὶ δρόμωνες αὖ πάλιν πρὸς κόλπον εὐθὺς εἰσπλέουσι τὴν πρόσω. ἁλύσεως δὲ προσβαλόντες φρουρίῳ ἐνάλιοί τε καὶ χθόνιοι κυκλόθεν, οὓς μὲν φυλάκων εἰργάσαντο φυγάδας, οὓς δʼ αὖ θαλάσσης παρέπεμψαν τῷ βάθει, κατὰ μάχην κτείναντες ἀνθισταμένους. ἁλύσεως δʼ ἔπειτα ῥαγείσης μέσον
unit_437
εἰσρύεται πᾶς εὐχερῶς ἔνδον στόλος, καὶ κακὸν ἀνύποιστον ἦν ἀργαλέον. στράτευμα λοιπὸν ἱππικὸν πεζόν θʼ ἅμα καὶ πᾶς προσέσχον τῷ Κοσμιδίῳ στόλος. στρατὸς δʼ ἐκεῖ χάρακα πεζὸς πηγνύει, ἐπιπεφυκότος γε χώρῳ γηλόφου, τάφρῳ περιδρόμῳ τε διειλημμένον σταυρώμασί τε ξυλίνοις ἐν τῷ μέρει· ἀφʼ οὗ θεατὰ τὰ βασίλεια πέλει. ταῖς ᾐόσι δʼ αὖ ναυλοχεῖ πάλιν στόλος.
unit_438
ἦν οὖν τὸ λοιπὸν καρτερὰς μάχας βλέπειν ἑκατέρωθεν πολλάκις τῆς ἡμέρας· ἄνδρες δʼ ὁπλῖται, γεννάδαι στρατηγέται, εὖνοι βασιλεῖ καὶ προσήκοντες γένει, μετὰ στρατιᾶς ἱππικῆς πεζῆς θʼ ἅμα συνεπλέκοντο Λατίνοις εὐκαρδίως, τὸ μὲν παριστάνοντες ὡς ἔνδον πόλις ὁπλιτικὸν μάχιμον εὐσθενὲς φέρει, τὸ δʼ αὖ ἑαυτῶν ἐν μάχαις εὐανδρίαν· ἡνίκʼ ἀθρεῖν ἦν οὐκ ἀγεννῆ Αὐσόνων, οὐδʼ ἀρεϊκῆς ἀνδραγαθίας ξένα, καὶ μᾶλλον ἔνθα γαμβρὸς ἦν βασιλέως μάχας στρατηγῶν καὶ διευθύνων ξένως, Θεόδωρος Λάσκαρις, ἐν μάχαις λέων· οὗτος τολυπεύων γὰρ ἄριστα μάχας ἔπληττε κατέπληττε τοὺς ἀντιπάλους. [para]Συσπειραθὲν στράτευμα λοιπὸν Λατίνων χερσαῖον ὑδραῖόν τε, φεῦ τῆς μανίας, ἔγνωκε δεῖν πως προσβαλεῖν Βυζαντίδι, ἵνʼ εἰ μὲν ἰσχύσειεν· εἰ δʼ οὖν συμβάσεις
unit_439
δρᾶσαν ἀπίῃ πρὸς κελεύθους ἰδίας. οἱ μὲν τὸ λοιπὸν ἀντιμάχων Λατίνων πλοῖα φέροντες ἱστᾶσι πρὸ Πετρίων, διὰ κάλων κλίμακας ἴσχοντα ξένας, ἱστοῖς πρὸς ὕψος εὐτέχνως συνδουμένας· οἱ δὲ κριὸν τεύχουσι, μηχάνημά τι καθαιρετικὸν τειχέων πολισμάτων, κύκλῳ περιστήσαντες ἄνδρας ὁπλίτας τζαγρατοξότας εἰς μάχην ἀντιμάχων. καὶ τηνικαῦτα συγκροτοῦσι τὴν μάχην ὡς κρατεράν τε καὶ σφόδρα φρικαλέαν. ὁ τειχεσιπλήτης δὲ κριὸς ῥᾳδίως ἔρρηξε τεῖχος πρὸς θάλασσαν τὸ βλέπον, κἂν ἀπεκρούσθη συμμάχοις τοῖς Αὐσόνων. πλοίοις δʼ ἐνόντες ἐκ κλιμάκων ὑψόθεν ἠφίεσαν λίθους τε κοντοὺς καὶ ξίφη φύλαξι πύργων καὶ προμάχοις τειχέων, καὶ πρὸς φυγὴν τρέπουσιν αὐτοὺς ῥᾳδίως. λοιπὸν κρατοῦσι τειχέων πυργωμάτων, καὶ πυρπολοῦσιν οἰκίας ἱδρυμένας
unit_440
ἐκ τῶν Βλαχερνῶν ἐς μονὴν Εὐεργέτου. [para]Ἰδὼν δὲ δυστύχημα τοῦτʼ αὐτοκράτωρ καὶ συνοχὴν δάκρυα τῶν ὑπηκόων, μέμψεις δὲ τούτων εὐλαβηθεὶς καὶ πλέον, μόλις ὁπλίτης γίνεται καὶ σὺν βίᾳ. τῶν βασιλείων δʼ ἐξιὼν ὡπλισμένος πλείστους ἐπεσπάσατο λαμπροὺς ἱππέας καὶ πεζικὴν φάλαγγα γενναίων νέων. καὶ τάχʼ ἂν ἔργον εὐκλεὲς πέπρακτό οἱ, σωτήριον πόλει τε καὶ κραταρχίᾳ, εἰ συνεπλάκη τοῖς ἐχθροῖς ἐναντίος, ἢ συμπλοκὴν Λάσκαρι γαμβρῷ γεννάδᾳ ὀργῶντι μάλα συγκεχωρήκει τότε. νῦν δʼ ὑπὲρ αἶσαν ἡ στρατιᾶς δειλία εἰς ἔσχατον κίνδυνον ὦσε τὴν πόλιν·
unit_441
μόνον γὰρ εἰς ἔνδειξιν αὑτὸν ὁπλίσας μικρόν τε φανεὶς ὁ κρατάρχης ὁπλίτης εὐθὺς ἀπεκρύψατο, μηδέν τι δράσας, ἀσπάσιος μὲν ἐξιὼν πρὸς τὴν μάχην, ἐπανιὼν δʼ αἴσχιστος ἐκ μάχης τάχα, θρασυτέρους θεὶς ἀντιμάχους Λατίνους. ὅμως ὑπεισδὺς τοὺς βασιλείους δόμους Κομνηνὸς Ἀλέξιος Αὐσονοκράτωρ, ἔγνωκε δεῖν οἱ συμφέρον τε τυγχάνειν ἀντιφερίζειν μηδὲν ἀκμῇ κινδύνου.
unit_442
ἔξεισι νυκτὸς τοιγαροῦν λεληθότως, πρὸς Δεβελτὸν δʼ ἄπεισι φρούριον Θρᾴκης, ἔνθα προητοίμασε τὴν κατοικίαν, ὀκτὼ κατασχὼν τὴν βασιλείαν χρόνους σὺν μησὶ τρισίν, ἡμέραις αὖθις δέκα. Αὖθις δʼ Ἰσαάκιος ἄρχει τοῦ στέφους σὺν Ἀλεξίῳ τεκνίῳ πεφιλμένῳ· ἐπεὶ γὰρ Ἀλέξιος ἀπέστη κράτους καὶ πρὸς Δεβελτὸν ἀπέδρασεν, ὡς ἔφην, εὐθὺς ἀνηγόρευτο πρὸς γερουσίας Ἰσαάκιος βασιλεὺς πηρὸς φάη, εἱρκτῆς τε δεσμῶν ἀνεθεὶς παραλόγως, καθείργνυται δὲ βασιλὶς Εὐφροσύνη. ὡς δʼ ἐγκατέστη καὶ πάλιν κραταρχίᾳ, τίθησι δῆλον πᾶν τὸ συμβὰν Λατίνοις.
unit_443
οἱ δʼ υἱὸν ἐκπέμπουσιν αὐτῷ σὺν τάχει, ὃς ἠξίωτο πατρικῆς συνεδρίας κοινωνίας τε τοῦ βασιλείου κράτους· καὶ πᾶς προσιὼν δημοτῶν τῶν ἐν τέλει ἀμφοῖν προσῆγε προσκύνησιν καὶ σέβας. μετὰ βραχὺ δὲ καὶ πρόκριτοι Λατίνων τοῖς βασιλείοις παραβαλόντες δόμοις, τιμῶν τυχόντες δωρεῶν τʼ αὖ ἀφθόνων αὖθις ἀπηλλάττοντο σὺν εὐταξίᾳ. τούτοις βασιλεὺς δαψιλῶς καθʼ ἡμέραν ὅλας θαλάσσας χρημάτων ἦν παρέχων, εἰ καὶ σφίσι κέκριτο ῥανίς τις τάδε. χρῄζων τὸ λοιπὸν πλειόνων εἰς δαπάνην τῶν ἱερῶν ἥψατο φεῦ κειμηλίων σκευῶν τε θείων καὶ σεβαστῶν εἰκόνων·
unit_444
καὶ τῶνδε κόσμον ἀθεμίτως λαμβάνων ὡς κοινὸν ἀργύριον ἢ καὶ χρυσίον παρεῖχεν ἐχθροῖς Ἰταλοῖς τόνδʼ ἀφθόνως. [para]Οὗτος Πισσαίους Ἰταλοὺς τοὺς ἐν πόλει, διαφόρους ὄντας γε τοῖς Βενετίκοις, ἐπὶ κακῷ φεῦ τῆς ὅλης Ῥωμαΐδος σπεύσας φιλιοῖ καὶ καταλλάσσει τότε. οἱ δʼ ἀντιμάχοις προσρυέντες αὐτίκα ἀεὶ διῆγον σύσσιτοι συνημμένοι· ὅθεν Φραγγίσκοι προσλαβόντες τι μέρος τῶν προσρυέντων Πισσαίων Βενετίκων, διʼ ἀκατίων προσπεπλευκότες πόλει, συνεισπεσόντες ὁπλῖται ξιφηφόροι τῇ συναγωγῇ κρυφίως τῶν ἐξ Ἄγαρ, ἅπαντα λῃστεύουσι τἄνδον καθάπαξ.
unit_445
τέως δʼ ἀπεκρούσθησαν Ἰσμαηλίταις ἀστυπολίταις σφίσι συμμαχουμένοις. οἱ δʼ ἐκμανέντες πῦρ ἐνιᾶσι δόμοις, καὶ πυρπολοῦσι τῷ πυρὶ τῷ παμφάγῳ τὰ πλεῖστα καὶ κάλλιστα τῆς Κωνσταντίνου. ἁφὴ μὲν ἀπήρξατο πυρὸς τῷ τότε ἐκ συναγωγῆς, ὡς ἔφην, τῶν ἐξ Ἄγαρ, τὸ καὶ Μιτάτον τοῖς ὅλοις κεκλημένον, ὃ πρὸς θάλασσαν Εἰρήνης τῆς ἁγίας ἀγχωμάλως ἵδρυτο ναῷ τιμίῳ. καὶ πάντα φλέξαν ἀφανίσαν τὰ πέριξ διερρύη πῦρ, πάντʼ ἐρημοῦν τὰ κύκλῳ, ἄχρι μεγίστου καὶ περικλύτου δόμου θεοῦ σοφίας καὶ παναγίου λόγου. διῆκε μέχρι καὶ θαλάσσης θατέρας,
unit_446
κατά τε μῆκος πυρπολοῦν καὶ πρὸς πλάτος. οὐκ ἦν τότʼ ἀκίνδυνος ἡ φίλων θέα, εἰ μή τις ἐχρήσατο πορθμείῳ τάχα. ταῦτα μὲν Ἰσάκιος ἤχθετο κλύων, υἱὸς δὲ τούτου πυρπολητὴς πατρίδος ἔχαιρε τῆσδε συντελεσμῷ καὶ φθίσει. [para]Οὕτως δʼ ἐχόντων πραγμάτων Ῥωμαΐδι ὁ πρὶν κρατάρχης ἀπάρας Δεβελτόθεν τὴν Ἀδριανοῦ καταλαμβάνει πόλιν· ὃ γνοὺς ὁ δαλὸς Ἀλέξιος πατρίδος ἔξεισιν ἅμα στρατιᾶς Βυζαντίδος, ἔχων μεθʼ αὑτοῦ συστράτηγον Λατίνων Βονιφάτιον μαρκέσιον Φεράντης, συνεκστρατεῦσαι πείσας αὐτὸν χρυσίου κεντηναρίοις ἓξ ὅλοις πρὸς τοῖς δέκα.
unit_447
περιδραμὼν οὖν Θρᾳκικὰς οὗτος πόλεις, καὶ πάντα θεὶς εὖ εἰς ἑαυτοῦ συμφέρον, ἄχρι Κυψέλλων κατιὼν πολιχνίου, αὖθις ἐπανέστρεψεν εἰς Βυζαντίδα, καὶ λοιπὸν ἐξήρτητο κακῆς φρατρίας ἣ συνδιεπράξατο πήρωσιν φίτου τῷ πατραδέλφῳ καὶ καθαίρεσιν κράτους. ἐφʼ οἷς ἀπηγχόνιστο πηρὸς αὐτάναξ· ἐκαιροφυλάκει γὰρ ἔκτισιν τέως τῶν τόνδε κακῶς εἰς φάος δεδρακότων. ὅθεν τὸν υἱὸν λοιδορῶν οὐκ ἀνίει, καὶ μᾶλλον οἷς ἔκλυεν ἀνδράσι φθόροις χαίρειν τε τοῦτον καὶ μάλα γεγηθέναι, καὶ συγκυβεύειν Ἰταλοῖς καθʼ ἡμέραν συγκραιπαλᾶν τε καὶ ῥυπαίνειν τὸ στέφος,
unit_448
ἀνάξια ξύμπαντα δρῶντα τοῦ κράτους. ἦν οὖν στυγητὸς πᾶσι καὶ τοῖς ἐν τέλει. [para]Οὐχ ἧττον ὑπῆν καὶ πατὴρ στυγητέος, ὀμφάς τινας λόγια συνθεὶς ἀσέμνως, ἅπερ προηγόρευέν οἱ μοναρχίαν, ὡς ᾤετʼ αὐτὸς δοξομανῶν ἀλόγως. αὑτόν τε συνάψοντα δύσει τὴν ἕω ἔφασκεν εἶναι, μὴ νοῶν ὅ τι λέγοι, κράτος τε παγκόσμιον ἕξοντα τόδε. πρὸς τοῖσδε καὶ τύφλωσιν ἣν περιφέρει, ἀρθρίτιδα νόσον τε καὶ ποδαλγίαν ἀποξύσασθαι καθάπερ λεβηρίδα. ὥσθʼ οἱ προτένθαι τῶν μοναχῶν καὶ λίχνοι, οἱ πάντα γαστρὶ δρᾶν λέγειν τʼ εἰθισμένοι, τούτῳ συνεσθίοντες ἐν συσσιτίῳ μόναρχον ἀρχὴν συγκαθίστων οἱ λόγοις, ἀνθοσμίαν πίνοντες ἄχρι καὶ κόρου, καὶ κατεφίλουν ἀπατῶντες τὰς χέρας καὶ προύλεγον σφῶν ἀνακαίνισιν σθένους· ὁ δὲ προσεῖχεν ὡς ἀπλανέσι σφίσι,
unit_449
καὶ θεσπιῳδήμασι ταῖς ληρῳδίαις ἐπιγεγηθὼς σφῶν ἐπεσκίρτα μέγα. προσκείμενός τʼ ἦν ἀστρολέσχαις καὶ μάλα, καὶ τοῖσδʼ ὑπείκων πρὸς τὸ δῆθεν συμφέρον ἔπραττε πολλὰ τῶν ἀθέσμων ἀλόγως· καὶ σῦν Καλυδώνιον, ἔργον τι ξένον, ἕδρας ἐφʼ ἧς ἵδρυτο καταβιβάσας ἤνεγκεν εἰς μέγιστον ἀρχεῖον βίᾳ, δήμου συώδη μανικὴν ἀταξίαν παύων, ἐπιφρίσσουσαν ἀτασθαλίαις. Ὁ δʼ ἐλλοχῶν ἦν τῇ βασιλίδι πόλει στρατὸς Λατίνων ἱππικὸς καὶ νηΐτης, φιλαργυρίας ὢν ἐραστὴς εἰσάγαν, ἄπληστος ὄντως πίθος, ὡς παροιμία. συχνῶς ἐπιόντες δὲ καὶ Προποντίδα καὶ τὰ πέριξ ἅπαντα τῆς Βυζαντίδος, ναούς τε θείους καὶ περικλύτους δόμους πάντας ἐληΐζοντο κατεπυρπόλουν. ὅθεν πολιτῶν συναλισθέντες στῖφος ᾔτουν λαβεῖν στρατιὰν ἐξ ἀνάκτων ἡγήτορα σφῶν κατʼ ἐχθρῶν ἀντιπάλων. ἀλλʼ ἐξεκώφει πᾶς τις ἐν τούτοις λόγος, μάλιστα δʼ ἀνένευον οἱ στεφηφόροι, μηδʼ ὠσὶν ἄκροις τὴν πρὸς Λατίνους μάχην ἀκουστέαν κρίνοντες ἐξ ἀμαθίας.
unit_450
ὁ Δούκας δὲ Μούρτζουφλος ἐξελθὼν μόνος τοῖς Ἰταλοῖς που συνεπλάκη πρὸς μάχην· καὶ μή τινος τούτῳ γε συνησπικότος, οὕτω βασιλεῖ δόξαν ἐκ βασκανίας, τάχʼ ἂν ἐκινδύνευσεν, εἰ μὴ τοξόται ἐπήμυναν πόρρωθεν ἐκ τοξευμάτων. ταῦτʼ ἄρα δῆμος πᾶς ὁ τῆς Βυζαντίδος συσπειραθέντες ἀπετόξευον λόγους αἰσχροὺς κατʼ ἀμφοῖν τοῖν κρατούντοιν Αὐσόνων, καί τινʼ ἐδίφων εἰς κρατάρχην ἐκπόνως.
unit_451
καί τινα Νικόλαον συνειληφότες νεανίαν ἄκοντα, Καναβὸν θέσιν, εἰς κράτορα χρίουσι τῆς Ῥωμαΐδος. τούτου πραχθέντος Ἀλέξιος δεῖν ἔγνω σὺν μαρκεσίῳ Λατινικὰς δυνάμεις ἐν βασιλείοις εἰσαχθῆναι ταχέως· ὁ γὰρ Ἰσαάκιος λοίσθια πνέων ἔκειτο, μηδὲν γηΐνων ᾐσθημένος. ὡς οὖν τάδʼ ἠνώτιστο δημῶδες στῖφος καὶ ταραχὰς ὤδινε καὶ τρικυμίας, τὸν καιρὸν ἁρμόδιον ἁρπάσας Δούκας πρὸς ἥνπερ εἶχε σκέψιν ἐν τῇ καρδίᾳ, Ἀλεξίῳ πρόσεισι νυκτὸς σὺν δόλῳ, καὶ τόνδʼ ἀπατᾷ καὶ δεδίττεται λόγοις, ὡς δῆθεν αὐτὸν ἀνελεῖν σπεύδων ὄχλος ἐπὶ θύραις ἕστηκε πᾶς ξιφηφόρος, ἐφʼ οἷς Λατίνοις συμμετέσχε σκεμμάτων. ὅθεν λιπαρεῖ τὸν Δούκαν νεανίας αὐτῷ συνοῖσον ὑποθέσθαι πρὸς τάδε. ὁ δʼ αὖ περισχὼν τουτονὶ καταμόνας διʼ ἀφανοῦς ἄπεισι πυλίδος λάθρα εἴς τι βαθὺ σκήνωμα τῶν ἀποκρύφων, κἀκεῖσε δεσμεῖ τόνδε καὶ καθειργνύει, μετὰ δὲ βραχὺ θανατοῖ διʼ ἀγχόνης. αὐτὸς δʼ ἀνηγόρευτο Ῥωμαίων κράτωρ,
unit_452
τοῖς βασιλικοῖς ὡραϊσθεὶς συμβόλοις. Ὡς οὖν κατέσχε τὴν κραταρχίαν Δούκας, χρυσῶνας εὑρὼν ἐν στενῷ πεφυκότας, συσχὼν τελώνας πράκτορας τῶν πρὶν φόρων ὄγκον παρʼ αὐτῶν εἷλε χρημάτων μέγαν, καὶ τοῖσδʼ ἐχρῆτο πρὸς διοίκησιν ὅλων. καὶ τοῖς Ἰταλοῖς ἀντεπιὼν ὁπλίτης τὰς ἐκδρομὰς σφῶν ἀνέκοπτε ῥᾳδίως· ὅθεν ποθεινὸς ὑπῆρχεν ὑπηκόοις, ἐξαιρέτως δὲ στρατιωτῶν ταῖς ἴλαις.
unit_453
καὶ Βαλδουΐνου τοῦ κόμητος τῆς Φλάντρας τὰ πρὸς Φιλέα κατακείροντος μέρη, ὁ βασιλεὺς ἔξεισι κατʼ αὐτοῦ τάχος· καὶ συρραγείσης ἐξ ἑκατέρων μάχης ἡ Ῥωμαϊκὴ στρατιὰ νῶτα κλίνει. ἔνθʼ ἂν παραπώλλυτο μικροῦ καὶ κράτωρ· εἰκών τε σεπτὴ τῆς μητρανάνδρου κόρης, ἣν ἄνακτες πλουτοῦσι συστρατηγέτιν, ἐχθροῖς ἑάλω κατὰ τήνδε τὴν μάχην. ἀφεῖντο δʼ ἠμέληντο καὶ συμβιβάσεις, καὶ λοιπὸν ηὐτρέπιστο φάλαγξ Λατίνων πρὸς ἄστεος πόρθησιν ἅλωσίν θʼ ἅμα. ἠϊόνων οὖν ἀποπλεύσαντα σκάφη, ἐφʼ ὧν ὑπῆρχον κλίμακες σὺν ὀργάνοις, ἀκτῇ προσίσχει τῆς μονῆς Εὐεργέτου,
unit_454
ἕως Βλαχερνῶν συνεχῶς ἀφιγμένα· καὶ Δούκας αὖθις πηγνύει σκηνὴν φέρων ἐπὶ κολωνοῦ πλησίον παντεπόπτου, ἔνθα θεατὰ τῶν ἐχθρῶν ἦσαν σκάφη. ἃ καὶ προσέσχε τείχεσι σὺν ὁπλίταις, οἳ συμπλακέντες ταῖς πρὸ τειχέων ἴλαις καὶ τοῖς ἐπὶ πύργων γε καθισταμένοις πρὸς σφᾶς ἀγῶνα καὶ μάχην συνεκρότουν. ἧττον δʼ ἀπηνέγκαντο τὴν τόθʼ ἡμέραν. ἑξῆς δὲ προσβάλλουσι πανσυδὶ πόλει·
unit_455
καὶ δύο δʼ ἄνδρες ἐκ μιᾶς τῶν κλιμάκων, ἱδρυμένης ἄγχιστα χώρου Πετρίων, εἰς χῶρον ἀφήλαντο τὸν συνημμένον, καὶ φυλακικὸν ἐκθροήσαντες ξίφει σύσσημον ἦραν χαρμονῆς τοῖς φυλέταις, καὶ πᾶν Ἰταλῶν συνδεδράμηκε στῖφος. περὶ βασιλέα δὲ τοῦτʼ ἠθρηκότες, καὶ Ῥωμαϊκῆς στρατιᾶς ἰλαρχία, ᾤχοντο πάντες ἀπιόντες ἐν φόβῳ, κατὰ χιλίους ὑφʼ ἑνὸς πεφευγότες· καὶ τὰς χρυσείας καταλαβόντες πύλας, καινόν τε τεῖχος ῥᾷστα καθῃρηκότες, ἐξῄεσαν τρέχοντες ἀκλεῶς πάνυ. ἀντίμαχοι δέ, φεῦ ξένης τραγῳδίας, διασπαρέντες πολλαχῇ Βυζαντίδος συλῶσι λῃστρεύουσι λαμπρὰς οἰκίας, καὶ πάντα τὰ χείριστα δρῶσι τὴν πόλιν. κατακρατοῦσι καὶ βασιλείων δόμων, τὸν τοῖσδʼ ἐνόντα πλοῦτον ἐσκυλευκότες. ἄναξ δʼ ἀγυιὰς τριόδους περιτρέχων ἔσπευδε λαὸν συναγείρειν εἰς ἴλας πρὸς ἀντιπαράταξιν ὑπεναντίων· οἱ δʼ οὐχ ὑπεῖκον κρείττονʼ ὑφηγουμένῳ καὶ συμφέροντα καὶ σφίσι καὶ τῇ πόλει, τῶν οὐσιῶν δʼ ἕκαστος ηὐτούργει τάχος
unit_456
μετάθεσίν τε καὶ κατάχωσιν πλέον. ἰδὼν δʼ ὁ Δούκας ὡς ὄνησις οὐκ ἔνι, ἢ καὶ δεδιὼς ὑπὲρ αὑτοῦ πλειόνως μὴ συσχεθεὶς τίσειεν ἀθλίως δίκας, τοὺς βασιλείους εἰσδραμὼν λαμπροὺς δόμους, βασιλίδα παραλαβὼν Εὐφροσύνην σὺν θυγατράσι τʼ ἐμβαλὼν λεμβαδίῳ, ἁλοὺς μιᾶς ἔρωτι τούτων ἐκτόπως, ἔξεισι φεύγων πατρίδα Βυζαντίδα, ἀνὴρ ὑπάρχων ἀρεϊκὸς ἐν μάχαις, στερρὸς μαχητής, γεννάδας, ῥωμαλέος, σοφισματίας κρυψίνους τε τὸν τρόπον, πεφυκέναι πράγμασι κομπάζων ὅλοις, οὐ σωματικῆς εὖ ἔχων συμμετρίας, αὐχῶν τὰς ὀφρῦς μάλα συνεσπασμένας,
unit_457
καὶ βραγχιῶν φάρυγγα, δύσηχος λόγον, ἡλικίαν μέσος τε καὶ κοῖλος φύσει, ἄδικος εὐνήν, φιλογύνις καὶ λάγνος, πρωτοβεστιάριος ὢν τὴν ἀξίαν, ὅταν κατῆρξε τοῦ βασιλείου κράτους, ἓξ ἡμέρας δέκα τε σὺν μησὶ δύο τῆς βασιλείας τὸ κράτος διιθύνας. Ἐπεὶ δʼ ὁ κρατῶν ἀπέδρασεν ὡς ἔφην, Δούκας τε καὶ Λάσκαρις ἤρισαν κράτους, καταλαβόντες τὸν θεοῦ μέγαν δόμον, ἄμφω μαχηταὶ καὶ καλοὶ νεανίαι. κλήρῳ δὲ λαχὼν Λάσκαρις κραταρχίαν τέως μὲν ἀπείπατο σύμβολα κράτους, συνεξιὼν δὲ τοῦ νεῶ τῷ ποιμένι κατὰ Μίλιον καὶ μέρη Βυζαντίδος τοὺς συνιόντας εὐμενῶς ἠντιβόλει καὶ παρεκάλει πρὸς μάχην ἀντιπάλων. μάλιστα πάντων τοὺς περὶ βασιλέα σείοντας ὤμων ἀρεΐκʼ ἄττα ξίφη Κελτοὺς λιπαρῶν προτρέπων οὐκ ἀνίει.
unit_458
ἐπεὶ δὲ θωπεύων τε καὶ παροτρύνων οὐκ εἶχέ τινα τὸν κλύοντα μηδʼ ὅλως, ἤδη δὲ καὶ φάλαγξ τις ὦπτο Λατίνων, μεθίσταται τάχιστʼ ἐκεῖθεν ὡς δέον, καὶ πρὸς φυγὴν ἔβλεψε καὶ σωτηρίαν. ἀντίμαχοι δὲ κατʼ ἐρημίαν τάχα τῶν κωλυσόντων ἐκδρομὰς σφῶν ἀνέτους ἐπῄεσαν, κτείνοντες ἀφειδῶς ξίφει τὸν προστυχόντα καὶ σκυλεύοντες βίᾳ, λεηλατοῦντες πυρπολοῦντες τὴν πόλιν, καὶ πάντα δρῶντες, ὢ δυσυποίστου θέας, κόσμον συλῶντες ἱερὸν θείων δόμων, σεπτά τε κειμήλια καὶ θείους πέπλους, ἔκτυπα Χριστοῦ, μητρὸς αὐτοῦ πανάγνου εἰς γῆν καταρράσσοντες, ἄλλων θʼ ἁγίων,
unit_459
καὶ τὸν παρʼ αὐτοῖς κόσμον ἐκ χρυσαργύρου ὄντα διαρπάζοντες οἱ παραβάται, σεμνὰς γυναῖκας ἱεράς τε παρθένους ἕλκοντες εἰς ὕβριν τε καὶ φθορὰν βίᾳ, καὶ τἆλλα κακῶν δρῶντες ὧδʼ εἰπεῖν ἔπος σύστοιχα τούτοις, καθάπαξ ἐοικότα. ἐν οὖν στενωποῖς τριόδοις λεωφόροις ναοῖς σεμνείοις, γωνίαις ἀποκρύφοις, ὁδοῖς ἀγυιαῖς καὶ πλατείαις ἀμφόδοις, θρήνων στεναγμάτων τε, κωκυτῶν γόων εἴδους τε λοιπῆς δυστυχοῦς τραγῳδίας ἀνδρῶν γυναικῶν ἦν παριοῦσι κλύειν. ἐπεὶ δʼ ἱκανῶς εἶχε τῶν σκυλευμάτων, ἔπαυσε λείας καὶ λαφυραγωγίας ἔχθιστον ἔθνος Ἰταλῶν μιαιφόνων.
unit_460
ἔδοξε δὲ σφῶν προκρίτοις στρατηγέταις ἐᾶν ἀπαίρειν πάντας ἐκ Βυζαντίδος οἷς ἡδὺ καὶ πρόθυμον ἦν ἐξιέναι. ἐξῄεσαν οὖν κατὰ χιλιοστύας, οἰκτροί, κατηφεῖς, ῥακίοις εἰλημένοι, αἵμασι μᾶλλον ἢ δάκρυσιν, ὡς λόγος, κλαίοντες οὗτοι τῆς ἐνεστώσης τύχης. [para]Οἱ δʼ Ἰταλοί, φεῦ ὑπεροψίας τόσης, ὡσεί γε τετράκλιμον ἴσχοντες κτίσιν ἢ καὶ βασιλεῖς ἐγκαθεστῶτες τάχα βασιλέων πάντων γε τῶν ἐπὶ χθόνα, αὐτοῖς διεῖλον σφίσιν τὴν οἰκουμένην, χώρας πόλεις ἕκαστος εἰς κληρουχίαν καὶ δεσποτείαν λαμβάνοντες ἐν λόγοις. Βενετίκων δόξαν δὲ δουκὶ Δανδούλῳ,
unit_461
πηρῷ μὲν ἀνδρὶ τὰς κόρας τῶν ὀμμάτων, νοὸς φρένας δὲ καὶ λίαν ἐρρωμένῳ, ψήφῳ κρατάρχην ἐκλεγῆναι Λατίνων, ἔκ τε Φραγγίσκων Βενετίκων Λαμπάρδων ἐπιλεγέντες εὐγενεῖς ψηφηφόροι εἰς ἄνακτα χρίουσι τῆς Κωνσταντίνου Βαλδουῗνον κόμητα χώρας τῆς Φλάντρας, νεανίαν κάλλιστον, ὡραῖον φύσει, φιλευσεβῆ τε καὶ φιλόχριστον λίαν, πραΰν, ἱλαρόν, σωφρονέστατον μάλα, μερίδα καὶ μέλλοντι διδόντα βίῳ, πολλῶν ταμεῖον ἀρετῶν θεοσδότων, μάλιστʼ ἐραστὴν σωφροσύνης καὶ δίκης, ὡς εἶχε δὶς κήρυκα τῆς ἑβδομάδος τορὸν βοῶντα μὴ καθεύδειν μηδένα τῶν βασιλείων ἔνδοθεν καθʼ ἑσπέραν μηδὲν νομίμῳ γυναικὶ συνημμένον, πόρνῃ δʼ ἀθέσμως συμβιοῦν ᾑρημένον. ἦν καὶ φύλαξ νόμων τε δίκης τʼ ἐννόμου, γυναικὶ προσχεῖν οὐ θελήσας οὐδʼ ὅλως,
unit_462
μηδʼ ἂν μέχρι βλέμματος ἐμπαθεῖ θέᾳ, ὅσον περ ἀπῆν τῆς συνεύνου τὸν χρόνον. [para]Αὐτοκράτωρ οὖν ἀναδειχθεὶς ὡς ἔφην, ἔξεισιν εἶτα πρὸς μέρη τῆς ἑσπέρας, οὐχ ὡς κρατήσων τῶνδε τῆς μάχης νόμῳ, ἀλλʼ ἵνα γνωσθῇ βασιλεὺς αὐτοκράτωρ καὶ προσκυνηθῇ πᾶσι τοῖς ὑπηκόοις. ταῦτʼ ἄρα τάγμα στρατιωτῶν Αὐσόνων δεῖν οὐκ ἔκρινε προσλαβέσθαι συνόλως. εἰς Ἀδριανοῦ τὴν πόλιν δʼ ἀφιγμένος καὶ τὴν Φιλίππου Θρᾳκικάς τʼ ἄλλας πόλεις, καὶ ταῖσδε φρουρὰν ἐμβαλὼν ἐκ Λατίνων, Θεσσαλονίκην καταλαμβάνει πόλιν. καὶ πᾶς ὁ λαὸς ἐκχυθέντες ἀσμένως μετὰ κρότων αἴνων τε φωνῶν αἰσίων αὑτούς τε παρέδωκαν ἅμα καὶ πόλιν ἄνακτι τῷδε Βαλδουΐνῳ προφρόνως· οἳ καὶ καθικέτευσαν αὐτὸν συντόνως μήτʼ αὐτὸν ἢ στράτευμα παρελθεῖν ἔσω Θεσσαλονίκης ἀξιῶσαι τειχέων.
unit_463
ὃ καὶ δεδρακὼς εὐμενῶς Βαλδουῗνος αὖθις καθυπέστρεψεν εἰς Βυζαντίδα. καὶ σπένδεταί γε Δανδούλου συμβουλίᾳ τῷ πρὶν διʼ ἔχθρας τυγχάνοντι καὶ μάχης, ἔξω διατρίβοντι, τῷ μαρκεσίῳ. ὅστις ἀποστὰς Διδυμουτείχου θέλων ἐφίσταται τάχιστα Θεσσαλονίκῃ, καὶ τὴν πόλιν εἴσεισι ταύτην ἀμάχως, καὶ ζημιώσας τοὺς πολίτας ἀδίκως εἰς χρήματά τε καὶ τιμαλφεῖς οἰκίας, Μαρίαν ἀφεὶς τὴν σύνευνον αὐτόθι τὴν κράτορος πρὶν γαμετὴν Ἰσακίου, ἐκεῖθεν ἐξώρμησε τάγμασιν ἅμα, καὶ τὰς πόλεις μέτεισι τὰς πρὸς ἑσπέραν. Σέρρας παρεστήσατο σὺν τῇ Βερροίᾳ,
unit_464
κρατεῖ Λαρίσσης Ἑλλάδος τε τῆς ὅλης, αἱρεῖ τε τὴν Πέλοπος, ἄλλας αὖ πάλιν συγκειμένας ἄγχιστα χώρας καὶ πόλεις· καὶ πᾶν γε μικροῦ τὸ πρὸς ἑσπέραν κλίμα δοῦλον παρεστήσατο Λατίνων κράτει. Καὶ Βαλδουῗνος ἐν πόλει διατρίβων πέπομφεν Ἐρρῆν σύγγονον πρὸς τὴν ἕω καὶ Πέτρον ἄνδρα γεννάδαν, ῥωμαλέον ἡρωϊκόν τε τὴν φυὴν καὶ τὸ σθένος. ἀφʼ ὧν Ἐρρῆς μὲν προσλαβὼν συμμαχίαν ἐξ Ἀρμενίων τῶν ἐνοίκων Τρωάδος χώρας ἐκάκου κατέκειρε καὶ πόλεις αἳ μηδὲν ὑπέκυπτον Ἰταλῶν κράτει, διὰ δὲ τεμπῶν καὶ στενῶν τῶν τῆς Ἴδης εἰς τὴν Ἠετίωνος πεφθάκει πόλιν.
unit_465
ἐξ ἄστεος Πέτρος δὲ Πηγῶν ἀπάρας ᾔει πρὸς Λοπάδιον εὐχερῶς πόλιν· ᾧ πρὶν ἀπήντων Ῥωμαϊκαὶ δυνάμεις Θεοδώρου Λάσκαρι κρατάρχου τότε, εἰς ἀντίμαχον εὖ μάχην ὡπλισμέναι, ἐν Ποιμανηνῷ χωρίῳ κεκλημένῳ. εἶτα Λατίνων οὐκ ἐνεγκοῦσαι σθένος ᾤχοντο λοιπὸν εἰς φυγὴν τετραμμέναι, κρατεῖ δὲ Πέτρος εὐχερῶς Λοπαδίου ἐκ γειτόνων ἄλλων τε λοιπῶν ἀστέων. ἐπεὶ δὲ προσβάλειε καὶ Προύσῃ πόλει, ἀνηνηνύτοις ἔγνωκεν ἐγχειρεῖν μάτην· μεθίσταται γοῦν καταλιπὼν τὴν πόλιν. Προυσαίοις δʼ ἴσα καὶ Φιλαδέλφου πόλις δουλείας ἀνάλωτος Ἰταλῶν μένει·
unit_466
Θεόδωρος γὰρ Μαγκαφᾶς τις τοὐπίκλην, ἄνωθεν αὐχῶν ἄστυ πατρίδα τόδε, Ἐρρῇ συνάψας Λατίνων ἀρχῷ μάχην ἔν τινι χώρῳ τῷ πρὸς Ἀτραμυττίῳ αὐτὸς μόρον πέφευγε τὸν ἐκ τοῦ ξίφους, οὐδὲν δὲ μεῖον καὶ πόλις ἀνωτέρα τῆς Ἰταλῶν ἔμεινε κυριαρχίας. [para]Μαρκέσιος δὲ τὰς πρὸς ἑσπέραν πόλεις αἱρῶν ὑπῆγε τῷ κράτει τῶν Λατίνων, ἔχων ποδηγούς τινας ἐκ τῶν Αὐσόνων. Λέων δὲ Σγουρὸς ὑποκαθίσας λόχον ἐν Θερμοπύλαις Ἀττικῆς τῷ χωρίῳ πρὸς δῆθεν ἀντίμαχον Ἰταλῶν μάχην, μηδὲν δὲ γενναῖόν τι καὶ δράσας ὅλως, ἐκεῖθεν εἰς Κόρινθον ᾤχετο τρέχων·
unit_467
ὃς ἐξέφυ μὲν ἐκ κλίματος Ναυπλίου, πατρῴας ἄρχων μετρίας κληρουχίας, ἀνωμαλίᾳ καιρικῇ δὲ πραγμάτων φορᾷ τε τύχης ἀστάτου καὶ συγχύσει ἀεὶ προϊὼν ἐκ μικροῦ μέγας ἔφυ. ληΐζεται δὲ καὶ Κορινθίων πόλιν, Ἄργος παρεστήσατο πᾶν λῃσταρχίᾳ. τέλος προσαρράσσει δὲ καὶ ταῖς Ἀθήναις· ἀλλʼ ἀποκρουσθεὶς ἀρχιποιμένος λόγοις τοῦ Χωνειάτου Μιχαὴλ τοῦ πανσόφου, Θήβαις ἐφορμᾷ ταχέως ἑπταπύλοις. καὶ τάσδε συσχὼν ῥᾷστα τῆς μάχης νόμῳ, πρὸς Λαρίσσης ἔξεισι τὰς διεξόδους, ἔνθα βασιλεῖ συνέμιξʼ Ἀλεξίῳ, ὃς ἀπαναστὰς ἐκ μερῶν προσαρκτίων ἀλώμενός τε τῇδε κἀκεῖςʼ ὡς πλάνης καὶ Θετταλικοῖς τέμπεσι προσερρύη, ἄγων μετʼ αὐτοῦ παῖδα τὴν Εὐδοκίαν, ἥνπερ κατηγγύησε τῷ Σγουρῷ τότε. συνῆπτο δὲ πρὶν πρὸς γάμου κοινωνίαν ἀρχηγετοῦντι τῶν Τριβαλῶν Στεφάνῳ, ὃς ἐκβαλὼν ἔπεμψε τήνδʼ εἰς πατρίδα· ᾗ Δούκας συνῴκησε, Μουρτζούφλους θέσιν, μετὰ στέρησιν καὶ κράτους καὶ πατρίδος· ὅντινα συσχὼν Ἀλέξιος σὺν δόλῳ,
unit_468
ἄναξ πλάνης ἄνακτα πλανήτην ἴσον, ἔθηκε τυφλόν, ὀμμάτων λύχνους σβέσας. εἶτʼ εἰς Λατίνων ἐμπεσὼν δεινὰς χέρας, δέσμιος ἀχθεὶς εἰς πόλιν τὴν τοῦ κράτους, δίκας ὑπέσχε τοῦ διʼ ἀγχόνης μόρου ὅντινʼ ἐπῆγεν Ἀγγέλων Ἀλεξίῳ· εἰς κίονα γὰρ ἀναχθεὶς Ταύρου μέγαν ἐκεῖθεν ἠκόντιστο, φεῦ δίκης, κάτω, καὶ συντριβεὶς ὤλλυτο βιαίῳ μόρῳ. [para]Μαρκέσιος δὲ τὴν Βοιωτίαν φθάσας ταύτην παρεστήσατο ταῖς στρατηγίαις. κρατεῖ προϊὼν Ἀττικῆς σὺν Εὐβοίᾳ. ὡς ἐν κεφαλαίῳ δὲ συντεμὼν φράσω, μήπω παριππεύσαντος ἀκριβῶς ἔτους, ἑῷον ἑσπέριον Αὐσόνων κλίμα ἅπαν ὑπείκει τῷ κράτει τῶν Λατίνων. ἄναξ δὲ φυγὰς Ἀλέξιος σὺν χρόνῳ εἰς ὄψιν ἐλθὼν Λατίνῳ μαρκεσίῳ τὰ σύμβολʼ ἀφῄρητο τοῦ κράτους ἄκων, εἰς Ἁλμυρὸν δʼ ἔσταλτο χῶρον ἑσπέρας,
unit_469
ἐκεῖ διάγειν καὶ διανύειν βίον σὺν Εὐφροσύνῃ συζύγῳ βασιλίδι, σχόντες τύχῃ σύμφωνον ἀτεχνῶς τόπον. ὅσοι δὲ συνείποντο τῷ στεφηφόρῳ ἄνδρες μαχηταὶ καὶ γένους ἐριτίμου, πόλεις Θρᾳκικὰς πατρίδας κεκτημένοι, ᾑροῦντο συνεῖναί γε τῷ μαρκεσίῳ καὶ δυνατὴν σύναρσίν οἱ συνεισφέρειν, καὶ λιπαροῦσιν ὑπὸ τῷδε τυγχάνειν· ὁ δʼ οὐ προσέσχε τῇ δεήσει σφῶν ὅλως, μὴ χρείαν ἴσχειν Ῥωμαϊκῶν ταγμάτων ἢ τῆς παρʼ αὐτῶν φάμενος συμμαχίας. ὡς δʼ ἱκέται γένοιντο καὶ Βαλδουΐνου, ὡς σφίσι τὸ πρόθυμον ἥκῃ πρὸς πέρας, καί τι προβαῖνον οὐχ ἑώρων εἰκότων,
unit_470
προσῆλθον ἀρχῷ Μυσίας Ἰωάννῃ, Ἀσὰν συναίμῳ καὶ Πέτρου τῶν ἐξ Αἵμου, ἀνδρὶ στρατηγῷ γεννάδᾳ τολμητίᾳ, πάσας διαφθείροντι Ῥωμαίων πόλεις χώρας τε λοιπὰς κειμένας πρὸς ἑσπέραν Σκυθῶν ὁμαιχμίᾳ τε καὶ συμμαχίᾳ· ὃς Λατινικὴν ὑφορώμενος βλάβην, πρόσφυγας ἄνδρας ἀσμένως δεδεγμένος πρὸς τὰς ἑαυτῶν ἀποπέμπει πατρίδας, τούτοις κελεύσας δρᾶν τι κακὸν Λατίνους οὐκ εὖ πρὸς αὐτὸν διακειμένους τέως, φόβους δʼ ἐπισείοντας αὐτῷ καὶ μάχας, ἔκπτωσιν ἀρχῆς καὶ σκύλευσιν πατρίδος, εἰ προσφέροιτο μὴ σφίσιν ὡς δεσπόταις καὶ πάνθʼ ὑπείκοι τοῖς παρʼ αὐτῶν ῥᾳδίως.
unit_471
ὡς οὖν ἐπανῆκόν γε πρὸς τὰς πατρίδας πόλεις δυτικὰς Αὔσονες τοῦτον τρόπον, τὰς τῶν Θρᾳκῶν τε καὶ Μακεδόνων πόλεις ἀφηνιάσαι δρῶσι Λατίνων κράτους, θεοῦ συνάρσει καὶ Μυσῶν συνεργίᾳ πολλοὺς Ἰταλῶν παραπέμψαντες μόρῳ, μάλιστʼ ἐνοίκους τῶν Διδύμων τειχέων, οὓς δʼ αὖ φυγάδας εἰς πόλιν δεδρακότες. καὶ τοῦτο τοὖργον Λατινικῆς κακίας ἐλευθέραν ἔδρασε πᾶσαν τὴν ἕω, πρὸς κατεπεῖγον Ἰταλῶν ὡρμημένων, καὶ σφᾶς φρονεῖν μέτρια τίθησι τέως τοὺς Ἑλλάδα νῆσόν τε Πέλοπος ξένην ὅπλοις ἑλόντας καὶ κατωφρυωμένους. [para]Πλὴν Ἀδριανοῦ Διδυμότειχον πόλεις κάλλιστα κρατύναντες Αὐσόνων στῖφος κατεῖχον αὐτάς, συμμαχούντων καὶ Βλάχων.
unit_472
Ἰωάννης δὲ συντεταχὼς δυνάμεις καὶ συμμαχίδας ἐκ Σκυθῶν μυριάδας σπουδὴν ἐτίθει Λατίνους λεληθέναι. ἐπεὶ δʼ ἐπανάστασιν Αὐσόνων μάθοι ἄναξ Ἰταλῶν Βαλδουῗνος καὶ δρᾶμα, στέλλει στρατιὰν πρὸς πόλεις ἀποστάσας, ἣ συνέσχε Τζουρουλὸν σὺν Βιζύῃ καὶ ταύτας ὑπέταξε Λατίνων κράτει. ἀνδρῶν κενὴν δʼ εὕρηκε τὴν Ἀρκαδίου ῥυηφενῶν τε καὶ περιόπτων γένει· ὅμως ἐνόντες ἐκχυθέντες τῆς πύλης καὶ συμπλακέντες Ἰταλοῖς κατὰ μάχην, τραπέντες ἀπώλοντο πάντες τῷ ξίφει, φειδὼ Λατίνων οὐδενῶν εἰληφότων. ἀλλʼ οὐδʼ ὁσίας τῶνδʼ ἔτυχέ τις ὅλως. ἡ δʼ αὖ γε λοιπὴ στρατιὰ τῶν Λατίνων, ἧς Βαλδουῗνος ἡγεμὼν ὑπῆν ἄναξ, Ὀρεστιάδα καταλαβοῦσα πόλιν,
unit_473
ἐκεῖθί που χάρακα βαλοῦσα μένει, ταύτην ἑλεῖν σπεύδουσα παντὶ τῷ τρόπῳ. πρεσβεύεται γοῦν ἡ κακουμένη πόλις πρὸς Ἰωάννην τὸν κρατοῦντα Βουλγάρων, τὴν δυνατὴν σύναρσιν ἐξαιτουμένη ἐπικρεμαμένου τε κινδύνου λύσιν· ὁ δʼ ἀσμένως δέδεκτο πρεσβείας λόγους, καὶ συμμαχικὸν Σκυθικὸν λαβὼν στῖφος, ἐπεισπεπαικὼς Ἰταλῶν στρατῷ λάθρα, τοῦτον τροποῦται καὶ νικᾷ κατὰ κράτος·
unit_474
ζωγρεῖ τε καὶ σφῶν κράτορα Βαλδουῗνον, κομῶντα πολλαῖς ἀρετῶν νεανίαν, μάλιστα πασῶν σωφροσύνῃ καὶ δίκῃ, ὡς φθὰς προϊστόρησεν ἀνόπιν λόγος. ὅνπερ καθείρξας μακρὸν ἐν τῷ Τρινόβῳ δράσας τε δεινὰ μυρία κακοτρόπως, πέρας καθυπέβαλεν οἰκτρῷ θανάτῳ κατʼ ἠλιβάτων κατακρημνίσας τόπων. [para]Μεθʼ ὃν κραταρχεῖ Λατίνων τῶν ἐν πόλει κλῆσιν Ἐρρῆς, σύναιμος ὢν Βαλδουΐνου, ἀνὴρ ἱλαρός, εὐμενὴς ὑπηκόοις, πρὸς δὲ στρατηγὸς εὐσθενὴς τολμητίας, ὀξύρροπός τε πρὸς μάχας ἀντιπάλων καὶ στρατιώτας γεννάδας ῥωμαλέους, Ἕλληνας ἄνδρας, συντεταγμένους ἄγων,
unit_475
ἐπίλεκτον φάλαγγα καὶ νικηφόρον. οὗτος μάχης αἴτιος ὄφθη πολλάκις τῶν Αὐσόνων ἄνακτι τῷ Λασκαρίῳ, καὶ σφῶν παρεστήσατο χώρας καὶ πόλεις πλήθει στρατιᾶς καὶ ψυχῆς προθυμίᾳ, Λεντιανά τε Ποιμανηνὸν τὰς πόλεις καὶ τὰς Ὀχυρὰς καταπορθήσας μάχῃ· καθʼ ἣν τριὰς ὄλωλεν ἀνδρῶν τῷ ξίφει πανευγενῶν τε καὶ περιόπτων βίῳ, Δερμοκαΐτης ἡγεμὼν στρατευμάτων, Παλαιολόγων Ἀνδρόνικος ἐκ γένους, γαμβρὸς κρατοῦντος εἰς Εἰρήνην τυγχάνων τὴν πρωτόπαιδα φιλτάτην θυγατέρων, πρὸς τοῖσδε τοῦδε καὶ φίλων εἷς συγγόνων. [para]Ἐρρῆ κρατοῦντος τοῦδε τῆς Κωνσταντίνου Πελάγιός τις ἀρχιθύτης Λατίνων, θερμουργὸς ἀνήρ, ὑπερόπτης τῶν νόμων, πρὸς πάπα πεμφθεὶς εἰς πόλιν βασιλίδα ὡς ποιμενάρχης καὶ λεγάτος τοῦ πάπα, ἐνημμένος δίκαια τοῦ πεπομφότος,
unit_476
πάντας θυηπόλους τε καὶ μονοτρόπους οἰκήτορας ἔδρασε τῆς Κωνσταντίνου πάνδεινα κακὰ καὶ καθείρξεις ἀτόπους χάριν ἐθῶν τε δογμάτων ἀμφιβόλων· ὃ δὴ λύπην ἤνεγκεν ἀστοῖς καὶ βάρος, μάλιστα τοῖς προύχουσι καὶ τοῖς ἐν τέλει, οἳ πρὸς τὸν Ἐρρῆν τὸν κρατοῦντʼ ἀφιγμένοι ᾐτοῦντο λύσιν δυσχερῶν τοῖς φυλέταις, καὶ τάδʼ ἐπιλέγοντες ἐν παρρησίᾳ, ὡς πρὶν μὲν ἡμεῖς ἀλλοδαπῆς ἐκ φύτλης φύντες, βασιλεῦ, καὶ νομῆς ἐλευθέρας, ἄλλοις τʼ ἐθίμοις παρʼ ὑμᾶς κεχρημένοι, σοῦ πλὴν ἑκόντες ὑπετάγημεν κράτει, καὶ σωματικὴν ἐκτίνειν ὑπουργίαν, οὐ πνευματικὴν ψυχικὴν κοινωνίαν ἡμᾶς παρεσχήκαμεν αὐτούς σοι τάχα.
unit_477
ἢ γοῦν τὰ δεινὰ λῦσον ἡμῖν εὐθέως, ἢ χειρὸς ἀπόλυσον ὡς ἐλευθέρους παλινδρομῆσαι πρὸς νομὰς τῶν Αὐσόνων. ταῦτα βασιλεὺς εὐμενῶς δεδεγμένος, καὶ Πελαγίου μὴ θέλοντος λεγάτου, τὴν συμφορὰν λέλυκε τοῖς καθειργμένοις, δεσμώτας ἀφεὶς καὶ νεὼς βατοὺς ὅλοις. [para]Ταῦτα μὲν οὕτω συμβέβηκεν ἐν πόλει· εἶμι δὲ λοιπὸν πρὸς κρατοῦντας Αὐσόνων, καὶ τὰ κατὰ σφᾶς ἱστορήσω τῷ λόγῳ. [para]Ὡς οὖν ἑάλω τοῖς Ἰταλοῖς ἡ πόλις, Θεόδωρος μὲν ὁ Λάσκαρις τοὐπίκλην, ὃν γαμβρὸν ἐγνώρισε κρατοῦντος λόγος, ἀπῆρε προφθὰς τῆσδε σὺν ὁμοζύγῳ,
unit_478
καὶ καταλαβὼν τὴν Νικαέων πόλιν ὁμευνέτιν φίλτατα τῇδʼ ἐνεισάγει, αὐτὸς δὲ Προῦσαν χωρία τε τὰ πέριξ περιπολῶν ἄλλας τε κώμας καὶ πόλεις τῷδʼ εὐνοεῖν ἔπειθε τάσδε τοῖς λόγοις καὶ τόνδʼ ἔχειν ἄνακτα δεσπότην μόνον. καὶ τῶν κατὰ νοῦν οὐδʼ ὅλως ἁμαρτάνει· πολλοῦ γὰρ οὔπω παραδραμόντος χρόνου καθίσταται δὴ βασιλεὺς αὐτοκράτωρ πρὸς ποιμενάρχου Μιχαὴλ Βυζαντίδος ἄρτι λαβόντος τὴν λεῶ προεδρίαν, τῇ βασιλικῇ ταινιωθεὶς ταινίᾳ. [para]Λάσκαρις οὕτως βασιλεὺς δεδειγμένος, σφόδρʼ ἀρρενωπῶς πραγμάτων κραταρχίας ἢ μᾶλλον εἰπεῖν βασιλικῶς ἡμμένος ταύτην διεῖπεν, ἀντέχων πρὸς κινδύνους μάχας τε δεινὰς τὰς πρὸς ἐχθροὺς Λατίνους, ἄναξ ἀγαθὸς καὶ στρατηγὸς γεννάδας, ὀξύρροπός τε πρὸς μάχας καὶ κινδύνους, ὑπερμαχῶν κράτιστα τῆς κραταρχίας,
unit_479
ἀπορραπίζων ὡς ἐνῆν ποίμνης λύκους, φρικτὸς μὲν ἐχθροῖς, ἥμερος δʼ ὑπηκόοις, μικρὸς τὸ σῶμα, πλὴν μαχητὴς ἐν μάχαις, ἀεὶ στρατεύων, κατʼ ἐχθρῶν κινῶν δόρυ, αὔξων πλατύνων τοὺς ὅρους τῶν Αὐσόνων καὶ Ῥωμαΐδος ἀναλαμβάνων πόλεις, ἐλευθερῶν τε τάσδε τῆς τυραννίδος ὅπλοις στρατηγίαις τε καὶ μάχης νόμῳ, φίλοικτος, εὐέντευκτος, εὔσπλαγχνος πάνυ, μεταδοτικός, φιλοδωρίας χάρις, καθειμένον γένειον εἰς μέγα φέρων, φοξός, μελάγχρους μετρίως, οὐ πρὸς βάθος, ἔρωτος ἥττων, ἀφροδισίων, χόλου, μακροὺς ἀνατλὰς κινδύνους καὶ καμάτους ἐν ταῖς κατʼ ἐχθρῶν δυσμάχους ἀγωνίαις χάριν γε κοινῶν πραγμάτων ὑπηκόων· ᾧ τῶνδʼ ὀφείλει πᾶς τις ἐκτίνειν χάριν, καὶ πάλιν οἷς εὖ ἀναθηλῆσαι κράτος ἤδη μαρανθὲν Αὐσόνων ἀπειργάκει. [para]Τούτῳ κραταρχήσαντι φροντὶς μυρία
unit_480
ἐκ τῆς ἑῴας ἐξελάσαι Λατίνους καὶ Ῥωμαϊκῷ τήνδʼ ὑποκλῖναι κράτει, ἐπεὶ Λατῖνοι κωλυσόντων τῇ σπάνει οὐ χώρας ἐκράτησαν ἑσπέρας μόνον, ἀλλά γε μικροῦ καὶ μερῶν πάσης ἕω· καὶ γὰρ κατέσχον Βιθυνῶν ἅπαν θέμα, Λεντιανά τε Ποιμαμηνὸν καὶ Βάριν Λοπάδιόν τʼ αὖ Ὀχυρὰς καὶ τὰ πέριξ. προῆλθον ἄχρις Ἀτραμυττίου τόπων, καὶ πάνθʼ ἁπλῶς πάραλα χωρία πόλεις αὑτοῖς καθυπέταξαν ἐσκυλευκότες. οὐχ ἧττον ὑπέθραττον ἄνακτα πάλιν αἱ κατὰ χώρους Αὐσόνων τυραννίδες· αὐτίκα καὶ γὰρ τοῦ Σαμψὼν πολιχνίου σὺν τοῖς προσοίκοις ἦρχε τοὐπίκλην Σάβας,
unit_481
καὶ Μωροθεόδωρος Φιλαδελφείας, Δαβὶδ Κομνηνὸς Παφλαγονίας ὅλης, Ἀλεξίου σύναιμος ὢν τοῦ πρὸ χρόνων κατατυραννήσαντος Τραπεζουντίων, ὅστις ἐπωνόμαστο Κομνηνὸς μέγας· κατηγέτην ἄμφω δὲ σειρὰν τοῦ γένους ἐξ Ἀνδρονίκου τοῦ βεβασιλευκότος, ἐκ τοῦδε παιδὸς Μανουὴλ πεφυκότες. ἀλλʼ εὐχερῶς μὲν Θεόδωρόν τε Σάβαν ἄναξ μετῆλθε τῇ θεοῦ συμμαχίᾳ, κἀντεῦθεν ὦπτο Κελβιανοῦ δεσπότης, Φιλαδελφείας Μαιάνδρου Νεοκάστρων. καὶ Παφλαγονίας δὲ κρατεῖ τῷ χρόνῳ, καταπαλαίσας Κομνηνὸν Δαβὶδ μάχῃ· ὅθεν παρεστήσατο σὺν Ἡρακλείᾳ Ἀμάστριδα Κύτωρον Κρῶμναν τὰς πόλεις πρὸς τοῖς πέριξ ἅπασι καὶ πολιχνίοις, καὶ κατεκυρίευσε καὶ Παφλαγόνων. Πέρσας δʼ Ἰταλοὺς ταῖς καθʼ ἡμέραν μάχαις οὐκ εὐχερῶς μέν, ἐτροποῦτο δʼ οὖν ὅμως σθένει θεϊκῷ συμμαχούμενος τάχα. [para]Παρέσχε δʼ αὐτῷ πράγματα δυσθυμίας ὁ φυγὰς Ἀλέξιος Αὐσόνων ἄναξ, ὢν πενθερὸς τούτου γε τοῦ βασιλέως· οὗτος γὰρ οὗτος ἐκπεσὼν κραταρχίας,
unit_482
καθάπερ ἱστόρησε φθάσας μοι λόγος, ἀλώμενος πέφθακε Θεσσαλονίκην, καὶ πρὸς Μαρίαν Ἀλαμανῶν ἐκ γένους, ἣ πρὶν συνῴκει συγγόνῳ Ἰσακίῳ, μαρκεσίῳ δὲ τηνικαῦθʼ ὡμευνέτει, ἄριστα δεχθεὶς καὶ φιλοφρόνως πάνυ, ἐκεῖσε διέτριβε σὺν τῇ συζύγῳ. ὡς δʼ αὖ ἀνασείων τὴν πόλιν ἐφωράθη, ἅμα γυναικὶ καὶ τέκνοις ἀπηλάθη, καὶ πρὸς τυραννεύοντα τῶν Κορινθίων Σγουρὸν βαδίσας πρὸς γάμου κοινωνίαν τούτῳ κατηγγύησε τὴν θυγατέρα. κἀκεῖθεν ἀπέπλευσε πρὸς Αἰτωλίαν πρὸς τὸν κρατοῦντα Μιχαὴλ ταύτης τότε, πρὸς δʼ αὖ παλαιᾶς Ἠπείρου κεκλημένης,
unit_483
πρωτεξάδελφον συγγενῆ πέλοντά οἱ. ἁλίσκεται δὲ πειραταῖς Λογγιβάρδοις, ἀπεμπολεῖται πρὸς Μιχαὴλ χρυσίου. ἐφʼ ἱκανὸν γοῦν ἐνδιατετριφότος τοῖς τοῦ Μιχαὴλ χωρίοις Ἀλεξίου, θνήσκει βασιλὶς Εὐφροσύνη πρὸς νόσου, καὶ θάπτεται δὴ τῷ πολιχνίῳ Ἄρτης· αὐτὸς δʼ ἀπέπλει πρὸς πόλιν τὴν Ἀττάλου, ἔνθα πεφθακὼς τῷ κρατοῦντι Περσίδος Ἰαθατίνῃ προσδέδεκτο γνησίως, ὃν αὐτὸς ἐκφεύγοντα τἀδελφοῦ χέρας καὶ πρὸς πόλιν ἥκοντα πρὶν δεδεγμένος θετὸν κατωνόμασε παῖδα βαπτίσας, καί οἱ συνεξῄει γε τῆς Κωνσταντίνου. ἔπειτʼ ἐκεῖθεν ἀποδρὰς οὐκ οἶδʼ ὅπως,
unit_484
παλινδρομήσας εὐχερῶς πρὸς πατρίδα Ἰκονίου δέδεικτο σουλτὰν Περσάναξ, καὶ τηνικαῦτα δυστυχοῦντʼ Ἀλεξίῳ ὤφθη παρηγόρημα καὶ σωτηρία. οὗτός γε τοίνυν ἱκέτῃ τίνων χάριν πρεσβεύεται δὴ πρὸς νέον στεφηφόρον, καὶ παραχωρῆσαί γε τῆς κραταρχίας τῷ πρὶν κρατοῦντι πενθερῷ παρηγγύα· εἶτʼ ἐκστρατεύσας καὶ κατὰ Ῥωμαΐδος μετὰ στρατιᾶς δυσαριθμήτου μάλα, ἄγων μετʼ αὐτοῦ καὶ κρατοῦντα φυγάδα, τὴν Ἀντιόχου καταλαμβάνει πόλιν τὴν πρὸς Μαιάνδρῳ τῷ ποταμῷ κειμένην. ἀλλʼ οὐδʼ ὁ κρατῶν τῶν καθʼ αὑτὸν ἠμέλει, ἀλλὰ προσοῦσαν στρατιὰν συναλίσας,
unit_485
ἐλπίδας ἐξάψας τε Χριστοῦ δεσπότου, ἐπὶ σουλτάνον ἴεται θαρραλέως. συρρήξεως γοῦν συμβολῆς τε συμβάσης τὸ πλεῖστον ἠφάνιστο τῶν στρατευμάτων ἄνακτος, ὂν μάλιστα Λατίνων γένους, ἔργʼ ἀρεϊκὰ καρτερὰ δεδειγμένον· Ῥωμαϊκὴ δʼ ἔφευγεν ἀκόσμως φάλαγξ, ταύτης μενόντων μετρίων κατὰ μάχην ἀγωνίας τέρμα τε πᾶν σκοπουμένων. οὕτω δὲ νίκης μειδιώσης βαρβάροις, ἄνω θέων κάτω τε σουλτὰν ἱππότης ἀναδιφῶν ἦν τὸν κρατάρχην Αὐσόνων· καὶ τόνδε καθʼ ὅμιλον εὑρὼν ἱππότην, ῥώμῃ πεποιθὼς καὶ σθένει βραχιόνων, πλήττει κορύνῃ κατὰ κάρας αὐτίκα,
unit_486
καὶ κατὰ γῆν βέβληκε ῥίψας ἐκ δίφρου, πλησθέντα τύψει συστροφῆς τε καὶ σκότους. ἐν χρῷ δὲ κινδύνου γε τῇδε τυγχάνων, αἴφνης ἑαυτὸν ἀναλαβὼν ὁ κράτωρ πλησθείς τε θείας ἐξ ἐπιπνοίας σθένους, σταθεὶς ἐπὶ πόδας τε γενναίως μάλα, σπάθην τʼ ἐρύσας κουλεοῦ, τέμνει πόδας θηλείας ἵππου Περσάνακτος εὐψύχως, καὶ τόνδε χαμαὶ κατέβαλεν ὑψόθεν. εἶτʼ ἐξαπίνης, μηδενὸς πῶς εἰδότος, σουλτὰν κάραν τέτμητο τὴν μιαιφόνον, καὶ λοιπὸν ἠνέγκατο τὴν νίκην κράτωρ. τουτὶ τροπαιούχημα τὸν βασιλέα ποιεῖ μὲν ἐχθροῖς βαρβάροις φρικαλέον, ἡδὺν ὑπηκόοις δὲ καὶ πεφιλμένον·
unit_487
πρὸς τοῖσδʼ ἱκανῆς ἐμπιμπλᾷ θυμηδίας καὶ λήματος θάρσους τε τούτους εἰκότως. ἐντεῦθεν ἐσπείσατο Ῥωμαίων κράτει ἡ πρὶν ἀλαζὼν Περσικὴ χώρα πρόφρων, καὶ λοιπὸν ἐσχόλαζε Ῥωμαίων κράτωρ ταῖς πρὸς Λατίνων συμπλοκαῖς τε καὶ μάχαις. καὶ πενθερὸν δὲ προσλαβὼν ἐκ τῆς μάχης, τιμήσας εἰκότα τε καὶ παρʼ ἐλπίδα, ἀπαγαγὼν δὲ πρὸς πόλιν Νικαέων καὶ παράσημα τοῦ κράτους ἀπεκδύσας, μονῇ διάγειν Ὑακίνθου προσνέμει, ἔνθα θανὼν ἔτυχε ταφῆς ἐντίμου. [para]Ταῦτα μὲν οὕτῳ συνέβη Λασκαρίῳ· νῦν βούλεται λόγος δεδηλῶσθαι πάλιν περὶ Μιχαὴλ ἀγγελωνυμουμένου τοῦ πρὶν κυριεύσαντος, ὡς ἔφη λόγος,
unit_488
παλαιᾶς Ἠπείρου τε σὺν Αἰτωλίᾳ. [para]Τούτῳ τριὰς ὑπῆρχε συγγόνων φίλη, Μανουὴλ Θεόδωρος καὶ Κωνσταντῖνος, ἀφʼ ὧν ὁ Θεόδωρος ἐν Νικαέων παρὰ βασιλεῖ διέτριβεν Αὐσόνων· ἐπεὶ δὲ παιδὸς γνησίου διαδόχου ἀρχῆς Μιχαὴλ ἰδίας οὐκ εὐπόρει (ὁ γὰρ παρʼ αὐτῷ Μιχαὴλ κεκλημένος νόθος τις ὑπῆν ἐκ παρανόμων γάμων), δεῖται κρατοῦντος τοῦ Θεοδώρου πέρι, ἵνα παρʼ αὐτὸν ἀφεθεὶς καταλάβῃ. πεισθεὶς ἄναξ πέπομφε τοῦτον εὐθέως, πίστεις ἐνόρκους βασιλεῖ δεδωκότα ἦ μὴν φυλάξειν εὐνοϊκὴν οἱ σχέσιν καὶ πίστιν ἀνόθευτον εἰς τέλος βίου, αὐτῷ τε δήπου καὶ διαδόχοις κράτους. οὕτως ἐπιστὰς Θεόδωρος ἑσπέρᾳ συνῆν ἀδελφῷ Μιχαήλ, ὡς ἂν ἔφην, Αἰτωλίας ἄρχοντι καὶ τῆς Ἠπείρου.
unit_489
ἐπεὶ δʼ ἀπηνῶς Μιχαὴλ σφαγεὶς ξίφει πρὸς ἀνδρὸς οὕτω Ῥωμαίου κεκλημένου, νυκτὸς καθεύδων ἐν Βελλεγράδων ὅροις, ἐξαπίνης λέλοιπε τόνδε τὸν βίον, ἀρχὴν ἀδελφοῦ Θεόδωρος λαμβάνει, ἀνὴρ στρατηγός, εὐσθενὴς καὶ γεννάδας, γίγας βριαρόχειρ τις, ὀξὺς ἐν μάχαις· ὃς παραλαβὼν συγγόνου κληρουχίαν ἀρχήν τε μικρὰν εὐόριστον καθάπαξ, ηὔξησεν ἐπλάτυνε ταύτης τοὺς ὅρους, ἐκ Βουλγάρων γῆς, Ἰταλικῶν ἀστέων Ἰλλυριῶν τε καὶ Τριβαλῶν χωρίων ταύτην ἐπαύξων εὐρύνων μεγαλύνων. ἔθηκε καὶ γὰρ ὑφʼ ἑαυτόν, ὡς ἔπος, Ἀχρίδα καὶ Πρίλαπον, Πελαγονίαν σὺν τοῖς πέριξ ἅπασι χωρίοις τόποις· κρατεῖ Θεσσαλίας τε σὺν Ἀχαΐᾳ, Μακεδονίας καὶ μέρους τινὸς Θρᾴκης· αἱρεῖ Δαλματίαν τε σὺν Ἐπιδάμνῳ, Ἰλλυρίδα γῆν, Ἀλβανοὺς ὀριτρόφους.
unit_490
εὐρὺ δέ οἱ τίθησι μᾶλλον τὸ κλέος ἡ κατὰ Πέτρου Λατίνου λαμπρὰ νίκη. γαμβρὸς γὰρ οὗτος εἰς ἀδελφὴν τυγχάνων Ἐρρῆ Βαλδουΐνου τε τῶν βασιλέων, πρὸς πάπα χρισθεὶς εἰς κρατάρχην Λατίνων Ἐρρῆ θανόντος εἰς Βύζαντος ἐστάλη, εἰς Ἐπιδαμνίων δὲ κατάρας πόλιν διʼ Ἀλβανῶν ἔσπευδε τὴν Κωνσταντίνου μετὰ στρατιᾶς καταλαβεῖν εὐόπλου· ἀλλὰ προφθάσας Θεόδωρος γεννάδας τοῦτον τροποῦται καὶ νικᾷ κατὰ κράτος, αὐτόν τε καὶ στράτευμα δοὺς ἄρδην ξίφει. πρὸς τοῖσδε Δυρράχιον αἱρεῖ τὴν πόλιν, καὶ στρατιὰν μὲν ἐμπιμπλᾷ λείας σκύλων, αὐτὸς δὲ βασίλειον εἴληφε στέφος,
unit_491
Πέτρου πεσόντος κατὰ μάχην, ὡς ἔφην. οὗτος πλατύνας εὐτυχῶς ἀρχῆς ὅρους, ταῖς ἀλλεπαλλήλοις τε κεπφωθεὶς νίκαις, ἐν οἷς ὑπῆρχε προσμένειν οὐκ ἠγάπα, ἀλλὰ φρονεῖ μέγα τι καὶ παρʼ ἀξίαν. φημίζεται γοῦν βασιλεὺς αὐτοκράτωρ τῶν ὧν κατῆρχεν ἀστέων καὶ χωρίων, στεφθεὶς κεφαλὴν βασιλικῇ ταινίᾳ παρʼ ἀρχιθύτου Βουλγάρων Δημητρίου. θεὸς δʼ ἐπευδόκησε τούτοις οὐδʼ ὅλως·
unit_492
μισεῖ γὰρ ὄντως ὑπερηφάνους φύσεις. ὅθεν δίκην δέδωκεν ὕστερον θράσους, σβέσιν ὑποστὰς τοῦ φάους τῶν ὀμμάτων. [para]Κατὰ μάχην οὕτω δὲ κτανθέντος Πέτρου, παισί τʼ ἐπὶ τέτρασι λιπόντος βίον, Ῥομπέρτῳ Φιλίππῳ τε καὶ Βαλδουΐνῳ, πρὸς τῇδε μιᾷ θυγατρὶ τῇ Μαρίᾳ, τούτων κραταρχεῖ Ῥομπέρτος Βυζαντίδος πράγμασι κοινοῖς μαλακῶς κεχρημένος, μετʼ Ἐρρῆν κατάρξαντα τὸν τεθνηκότα, ἀνδρεῖον ἄνδρα καὶ πάνυ ῥωμαλέον. εἶτα μετʼ αὐτὸν σύγγονος Βαλδουῗνος, μέτριος ἀνήρ, σωφρονικός, χαρίεις, ἐφʼ οὗ κρατοῦντος ἡ Κωνσταντίνου πόλις ἐπανεσώθη Ῥωμαίων κραταρχίᾳ.
unit_493
ἡ δʼ αὖ Μαρία πρὸς γάμου κοινωνίαν τῷ Λασκαρίῳ βασιλεῖ συνεζύγη, πρώτης γυναικὸς ἐκλελοιπυίας βίον, τῆς δʼ ἐκ Κιλίκων δευτέρας εἰς πατρίδα διά τι μῖσος ἀποπεμφθείσης πάλιν. οὗτος γυναικάδελφον αὐτοῦ Ῥομπέρτον εἰς Εὐδοκίαν τὴν τρίτην θυγατέρων σπεύδων ἀγαγεῖν γαμβρὸν ἀθέσμῳ τρόπῳ, ἔριν ἐνῆκε ποιμενάρχῃ τῷ τότε, τῷ φιλοσόφῳ Μανουὴλ κεκλημένῳ, μὴ συγκατανεύοντι τῷδε τῷ γάμῳ. θεὸς δὲ λύει τὴν ἀθεσμογαμίαν, πρὶν ἢ γενέσθαι τήνδε, τοῦ βασιλέως βίον τὸν ἀνθρώπινον ἐκλελοιπότος. [para]Ἔτι κραταρχοῦντί γε τῷ Λασκαρίῳ πράγματα πολλὰ καὶ μακρὰς ἀγωνίας Ἐρρῆς παρεῖχεν ὁ κρατῶν Βυζαντίδος, τιθεὶς ὑφʼ αὑτὸν Ῥωμαϊκὰ χωρία λεηλατῶν τε καὶ κατατρέχων πόλεις· δραστήριος γὰρ καὶ σθεναρὸς ὢν χέρας καὶ πρὸς μάχας ἕτοιμος, ἄντικρυς Ἄρης, τὰ Ῥωμαϊκὰ δʼ ἠσθενηκότα βλέπων, καὶ μᾶλλον ἀφʼ οὗ σουλτάνου κατισχύσας Λάσκαρις ἄναξ ἀπέβαλεν ἱππότας ἄνδρας Ἰταλοὺς ἀρεϊκοὺς γεννάδας,
unit_494
συχνῶς ἐπεστράτευε Ῥωμαίων ὅροις, τῶν κωλυσόντων οὐδενῶν ὁρωμένων, παρὰ τοσοῦτον τοῦ θράσους ἀφιγμένος ὡς καταδραμεῖν καὶ μέχρις Ἰωνίας λεηλατοῦντα τὰ μεταξὺ χωρία, δῃοῦντʼ ἀφανίζοντα τῆς μάχης νόμῳ, σκηνάς τε πῆξαι κατὰ χῶρον Νυμφαίου, εἶθʼ ὑπονοστήσαντα τὴν πόλιν φθάσαι. ταῦτʼ ἄρα Λασκάριος Ἐρρῇ συνέβη· εἰς σπονδὰς ἀμφοῖν συμβάσεις τʼ ἀφιγμένων αἱ συμβιβάσεις τάδε καὶ συμφωνίαι, ὡς ἂν Ὀχυρὰν τὴν πόλιν καὶ τὰ πέριξ, τὰ κατʼ ὄρος τʼ αὖ τοῦ Κυμινᾶ χωρία, τυγχάνον ἀγχοῦ φρουρίου λελεγμένου, φῦλον κατάσχῃ καὶ νέμηται Λατίνων·
unit_495
Κάλαμος ἡ κώμη δέ, παρʼ οὗ τὸ κλίμα τῶν Νεοκάστρων τὴν καταρχὴν λαμβάνει, ἔρημος ἀοίκητος ᾖ τε καὶ μένῃ. τὰ δʼ ἀπὸ τοῦδε καθʼ ἕω νενευκότα (Νεόκαστρα ταῦτʼ ἔστι, Πέργαμος πόλις Κελβιανόν τε καὶ Χλιαρὰ καὶ Σμύρνα) σὺν τοῖς κατʼ εὐθὺ κειμένοις καὶ πλαγίως ἅπαντʼ ἀνεῖται βασιλεῖ Λασκαρίῳ. [para]Πρόθυμον ὁρμᾷ καὶ τὰ παρὰ Βουλγάρων ἐπεισπεσόντα Ῥωμαΐδι τῷ τότε τῆς ἱστορίας παραδοῦναι τῷ λόγῳ. [para]Καὶ πρὶν μέν, εὖ ἔχοντος Αὐσόνων κράτους, πολλῶν κακῶν αἴτιον ἔθνος Βουλγάρων ὑπῆρξε Ῥωμαίοις τε καὶ κραταρχίᾳ.
unit_496
Ἰσάκιον γὰρ ἀγγελώνυμον πάλαι κατὰ Βερρόην ἐκνικᾷ κατὰ κράτος, ὥστε πρὸς ἄλλοις καὶ σεβάσμιον ξύλον σταυροῦ διαρπάσαντας αὐτοὺς κερδᾶναι, ὃν Αὐσόνων ἄνακτες ἐχθρῶν ἐν μάχαις ἡγήτορʼ εἶχον καὶ τρόπαιον καὶ σθένος, ἀμήχανον κάλλος τε καὶ ποικιλίαν, χρυσῷ τιμαλφέσι τε λίθοις μαργάροις καὶ τεχνικαῖς χάρισιν ὡραϊσμένον, τούτου μέσον φέροντα τιμίου ξύλου ᾧ σωματικῶς προσπαγεὶς ὁ δεσπότης Χριστὸς καθηγίασεν αἵματι τόδε, θήκας τʼ ἐφεξῆς ἐξ ἑκατέρου μέρους χρυσοῦ τεχνίτῃ προσφυῶς εἰργασμένας, ἐν αἷς προσῆν λείψανα Χριστοῦ μαρτύρων καὶ μητρανάνδρου παρθένου σεπτὸν γάλα,
unit_497
τεμάχιον ζώνης τε τῆσδε τιμίας, καὶ πλεῖστα τιμήεντα καὶ θαυμαστέα. καὶ τῷ μετʼ αὐτὸν παραλαβόντι κράτος Ἀλεξίῳ γε κομνηναγγελωνύμῳ πολλοὺς ἀγῶνας προυξένησαν καὶ μάχας. ἄρτι δʼ ἁλούσης Ἰταλοῖς Βυζαντίδος καὶ τοῦ κατʼ αὐτὴν καταλυθέντος κράτους, ὁ κυριεύων Βουλγάρων Ἰωάννης, σκαιός τις ἀνὴρ καὶ φιλαίματος κύων, Ἀζὰν Πέτρου σύναιμος ὢν ἀλαστόρων, ἐν Ἀδριανοῦ Λατίνοις σκηνουμένοις καὶ τήνδʼ ἑλεῖν σπεύδουσι παντὶ τρόπῳ ἐπιστρατεύει σὺν στρατιᾷ Σκυθίδι, καὶ κατὰ κράτος ἐκνικᾷ σφᾶς τοῖς ὅπλοις, ὡς καὶ κρατάρχην σφῶν ἀνεζωγρηκέναι τὸν Βαλδουῗνον, ὡς ἀνόπιν ἐρρέθη. ἐπεὶ δʼ ἑλεῖν ἔσπευδεν Ὀρεστιάδα καὶ τοῖς ὑπʼ αὐτὸν ὑπαγαγεῖν φρουρίοις, ἀλλʼ ἦν χανὼν ἄντικρυς ὡς λύκος μάτην· ἐντεῦθεν οἷον ἐκμανεὶς ὁ μαινόλης
unit_498
καὶ κατεπαρθείς, Σεναχηρεὶμ ὡς πάλαι, ἄλλως τε μηδὲν ἐμποδὼν ἔχων ὅλως, Μακεδονίαν καὶ Θρᾴκην κατατρέχει, κώμας ἐρημῶν καὶ κατασκάπτων πόλεις, δῃῶν, σκυλεύων, ἐκ βάθρων ἀνατρέπων. καταστρέφει πρῶτα μὲν Φιλίππου πόλιν, πόλιν περιώνυμον εὐκλεεστάτην. ἔπειτα κατήρειψε τὰς ἄλλας πόλεις, κύδιστον Ἡράκλειαν καὶ Σηλυβρίαν, Ῥαιδεστὸν καὶ Πάνιον σὺν Δαονίῳ, Τραϊανοῦ τε καὶ Μάρωνος τὰς πόλεις, πόλιν Μοσυνόπολιν καὶ τὴν Στάγειραν καὶ πλείστας ἄλλας ἡ βέβηλος καρδία. οὕτως ἐρημῶν καὶ σκυλεύων τὰς πόλεις φθάνει περιώνυμον Θεσσαλονίκην,
unit_499
κἀκεῖ βιαίως τὸν βίον καταστρέφει πλευρίτιδι μέν, ὡς ἀκούειν ἦν, νόσῳ, ὡς δʼ αὖ κλύειν πέφυκε σαφῶς εἰδότων, ᾧ τίθεται πᾶς, χριστομάρτυρος ξίφει Θεσσαλονίκης προστάτου Δημητρίου. τούτου δʼ ἀπορρήξαντος ὡς ἔφην βίον, ἀδελφόπαις τις Βορίλας κεκλημένος, Σκυθίδα θείαν γαμετὴν παρανόμως γήμας, ὑπῆρξεν ἐγκρατὴς καὶ Βουλγάρων. Ἀσὰν δὲ παῖδα παιδαγωγός τις λάθρα, νέον κομιδῇ, παραλαβὼν ὡς τάχος πρὸς Σκύθας ἀπήγαγεν εἰς σωτηρίαν. [para]Ἄννα βασιλὶς συζύγῳ Λασκαρίῳ θυγατέρας τέξασα τρεῖς λείπει βίον, Εἰρήνην Μαρίαν τε σὺν Εὐδοκίᾳ.
unit_500
ἀλλὰ Μαρίαν δευτέραν κατὰ γένος εἰς κῆδος ἐξέδωκε ῥηγὸς Παιόνων νύμφην ἐφʼ υἱῷ βασιλεὺς φυτοσπόρος, ἐπανιόντος ἐκ Σιὼν πρὸς πατρίδα· πρώτην δʼ Εἰρήνην ἡρμόσατο πρὸς γάμον Παλαιολόγων ἐκ γένους Ἀνδρονίκῳ, ὃν δεσποτικῆς ἠξίωσεν ἀξίας. τούτου θανόντος, ὡς προφθὰς ἔφη λόγος, ταύτην συνῆψε κατὰ δευτέρους γάμους πλήρει χαρίτων ἀνδρὶ χαριτωνύμῳ Βατάτζῃ, Δουκῶν ἐκ γένους κατηγμένῳ, σχόντι Διδυμότειχον ἄστυ πατρίδα, αὐχοῦντι τιμὴν πρωτοβεστιαρίτου·
unit_501
ᾧ πενθερὸς λέλοιπε θνήσκων τὸ κράτος, ἐν δʼ Ὑακίνθου τῇ μονῇ τούτου νέκυν, ἐγγὺς βιώσας πεντήκοντά που χρόνων, ἐξ ὧν ἐβασίλευσεν ὀκτὼ πρὸς δέκα. Ἰωάννης οὕτω δὲ τυχὼν τοῦ κράτους εὐθὺς τεταινίωτο παρʼ ἀρχιθύτου τοῦ φιλοσόφου Μανουὴλ κεκλημένου, ὅστις μετὰ Μάξιμον ἔσχε τὸν θρόνον, καὶ λοιπὸν ἐδράξατο τῆς κραταρχίας κοινῶν τε λοιπῶν ἀρρενωπῶς πραγμάτων· ἦν γὰρ στρατηγὸς συνετὸς βουληφόρος, ψυχῆς παραστήματι σὺν εὐτολμίᾳ, ῥώμῃ βραχιόνων τε σώματος σθένει κοσμούμενος μάλιστα, συνέσει πλέον, καὶ καρτερικὸς ἐν μάχαις ἀντιπάλων, ἄναξ ἀγαθὸς καὶ μαχητὴς γεννάδας, εὐεργετικὸς καὶ φίλοικτος εἰσάγαν,
unit_502
ὑπηκόοις μὲν εὐμενὴς ἡδὺς μάλα, ἐχθροῖς δὲ φρικτὸς καὶ δυσάντητος θέα, προκινδυνεύων προφρόνως κληρουχίας, ταμεῖον ὄντως τῶν ἀγαθουργημάτων, ὄντως χαριτώνυμος, ἔνθεος χάρις, αὔξων πλατύνων τοὺς ὅρους Ῥωμαΐδος ὅπλοις στρατηγίαις τε σὺν εὐβουλίαις, συχνῶς στραταρχῶν, καρτερῶν ἐν ταῖς μάχαις, ἐπανασώζων τὰς πόλεις Ῥωμαΐδι γνώσει λόγῳ πράγματι καὶ πείρᾳ μάχης, ἃς ὑφʼ ἑαυτοὺς ὑπέταξαν Λατῖνοι τῶν Αὐσόνων τʼ αὖ οὐ καλῶς ἀποστάται, προσηνὲς εὐέντευκτον ἦθος δεικνύων, μέτριος, εὐθύς, εὐπρόσιτος, χαρίεις, τιμῶν μοναχοὺς καὶ θεοῦ θυηπόλους.
unit_503
ἴσα προσεῖχε δʼ ἀγγέλοις ἀρχιθύταις, ἐκκλησίας ἔθιμα μὴ παρατρέπων, ἀποστολικῶν δογμάτων ἐπαινέτης καὶ τῶν πατρικῶν καὶ νόμων τῶν κειμένων, γνώμην μεγαλόψυχον ἐν καλοῖς ἔχων. δεῖγμά τι σαφὲς τῆς μεγαλοδωρίας, μονὴ περιθρύλητος ἡ τῶν Σωσάνδρων, ἢ μᾶλλον εἰπεῖν θαῦμα τῆς οἰκουμένης. πλὴν εἶχε μικρὸν συσκιάζον βραχέως τῶν ἀρετῶν ἥλιον αὐτοῦ τι νέφος· ἥττητο βραχὺ τῆς ἐρωτοληψίας. [para]Ὑπῆρχεν αὐτῷ καὶ σύζυγος ὀλβία, Εἰρήνη λαμπρά, βασιλισσῶν τὸ κλέος, μερὶς ἀγαθὴ καὶ φύσις ἐξαισία, βοηθὸς ἀνθάμιλλος εἰς τὰ πρακτέα,
unit_504
ἀνδρεία γυνὴ καὶ θεὸν φοβουμένη, σεμνή, μεγαλόψυχος, ἄλλη Δεβώρα, οὐχ ἧττον ἀνδρὸς διέπουσα τὸ κράτος καὶ συνδιαφέρουσα τῷδε φροντίδας, πανευλαβής τε κοσμία, ξένη φύσις, κέρας Ἀμαλθείας τε σαφῶς ὡς λόγος· ἧς ἔργον ἀμήχανον εἰς κάλλους λόγον εὐτεχνίας τε μαρμάρων ποικιλίας ὁ προδρόμου κάλλιστος ἐν Προύσῃ δόμος, ὃν εἰς σεμνεῖον καθίδρυσεν ἐνθέως μονοτρόπων εὖ καὶ λατρευτῶν κυρίου. αὕτη λόγων ἔστεργε πατέρας μάλα, μονοτρόπους αὖ καὶ θεοῦ θυηπόλους, καὶ τῶν πενήτων ἦν χορηγέτις ξένη. [para]Τῷδʼ οὐκ ἀνεκτὸν ἦν βλέπειν στεφηφόρῳ τοὺς Ῥωμαϊκοὺς εὐπεριγράπτους ὅρους τὴν ἄμπελόν τε τῆς ὅλης κραταρχίας συσὶ καθάπερ Ἰταλοῖς λωβουμένην· ὅθεν πεποιθὼς συντρίβοντι τὰς μάχας καὶ νικοποιῷ πανσθενουργῷ δεσπότῃ μάχην συνάπτει Λατίνοις φρικαλέαν ἐν Ποιμανηνοῦ χωρίοις κεκλημένου, οὗ ταγματάρχῃ τῶν ἄνω στρατευμάτων νεὼς ἀνεῖται Μιχαὴλ πρωταγγέλῳ. ἡγοῦντο τοίνυν στρατιᾶς μὲν Αὐσόνων
unit_505
ἄλλοι τε πολλοὶ καὶ βασιλεύς, ἐμπρέπων πᾶσιν ἀρίστοις ὡς ἐν ἡρώων ἴλαις τὸ πρὶν Ἀχιλλεύς, ἀπολάμπων τοῖς ὅπλοις καὶ ταῖς κατʼ ἐχθρῶν ἀναδούμενος νίκαις· τοῦ Λατινικοῦ δʼ ἀναριθμήτου στίφους ἄλλοι τε πάλιν καὶ δυὰς ὁμαιμόνων Θεοδώρου Λάσκαρι τοῦ βασιλέως, οἳ πρὶν ἀποδράσαντες ἐκ βασιλέως τῷ τῶν Ἰταλῶν ὑπεκλίνθησαν κράτει, καὶ τηνικαῦτα κατὰ Ῥωμαίων σφίσι καὶ συνεμάχουν καὶ συνεκρότουν μάχην. καὶ συρραγείσης ἐξ ἑκατέρου μάχης νίκην ἀπηνέγκατο Ῥωμαίων ἄναξ, κατὰ κράτος δʼ ἥττηντο Λατῖνοι πάλιν. ἔνθα βασιλεὺς ὦπτο ῥηγνύων τρέπων ἐναντίων φάλαγγας ἐνθέῳ σθένει, πᾶσι κελεύων, ἐμπιπλῶν προθυμίας. ἔνοπλος, ἱππότης δὲ λογχίτης ἅμα, ἄνω κάτω θέων τε καὶ περιθέων, ἔβαλλεν ἐχθροὺς τῷ δόρατι καιρίαν,
unit_506
αὐτὸς διʼ αὑτοῦ τὴν μάχην καταρτύων· καὶ σὺν ὀλίγοις, ὡς Γεδεών τις νέος, ἀλλοθρόων ἥττησε τὰς μυριάδας, οὓς μὲν παρανάλωμα μαχαίρας δράσας, οὓς δʼ αἰχμαλώτους ἀπαγαγὼν δεσμίους. ἑλὼν δὲ τυφλοῖ καὶ Λασκαρίους τότε. τουτὶ τροπαιούχημα Λατίνων θράσος ὀφρύν τε καὶ φύσημα συνέστειλέ πως, ὕψωσε Ῥωμαίων δὲ τὴν κραταρχίαν κἀπὶ μέγʼ ἀνήγαγε τῆς εὐτολμίας. Ἄλλη δὲ πάλιν Λατινική τις φάλαγξ Σέρρας κατατρέχουσα τὴν πόλιν τότε, ὄλεθρον ἧτταν φυλετῶν γνοῦσα, τάχος ἐκεῖθεν ἀπέδρασε σὺν ἀκοσμίᾳ, καλῆς στρατιᾶς Ἀγγέλου Θεοδώρου,
unit_507
ὃν φθάσας ἱστόρησε τὸ πρόσθεν λόγος, ἐπίθεσιν δείσασα προσδοκωμένην. οὗτος γάρ, ὡς ἔφημεν, ἄρξας ἀστέων Ὀρεστιάδος Σερρῶν Θεσσαλονίκης, ἄλλων πολιχνίων τε καὶ χώρας ὅσης, καὶ βασιλικοῖς ὡραϊσθεὶς συμβόλοις, ἀντίμαχος κράτιστος ἦν τοῖς Λατίνοις, ἀντίθετος δὲ καὶ κραταρχοῦντʼ Αὐσόνων. οὗτος μὲν αὐτὸν ἠξίου μάλʼ ἐνδίκως τῶν δευτερείων ἀπολαύειν τοῦ κράτους καὶ τῶν ὑφʼ αὑτὸν κυριεύειν ἀστέων· αὐτὸς δʼ ἀπρὶξ ἦν τοῦ στέφους δεδραγμένος. προυβάλλετʼ οὐκοῦν δεσπότας παραλόγως καὶ σεβαστοκράτορας καὶ δομεστίκους ὀφφικίων ἄλλα τε καθάπερ κράτωρ.
unit_508
Ὁ δʼ αὐτοκράτωρ ἐκνικήσας, ὡς ἔφην, τὴν τῶν Ἰταλῶν στρατιὰν κατὰ κράτος, καὶ καθελὼν σφῶν μεγαλόψυχον τῦφον ᾕρει πόλεις χώρας τε ταῖς στρατηγίαις, Λεντιανά τε, Ποιμανηνὸν αὐτίκα, καὶ Βερβενίκον καὶ Χαρίορον πάλιν. πηξάμενος δὲ καὶ νεῶν μακρῶν στόλον παρεῖχε πολλὰ πράγματα τοῖς Λατίνοις, ἐκ γῆς ἐπιὼν καὶ θαλάσσης πολλάκις, καὶ σφᾶς σκυλεύων καὶ κακῶς δρῶν ὡς σθένος, καὶ τὰς ὑπʼ αὐτοὺς παραλαμβάνων πόλεις. Μάδυτον εἷλε καὶ πόλιν τὴν Καλλίου σὺν τοῖς πέριξ ἅπασι χωρίοις τόποις. [para]Ταύταις κρατοῦντος ἐμβραδύνοντος μάχαις καττύεταί οἱ παρʼ Ἀνδρονίκου λόχος πρωτεξαδέλφου, Νεστόγγου γε τοὐπίκλην, συνίστορας ἔχοντος ἄνδρας ἐντίμους, Ἰσάκιον σύναιμον Ταρχανιώτην καὶ Συναδηνὸν καὶ Φλαμούλιον μέγαν ἑταιρειάρχην Μακρηνόν, ἄλλο στῖφος·
unit_509
ὃ γνοὺς βασιλεὺς καὶ πυρὶ δοὺς τὸν στόλον πρὸς τὰς Ὀχυρὰς τὴν πόλιν ἀποτρέχει, κἀκεῖ τὸ πρᾶγμα δοὺς ἐτασμῷ καὶ κρίσει ὑπευθύνους εὕρηκε τοὺς εἰρημένους. καὶ Νεστόγγον μὲν σύγγονον πρωτεργάτου καὶ τὸν Μακρηνὸν ἐστέρησεν ὀμμάτων· καθεῖρξεν ἄλλους· τὸν δʼ Ἀνδρόνικον πάλιν εἱρκτῇ παραδίδωσιν ἐν Μαγνησίᾳ, ἀφʼ ἧς ἀποδρὰς ᾤχετʼ εἰς τὴν Περσίδα. ἐκ τοῦδʼ ἑαυτῷ λοιπὸν ὁ στεφηφόρος φρουροὺς περιέστησε καὶ ξιφηφόρους πρὸς φυλακὴν σώματος ἢ σωτηρίαν, ἐλευθερίας τῆς πρὶν ἐκλελησμένος τῆς θʼ ἁπλοϊκῆς βιοτῆς τῆς ἀτέχνου, ἔχων βοηθὸν καὶ συνεργὸν εἰς τόδε κοινωνὸν εὐνῆς καὶ βοηθὸν τοῦ βίου, τὴν ἀρρενωπὸν λῆμα προσκεκτημένην ἦθός τε βασίλειον ἐν τοῖς πρακτέοις Εἰρήνην βασίλισσαν, εἰρήνης δότιν. [para]Ἀσύμφορον κρίναντες αὑτοῖς τυγχάνειν
unit_510
ἱστᾶν Ἰταλοὶ πρὸς βασιλέα μάχας συνῆλθον αὐτῷ, συμβάσεις δεδρακότες καὶ παραδόντες ἄστυ Πηγῶν εὐθέως, ἔπειθʼ ὑπεκστάντες δὲ χωρῶν ἀστέων τῶν πρὸς νότον γε κειμένων κραταρχίᾳ, τῶν δʼ αὖ πρὸς ἄρκτον πλησίον Βυζαντίδος ἔτι κρατοῦντες σὺν Βιθυνίας τόποις. καὶ λοιπὸν ὑπῆν ἀνακωχὴ τῆς μάχης. [para]Οὕτως ἐχόντων ὡς ἔφην τῶν πραγμάτων, οἰκήτορες στέλλουσι πρὸς βασιλέα Ὀρεστιάδος λιπαροῦντας ἱκέτας, ὡς ἂν σταλείσης στρατιᾶς τούτων πόλις ἐλευθέρα γένοιτο χειρὸς Λατίνων. μετὰ στρατιᾶς τοιγαροῦν πέμπει τάχος Ἰσῆν πρωτοστράτωρα σὺν τῷ Καμμύτζῃ,
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top