Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Etymologicum Genuinum

Library › Greek: Grammar & Reference › Etymologicum Genuinum

Etymologicum Genuinum is a Byzantine etymological dictionary compiled in Constantinople in the mid-ninth century by an unknown scholar. It gathers explanations of the origin and form of Greek words from earlier grammarians such as Herodian, Orus, Methodius and George Choeroboscus, and from scholia on the poets. It has never been published complete. This text covers the letters alpha, beta and lambda from modern editions.

The Genuinum is the foundation of the Byzantine etymological tradition. Later compilations, including the Etymologicum Magnum, drew heavily on it. Because it quotes lost grammatical works and fragments of lost poets, it is an important source for ancient scholarship and for the history of the Greek language.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Lasserre & Livadaras (α–β); λ from a separate modern edition (probably Colonna 1967)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ) or, for later Greek, Sophocles’ Greek Lexicon of the Roman and Byzantine Periods.

Ancient Greek · Grammar & Reference
Etymologicum Genuinum
Anonymous · Part 1 · every word parsed
α 1
Ἄβρα · οὔτε ἡ ἁπλῶς θεράπαινα, οὔτε ἡ εὔμορφος λέγεται, ἀλλʼ ἡ οἰκότριψ καὶ παρὰ χεῖρα θεράπαινα
α 2
Ἀβυρτάκη · βαρβαρικόν τι ἔδεσμα ἐκ δριμέων κατασκευαζόμενον καρδάμων καὶ σκορόδων καὶ σινάπεως
α 3
Ἄβολος · ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας πῶλος. καὶ γνώμων ὁ ὀδούς, ὅτι ἀπὸ τούτου ἡ ἡλικία γνωρίζεται τῶν πώλων τε καὶ μόσχων· τριάκοντα γὰρ μηνῶν γενόμενοι ἐκβάλλουσι τοὺς πρώτους ὀδόντας, εἶτα ἐνιαυτοῦ παρελθόντος τοὺς δευτέρους, καὶ μετʼ ἄλλον ἐνιαυτὸν τέλειοί εἰσιν οἱ τεττάρων ἡμίσεων ἐτῶν. ἀφʼ οὗ καὶ λειπογνώμονες καλοῦνται οἱ μηκέτι διὰ τῶν ὀδόντων γνωσθῆναι δυνάμενοι
α 4
Ἁβροείμονες · λαμπροφόροι, ἁπαλοφόροι· ἁβρὸν γὰρ τὸ λαμπρὸν καὶ κοῦφον καὶ τρυφερόν· ἁβρὸς οὖν ὁ ἁπαλός· παρὰ τὸ ἅπτω, ὁ εὐαφής. ἢ κατὰ στέρησιν τοῦ βάρους α
α 5
Ἀβρότων · κοχλίου εἶδος· οἱ δὲ ἀκρίδων, αἵτινες πολλαὶ γενόμεναι τοὺς καρποὺς διαφθείρουσιν· οἱ δὲ μελιττῶν. οἱ δὲ ἀπρότων φασίν, ὅ ἐστιν ἀντὶ τοῦ λῃστῶν
α 6
Ἀβίων · ἤτοι βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις. ἢ βίοις, ὅ ἐστι νόμοις καὶ πολιτείαις. ἢ μετὰ τοῦ ἐπιτατικοῦ α ἵνʼ ᾖ πολυβίων
α 7
Ἀγοράζω · πολὺ μὲν παρʼ αὐτοῖς ἐπὶ τοῦ ἐν ἀγορᾷ διατρίβειν. εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἀγοράζειν
α 8
Ἄγαμαι · ἄγαμαι αὐτοῦ. καὶ τοῦτο μᾶλλον οὕτω συντάσσουσι καὶ τὸ θαυμάζειν πολλάκις
α 9
Ἄγγαροι οἱ ἐκ διαδοχῆς γραμματηφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάνδαι. λέγεται δὲ καὶ ἀγγαροφορεῖν ἐπὶ τὸ φορτία φέρειν κατὰ διαδοχήν
α 10
Ἀγκαλιαγωγοί · οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις. ἢ ἐπὶ θρεμμάτων. ἀγκαλιδοφόροι δὲ αὐτοὶ οἱ φέροντες· ἀγκαλιδοπῶλαι δὲ οἱ πιπράσκοντες
α 11
Ἄγλιθες · ἐξ ὧν ἡ κεφαλὴ τοῦ σκορόδου σύγκειται
α 12
Ἀγανοῖς · προσηνέσι, πραέσιν. ἀπὸ τοῦ ἀγάζω, τὸ θαυμάζω, γίνεται ἀγανός, ὅπερ ἀπὸ τοῦ ἄγαν γίνεται καὶ τοῦ αἰνεῖσθαι
α 13
Ἀγαπήνωρ · ὁ γενναῖος καὶ ἀνδρεῖος, ὁ ἀγαπῶν τὴν ἠνορέην, ὅ ἐστι τὴν ἀνδρείαν. ἔστι καὶ ὁ ἀγαπώμενος ὑπὸ τῶν ἀνθρώπων
α 14
Ἀγάπη · παρὰ τὸ ἄγαν ποιότητα ἔχειν
α 15
Ἀγασάμενοι · θαυμάσαντες. οὐ τότε γʼ Ὀδυσσῆος ἀγασσάμεθʼ εἶδος ἰδόντες. ἀγῶ ἀγάζω. οὕτως Ὠρίων α
α 16
Ἀγαστόρων · τῶν ὁμογάστρων, τῶν ἀδελφῶν. Λυκόφρων · τῶν φιλτάτων σου τῶν ἀγαστόρων τρόφιν, σημαίνει δὲ τὸν τρόφον καὶ κλίνεται τρόφις τρόφιος
α 17
Ἀαγές · ἄθραυστον· ἀπὸ τοῦ ἄγω, τὸ κλάνω, ἀγής, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀαγής· καὶ τὸ οὐδέτερον τὸ ἀαγές
α 18
Ἀγαυός · ἐκ τοῦ ἀγῶ, τὸ θαυμάζω, γίνεται ἄγημι ἄγαμαι ἄγασται ἀγαός, καὶ πλεονασμῷ τοῦ υ Αἰολικῶς ἀγαυός, ὡς ναός ναυός. ἢ ἀπὸ τοῦ γαίω, τὸ γαυριῶ, γίνεται γαῖος, καὶ τροπῇ τοῦ ι εἰς υ ὡς δίφρος δύφρος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀγαυός
α 19
Ἀγαυρός · παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω, τὸ γαυριῶ· ἢ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, γίνεται ἀγηρός καὶ ἀγαυρός. σημαίνει δὲ καὶ τὸν ὑπερήφανον α
α 20
Ἀγαυρίαμα · παρὰ τὸ γαίω, τὸ γαυριῶ, γίνεται γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ ὡς κλαίω κλαύσω, καίω καύσω, καὶ ἐν ἐπιτάσει τοῦ α ἀγαυρός. καὶ γαυριᾶν, τὸ μεγάλως γαυριᾶν καὶ ἐπαίρεσθαι. οὕτως Μεθόδιος α
α 21
Ἀγαυγή · οἷον · Ἀπόλλωνος ἀγαυγή· παρὰ τὸ αὐγή
α 22
Ἀγερσικύβηλιν · κύβηλις λέγεται ὁ πέλεκυς ὁ μαντικός. οἱ δὲ τὸν ἐφʼ ἑαυτῷ ἐγείροντα τὸν πέλεκυν
α 23
Ἀγελαῖος · ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ ἀγέλη, τὸ δὲ ἀγέλη ἀπὸ τοῦ ἄγω. α
α 24
Ἀγορὰ ἐφορία · ἡ πρὸς τοῖς κοινοῖς ὅροις γινομένη τῶν ἀστυγειτόνων· οὗ οἱ ὅμοροι ὅπου συνιόντες περὶ τῶν κοινῶν ἐβουλεύοντο
α 25
Ἀγγεῖλαι · κυρίως τὸ διὰ λόγων κελεύειν· παρὰ τὸ λέγω ἀνλέγω καὶ καθʼ ὑπερβιβασμὸν ἀγγέλω τροπῇ τοῦ ν εἰς τὸ γ
α 26
Ἀγγεῖον · ἀπὸ τὸ διʼ αὐτοῦ τι ἄγειν καὶ φέρειν. οὕτως Ὠρίων
α 27
Ἀγγαροφορεῖν · τὸ κατὰ διαδοχήν τι πεμπόμενον φορτίον
α 28
Ἄγγελος · ὥσπερ ἀπὸ τοῦ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκελος, οὕτως καὶ παρὰ τὸ ἄγω γίνεται ἄγγελος πλεονασμῷ ἑτέρου γ. τὰ γοῦν παρʼ αὐτὸ συγκείμενα διὰ τοῦ ε ψιλοῦ γράφονται, οἷον ἀρχάγγελος
α 29
Ἀγγελίην · ἀγγελίην ἐλθόντα, ἀντὶ τοῦ ἄγγελον. δύο δὲ σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὴν πρεσβείαν, ὡς ἐν τῷ ἀγγελίην ἐλθόντα εἴποιμι περίφρονι Πηνελοπείῃ, καὶ τὸν ἄγγελον, ἤτοι πρέσβυν, ὡς ἐνταῦθα
α 30
Ἀγερμός · οὐκ ἀγυρμός. Πλάτων δὲ ἀγερμὸν εἴρηκεν τὸν συναθροισμόν
α 31
Ἀγελείη · ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τοῦ πολέμου, ὅ ἐστιν ἡ λαφυραγωγός
α 32
Ἀγέρωχος · ῥητορικὴ ἡ λέξις, σημαίνει δὲ τὸν αὐθάδη, παρὰ τὸ ἄγαν αὐχεῖν. ἢ ὁ ἔντιμος καὶ ἀνδρεῖος παρὰ τὸ ἄγαν γερουχεῖν
α 33
Ἀγησίλαος · ἐπώνυμον τοῦ Ἅιδου· Καλλίμαχος · φοιτάσει μεγάλῳ Ἀγεσιλάῳ. εἴρηται παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχων γὰρ τῶν θανόντων. οὕτως Μεθόδιος
α 34
Ἀγέραστος · οἱ μὲν ἀπὸ τοῦ γέρας, οἱ δὲ ἀπὸ τοῦ γεράζω γεράσω γεγέρακα γεγέρασμαι γεγέρασαι γεραστός καὶ ἀγέραστος
α 35
Ἀγείρατον · ἀγέρατον· γέρας ἡ τιμή· παρὰ τὸ γέρας κατὰ πλεονασμὸν τοῦ ι
α 36
Ἀγήραον · ἄφθαρτον, μὴ γηράσκοντα· παρὰ τὸ γῆρας
α 37
Ἀγείρω · τὸ γει δίφθογγον· ἀγέρρω γὰρ λέγουσιν οἱ Αἰολεῖς. ἢ ὅτι καὶ ἀγερῶ ὁ μέλλων ἐκ τοῦ ἄγω
α 38
Ἄγη · σημαίνει τὸ ἐκπλήττομαι καὶ τὸ θαυμάζω· γέγονε παρὰ τὸ ἄζω ἢ ἀγῶ, τὸ θαυμάζω· οἱ γὰρ ἐκπληττόμενοι εἴς τι ὑπερέχον ἄγονται. ἔστι δὲ ἄκλιτον, ἐπειδὴ τὰ εἰς γη ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντος ἄρχεται, οἷον στέγη ταγή φυγή. πρόσκειται «ἰαμβικά» διὰ τὸ ἀγή, ὃ σημαίνει τὴν ἀπόκλασιν τοῦ κύματος· τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἀλλʼ οὐκ ἔστιν ἰαμβικὸν ἀλλὰ σπονδειακόν, τὸ γὰρ α μακρὸν ἔχει. ἐπεὶ οὖν τὸ ἄγη εἰς γη ἔστιν ἰαμβικὸν καὶ ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως ὡς μὴ ἔχον τι μιμήσασθαι ἄκλιτον ἔμεινεν
θ 1
θω · ἐκ τοῦ ἀγείρω, τὸ συναθροίζω, γίνεται ἀγειρέ σ θω καὶ οὐχὶ ἀγειρά σ θω, ἐπειδὴ τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα, εἰ μὲν μακρᾷ παραλήγονται, διὰ τοῦ αθω ποιοῦσι τὴν παραλήγουσαν, οἷον κίω κιάθω, εἴκω εἰκάθω, ἀμύνω ἀμυνάθω, εἴργω εἰργάθω, εἰ δὲ βραχείᾳ παραλήγονται, διὰ τοῦ εθω ποιοῦσι τὴν παραλήγουσαν, οἷον φλέγω φλεγέθω, νέμω νεμέθω, ὅθεν τὸ ἀγειρέθω καὶ ἀείρω ἀειρέθω γενόμενον κατὰ παραγωγήν. ἀγερέθω ἀπέβαλε τὸ ι
α 39
Ἀγήνωρ · ἐκ τοῦ ἄγαν καὶ τοῦ ἀνήρ γίνεται ἀγάνωρ καὶ τροπῇ τοῦ α εἰς η ἀγήνωρ· τὸ γὰρ ἀνήρ κατʼ ἀρχὴν μὲν συντιθέμενον τρέπει τὸ α εἰς η καὶ τὸ η εἰς ω οἷον εὐήνωρ Ἀντήνωρ· τὸ δὲ Νικάνωρ Νικήνωρ κατὰ τροπὴν γέγονε Βοιωτικὴν τοῦ α εἰς η α
α 40
Ἀγῆλαι · τιμῆσαι θεόν, ἀγλαΐσαι. Εὔπολις · καὶ προσαγήλωμʼ ἐπελθόντας, καὶ Ἀριστοφάνης · καί σε θυσίαις προσόδοις τε μεγάλαις ἀγελοῦμεν
α 41
Ἀγροιώτης ·. ἀγροίτης καὶ κατʼ ἐπένθεσιν . . ἀγυιαί · ἄμφοδα, ῥῦμαι· καὶ Ὅμηρος εὐρυάγυιαν λέγει τὴν πλατυάμφοδον, οἷον · νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν. ἢ ἐπιμήκεις ὁδοί, παρὰ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις, τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρει. ἢ παρὰ τὸ ἄγω, τὸ πορεύομαι · Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην. οὕτως Ὠρίων
α 42
Ἀγυιά · ἡ ὁδός· παρὰ τὸ ἄγω, τὸ πορεύομαι
α 43
Ἄγυρις · ἡ ἄθροισις· παρὰ τὸ ἀγείρω, ἐξ οὗ ἀγορά γίνεται· ἀγορῶ ῥῆμα, ἐξ οὗ ὄνομα θηλυκὸν ἄγορις, καὶ τροπῇ τοῦ ο εἰς υ ἄγυρις α
α 44
Ἄγρωστις · ἔστιν ἔδω, τὸ ἐσθίω, ὁ μέλλων ἔσω, ὁ παρακείμενος ἦκα, ὁ παθητικὸς ἦσμαι. τὸ β ἦσαι, τὸ γ ἦσται καὶ ἐξ αὐτοῦ ἦστις. καὶ ἐπειδὴ τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα συνάρχεσθαι θέλουσι τοῖς ἰδίοις ἐνεστῶσι, γίνεται ἔστις, καὶ τροπῇ Δωρικῇ τῆς ου διφθόγγου εἰς ω ἄγρωστις
α 45
Ἄγχι · σημαίνει τὸ πλησίον· παρὰ τὸ ἀγχοῦ ἀγχόθι ἄγχι κατὰ συγκοπήν
α 46
Ἄγχειν · παρὰ τὸ ἄγω ἄγειν· τὸ τὸν φάρυγγα συνάγειν α
α 47
Ἀγχλάσας · ἀναχαλάσας, ἀνακουφίσας, ἀναβαστάσας
α 48
Ἀγχίμολον · ἐγγύς, πλησίον· παρὰ τὸ ἄγχι καὶ τὸ μολῶ, τὸ παραγίνομαι
α 49
Ἀγχηστῖναι · ἀπὸ τοῦ ἄγχιστος ἀγχιστῖνος καὶ ἀγχιστῖναι. τὸ δὲ ἄγχιστος ἐστὶν ὑπερθετικόν· γίνεται δὲ ἀπὸ τοῦ ἀγχοῦ ἀγχότερος ἀγχίων ἄγχιστος καὶ ἀγχιστίνδην
α 50
Ἄγχαυρον · τὸ καλούμενον λυκόφως· σημαίνει δὲ τὴν ὀρθρινὴν τὴν πλησίον τῆς αὔρας· ἀγχίαυρος καὶ ἄγχαυρος· αὔρα δὲ ἡ ἡμέρα
α 51
Ἀγών · οὐχ εὗρον αὐτοῦ ἐτυμολογίαν. ἐγὼ δέ φημι· παρὰ τὸ ἄγω γίνεται ἀγών, ὁ φέρων πολλὴν ὄχλησιν καὶ ἀδημονίαν. ·. καλὸν δʼ εὔρυνον ἀγῶνα. τὸ ἄθροισμα. . Περὶ πολυσημ. λέξεων
α 52
Ἀγχώμαλα · παρὰ μικρὸν ἴσα, ἐγγὺς τοῦ ὁμαλοῦ· ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγύς, καὶ τὸ ὁμαλόν γέγονεν ἀγχώμαλος. τὰ παρὰ τὸ ὁμαλός συντ διὰ τοῦ ω μεγάλου γράφεται. . αἱμ
α 53
Ἀγυιά ·. καὶ ὀξυ
α 54
Ἄγω. Περὶ πολυσημ. λέξεων
α 55
Ἀγωνία · ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος κατιέναι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς φόβου
α 56
Ἀγγελλόντων · ἀντὶ τοῦ ἀγγελλέτωσαν οἱ Ἀττικοί φασιν· οὗτοι γὰρ ἐπὶ τῶν προστακτικῶν τῶν ἀπὸ ὁριστικῶν γινομένων, τῶν μὴ ἐχόντων τὸ μ κλιτικόν, τὸ τρίτον πρόσωπον πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῇ γενικῇ τῶν πληθυντικῶν τῶν ἰδίων μετοχῶν· τύπτετε τυπτόντων ἀντὶ τοῦ τυπτέτωσαν. ἐπὶ δὲ τῶν ἐχόντων τὸ μ κλιτικὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῷ τρίτῳ τῶν δυϊκῶν· τύπτεσθε τυπτέσθων ἀντὶ τοῦ τυπτέσθωσαν
α 57
Ἀδέκαστος · δίκαιος· παρὰ τὸ δέχω δέδεγμαι δεκαστός καὶ ἀδέκαστος, ὁ μὴ δεχόμενος πρόσωπον ἢ δῶρα
α 58
Ἀδελφός · δελφὺς λέγεται ἡ μήτρα, καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ γίνεται ἀδελφός, οἱονεὶ ὁμόδελφύς τις ὤν, ἐκ τῆς αὐτῆς δελφύος. καὶ ἀδελφίζειν τὸ ἀδελφὸν καλεῖν
α 59
Ἀδελφιδοῦς · ἰστέον, ὅτι τὰ εἰς δους λήγοντα εἰς ου ἔχει τὴν γενικήν, οἷον ὁ ἀδελφιδοῦς τοῦ ἀδελφιδοῦ, ὁ θυγατριδοῦς τοῦ θυγατριδοῦ. γέγονε δὲ ἀπὸ τοῦ ἀδελφιδέος καὶ θυγατριδέος κατὰ κρᾶσιν· οὐδέποτε γὰρ εὐθεῖα διαλύεται· τὸ γὰρ εἷς ἕεις πλεονασμὸν ἔχει τὸ ε. πρὸς δὲ τοὺς λέγοντας
α 60
Ἀδαξῆσαι · σημαίνει τὸ κνῆσαι
α 61
Ἀδαήμων · ἄπειρος· ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, δαῶ δαήσω δαήμων καὶ ἀδαήμων. ἀπὸ τοῦ δαίω δαῶ, συστολῇ τοῦ ι καὶ μεταθέσει τοῦ τόνου
α 62
Ἀδδεές · ἄφοβε· ἀπὸ τοῦ δέος, ὃ σημαίνει τὸν φόβον, γίνεται δεής καὶ ἀδεής, καὶ τὸ θηλυκὸν ἀδεής καὶ τὸ οὐδέτερον ἀδεές, πλεονασμῷ ἑτέρου δ ἀδδεές
α 63
Ἀδευκής · ὁ ἀπροσδόκητος, ἀνείκαστος, ἄγνωστος· παρὰ τὸ δείκω, τὸ δεικνύω, δεικής καὶ ἀδεικής, καὶ τροπῇ τοῦ ι εἰς υ ἀδευκής α
α 64
Ἀδήριτος · ἔστι δῆρις δηρίω, ὡς κόνις κονίω καὶ μῆτις μητίω· τούτου τοῦ δηρίω ὁ παθητικὸς παρακείμενος δεδήριμαι, τὸ γ δεδήριται, καὶ ἐξ αὐτοῦ ἀδήριτος. τὰ διὰ τοῦ ιτος ἀποστρέφονται τὴν ει · ἄτιτος ἀκόνιτος Μούνιτος ὄνομα Ἑρμαφρόδιτος Θεοδώρητος λίητος ἐπίκτητος σῖτος μίτος λῖτος, χωρὶς εἰ μὴ ὦσι σύνθετα παρὰ τὸ κλειτος διὰ τὸ Ἡράκλειτος πολύκλειτος. περὶ γὰρ τοῦ Ῥῖτος διάφοροι δόξαι γεγόνασιν· ὁ μὲν Ἡρωδιανὸς βαρύνει αὐτὸ καὶ διὰ τοῦ ι γράφει ὁμοίως τὸ σῖτος, ὁ δʼ Ὦρος ὀξύνει καὶ διὰ τῆς ει διφθόγγου γράφει ὁμοίως τὸ κλειτός καὶ σειστός· σημαίνει δὲ τὸ σειόμενον, ἀλλʼ οὐκ ἔστι διὰ τοῦ ιτος α
α 65
Ἀδευκέος · ἀπεοικυίας ἢ πικρᾶς· δεῦκος γὰρ τὸ γλυκύ, ὅθεν καὶ Πολυδεύκης ἐκλήθη
α 66
Ἀδέψητον · σημαίνει ὠμόν, ἀνέργαστον· δεψῶ δεψήσω δεδέψηκα· ἀπὸ τοῦ ἕψω δὲ γίνεται
α 67
Ἀδηφάγος · παρὰ τὸ ἄδην, τὸ δαψιλῶς, καὶ τοῦ φήγω ἀδηφάγος α
α 68
Ἁδεῖν · τὸ ἀρέσαι· ἀπὸ τοῦ ἀδῶ, τὸ ἀρέσκω. ἢ ἥδω ἥσω ἄδον ὁ β ἀόριστος, ἐξ οὗ τὸ ἅδε δʼ Ἕκτορι, ὁ β μέλλων ἁδῶ ἁδεῖς ἁδεῖ καὶ τὸ ἀπαρέμφατον ἁδεῖν α
α 69
Ἄδην · τὸ κεκορεσμένως. ἔστιν ἑῶ, τὸ δηλοῦν τὸ κορεννύω, οἷον · ἐπεὶ χʼ ἑῶμεν πολέμοιο· ἐξ οὗ παράγωγον ἕδω, καὶ ἄδην ἐξ αὐτοῦ. δηλοῖ δὲ καὶ τὴν ἡδονήν, οἷον · ἥσατο δʼ αἰνῶς. λαμβάνεται δὲ καὶ τὸ τερφθῆναι ἐπὶ τοῦ κορεσθῆναι, οἷον · αὐτὰρ ἐπεὶ σίτοιο τάρφθεν. ἢ ἀπὸ τοῦ ἄσω ὦ ᾆς ᾆ, τὸ δηλοῦν τὸ αὐτό, οἷον · ἄσει ἐν Τροίῃ ταχέας κύνας, γίνεται ῥηματικὸν ὄνομα ἦδος καὶ ἄδος, καὶ ἐξ αὐτοῦ ἄδην α
α 70
Ἀδικίου · ὄνομα δίκης κατὰ τῶν ἀδικούντων ἢ ὁπωσοῦν ἀδικούντων. τῆς δὲ δίκης τὸ τίμημα ἀργύριόν ἐστιν ἀποτινύμενον ἁπλοῦν
α 71
Ἀδηκότες · κεκμηκότες, δαμασθέντες, ἀδημονοῦντες, τουτέστιν ὑπὸ κόπου ἀηδῶς διακείμενοι· ἀηδῶ οὖν ἀηδήσω
α 72
Ἅιδης · α
α 73
Ἄδδιξ · μέτρον τι οἶμαι τετραχοίνικον
α 74
Ἀδινάων · παρὰ τὸ ἄδην, τὸ σημαῖνον τὸ πλῆρες, γέγονεν ἀδινός, τὸ θηλυκὸν ἀδινή καὶ ἀδινῶν ἀδινάων. τὸ δι ι · τὰ εἰς νος ὀξύτονα ἀπὸ ἐπιρρήματος γινόμενα διὰ τοῦ ι γράφονται, οἷον πύκα πυκινός, ἄδην ἀδινός
α 75
Ἀδίοπον · τὸ ἄναρχον καὶ ἀφύλακτον
α 76
Ἀδινώτερος · παρὰ τὸ ἄδην ἐπίρρημα γίνεται ἀδινός, τὸ συγκριτικὸν ἀδινώτερος καὶ τὸ οὐδέτερον ἀδινώτερον· σημαίνει δὲ τὸ ἄδην τὸ ἀδιαλείπτως
α 77
Ἀδινῷ · ἀδιαλείπτως· παρὰ τὸ ἄδην ἐπίρρημα
α 78
Ἀδμολίη · ἡ ἄγνοια· εἴρηται παρὰ τὸ εἴδω, τὸ γινώσκω· ἴδμων ἴδμονος ἰδμονία καὶ ἀϊδμονία, καὶ συγκοπῇ καὶ τροπῇ ἀδμολίη
α 79
Ἀδμήτην · ἀδάμαστον· παρὰ τὸ δμῶ, τοῦτο παρὰ τὸ δαμῶ, τὸ δαμάζω, ὁ μέλλων δμήσω, δέδμηκα δέδμημαι δμήτης καὶ ἀδμήτης
α 80
Ἀδῄωτον · ἀπόρθητον· παρὰ τὸ δῃῶ, τὸ σημαῖνον τὸ πορθῶ, τοῦτο παρὰ τὸ δαίω, τὸ κόπτω, τροπῇ τοῦ α εἰς η μετὰ περισπωμένου τόνου δῃῶ, τοῦ ι ἀνεκφωνήτου ὄντος . αἱμ
α 81
Ἀδρηστίνη · τὰ διὰ τοῦ ινη μὴ γινόμενα ἀπὸ ἐπιθέτου κύρια μονογενῆ ἀποστρέφονται τὴν ει δίφθογγον πλὴν τοῦ πείνη, οἷον Αἰητίνη δίνη. πρόσκειται «μονογενῆ» διὰ τὸ ἐκεῖνος ἐκείνη, ἐρατεινός ἐρατεινή. πρόσκειται «μὴ γινόμενα ἀπὸ ἐπιθέτου κύρια», ἐπειδὴ φωτεινὸς τόπος, φωτεινὴ οἰκία, καὶ γίνεται ἐκ τοῦ Φωτεινή, ὄνομα κύριον
α 82
Ἀδολεσχία · ἀδολεσχίαν μὲν ἐκάλουν τινὲς καὶ τὴν φλυαρίαν, ἐτάττετο δὲ τοὔνομα ἐπὶ τῶν τὰ μετέωρα λεσχηνευόντων, οὐ τῆς ἀηδίας καὶ τῆς λέσχης συγκειμένης, ὥς τινες ἐξεδέξαντο, ἀλλὰ ἀπὸ τοῦ ἁδεῖν, τοῦ σημαίνοντος τὸ ἀρέσαι. ἡ οὖν τῶν ἀρεσκόντων καὶ αὐτοῖς δοκούντων διάλεξις ἀδολεσχία ἐκαλεῖτο διὰ τὸ μὴ ἐκ κοινῆς ὁρμᾶσθαι δόξης τὴν τοιαύτην ὁμιλίαν, ἀλλʼ ἐξ ἰδίας διαλέξεως καὶ ἀρεσκούσης ὑπολήψεως· διὸ καὶ ἀδολέσχας τοὺς φυσικοὺς ἐκάλουν, οἷον · λέγω δʼ Ὦρον καὶ Σωκράτην πτωχὸν ἀδολέσχην ἔφη. ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, οὗ ὁ β ἀόριστος ἄδον, καὶ ἐξ αὐτοῦ ἅδος, ἡ εὐφροσύνη· καὶ ἔστι λέσχη ἡ φλυαρία, καὶ κατὰ σύνθεσιν γίνεται ἀδόλεσχος, ὁ ἐν τῇ φλυαρίᾳ εὐφραινόμενος. ἢ ἐκ τοῦ ἁδῶ, τὸ ἀρέσκω, καὶ τοῦ λέσχη, τοῦτο δὲ παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην, ἐπειδὴ τὸ παλαιὸν ἔθος ἦν καὶ τῷ χειμῶνι τόπον εἶχον ἀποκεχωρισμένον, ἐν ᾧ πυρκαϊὰς ποιοῦντες ἐν αὐτῷ καθεζόμενοι διημέρευον φλυαροῦντες καὶ ἀδολεσχοῦντες
α 83
Ἀδολέσχης ἀδολέσχου · ὁ κανών· τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ης γινόμενα ἀρσενικὰ μὴ ἔχοντα οὐδέτερον εἰς ες εἰς ου ἔχει τὴν γενικήν. σημαίνει δ· τὸ φιλοσοφῶ · ὁ δὲ δοῦλός σου ἠδολέσχει, καὶ τὸ παίζω · ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ πεδίον, καὶ τὸ φλυαρῶ, ὡς τὸ «τί ἀδολεσχεῖς, ἄνθρωπε;» καὶ τὸ ὀλιγωρῶ · ἠδολέσχησα καὶ ὠλιγοψύχησε
α 84
Ἁδρός · ὁ χονδρός· παρὰ τὸ ἥδω, ἡδόμεθα γὰρ τοῖς μεγάλοις καὶ χονδροῖς
α 85
Ἀδόροισι · Ἀντίμαχος · ἐν δʼ ἀδόροισι χεύειν εὐήλατον ἄλφι. δόροι γὰρ λέγεται παρὰ τὸ ἐκδεδάρθαι· δορός, καὶ δοροί, κατὰ πλεονασμὸν ἄδοροι. ἢ ἀντὶ τοῦ κακόδοροι. οὕτως Ἡρωδιανός
α 86
Ἀδρανής · δραίνω, τὸ πράττω, δρανῶ ἔδρανον δρανής, καὶ μετὰ τοῦ στερητικοῦ α ἀδρανής, ὁ ἀνίσχυρος καὶ μὴ πρᾶξαί τι δυνάμενος, ὅθεν καὶ ἀδράνεια τὸ θηλυκόν
α 87
Ἀδραστεϊδῶν · Ἄδραστος Ἀδραστίδης Ἀδραστιδῶν, καὶ πλεονασμῷ τοῦ ε Ἀδραστεϊδῶν, οἷον · Ἀδραστεϊδῶν θάλος
α 88
Ἀδρίας · τὸ πέλαγος· Διονύσιος Σικελίας τύραννος, ὃς πρότερον ἐπὶ τῆς Ὀλυμπιάδος πόλιν ἔκτισεν Ἀδρίαν ἐν τῷ Ἰωνικῷ κόλπῳ, ἀφʼ ἧς καὶ τὸ πέλαγος Ἀδρίας καλεῖται. Εὔδοξος δὲ ἕνα τῶν Ἱστοριῶν τὸ πέλαγος καὶ τὴν πόλιν ὀνομασθῆναι Ἀδρίαν ἀπὸ Ἀδρίου τοῦ Μεσαππίου τοῦ Παύσωνος
α 89
Ἀδύτῳ · τῷ ἐνδοτάτῳ καὶ θειοτάτῳ μέρει τοῦ ναοῦ· ἄδυτα γὰρ καλοῦνται οἱ τό ποι τῶν ἱερῶν, εἰς οὓς οὐκ ἔξεστιν εἰσιέναι οὐδὲ εἰσδῦναι πᾶσιν. ἀπὸ τοῦ δύω δῦμι δύσω δέδυκα δέδυμαι δέδυται δυτός καὶ ἄδυτος
α 90
Ἄδωνις · δύναται ὁ καρπὸς εἶναι ὁ ἀδώνιος, οἷον «ἀδώνειος καρπός», ἀρέσκον
α 91
Ἁδρύνω · τὸ αὐξάνω· Νίκανδρος ἔνθα · ῥωγαλέον φορέουσα περιστιγὲς αἰόλον ἔρφος· τὴν μὲν ὅθʼ ἁδρύνηται ὀροιτύποι οἱ ἀβατῆρες κόψαντες ῥάδικα πολυστρεφέος κοτίνοιο
α 92
Ἀεθλεύειν · ἀγωνίζεσθαι· ἀπὸ τοῦ ἄεθλον, ὅπερ ἀπὸ τοῦ ἆθλον· τοῦτο παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλόν καὶ ἄτλον, καὶ τροπῇ ἆθλον. τὸ δὲ ἄεθλον ἀρσενικῶς μὲν λεγόμενον τὸν τόπον καὶ τὸ ἀγώνισμα δηλοῖ · οὗτος μὲν δὴ ἄεθλος ἄατος· οὐδετέρως δὲ τὸ ἐπὶ ἀγῶνος διδόμενον · νηῶν δʼ ἐκφέρετʼ ἄεθλα λέβητάς τε τρίποδάς τε
α 93
Ἀεικίας · τὰς ὕβρεις καὶ αἰσχύνας· ἀπὸ τοῦ αἰκίας πλεονασμῷ τοῦ ε ἀεικίας
α 94
Ἀεικέλιος · ἀπρεπής, ἀνόμοιος, σκληρός· ὡς πέμπω πέμπελος, οὕτως γίνεται εἴκω, τὸ ὁμοιῶ, εἴκελος εἰκέλιος καὶ ἀεικέλιος. τὸ δὲ εἴκελος, εἰ μέν ἐστι σύνθετον, πάντοτε διὰ τῆς ει διφθόγγου γράφεται, εἰ δὲ ἁπλοῦν, διὰ τοῦ ι
α 95
Ἄεισι · παρὰ τὸ ἄω, τὸ πνέω, παράγωγον τῶν εἰς μι ἄημι. οὗ τὸ γ ἄησι καὶ τὸ δυϊκὸν ἄετον, καὶ κατʼ ἔκτασιν ἄητον, οἷον · τὼ δʼ ἐκ Θρῄκηθεν ἄητον· ἐξ οὗ καὶ τὸ γ τῶν πληθυντικῶν ἄεισι Αἰολικώτερον· ἐχρῆν γὰρ ἀεῖσι, ὥσπερ ἱεῖσι · ἄλλοτε δʼ ἄλλῃ ἄεισι
α 96
Ἀείδελον · σημαίνει τὸ ἀόρατον· ἔστιν εἴδω, τὸ γινώσκω, ᾧ ἀντιπαράκειται τὸ οἶδα· γίνεται εἴδελος, ὡς πέμπω πέμπελος, καὶ συνθέσει ἀείδελος, ὁ μὴ θεωρούμενος. παρὰ δὲ Νικάνδρῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κεῖται, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀείδηλον γέγονε κατὰ συστολὴν τοῦ η εἰς ε. τὸ δὲ ἀΐδηλον, τὸ ἀφανιστικόν, ἀπὸ τοῦ εἴδω τοῦ σημαίνοντος τὸ γινώσκω ἢ τὸ βλέπω γίνεται ἰδνόν καὶ μετὰ τοῦ δῆλοσ γέγονεν ἀϊδνόδηλος καὶ συγκοπῇ ἀΐδηλον
α 97
Ἄεθλον · ἀπὸ τοῦ ἐθέλω, ἐθέλον τι· ἔστι μετὰ τοῦ ἐπιτατικοῦ α ἀέθελον, τὸ πάνυ θελητόν, καὶ συγκοπῇ ἄεθλον καὶ κράσει τοῦ αε ἆθλον, καὶ ἆθλος τὸ ἀρσενικόν. ἀπὸ τοῦ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω ἢ τὸ βλέπω γίνεται ἰδνόν καὶ μετὰ τοῦ δῆλος ἀϊδνόδηλοσ
α 98
Ἄειλα · τὰ πολύσκια χωρία· κατὰ στέρησιν τῆς ἕλης
α 99
Ἀειλογία · τὸ ἀεὶ λόγους καὶ εὐθύνας ὑπέχειν
α 100
Ἀείζωτος · ἄζωτος ἡ ναῦς ἐστι καὶ ἀνυπήλιφος· ἀζώτους δὲ τὰς ἀνασεσυρμένας γυναῖκας
α 101
Ἀεικής · ὁ σκληρός, ὁ μὴ εἴκων· εἴκω εἰκής καὶ ἀεικής, ἀφʼ οὗ τὸ ἀεικέα λοιγὸν ἀμῦναι, καὶ αἰκία. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἀπρεποῦς · σὸν γένος, οὔ οἱ ἀεικές
α 102
Ἀείδω · ἀντιπαράκειται τὸ ἀοιδή. γέγονε δὲ παρὰ τὸ εἴδω, τὸ γινώσκω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀείδω. τὸ δὲ εἴδω σύνθετον εἰς ὄνομα ἀποβάλλει τὸ ε · νῆις, ὁ ἄπειρος, καὶ πολύιδος· καὶ παραγόμενον, οἷον ἴδμων ἴστωρ. ἰστέον δέ, ὅτι τὰ κατὰ τὴν κοινὴν διάλεκτον τὰ ἀπαθῆ οὐ λέγονται, οἷον τὸ πατέρος καὶ μητέρος καὶ ἀνέρος, ἀλλὰ τὰ πεπονθότα, οἷον τὸ πατρός· οὕτως οὖν καὶ τὸ ἀείδω εἰς α μακρὸν ἄιδω καὶ κατὰ κρᾶσιν τοῦ εα καὶ συναιρέσει τοῦ αι εἰς τὴν αι δίφθογγον
α 103
Ἀεικίσσωσιν · ὡς εὐγενής εὐγενίζω, οὕτως ἀεικής ἀεικίζω, ὅπερ ἀπὸ τοῦ εἴκω. ἢ παρὰ τὸ αἰκίζω ἀεικίζω κατὰ πλεονασμὸν τοῦ ε · εὐλὰς ἐγγιωνται, ἀεικίσουσι δὲ νεκρόν
α 104
Ἀέκητι · ἔστιν ἀεκάζω, οὗ ἡ μετοχὴ πόλλʼ ἀεκαζομένη, ἐξ αὐτοῦ ἐπίρρημα ἀεκαστί, ὡς δωρίζω δωριστί, καὶ κατὰ ἀποβολὴν τοῦ ς ἀεκατί, καὶ τροπῇ τοῦ ι Ἰωνικῇ καὶ ἀναβιβάσει τοῦ τόνου ἀέκητι· ἡ γὰρ ἀποβολὴ πολλάκις ἀναβιβάζει τοὺς τόνους
α 105
Ἀεκήλια · κατὰ ἀπόφασιν τοῦ ἑκήλου, ἐφʼ οἷς οὐχ οἷόν τε ἡσυχάζειν, οἷον οὐχ ἥσυχα οὐδʼ εἰρηναῖα, ἀλλὰ ταραχώδη· ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι
α 106
Ἀειρομένη · ἀπὸ τοῦ ἀήρ ἀέρος ἀέρω, καὶ πλεονασμῷ τοῦ ι ἀείρω, ἡ μετοχὴ ἀειρόμενος
α 107
Ἄελλα · ἡ ἄγαν εἰλοῦσα. ἢ παρὰ τὸ ἄω, τὸ πνέω, οἷον · Βορέης καὶ Ζέφυρος, τώ τʼ ἐκ Θρῄκηθεν ἄητον· ὁ μέλλων ἀήσω καὶ ἀέσω, καὶ ἐξ αὐτοῦ ἄελλα κατὰ πλεονασμὸν τοῦ λ
α 108
Ἀελλής · παρὰ τὸ ἕλλω. ἢ παρὰ τὸ εἰλῶ, τὸ συστρέφω, ἀποβολῇ τοῦ ι γίνεται ἐλλής καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀελλήσ, ὥσπερ ἀτερπής, ἐξ οὗ καὶ τὸ ἀολλίζω, ὃ σημαίνει τὸ συναθροίζω · ἔρχεο σὺν θυέεσσιν, ἀολλίσασα γεραιάς
α 109
Ἀελπτέοντες · ἀνελπιστοῦντες, οὐκ ἐλπίζοντες· ἀπὸ τοῦ ἔλπω ἀέλπτω
α 110
Ἀελλόπος · ἰστέον, ὅτι τὰ παρὰ τὸ πούς συντιθέμενα τὴν τοῦ ἁπλοῦ φυλάττουσι κλίσιν καὶ διὰ τοῦ δος κλίνονται, οἷον πούς ποδός, οἰδίπους οἰδίποδος, τὰ γὰρ ἀποβολῇ τοῦ ς ποιοῦντα τὴν γενικὴν Ἀττικά εἰσιν, οἷον ὁ τρίπους τοῦ τρίπου καὶ ὁ Οἰδίπους τοῦ Οἰδίπου. ἰστέον, ὅτι τὰ παρὰ τὸ πούς ἀποβάλλουσι τὸ υ κατὰ τὴν εὐθεῖαν · ὦρτο δʼ ἀελλόπος, καὶ ἢ τρίπος ἠὲ γυνή. οὕτως Χοιροβοσκός
α 111
Ἀέντες · ἔστιν ἀῶ περισπώμενον, ὅτι δέ ἐστι περισπώμενον δῆλον ἐκ τοῦ ἄησις καὶ ἄημι· καὶ οἱ Αἰολεῖς τὴν ἀῶν μετοχήν, καθὰ ποιῶν καὶ φιλῶν, ἀείς ἐροῦσιν, ὡς φιλείς καὶ ποιείς· καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀέντες, ἡ γενικὴ ἀέντων, ὡς ποιέντων, οἷον καὶ ἀνέμων μένος ὑγρὸν ἀέντων. εἰ δὲ ἦν βαρύτονον, ἄεντες ἂν ἐρρήθη · πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες
α 112
Ἀένναος · νάω νάος, ἐν συνθέσει ἀέναος, ὁ ἀεὶ ῥέων
α 113
Ἀέξει · αὔξει· ἀπὸ τοῦ ἔχω, τοῦ σημαίνοντος τὸ ἐλαύνω, ὁ μέλλων ἕξω καὶ ἀέξω, ὡς τὸ ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει
α 114
Ἄερθεν · ἀείρω ἀερῶ ἄερκα ἄερμαι ἀέρθην ἀέρθησαν καὶ ἄερθεν, ὡς τὸ κόσμηθεν
α 115
Ἀερσίποδες · αἴροντες εἰς ὕψος τοὺς πόδας· παρὰ τὸ ἀείρω ἀερῶ ἀερίποδες, καὶ πλεονασμῷ τοῦ ς ἀερσίποδες · ἧχι ἑκάστῳ ἵπποι ἀερσίποδες
α 116
Ἀεσίφρων · ὁ μὴ διεγηγερμένας ἔχων τὰς φρένας· ἄω, τὸ κοιμῶμαι, ὁ μέλλων ἀέσω, ὅθεν καὶ ἀέσσεται
α 117
Ἀεργεία · Ἡσίοδος · ἀεργίη δέ τʼ ὄνειδος
α 118
Ἄζειν · τὸ στόμα ἀθρόως προσπνεῖν
α 119
Ἀζεΐδαο · σχόλιον Βοιωτίασ · δόμῳ Ἄκτορος Ἀζεΐδαο. εὗρον ἐν Ὑπομνήματι Βοιωτίας σχόλιον. ἀπὸ τοῦ Ἀζεύς Ἀζείδης τὸ πατρωνυμικὸν καὶ ἐκεῖθεν Ἀζεΐδαο
α 120
Ἀζηχές · ἀδιαλείπτως· κατὰ τροπὴν τοῦ δ εἰς ζ Δωρικῶς, ἀδηχές γάρ. ἄδην δέ ἐστι τὸ ἀδιάλειπτον ἢ μεγαλόψυχον, οἷον · ἀζηχὲς μεμακυῖαι· σημαίνει δὲ τὸ σκληρὸν ἀπὸ τῆς ἄζης, ὃ σημαίνει τὴν ξηρασίαν
α 121
Ἄζη · ἡ ξηρασία, ὅτι τοῦ ζῆν καὶ ρηται α
α 122
Ἀζαλέην · ξηρὰν ἢ σκληράν· παρὰ τὸ ἄζω, τὸ ξηραίνω. ἔστι ζῶ καὶ κατὰ στέρησιν τοῦ α ἄζω· τὸ γὰρ ζῶν καὶ ὑγρόν ἐστιν. οὕτως Ὦρος. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι παράγωγόν ἐστιν ἀπὸ τοῦ ἅγος· ὡς σκέλος σκελίζω, τεῖχος τειχίζω, οὕτως καὶ ἅγος ἁγίζω καὶ κατὰ συγκοπὴν ἅζω. πόθεν δὲ δῆλον; ἐκ τοῦ τὸν Ἀλκμᾶνα εἰπεῖν · ἀγίσδεο· ἀντὶ τοῦ ἅζεο ἀγίσδεο εἶπεν
α 123
Ἀζήν · σημαίνει τὸν πώγωνα κατὰ Φρύγας καὶ κλίνεται ἀζένος· ἐκ τούτου λέγεται καὶ τὸ αἰζηός γίνεσθαι. καὶ ὤφειλε κλίνεσθαι διὰ τοῦ η ὡς μὴ ἔχον τὸ μ ἀπʼ εὐθείας, ἀλλὰ σεσημείωται ὡς τὸ ἀδήν ἀδένος, σημαίνει δὲ τὸν βουβῶνα. καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ην ὀξύτονα ἔχοντα ἐν τῇ παραληγούσῃ τὸ α καὶ σημαίνοντα μέρος σώματος ἢ πάθος τρέπει τὸ η εἰς τὸ ε οἷον αὐχήν αὐχένος, ἀδένος, ἀζένος· τὸ γὰρ λειχήν οὐκ ἔχει τὸ α
α 124
Ἀηδών · παρὰ τὸ ἀείδω ἀειδών, καὶ τροπῇ Αἰολικῇ τῆς ει διφθόγγου εἰς η ἀηδών. ἄλλοι δὲ τροπὴν μόνον λέγουσι γεγονέναι τοῦ ε εἰς η καὶ μένει τὸ ι προσγεγραμμένον
α 125
Ἄη · ὥσπερ παρὰ τὸ φιλῶ γέγονεν ἐφίλει διὰ τῆς ει διφθόγγου, κατὰ δὲ Αἰολεῖς ἐφίλη διὰ τοῦ η οὕτως καὶ παρὰ τὸ ἄω ἄει καὶ κατὰ Αἰολεῖς ἄη· καὶ Ὅμηρος · μῆνα δὲ πάντʼ ἄληκτον ἄη νότος
α 126
Ἀήδιζον · ἰστέον, ὅτι τὰ ἀπὸ φωνήεντος ἀρχόμενα ῥήματα χρονικῶς αὔξονται ἐν τῷ παρατατικῷ, οἷον ἄγω ἦγον, αἴρω ἀρῶ ᾖρον, αἰτῶ ᾔτουν. δεῖ προσθεῖναι «χωρὶς τῶν Ἰωνικῶν καὶ τῶν ποιητικῶν»· οἱ γὰρ ποιηταὶ καὶ οἱ Ἴωνες συναρχομένους πολλάκις ποιοῦσι τοὺς παρῳχημένους τοῖς ἰδίοις ἐνεστῶσιν, οἷον ἄγω ἄγεν · ἄγε δέ ἑ μοῖρα βαρεῖα, καὶ ἅψατο δʼ ἡμιόνων, ἀντὶ τοῦ ἥψατο· καὶ «χωρὶς τῶν ἀπὸ προθέσεων ἀρχομένων»· ἐπὶ τούτων γὰρ ἡ ἀρχή τοῦ ἐνεστῶτος φυλάττεται καὶ ἐν τῷ παρατατικῷ· καὶ «χωρὶς τοῦ εὐαρεστῶ εὐηρέστουν, εὐορκῶ εὐώρκουν»· ἐπὶ τούτων γὰρ ἔσωθεν ἐγένετο ἡ κλίσις. δεῖ προσθεῖναι «χωρὶς τοῦ ἀηθέσσω ἀήθεσσον», ἀηθέσσω δέ ἐστι τὸ ἀήθης ὑπάρχω· καὶ «χωρὶς τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου ἀηδίζομαι καὶ ἀηδιζόμην». ταῦτα μὲν ὁ Χοιροβοσκός. ὁ δὲ Ζηνόβιος λέγει εἰς τὸ Ῥηματικὸν τοῦ Ἀπολλωνίου ὅτι καὶ τὸ ἀΐω, τὸ σημαῖνον τὸ ἀκούω, ὡς παρὰ τῷ ποιητῇ, οἷον · οὐκ ἀΐεις, καὶ τὸ ἄω, τὸ σημαῖνον τὸ πνέω, οὐ τρέπει τὸ α εἰς η ἐν τῷ παρατατικῷ. καὶ ἐπὶ μὲν τοῦ ἀΐω διὰ τοῦτο οὐ τρέπεται τὸ α εἰς η ἵνα μὴ συνεμπέσῃ τὸ ἦεν τὸ γενόμενον ἀπὸ τοῦ ἔω, τὸ σημαῖνον τὸ ὑπάρχω. τὸ δὲ ἀηθέσσω καὶ ἀηδίζομαι, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ η
α 127
Ἀήρ · παρὰ τὸ αἴρω, τὸ σημαῖνον τὸ κουφίζω, γίνεται ἀήρ· κουφίζονται γὰρ ἐν αὐτῷ καὶ αἴρονταί τινα ζῷα. ἢ ὁ κοῦφος, παρὰ τὸ ἀήρω. ἢ παρὰ τὸ ἄω, τὸ πνέω, ἀήρ· καὶ γὰρ ἡ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον α
α 128
Ἀήσυλος · ἀπὸ τοῦ ἄσω μέλλοντος, τοῦ δηλοῦντος τὸ βλάπτω, οἷον · ἠδʼ ἀασάμην, γίνεται ὄνομα ῥηματικὸν ἀήσυλος, καὶ κατὰ πλεονασμὸν τοῦ α ἀήσυλος, ὁ ἡμαρτημένος καὶ ἄτοπος. οὕτως Ὦρος. ἢ ἀπὸ τοῦ ἥδω ἥσω ἥσυλα καὶ ἀήσυλα, τὰ μὴ τέρποντά τινα, ἄτακτα, μωρά· ἢ ἄδικα καὶ ἁμαρτωλά
α 129
Ἀήσυρον · ἀσθενὲς καὶ κενόν
α 130
Ἀήτης · ὁ ἄνεμος· παρὰ τὸ ἀῶ, τὸ πνέω, ὁ μέλλων ἀήσω, ὄνομα ῥηματικὸν ἀήτης α
α 131
Ἄητον · ὥσπερ παρὰ τὸ φιλῶ γίνεται φιλεῖτον, οὕτως καὶ παρὰ τὸ ἀῶ ἀεῖτον τὸ δυϊκόν, ὡς παρὰ Αἰολεῦσιν ἄητον καὶ ποίητον· εἰ γὰρ ἦν βαρύτονον, ἄετον ὤφειλεν εἶναι, ὡς λέγετον τύπτετον. ἢ παρὰ τὸ ἀῶ γίνεται παράγωγον ἄημι καὶ τὸ γ ἄησι καὶ τὸ δυϊκὸν ἄετον καὶ κατʼ ἔκτασιν ἄητον. οὕτως ὁ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 132
Ἀθαμάντιον · πεδιάς ἐστιν ἐν Θεσσαλίᾳ καλουμένη Ἀθαμαντία διὰ τὸ ἐκεῖσε τὸν Ἀθάμαντα πλανᾶσθαι μετὰ τὸ φονεῦσαι τὸν ἴδιον υἱὸν Κλέαρχον χόλῳ τῆς Ἥρας, ὅτι ἀνέθρεψε τὸν Διόνυσον. ἐφόνευσε δὲ αὐτὸν μανεὶς εἰς θήραν δόρατι νομίσας ἔλαφον εἶναι, ὅθεν καὶ τῆς βασιλείας ἐξέπεσε καὶ τῆς Ἰνοῦς τῆς γυναικὸς ἐστερήθη καὶ τοῦ ἰδίου υἱοῦ Μελικέρ ον του ἀμφοτέρων εἰς θάλασσαν ἐμπεσόντων καὶ οἰκησάντων προνοίᾳ Ποσειδῶνος ἐν αὐτῇ. οὕτως σχόλιον εὗρον εἰς τὰ Ἀργοναυτικά
α 133
Ἀθέμιστος · ἄδικος, ἄνομος· θέμιστος καὶ ἀθέμιστος
α 134
Ἀθέριζον · τὸ ἐκρίπτειν καὶ ἀποβάλλειν, ἀπὸ μεταφορᾶς τῶν ἀθέρων, τῶν μὴ δυναμένων θερίζεσθαι καρπῶν· οἱ γὰρ λικμῶντες ἐκρίπτουσι τοὺς ἀθέρας, τουτέστι τὰ ἄχυρα. ἐκ τοῦ θέρος θερίζω, μετὰ τοῦ στερητικοῦ α ἀθερίζω· Ὅμηρος · οὔ ποτέ μʼ ἀθέριζον. τὸ δὲ θέρος παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλλων θερῶ καὶ θέρσω Αἰολικῶς, καὶ Θερσίτης καὶ θερμός
α 135
Ἀθέσφατον · πολύν· ἐκ τοῦ θεός καὶ τοῦ φατός, τοῦτο ἐκ τοῦ φημί, τοῦ λέγω, θεόφατός τις ὤν, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμῷ τοῦ ς θέσφατον, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθέσφατον· ὃν οὐδὲ ὁ θεὸς ἑρμηνεύει διὰ τὸ πλῆθος . α
α 136
Ἀθηνᾶ · οἱονεὶ ἀθρηνᾶ τις οὖσα, παρὰ τὸ τὸν νοῦν ἀθρεῖν. ἢ παρὰ τὸν θήσω μέλλοντα τὸν δηλοῦντα τὸ θηλάσω, οἷον · γυναῖκά τε θήσατο μαζόν, γέγονεν ὄνομα ῥηματικὸν θήνη, καὶ μετὰ τοῦ στερητικοῦ α Ἀθηνᾶ· ἀμήτωρ γὰρ ἡ θεός ἐστιν· ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διός φασιν αὐτὴν γεννηθῆναι. ἔστι δὲ Ἀθηνάα, καὶ ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο αα οὕτως Ἀθηνᾶ α
α 137
Ἀθήνηισι, Θήβηισι · ἔχουσι τὸ ι προσγεγραμμένον· ἔστι γὰρ ἡ δοτικὴ τῶν πληθυντικῶν Ἀθήναις καὶ Θήβαις· καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η Θήβῃσι καὶ Ἀθήνῃσι, καὶ μένει τὸ ι προσγεγραμμένον
α 138
Ἀθηρηλοιγόν · τὸ πτύον τὸ τοὺς ἀθέρας διαλέγον καὶ διαχωρίζον· ἀθερολοιγόν τὸ αὐτό. γίνεται δὲ κατὰ πλεονασμὸν τοῦ ι ὑφʼ ἓν δὲ ὀξυτόνως ἀναγνωστέον
α 139
Ἆθλος · ὅτι μετὰ τὸν κατακλυσμὸν ἐξηργηκότων ἤδη τῶν ἀγώνων καὶ πάντων τῶν ἐν Ἕλλησι καλῶν, ὕστερον Ἀέθλιος ὁ Ἐνδυμίωνος πατὴρ ἐπιμέλειαν ἐποιήσατο τοῦ Ὀλυμπιακοῦ ἀγῶνος. ἀπὸ τούτου οὖν ἆθλα καὶ ἀθληταὶ καλοῦνται
α 140
Ἀθλήσας · τὸν μὲν ἐγὼν ἔνθε ῥυσάμην καὶ ἀνήγαγον αὖτις Ἄργος ἐς ἱππόβοτον, καὶ πολλὰ ἀθλήσαντα
α 141
Ἀθριβής · πόλις Αἰγύπτου· τὸ δεντάτης νησιευομένης Αἰγύπτου ἐστὶ κεφαλὴ κατὰ καρδίας σχῆμα τῶν περιεχομένων εἴλῳ μεθυσκόμενον· ὅθεν τὸν νομὸν Ἀθριβὴν προσηγόρευσαν, ὅπερ, εἴ τις ἑλληνιστὶ βούλοιτο φράζειν, οὐκ ἄλλως ἔχει λέξαι πλὴν καρδίαν
α 142
Ἀθίγγανος · ὁ μὴ θέλων τινὶ προσεγγίσαι· ἀπὸ τοῦ θίγω, οἱ γὰρ τὴν αἵρεσιν ταύτην ἔχοντες οὐδὲν παρʼ ἄλλου λαμβάνουσιν
α 143
Ἄθροος · θροῦς λέγεται τὸ αἰφνίδιον, καὶ κλίνεται θρόος · οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος, οὐδʼ ἴα γῆρυς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἄθροος· ὀξύνεται ἐπὶ τοῦ ἀθροίζειν
α 144
Ἀθρῶν · τὸ μετʼ ἐπιτάσεως θεωρεῖν· θεωρῶ γὰρ κατὰ συγκοπὴν καὶ ἐπιτάσει ἀθρῶ. ἢ ἀπὸ τοῦ δρῶ, τὸ βλέπω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀδρῶ, καὶ τροπῇ τοῦ δ εἰς θ ἀθρῶ
α 145
Ἀθροίζω · ἐκ τοῦ θροῦς, ὃ σημαίνει τὸν θόρυβον, γίνεται θροΐζω, καὶ κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω
α 146
Ἄθηλον · τὸ μὴ τεθηλακός
α 147
Ἀθέλδεται · διηθεῖται
α 148
Ἀθύρ · ὁ μήν· καὶ τὴν Ἀφροδίτην Αἰγύπτιοι καλοῦσιν Ἀθώρ· καὶ μῆνά γε τὸν τρίτον ἐπώνυμον ταύτης πεποιήκασιν
α 149
Ἀθύρματα · παρὰ τὸ θύω, τὸ ὁρμῶ· θύω θύρω καὶ ἀθύρω καὶ ἄθυρμα. ἢ ἀθρήματά τινα ὄντα παρὰ τὸ ἀθρεῖν, θεάματα
α 150
Ἄθως · Ἥρη δὲ νισομένοισιν Ἄθω ἀνέτειλε κολώνη· ἀκρωτήριον Θρᾴκης. Σοφοκλῆς · Ἄθω σκιάζειν ὦτα Λημνίας βοός· ἐν γὰρ τῇ Λήμνῳ βοῦς χαλκῆ ἵδρυται, ἐφʼ ᾗ τοῦ Ἄθω ἡ σκιὰ φθάνει
α 151
Ἀθῷος · ὥσπερ ἀπὸ τοῦ ζῶ ζωή χωρὶς τοῦ ι καὶ ἀπὸ τοῦ ἰῶ ἰωή, σημαίνει δὲ τὴν ἐκπεμπομένην φωνήν, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ θῶ, τοῦ σημαίνοντος τὸ καταβάλλω, γιγνόμενον τὸ θωή· ὁ γὰρ ζημιούμενος καταβάλλεταί τι. οὐκ ὀφείλει ἔχειν διὰ τοῦ ι ἀλλὰ παραλόγως ἔχει αὐτό, ἐπειδὴ εὕρηται θωϊή, ὡς παρὰ Ἀρχιλόχῳ · τούτου χάριν τὸ ἀθῷος ἀπὸ τοῦ θωϊή γινόμενον ἔχει τὸ ι. ὤφειλε δὲ προπαροξύνεσθαι, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς α καὶ η θηλυκῶν εἰς ος γινόμενα ὀνόματα σύνθετα προπαροξύνονται, χωρὶς «εἰ μὴ χαρακτὴρ κωλύσει», διὰ τὸ κάρη ἀκαρός, ὀξύνεται γὰρ ὁμοίως τῷ μαδαρός. προπερισπᾶται δὲ τὸ ἀθῷος διὰ τὸν χαρακτῆρα τοῦτον, τὰ γὰρ διὰ τοῦ ῳος ἔχοντα τὸ ι ὑπὲρ δύο συλλαβὰς προπερισπῶνται χωρὶς τοῦ κολῳός, ὃ σημαίνει τὸν θόρυβον, οἷον πατρῷος Ἀχελῷος αἰδῷος ἠῷος· οὕτως οὖν καὶ ἀθῷος. πρόσκειται «ἔχοντα τὸ ι » διὰ τὸ λαγωός καὶ πατρωός, σημαίνει δὲ τὸν ἐν τῇ συνηθείᾳ λεγόμενον πατροιόν· ταῦτα γὰρ ὀξύνονται, ἀλλʼ οὐ γράφονται σὺν τῷ ι. πρόσκειται «ὑπὲρ δύο συλλαβάς» διὰ τὸ κολοιός, σημαίνει δὲ τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι, ἅπερ ἐν τῇ συνηθείᾳ κοῖλα λέγουσιν
α 152
Ἄθωος · σημαίνει δὲ τὸν ἐν Ἄθῳ ὄρει τιμώμενον. οὐκ ἔχει τὸ ι καὶ ὤφειλεν ἔχειν αὐτὸ κατὰ τὴν ἀκρίβειαν καὶ προπερισπᾶσθαι, ἐπειδὴ ἀπὸ τοῦ Ἄθως τοῦ σημαίνοντος ὄνομα ὄρους ἐγένετο. τὰ δὲ ἀπὸ τῶν εἰς ως διὰ τοῦ ωος παράγωγα σὺν τῷ ι γράφονται καὶ προπερισπῶνται, οἷον Μίνως Μινῷος, ἥρως ἡρῷος, πάτρως πατρῷος, μήτρως μητρῷος· οὕτως οὖν καὶ Ἄθως Ἀθῷος ὤφειλεν, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἀθῷος τοῦ ἐπὶ τοῦ ἀζημίου προπαροξύνεται καὶ τὸ ι ἀποβάλλει. οὕτως ὁ Χοιροβοσκός
α 153
Ἀθώου Διός · Διὸς ἱερὸν ἄκρῳ Ἄθῳ, τοῦ ὄρους Ἀθώου καλουμένου
α 154
Αἴγινα · τὰ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει χωρὶς τοῦ πεῖνα, οἷον τέρεινα, τὸ ἁπαλόν, Βέμβινα Καμάρινα Βέλβινα, ὄνομα πόλεως, Ἅρπινα, ὄνομα ἵππου, ὅπερ τινὲς διὰ δύο λέγουσι νν Καμάρινα δὲ λίμνη δυσώδης, ὡς καὶ ἡ χρῆσις δηλοῖ · μὴ κίνει Καμάριναν· ἀκίνητος γὰρ ἄμεινον, τοῦτο εἴρηται δὲ διὰ τὴν ἐν αὐτῇ δυσωδίαν, κινουμένης γὰρ αὐτῆς φθορὰ ἐγένετο σώματος. οὕτως καὶ Αἴγινα
α 155
Αἴ · σημαίνει τὸ εἴθε, οἷον · αἲ γὰρ δὴ οὕτως εἴη φίλος, ὦ Μενέλαε. ἰστέον, ὅτι τὸ αἴ ἐκ τοῦ εἰ γέγονεν εὐκτικοῦ ἐπιρρήματος· ἔστι γὰρ εἰ, ὃ σημαίνει τὸ εἴθε, οἷον · οὗτος πατὴρ τῆς παιδός; εἰ γὰρ ὤφελεν, ἀντὶ τοῦ εἴθε
α 156
Αἰάζειν · παρὰ τὸ αἴ σχετλιαστικὸν ἐπίρρημα γέγονεν αἰάζω, ὡς λίαν λιάζω α
α 157
Αἰαίη · ἡ Μήδεια · Αἰαίη δολόεσσα· καὶ Αἰαίη Μήδεια Πελασγιδῶν γαῖαν ἵκηται, ἀπὸ τῆς Αἴης πόλεως Ἀπολλώνιος
α 158
Αἶα · ἡ γῆ· παρὰ τὸ γαῖα αἶα ἀποβολῇ τοῦ γ ἢ ἀπὸ τοῦ αὔω, τὸ ξηραίνω, αὖα, καὶ τροπῇ τοῦ υ εἰς ι αἶα
α 159
Αἰγίς · ἡ τοῦ Διός, ἔνθεν αἰγίοχος· αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαιστότευκτον· οὐχ, ὥς τινές φασιν, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς τῆς ἀναθρεψάσης τὸν Δία, ἀλλʼ ἀπὸ τοῦ τὰς συστροφὰς τῶν ἀνέμων ποιεῖν κινουμένην, αἰγίδες καὶ καταιγίδες· τὸ δὲ αἰγίς παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ
α 160
Αἰγυπτιάζειν · τὸ πανουργεύειν καὶ κακοτροπεύεσθαι
α 161
Αἰγανέη · ἀκόντιόν τι μικρόν· ἀπὸ τοῦ ἄγαν νεῖσθαι, τουτέστι πορεύεσθαι. ἢ ἀπὸ τοῦ ἄγαν ἵεσθαι. ἢ διὰ τὰς αἶγας· ἐπʼ αὐτὰς γὰρ μάλιστα ἵεται. ἢ διὰ τὸ εὐθετεῖν αὐτὰς εἰς αἰγῶν ἄγρας
α 162
Αἴγειρος · διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι · καὶ ἀγέρων ἔφυσαν εὐγενέστεραι, σημαίνει καὶ τὸ εὐθαλέστεραι καὶ εὐθρεπτότεραι. καὶ ὅτι τὰ εἰς ρος ῥηματικὰ τῇ ει διφθόγγῳ θέλουσι παραλήγεσθαι, οἷον μάσσω μάγειρος, πέπτω πέπειρος, ὀνῶ ὄνειρος οὕτως καὶ ἀΐσσω αἴγειρος. ἢ παρὰ τὸ αἴρω, τουτέστι τὸ εἰς ὕψος αἴρεσθαι καὶ αὔξεσθαι · μακεδνῆς αἰγείροιο. πρόσκειται «ῥηματικά» διὰ τὸ Κάμιρος· τοῦτο γὰρ διὰ τοῦ ι γράφεται, ἀλλʼ οὐκ ἔστι ῥηματικὸν ἀλλʼ ὄνομα κύριον. δεῖ δὲ γινώσκειν, ὅτι τὸ παρὰ Θεοκρίτῳ, οἷον · ἀπʼ Αἰγίρω ἰσχάδα τρώγοις, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ Αἴγιρον ἐστὶν ὄνομα πόλεως. τινὲ δὲ διὰ τῆς ει διφθόγγου γράφουσιν αὐτό, οἷον · καὶ ἀπʼ Αἰγείρω ἰσχάδα τρώγοις. οὕτως ὁ Χοιροβοσκός
α 163
Αἰγίλιψ · δύσβατος καὶ ὑψηλὸς τόπος · ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. γέγονε παρὰ τὸν λείψω μέλλοντα λείψ, καὶ ἀποβολῇ τοῦ ε λίψ, καὶ ἐν συνθέσει μετὰ τῆς αἴξ γίνεται αἰγίλιψ, ἧς καὶ αἲξ μὴ δυναμένη ἀναβῆναι α
α 164
Αἰγιάλεια · ὄνομα κύριον· Ἀδράστου θυγατρός, Διομήδους γυνή
α 165
Αἰγάς · Ἑλίκην τε καὶ Αἰγάς· πόλις Εὐβοίας. τὸ ἐθνικὸν Αἰγαῖος
α 166
Αἴγισθος · παρὰ τὸ θῶ, τὸ θηλάζω, καὶ τὸ αἴξ Αἴγιθος, πλεονασμῷ τοῦ ς Αἴγισθος· ἱστοροῦσι γὰρ τοῦτον αἰγείῳ γάλακτι τροφῇ χρήσασθαι α α
α 167
Αἰγίλουρος · αἴλουρος καὶ πλεονασμῷ τῆς γι συλλαβῆς αἰγίλουρος
α 168
Αἴγλη · παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, καὶ τὸ λίαν γίνεται αἴγλη· πάνυ γάρ ἐστιν ὁρμητικὴ ἡ αἴγλη. οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς τοῦ Ψαλτῆρος. σημαίνει δὲ λαμπηδόνα
α 169
Αἰγαῖον πέλαγος · Αἰγέτης Εὐβοίας, νῆσος δυσχείμερος, ἀφʼ ἧς καὶ τὸ πέλαγος Αἰγαῖον ἐκλήθη. οἱ δὲ ἀπὸ Ποσειδῶνος οὕτως ὠνομάσθη· οὕτως γὰρ λέγεται θεός. οἱ δὲ ἀπʼ Αἰγέως τοῦ πατρὸς Θησέως κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν· οὐ πολὺ γὰρ ἀπέχει ἡ ἀκρόπολις τῆς θαλάσσης περιπλέοντι νήσῳ οὕτως Ὦρος
α 170
Αἰγυπιοῖσι · οἱ μὲν εἶδος ἀετοῦ, οἱ δὲ τοὺς γῦπας. αἰγυπιός αἰγυπιοῦ· παρὰ τὸ ἀΐσσω
α 171
Αἴγυπτος · ἀπὸ Αἰγύπτου βασιλέως, τοῦ Βήλου· ἢ ἀπὸ Αἰγύπτου τοῦ Νείλου· ἢ Αἴγυπτος αἰγίποτος παρὰ τὸν τράγον, ὃν Αἰγύπτιοι σέβουσι, ἐξαιρέτως δὲ τοὺς Μενδησίου· ἢ Αἴγυπτος διὰ τὸ αἶγας πίονας ἔχειν. οὕτως Ὦρος
α 172
Αἰγιαλός · παρὰ τὸ τὴν αἶαν γείτονα εἶναι τῆς ἁλός· ἢ ἀπὸ τοῦ γαίω
α 173
Αἰγοφάγος · ὁ Ζεύς, ὡς παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς
α 174
Αἰαίην · οἷον · Αἰαίην δʼ ἐς νῆσον. ἀπὸ τοῦ αἲ αἴ θρηνητικοῦ ἐπιρρήματος· λέγουσι τῆς Κίρκης τὴν νῆσον πλησίον εἶναι τοῦ Ἅιδου, ὅθεν καὶ τὸ ὄνομα εἰληφέναι ἀπὸ τῶν στεναγμάτων τῶν ἐν αὐτῇ
α 175
Αἰδοῖα · παρὰ τὴν αἰδῶ· γυμνῶσαι γὰρ ταῦτα ἢ ὀνομάσαι ταῦτα αἰδούμεθα. ἢ παρὰ τὸ ἀνοιδαίνειν ἐν τῇ συνουσίᾳ ὀργῶντα. ἔστιν οὖν αἰδοῖα καὶ τροπῇ τοῦ ο εἰς α αἰδοῖα
α 176
Αἰδοῖος · ὁ αἰδοῦς καὶ τιμῆς ἄξιος, οἷον · αἰδοῖός τέ μοί ἐσσι. ἀπὸ τοῦ αἰδώς γίνεται αἰδῷος· τὰ γὰρ ἀπὸ τῶν εἰς ως διὰ τοῦ ωος παράγωγα σὺν τῷ ι γράφονται καὶ προπερισπῶνται, οἷον Μίνως Μινῷος, ἥρως ἡρῷος, πάτρως πατρῷος· οὕτως οὖν καὶ ἠώς ἠῷος καὶ αἰδώς αἰδῷος καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ ω τῆς ωι διφθόγγου εἰς τὴν οι δίφθογγον ἠοῖος καὶ αἰδοῖος. οὕτως ὁ Χοιροβοσκός
α 177
Αἰδομένω · αἰδεσθέντες · τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω. αἰδέω, ὁ παθητικὸς ἐνεστὼς αἰδέομαι αἰδοῦμαι, ἡ μετοχὴ αἰδεόμενος αἰδούμενος, τὸ δυϊκὸν αἰδεομένω αἰδουμένω καὶ ἀποβολῇ τοῦ υ αἰδομένω
α 178
ᾌδω · ἀπὸ τοῦ εἴδω γίνεται ἀείδω καὶ κράσει ᾄδω· ἄξιον δέ ἐστι ζητῆσαι διὰ τί τὸ α μακρὸν ὂν ἐτράπη ἐν τῷ παρατατικῷ· καὶ ἔστιν εἰπεῖν, ὅτι εἰς τὰ τελεώτατα μεγέθη δεῖ τὰς ἐπεκτάσεις γίνεσθαι, τὰ δὲ φύσει μακρὰ τὸ τελεώτατον ἔχει μέγεθος. οὕτως Ζήνων
α 179
Αἰδέσεται · αἰδεσθῇ· ἀπὸ τοῦ αἰδῶ · αἰδέομαι Τρῶας, καὶ ὃς μέν τʼ αἰδέσεται
α 180
Αἰδεῖσθαι θʼ ἱερῆα · αἰδοίους τοὺς οἰκέτας λέγει διὰ τὸ ἀξίου εἶναι καὶ ἐντροπῆς
α 181
Αἰδοιέστατον · ἰστέον, ὅτι τὸ ἀρχέστατον, ὡς παρʼ Αἰσχύλῳ ἐν τῇ Πηνελόπῃ, οἷον · γένος μέν τʼ εἰμι Κρὴς ἀρχέστατον· καὶ τὸ αἰδοιέστατον καὶ ἀφθονέστατον ποιητικά εἰσι κατʼ ἔθος Ἰώνων γενόμενα· τὰ γὰρ διὰ τοῦ ου συγκριτικὰ οὗτοι διὰ τοῦ ες προσφέρουσιν, οἷον δικαιέστερος καὶ ἀρχαιέστερος
α 182
Αἰδώς ἐτυμολογοῦσι τὴν αἰδῶ. παρὰ τὸ α στερητικὸν μόριον καὶ τὸ ἰδεῖν
α 183
Αἰδῶ · ἰστέον, ὅτι ἡ αἰδώ ὅτε μέν ἐστιν εὐθεῖα ὀξύνεται, ὡς Λητώ καὶ Σαμφώ, ὅτε δὲ αἰτιατικὴ περισπᾶται, ὡς ἐνταῦθα · τά τʼ αἰδῶ ἀμφικαλύπτει· οὐ γὰρ πτωτικόν ἐστι τὸ ω, ἀλλʼ ἀπὸ κράσεως· ἀπὸ γὰρ τοῦ αἰδῶα αἰδῶ περισπᾶται. οὕτως εὗρον
α 184
Αἰεὶ νέον ἐρχομενάων · ἠΰτʼ ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων. τὸ «νέον ἐρχομενάων» ἀντὶ τοῦ νεωστὶ ἀεὶ ἐρχομενάων, ὡς τὸ κεῖνος γὰρ νέον ἄλλοθεν εἰληλούθει. σημαίνει οὖν τὸ συνεχῶς προΐεσθαι, ὡς νεωστὶ δοκεῖν αὐτὰς ἄρχεσθαι τὰς μελίσσας· καὶ γὰρ τοῖς μὲν ἄλλοις ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιούμεναι ἐφίζουσι τοῖς ἄνθεσι καὶ ἐπαρθεῖσαι πέτονται πάλιν καὶ πάλιν ἐφίζουσι· κατʼ ὀλίγον οὖν ἡ πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἐρχομένων γίνεται καὶ φαντασίαν παρέχει ὡς ἄρτι ἐξορμωμένων. συμβέβηκε δὲ καὶ ἄλλο ταῖς μελίσσαις ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι ἀπʼ ἀρχῆς ἕως πέρατος, οὐ κατʼ ὀλίγον ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ καὶ χερσαῖα ζῷα. πάντως οὖν τὸν καιρὸν τῆς φύσεως αὐτῶν ἐπισημαίνεται ὡς ἄρτι ποιουμένων. οὕτως εὗρον ἐν Ὑπομνήματι Ἰλιάδος. ἐμοὶ δὲ δοκεῖ τὴν ὥραν μηνύειν μᾶλλον, ὅτε πέτονται· πέτονται δὲ τοῦ ἦρος αἰεί, νέον δὲ τὸ ἔαρ ἐκάλουν καὶ νέον ἔτος ἀπὸ τοῦ ἦρος ἐκάλουν. καὶ ἀλλαχοῦ δέ φησιν · ἔαρος νέον ἱσταμένοιο· πατέρα τε τῶν καιρῶν τὸν χειμῶνα Πυθαγόρας καλεῖ. ὅτι γὰρ τὸ ἔαρ καλεῖ, δηλοῖ· ἐπάγει γάρ · βοτρυδὸν δὲ πέτονται
α 185
Αἰειγενέτῃσι · τοῖς ἀεὶ τελεσιουργοῦσιν· ἢ τοῖς ἀεὶ ὑπάρχουσιν
α 186
Αἰέλουρος · τοῦτο οὐκ ἔστι πλεονασμὸς ἀλλὰ ἀντίθεσις· παρὰ γὰρ τὸ αἰολεῖν τὴν οὐρὰν ἐτυμολογεῖται αἴλουρος
α 187
Αἰετός · οἷον · αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον· καὶ αὐτίκα δὲ αἰετὸν ἧκε, τελειότατον πετεηνῶν· τελειότατον δέ, ἤτοι μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα. παρὰ τὸ ἀΐσσειν γέγονεν αἰετός, ὅθεν καὶ ἀναλογώτερον οἱ Ἀττικοὶ ἀετός λέγουσιν χωρὶς τοῦ ι ὡς κλαίω κλάω. οὕτως Ὠρίων
α 188
Αἰζηός · νεανίας· παρὰ τὸ ἄζω, τὸ σέβομαι. δεῖ γινώσκειν, ὅτι οὐκ ἔχει τὸ ι προσγεγραμμένον. ὁ δὲ Ἀπολλώνιος λέγει ἐκ τοῦ αἰζήϊος αὐτὸ γεγονέναι, πρὸς ὃν ἀντιλέγει ὁ Τεχνικός ὅτι, εἰ ἦν ἀπὸ τοῦ αἰζήϊος, οὐκ ὤφειλεν ὀξύνεσθαι, ἀλλὰ προπερισπᾶσθαι· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχεται, οἷον Ἀχελώϊος Ἀχελῷος, ὑπερώϊον ὑπερῷον. περὶ δὲ τοῦ αἰζήϊος λέγει ὁ Τεχνικός, ὅτι, ὥσπερ ἀπὸ τοῦ Αἰτωλός γίνεται Αἰτώλιος κατὰ παραγωγὴν τοῦ αὐτοῦ σημαινομένου φυλαττόμενον, καὶ ἀπὸ τοῦ κάπρος κάπριος, οὕτως καὶ ἀπὸ τοῦ αἰζηός αἰζήϊος. γράφεται δὲ κατὰ τὴν παραλήγουσαν τὸ αἰζηός διὰ τοῦ η · τὰ εἰς ος λήγοντα καθαρὸν ἁπλᾶ κατὰ τὴν κοινὴν διάλεκτον τῷ η παραληγόμενα οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ τὸ αἰζηός καὶ πηός, καὶ αὐτὰ ἐκ πάθους. πρόσκειται «κατὰ τὴν κοινὴν διάλεκτον», ἐπεὶ τὸ παληός ἀρχηός Βοιώτιά εἰσι κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς η ὡς τὸ ὄρηος καὶ λύκηος Λακωνικά. πρόσκειται «ἁπλᾶ» διὰ τὸ Πολύνηος Ἐχένηος · παρὰ γὰρ τὸ νηός συνετέθησαν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἀεὶ ζῆν τὸ αἷμα τῆς ἡλικίας, τουτέστι θερμὸν εἶναι. οὕτως ὁ Χοιροβοσκός
α 189
Αἰήτης · κατὰ πλεονασμὸν τοῦ ι ἀΐτης · Αἰήτη, κείνην μὲν ἄφαρ διέχευαν ἄελλαι, Ἀπολλώνιος. ἔδει εἰπεῖν Αἰῆτα, ὡς τοξότης τοξότα, Ὀρέστης Ὀρέστα, ἀλλʼ Ἰωνικῶς ἔτρεψε τὸ α εἰς η α
α 190
Αἰηνές · τὸ δεινὸν καὶ πολύστονον· Ἀρχίλοχος · προύθηκε παισὶ δεῖπνον αἰηνὲς φέρων. εἴρηται παρὰ τὸ αἲ αἴ· ἢ τὸ αἰώνιον, μετὰ τοῦτο γὰρ οὐκ ἔστι φαγεῖν τὸν ἀποθνῄσκοντα. οὕτως Μεθόδιος
α 191
Αἶθος · ἰστέον, ὅτι αἶθος ἐστὶν ὁ αἴθων· παρὰ τὸ αἴθω, τὸ καίω. αἰθός δὲ ὁ αἰθόμενος οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 192
Αἰθίοψ Αἰθίοψ. ἀπὸ τοῦ αἴθω. διὰ τὸ ἐπικεκαῦσθαι τὴν ὄψιν ὑπὸ τοῦ ἡλίου. ἀρὰ τὸ αἴθω, τὸ καίω, καὶ τὸ ὄπτω ὄψω παρῆκται ὁ Αἰθίοψ ὡς ἐπικεκαυμένος τὴν ὄψιν
α 193
Αἴθων · πυρώδης, καυστικός· ἐξ οὗ καί · αἰετὸς αἴθων· ἀπὸ τοῦ αἴθω
α 194
Αἴθωνι · λαμπρῷ, ὀξεῖ· ἐπὰν γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμπρότερος γίνεται
α 195
Αἴθωνας · τοὺς πρὸς τὸ πῦρ ἐπιτηδείους, τοὺς καλουμένους ἐμπυριβάτας
α 196
Αἰθούσῃσι · στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου· αἴθουσαι δὲ ἀπὸ τοῦ αἴθεσθαι ἐν αὐταῖς τοῦ χειμῶνος ἢ διὰ τὴν ἡλίου βολήν
α 197
Αἰθαλίδην · οἷον · Αἰθαλίδην κήρυκα θοόν, τῷ πέρ τε μέλεσθαι Ἑρμείας. ὁ Αἰθαλίδης Ἑρμοῦ παῖς ἦν ἑτερήμερος καὶ μίαν ὑπὸ τὸν Ἅιδην διῆγεν, ἑτέραν δὲ ὑπὸ τὴν γῆν
α 198
Αἰθάλη · παρὰ τὸ αἴθω, τὸ καίω, γέγονεν αἰθάλη. τὰ δὲ παρὰ τὸ αἴθω, ὃ δηλοῖ τὸ καίω, συγκείμενα διὰ τῆς αι διφθόγγου γράφονται, αἰθάλη αἰθήρ καὶ τὰ ὅμοια α
α 199
Αἰθαλήτης · ἡ Λῆμνος ἐκαλεῖτο, ἴσως ἀπὸ τῶν ἀναδιδομένων αἰθαλῶν ἐκ τῶν Ἡφαίστου χαλκείων
α 200
Αἰθήρ · παρὰ τὸ αἴθω αἰθήρ· πυρώδης γὰρ ὁ τόπος
α 201
Αἴθοπα οἶνον · τὸν μέλανα· ἢ τὸν ποιοῦντα ἐρυθρούς· ἢ τὸν καυστικόν
α 202
Αἴθρῳ καὶ καμάτῳ · ὅτι ἐπιμελῶς ἐν ταῖς αἰθρίαις τὸ ψῦχος γίνεται. ἄλλοι δὲ ἀγνοοῦντες γράφουσι · λύθρῳ καὶ καμάτῳ· τῷ γὰρ ναυαγῷ οὔτε ἱδρὼς ἁρμόζει οὔτε αἷμα, ἐκεχώριστο γὰρ ἀμφοῖν, ὑπὸ δὲ τῆς αἰθρίας ἐδεδάμαστο ὡς ναυαγὸς ἀσκεπής. κατὰ δὲ τὸ ἀρσενικὸν τὴν αἴθραν εἶπεν, ὡς τὴν πύλην πύλον, οἷον · ἐν Πύλῳ ἐν νεκύεσσι βαλών, καὶ τὴν δείλην δείελον · εἰς ὅ κε δείελος ἔλθῃ
α 203
Αἴθρῳ · τῷ ψύχει· ἀπὸ τῆς αἰθρίας
α 204
Αἰθρηγενέτης · ὁ Βορέας· ὁ αἴθρου καὶ ψύχους αἴτιος
α 205
Αἴθουσαι · αἱ στυλωταὶ καθέδραι, περίστυλα ἔχουσαι· ἀπὸ τοῦ αἴθεσθαι ἐν αὐταῖς τὰ πυρά, οἷον · πῦρ, ἕτερον μὲν ὑπʼ αἰθούσης. ἤ, ὡς ἔνιοι, καταλαμπόμεναι
α 206
Αἰθέρος · αἰθέρος ἐκ δίης ὅποτε Ζεὺς λαίλαπα τείνει, ὅτε ὁ Ζεὺς μετὰ αἰθρίαν κατάστασιν ἐμβολὴν ἀνέμου διεγείρει
α 207
Αἰκίζω · ἀπὸ τοῦ ἀεικής, ὃ σημαίνει τὸν σκληρόν· ἀπὸ τούτου γίνεται ἀεικίζω, καὶ ἀποβολῇ τοῦ ε αἰκίζω
α 208
Αἴλιος · Ἀδριανὸς ὁ βασιλεὺς Αἴλιος ἐκαλεῖτο, ὅθεν Αἴλιοι χρηματίζουσιν. ὅτι δὲ Αἴλιος ἐκαλεῖτο, Διογενιανὸς ἐν τοῖς Χρονικοῖς φησιν· «ἐκ τούτου οὖν Αἴλιοι χρηματίζουσιν». οὕτως Ὠρίων
α 209
Αἱμασιά · τὸ ἐκ χαλικίων ᾠκοδομημένον τειχίον, ἤγουν φραγμός· ἀπὸ τοῦ αἱμάττεσθαι τοὺς ὑπερβαίνοντας ὑπὸ τῶν κειμένων τοὺς σωροὺς τῶν λίθων, ὡς παρὰ Νικάνδρῳ · τρόχμαλά θʼ αἱμασιά τε καὶ ἰλύος ἐρέοντες. ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις
α 210
Αἷμα · παρὰ τὸ αἴθω, τὸ καίω, ὁ παθητικὸς παρακείμενοσ ᾖσμαι, αἷσμα καὶ αἷμα α
α 211
Αἱμύλος · ὁ ἔμπειρος· ἔστι δαίω, τὸ μανθάνω, ἐξ οὗ τὸ δαίμων καὶ κατὰ ἀποβολὴν τοῦ δ αἵμων, οἷον · αἵμονα θήρης. τούτου τὸ ὑποκοριστικὸν αἱμύλος, τὸ κτητικὸν αἱμύλιος, καὶ αἱμυλίοις, τουτέστι κολακευτικοῖς, ἐμπείροις καὶ συνετοῖς. καὶ Ἡσίοδος · αἱμύλα κωτίλλουσα
α 212
Αἱμωδεῖν · τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι μετὰ κνησμοῦ, ὡς καὶ αἱμασσᾶσθαι. παρὰ τὸ αἷμα· αἱμωδία γὰρ λέγεται ἡ τῶν ὀδόντων νάρκη. οὕτως Μεθόδιος
α 213
Αἵμων · ὁ ἔμπειρος · αἵμονα θήρης. παρὰ τὸ δαίω, τὸ γινώσκω, ἀφʼ οὗ δάσκαλος καὶ διδάσκαλος, καὶ δαίαλος καὶ πλεονασμῷ τοῦ δ δαίδαλος, ὁ ἐπιστήμων, καὶ δαίμων, ὁ αὐτοδίδακτος, καὶ ἀφαιρέσει τοῦ δ αἵμων. ἔστι καὶ ὄνομα κύριον · Ἀλάστορά τε Χρόμιόν τε Αἵμονά τε κρείοντά τε
α 214
Αἰνείας · ὁ ἥρως, ὁ υἱὸς Ἀγχίσου· παρὰ τὸν αἰνόν, τὸν δεινόν, γίνεται Αἰνέας καὶ Αἰνείας. οὕτως Μεθόδιος α
α 215
Αἵνειν , αἵνειν · τὸ ἀναβράττειν ἀληλεσμένον σῖτον. οἱ δὲ τὸ ἀναποιεῖν ταῖς χερσὶ τὸν σῖτον ὕδατι ῥάναντας. αἰνεῖν καὶ τὸ συγκατατίθεσθαι, ὃ δὴ καὶ συναινεῖν λέγεται. καὶ ἄλλως δὲ αἰνεῖν κατʼ εὐφημισμοῦ σχῆμα τὸ ἔρρειν ἐᾶν, ὡς τὸ νῆʼ ὀλίγην αἰνεῖν, ἀντὶ τοῦ ἔρρειν ἔα τὴν μικρὰν νῆα, οἶδεν ἡ ὀρθὴ μάθησις
α 216
Αἰναρέτη · ἐπὶ κακῷ κεκτημένε τὴν ἀρετήν· αἰνόν γὰρ τὸ χαλεπὸν καὶ δεινὸν καὶ κακόν
α 217
Αἰναρέτης · ἰστέον, ὅτι ἡ κλίσις αὐτοῦ ἔχει τὸ η τῇ εὐθείᾳ
α 218
Αἰνετός · ἐκ τοῦ αἰνέσω αἰνεστός καὶ αἰνετός κατʼ ἔνδειαν τοῦ ς. οὕτως Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ
α 219
Αἴνιγμα · παρὰ τὸ αἰνίσσω, τὸ ἐν παραβολαῖς λέγω, τοῦτο παρὰ τὸ αἰνός· αἴνιγμα δὲ ὁ δεινὸς καὶ σκοτεινὸς λόγος
α 220
Αἰνίζομαι · ἐπαινῶ · Ὀθρυονεῦ, περὶ δή σε βροτῶν αἰνίζομαι ἁπάντων
α 221
Αἶνος · νῦν δʼ αἶνον βασιλεῦςʼ ἐρέω φρονέουσι καὶ αὐτοῖς. γέγονε δὲ παρὰ τὸ ἰαίνω, τὸ τέρπω, διαχέω, ἴαινος, ὁ διαχέων τὴν ψυχήν, καὶ ἀφαιρέσει τοῦ ι ὡσ ἴηος ἦος γέγονεν ἴαινος αἶνος, ὁ ἔπαινος, προπερισπώμενον καὶ ῥῆμα ἐξ αὐτοῦ αἰνῶ παρὰ τὸ ἰαίνω, τὸ διαχέω
α 222
Αἰνός · ὁ φοβερὸς καὶ πονηρὸς καὶ κακός, ἀφʼ οὗ αἰνόθεν καὶ αἰνός καὶ αἰνότατος · παρὰ τὸ δεινός τροπῇ τοῦ ε εἰς α καὶ ἀποβολῇ τοῦ δ αἰνός, ὁ μάχιμος. οὕτως Ὠρίων · ἀλλά μοι αἰνὸν ἄχος σέθεν ἔσσεται, ὦ Μενέλαε, αἴ κε θάνῃς· δεινὴ λύπη μοι γενήσεται, ὦ Μενέλαε, ἐὰν ἀποθάνῃς καὶ τὸ μεμοιραμένον τοῦ βίου σου ἐκπληρώσῃς. σημαίνει καὶ τὸ λίαν · αἰνῶς ἀκτίνεσιν ἐοικότες ἠελίοιο α
α 223
Αἴνυμαι · τὸ ἀφαιρῶ ἢ λαμβάνω· Ὅμηρος · ὁ δʼ ἐξαίνυτο καμπύλα τόξα· καὶ αἰνύμενος καὶ ἀπαινύμενος. παρὰ τὸ αἰρῶ ἀρνῶ, ὡς περῶ περνῶ, ἀφʼ οὗ · πέρνασκε νήσων ἐπὶ τηλεδαπάων· παράγωγον αἴρνυμι καὶ αἴρνυμαι καὶ ἀποβολῇ τοῦ ρ αἴνυμαι. οὕτως Μεθόδιος α
α 224
Αἰνά · τί νύ ςʼ ἔτρεφον αἰνὰ τεκοῦσα, ἐπὶ κακῷ γεννήσασα
α 225
Αἴξ · τὸ ζῷον· παρὰ τὸν ἀΐξω μέλλοντα τὸν δηλοῦντα τὸ ὁρμῶ γίνεται ἀΐξ καὶ κατὰ συναίρεσιν αἴξ· καὶ Ὅμηρος · ἰξάλου αἰγός, ὁρμητικῆς δηλονότι
α 226
Αἰξωνεύεσθαι · τὸ κατηγορεῖν· βλάσφημοι γὰρ οἱ Αἰξωνεῖς. δῆμος δὲ ἡ Αἰξωνὴ τῆς Κεκροπίδος ἐστὶ φυλῆς α
α 227
Αἰολομίτρην · ποικίλην μίτραν ἔχοντα, ἐξ οὗ εὐκίνητον, πολεμιστήν
α 228
Αἰόλος · ὄνομα κύριον, οἷον · Αἰόλος Ἱπποτάδης· καὶ ἐπίθετον, οἷον · αἰόλος ὄφις. παρὰ τὸ ἀΐειν, ὃ δηλοῖ τὴν ἀνυπόστατον κίνησιν· ἔνθεν καὶ ἀΐειν, τὸ ὁρμᾶν καὶ ἀΐσσειν. Μεθόδιος α
α 229
Αἰολοπώλους · ταχυπώλους ἢ ποικίλους ἱππαζομένους· παρὰ τὸ αἰολεῖν καὶ κινεῖν ἢ πώλους
α 230
Αἰολεῖς · Ὀρέστης κατὰ χρησμὸν συνήθροισε πολλοὺς τοὺς ὠνομασμένους Αἰολεῖς, ὡς μέν τινες ὅτι πλεῖστοι ἤτοι Βοιωτοὶ ἦσαν, ὡς δὲ Μενεκλῆς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι, ἀπὸ τοῦ αἰολλίζω. οὕτως Ὦρος
α 231
Αἰπὰ ῥέεθρα · βράχε δʼ αἰπὰ ῥέεθρα, ὑψηλά· παρὰ τὸ αἰπύ αἰπέα καὶ κατὰ συγκοπὴν αἰπά, ὅθεν τὸ α βραχύ. αἰπὰ οὖν ῥέεθρα τὰ δύσβατα ἀπὸ μεταφορᾶς τῶν ἀκρωτηρίων, αἶπος γὰρ τὸ ἀκρωτήριον
α 232
Αἰπεῖα · πόλις· ἀπὸ τοῦ αἰπύς οἶμαι. εἴρηται εἰς τὸ φηράς
α 233
Αἰπόλος · αἰγονόμος, ἤτοι αἰγοπόλος τις ὤν, ὁ περὶ τὰς αἶγας ἀναστρεφόμενος. ἢ οἱ περὶ τὰ αἰπά, ὅ ἐστιν ὑψηλοῖς τόποις, περιπολοῦντες· χαίρουσι γὰρ τοῖς ὑψηλοῖς, ὅθεν καὶ αἰπόλια τὰ αἰγονόμια, αἰγοπόλια ὄντα
α 234
Αἰπεινῆς · ὑψηλῆς· ἀπὸ τοῦ αἰπύς αἰπεινός, ὡς παρώνυμον
α 235
Αἶπος · ὑψηλὸς τόπος, ἀκρωτήριον
α 236
Αἰπύς · ὁ χαλεπὸς καὶ σκληρός· ἢ ὁ ὑψηλός. παρὰ τὸ αἶπος, ἀκρωτήριον τὸ σκληρόν
α 237
Αἴπυτος · ὄνομα κύριον· παρὰ τὸ αἰπύς, τὸ σημαῖνον τὸν ὑψηλὸν τόπον, ὡς εὐρύς Εὔρυτος
α 238
Αἰπύκερως · ὁ ὑψηλὰ κέρατα ἔχων
α 239
Αἶρα · ἡ σφαῖρα· Καλλίμαχος · αἰράων ἔργα διδασκόμενοι. παρὰ τὸ ῥαίω, τὸ σημαῖνον τὸ φθείρω· τὸ δὲ αὐτὸ καὶ ῥαιστὴρ λέγεται. γίνεται ῥαῖα καὶ ὑπερθέσει αἶρα, ἡ τὰ τυπτόμενα διαφθείρουσα. ἢ ἀπὸ τοῦ αἴρω
α 240
Αἶρα · σπέρμα ἐστὶ σιτῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γιγνόμενον παρὰ τὸ ῥαίω, τὸ φθείρω
α 241
ᾌρας · δεῖ γινώσκειν, ὅτι ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παράδοσιν. γυμνάσωμεν δὲ καὶ ἡμεῖς καὶ δείξωμεν, ὅτι οὐκ ὤφειλεν ἔχειν τὸ ι. ἔστι γὰρ αἴρω ἀρῶ· τοῦτο τῷ λόγῳ μὲν τῆς παραληγούσης γίνεται κατὰ τὸν ἀόριστον Ἀττικῶς ἆρα, ὡς μιαίνω μιανῶ ἐμίανα, καὶ λοιπὸν ἐκ τούτου γίνεται ἡ μετοχὴ ἄρας χωρὶς τοῦ ι · λόγῳ δὲ ἀρχούσης ἐστὶν ᾖρα ὁ πρῶτος ἀόριστος σὺν τῷ, ι ὥσπερ αἰτῶ ᾔτησα καὶ αἰσχύνω ᾔσχυνα, καὶ ὤφειλεν ἡ μετοχὴ ἐκφωνεῖν τὸ ι · τὰ γὰρ τοιαῦτα ἐν ταῖς μετοχαῖς ἐκφωνοῦσι τὸ ι οἷον ᾔτησα αἰτήσας, ᾔσχυνα αἰσχύνας, οὕτως οὖν καὶ ᾖρα αἴρας ὤφειλεν εἶναι καὶ οὐκ ᾄρας. ἄρα οὖν μὴ ἐκφωνοῦν τὸ ι οὐκ ἔχει αὐτό. ἀλλʼ ἐπειδή φησιν ὁ Τεχνικὸς «ἡ παράδοσις ἔχει τὸ ι », σχηματιστέον αὐτὸ οὕτως· ἔστιν ἀείρω, ὁ μέλλων ἀερῶ καὶ ἀόριστος ἤειρα, ὥσπερ ἤγειρα, καὶ ἡ μετοχὴ ἀείρας, καὶ κράσει τοῦ αε εἰς α μακρὸν γίνεται ἄϊρας καὶ μένει τὸ ι μὴ ἐκφωνούμενον διὰ τὸ μέγεθος τοῦ α. οὕτως ὁ Χοιροβοσκός
α 242
Αἰριπολίοιο δμωαί · Σιμωνίδης. ἐκ τοῦ αἰριοπόλοιο συγκοπῇ τοῦ ο. οὕτως Ἡρωδιανός
α 243
Αἱρεύμενον · λαμβάνοντα, αἴροντα· Ἡσίοδος · καί σε ἔολπα γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. παρὰ τὸ αἱρῶ τὸ σημαῖνον λαμβάνω
α 244
Αἴρω · ἀπὸ τοῦ ἀείρω κατὰ κρᾶσιν τοῦ αε εἰς α μακρὸν αἴρω. οὕτως εἰς τὴν Ποσότητα
α 245
Αἱρείτω · καταλάβοι
α 246
Αἰρόπινον · τὸ ἀραιὸν κόσκινον· παρὰ τὸ τὰς αἴρας ποιεῖν ἀπεῖναι καὶ χωρίζειν. αἶρα δὲ σπέρμα σιτῶδες ἐκ παραφθορᾶς τοῦ σίτου γενόμενον α
α 247
Αἶσα · ἡ εἱμαρμένη, ἡ μοῖρα · ἐπεί νύ τοι αἶσα μίνυνθά περ, οὔτι μάλα δήν. παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων δαίσω, γίνεται δαῖσα, ὡς βήσω βῆσα καὶ πείσω πεῖσα ἡ πεισμονή, καὶ ἀποβολῇ τοῦ δ αἶσα ἡ ἑκάστῳ μεμερισμένη. ἢ παρὰ τὸ ἀεὶ ἴση εἶναι ἡ μὴ μεταβαλλομένη· πᾶσι γὰρ ἴσως ἔπεισιν α
α 248
Αἶσθα · εἴρηται εἰς τὸ
α 249
Αἰσιμία · ἡ μαντεία, ἢ τὸ καθῆκον· παρὰ τὴν αἶσαν, τὴν μοῖραν. οὕτως Μεθόδιος
α 250
Αἴσιμος · ὥσπερ παρὰ τὸ σπορά γίνεται σπόριμος καὶ παρὰ τὸ ἀλκή ἄλκιμος, οὕτως καὶ παρὰ τὸ αἶσα, οἷον · πάντα κατʼ αἶσαν εἶπας α
α 251
Αἰσυητήρ · ὡς μέν τινες ὁ ἐντρεχὴς καὶ κεκινημένος, τινὲς δὲ νεανίαν, Νίκανδρος νομέα· Ὅμηρος δὲ μᾶλλον ἐπὶ τοῦ κοσμίου καὶ καθήκοντος. ἀπὸ τῆς αἴσης παραγώγως· καὶ Ὅμηρος δὲ τὴν αἶσαν ἐπὶ τοῦ καθήκοντος τάττει. αἶσα αἴσω αἰσύω αἰσυτήρ καὶ πλεονασμῷ τοῦ η αἰσυητήρ α
α 252
Αἴσυλα · ἁμαρτωλά, παράνομα, ἄδικα · ὃς οὐκ ὤθετο αἴσυλα ῥέζων. παρὰ τὴν αἶσαν, ἵνʼ ᾖ τὰ τῆς αἴσης σεσυλημένα. λέγεται δὲ καὶ ἀήσυλα πλεονασμῷ τοῦ η. ἢ παρὰ τὸ ἄσω, τὸ δηλοῦν τὸ βλάπτω, οἷον · ἆσέ με δαίμονος αἶσα κακή, γίνεται ἄσυλος, ὡς ἄξω ἄξυλος καὶ ἐξ αὐτοῦ ἄσυλον καὶ πλεονασμῷ τοῦ ι αἴσυλον καὶ αἴσυλα. ἢ παρὰ τὴν αἶσαν, ὃ σημαίνει τὸ καθῆκον καὶ πρέπον, γίνεται αἴσυλα καὶ μετὰ τοῦ στερητικοῦ α ἀαίσυλα, τὰ μὴ καθήκοντα, καὶ ἀφαιρέσει τῆς στερήσεως αἴσυλα. οὕτως ἔχει καὶ τὸ ἐτώσιον ἄχθος ἀρούρης· παρὰ τὸ ἐτός, ὃ σημαίνει τὸ ἀληθές, γίνεται ἐτώσιον καὶ ἐν συνθέσει τῆς α στερήσεως · ἀετώσιον, τὸ μὴ ἀληθές, καὶ κατὰ ἀφαίρεσιν τοῦ α ἔμεινεν τὸ αὐτὸ σημαινόμενον
α 253
Αἴσυλος · ὁ ἄδικος καὶ ἁμαρτωλός, καὶ ἐν συνθέσει αἰσυλοεργός, οἷον · σχέτλιος αἰσυλοεργός. παρὰ τὸ συλῶ ἄσυλος πλεονασμῷ τοῦ α τοῦ ἐπιτατικοῦ, ὡς τὸ «ἀχανὲς πέλαγος», τὸ λίαν κεχηνός, καὶ πλεονασμῷ τοῦ ι αἴσυλος, οἱονεὶ ὁ πάνυ συλῶν καὶ ἁμαρτάνων. ἀντὶ δὲ τοῦ ι ἔστιν ὅτε καὶ τὸ η πλεονάζει, οἷον ἀήσυλος. ἢ ἀπὸ τοῦ ἆσαι, τὸ βλάψαι, ἄσυλος καὶ αἴσυλος, ὁ βλαπτικός
α 254
Αἰσυμνητήρ · ὁ βασιλεύς, ὁ τὸ καθῆκον ὑμνῶν καὶ σέβων. ἢ αἰσυμενετήρ, ὁ ἐν τῷ καθήκοντι μένων. οἱ δὲ παρὰ τὸ αἰσυμνᾶν, τουτέστι τῶν αἰσίων μνείαν ποιεῖσθαι. ἢ αἰσομήτης, ὁ αἴσια βουλευόμενος· ὁ γὰρ τύραννος τοὐναντίον
α 255
Αἰσύμηθεν · ἀπὸ Αἰσύμης πόλεως Θρᾳκικῆς
α 256
Αἰγυπιός · Μηριόνης δʼ ἐξαῦτις ἐπάλμενος, αἰγυπιὸς ὥς
α 257
Αἰτωλοί · οἱ Καλυδώνιοι, ἐπεὶ καὶ οἱ Κουρῆτες Αἰτωλοί· Καλυδὼν δὲ πόλις πρώτη τῆς Ἰταλίας
α 258
Αἰσχρός · ὁ μετέχων αἰσχύνης · αἰσχρὸν γὰρ τόδε γʼ ἐστίν· παρὰ τὸ αἶσχος αἰσχρός, ὡς κῦδος κυδρός, ψῦχος ψυχρός, καὶ ἀπὸ τῶν θηλυκῶν σάθη σαθρός καὶ λύπη λυπρός· οὐ γὰρ ἀπὸ τοῦ αἰσχηρός συγκέκοπται
α 259
Αἶσχος · ἡ ὕβρις καὶ ἡ αἰσχύνη· παρὰ τὸ ἴσχω ἴσχος καὶ μετὰ τοῦ στερητικοῦ α αἶσχος, τὸ πάνυ ἴσχον τοὺς λαμβάνοντας αὐτό
α 260
Αἰσχύλος · ὁ ποιητὴς ὁ τραγῳδοποιός· αἶσχος Αἰσχύλος, ὡς σιμός Σιμύλος, παρʼ ὃ Αἰσχίνης Αἴσχρων Αἰσχινάδης· παρὰ τὸ εἶναι ἀδήμονα α
α 261
Αἴσων · ὁ ἥρως· παρὰ τὴν αἶσαν, τὴν μοῖραν, καὶ τὸ καθῆκον· δοκεῖ ἀπὸ πλεονασμοῦ γεγονέναι
α 262
Αἴτνα · ὄρος Σικελίας· παρὰ τὸ αἴθω, τὸ καίω, Αἴτνη, ὡς φάγω φάτνη, πήσσω πάχνη α
α 263
Αἰχμάλωτος · παρὰ τὴν αἰχμήν, ὅ ἐστι τὸ ξίφος καὶ τὸ ἁλῶναι, ὃ σημαίνει τὸ πορθῆσαι α
α 264
Αἰχμάσσω · τὸ πολεμῶ· ἀπὸ τοῦ αἰχμή
α 265
Αἰχμή · παρὰ τὸ ἀΐσσω αἰχμή ἐν συνθέσει ὡς δράξω δραγμή, τὸ λεπτὸν νόμισμα α
α 266
Αἰχμητής · πολεμικός· ἡ εὐθεῖα τῶν πληθυντικῶν αἰχμηταί καὶ ἡ γενικὴ τῶν αἰχμητῶν καὶ Δωρικῶς · αἰχμητάων
α 267
Αἰφηρήτης · ὄνομα· τὸ αι δίφθογγον · ὦκα δʼ ἔπειτα Αἰφηρητιάδαο ποδώκεες ἔκφερον ἵπποι
α 268
Αἶψα · ταχέως· εἴρηται κατὰ στέρησιν τοῦ ἶψαι, ὃ σημαίνει τὸ βλάψαι, τὸ δὲ βλάψαι καὶ ἐμποδίζειν ἀνάγκη, τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνεται. ἢ παρὰ τὸ ἅψω, αἶψα· δοκεῖ γὰρ τὰ ταχέως γινόμενα ἀλλήλων ἅπτεσθαι κατὰ τὴν συνέχειαν
α 269
Αἰών · ἡ ζωή, θηλυκῶς· Ὅμηρος · αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. παρὰ τὸ ἀΐειν, ὅ ἐστι πνέειν· καὶ ἄημα τὸ πνεῦμα, καὶ ἀήτης ὁ ἄνεμος, καὶ ἔμπνουν δὲ τὸν ζῶντά φαμεν. σημαίνει δὲ πέντε· τὴν ζωήν · ἔπειτά με καὶ λίπῃ αἰών· καὶ ὁ τῶν χιλίων ἐτῶν ἀριθμός· καὶ ὁ ἀΐδιος καὶ ὁ ἀτελεύτητος, αἰὼν γὰρ οὔτε χρόνος · λέγεται καὶ ἑπτὰ αἰῶνες ἀπὸ τοῦ οὐρανοῦ καὶ τῆς γῆς κτίσεως μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων ἀναστάσεως· αἰών λέγεται καὶ ὁ νωτιαῖος μυελὸς τοῦ ἀνθρώπου, ὡς τὸ «ἄνθρωπος νοσήσας τὸν αἰῶνα ἑβδομαῖος ἀπέθανεν» α. Περὶ πολυσημ
α 270
Αἰώρα · ἀπὸ τοῦ αἴρω αἶρα πλεονασμῷ τοῦ ω αἰώρα, ἐξ οὗ καὶ αἰώρημα καὶ ἐναιώρημα, ὡς περισπώμενον
α 271
Ἀΐγδην · ἐπίρρημα μεσότητος· σημαίνει δὲ τὸ ὁρμητικόν, οἷον · ἀΐγδην μέσας δὲ σὺν ὀστέῳ ἶνας ἔκερσεν. παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ
α 272
Ἀΐδηλον ἀφανιστικόν · σοὶ πάντες μαχόμεσθα, ἀντὶ τοῦ διὰ σέ. καὶ μετʼ ὀλίγον · ταύτην δʼ οὔτʼ ἔπεϊ προτιβάλλεαι οὔτε τι ἔργῳ, ἀλλʼ ἀνίης, ἐπεὶ αὐτὸς ἐγείναο παῖδα ἀΐδηλον. τὸ δὲ προτιβάλλεαι ἀντὶ τοῦ σωφρονίζεις
α 273
Ἀΐδηλος · κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὁ ὀλοθρευτικός. καὶ ὁ μὲν Μεθόδιος λέγει ἀπὸ τοῦ ἀΐδω ἴδηλον καὶ ἀΐδηλον, ὁ δὲ Χοιροβοσκὸς εἰς τὴν Ὀρθογραφίαν αὑτοῦ λέγει ἀπὸ τοῦ ἀϊδνόν, τὸ σημαῖνον τὸ ἀφανιστικόν, ὅπερ διὰ τοῦ ι γράφεται, ἀϊδνόδηλος καὶ κατὰ συγκοπὴν ἀΐδηλος. καὶ τὸν μὲν ἀΐδηλον θῆκε θεός· ἀπὸ τοῦ ἀϊδνόδηλος γίνεται. ὁ δὲ Ἡρωδιανὸς λέγει αὐτὸ εἶναι ἀπὸ τοῦ ζῆλος ἄζηλος πλεονασμῷ τοῦ ι ἀΐδηλοσ καὶ τροπῇ τοῦ ζ ἀΐδηλοσ
α 274
Ἀϊδνός · εἴδω, τὸ βλέπω ἢ φαίνω, ῥηματικὸν ὄνομα ἰδνός καὶ μετὰ τοῦ στερητικοῦ α ἀϊδνός, ὡς στίλβω στιλπνός, ἐξ οὗ καὶ Ἀϊδωνεύς, ὁ Ἅιδης, εἰς ὃν οὐκ ἔστιν ἰδεῖν
α 275
Ἀϊδωνεύς · Ἡσίοδος ἐν Θεογονίᾳ · ἣν Ἀϊδωνεὺς ἥρπασεν, ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς. σημαίνει δὲ τὸν Ἅιδην
α 276
Ἄϊδος κυνέην · νέφος τι καὶ ἀορασία· ἢ περιφραστικῶς τὴν περικεφαλαίαν· ἐν γὰρ αὐτῇ τὸ πρόσωπον ἔκρυψεν ἡ Ἀθηνᾶ διὰ τὸ μὴ ὁρᾶσθαι ὑπὸ τοῦ Ἄρεως
α 277
Ἀϊδνές · ἀφανές, τὸ μὴ ὁρώμενον· ἀϊδές καὶ κατὰ πλεονασμὸν τοῦ ν ἀϊδνές
α 278
Ἄϊδι · Σέλευκος μὲν ἀπʼ εὐθείας τῆς Ἄϊς φησίν, ἀλλὰ τὰ εἰς δος λήγοντα ὀνόματα ἀπὸ βαρυτόνων εὑρίσκομεν παρʼ Ἴωσιν καθʼ ὑφαίρεσιν τοῦ δ λεγόμενα, οἷον μήνιδος μήνιος, Πάριδος Πάριος· τὴν δὲ Ἄϊς γενικὴν οὐδεὶς Ἰώνων Ἄϊος εἶπεν, οὐκ ἄρα ἡ εὐθεῖα Ἄϊς, ἀλλὰ γέγονεν ἀπὸ τοῦ εἴδω ἴδης καὶ κατὰ στέρησιν Ἀΐδης, ὁ ἀγνώστους ποιῶν, ἡ γενικὴ Ἀΐδου καὶ ἡ δοτικὴ Ἀΐδῃ καὶ κατὰ μεταπλασμὸν Ἄϊδι, ὥσπερ ἀπὸ τῆς ὑσμίνῃ δοτικῆς κατὰ μεταπλασμὸν ὑσμῖνι καὶ λιτῷ λιτί. τὸ δὲ ἀϊδής τὸ ἐπίθετον ὀξύνεται, τὸ οὐδέτερον ἀϊδές
α 279
Ἄϊδρις · Ὅμηρος · ἀΐδρι φωτὶ ἐοικώς. ἔστι ῥῆμα εἴδω, τὸ σημαῖνον τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω, οἷον · εἴσομαι αἴ κε μʼ ὁ Τυδεΐδης, ῥηματικὸν ὄνομα εἴδις καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ ε ἴδρις καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊδρις, ἡ γενικὴ ἀΐδρεως, ὡς ὄφις ὄφεως, καὶ ἀΐδρεϊ καὶ ἀΐδρει· οὐ γὰρ δεῖ διὰ τοῦ δ οὐ γάρ ἐστι παρώνυμον μακροκατάληκτον, ὥστε ἁμάρτημα τὸ παρὰ τῇ Σαπφοῖ πολυΐδριδι καὶ παρὰ Σοφοκλεῖ πολυΐδριδα καὶ παρὰ Φρυνίχῳ ἴδριδες. οὕτως εὗρον σχόλιον ἐν Ὑπομνήματι Ἰλιάδος
α 280
Ἀϊδρεία · ἀπειρία · οὐ γάρ τίς με βίῃ γε ἑκὼν ἀέκοντα δίηται οὐδʼ ἀϊδρείῃ
α 281
Ἀϊκάς Ἱπποτάδην Αἴολον ὠκείας ἀνέμων ἀϊκάς· ἀπὸ τοῦ ἀΐσσω ῥήματος. τὸ δὲ ἀϊκάς καὶ προπαροξύνεται καὶ ὀξύνεται· ἀπὸ μὲν γὰρ τοῦ ἀϊκή ὀξυτόνου ἀϊκάς ὀξύνεται, ὡς ἰωκή ἰωκάς· ἀπὸ δὲ τοῦ ἄϊξ δισυλλάβου καὶ προπαροξύνεται ἄϊκας, ἄϊκες δὲ αἱ ἐν τῷ πολέμῳ κλίσεις ἐφʼ ἑκάτερα, Ἀπολλώνιος δὲ τὰς αὐτὰς ἐπιπνοίας τῶν ἀνέμων. Ὅμηρος · οὐδʼ ἄρα τοί γε τόξων ἀϊκὰς ἀμφὶς μένον, ἀντὶ τοῦ περιέμενον, σημαίνει δὲ διώξεις, ὁρμάς
α 282
Ἀΐλιον · κακοΐλιον· οὐ γὰρ πλεονασμός
α 283
Ἄϊστος · ὁ ἄδηλος καὶ ἄγνωστος καὶ ἀφανής· καὶ ἀϊστῶσαι καὶ ἀϊστωθῆναι. γέγονε δὲ ἀπὸ τοῦ ἴσημι, ὅπερ ἀπὸ τοῦ εἴδω εἴσω γέγονε, Δωρικῶς ἴσαμι ἰστός, ὡς δίδωμι δοτός, καὶ ἄϊστος κατὰ στέρησιν· ἀπὸ δὲ τοῦ ἰστός γίνεται ἰστῶ, τὸ γινώσκω, παράγωγον ἴστημι ψιλῶς, ὅθεν τὸ ἐπίσταμαι· οὕτως Μεθόδιος. ὁ δὲ Φιλόξενος εἰς τὸ Ῥηματικὸν αὑτοῦ οὕτως αὐτὸ γενέσθαι λέγει· ἀπὸ τοῦ εἴδω ἰστός, ὡς εἷμαι ἱμάτιον
α 284
Ἀϊστῶσαι · ἀπὸ τοῦ ἀϊστῶ, τοῦτο παρὰ τὸ ἱστῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀϊστῶ καὶ ἀϊστῶσαι καὶ ἀϊστώσειαν ὡς τύψειαν· τὰ γὰρ μὴ ἱστάμενα ἀφανῆ εἰσι. σημαίνει δὲ τὸ ἀφανίσαι
α 285
Ἄϊον · ἐπεὶ φίλον ἄϊον ἦτορ· ἐπεί· ἀφʼ οὗ ἀπέπνευσα τὴν ψυχήν, ἢ ᾐσθόμην ἀλγήσας τὴν ψυχήν· ἄϊον γὰρ νῦν τὸ ᾐσθόμην
α 286
Ἀΐσθων · ὁ ἐκπνέων · ὁ δʼ ἔβραχε θυμὸν ἀΐσθων. ἀπὸ τοῦ ἀΐω ῥήματος γίνεται παράγωγον ὄνομα ἄϊστος, ἐκ τούτου γίνεται ῥῆμα ἀϊστῶ καὶ τροπῇ τοῦ τ εἰς θ ἀΐσθω, ἐξ οὗ ἡ μετοχὴ ἀΐσθων καὶ κατὰ συναίρεσιν αἴσθων. οὕτως καὶ ἀπὸ τοῦ ἐγείρω γίνεται ἐγερτός καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω. οὕτως Ζηνόβιος
α 287
Ἄϊσθε · αὐτὰρ ὁ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα· λέγει δὲ τὸν Ποσειδῶνα, ὅτι ἐν Ἑλικῶνι ὄρει τῆς Βοιωτίας τιμᾶται· ἢ ἀπὸ Ἑλίκης, Ἑλίκη δέ ἐστι νῆσος τῆς Ἀχαΐας
α 288
Ἀΐτης · ὁ ἐρώμενος· παρὰ τὸ ἄειν, ὅ ἐστι πνέειν τὸν ἔρωτα τῷ ἐραστῇ. γενέσθαι φασὶ τὸν ἔρωτα διὰ τὸ εἰσπνεῖσθαι ἐκ τῆς μορφῆς, ὅθεν καὶ εἰσπνήλας καλεῖσθαι τοὺς ἐραστὰς παρὰ Λάκωσιν. ἢ ἀΐτης κυρίως ὁ μέσος, ὁ μήτε θρασὺς μήτε ἰταμός· ἀΐτης οὖν ὁ μὴ ἰταμὸς ἀλλὰ θυμήρης, ὡς ἐραστής. ἢ ὁ ἅμα τινὶ ἰών, τοῦ α τὸ ὁμοῦ σημαίνοντος
α 289
Ἀϊτίας · χορδάς· σημαίνει δὲ τὰς ἐρωτικάς
α 290
Ἀϊχθῆναι · ὁρμηθῆναι · ὦσεν ὑπὲκ δίφροιο ἐτώσιον ἀϊχθῆναι
α 291
Ἀΐω · Ἡσίοδος · σὺ δʼ ἄϊε δίκης, ἀντὶ τοῦ ἄκουε
α 292
Ἄκαινα · Ἀπολλώνιος. · ὁ γεωργόσ ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσεν ἀκαίνῃ· ἀκαίνη δέ ἐστι Θεσσαλικὴ ῥάβδος τὸ καλούμενον βούκεντρον. ὠνομάσθη δὲ οὕτως· Νεῖλος ὁ τῶν Αἰγυπτίων ποταμὸς ἀναβλύζων καὶ ἀνερχόμενος διὰ τοῦ θέρους τὰ ὅρια τῶν Αἰγυπτίων τῇ ὑγρασίᾳ λύων καὶ μιγνὺς ἀπώλλυεν. ἐλαττουμένου δὲ αὐτοῦ πάλιν καὶ ἀποβαίνοντος μάχη καὶ ἀμφισβήτησις τοῖς Αἰγυπτίοις περὶ τῶν ὅρων τοσαύτη ἐγένετο, ὥστε καὶ ἀλλήλους φονεύειν. ὕστερον δὲ ῥάβδον λαβόντες τὰς ἑαυτῶν γᾶς ἐμέτρουν πρὸ τῆς ἀναβάσεως τοῦ ποταμοῦ καὶ ἐσημειοῦντο, καὶ πάλιν μετὰ τὴν ἀπόβασιν τοῦ ποταμοῦ τῇ αὐτῇ ῥάβδῳ γεωμετροῦντες ὧν ἕκαστος τὴν ἰδίαν γῆν ἀπελάμβανε δίχα μάχης καὶ φόνου. ἐκλήθη οὖν ἡ ῥάβδος, ἐν ᾗ ἐγεωμέτρουν, ἄκαινα, ἡ στεροῦσα αὐτοὺς τοῦ καίνειν ἀλλήλους. λέγεται δέ, ὅτι Θεσσαλὸς εὑρεθεὶς ἐν τῇ Αἰγύπτῳ ἐπενοήσατο τῇ ῥάβδῳ γεωμετρεῖν τὴν γῆν· ἔνθεν καὶ «Πελασγίδι» εἶπεν ἀντὶ τοῦ «Θεσσαλικῇ»
α 293
Ἀκαδήμεον · γυμνάσιον· ἔστι τόπος πρὸ τοῦ ἄστεος ἀπὸ Ἀκαδήμου ὠνομασμένος, διὸ καὶ Ἀκαδημία τότε ἐκαλεῖτο. διττὴ δὲ ἡ ἀρχὴ τοῦ ὀνόματος· οἱ μὲν ἀπὸ τοῦ α τὸν Ἀκάδημον, οἱ δὲ ἀπὸ τοῦ ε τὸν Ἑκάδημον. οὕτως Ὦρος
α 294
Ἀκακήτης · ὥσπερ παρὰ τὸ γύμνης γύμνητος γίνεται ὁ γυμνήτης καὶ Οἰδίπους Οἰδίποδος Οἰδιπόδης, οὕτως καὶ ἀκάκητος ἀκακήτης
α 295
Ἀκαλήφη · ἔστιν οὖν τὸ θαλάττιον φυτὸν δῆξιν καὶ κνησμὸν ἐν τῷ ἅπτεσθαι ἐμποιοῦσα, κατὰ ἀντίφρασιν ἡ ἔχουσα ἀκαλὴν τὴν ἁφήν, ἧς οὐκ ἔστιν ἀκαλῶς, ὅ ἐστιν ἡσύχως, ἅπτεσθαι, ὅθεν καὶ τὸ λη η · τὰ γὰρ διὰ τοῦ ηφη μονογενῆ διὰ τοῦ ι γράφονται, Σίφη ἡ πόλις, ἀγρίφη ἡ σκάφη· τὸ κνήφη, ἀκαλήφη, ἡ κνίδη, σεσημείωνται διὰ τοῦ η γραφόμενα α
α 296
Ἀκαλανθίς · κύων· ἴσως ἐπισήμου κυνὸς ὄνομα. ἀκαλανθίς παρὰ τὸ ἀκαλὸν θεῖν
α 297
Ἀκαλός · ὁ ἥσυχος· ἔστιν ἦκα, τὸ ἠρέμα, ἐκ τούτου γίνεται ἤκαλος, ὡς πέμπω πέμπελος καὶ ἄγω ἄγελος καὶ ἄγγελος, καὶ κατὰ συστολὴν ἀκαλός
α 298
Ἀκαλαρείτης · ὄνομα ποταμοῦ, οἷον · ἐξ ἀκαλλαρείταο βαθυρρόου Ὠκεανοῖο. ἐκ τούτου γίνεται ἤκαλος, ὁ ἥσυχος, καὶ προπαροξύνεται ὁμοίως τῷ πάσσαλος Τάνταλος κόκαλος. ἐκ δὲ τοῦ ἤκαλος γίνεται ἀκαλός κατὰ συστολὴν τοῦ η εἰς α καὶ ὀξύνεται ὁμοίως τῷ ἁπαλός ὁμαλός χθαμαλός. ἐκ τοῦ οὖν ἀκαλός γίνεται ἀκαλά · ἀκαλὰ προρέων, ἀντὶ τοῦ ἡσύχως. ἐκ τούτου τοῦ ἀκαλά γίνεται ἀκαλαρείτης, ὡς παρὰ τῷ ποιητῇ · ἐξ ἀκαλλαρείταο βαθυρρόου Ὠκεανοῖο, ἀντὶ τοῦ ἡσύχως ῥέοντος, ὅθεν καὶ τὸ ρει δίφθογγον· τὰ γὰρ παρὰ τὸ ῥέω συγκείμενα διὰ τῆς ει διφθόγγου γράφονται, οἷον βαθυρείτης ἀκαλαρείτης. οὕτως ὁ Χοιροβοσκός
α 299
Ἀκαμαντοχάρμαν · οὐκ ἔστι πλεονασμός, ἀλλὰ πλάνη κλίσεως· ἀκαμαντοχάρμας γάρ, ἡ κλητικὴ ἀκαμαντοχάρμα· εἰ γὰρ ἦν πλεονασμός, ἐκτείνεσθαι ἐχρῆν τὸ α · νῦν δὲ συστέλλεται, πλάνη ἄρα κλίσεως
α 300
Ἀκάμανος · ἡ κάμηλος· παρὰ τὸ μὴ κάμνειν· ἢ ἀκάματος, πολύμοχθον γὰρ τὸ ζῷον α
α 301
Ἄκανθος · πόλις τῆς Μακεδονίας, ὅτι ἀντὶ ἐρυμάτων ῥάχοις, ὅ ἐστιν ἀκάνθαις καὶ ἀκανθώδεσι φυτοῖς, περιβέβληται. οὕτως Μεθόδιος . α
α 302
Ἄκανθα · ἀπὸ τοῦ τῇ ἀκῇ ἀνθεῖν, ὅ ἐστι τῇ ὀξύτητι
α 303
Ἀκαμύθιος · ἡ κάμηλος· παρὰ τὸ αἰκάλλειν τοὺς ἰδίους δεσπότας. οὕτως Μεθόδιος
α 304
Ἀκάμπιος · ὁ ἐπʼ εὐθείας περίπατος· παρὰ τὸ κάμπτειν μὴ ἔχειν. οὕτως Μεθόδιος α ἀκάμπιος
α 305
Ἄκαρα · πόλις τῆς Ἀσίας, ἡ νῦν καλουμένη Νύσσα· ταύτην Ἄθυμβρος Κρής, τῷ γένει ἀπὸ Ῥαδαμάνθυος, παρὰ Καρσὶν οἰκήσας καὶ τιμηθεὶς μετῴκισεν εἰς τὸν τόπον τοῦτον καὶ ὠνόμασεν Ἄκαρα, τὰ μηκέτι Καρῶν, καὶ τὸν διὰ τῆς πόλεως ῥέοντα ποταμὸν ἀφʼ ἑαυτοῦ Θύμβρον
α 306
Ἀκαχμένον · ἀπὸ τοῦ ἀκάζω. οὕτως Ἐπαφρόδιτος. σημαίνει δὲ τὸ ἠκονημένον
α 307
Ἀκαχίζεο · ἄχθου, λυποῦ· ἀπὸ τοῦ ἀχῶ ἀχίζω καὶ ἀκαχίζω
α 308
Ἀκαχείατο · ἀπὸ τοῦ ἀκαχῶ ἀκαχήσω ἠκάχηκα ἠκάχημαι ἠκαχήμην καὶ Ἰωνικῶς ἀκαχέατο καὶ πλεονασμῷ τοῦ ι ἀκαχείατο. οὕτως Ζηνόβιος
α 309
Ἀκαχήμενος · εἴρηται εἰς τὸ ἀλαλήμενος
α 310
Ἀκαχοίατο · λυποῖτο· ἀπὸ τοῦ ἀκαχῶ, τοῦτο παρὰ τὸ ἄχος· ἄχω ἀχῶ ἀκαχῶ
α 311
Ἀκαρής · ὁ ἐλάχιστος καιρός· ἐτίθεσαν δὲ κυρίως ἐπὶ οἱουδήποτε ἐλαχίστου· Μένανδρος · ὁρᾷς; ἀκαρὴς παραπόλωλας ἀρτίως. παρὰ τὸν καιρὸν καὶ τὴν στέρησιν ἀκαίραιόν τι ὄν, κατʼ ἔλλειψιν ἀκαιραῖον, τὸ μὴ καιρὸν ἔχον ἀλλʼ ἐλάχιστον. ἢ παρὰ τὸ κάρα ἀκαρής, τὸ ἀκέφαλον καὶ μηδὲ ἀρχὴν ἔχον. ἢ ὃ οὐ δύναταί τις κεῖραι διὰ σμικρότητα α
α 312
Ἄκαστος · ὁ υἱὸς Πελίου, ὁ πατὴρ Ἀλκήστιδος· Εὐριπίδης · ἦ τʼ ἄρʼ Ἄκαστος οὐκ ἔστιν ἐν ἀνδράσιν. παρὰ τὸ κάζω ῥῆμα, τὸ σημαῖνον τὸ κοσμῶ, κεκασμένος, ὁ κόσμιος, καὶ ἐν συνθέσει Ἄκαστος, τοῦ α ἐπιτατικοῦ ὄντος, ὁ πάνυ κεκοσμημένος
α 313
Ἄκατος · τὸ μικρὸν πλοῖον, ὅ τινες μὲν ἐπακτρίδα, τινὲς δὲ πορθμίδα, τινὲς δὲ κάραβον ὀνομάζουσι. παρὰ τὸ ἄγω γίνεται ἀκτός καὶ πλεονασμῷ τοῦ α ἄκατος, ἡ ἄγουσα καὶ διακομίζουσα, ἐξ οὗ τὸ ὑποκοριστικὸν ἀκάτιον, τὸ μικρὸν πλοιάριον. ἢ ἀπὸ τοῦ ἀκτή γίνεται ἄκατος, ἡ ἀπὸ ἀκτῆς εἰς ἀκτὴν περιερχομένη, ὡς καὶ πορθμίς λέγεται ἡ πελαγοδρομοῦσα α
α 314
Ἀκέανος · εἶδος ὀσπρίου ὅμοιον φακῇ· παρὰ τὸ σκληρὸν καὶ ἄθλαστον κατὰ στέρησιν τοῦ κεάσαι, ὅ ἐστι θραῦσαι. οὕτως Μεθόδιος
α 315
Ἀκεσώδυνος · ὁ ἰατρός, ὁ τὰς ὀδύνας παύων· ἀπὸ τοῦ ἀκῶ ἀκέσω καὶ τοῦ ὀδύνη α
α 316
Ἀκεσταί · εὐθεράπευτοι, εὐίατοι· αἱ γὰρ τῶν ἀγαθῶν φρένες ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται εὐθεράπευτοι οὖσαι. ἢ θεραπευτικαί
α 317
Ἀκέστωρ · ἀκέσω ἀκέστωρ. εἴρηται εἰς τὸ
α 318
Ἀκερσεκόμης · παρὰ τὸν κείρω μέλλοντα, Αἰολικῶς κέρσω, καὶ τὴν κόμην γίνεται κερσεκόμης διὰ τοῦ ο · πᾶς γὰρ ἐνεστὼς ἢ μέλλων ἐν πρώτῳ προσώπῳ λαβὼν σύνθεσιν τρέπει τὸ ω εἰς ο οἷον λείπω λειποτακτίτης μείζω μειζοπόλιος
α 319
Ἀκέραιος · ὁ ὑγιής· ἀπὸ τοῦ κέρας κεραῖος κεραία, κυρίως ὁ μὴ θυμούμενος καὶ διὰ τοῦ κέρατος βλάπτων ἢ βλαπτόμενος· ἀπὸ μεταφορᾶς τῶν τοῖς κέρασιν ἀμυνομένων ζῴων. κεραῖος καὶ μετὰ τῆς α στερήσεως ἀκέραιος, ὁ ἀόργητος καὶ ἀβλαβής α
α 320
Ἀκέων · βῆ δʼ ἀκέων· παρὰ τὸ μὴ χαίνειν γίνεται ἀχήν καὶ ἀκήν, οἷον · ἀκὴν ἐγένοντο· καὶ ἐξ αὐτοῦ ἀκέων · ἀλλʼ ἀκέων δὴν ἧστο, ἀπὸ μεταφορᾶς τῆς ὀξύτητος τοῦ σιδήρου· ἀκή γὰρ ἡ ὀξύτης. ἢ παρὰ τὸ κέω, τὸ κοιμῶμαι, κέων ἡ μετοχή · ὦρσο κέων, ὦ ξεῖνε, πλεονασμῷ τοῦ α
α 321
Ἀκή · φόλις Φοινίκης, ἡ νῦν καλουμένη Πτολεμαΐς· οἱ δὲ Ἀκήν φασι καλεῖσθαι τὴν ἀκρόπολιν τῆς Πτολεμαΐδος, ὅτι Ἡρακλῆς δηχθεὶς ὑπὸ ὄφεως καὶ ἐν αὐτῇ θεραπευθεὶς Ἀκὴν ἐκ τοῦ ἀκέσθαι προσηγόρευσε τὸν τόπον
α 322
Ἀκηδία · ἔστιν ὄνομα Μακεδονικόν, γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ κ ἀηδία γάρ. οὕτως Ὠρίων. Ἀπολλώνιος δὲ ὁ τὰ Ἀργοναυτικὰ τὸ δει δίφθογγον · μηδέ μʼ ἀκηδείῃσιν ἀφορμήθητε λιπόντες
α 323
Ἀκήν · ἐπʼ ἄκρας ἡσυχίας, οἷον · ἀκὴν ἐγένοντο σιωπῇ· παρὰ τὸ ἄγην, ὃ σημαίνει τὴν ἔκπληξιν γίνεται ἄγην, ὃ σημαίνει τὴν ἔκπληξιν, καὶ τροπῇ τοῦ γ εἰς τὸ κ. ἢ παρὰ τὸ μὴ χαίνειν γέγονεν ἀχήν καὶ ἀκήν
α 324
Ἀκή · ἡ ὀξύτης· παρὰ τὸ ἥκω γίνεται ἠκή, ὃ σημαίνει τὴν ὀξύτητα· Ἀρχίλοχος · ἵστη κατʼ ἠκὴν κύματος κυανέου· καὶ κατὰ συστολὴν ἀκή
α 325
Ἀκηδής · ἀφρόντιστος, ἀνελεήμων, κηδεμόνα μὴ ἔχων
α 326
Ἀκήδεστοι · ἀφρόντιστοι, ἀνελεήμονες, κηδεμόνα μὴ ἔχοντες
α 327
Ἀκήδεσαν · ἠμέλησαν· κήδω γὰρ τὸ ἐπιμελοῦμαι
α 328
Ἀκήριον · ἀσθενές, ἀδύνατον, ἀψυχοποιόν, νεκροποιόν, οἷον · ὀρθωθεὶς δʼ εὐνῆθεν ἀκήριον ἠΰτʼ ὄνειρον· τὸ ἀκήριον τὸ ἀσθενὲς καὶ ἀδύνατον ἢ ἄψυχον ὄνειρον. οὐδετέρως δὲ νῦν τὸ ὄνειρον εἶπεν, ὅτι ὄνειρος, τὸ ὄνειρον καὶ ὄνειραρ ὀνείρατος, ὡς ἧπαρ ἥπατος
α 329
Ἀκήρατος · παρὰ τὸ κηραίνω ὤφειλεν εἶναι ἀκήραντος, ἀλλὰ ἀκήρατος ποιητικῶς. οὕτως Φιλόξενος. ἢ παρὰ τὸ γῆρας γήρατος καὶ μετὰ τοῦ στερητικοῦ α ἀγήρατος καὶ ἀκήρατος, ὁ ἄφθαρτος καὶ μὴ γηρῶν
α 330
Ἀκηχέδαται · λυποῦνται · νηυσὶν ἀκηχέδαται· παρὰ τὸ ἀχῶ ἀχάζω, ὡς ἀνιῶ ἀνιάζω, ἤχακα, ὁ μέσος ἤχαδα, ὁ παθητικὸς ἤχασμαι ἤχαται καὶ Ἰωνικῶς ἠχάδαται καὶ μετὰ ἀναδιπλασιασμοῦ Ἀττικοῦ καὶ τροπῇ τοῦ α εἰς η ἀκηχέδαται α
α 331
Ἀκήματα · ἀκήματα φάρμακα πάσσων, καὶ ἐπὶ δʼ ἕλκεϊ λυγρῷ φάρμακʼ ἀκήματʼ ἔπασσεν. παρὰ τὸ ἀκῶ ἀκέσω, ὡς νεμῶ νεμέσω καὶ τελῶ τελέσω, ἐντεῦθεν ἀκεστρίς καὶ ἀκέστρια καὶ ἐπίθετον ἀνήκεστος, οἷον · ἀνήκεστον λάβεν ἄλγος
α 332
Ἀκινάγματα · τὰ τινάγματα τῶν ποδῶν μετὰ ῥυθμοῦ καὶ τῶν χειρῶν, οἷον · χειρῶν ἠδὲ ποδῶν ἀκινάγματα, κινήματα καὶ πλεονασμῷ τοῦ α καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ γ ἀκινάγματα
α 333
Ἀκιδνός · ὁ ἀσθενής· Ὅμηρος · οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο. παρὰ τὸ αἰκίζω αἰκιδνός καὶ ἀκιδνός, ὁ εὐτελὴς ἐν αἰκισμοῖς ὤν, ὡς παίζω παιδνός, ἀλαπάζω ἀλαπαδνός. ἢ παρὰ τὸ κινῶ ἄκινος καὶ πλεονασμῷ τοῦ δ ἄκιδνος, ὁ μὴ κινούμενος
α 334
Ἀκιδαλίη · ἔστι δὲ ὄνομα κύριον καρήνης· ἔστιν Ἀκίς Ἀκίδος ὄνομα κύριον, καὶ ἐκ τούτου Ἀκίδαλος καὶ Ἀκιδαλίη
α 335
Ἀκινάκης · εἶδος ἀκοντίου Περσικοῦ· παρὰ τὴν ἀκήν, ἣ σημαίνει τὴν ὀξύτητα καὶ παρὰ τὴν ἀκίδα, ἀλλήλοις συντεθέντων τῶν δύο ὁμοιοσήμων ὡς καὶ ἐπὶ τοῦ Ἐρεχθεύς καὶ Ἐριχθόνιος παρὰ τὴν ἔραν καὶ τὴν χθόνα. Ἡρόδοτος δὲ διὰ τοῦ ω ὠκινάκην φησί, καὶ εἰκὸς τροπῇ τοῦ α εἰς ω ὡς ἀκή ἀκίς καὶ ὠκύς, καὶ τὴν ἀκήν ὠκινάκης. οὕτως Μεθόδιος
α 336
Ἀκίνητον · σημαίνει ὡς ἐνταῦθα τὸν τάφον· Ἡσίοδος · μηδʼ ἐπʼ ἀκινήτοισι καθίζειν
α 337
Ἀκίς · τὸ τοῦ βέλους σίδηρον· παρὰ τὸ ἀκή, ὃ σημαίνει τὴν ὀξύτητα, ὃ κατʼ ἐπένθεσιν τοῦ μ γίνεται ἀκμή. παρὰ τὸ ἀκή οὖν γίνεται ὑποκοριστικὸν ἀκίς, ὡς σκάφη σκαφίς, ἄμνη ἀμνίς οὕτως Μεθόδιος α
α 338
Ἀκιώτατον · σημαίνει ἄσηπτον, ἄβρωτον· κίς γὰρ λέγεται ὁ ἐν τοῖς ξύλοις σκώληξ · δάφνης ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες
α 339
Ἀγκίζεσθαι · τὸ μωραίνειν ἢ προσποιεῖσθαι εὐήθειαν. εἴρηται οὖν ἀπὸ Ἀκκοῦς τινος, ἥτις ἱστορεῖται μωροτάτη ὡς καὶ τῷ κατόπτρῳ διαλέγεσθαι . αἱμ
α 340
Ἀκίχητα · ἀκατάληπτα· ἀπὸ τοῦ κιχῶ · Ἕκτορ, σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
α 341
Ἀκλειῶς · ἀκληδονίστως, ὡς μηδὲ φήμην τινὰ γενέσθαι · μὴ μὰν ἀσπουδή γε καὶ ἀκλειῶς ἀπολλοίμην
α 342
Ἀκμαῖος · ὁ νεανίας, τὸν μὴ ἀποκάμνοντα πρὸς τοὺς πόνους· ἢ παρὰ τὴν ἀκμὴν ὁ ἀκμὴν ἔχων τῆς ἡλικίας καὶ ἀκμάζων τῇ ἡλικίᾳ
α 343
Ἀκμή · ἡ ἀκρότης καὶ ὀξύτης τοῦ σιδήρου κυρίως· Ὅμηρος · ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς· παρὰ τὸ ἥκω γίνεται ῥηματικὸν ὄνομα ἠκή, ὃ σημαίνει τὴν ὀξύτητα, ἡ διὰ παντὸς ἰοῦσα, ἀκή καὶ πλεονασμῷ τοῦ μ ἀκμή. ἐκ δὲ τοῦ ἀκή γίνεται ἐπίρρημα ἀκήν, οἷον · ἀκὴν ἐγένοντο. ἢ παρὰ τὸ κάμω γέγονε κατὰ συγκοπὴν κμῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμή, ἡ μὴ κάμνουσα διὰ νεότητα ἢ πόνους μὴ δυναμένη ὑποστῆναι α
α 344
Ἀκμή ·. Περὶ πολυσημ
α 345
Ἀκμῆτες · μὴ κεκοπιακότες· παρὰ τὸ κάμω κατὰ συγκοπὴν κμῶ καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμής · ῥεῖα δέ κʼ ἀκμῆτες
α 346
Ἄκμηνος · ὁ ἄγευστος · ἄκμηνος σίτοιο διὰ τοῦ η · ὁ γὰρ διὰ τοῦ ηνος τύπος τὴν ὀξεῖαν ποθεῖ. καὶ οἱ μὲν ἁπλῆν παρὰ τὸ ἀκμήν λέγουσιν, οὕτως γὰρ τὴν ἀσιτίαν οἱ Αἰολεῖς λέγουσιν· ἡ δὲ συνήθεια ἤτοι κατὰ στέρησιν τοῦ κομεῖν, ὥστε δηλοῦσθαι τὸν ἀτημέλητον· οἱ δὲ κατὰ στέρησιν τῆς ἰκμάδος· οἱ δὲ τὸν μὴ κεκμηκότα περὶ τὰ σιτία. ὁ δὲ Ἀρίσταρχος τὸν ἄκμηνον λέγει προπαροξύνεσθαι παρὰ τὴν ἀκμήν· Θέων δʼ ὀξύνεσθαι ἀξιοῖ ὡς ἀγαθός· ἔνιοι δὲ προπερισπᾶσθαι
α 347
Ἄκμων · σημαίνει τόν τε σίδηρον, ἐφʼ οὗ οἱ χαλκεῖς τύπτουσιν, καὶ τὸν Οὐρανοῦ πατέρα· οὕτως γὰρ αὐτὸν γενεαλογοῦσιν. εἴρηται δὲ ὁ μὲν τοῦ σιδήρου ἄκμων παρὰ τὸ ἀκάμων τις ὤν, ὁ ἀκαμάτως φέρων. ὁ δὲ τοῦ Οὐρανοῦ πατὴρ ἀπὸ τῆς τοῦ οὐρανοῦ ἀκαμάτου φύσεως, τῶν θεολόγων αἰνισσομένων τὸ ἄκμητον αὐτοῦ τῆς περιφορᾶς ἢ προλαμβάνοντες αὐτὸν ἄφθαρτός ἐστι· κεκμηκέναι γὰρ λέγομεν τοὺς τετελευτηκότας. τινὲς δὲ Ἄκμωνα τὸν Ὠκεανόν φασι διὰ τὸ τοὺς ποταμοὺς ἀκαμάτους λέγεσθαι, οἷον · Σπερχειῷ ἀκάμαντι, γυνὴ θεῷ εὐνηθεῖσα· Ὠκεανοῦ δὲ υἱὸν τὸν Οὐρανόν. οἱ δὲ Ἄκμονα τὸν Αἰθέρα, Αἰθέρος δὲ παῖς ὁ Οὐρανός· ὁ δὲ Αἰθὴρ ἀκάματος, ἐπειδὴ τὸ πῦρ ἀκάματον, οἷον · ἀκάμαντον πῦρ
α 348
Ἄκνηστις · ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαί τινα κνήσασθαι αὐτὴν τῇ ἰδίᾳ χειρί α
α 349
Ἄκοιτις · ἡ γυνή, ἡ ἐκ παρθενίας ἄλλης κοίτης μὴ πειραθεῖσα. ἢ ὁμόκοιτις. καταχρηστικῶς καὶ ἡ δευτέρου γάμου μετεσχηκυῖα
α 350
Ἀκοή · οὐχὶ ἀκουή· τὰ γὰρ εἰς ο καθαρὸν λήγοντα βαρύτονα ῥηματικὰ ἔχοντα τὴν παραλήγουσαν ἐν τοῖς ῥηματικοῖς ὀνόμασι βραχεῖαν αὐτὴν ἔχουσιν· κονίω κονία, φύω φυή, ἀκούω ἀκοή
α 351
Ἄκολος · ὁ ψωμός · αἰτίζων ἀκόλους οὐκ ἄορας οὐδὲ λέβητας. εἴρ ὁ μικρὸς ψωμός, ὁ μηκέτι κωλύεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι α
α 352
Ἀκόνη · ὁ λίθος, διʼ οὗ ὀξύνεται ὁ σίδηρος· παρὰ τὸ κονῶ, τὸ φθείρω καὶ λεπτύνω, τοῦ α ἐπιτατικοῦ ὄντος, ἡ διαφθείρουσα καὶ λεπτύνουσα τὸν σίδηρον. καὶ Εὐριπίδης · κατακονᾷ μὲν οὖν ἀβίοτος βίου· κονεῖν γὰρ τὸ λεπτύνειν, ὡς τὸ σποδεῖν, τουτέστι κινεῖν ποιοῦσα. ἢ παρὰ τὴν ἀκήν, τὴν ὀξύτητα
α 353
Ἀκονητί · ἄνευ πόνου, οὗ τὸ ἐναντίον ἐγκονητί, μετὰ πόνου, κατὰ τροπὴν τοῦ π εἰς κ ἀπονητί ἀκονητί Ἰωνικῶς, ὡς τὸ πῶς κῶς, πότε κότε α
α 354
Ἀκόνητον · βοτάνη δηλητηριώδης· ὅτι ἐν τοῖς Ἀκοναίοις ὄρεσι τῆς Μαρυανδυν α ίας φύεται. ἢ ὅτι ἀκαταπάλαιστον καὶ ἀήττητόν ἐστιν, ἀπὸ μεταφορᾶς τῶν ἀθλητῶν, ὧν οἱ νικηταὶ ἀήττητοι ὄντες οὐ κονιορτοῦνται· κονιοῦσθαι γὰρ τὸ παλαίειν α
α 355
Ἀκοῦμαι καὶ ἄκεον · τὸ θεραπεύω · ἱδρῶ ἀπεψύχοντο, πίον τʼ ἀκέοντό τε δίψαν. παρὰ τὸ ἄχος ἀχοῦμαι καὶ ἀκοῦμαι, ἵνʼ ᾖ τὸ ἄχος ἰῶμαι. ἢ παρὰ τὴν ἀκὴν τοῦ διωξυμμένου σιδήρου θεραπεύειν. καὶ ἀκέστωρ, ὁ ἰατρός, καὶ Ἀκεστορίδης
α 356
Ἀκουός · Καλλίμαχος · ἀλλʼ ἐπʼ ἀκουοὺς οὐκ ἔσχεν, ἐπακούοντας
α 357
Ἀκούω · ἀπὸ τοῦ οὖς οἶμαι · πάντα μάλʼ ἐν μεγάροισιν ἠκούομεν
α 358
Ἀκοστήσας · κριθιάσας, οἱονεὶ ἀχοστήσας, τουτέστιν ἐπὶ τῇ στάσει δυσχεράνας, ὅθεν ἐπιφέρει · δεσμὰ διαρρήξας θείῃ πεδίοιο κροαίνων. ἢ ἀκοσταί, αἱ κριθαί, ἵνʼ ᾖ κριθιάσας καὶ ὑπὸ τῆς τροφῆς ἀκρατὴς ὤν· ἢ ὑψαυχενήσας καὶ ἀτιμαγέλης γεγονώς, παρὰ τὸ ἄγω ἄγος καὶ ἀκοστής κατὰ τροπὴν τοῦ γ εἰς κ ὁ ἔμπροσθεν θέλων εἶναι καὶ προηγεῖσθαι ἀκοστήσας α
α 359
Ἄκοσμα · ἀπρεπῆ, ἄτακτα, μωρά
α 360
Ἄκος · ἡ θεραπεία· παρὰ τὴν ἀκήν, ἀκή γὰρ κυρίως ἡ ὀξύτης τοῦ σιδήρου, καὶ ἡ ἀπʼ αὐτοῦ θεραπεία ἄκος λέγεται· ἐντεῦθεν καὶ τὸν ἰατρὸν οἱ Φρύγες ἀκεστὴν λέγουσιν. οὕτως Ὠρίων. ἐγὼ δὲ παρὰ τὸ ἄχος φημὶ ἄκος, ἵνʼ ᾖ τὸ τὴν λύπην ἰώμενον
α 361
Ἀκόλαστος · κυρίως ὁ ἀπαίδευτος· παρὰ τὸ μὴ κολάσεως τετυχηκέναι, τουτέστι παιδείας· ἐπὶ δὲ τοῦ κατωφεροῦς παρὰ τὸ μὴ κολάσαι τὴν ἐπιθυμίαν. οὕτως Ὠρίων
α 362
Ἀκόρητος · ἀπλήρωτος. εἴρηται εἰς τὸ
α 363
Ἀκοντοδόκος · δοκιμάζειν λέγεται τὸ ἐπιτηρεῖν, ὅθεν ἀκοντοδόκος. οὕτως Ὠρίων
α 364
Ἀκολουθήσας · Ἑρμῆς δὲ σιμώνακτος ἀκολουθήσας· ἔκτασις τοῦ α. οὕτως Ἡρωδιανός
α 365
Ἄκρις · βαρυτόνως τὸ ἀκρωτήριον. εἴρηται παρωνύμως παρὰ τὸ ἄκρα ἄκρις, ὡς χαρά χάρις
α 366
Ἀκρίσιος · ὁ ἥρως· ἀπὸ τῆς ἐν τῷ Ἄργει ἄκρας. οὕτως Μεθόδιος. ὁ δὲ Ὦρος λέγει ἀπὸ τοῦ ἀκρίζω Ἀκρίσιος, ὥσπερ παρὰ τὸ θαυμάζω θαυμάσιος. ἢ παρὰ τὸ κρίσις κρίσιος καὶ Ἀκρίσιος, ὁ ἄκριτος καὶ ὠμός· Δανάης καλλισφύρου Ἀκρισιώνης
α 367
Ἀκριτόμυθε · ἄκριτε περὶ τοὺς λόγους καὶ ἄτακτε
α 368
Ἄκριας · τὰς ἀκρωρείας· ἀπὸ τοῦ ἄκρις ἄκριος ἄκριας, οἷον · αὐτίκα δʼ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστήρ· οὕτως Ἀπολλώνιος
α 369
Ἀκροθίνιον · ἀκροθίνια λέγονται αἱ ἀπαρχαί, κυρίως δὲ αἱ τῶν θινῶν ἀπαρχαί, ἤγουν σωρῶν, ἤδη δὲ καὶ ἀπὸ θήρας καὶ ἄλλων. παρὰ τὸ θίν, ὃ σημαίνει τὸν σωρόν, θινός τῶν χρημάτων θίνιον καὶ ἀκροθίνιον ,. ἀκροθίνια · τὰς τῶν ἐνιαυσιαίων καρπῶν ἀπαρχάς. ἀκροθίνια δὲ κυρίως καλεῖσθαί φασιν, ἃς ἀνατιθέασιν οἱ ἐξ ἐμπορίας, παρὰ τὸ ἀπὸ θινός, τουτέστι τοῦ αἰγιαλοῦ, σεσῶσθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ σίνεσθαι ἐν τῷ πολέμῳ πολλούς, τουτέστι βλάπτεσθαι. ἢ τὰ ἄκρα τῶν σωρῶν. γράφεται δὲ διὰ τοῦ ι · τὰ γὰρ διὰ τοῦ ιον ὑπὲρ δύο συλλαβὰς οὐδέτερα μονογενῆ διὰ τοῦ ι γράφεται καὶ τὴν πρὸ αὐτῆς τὴν αὐτὴν τῷ πρωτοτύπῳ ἔχει γραφήν, οἷον Ἐλευσίν Ἐλευσῖνος Ἐλευσινίου, σκηνή προσκήνιον καὶ περισκήνιον, θίν θινός θίνιον καὶ ἀκροθίνιον. οὕτως ὁ Θεόγνωστος ἐν τῇ Ὀρθογραφίᾳ
α 370
Ἀκρόπολις · καρόπολίς τις οὖσα, ἡ κεφαλὴ τῆς πόλεως
α 371
Ἀκροπόλοισιν · ὧν τὰ ἄκρα καὶ αἱ κορυφαὶ περιπολοῦνται καὶ κινοῦνται
α 372
Ἀκρόκομοι · Θρήϊκες ἀκρόκομοι, ἄκρως κομῶντες, τουτέστι μᾶλλον τῶν ἄλλων κομῶντες, ἢ τὰ ἄκρα τῶν κεφαλῶν κομῶντες
α 373
Ἀκραής · ἀκραεῖ ζεφύρῳ· παρὰ τὸ ἄκρως ἀέντι καὶ πνέοντι
α 374
Ἀκράαντον · ἀτελείωτον, ἀπλήρωτον· κραίνω, τὸ ἐπιτελῶ, κραντόν καὶ ἄκραντον α
α 375
Ἄκρον ·. τὸ πέρας καὶ τὸ ἔξοχον· παρὰ τὸ ἄχρι καὶ τὸ ὄν ἄχρον καὶ ἄκρον. ἢ ἄρχον τι ὄν. ὁ δὲ Φίλων παρὰ τὴν ἀκήν ἄκαιρος καὶ κατὰ συγκοπὴν ἄκρος
α 376
Ἄκριτον · ἀδιαχώριστον· παρὰ τὸ μὴ διακρῖναι, ὅ ἐστι διαχωρίσαι. Ὠρίων
α 377
Ἄκριτα · ἀδιαχώριστα, πολλά· ἐκ τοῦ κρίνω, τὸ διαχωρίζω
α 378
Ἀκρίς · ὀξυτόνως τὸ ζῷον· παρὰ τὸ κάρη καρίς καὶ μετὰ τοῦ στερητικοῦ α ἀκρίς, ἡ κάραν μὴ ἔχουσα, ἡ μικροκέφαλος. ἢ παρὰ τὸ μεγάλην κεφαλὴν ἔχειν· διάφορα γὰρ τὰ γένη τῶν ζῴων. ἢ παρὰ τὴν ἄκραν. οἱ δὲ παρὰ τὸ τὰ ἄκρα τῶν ἀσταχύων ἐσθίειν α
α 379
Ἀκρασία · παρὰ τὸ κερῶ κρῶ κράσω κρασία, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀκρασία· ἀκρασία γὰρ πᾶν τὸ περιττόν
α 380
Ἀκριβής · παρὰ τὸ κρύβω κρυβής καὶ ἀκριβής κατὰ τροπὴν τοῦ υ εἰς τὸ ι · καὶ γὰρ τὸν ἀκριβῆ οὐδεὶς δύναται κρύψαι ἢ λαθεῖν. ἢ παρὰ τὸ ἄχρι καὶ τὸ βαιόν γίνεται ἀχριβής καὶ ἀκριβής· ὁ γὰρ ἀκριβὴς καὶ ἄχρι μικροῦ καταγίνεται
α 381
Ἀκροῶ · παρὰ τὸ ἀκούω ἀκο υ ῶ, ὥσπερ σύρω σαρῶ καὶ κύρω κυρῶ, καὶ πλεονασμῷ τοῦ ρ ἀκροῶ. εἴρηται δὲ καὶ περὶ τῆς παραληγούσης αὐτοῦ εἰς τὸ ἀρόσω
α 382
Ἀκρέμων · ὁ κλάδος· ὁ αὐτὸς γὰρ καὶ κρέμων λέγεται πρὸς διάφορον ἐτυμολογίαν· ἢ γὰρ παρὰ τὸ ἄκρον γίνεται ἀκρέμων, ὁ ἐπʼ ἄκρων τοῦ δένδρου ὤν, ἢ παρὰ τὸ κρεμῶ ἀκρέμων, ὁ κρεμώμενος α
α 383
Ἀκραιφνής · ὁ καθαρός, κυρίως δὲ ὁ περιφανής· παρὰ τὸ ἀκέραιον καὶ τὸ φαίνω ἀκεραιοφανής καὶ κατὰ συγκοπὴν ἀκραιφνής. Ἡρωδιανὸς δέ φησι μὴ γίνεσθαι δύο συλλαβῶν συγκοπήν. ἢ ἀκροφανής καὶ ἀκραιφνής, τοῦ ο εἰς α τραπέντος, ὡς ἐπὶ τοῦ μεσαίπο μεσαιπόλιος α
α 384
Ἄκρατον · ἔστι ῥῆμα κερῶ, ὁ μέλλων κεράσω καὶ κατὰ συγκοπὴν κράσω, ῥηματικὸν ὄνομα κρατός καὶ μετὰ τοῦ στερητικοῦ α ἄκρατος· ἐξ οὗ καὶ κρατήρ, ἀφʼ οὗ κιρνᾶται ὁ οἶνος
α 385
Ἀκτή · ἡ Ἀττική· οἱ μὲν ἀπό τινος βασιλεύοντος Ἀκταίωνος, οἱ δὲ ἀπὸ τοῦ τὰ πλείονα μέρη εἰς θάλασσαν νενευκέναι
α 386
Ἀκτή · ὁ παραθαλάσσιος τόπος. σημαίνει δὲ δύο· καὶ ἐπὶ μὲν τοῦ καρποῦ παρὰ τὸ κατάγνυσθαι ἐν τῷ ἀλήθεσθαι, οἷον · Δημήτερος ἀκτή· ἐπὶ δὲ τοῦ θαλασσίου παρὰ τὸ κατάγνυσθαι καὶ κλᾶσθαι εἰς αὐτὴν τὰ κύματα
α 387
Ἀκροστόλιον · ἀκροστόλιον λέγεται τὸ ἄκρον τοῦ στόλου· στόλος δὲ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς τύχης καὶ διῆκον μέχρι τῆς πρῴρας ξύλον, ἔνθα τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. ἔστιν οὖν ἀκροστόλιον τὸ ἄφλαστον τὸ κατὰ τὴν πρῷραν, ἀλλʼ Ὅμηρος ἐπὶ τῆς πρύμνης αὐτὸ παραδίδωσι λέγων · ἄφλαστον μετὰ χεῖραν ἔχων
α 388
Ἄκτιον · τὸν Πᾶνα Θεόκριτος εἴρηκεν· ἄκτιος, ἢ ὁ θηρατήρ· καὶ γὰρ ἐπακτῆρες οἱ θηραταί. ἢ ὅτι ἐπὶ ταῖς ἀκταῖς ὑπὸ τῶν ἁλιέων ἱδρυμένος· ἀγρευτὴς γὰρ ὁ θεός. ὁ ἐν Ἀθήναις τιμώμενος· Ἀκτὴ γὰρ ἡ Ἀττικὴ ἐκαλεῖτο
α 389
Ἄκτωρ · Μενοιτίου Ἄκτορος υἱός· ἄγω βαρύτονον, ἐξ οὗ ἀγάγω· παρὰ τὸ ἄγω ὁ παρακείμενος ἦκται, Ἄκτωρ ὁ διακομίζων καὶ ἡ γενικὴ Ἄκτορος, καὶ ἀνατρέχει εἰς εὐθεῖαν. ἔστι δὲ καὶ προσηγορικὸν καὶ κύριον, ὅ φασί τινες ἀπὸ τοῦ ἄγω βαρυτόνου, ὃ σημαίνει τὸ κλῶ, ἀφʼ οὗ · ἄγεν ὀξέες ὄγκοι, καὶ ἆξον δὴ ἔγχος· ἄγω οὖν ἦκται Ἄκτωρ
α 390
Ἀκτάζων · ἀντὶ τοῦ ἐξανιστάμενος· ἀπὸ τοῦ ἄττω ἀττάζω καὶ ἀκτάζω τροπῇ τοῦ τ εἰς κ ὡς Ἀττική, Ἀκτική γὰρ παρὰ τὴν ἀκτήν· οὕτως δὲ καὶ νυττέλιος καὶ νυκτέλιος
α 391
Ἀκταίνειν · τὸ μετεωρίζεσθαι καὶ ἐπαίρεσθαι καὶ γαυριᾶν· παρὰ τὸ ἦκται ἀκτός καὶ ῥῆμα ἀκτῶ, ἀφʼ οὗ ἀκταίνω, μετοχὴ ἀκταίνων καὶ ἀκταῖνον μένος, τὸ ἀνάγον καὶ δυνάμενον ἀνορθοῦν α
α 392
Ἀκταίωρος · παρὰ τὸ τὴν ἀκτὴν ὠρεῖν, ὅ ἐστι φυλάσσειν α
α 393
Ἀκτίς · παρὰ τὸ ἄγω ἄξω ἦχα ἦγμαι γέγονεν ἀκτίς, οἱονεὶ ἡ πανταχοῦ φερομένη· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πανταχοῦ φέρεται. ἢ ἀπὸ τοῦ ἐκτείνω γέγονεν ἐκτίς καὶ ἀκτίς· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πάνυ ἐστὶν ἐκτεταμένη. καὶ ἀπὸ τοῦ ἀΐσσω, τοῦ σημαίνοντος τὸ ὁρμῶ, ὁ μέλλων ἀΐξω ἤϊχα ἤϊγμαι ἤϊκται ἀκτίς· ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου ὁρμητική ἐστιν
α 394
Ἄκυτος · παρὰ τὸ κύω κυτός καὶ ἄκυτος. Καλλίμαχος ἄκυθος εἰπὼν μεταλήψει στοιχείου ἐχρήσατο ἁμαρτὼν περὶ σημαινομένου· δηλοῖ γὰρ ἡ λέξις ἐνεργητικὸν σημαινόμενον, ταῖς μὴ κυούσαις
α 395
Ἄκυθος · ἡ ἄγονος · οὐδʼ ἀγάλακτες ὄϊες οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι· παρὰ τὸ κύω ἄκυος καὶ πλεονασμῷ τοῦ θ ἄκυθος. ἢ παρὰ τὸ κωκυτός καὶ ἄκυτος, ὡς λύω λυτός καὶ ἄλυτος καὶ ὦρται ὀρτός καὶ ὀρθός. ἢ παρὰ τὸ κύθω, τὸ κρύπτω, ἄκυθος. ἢ παρὰ τὸ μὴ ἔχειν σπέρμα ἐν τῇ μήτρᾳ. ἔστι δὲ καὶ κανόνα εἰπεῖν· τὰ διὰ τοῦ υθος ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ υ ψιλοῦ γράφεται, οἷον ἄκυθος, Μίκυθος, μαμμάκυθος ὁ μωρός
α 396
Ἀκωκή · ἡ ὀξύτης τοῦ βέλους· παρὰ τὸ ἀκή γίνεται κατὰ ἀναδιπλασιασμὸν ἀκωκή, ὡς ἔδω ἐδωδή. γράφεται δὲ διὰ τοῦ ω μεγάλου· τὰ διὰ τοῦ ωκη ὑπὲρ δύο συλλαβὰς τῷ ω παραληγόμενα σπάνιά εἰσιν· ὀξύτονα μέν ἐστι δύο, ἀκωκή καὶ ἰωκή· καὶ τὸ Σεώκη βαρύτονον, ἔστι δὲ ὄνομα πόλεως. ἢ οὕτως· τὰ ἔχοντα ἐν τῇ πρώτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον διὰ τοῦ ω μεγάλου γράφονται, οἷον ἔδω ἐδωδή, ἄκω ἀκωκή α
α 397
Ἀλάβαστρον · ἡ μυροθήκη· εἴρηται κατὰ πλεονασμὸν τοῦ ρ ἀλάβαστός τις ὤν, οὗ λαβέσθαι διὰ λειότητα ἀδύνατον α
α 398
Ἀλαζών · ὁ ἀπατεὼν ἢ κομπαστής, ὁ ἐν ἄλῃ καὶ πλάνῃ ζῶν. ἢ ὁ ἐκ τοῦ ἀλᾶν ζῶν οὐκ ἐξ ἐπιτηδεύματος, ἀλλʼ ἀπὸ ἀπάτης α
α 399
Ἀλαίνω · τὸ πλανῶμαι· παρὰ τὸ ἄλη ἀλῶ, παράγωγον ἀλαίνω, ὡς δρῶ δραίνω
α 400
Ἀλαλή · ὁ θόρυβος· καὶ ῥῆμα παρʼ αὐτὴν ἀλαλάζω, καὶ ἀλάλαγμα οὕτως ἔχει, καὶ τὸ ἀλαλητός, εἰ καὶ ἄλλως δοκεῖ Ἡρωδιανῷ. εἴρηται δὲ παρὰ τὴν ἅλα, τὴν ἀεὶ ἠχοῦσαν, ἀλή καὶ διπλασιασμῷ ἀλαλή, ἐξ οὗ ἄλλη καὶ ἀλάλαγμα
α 401
Ἀλαλητός · ὁ θόρυβος· παρὰ τὴν ἀλαλήν, ἣ σημαίνει τὸν θόρυβον καὶ τὴν ἄναρθρον φωνήν, γίνεται ἀλαλητός. ἢ κατὰ στέρησιν τοῦ λαλεῖν. ἢ κατʼ ἐπίτασιν, οἷον ὁ πολύλαλος
α 402
Ἀλαλκομενηΐς · ἐπίθετον Ἀθηνᾶς παρʼ Ὁμήρῳ παρὰ δὲ τοῖς ἄλλοις καὶ Ἥρας καὶ Διός, οἷον Ἀλαλκομενεὺς Ζεύς· ἡ ἀπαλεξητικὴν προθυμίαν ἔχουσα ἢ ἐν ἀλκῇ μένουσα· ἀλκή δὲ ἡ μάχη καὶ ἀλκάζειν τὸ μάχεσθαι. παρὰ ἀ. ἀλαλκομένη καὶ Ἀλαλκομενηΐς ἐν διπλασιασμῷ, ὡς ἀταρτηρός καὶ ἐτήτυμος καὶ ἀτιτάλλειν. ἢ ἀπὸ Ἀλαλκομενέως τινὸς ἱδρυσαμένου αὐτῆς ναὸν Ἀλαλκομενηΐς, ὡς βασιλεύς βασιληΐς καὶ Θησηΐς καὶ Οἰνηΐς. ἢ Ἀλαλκομενηΐς, ἡ ἀλαλκοῦσα τῷ μένει, ὅ ἐστι τῇ δυνάμει βοηθοῦσα. ἢ ἡ ἐν Ἀλαλκομεναῖς πόλει τῆς Βοιωτίας τιμωμένη, ἔνθα καὶ Ἀλαλκομένιον Ἀθηνᾶς ἱερόν. ἢ ἀπὸ Ἀλαλκομενηΐου ὄρους Ἀττικῆς
α 403
Ἀλαλύκτημαι · τὸ ἀδημονῶ καὶ πεπλάνημαι· καὶ οἱ μὲν παρακειμένου, οἱ δὲ ἐνεστῶτός φασιν, οἷον · οὐδέ μοι ἦτορ ἔμπεδον ἀλλαλύκτημαι. ἔστιν οὖν ἀλῶ, ἀφʼ οὗ ἀλύω, ὡς ἄνω ἀνύω, ἀφʼ οὗ ἀλύσσω, ὡς ὀρύσσω· καὶ ὥσπερ ὀρύσσω ὀρυκτός, οὕτως ἀλύσσω ἀλυκτός, καὶ ὡς ἄτακτος ἀτακτῶ, οὕτως καὶ ὁ παρακείμενος ἠλύκτηκα καὶ Ἀττικῶς ἀλαλύκτημαι συσταλέντος τοῦ η εἰς α · ἔθος δὲ τῷ ποιητῇ ποιεῖσθαι ἐπὶ τοῦ ῥήματος τούτου Ἀττικώτερον ὡς τὸ ἀλαλῆσθαι. καὶ οὕτως μὲν παρακείμενος· εἰ δὲ ἐνεστώς, οὕτως λαμβανέτω· ἔστιν ἀλυκτῶ, οὗ παράγωγον τῶν εἰς μι ἀλύκτημι, οὗ ὁ παθητικὸς Αἰολικῶς ἀλύκτημαι, ἐκεῖνοι γὰρ οὕτως κλίνουσι ποίημαι λέγοντες καὶ νόημαι, καὶ ἐν διπλασιασμῷ ἀλαλύκτημαι, ἐπειδὴ ὁ ποιητὴς πολλοῖς Αἰολικοῖς χρῆται, καὶ μάλιστα ἐν μετοχαῖς· ἀκαχήμενος ἀκαχμένος. δύναται δὲ καὶ αὐτὸ ἀπὸ τοῦ θορυβεῖσθαι· παρὰ τὴν ἀλαλὴν σημαίνουσαν τὸν θόρυβον ἀλαλῶ, ἀφʼ οὗ ἀλαλύσω, ἀφʼ οὗ ῥηματικὸν ὄνομα ἀλάλυκτος καὶ ἀλαλυκτῶ καὶ ἀλαλύκτημαι, τὸ τεθορύβημαι
α 404
Ἀλαός · ὁ τυφλός, ὁ ἐστερημένος τοῦ λάειν, ὅ ἐστι βλέπειν· Ὅμηρος · ἀσπαίροντα λάων, ἀντὶ τοῦ βλέποντα. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλαός, ὁ περιπλανώμενος. ἢ παρὰ τὸ ἀλᾶσσαι, ὃ σημαίνει τὸ ἐλαττῶσαι, ὁ ἐλαττωθεὶς τοῖς ὀφθαλμοῖς
α 405
Ἀλαοσκοπιήν · οὐδʼ ἀλαοσκοπιὴν εἶχε ἀργυρότοξος Ἀπόλλων, τουτέστιν οὐδὲ τυφλὴν τὴν σκοπὴν εἶχεν, οὐκ ἐλαττώθη αὐτόν· ἀλαός γὰρ ὁ τυφλός
α 406
Ἀλαπάξαι · ἐκπορθῆσαι· παρὰ τὴν λάπαθον τὴν βοτάνην, ἥ ἐστι κενωτικὴ γαστρός. καὶ Δημόκριτος τοὺς βόθρους τοὺς παρὰ τῶν κυνηγετῶν γενομένους πάθους καλεῖ διὰ τὸ κεκενῶσθαι. ἀλαπάξαι οὖν τὸ ἐκκενῶσαι κυρίως α
α 407
Ἀλάστωρ · ὁ ἁμαρτωλὸς ἢ ὁ φονεὺς ἢ ὁ ἐφορῶν τοὺς φόνους Ζεύς. κατὰ μὲν Χρύσιππον τὸν φιλόσοφον ἐπὶ τοῦ ἁμαρτωλοῦ καὶ φονέως, ὁ ἄξιος ἐλάσεως διὰ φόνον, ἢ ἀπὸ τοῦ ἀλᾶσθαι, τὸ πλανᾶσθαι, ἢ ὁ ἄλαστα δρῶν, κατὰ δὲ Ἀπολλόδωρον ἀπὸ τοῦ ἀλιτεῖν, ὅ ἐστιν ἀλιτανεύτως ἀδικεῖν. μήποτε δέ ἐστιν ὁ διὰ μέγεθος τῶν πεπραγμένων αὐτῷ λιτῆς μὴ καταξιούμενος. ἢ ὁ τοιαῦτα τολμήσας πράττειν, ὧν μή ἐστιν ἐπιλαβέσθαι. ἐπὶ δὲ τοῦ Διός, οἷον «ἀλάστωρ Ζεύς» ἐτυμολογεῖται ἀπὸ τοῖς τὰ ἀλαστὰ πάσχουσιν ἐπαμύνειν. ἢ ὁ τὰ ἀλαστὰ τηρῶν, τουτέστι τὰ χαλεπά· Μένανδρος · ὁ δʼ ἀλάστωρ ἐγὼ καὶ ζηλότυπος ἄνθρωπος α
α 408
Ἀλαῶσαι · τυφλῶσαι· παρὰ τὴν ἄλην, τὴν πλάνην, οἱ γὰρ τυφλώττοντες ἀλοῦνται. ἢ κατὰ στέρησιν τοῦ λάειν, ὅ ἐστι βλέπειν
α 409
Ἀλάλημαι · πεπλάνημαι · ἀλλʼ αὔτως ἀλάλημαι ἀνʼ εὐρυπυλὲς Ἄϊδος δῶ. παρὰ τὴν ἄλην, τὴν πλάνην, γίνεται ῥῆμα ἀλῶ, παράγωγον ἄλημι καὶ κατὰ μεταβολὴν τῆς συζυγίας καὶ διπλασιασμῷ ἀλάλημαι ὁ παθητικὸς καὶ ἀλάλησθα. ὁμολογεῖ δὲ καὶ ἡ μετοχὴ προπαροξυνομένη ὅτι οὐκ ἔστι παρακείμενος· εἰ γὰρ ἦν παρακείμενος, ἂν παρωξύνετο. ὁ δὲ Ἡρωδιανὸς λέγει, ὅτι ἀπὸ τοῦ ἀλάλημι ὁ παθητικὸς παρακείμενος ἤλαμαι καὶ ὁ Ἀττικὸς ἀλήλαμαι, ἔνθεν τὸ ἀληλαμένοι περὶ κύκλον, καὶ καθʼ ὑπερβιβασμὸν ἀλάλημαι
α 410
Ἀλαλκεῖν · εἴρηται εἰς τὸ η στοιχεῖον εἰς τὸ ἤλαλκον
α 411
Ἀλαλκών · βοηθήσας. εἴρηται εἰς τὸ ἤλαλκον Ἀπολλώνιοσ
α 412
Ἀλαῖος · ὁ Ἀπόλλων· Φιλοκτήτης γὰρ παραγενάμενος εἰς Ἰταλίαν ἀπὸ τοῦ συμβεβηκότος ἱδρύσατο Ἀπόλλωνος Ἀλαίου ἱερόν, ἐν ᾧ καὶ τὸ τόξον ἀπέθετο. οὕτως Ὦρος
α 413
Ἀλαστός · ἀπὸ τοῦ ἀλαστῶ ἀλαστεῖς, παρὰ δὲ τοῦτο γίνεται ἄλαστος, ὡς ἀπιστῶ ἄπιστος. ὁ δὲ Φιλόξενος λέγει, ὅτι ἔστιν ῥῆμα ἀλῶ, τὸ σημαῖνον τὸ πλανῶ, καὶ γίνεται παράγωγον ἀλάζω, ὡς ἀνιῶ ἀνιάζω καὶ σκεδῶ σκεδάζω· ἐκ δὲ τοῦ ἀλάζω ἀλαστός, ὡς σκευάζω σκευαστός, καὶ ἐξ αὐτοῦ παράγεται ῥῆμα ἀλαστῶ, τὸ σημαῖνον τὸ χαλεπαίνω· οἱ γὰρ πλανώμενοι χαλεπαίνουσιν. ἄλαστος δὲ λέγεται ὁ μέθης ἄξια ποιῶν διὰ τὴν κακοπραξίαν. οὕτως Ὠρίων
α 414
Ἄλαστα · τὰ κακά, ἀνεπίληστά τινα ὄντα. ἢ παρὰ τὸ λάζω, τὸ λαμβάνω, οἷον · λάζετο δʼ ἔγχος, γέγονεν ἄλαστα, ὧν οὐκ ἄν τις λάβοι, ἀντὶ τοῦ φευκτά
α 415
Ἄλαστον ἤλυθες Οὔλυμπόνδε, θεὰ Θέτι, πένθος ἄλαστον ἔχουσα
α 416
Ἀλαστήσας · σχετλιάσας, δεινοπαθήσας· ἀπὸ τοῦ ἀλαστῶ
α 417
Ἀλαπαδνός · ὁ ἀσθενής· παρὰ τὸ ἀλαπάζω, σημαίνει δὲ τὸ ἐκκενῶ καὶ πορθῶ, γίνεται ἀλαπαδνός, ὡς αἰκίζω αἰκιδνός, ὁ κενὸς δυνάμεως· λάπαθος γὰρ βοτάνη κενωτικὴ γαστρός
α 418
Ἀλαλάζειν · τὸ ἐν μάχαις λέγειν· παρὰ τὴν ἀλαλήν, ὃ σημαίνει τὸν θόρυβον, γίνεται ἀλαλάζω καὶ ἀλάλαγμα ἐξ αὐτοῦ
α 419
Ἀλακάτη καὶ ἀλακάτη Ἰωνικῶς· παρὰ τὸ ἄγω ἄξω γίνεται ὄνομα ῥηματικὸν ἀκτός καὶ τὸ θηλυκὸν ἄκτη καὶ πλεονασμῷ τοῦ α ἀκάτη· καὶ πάλιν ὑπεισελθούσης τῆς αλ συλλαβῆς, ὥσπερ εἴωθεν, γίνεται ἀλακάτη, ἡ ἄγουσα τὸ ἔριον ἢ λίνον. οὕτως Ὠρίων α
α 420
Ἄλγος · ἡ λύπη· ἀπὸ τοῦ ἀλέγω, τὸ φροντίζω· τὰ γὰρ πολυπαθῆ φροντίδος ἄξια. ἢ ἃ μὴ λέγοι τις καὶ ὀνομάζοι α
α 421
Ἄλδιος · ὁ Ζεύς ἐν Γάζῃ τῆς Συρίας τιμᾶται· παρὰ τὸ ἀλδαίνω, τὸ αὐξάνω, ἐπὶ τῆς ἀλδήσεως τῶν καρπῶν· Ὅμηρος · λήϊον ἀλδήσκοντος
α 422
Ἀλδήσκω · τοίου δὲ θυμὸς ἰάνθη, ὡς εἴ τε περὶ σταχύεσσιν ἐέρση λήϊον ἀλδήσκων, καὶ ἀναλδήσκοντες ὑπὸ χθόνα, ἀντὶ τοῦ ἀναδιδόμενοι, αὐξόμενοι. εἴρηται παρὰ τὸ ἀλῶ ἀλήσω ἀλήσκω, πλεονασμῷ τοῦ δ ἀλδήσκω κατὰ μεταφοράν· τὸ γὰρ ἀληλεσμένον οὐκ αὐξάνει. ἢ παρὰ τὸ ἅλλεσθαι, τουτέστι πηδᾶν, κατὰ τὴν αὔξησιν
α 423
Ἀλέγω · τὸ φροντίζω· παρὰ τὸ λέγω, τὸ φροντίζω, ἀφʼ οὗ λόγος, ἡ φροντίς· Μένανδρος · οὐδὲ λόγον ὑμῶν, οὐδʼ ἐπιστροφὴν ἔχω· καὶ ἀλέγω μετὰ τοῦ ἐπιτατικοῦ α καὶ οὐκαλέγω, καὶ ἐπὶ κυρίου · Οὐκαλέγων τε καὶ Ἀντήνωρ. ἀλέγω, ἀλεγίζω παράγωγον, καὶ ἀλεγύνων δαῖτα
α 424
Ἀλεγεινός καὶ ἀλεγεινῆς · ἀντὶ τοῦ ἀλγεινῆς, χαλεπῆς· οὐκ ἀπὸ τοῦ ἀλέγω ἀλεγεινός οὐδὲ ἀπὸ τοῦ ἐλέω ἐλεεινός, ἐπεὶ ὤφελον γράφεσθαι διὰ τοῦ ι τὰ γὰρ εἰς νος ὀξύτονα μὴ ὄντα παρώνυμα διὰ τοῦ ι γράφονται, τάχα ταχινός, ἀληθές ἀληθινός, χθές χθεσινός, πύκα πυκινός, ἀλλʼ ἀπὸ τοῦ ἄλγος ἀλγεινός καὶ ἔλεος ἐλεεινός διὰ τῆς ει διφθόγγου ὡς παρώνυμα
α 425
Ἀλεξῶ · παρὰ τὴν ἄλοχον· κυρίως τὸ γυναικὶ βοηθῆσαι, καταχρηστικῶς δὲ καὶ τὸ ὁπωσδήποτε. ἢ ἀπὸ τοῦ ἀλκῶ ἀλξῶ καὶ πλεονασμῷ τοῦ ε ἀλεξῶ, ὅπερ εἰς ἐνεστῶτα ἀναχθὲν βαρύνεται ὑπὸ τῶν Ἀττικῶν α
α 426
Ἀλεός · ὁ ἥρως ὁ πατὴρ Αὐγῆς· παρὰ τὸ ἀλῶ παράγωγον ἀλεύω, καὶ ὥσπερ τὸ λοχεύω λοχεός κελεύω κελεός, σωρεύω σωρεός, οὕτως ἀλεύω Ἀλεός
α 427
Ἀλεσούριος · εἶδος ἰχθύου θαλασσίου, ὅν τινες κατʼ εὐφημισμὸν καλλιώνυμον καλοῦσιν· ἔστι δὲ τὸ λεγόμενον θαλάσσιον αἰδοῖον, οἷον ἁλὸς οὐρά, ἁλοσούριόν τι ὄν· οὐρὰν γὰρ καὶ τὸ αἰδοῖον εἰώθαμεν καλεῖν
α 428
Ἀλευάδα · εἴρηται εἰς τὸ φεῦ δᾶ· οἱ γὰρ Δωριεῖς τὴν γῆν δᾶν λέγουσιν καὶ δίαν, ὡς καὶ τὸν γνόφον δνόφον· φεῦ δᾶ οὖν φεῦ γῆ. οὕτως οὖν καὶ τὸ ἀλευάδα ἀλέου δῆ, τοῦ δῆ ἀντὶ τοῦ δᾶ κειμένου
α 429
Ἀλεωρή · ἡ φυλακὴ καὶ ἡ φυγή. ἡ μὲν φυλακὴ παρὰ τὴν ἀλέαν, τὴν θερμασίαν, καὶ τὸ ὠρεῖν, τὸ φυλάσσειν· ἡ δὲ φυγὴ παρὰ τὸ ἀλέασθαι εὐπαραφυλάκτως. ἀλέω οὖν ἀλεωρή α
α 430
Ἄλες · ἔστιν ἀολλέες, τὸ σημαῖνον τὸ ὁμοῦ, καὶ κατὰ κρᾶσιν τοῦ αο εἰς α μακρὸν ἀποβολῇ τοῦ ἑνὸς λ ἀλέες καὶ ἄλες
α 431
Ἀλεώμεθα · ἐκκλίνομεν, φεύγομεν · Διὸ δʼ ἀλεώμεθα μῆνιν· παρὰ τὸ ἀλῶ, τὸ πλανῶμαι· οἱ γὰρ φεύγοντες πλανῶνται
α 432
Ἀλευρόττησις · σήθω σήσω σῆσις, καὶ τροπῇ τοῦ ς εἰς τ τῆσις καὶ πλεονασμῷ τοῦ τ μετὰ τοῦ ἄλευρον γίνεται ἀλευρόττησις, τὸ κόσκινον. οὕτως Φίλων Α καὶ τροπῇ α
α 433
Ἀλεξίκακος καὶ ἀλεξιφάρμακος · εἴρηται εἰς τὸ ε στοιχεῖον εἰς τὸ εἰλίπους
α 434
Ἀλεξίκακος · ἀποτρεπτικὴ τῶν κακῶν. ἡ ἐτυμολογία εἰς τὸ εἰλίπους
α 435
Ἀλεύατο · καὶ ἀλεύατο πολὺν ὅμιλον· τὸ ἀλεύατο, ἐφυλάξατο· εἴρηται ἀπὸ τοῦ χεύω χεύατο καὶ τροπῇ καὶ στερήσει ἀλεύατο, ὥστε μεταφορικῶς
α 436
Ἀλεγίζω · παρὰ τὸ ἀλέγω ἀλεγίζω · σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
α 437
Ἀλετρεύουσα · ἀλήθουσα · ὀρφναίης ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ, ὅτι τὴν Ἀντιόπην ὁ Νυκτεύς, βασιλεὺς Θηβῶν, θυγατέρα ἑαυτοῦ οὖσαν, ἐγκλείσας ἐποίησε χαλκᾶς ἀλήθειν κριθάς
α 438
Ἀλεξιάρη · Ἡσίοδος ἐν Ἔργοις καὶ Ἡμέραις · νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα. εὔχεσθαι Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ. σχόλιον· εὐσεβεῖν διδάσκει τὸν γεωργοῦντα. νειόν· τὴν ἀνανεουμένην γῆν, ἤγουν τὴν νενεασμένην. εὐκηλήτειραν δὲ τὴν ἡσυχάστριαν. ἀλεξιάρη· ἀπαλέξουσα καὶ ἀπείργουσα τὴν ἀρήν, τουτέστιν τὴν ἐκ τοῦ λιμοῦ βλάβην, καὶ τοὺς παῖδας ἥδουσα καὶ θάλλουσα. κουφίζουσαν δὲ ἄρουραν ἀντὶ τοῦ κεκουφισμένην, ἁπαλήν
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top