Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Aesopica: Life of Aesop (Vita G)

Library › Greek: Prose Fiction › Life of Aesop (Vita G)

Life of Aesop (Vita G) is the fullest surviving version of the anonymous Aesop Romance, a Greek prose novel of the Roman imperial period, named after the manuscript that preserves it and edited by Ben Edwin Perry in 1952. It tells how the ugly and mute Phrygian slave Aesop receives the gift of speech, is sold to the philosopher Xanthus of Samos, outwits his master, wins his freedom, serves kings, and is finally put to death at Delphi.

The Life is one of the few surviving works of ancient popular fiction, earthy and comic in tone, and a rare portrait of slavery from the slave's point of view. It shaped the later image of Aesop and preserves a tradition of stories and fables told about him.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Perry, Aesopica I (1952), Vita G). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Prose Fiction
Life of Aesop (Vita G)
Aesopica · Part 1 · every word parsed
1
πρὸς τούτοις ἐλάττωμα μεῖζον εἶχε τῆς ἀμορφίας τὴν ἀφωνίαν· ἦν δὲ καὶ νωδὸς καὶ οὐδὲν ἠδύνατο λαλεῖν. Τοῦτον ὁ δεσπότης κατὰ πάντα σιγηλὸν ἔχων καὶ ἀποίητον τῇ πολιτικῇ ἐργασίᾳ, ἔπεμψεν εἰς τὸν ἀγρόν . [5]
.. εἷς δέ τις τῶν συνδούλων αὐτοῦ ἰδὼν αὐτὸν ἀλγούμενον λέγει τῷ ἑταίρῳ “σύνδουλε, οἶδά σέ τι ἐνθυμῆσαι, διότι τὰ σῦκα καταφαγεῖν θέλεις.” ὁ δὲ ἔφη “ναὶ μὰ τὸν Δία, πῶς τοῦτο οἶδας;” ὁ δὲ λέγει “ἀπὸ τοῦ τῆς ὄψεως χαρακτῆρος τὸ τῆς ψυχῆς βούλευμα γινώσκω. δώσω οὖν γνώμην πῶς αὐτὰ φάγωμεν οἱ δύο.” ὁ δέ· “οὐ γὰρ καλὴν τὴν γνώμην ἔδωκας· ὅταν γὰρ ὁ δεσπότης ἐπιζητήσῃ τὰ σῦκα καὶ μὴ ἔχωμεν δοῦναι, τί ἔσται;” ὁ δὲ εἶπεν “εἰπὲ αὐτῷ ὅτι Αἴσωπος εὑρὼν τὸ ταμεῖον εὐκαίρως ἀνεῳγμένον εἰσπηδήσας κατέφαγεν τὰ σῦκα. ὁ δὲ Αἴσωπος λαλεῖν μὴ δυνάμενος οὕτως δαρήσεται, καὶ τὴν ἐπιθυμίαν σου εἶ πεπληρωκώς.” ταῦτα εἰπόντες περικαθίζουσι τοῖς σύκοις καὶ κατεσθίουσιν αὐτὰ καὶ ἔλεγον “οὐαὶ τῷ Αἰσώπῳ. ἀληθῶς σαπρός ἐστι, καὶ οὐδὲν ἄλλο πρέπει αὐτῷ εἰ μὴ δέρεσθαι. ἅπαξ οὖν συμφωνήσωμεν εἰς ἑαυτούς, καὶ ὃ ἐὰν κατεαγῇ ἢ ἀπόληται ἢ ἐκχυθῇ, λέγομεν ὅτι Αἴσωπος αὐτὸ πεποίηκεν, καὶ πάντοτε ἀμάχητοι γινόμεθα.” καὶ οἱ μὲν κατέφαγον τὰ σῦκα. τῇ δὲ τακτῇ ὥρᾳ ὁ δεσπότης λουσάμενος καὶ ἀριστήσας, εὐπέπτως ἔχων πρὸς τὰ σῦκα, ἐπεζήτησε τὴν ὀπώραν, καί φησιν “Ἀγαθόπου, δὸς τὰ σῦκα. [10]
” [ἄλλος Ἑρμᾶ, φέρε τὰ σῦκα]. ἰδὼν ὁ δεσπότης ὅτι διαπαίζεται διαπονηθείς, καὶ μαθὼν ὅτι Αἴσωπος ἔφαγε τὰ σῦκα, εἶπεν “Αἴσωπόν τις καλείτω.” καὶ δὴ κληθέντος παρεγένετο. ὁ δέ φησιν [λέγει] αὐτῷ “ἐπικατάρατε, οὕτως μου κατεφρόνησας, ἵνα εἰσελθὼν εἰς τὸ ταμιεῖον τὰ ἐμοὶ ἑτοιμασθέντα σῦκα καταφάγῃ;” ὁ δὲ ἀκούων, λαλεῖν δὲ μὴ δυνάμενος διὰ τὸ τῆς γλώττης ἐμπόδιον, θεωρῶν τοὺς κατηγόρους φανεροὺς ἀπὸ τῆς ὄψεως, μέλλων δαίρεσθαι, πεσὼν εἰς τὰ τοῦ δεσπότου γόνατα παρεκάλει μικρὸν ἐπισχεῖν. αὐτοῦ δὲ ἀνασχομένου, ἰδὼν παρακείμενον ξέστην ἔλαβεν αὐτὸν καὶ διὰ τῶν νευμάτων ᾔτησεν ὕδωρ χλιαρόν, καὶ λεκάνην παραθεὶς εἰς τὸ μέσον Αἴσωπος καὶ πιών, ἔβαλεν τοὺς δακτύλους εἰς τὸ στόμα καὶ σπαράξας ἑαυτὸν ἀνέβαλεν τὸ χλιαρὸν ὅπερ ἔπιεν· οὐδαμῶς γὰρ ἦν γευσάμενος. διὰ δὲ τῆς πολυπειρίας δοὺς ἀπόδειξιν, τοῦτο ἠξίωσε καὶ τοὺς συνδούλους αὐτοῦ ποιῆσαι, ἵνα γνωσθῇ τίς ἐστιν ὁ φαγὼν τὰ σῦκα. θαυμάσας δὲ ὁ δεσπότης τὸ ἐνθύμημα αὐτοῦ ἐκέλευσεν καὶ τοὺς ἄλλους πιόντας ἐμέσαι. οἱ δὲ δοῦλοι εἰς ἑαυτούς· “τί ποιήσωμεν, Ἑρμᾶ; πίωμεν, καὶ μὴ κάτω τοὺς δακτύλους βάλωμεν ἀλλὰ παρὰ τὰς γωνίας.” ἅμα δὲ τῷ πιεῖν αὐτοὺς τὸ χλιαρὸν χολοποιοῦντα τὰ σῦκα ἐπέπλευσαν ἄνω· καὶ ἅμα τῷ χαλάσαι τὸν δάκτυλον ἀνέδραμον τὰ σῦκα. ὁ δὲ δεσπότης ἔφη “ὁρᾶτε πῶς κατεψεύσασθε τῷ μὴ δυναμένῳ λαλῆσαι; ἔκδυσον αὐτούς.” δερόμενοι δὲ ἐκεῖνοι ἔγνωσαν ἀσφαλῶς ὅτι ὁ κατὰ ἄλλου μηχανευόμενος κακὸν αὐτὸς καθʼ ἑαυτοῦ τοῦτο λανθάνει ποιῶν. Οἱ μὲν οὖν ἔτισαν δίκας ἀνθʼ ὧν ἥμαρτον εἰς τὸν μὴ δυνάμενον 〈λαλεῖν〉 . [20]
.. πόλιν [ἰδεῖν]. σκάπτοντος δὲ τοῦ Αἰσώπου εἰς τὸν ἀγρὸν ἔτυχεν ἱεροφόρον τῆς Ἴσιδος πλανηθῆναι τῆς δημοσίας ὁδοῦ εἴς τε τὸν ἀγρὸν εἰσελθεῖν, ὅπου συνέβη τὸν Αἴσωπον σκάπτειν. ἰδοῦσα δὲ αὐτὸν μοχθηρῶς τὸ ἔργον ἐπιτελοῦντα, καὶ τὴν περὶ αὐτοῦ ἀγνοοῦσα τύχην, φησίν “ἄνθρωπε, εἰ κάτοιδας ἐλεᾶν τὰς θνητὰς ψυχάς, πεπλανημένῃ μοι δεῖξον τὴν ὁδόν [μοι], τὴν εἰς τὴν πόλιν εἰσάγουσαν.” ἐπιστραφεὶς δὲ ὁ Αἴσωπος καὶ θεασάμενος τὸ τῆς θεοῦ σχῆμα ἀνθρώπινον περικείμενον, θεοσεβὴς ὑπάρχων προσεκύνησεν καὶ ἤρξατο διανεύειν καὶ δηλοῖν “διὰ τί ἀπολιποῦσα τὴν δημοσίαν ὁδὸν εἰς τοῦτο τὸ κτῆμα εἰσελήλυθας;” ἡ δὲ νοήσασα ὅτι ἀκούει μέν, λαλεῖν δὲ οὐ δύναται, ἤρξατο αὐτῷ νεύειν, ἅμα δὲ καὶ λαλεῖν· “ξένη εἰμὶ τῶν τόπων τούτων· ὡς δὲ ὁρᾷς ἱεροφόρος εἰμί. μὴ εἰδὼς δέομαί σου, ἐπεὶ πεπλάνημαι, ὑπόδειξόν μοι τὴν ὁδόν.” ἀναλαβόμενος δὲ τὴν ξοΐδα ὁ Αἴσωπος, ἐν ᾧ ἔσκαπτεν, ἐπιλαμβάνεται τῆς χειρὸς αὐτῆς καὶ ἤγαγεν ἐπὶ τὴν σύνδενδρον καὶ προέθηκεν ἐκ τοῦ μάνδικος ἄρτον καὶ ἐλαίας, καὶ ἄγρια λάχανα ἀποκείρας ἐκόμισεν· ἠνάγκασεν δὲ αὐτὴν μεταλαβεῖν τροφῆς. ἡ δὲ μετέλαβεν. ἀγαγὼν δὲ αὐτὴν εἴς τινα πηγὴν ὕδατος ἔδειξεν αὐτῇ, εἰ καὶ τούτου θέλει μεταλαβεῖν. ἡ δὲ τροφῆς καὶ ποτοῦ μεταλαβοῦσα τὰ κάλλιστα ηὔχετο τῷ Αἰσώπῳ. καὶ πάλιν δεομένη ἐνένευεν τελείαν τὴν χάριν ποιῆσαι καὶ τὴν ὁδὸν δεῖξαι. ὁ δὲ ἤγαγεν αὐτὴν ἐπὶ τὴν λεωφόρον ὁδὸν τὴν ἁμαξευομένην καὶ δείξας ἀπέστη, καὶ περὶ τὸ ἔργον εἶχεν τὸν νοῦν. ἡ δὲ ἱεροφόρος τῆς Ἴσιδος πάλιν τῆς ὁδοῦ λαβοῦσα καὶ μνησθεῖσα τῆς τοῦ Αἰσώπου φιλοφροσύνης, ἐπάρασα τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν “διάδημα τῆς ὅλης οἰκουμένης, Ἶσι μυριώνυμε, ἐλέησον τόνδε τὸν ἐργάτην, τὸν κακοπαθοῦντα, τὸν εὐσεβῆ, ἀνθʼ ὧν εὐσέβησεν, οὐκ εἰς ἐμέ, δέσποινα, ἀλλʼ εἰς τὸ σὸν σχῆμα. [5]
5
καὶ εἰ μὴ πολυτάλαντον τὸν βίον αὐτοῦ διορθώσασθαι βούλει, ὃν ἄλλοι θεοὶ ἀφῄρηνται, τὸ γοῦν λαλεῖν αὐτῷ χάρισαι· δυνατὴ γὰρ σὺ καὶ τὰ ἐν σκότει πεπτωκότα πάλιν εἰς φῶς προελέσθαι.” εὐξαμένης δὲ ταῦτα τῆς ἱεροφόρου ἡ Ἶσις, ἡ κυρία, ὑπήκουσεν· ταχὺ γὰρ ὁ περὶ εὐσεβείας λόγος εἰς τὰς τῶν θεῶν ἀκοὰς καταντᾷ. Ὁ δὲ Αἴσωπος, σφοδροῦ καύματος ὄντος, εἶπεν πρὸς ἑαυτόν “δύο ὥρας ἔχω ἀπὸ τοῦ προστάτου εἰς ἀνάπαυσιν· κοιμηθήσομαι τὰς τοῦ καύματος ταύτας.
” ἐπιλεξάμενος δέ τινα τόπον τοῦ κτήματος εὐθαλέστερον καὶ ἀπαρενόχλητον, δενδρώδη καὶ κατάσκιον, εἰς ὃν χλοερᾶς βοτάνης παμποίκιλον ἄνθος ἐπηύξανεν καὶ διὰ τὴν παρακειμένην ὕλην καὶ λιβάδα τὸν τόπον κατέλιξεν, 〈Αἴσωπ〉ος ταῖς βοτάναις προσκλίνας καὶ τῇ γῇ [πόνω] προσβαλὼν 〈τὴν〉 δίκελλαν, τὸν μάνδικα καὶ τὴν μηλωτὴν πρὸς κεφαλὴν θέμενος, ἀνεπαύετο. ἔνθα [τῶν πέριξ δένδρων] ὁ ποταμὸς ἤχει· 〈καὶ〉 μαλακοῦ πνεύματος ὄντος [ἀνέμου] Ζεφύρου, 〈τὰ〉 χλοερὰ τιναχθέντα φυτὰ κατέπνευσεν αὔραν 〈τῆς πέριξ ὕλησ〉 [τὴν περὶ φυτῶν τῶν ἄνθεων ὕλην] ἡδέαν καὶ προσηνῆ. [προσέφερον]. καὶ πολὺς ἐπὶ κλάδοις ἐτερετίζετο τέττιξ, καὶ ποικίλων ὀρνέων καὶ πολυνόμων ἤχει τὸ θρύλημα. ὅπου μὲν γὰρ ἦν καὶ πολύθρους ἔνδον, συνπαθων ἐλαίας ἐν παθοι μὲν οἱ κλάδοι, ἐπὶ δὲ λεπτοτάτης πίτυος ὁρμὴ ἀεροπετὴς ἀπεδίδου μίμημα κοσσύφου· καὶ μιγνυμένη συνῳδὸς ἡ φωνόμιμος ἅμα πᾶσι κατέκραζεν ἠχώ. αὐτὸ δὲ τὸ κεκραμένον ἐξ ἁπάντων εὐμελὲς ψιθύρισμα. ἐφʼ ὧν ψυχαγωγούμενος ὁ Αἴσωπος εἰς ἡδὺν ὕπνον κατήγετο. ἐνταῦθα δὴ ἡ θεός, ἡ κυρία Ἶσις, παραγίνεται ἅμα ταῖς ἐννέα Μούσαις, εἶτα ἔφη “ὁρᾶτε, θυγατέρες, [εὐσεβείας κατακάλλυμμα] τὸν ἄνθρωπον τοῦτον, πεπλασμένον μὲν ἀμόρφως, νικῶντα δὲ εἰς εὐσέβειαν πάντα ψόγον· οὗτός ποτε τὴν ἐμὴν διάκονον πεπλανημένην ὡδήγησεν· πάρειμι δὲ σὺν ὑμῖν ἀνταμείψασθαι τὸν ἄνθρωπον. [5] *[crux: ἔνδον, συνπαθων ἐλαίας ἐν παθοι μὲν οἱ κλάδοι,]*
ἐγὼ μὲν οὖν τὴν φωνὴν ἀποκαθίστημι, ὑμεῖς δὲ τῇ φωνῇ τὸν ἄριστον χαρίσασθε λόγον.” εἰποῦσα δὲ ταῦτα καὶ τὸ τραχὺ τῆς γλώττης ἀποτεμοῦσα, τὸ κωλῦον αὐτὸν λαλεῖν, αὐτὴ δὴ ἡ Ἶσις ἐχαρίσατο 〈τὴν φωνήν〉 [τὸν λόγον καὶ Ἕλληνα λόγων μυθικῶν εὑρέσεις], ἔπεισεν δὲ καὶ τὰς λοιπὰς Μούσας ἑκάστη〈ν〉 τι τῆς ἰδίας δωρεᾶς χαρίσασθαι. αἱ δὲ ἐχαρίσαντο λόγων εὕρεμα καὶ μύθων Ἑλληνικῶν πλοκὴν καὶ ποιήσεις. κατευξαμένη δὲ ἡ θεὸς ὅπως ἔνδοξος γένηται, εἰς ἑαυτὴν ἐχώρησεν. καὶ αἱ Μοῦσαι δέ, ἑκάστη τὸ ἴδιον χαρισάμεναι, εἰς τὸ Ἑλικῶνα ἀνέβησαν ὄρος. ὁ δὲ Αἴσωπος αὐτὸ τὸ ταχθὲν ὑπὸ τῆς φύσεως ὑπνώσας διεγέρθη καί φησιν “οὐᾶ, ἡδέως ὕπνωσα. [10]
” [γελυὸν αὐτῷ τοῦτο]. καὶ τὰ βλεπόμενα ὀνομάζων—δίκελλα, πήρα, μηλωτή, μάνδιξ, βοῦς, ὄνος, πρόβατον— “λαλῶ,” 〈ἔφη〉, “μὰ τὰς Μούσας. πόθεν ἔλαβον τὸ λαλεῖν; πόθεν; νενόηκα πάντως ἀνθʼ ὧν εὐσέβησα εἰς τὴν ἱεροφόρον τῆς Ἴσιδος. ὥστε καλόν ἐστιν εὐσεβεῖν. προσδέχομαι οὖν ἀπὸ θεῶν λήψεσθαι χρηστὰς ἐλπίδας.” Περιχαρὴς δὲ γενάμενος καὶ πάλιν ἀνελόμενος τὴν δίκελλαν ἤρξατο σκάπτειν. [5]
ὁ δὲ τῶν ἀγρῶν προστάτης ἐπεισελθὼν εἰς τοὺς ἐργάτας ἕνα τῶν τοῦ Αἰσώπου συνεργῶν ῥάβδῳ κατέξανεν. ὁ δὲ Αἴσωπος οὐκέτι δυνάμενος ἑαυτοῦ κρατεῖν, φησίν “ἄνθρωπε, τὸν μηδὲν ἀδικήσαντα τί οὕτως αἰκίζεις πικρῶς καὶ τύπτεις ἀφειδῶς, σὺ καθʼ ἑκάστην ὥραν πλεῖστα ἀδικήματα ποιῶν καὶ ὑπὸ μηδενὸς τυπτόμενος;” ὁ δὲ Ζηνᾶς πρὸς ἑαυτὸν εἶπεν “τί ἐστιν τοῦτο; ὁ Αἴσωπος λαλεῖ; μὰ τοὺς θεούς, ἀρξάμενος λαλεῖν πρὸς οὐδένα κέκρουκεν εἰ μὴ πρὸς ἐμὲ τὸν λαλοῦντα αὐτῷ καὶ ἐπιτάσσοντα. τοῦτον ἐγὼ ἐὰν μὴ κατηγορήσω προφάσει, ἀποστῆσαί με ἔχει τῆς οἰκονομίας· ὅτε γὰρ ἔτι νωδὸς ἦν διένευέν μοι ὅτι ʼἐὰν ἔλθῃ ὁ δεσπότης μου μεταστήσω σε τῆς οἰκονομίας· κατηγορήσω γάρ σου διὰ τῶν νευμάτων.ʼ εἰ οὖν νεύμασιν ἐπηγγείλατο, πολλῷ μᾶλλον λαλῶν πείσει. προλαβεῖν οὖν καλόν ἐστιν.” καθίσας οὖν ἵππῳ ῥόθιος ἐφέρετο εἰς τὴν πόλιν. [10]
10
παραγενάμενος δὲ εἰς τὴν τοῦ δεσπότου οἰκίαν ἀφήλατο τοῦ ἵππου· ἅψας δὲ τὸν ἱμάντα ἀπὸ τοῦ κρίκου τοῦ πυλῶνος, εἰσελθὼν εἰς τὴν οἰκίαν καὶ εὑρὼν τὸν δεσπότην, φησίν “δέσποτα—” ὁ δὲ ἔφη “Ζηνᾶ, τί εἶ τεταραγμένος;” ὁ δὲ Ζηνᾶς ἔφη “τερατῶδές τι πρᾶγμα συνέβη ἐν τῷ κτήματί σου.” ὁ δὲ λέγει “μή τι δένδρον πάρωρον καρπὸν ἤνεγκεν [ὁ δὲ εἶπεν “οὐχί, δέσποτα, ἀλλὰ] 〈ἢ〉 τετράπουν ἀνθρωπόμορφόν τι ἐγέννησεν;” [λέγει ὁ κύριος αὐτοῦ] Ζηνᾶς λέγει “οὐχί, δέσποτα.” ὁ δέ· “τί οὖν νομίζεις τερατῶδες εἶναι; ἀπάγγειλόν μοι τἀληθῆ.” ὁ δὲ Ζηνᾶς εἶπεν “Αἴσωπος ὁ σαπρός, ὃν ἀπεπέμψω εἰς τὸν ἀγρὸν σκάπτειν, ὁ προγάστωρ—” ὁ δὲ κύριος· “τί τέτοκεν;” ὁ δέ· “οὔ τι τοιοῦτον, ἀλλὰ νωδὸς ὢν ἐλάλησεν.” ὁ δεσπότης· “μηδέν σοι τῶν ἀγαθῶν γένηται. [τί] τοῦτο νομίζεις τερατῶδες εἶναι;” Ζηνᾶς· “ναί, καὶ μάλα.” ὁ δεσπότης· “διὰ τί; εἰ οἱ θεοὶ χολωθέντες ἀνθρώπῳ πρὸς ὀλίγον χρόνον ἀφείλαντο τὴν φωνὴν αὐτοῦ, νῦν δὲ πάλιν καταλλαγέντες ἐχαρίσαντο, ὅπερ καὶ ἐγενήθη, τερατῶδες εἶναι νομίζεις;” Ζηνᾶς· “ναί, δέσποτα· λαλεῖν γὰρ ἀρξάμενος πάντα ὑπὲρ ἀνθρωπίνην φύσιν φθέγγεται· καὶ εἰς ἐμὲ μεγάλως βλασφημεῖ καὶ εἰς σέ, ἅτινα οὔτε αἱ ἀκοαί μου φέρουσιν ἀκούειν.” ὁ δὲ κινηθεὶς λέγει τῷ Ζηνᾷ “πορεύου, πώλησον αὐτόν. [15]
” ὁ δὲ Ζηνᾶς· “παίζεις, δέσποτα; οὐκ οἶδας αὐτοῦ τὴν ἀμορφίαν; τίς αὐτὸν θελήσει ἀγοράσαι καὶ κυνοκέφαλον ἀντὶ ἀνθρώπου ἔχειν;” ὁ δεσπότης· “ἄπελθε τοιγαροῦν, χάρισαι αὐτόν τινι. εἰ δὲ μηδεὶς θέλει λαβεῖν αὐτόν, δέρων ἀπόκτεινον αὐτόν.” ὁ δὲ Ζηνᾶς τὴν ἐξουσίαν αὐτοῦ λαβὼν κατὰ πάντα τρόπον πάλιν ἁλλόμενος τῷ ἵππῳ παρεγένετο ἐπὶ τὸ κτῆμα. καί φησιν πρὸς ἑαυτὸν ὁ Ζηνᾶς· “ἔδωκέν μοι κατὰ πάντα ὁ δεσπότης τὴν ἐξουσίαν κατὰ τοῦ Αἰσώπου, πωλῆσαι, χαρίσασθαι, φονεῦσαι. τί γάρ μοι κακὸν ἐποίησεν ἵνα αὐτὸν ἀποκτείνω; πωλήσω αὐτόν.” τοιγαροῦν τῷ Αἰσώπῳ πάντα ὑπηρετεῖτο τὰ ὑπὸ τῶν θεῶν δωρηθέντα αὐτῷ. Συνέβη δὲ σωματέμπορον ἵππῳ καθεζόμενον ἀπὸ τῶν ἀγρῶν πορεύεσθαι εἰς τὴν πόλιν· θέλων γὰρ ἀπᾶραι ἀπὸ τῶν σωματίων ἐζήτει ἀπὸ τῶν ἀγρῶν κτήνη μισθώσασθαι, εἶτα οὐχ εὑρὼν ἐπορεύετο πάλιν εἰς τὴν πόλιν. [10]
ἀπαντήσας οὖν ὁ Ζηνᾶς γνωστὸν ὄντα ἠσπάσατο αὐτὸν λέγων “Ὠφελίων, ἀρχέμπορε, χαῖρε.” ὁ δέ· “Ζηνᾶ, ἀρχιγεωργέ, χαῖρε.” ὁ δὲ Ὠφελίων λέγει αὐτῷ “Ζηνᾶ, μή τι ἔχεις κτήνη μισθώσασθαι ἢ πωλῆσαι;” ὁ δὲ Ζηνᾶς· “οὔ, μὰ τὸν Δία· σωμάτιον δὲ ἔχω ἀρρενικὸν πωλῆσαι εὔωνον, εἰ σὺ θέλεις.” ὁ δὲ ἔμπορος ἐκ τούτων εἰωθὼς ζῆν· “σωματέμπορόν με ὄντα ἐρωτᾷς εἰ βούλομαι σωμάτιον εὔωνον ἀγοράσαι;” ὁ δέ· “ἐλθὲ πρὸς τὰ παρακείμενα κτήματα.” ὁ δὲ Ζηνᾶς ἤνεγκεν αὐτὸν εἰς τὸν ἀγρὸν καί φησιν “ἀπελθέτω τις τῶν συνδούλων εἰς τὰ ἔργα καὶ Αἴσωπον καλείτω. [5]
” πορευθεὶς δέ τις τῶν συνδούλων καὶ ἰδὼν τὸν Αἴσωπον σκάπτοντα εἶπεν αὐτῷ “Αἴσωπε, ῥίψας τὴν δίκελλαν ἀκολούθει, καλεῖ σε ὁ δεσπότης.” ὁ δέ φησιν “ποῖος δεσπότης, ὁ κατὰ φύσιν ἢ 〈ὁ〉 οἰκονόμος; κατάδηλον οὖν καὶ διαστήσας λέγε ʼὁ οἰκονόμοσʼ, καὶ μὴ ʼὁ δεσπότης·ʼ καὶ γὰρ καὶ αὐτὸς ὑπὸ τὸν ζυγὸν τῆς δουλείας τέτακται ὡς δοῦλος” … “ἡ δὲ καταστροφὴ αὐτοῦ τί; ἀφʼ οὗ ἤρξατο λαλεῖν περίεργος γέγονεν.” ὁ δὲ Αἴσωπος ῥίψας τὴν δίκελλαν φησίν· “ὡς πονηρὰ παραδεδομένη δουλεία, καὶ πρὸς τούτῳ θεοῖς ἦν ἐχθρά. ʼΑἴσωπε, τὸν τρίκλινον στρῶσον. Αἴσωπε, τὸ βαλανεῖον ὑπόκαυσον. Αἴσωπε, ὕδωρ πλῆσον. Αἴσωπε, τοῖς κτήνεσιν τροφὰς παράβαλε·ʼ ὅσα ἐστὶν μοχθηρὰ ἢ κοπηρὰ ἢ λύπης μεστὰ ἢ δούλια, πάντα τῷ Αἰσώπῳ ἐπιτάσσεται ἄγειν. μὴ γὰρ οὐκ ἔχω τὸν ἀπὸ θεῶν μοι μερισθέντα λόγον; ἐλεύσεται ὁ δεσπότης 〈καὶ〉 εὐκαίρως κατηγορήσας αὐτοῦ μεταστήσω τῆς οἰκονομίας· νῦν δὲ ἀνάγκη ὑποτάσσεσθαι. οὕτως ἡγοῦ, σύνδουλε.” παρεγένοντο δέ· καί φησιν “ἰδού, κύριε, ὁ Αἴσωπος.” ὁ δὲ Ζηνᾶς φησιν “ἀρχέμπορε, καταμάνθανε.” ἐπιστραφεὶς δὲ ὁ σωματέμπορος θεωρεῖ τὸν Αἴσωπον τοιουτόμορφον ἀπόμαγμα καὶ λέγει “οὗτος τῆς γερανομαχίας σαλπιστής ἐστιν. [15]
οὗτος ῥιζοκάλαμός ἐστιν ἢ ἄνθρωπος; οὗτος εἰ μὴ φωνὴν εἶχεν, εἰρήκειν ἂν ὅτι ἢ χυτρόπους ἐστὶν ἢ ἀγγεῖον τροφῆς ἢ χηνὸς ᾠόν. Ζηνᾶ, μέμφομαί σοι. τί δυνάμενόν με ἤδη τὰ τῆς ὁδοιπορίας ἐκτε〈τε〉λεκέναι [με] περιέσπασας, ὡς ἔχων τι ἀγαθὸν πωλῆσαι, καὶ οὐ περικάθαρμα;” καὶ ταῦτα εἰπὼν ἐπορεύετο. πορευομένου δὲ αὐτοῦ ὁ Αἴσωπος ἐξ ἀναβολῆς τοῦ ἱματίου εἵλκυσεν καί φησιν “ἄκουσον. [5]
15
” ὁ δὲ ἔμπορος εἶπεν “ἄφες. μηδέν σοι τῶν ἀγαθῶν γενήσεται. τί με μετεκαλέσω;” ὁ δὲ Αἴσωπός φησιν “ἕνεκα τίνος ἐνθάδε ἦλθες;” ὁ δέ· “ἕνεκεν σοῦ, ἵνα σε ἀγοράσω.” ὁ Αἴσωπος “διὰ τί οὖν,” φησίν, “οὐκ ἀγοράζεις με;” ὁ ἔμπορος· ”〈μὴ〉 περίθες μοι πρᾶγμα, ὅτι οὐ θέλω σε ἀγοράσαι.” Αἴσωπος· “ἀγόρασόν με, ἄνθρωπε, καὶ μὰ τὴν Ἶσιν πολύ σε ὠφελήσω.” ὁ σωματέμπορος· “καὶ τί με ἔχεις ὠφελῆσαι, ἵνα ἐφʼ ἐλπίδι ἐξαπατηθεὶς ἀγοράσω σε;” ὁ Αἴσωπος· “οὐκ ἔχεις ἐν τῷ σωματεμπορίῳ σου παιδία τινὰ ἀπαιδεύτιστα καὶ τροφὴν αἰτοῦντα παρʼ ἕκαστα;” ὁ σωματέμπορος· “ναί.” ὁ Αἴσωπος· “ἀγόρασόν με καὶ ποίησόν με ἐκείνων παιδαγωγόν· φοβούμενοι γάρ μου τὴν κακοπινὴν ὄψιν παύσονται τῆς προνικότητος.” ὁ σωματέμπορος· “ὡραίως ἐπενόησας, μὰ τὴν σκοτίαν σου.” ἐπιστραφεὶς δὲ ὁ σωματέμπορος λέγει τῷ Ζηνᾷ “πόσου τὸ κακὸν τοῦτο πωλεῖς;” Ζηνᾶς λέγει “φέρε τριώβολον.” ὁ σωματέμπορος· “ὅμως πόσου;” Ζηνᾶς· “δὸς ὃ θέλεις.” δοὺς δὲ ὀλίγον τι ὁ σωματέμπορος ἠγόρακεν αὐτόν. Εἰσιὼν δὲ εἰς τὴν πόλιν εἰσήγαγεν αὐτὸν ἐν τῷ σωματεμπορίῳ. [10]
δύο δὲ παῖδες ὑπὸ μητρὸς τρεφόμενοι ἰδόντες τὸν Αἴσωπον ἀνεκραύγασαν καὶ κατεκρύβησαν. ὁ δὲ Αἴσωπος τῷ σωματεμπόρῳ· “ἔχεις μου ἤδη ἀπόδειξιν τῆς ἐπαγγελίας, ὅτι κατὰ παιδίων προνικῶν ἑτοίμην ἀφορμίαν ἠγόρακας.” γελάσας ὁ σωματέμπορος λέγει αὐτῷ “εἰς ἐκεῖνον τὸν τρίκλινον οἱ σύνδουλοί σου καθέζονται· εἰσελθὼν ἄσπασαι αὐτούς.” ἐπεισέρχεται οὖν ὁ Αἴσωπος καὶ θεωρεῖ παῖδας καλλίστους, πάντας καθαιρέτους, ὡς Διονύσους καὶ Ἀπόλλωνας. ἀσπάζεται δὲ αὐτοὺς λέγων “χαίρετε, συνδουλίονες.” ὁμοφωνία πάντων ἐγένετο. ὁ Αἴσωπος· “ἄνδρες σύνδουλοι, ὑμῶν εἰμι· ἀλλʼ ὅμως σαπρός εἰμι.” οἱ δὲ δοῦλοι πρὸς ἑαυτούς· “νὴ τὴν Νέμεσιν, τί ἐγένετο τῷ δεσπότῃ τοιοῦτον κακοπινὲς σῶμα ἀγοράσαι;” ἄλλος· “οἶδας γὰρ διὰ τί αὐτὸν ἠγόρασεν;” ἄλλος· “πρὸς τί;” “ἵνα αὐτὸν προσβάσκανον τοῦ σωματεμπορίου ποιήσῃ.” ὁ δὲ σωματέμπορος πρὸς τὰ σωμάτια εἰσελθών φησιν “παιδία, στέρξατε τὴν ἑαυτῶν τύχην· μὰ τὴν ὑμῶν σωτηρίαν, κτήνη οὔτε μισθώσασθαι οὔτε ἀγοράσαι εὗρον. [10]
τοιγαροῦν διέλεσθε τὰ σκεύη· αὔριον γὰρ περῶμεν εἰς τὴν Ἀσίαν.” οἱ μὲν οὖν σύνδυο γενόμενοι διαιροῦνται τὰ σκεύη. ὁ δὲ Αἴσωπος ὑποπεσὼν πάντας φησίν “δέομαι ὑμῶν, σύνδουλοι, ἐπεὶ νεώνητός εἰμι καὶ ἀσθενὲς σῶμα ἔχω, παραχωρήσατέ μοι τὸ ἐλαφρὸν ἆραι σκευάριον.” οἱ δὲ εἶπον “ὅλως μηθὲν ἄρῃς.” ὁ δὲ Αἴσωπος λέγει “αἰσχρόν ἐστιν πάντων τῶν συνδούλων κοπιώντων ἐμὲ τῷ δεσπότῃ ἀχρήσιμον φανῆναι.” καί οἱ σύνδουλοι πρὸς ἑαυτούς· “τί καὶ πέρπερός ἐστιν; ἆρον ὃ θέλεις.” περιβλεψάμενος δὲ ὁ Αἴσωπος θεωρεῖ σκεύη τοῦ σωματεμπόρου πρὸς τὴν ἀποδημίαν, κίστην, κάνητας, σάκκους μεστοὺς πρὸς τὴν διακονίαν, στρώματα, κεράμια, γουργάθους. [5]
ἰδὼν δὲ γούργαθον μεστὸν ἄρτων κείμενον, ὃν ἐβούλοντο τέσσαρες διαφορτώσασθαι, λέγει ὁ Αἴσωπος· “ἄνδρες, ἐμοὶ μόνον τοῦτον ἐπίθετε τὸν γούργαθον.” οἱ δὲ δοῦλοι εἰς ἑαυτούς· “οὐδένα μωρότερον τούτου τοῦ ἀνθρωπαρίου εἴδομεν· ἠρώτησεν ἵνα τὸ πάντων ἐλαφρότερον ἄρῃ, καὶ τὸ πάντων βαρύτερον ἐξελέξατο.” ἄλλος· “οὐκ ἔστιν μωρός, ἀλλὰ λιμόξηρος· θέλει γὰρ ὑπὸ χεῖρα κλάνειν τοὺς ἄρτους καὶ πλέον πάντων τρώγειν. ἐπιθῶμεν αὐτῷ τὸν γούργαθον.” καὶ πάντες περιστάντες ἐπιτιθέασιν αὐτῷ τὸν γούργαθον. ὁ δὲ ἐξήρχετο ὡς ἄτλαστον βαστάζων τὸν γούργαθον, ὅλος διακλονούμενος. ἰδὼν δὲ αὐτὸν ὁ σωματέμπορος ἐθαύμασεν καί φησιν “ἴδε πῶς ὁ Αἴσωπος προθυμότερός ἐστιν εἰς τὸ κοπιᾶν, καὶ προτρέπεται τοὺς λοιποὺς εὐψύχως τὸν κάματον φέρειν. ἤδη γὰρ αὐτοῦ τὴν τιμὴν σέσωκα· τὸ γὰρ φορτίον τοῦτο κτήνους ἐστίν.” οἱ δὲ λοιποὶ σύνδυο βαστάζοντες τὰ σκεύη κατεγέλων αὐτοῦ. [10]
ἐξελθὼν γὰρ εἰς τὴν ὁδὸν περιπατεῖν τὸν γούργαθον ἐδίδασκεν· εἰς γὰρ ἀνάβασιν ἐλθὼν ἀνέτρεπεν τὸν γούργαθον καὶ τοῖς ὀδοῦσιν ἀνεῖλκε μέχρις ἀναβῇ, εἰς δὲ κατάβασιν εὐκόπως κατέβαινεν· κατεκύλιεν γὰρ τὸν γούργαθον καὶ αὐτὸς ἐπάνω αὐτοῦ ἀνεκυλίετο. καὶ κακινκάκως ἦλθον εἰς πανδοχεῖον. καί φησιν ὁ 〈σωματέμποροσ〉· [πανδοχεύς· δὸς ἑκάστῳ προσφάγην· ἀσσαρίου ἄρτους γὰρ ἔχομεν] “Αἴσωπε, δὸς ἑκάστῳ ἀνὰ ζεῦγος ἄρτον.” καὶ τοσούτοις δούλοις ἀρτοδοτοῦντος [καὶ] ὁ γούργαθος ἡμίκενος ἐγένετο. μετὰ δὲ τὸ ἀναλαβεῖν πάλιν ὡδοιπόρουν. ὁ δὲ Αἴσωπος ἐλαφρὸς ἐγίνετο. καὶ πάλιν εἰς πανδοχεῖον γίνονται, καὶ πάλιν αὐτοῖς ἀρτοδοτεῖ καὶ ὁ γούργαθος κενὸς γίνεται. καὶ βαλὼν τὸν γούργαθον ἐπὶ τὸν ὦμον πρῶτος πάντων ἔτρεχεν. οἱ δὲ δοῦλοι πρὸς ἑαυτούς· “ὁ πρῶτος τρέχων τίς ἐστιν, παρʼ ἡμῶν ἢ ξένος;” ἄλλος· “οὐκ οἶδα· δοκῶ δὲ ὅτι ὁ νεώνητός ἐστιν, ὁ σαπρός, ὁ ἀρὼν τὸν γούργαθον, ὃν οὐκ ἐβάσταζεν κτῆνος.” ἄλλος· “ἀγνοεῖς τὸ ἀνθρωπάριον ὡς ἔστιν πολύνουν.” ἄλλος· “ταῦτα τὰ ἀνθρωπάρια τὰ λειπόμενα τῇ μορφῇ φρένας ἔχει· ἠρώτησεν γὰρ βαστάσαι τοὺς ἄρτους 〈τοὺσ〉 ὑπὸ χεῖρα δαπανωμένους· ἡμεῖς δὲ σχιστὰς καὶ στρώματα καὶ χαλκώματα βαστάζομεν, τὰ μὴ δυνάμενα δαπανηθῆναι.” ἄλλος· “οὐᾶ, ταύρου ἄξιον τὸ ἀνθρωπάριον.” Διανύσαντες δὲ τὰ πέρα ἦλθον εἰς Ἔφεσον. [15]
20
καὶ δὴ ὁ ἔμπορος πρᾶσιν τῶν σωματίων ποιήσας ἐκέρδησεν. κατελείφθη δὲ αὐτῷ σωμάτια τρία· δύο μὲν βούπαιδες, ὧν ὁ εἷς γραμματικός, ὁ δὲ ἕτερος ψάλτης, καὶ ὁ Αἴσωπος. οὔτε γὰρ ἐκεῖνοι τὴν δέουσαν τιμὴν ἔσωζον οὔτε ὁ Αἴσωπος. [ὅλως τιμὴν οὐχ εὕρισκον διὰ τὸ μὴ θέλειν αὐτούς τινα ἀγοράσαι]. καί τις τοῦ σωματεμπόρου φίλος φησίν “εἰ βούλει τῶν σωματίων τὴν τιμὴν λαβεῖν, διαπέρασον εἰς Σάμον τὴν νῆσον· ἔστιν γὰρ εὐπορουμένη, καὶ Ξάνθος ὁ φιλόσοφος ἐκεῖ καταμένει σχολάζων, καὶ πολλοὶ τῶν ἀπὸ τῆς Ἀσίας καὶ τῆς Ἑλλάδος παρʼ αὐτῷ σχολάζουσιν. καὶ ἀγοράσει τις τὸν γραμματικόν, ἵνα ἔχῃ συνγυμναστὴν τῆς παιδείας· ἕτερος δὲ ὠνήσεται τὸν ψάλτην σπαταλός, ἵνα ἔχῃ παρὰ νεωτερικοῖς εὐφροσύνην τέρπεσθαι· καὶ τοῦτόν τις ἀγοράσει ᾧ ἐὰν ὁ θεὸς ὤργισται, καὶ ποιήσει πασανάρχην ἢ θυρωρὸν ἢ μάγειρον.” πεισθεὶς οὖν ὁ ἔμπορος τῇ τοῦ φίλου γνώμῃ πλοιαρίῳ ἐπιβὰς σὺν τοῖς σώμασιν διεπέρασεν εἰς Σάμον, καὶ ἀποβάς, ξενίαν λαβών, ἐκόσμησεν εἰς πρᾶσιν τὰ σωμάτια. τὸν μὲν ψάλτην εὐσχήμονα ὄντα λευκὸν ἐνέδυσεν χιτῶνα, καὶ λεπτὸν ὑποδήσας στολάριον καὶ κτενίσας τὴν τρίχα, δοὺς ὁράριον ἐπὶ τοὺς ὤμους, ἔστησεν ἐπὶ τοῦ πρατῆρος. [10]
τὸν δὲ γραμματικὸν λεπτὸν ἀπὸ τῶν σφυρῶν τυγχάνοντα βαθὺν ἐνέδυσεν χιτῶνα καὶ βαθὺν ὑπόδημα ὑπέδησεν, ἵνα τὸ βαθὺ τῶν χιτωνίων ἅμα τῇ τοῦ ὑποδήματος σκέπῃ τὴν αἰσχρὰν καλύψῃ κνήμην· καὶ κτενίσας τὴν κόμην, δοὺς ὁράριον ἔστησεν ἐπὶ τοῦ πρατῆρος. τοῦ δὲ Αἰσώπου μηδὲν δυνάμενος καλύψαι ἢ κοσμῆσαι, ἐπείπερ ἦν ὅλος ἁμάρτημα χύσεων, ἐνέδυσεν αὐτὸν σάκκον χιτῶνα, καὶ λακινάριον αὐτὸν ὑποζώσας μέσον αὐτὸν τῶν καλῶν ἔστησεν. τοῦ δὲ κήρυκος τὰ σωμάτια κηρύττοντος πολλοὶ κατενόουν, καὶ ἔλεγον “οὐᾶ, οὗτοι καλλίοψοι, τὸ δὲ κακὸν τοῦτο πόθεν; οὗτος καὶ τούτους ἀφανίζει· ἆρον ἀπʼ αὐτῶν τὸν μέσον.” πολλῶν οὖν σκοπούντων ὁ Αἴσωπος ἕστηκεν μὴ πτυρόμενος. Ἔτυχεν δὲ τὴν γυναῖκα τοῦ Ξάνθου φόρῳ βασταζομένην ἐκεῖνον τὸν τόπον διαβαίνειν. [10]
ἀκούσασα δὲ τοῦ κήρυκος παρεγένετο εἰς τὴν οἰκίαν καὶ περιτυχοῦσα τῷ ἀνδρὶ λέγει “ἄνερ, οὐ πολλὰ ἔχομεν ἀρρενικὰ σωμάτια, ἀλλὰ τὰ πλείονα ὑπὸ τῶν ἐμῶν παιδαρίων ὑπηρέτησαι. εὐκαίρως σωμάτια κηρύσσονται· παρελθὼν εἰς διακονίαν καθαρόν μοι σωμάτιον ἀγόρασον.” ὁ δὲ Ξάνθος “ποιήσω” φησίν. καὶ προσελθὼν ὁ Ξάνθος καὶ τοὺς σχολαστικοὺς ἀσπασάμενος, καὶ ὀλίγα φιλολογήσας, ἐξῆλθεν τῆς μελέτης καὶ τοὺς μαθητὰς ἐπαγόμενος ἦλθεν σὺν αὐτοῖς εἰς τὴν ἀγοράν. θεασάμενος δὲ πόρρωθεν τοὺς μὲν δύο εὐπρεπεῖς τὸν δὲ ἕνα σαπρόν, ἐθαύμασεν τὴν ἐπίνοιαν τοῦ σωματεμπόρου καὶ ἀνεκραύγασεν “οὐᾶ, καλῶς, νὴ τὴν Ἥραν· εὐεπινόητος καὶ φιλόσοφος, μᾶλλον δὲ καὶ θαυμαστὸς ἔμπορος καὶ ἄκρος. [5]
” οἱ σχολαστικοί· “καθηγητά, τί ἐπαινεῖς; τί τῆς σῆς θαυμασιότητος ἄξιον; καὶ ἡμῖν μετάδος, μὴ φθονέσῃς μετασχεῖν τοῦ καλοῦ.” ὁ δὲ Ξάνθος εἶπεν “ἄνδρες φιλόλογοι, μὴ νομίσητε τὴν φιλοσοφίαν διὰ λόγων μόνον συστάναι, ἀλλὰ καὶ διὰ τῶν ἔργων· πολλάκις γὰρ ἡ σιγωμένη φιλοσοφία 〈τὴν〉 διὰ τῶν λόγων ὑπερέβαλεν [ἢ πιστοῦται]. τοῦτο δὲ ἀπὸ ὀρχηστῶν ἐστιν ἐπιγνῶναι, ὅπως διὰ τῆς τῶν χειρῶν κινήσεως τὰ διὰ πολλοῦ κινηθέντα [ὅπως φιλοσοφεῖ τὰ κράτιστα τοῖς ἔργοις] καὶ σιγωμένην καὶ αὐτὰ ἐνδείκνυται φιλοσοφίαν. οὗτος γὰρ ἔχων μὲν δύο παῖδας καλοὺς καὶ τὸν ἕνα σαπρόν, 〈ἔστησε μέσον τῶν καλῶν τὸν σαπρόν〉, ἵνα τὸ τούτου αἰσχρὸν τὸ τούτων κάλλος ἐκφαίνῃ· εἰ μὴ γὰρ παρετέθη τὸ αἰσχρὸν τῷ κρείττονι, ἡ τῶν καλῶν εἴδησις οὐκ 〈ἂν〉 ἠλέγχετο.” οἱ σχολαστικοί· “θεῖος, καθηγητά, σύ, καὶ κάλλιστος ὁ τὴν ἐκείνου ἐνθύμησιν γνωρίσας ἀκριβῶς.” ὁ Ξάνθος· “ἀλλὰ μὴν συνέλθετε, ὅπως ἓν τῶν σωματίων ὠνήσωμεν· ἔστιν γάρ μοι χρεία πρὸς ὑπηρεσίαν.” ἐπιστὰς δὲ τῷ πρώτῳ παιδίῳ εἶπεν “ποταπὸς εἶ;” ἐκεῖνος ἀπεκρίθη “Καππάδοξ. [15]
” “τί ὄνομά σου;” ὁ δὲ λέγει “Λίγυρις.” Ξάνθος λέγει “τί οἶδας ποιεῖν;” ὁ δέ· “ἐγὼ πάντα.” ὁ Αἴσωπος ἑστὼς ἐγέλασεν ἀθρόον. οἱ σχολαστικοὶ θεασάμενοι αὐτὸν γελάσαντα καὶ … ”〈φέρε〉 οὖν, ἐπιγνῶ εἰ οἶδέν τι, μὴ τὸ κερμάτιον κενῇ χάριτι προαπολέσητε. [5]
25
” προσελθὼν δὲ ὁ Ξάνθος τῷ Αἰσώπῳ φησίν “χαῖρε.” Αἴσωπος· “τί γὰρ λυποῦμαι;” οἱ σχολαστικοί· “καλῶς, μὰ τὰς Μούσας. τί γὰρ ἐλυπεῖτο;” 〈κατεπλάγησαν οὖν〉 τῷ εὐστόχῳ λόγῳ. καί φησιν αὐτῷ ὁ Ξάνθος “ποταπὸς εἶ;” ὁ Αἴσωπος· “Σάρκινος.” ὁ Ξάνθος· “οὐ τοῦτο λέγω, ἀλλὰ ποῦ ἐγεννήθης;” ὁ Αἴσωπος· “ἐν τῇ κοιλίᾳ τῆς μητρός μου.” ὁ Ξάνθος· “πάντα αὐτῷ κακά. οὐ τοῦτό σε ἐρωτῶ, ἀλλὰ ποίῳ τόπῳ ἐγεννήθης;” ὁ Αἴσωπος· “τοῦτό μοι οὐκ εἶπεν ἡ μήτηρ μου, πότερον ἢ ἐν τῷ κοιτῶνι ἢ ἐν τῷ τρικλίνῳ.” ὁ Ξάνθος λέγει “γένει λέγε ποταπὸς εἶ.” ὁ Αἴσωπος· “Φρύξ.” ὁ Ξάνθος· “τί οἶδας ποιεῖν;” ὁ Αἴσωπος· “ἐγὼ ὅλως οὐδέν.” ὁ Ξάνθος· “διὰ τί οὐδέν;” Αἴσωπος· “ὅτι οἱ παρεκάτεροι παῖδες ὅλα ἐπίστανται.” οἱ σχολαστικοί· “οὐᾶ, μακάριος· οὗτοι γὰρ κακῶς ἀπεκρίθησαν. ἄνθρωπος γὰρ οὐκ ἔστιν πάντα εἰδώς. διὰ τοῦτο εἶπεν οὗτος ὅτι οὐδὲν οἶδα, διὰ τοῦτο οὖν ἐγέλασεν.” ὁ Ξάνθος· “θέλεις ἀγοράσω σε;” ὁ Αἴσωπος· “τί γὰρ ἤδη ἐννοεῖς σύμβουλόν 〈με〉 κεκτῆσθαι, παρʼ ἐμοῦ ἵνα μου συμβουλίαν λάβῃς; εἰ ἀγοράσαι με θέλεις, ἀγόρασον. [10]
εἰ οὐ θέλεις, πάραγε. οὐ μέλει μοι. οὐ γὰρ ὁ πωλῶν με ἄνθρωπος δίκτυα ἔχων βίᾳ τοὺς μὴ βουλομένους ἐφέλκεται, οὐδὲ σοί τις ἐγγύην περιτίθησιν ἵνα με ὠνήσῃ, ἀλλὰ τῆς ἰδίας προαιρέσεως ἐξουσίαν ἔχεις. εἰ βούλει λαβεῖν με, τὴν τιμήν μου ἀρίθμει· λῦε βαλαντίου πύλας. εἰ δὲ οὐ θέλεις, μή με σκῶπτε.” ὁ Ξάνθος· “τί οὖν πολύλαλος εἶ;” [μηδέν σοι τῶν ἀγαθῶν γένηται] 〈ὁ Αἴσωπος· “τὰ πολύλαλα στρουθία πολλοῦ πωλεῖται”〉. οἱ σχολαστικοί· “καλῶς, μὰ τὴν Ἥραν· ὁ Αἴσωπος ἀπεστομάτισεν τὸν καθηγητήν.” ὁ Ξάνθος· “βούλομαί σε ἀγοράσαι, ἀλλὰ μὴ ἄρξῃ δραπετεύειν;” ὁ Αἴσωπος· “τοῦτο ἐὰν θέλω ποιῆσαι οὐ λήψομαι σὲ σύμβουλον ὡς σὺ ἐμέ. τὸ δὲ δραπετεύειν ἐν τίνι ἐστίν, ἐν σοὶ ἢ ἐν ἐμοί;” ὁ Ξάνθος· “δῆλον ὅτι ἐν σοί.” ὁ Αἴσωπος· “οὔ, ἀλλʼ ἐν σοί.” ὁ Ξάνθος· “διὰ τί ἐν ἐμοί;” ὁ Αἴσωπος· “ἐὰν ᾖς καλόδουλος, οὐδεὶς φεύγων τὸ ἀγαθὸν ἐπὶ τὸ φαῦλον ἔρχεται [ἐὰν], ἑαυτὸν εἰς πλάνας διδούς, λιμόν τε καὶ φόβον προσδοκῶν· ἐὰν δὲ ᾖς κακόδουλος, ὥραν μίαν οὐ μένω πρὸς σέ, οὐδὲ ἡμιώριον, οὐδὲ στιγμήν.” ὁ Ξάνθος· “οὗτος φεύγει ἑαυτῷ τι γένηται. ὅσα μὲν οὖν λέγεις ἀνθρώπινα, ἀλλὰ σαπρὸς εἶ.” ὁ Αἴσωπος· “μή μου βλέπε τὸ εἶδος, ἀλλὰ μᾶλλον ἐξέταζε τὴν ψυχήν.” ὁ Ξάνθος· “τί ἐστιν τὸ εἶδος;” ὁ Αἴσωπος· “ὅ τι πολλάκις εἰς οἰνοπώλιον παραγενάμενος ὠνήσασθαι οἶνον· θεωροῦμεν κεράμια ἀειδῆ, τῷ δὲ γεύματι χρηστά.” ὁ Ξάνθος ἐπαινέσας αὐτοῦ τὸ ἕτοιμον τῶν λόγων προσελθὼν τῷ ἐμπόρῳ λέγει “τοῦτον πόσου πωλεῖς;” ὁ ἔμπορος· “ἐπισκῶψαι μου θέλεις τὴν ἐμπορίαν;” ὁ Ξάνθος· “διὰ τί;” ὁ ἔμπορος· “ἀλλʼ ἀπολιπὼν τούτους τοὺς ἀξίους ἐπὶ τὸ κατάπτυστον τοῦτο ἀνδραπόδιον ἦλθες; ἐξ ἐκείνων ἀγόρασον καὶ λάβε τοῦτον ἐπιθήκην. [5]
” ὁ Ξάνθος· “ὅμως πόσου τοῦτον;” ὁ ἔμπορος· “ἑξήκοντα δηναρίων τοῦτον ἠγόρακα, πεποίηκεν δὲ δαπάνας δέκα πέντε· ἴσωσόν μοι ἀπʼ αὐτοῦ.” οἱ δὲ τελῶναι ἀκούσαντες ὅτι σωμάτια πέπρανται παραγενάμενοι ἐπηρώτων τίς πέπρακεν ἢ τίς ὁ ἀγοράσας. διετρέπετο δὲ εἰπεῖν ὁ Ξάνθος ὅτι “ἠγόρασα ἑβδομήκοντα πέντε δηναρίων δοῦλον,” καὶ ὁ ἔμπορος ᾐσχύνετο. τούτων δὲ σιωπώντων ὁ Αἴσωπος κέκραγεν “ὁ πεπραμένος ἐγώ, ὁ πωλήσας οὗτος, ὁ ἀγοράσας ἐκεῖνος. οὗτοι εἰ σιωπῶσιν, δῆλον ὅτι ἐλεύθερός εἰμι ἐγώ.” ὁ δὲ Ξάνθος· “ἐγὼ ἠγόρασα οε δηναρίων δοῦλον.” καὶ γελάσαντες οἱ τελῶναι ἐχαρίσαντο τῷ Ξάνθῳ ἅμα τοῖς σχολαστικοῖς τὴν τιμὴν τοῦ Αἰσώπου, καὶ ἀποταξάμενοι ἀνεχώρησαν. Ὁ δὲ Αἴσωπος ἠκολούθει. [10]
καυματίνης δὲ ὥρας ὑπαρχούσης καὶ τοῦ ἡλίου ἐπὶ τὸ μεσουράνημα ὄντος καὶ ἐρημαζούσης τῆς ὁδοῦ διὰ τὸ καῦμα, ὁ Ξάνθος ἀναστείλας τὰ ἱμάτια ἤρξατο ἅμα περιπατῶν οὐρεῖν. θεασάμενος δὲ ὁ Αἴσωπος ἠγανάκτησεν· εἶτα δραξάμενος αὐτὸν ἐξ ἀναβολῆς τοῦ ἱματίου εἵλκυσεν αὐτὸν καί φησιν “πώλει με, ἐπεὶ οὐ μή με ὑπομείνῃς δραπετεύοντα.” ὁ Ξάνθος· “Αἴσωπε, τί σοι συνέβη;” ὁ Αἴσωπος “πώλει μέ” φησιν· “οὐ δύναμαί σοι δουλεύειν.” ὁ Ξάνθος· “ὁ ἐνέγκας σε πάντως τις τῶν εἰωθότων τὰς εὐσταθούσας οἰκίας διαβολαῖς ἀνατρέπειν· προσελθών σοί τις διέβαλέν με, ἀποκαλῶν ὡς κακόδουλον ἢ πάροινον ἢ πλήσσοντα ἢ στομαχώδη ἢ ὀργίλον. μὴ πρόσεχε διαβολαῖς· μάτην ὀξύνει διαβολὴ τερπνὴ ἀκοῦσαι. οὕτως γὰρ περὶ ἐμοῦ τὰ σημάντια.” ὁ Αἴσωπος· “χύσις σε διέβαλεν, Ξάνθε· ὅτε γὰρ αὐτὸς ὁ δεσπότης μὴ φοβούμενός τινα μὴ εἰσελθὼν εἰς τὴν οἰκίαν πληγῶν πεῖραν λάβῃς, ἢ δεσμῶν ἢ δεινοτέρας ἀνάγκης κόλασιν ὑπομείνῃς, ἀλλὰ τὴν ἰδίαν ἐξουσίαν ἑαυτοῦ ἔχων τοῖς φυσικοῖς ὅροις οὐκ ἔδωκας ἡμιώριον εἰς ἀνάπαυσιν, ἀλλὰ περιπατῶν οὔρησας—τί 〈δεῖ〉 με τὸν δοῦλον ποιῆσαι ἐπὶ ἀπόκρισιν πεμφθέντα 〈ἄλλ〉ο ἢ πάντως πετόμενον χέζειν;” Ξάνθος· “τούτου ἕνεκα 〈ἐταράχθησ〉”; Αἴσωπος· “καὶ μάλα.” ὁ Ξάνθος· “τρία βουλόμενος ἐκφυγεῖν φαῦλα περιπατῶν οὔρησα.” Αἴσωπος· “τίνα ταῦτα;” Ξάνθος· “ζεστότητα γῆς, οὔρου δριμύτητα, καὶ φλογὴν ἡλίου.” ὁ Αἴσωπος· “πῶς;” ὁ Ξάνθος· “ὁρᾷς μὲν ὅτι ὁ ἥλιος μεσουρανεῖ καὶ τῇ θερμότητι τὴν γῆν ἐξέκαυσεν· ὅταν δὲ συνεστὼς οὐρῶ τὸ ἔδαφος ζέον τοὺς πόδας μου κατακαίει, καὶ ἡ δριμύτης τοῦ οὔρου ἀνατρέχει μου εἰς τὰς ὀσφρήσεις [καὶ τὰς ἀκοάς μου φράσσει], καὶ ὁ ἥλιος δὲ τὴν κεφαλήν μου φλέγει. ταῦτα τὰ τρία θέλων ἐκφυγεῖν περιπατῶν οὔρησα.” ὁ Αἴσωπος· “πέπεικάς με, σαφῶς ἐπενόησας· περιπάτει λοιπόν·” Ξάνθος· “ἠγνόουν ἑαυτοῦ δεσπότην πριάμενος.” Φθασάντων δὲ αὐτῶν εἰς τὸν οἶκον ὁ Ξάνθος λέγει αὐτῷ· “Αἴσωπε, ὅτι μου τὸ γύναιον καθαρόν ἐστιν, περίμενε πρὸ τοῦ πυλῶνος μέχρις οὗ πρὸς τὴν γυναῖκα καταγγείλω, ἵνα μὴ ἐξαίφνης τὴν σαπρίαν σου ἰδοῦσα τὴν προῖκα ἀπαιτήσασα φύγῃ. [20]
” Αἴσωπος· “εἰ γυναικοκρατεῖ σύ, ἄπιθι καὶ ταχὺ ποίησον.” εἰσελθὼν οὖν ὁ Ξάνθος φησίν “κυρία, οὐκέτι μου καταγογγύζεις καὶ λέγειν ἔχεις ὅτι ʼἀπὸ τῶν ἐμῶν παιδισκαρίων ὑπηρέτησαιʼ. ἴδε κἀγὼ σωμάτιον ἀρρενικὸν ἠγόρασα.” ἡ δὲ γυνὴ τοῦ Ξάνθου· “εὐχαριστῶ σοι, κυρία Ἀφροδίτη. μεγάλη ἦς· ἀληθινά σου τὰ ἐνύπνια. κοιμηθεῖσα γὰρ εὐθὺς ὄνειρον εἶδον ᾧ πάγκαλον σωμάτιον ὠνησάμενος ἐχαρίσω μοι.” ὁ Ξάνθος· “μένε, κυρία, καὶ ὄψει ὃ οὐδέποτε ἐθεάσω κάλλος· λάθομαι λέγων Ἀπόλλωνα ὄψει, ἢ Ἐνδυμίωνα ἢ Γανυμήδην.” τὰ παιδισκάρια ἔχαιρον, καὶ ἓν τῶν κορασίων εἶπεν “ἐμοὶ ὁ δεσπότης ἄνδρα ἠγόρασεν.” ἄλλη· “οὔ, ἀλλʼ ἐμοί· ἐγὼ γὰρ ἐν τοῖς ὕπνοις εἶδον.” [ταῦτα ἑαυταῖς]. ἄλλη· “ἄλλη πιθανωτέρα λήψεται.” “σὺ οὖν πιθανωτέρα εἶ;” “ἀλλὰ σύ;” καὶ ἄρχονται μάχεσθαι. ἡ γυνὴ τοῦ Ξάνθου λέγει “ὑπὲρ τοῦ ἐγκωμίου ὃ εἶπας, ποῦ ἐστιν;” Ξάνθος· “κυρία, πρὸ τῶν θυρῶν. δόγμα δέ ἐστιν παιδείας τὸ εἰς ἀλλοτρίαν οἰκίαν ἄκλητον μὴ εἰσιέναι· ἠκολούθησεν πρὸ τοῦ πυλῶνος καὶ μέχρις οὗ κληθῇ μένει.” ἡ γυνὴ τοῦ Ξάνθου λέγει “καλέσῃ τις τὸν νεώνητον.” ἡ μία συνετὴ οὖσα, τῶν ἄλλων κορασίων μαχομένων, πρὸς ἑαυτὴν εἶπεν “ἐξέρχομαι,” φησίν, “νῦν ἐγὼ καὶ προαρραβωνίζω αὐτὸν ἐμαυτῇ.” καὶ ἐξέρχεται καί φησιν “ποῦ ὁ νεώνητος;” ἐπιστραφεὶς ὁ Αἴσωπος λέγει “ὧδε, παιδισκάριον.” ἡ δὲ λέγει “σὺ εἶ ὁ νεώνητος;” Αἴσωπος λέγει “ἐγώ εἰμι.” ἡ παιδίσκη εἶπεν “ποῦ ἐστιν ἡ κέρκος σου.” Αἴσωπος ἰδὼν τὸ παιδάριον καὶ νοήσας ὅτι εἰς κυνοκέφαλον αὐτὸν ἔσκωψεν λέγει “οὐχ ὡς σὺ ὑπονοεῖς, ὅτι τὴν κέρκον ὄπισθεν ἔχω, ἀλλʼ ἔμπροσθεν.” τὸ παιδισκάριον εἶπεν “αὐτοῦ μένε, μὴ εἰσέλθῃς καὶ φύγωσι πάντες τὸ τέρας ἰδόντες.” καὶ εἰσελθοῦσα θεωρεῖ ἔτι μαχομένας τὰς συντρόφους καὶ λέγει “τί οὐκ ἐμπυρίζω αὐτάς, κοράσια, τὰς Μούσας ὑμῶν; τί πυκτεύετε περὶ τούτου τοῦ ἀνδρός; πρῶτον ἴδετε αὐτοῦ τὸ κάλλος.” ἐξέρχεται μία καὶ λέγει “ποῦ ἐστιν ὁ κῦρις, ὁ ἀγορασθείς, ὁ καλός μου;” Αἴσωπος εἶπεν “ὧδε.” ἡ παιδίσκη λέγει “πατάξῃ σου τὸ κακὸν πρόσωπον ἡ Ἀφροδίτη. ἕνεκεν σοῦ ἐμαχόμην, κάθαρμα; πολλά σοι κακά. δεῦρο εἴσω, καὶ μή μοι κολλῶ· μακρὰν ἀπʼ ἐμοῦ.” Αἴσωπος εἰσελθὼν ἔστη ἄντικρυς τῆς δεσποίνης. ἡ γυνὴ τοῦ Ξάνθου, τοῦ Αἰσώπου ἰδοῦσα τὸ κακοπινὲς τοῦ προσώπου, ἀπεστράφη καὶ πρὸς τὸν Ξάνθον λέγει “οὐᾶ, Ξάνθε, εὐεπινοήτως 〈καὶ〉 φιλοσόφως καὶ πρεπόντως ἔπραξας· ἑτέραν λαβεῖν βουλόμενος γυναῖκα καὶ μὴ τολμῶν μοι κατʼ ὄψιν εἰπεῖν ʼπορεύου ἀπʼ ἐμοῦ,ʼ ἐπιστάμενός μου τὸ φιλοκάθαρον ἤνεγκάς μοι τοῦτον ἐπίτηδες, ἵνα μὴ ὑποφέρουσα ὑπʼ αὐτοῦ δουλεύεσθαι φύγω ἐπʼ ἐμαυτῆς τὴν οἰκίαν καταλιποῦσα. [5]
δός μοι οὖν τὴν προῖκα καὶ ἐγὼ πορεύσομαι καθʼ ἑαυτήν.” ὁ Ξάνθος λέγει “οἴμοι, ἵνα 〈μὴ〉 εἰς τὴν ὁδὸν περιπατῶν οὐρήσω, ἑπτασφόνδυλά μοι ῥήματα εἶπας, καὶ νῦν οὐδὲν λέγεις πρὸς αὐτήν;” Αἴσωπος εἶπε “τοιγὰρ πορεύηται καθʼ ἑαυτὴν εἰς τὸ σκότος.” ὁ Ξάνθος εἶπεν “σιώπα, κάθαρμα, οὐκ οἶδας ὅτι φιλῶ αὐτὴν ὑπὲρ ἐμαυτόν;” Αἴσωπος λέγει “φιλεῖς τὸ γύναιον;” ὁ Ξάνθος εἶπεν “καὶ μάλα.” Αἴσωπος λέγει “θέλεις οὖν ἵνα μένῃ;” ὁ Ξάνθος εἶπεν “θέλω, ταπεινέ.” Αἴσωπος λέγει “ὑποκρινοῦμαι ὡς θέλεις.” 〈καὶ〉 ῥήξας τὸν πόδα εἰς τὸ μέσον ὁ Αἴσωπος ἀνέκραγεν “εἰ Ξάνθος ὁ φιλόσοφος γυναικοκρατεῖται, αὔριον αὐτὸν ἐγὼ δείξω ἐν τοῖς ἀκροατηρίοις οἷόν ἐστιν περικάθαρμα.” ὁ Ξάνθος εἶπεν “καλῶς, Αἴσωπε;” Αἴσωπος πρὸς τὴν κυρὰν εἶπεν “τάδε πρὸς σέ, γύναι, βούλει, ἵνα σου ὁ ἀνὴρ ἐξιὼν ποταπὸν ὠνήσῃ σωμάτιον εὐήλικον, περικαλλῆ, εὐηδῆ, εὐόφθαλμον, ξανθόν. [15]
” ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν “ἵνα τί;” [φησίν] Αἴσωπος λέγει “ἵνα ὁ καλὸς δοῦλος ἀκολουθῇ σοι εἰς τὸ βαλανεῖον, εἶτα ὁ καλὸς δοῦλος λάβῃ παρὰ σοῦ τὰ ἱμάτιά σου, εἶτα ὁ καλὸς δοῦλος ἐξερχομένης σοῦ ἀπὸ τοῦ βαλανείου ἐπιβάλῃ τὸ θερίστριον καὶ συγκαθεσθεὶς ὑποδήσῃ σε τὸ ὑπόδημά σου, εἶτα συμπαίξῃ σοι καὶ ἀντιβλέψῃ σ〈οι〉 ὡς εὐαρέστῃ ἀργυρωνήτῳ, εἶτα σὺ ἀντιμειδιάσῃς καὶ νέον βλέπουσα ἐρεθισθῇς καὶ καλέσῃς εἰς τὸν κοιτῶνα ἵνα τρίβῃ τοὺς πόδας σου, εἶτα σὺ κατανυγεῖσα ἐπισπάσῃ καὶ καταφιλήσῃς αὐτὸν καὶ πράξῃς τὰ σοὶ πρέποντα τῇ αἰσχρᾷ ὕβρει, καὶ καταισχυνθῇ ὁ φιλόσοφος καὶ διαπαιχθῇ. εὖγε Εὐριπίδη, χρυσῶσαί σου ἔδει τὸ στόμα ὅτε ἔλεγες [ψευδέστατον οὐδὲ ἕν]. δεινὴ μὲν ὀργὴ κυμάτων θαλασσίων, δειναὶ δὲ ποταμοῦ καὶ πυρὸς 〈θερμοῦ〉 πνοαί, δεινὴ δὲ πενία, δεινὰ δʼ ἄλλα μυρία, πλὴν οὐδὲν οὕτω δεινὸν ὡς γυνὴ κακόν. σὺ δὲ φιλοσόφου οὖσα γυνὴ σοφή, ἡ ἀπὸ ὡραίων σωματίων θέλουσα δουλεύεσθαι, φέρεις οἱ οὐ μετρίαν διαβολὴν καὶ μέγα ὄνειδος. σὺ δέ μοι δοκεῖς κινητιᾶν, καὶ οὐ πράσσεις τὰ ἴδια μή σοι δείξω ἀνδρὸς νεωνήτου θυμόν, ἱπποπόρνη.” ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν “πόθεν μοι τοῦτο τὸ κακόν;” ὁ Ξάνθος λέγει “καὶ ταῦτα μέν σοι οὕτως εἶπεν, κυρά· βλέπε 〈δὲ〉 μή σε ἴδῃ χέζουσαν ἢ οὐροῦσαν, ἐπεὶ ὄψει Αἴσωπον Δημοσθένην καθαρόν.” ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν “μὰ τὰς Μούσας, γοργόν μοι φαίνεται τὸ ἀνθρωπάριον καὶ εὐτράπελον. διαλλάσσομαι τοίνυν αὐτῷ.” ὁ Ξάνθος εἶπεν “Αἴσωπε, διήλλακταί σου ἡ κυρία.” Αἴσωπος λέγει “μέγα πρᾶγμα, εἰ γύναιον καταπλήξει ἐπράυνα.” ὁ Ξάνθος εἶπεν “οὐᾶ, δραπέτα.” Ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν “Αἴσωπε, ὅτι μὲν εἶ λόγιος ἀπὸ τῶν εἰρημένων ἐμφανές ἐστιν, ἀλλʼ ἐγὼ ἐπλανήθην τῷ ὀνείρῳ· καλὸν γὰρ ὑπελάμβανον ἠγοράσθαι μοι δοῦλον, σὺ δὲ σαπρὸς εἶ. [25]
” Αἴσωπος λέγει “μὴ ξενίζου, κυρά, ἐπὶ τῷ ἐσκελίσθαι σε τῷ ἐνυπνίῳ· οὐ γὰρ πάντες ἀληθεῖς εἰσιν οἱ ὄνειροι. δεομένῳ γὰρ τῷ προστάτῃ τῶν Μουσῶν ὁ Ζεὺς ἐχαρίσατο τὴν μαντικήν, ὥστε καὶ πάντας τοὺς ἐν τῷ χρησμῷ ὑπερέχειν. ὁ δὲ προστάτης τῶν Μουσῶν ὑπὸ πάντων θαυμαζόμενος ἀνθρώπων, τῶν ἄλλων ὑπερφρονεῖν πάντων νομίσας, ἀλαζονότερος ἦν ἐν τοῖς ἄλλοις ἅπασιν. διὸ ὁ τούτου μείζων, ὀργισθεὶς καὶ μὴ θέλων τοῦτον παρὰ ἀνθρώποις τοσοῦτον ἰσχύειν. ἔπλασέν τινας ὀνείρους ἀληθεῖς, οἵτινες ἔλεγον ἐν τοῖς ὕπνοις τὰ μέλλοντα γίνεσθαι. ἐπιγνοὺς δὲ ὁ μείζων τῶν Μουσῶν ὡς οὐδεὶς αὐτοῦ χρείαν ἔχει τῆς μαντικῆς ἕνεκεν, ἠρώτησεν τὸν Δία καταλλαγῆναι αὐτῷ καὶ μὴ ἀκυρῶσαι αὐτοῦ τὴν μαντικήν. ὁ δὲ καταλλαγεὶς αὐτῷ, καὶ οὕτως ὀνείρους ἑτέρους ἔπλασεν εἰς τοὺς ἀνθρώπους ὅπως αὐτοῖς καθʼ ὕπνους ψευδῆ δεικνύωσιν, ἵνα πλανηθέντες τὴν ἀκρίβειαν πάλιν ὑπὸ τὴν τοῦ πρωτοτύπου καταφύγωσι μαντείαν. διὰ ταύτην τοίνυν τὴν αἰτίαν ὁ προπλασθεὶς ὄνειρος, ἐὰν ἐπιστῇ, ἀληθινὸν ἐμφαίνει ὂν τὸ ἐνύπνιον. ὥστε οὖν μὴ θαυμάσῃς ὅτι ἄλλα μὲν καθʼ ὕπνους ἑώρακας, ἄλλα δὲ ἀπέβη· οὐ γὰρ ἦν ὁ πρότερος ὃν ἐθεάσω, ἀλλὰ σοί τις τῶν ψευδηγόρων παρέστη ψευδέσιν ἐξαπατῶν ἐνυπνίοις.” Ὁ Ξάνθος τὸν Αἴσωπον ἐπαινέσας, καὶ τὸ φρόνιμον αὐτοῦ γνοὺς καὶ ὅτι ἐστὶν εὑρεσίλογος, λέγει “Αἴσωπε, ἆρον ὠμόλινον καὶ ἀκολούθησόν μοι, ὅπως ἀπὸ τῶν κήπων λάχανα εἰς ἕψησιν πριώμεθα. [15]
” Αἴσωπος ἐπιθέμενος κατὰ τοῦ ὤμου τὸ ὠμόλινον ἠκολούθησεν. ὁ Ξάνθος παραγενάμενος σὺν τῷ Αἰσώπῳ εἰς τὸν κῆπον καὶ περιτυχὼν τῷ κηπουρῷ, λέγει “δός μοι λάχανα εἰς ἕψησιν.” ὁ κηπουρὸς ἄρας τὸ δρέπανον ἀπεθέρισεν καυλοὺς κράμβης, σεύτλου, ἀσπαράγου κεφαλωτοῦ, καὶ τῶν λοιπῶν ἀρτυμάτων, 〈καὶ〉 κοσμήσας εὐτελές τι φορτίον ἐπέδωκεν τῷ Αἰσώπῳ. ὁ Ξάνθος ἀνοίξας τὸ γλωσσόκομον ἐδίδου τὸ κέρμα τῶν λαχάνων. ὁ κηπουρὸς λέγει “πρὸς τί τοῦτο, καθηγητά;” ὁ Ξάνθος εἶπεν “τῶν λαχάνων ἡ τιμή. [5]
35
” ὁ κηπουρὸς λέγει “ποῦ μοι ὑπάγει; καὶ ὁ κῆπος καὶ ἡ φυτεία, περίψημά σοι ποίει. μόνον ἑνὸς λόγου καταξίωσόν με.” ὁ Ξάνθος εἶπεν “καὶ μὰ τὰς Μούσας, οὐ λήψομαι οὔτε τὸ κέρμα οὔτε τὰ λάχανα, εἰ μή μοι εἴπῃς πρότερον τί σε δύναται ὠφελῆσαι ὁ ἐμὸς λόγος κηπουρὸν ὄντα σε· οὔτε γὰρ χειροτέχνης εἰμὶ οὔτε χαλκεύς, ἵνα σοι ποιήσω σκαλίδα ἢ πρασόκουρον, ἀλλὰ φιλόσοφος ὑπάρχω.” ὁ κηπουρὸς λέγει “δέσποτα, πολλά με ὠφελήσεις· ζητηματίῳ γάρ τινι λυπούμενος τὰς νύκτας οὐ κοιμῶμαι, λογιζόμενος καὶ συζητῶν διʼ ὅ τι φυτὰ βάλλω εἰς τὴν γῆν—ταῦτα σκάλλω, ποτίζω, ἐπιμελείας πολλῆς καταξιῶ—καὶ τάχιον ἀναβαίνει τὰ ἄγρια τὰ ἀπὸ τῆς γῆς ἢ τὰ ἀπʼ ἐμοῦ τιθέμενα.” ὁ Ξάνθος ἀκούσας φιλοσόφου μὲν ζήτημα, μὴ εὑρίσκων αὐτὸ δὲ ταχέως ἀναλῦσαι, [τῷ Αἰσώπῳ ἑστῶτι] λέγει “πάντα τῇ θείᾳ προνοίᾳ διοικεῖται.” Αἴσωπος ὀπίσω ἑστὼς τοῦ Ξάνθου ἀνεγέλασεν. [10]
ὁ Ξάνθος λέγει “Αἴσωπε, γελᾷς ἢ καταγελᾷς;” Αἴσωπος εἶπεν “μὴ γὰρ σοῦ;” Ξάνθος εἶπεν “ἀλλὰ τίνος;” Αἴσωπος εἶπεν “τοῦ σε διδάξαντος καθηγητοῦ.” ὁ Ξάνθος λέγει “κατάρατε, εἰς τὸ κοινὸν τῆς Ἑλλάδος βλασφημῶν λέγεις· ἐν Ἀθήναις γὰρ ἐσχόλασα παρὰ φιλοσόφοις, ῥήτορσι, γραμματικοῖς. ἔξεστιν οὖν σοὶ εἰς τὸν Ἑλικῶνα τῶν Μουσῶν εἰσελθεῖν;” Αἴσωπος εἶπεν “ἐὰν μηδὲν λέγῃς χλευάζεσθαί σε δεῖ.” ὁ Ξάνθος λέγει “ἔχει οὖν τὸ ζήτημα ἑτέραν λύσιν; τὰ γὰρ ὑπὸ θείας φύσεως διοικούμενα ὑπὸ φιλοσόφων ζητεῖσθαι οὐ δύναται. σὺ οὖν αὐτῷ δύνασαι διαλῦσαι;” Αἴσωπος εἶπεν “ὑπόσχου καὶ διαλύσω αὐτό.” ὁ Ξάνθος διατρεπόμενος λέγει “κομψότατε, ἀπρεπές ἐστιν ἐμὲ τὸν ἐν τοσούτοις ἀκροατηρίοις διαλεγόμενον νῦν ἐν κήποις διαλέγεσθαι, ἀλλʼ ἀκολούθει μοι. [5]
” πορευομένων δὲ αὐτῶν ὁ Ξάνθος τῷ κηπουρῷ λέγει “παῖς πολύπειρός ἐστίν μοι ὁ σὺν ἡμῖν βαδίζων, αὐτῷ ἀνάθου καὶ διαλύσει τὸ ζήτημα.” ὁ κηπουρὸς λέγει [καὶ ποῦ ἐστιν; ὁ Ξάνθος λέγει] “ἴδε, οὗτος ὁ σαπρὸς γράμματα οἶδεν;” Αἴσωπος γελάσας λέγει τῷ κηπουρῷ “ὧδε σύ, κακόπαθε;” ὁ κηπουρὸς λέγει “κακόπαθός εἰμι;” Αἴσωπος λέγει “μὴ οὐκ εἶ κηπουρός;” ὁ κηπουρὸς λέγει “ναί.” Αἴσωπος λέγει “ἀγανακτεῖς οὖν ἀκούων κακόπαθος, εἰ κηπουρὸς 〈εἶ〉; [καὶ κηπουρὸς ὤν]. ζητεῖς οὖν γνῶναι διὰ ποίαν αἰτίαν φυτὰ βάλλεις εἰς τὴν γῆν, ταῦτα σκάλλεις, ποτίζεις, ἐπιμελείας πολλῆς ἀξιοῖς, καὶ τάχιον λέγεις ἀναβαίνειν τὰ ἄγρια τὰ αὐτόματα τῆς γῆς ἢ τὰ ὑπὸ σοῦ τιθέ〈μενα〉 … 〈ἵνα μὴ〉 βλάπτῃς με περισσότερον ἢ ἔλαττον τῶν ἐπιταττομένων σοι ποιῶν. [10]
ἆρον ἐπὶ χειρῶν σου λήκυθον λέντιά τε, καὶ ἄγωμεν εἰς τὸ βαλανεῖον.” Αἴσωπος πρὸς ἑαυτὸν εἶπεν “οἱ τῷ νῷ περίπικροι περὶ διακονίαν δεσπόται κακοδαιμονίας ἑαυτοῖς γίνονται παραίτιοι. ἐγὼ τοῦτον τὸν φιλόσοφον παιδεύσω, ἵνα μάθῃ πῶς αὐτὸν δεῖ ἐπιτάττειν.” ἄρας οὖν τὰ προειρημένα καὶ μὴ βαλὼν ἔλαιον εἰς τὴν λήκυθον ἠκολούθει τῷ Ξάνθῳ εἰς τὸ βαλανεῖον. ὁ Ξάνθος ἀποδυσάμενος τὰ ἱμάτια αὐτοῦ ἔδωκεν τῷ Αἰσώπῳ καὶ λέγει “δὸς τὴν λήκυθον.” Αἴσωπος ἐπέδωκεν. ὁ Ξάνθος λαβὼν τὴν λήκυθον καὶ κατακενώσας εὗρεν οὐδέν, καὶ λέγει “Αἴσωπε, τὸ ἔλαιον ποῦ;” Αἴσωπος λέγει “εἰς οἶκον.” ὁ Ξάνθος λέγει “διὰ τί;” Αἴσωπος λέγει “ὅτι σύ μοι εἶπας ʼἆρον λήκυθον καὶ λέντιαʼ, ἔλαιον δὲ οὐκ εἶπας. ἔδει οὖν με μηδὲν τῶν εἰρημένων πλέον ποιεῖν· ἐπεὶ τοῦ νόμου σφαλεὶς πληγῶν ὑπεύθυνος ἤμην.” καὶ ἐν τούτῳ ἡσύχασεν. Ὁ Ξάνθος εὑρὼν φίλους εἰς τὸ βαλανεῖον τοῖς τῶν φίλων παιδαρίοις δοῦναι 〈ἐκέλευσε〉 τὸν Αἴσωπον τὰ ἱμάτια, καὶ λέγει αὐτῷ “ὕπαγε, Αἴσωπε, εἰς τὴν οἰκίαν, καὶ ἐπειδὴ διὰ τὴν μανίαν τῆς γυναικός μου συνεπατήθη τὰ λάχανα, ἀπελθὼν φακὸν ἕψησον ἡμῖν [ὄσπριον]. [10]
καὶ βάλε αὐτὸν εἰς τὸν κάκκαβον, καὶ ὕδωρ μετʼ αὐτοῦ, καὶ ἐπίθες ἐπὶ τὴν μαγειρικὴν ἑστίαν, καὶ ὑπόθες ξύλα καὶ καῦσον, ἐὰν σβεσθῇ φύσησον· ἴδε, οὕτως ποίησον.” Αἴσωπος· “ποιήσω.” καὶ ἐλθὼν ἐν τῇ οἰκίᾳ καὶ εἰσελθὼν εἰς τὸ μαγειρεῖον, βαλὼν εἰς τὸν κάκκαβον ἕνα φακόν, ἥψει. ὁ Ξάνθος σὺν τοῖς φίλοις αὐτοῦ λουσάμενος λέγει “ἄνδρες, δύνασθε πρὸς ἐμὲ εὐτελῶς ἀριστῆσαι; πρὸς φακὸν γὰρ ἡμῖν ἐστιν. οὐ δεῖ δὲ τῇ πολυτελείᾳ τῶν ἐδεσμάτων τοὺς φίλους κρίνειν, ἀλλὰ τῇ προθυμίᾳ δοκιμάζειν· καιρῷ γὰρ τὰ ἐλάχιστα τῶν κομψοτέρων προσηνεστέραν ἔχει τὴν ἀπόλαυσιν, ὅταν ὁ παρέχων μετʼ εὐνοίας προτρέπεται.” οἱ φίλοι εἶπον “ἀπίωμεν.” ὁ Ξάνθος ἤγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν καὶ λέγει “Αἴσωπε, δὸς ἡμῖν πιεῖν ἀπὸ τοῦ βαλανείου. [10]
40
” Αἴσωπος εἰς ξέστην βαλὼν ἐπέδωκεν τῷ Ξάνθῳ εὔκρατον ἐκ τῆς ἐμβάσεως. ὁ Ξάνθος λέγει “τί ἐστιν τοῦτο;” Αἴσωπος εἶπεν “ἀπὸ τοῦ βαλανείου πιεῖν.” ὁ Ξάνθος στυγνὸς γενόμενος μετὰ μικρὸν εἶπεν “παράθες μοι λεκάνην.” Αἴσωπος παρέθηκεν χωρὶς ὕδατος καὶ ἵστατο. Ξάνθος· “τοῦτο πάλιν τί;” Αἴσωπος λέγει “εἶπας ʼπαράθες λεκάνην,ʼ οὐκ εἶπες ʼβάλε ὕδωρ καὶ νίψον μου τοὺς πόδας.ʼ” ὁ Ξάνθος λέγει “ἔπαρε τὰ σανδάλιά μου καὶ τὰ ἑξῆς ποίησον.” εἶτα λέγει τοῖς ἑαυτοῦ φίλοις “ἄνδρες, εὑρίσκω ὅτι δοῦλον οὐκ ἠγόρασα, ἀλλὰ καθηγητὴν ἐμαυτῷ ἐώνημαι. νῦν κελεύσατε ἀναστῶμεν καὶ ἀκουμβήσωμεν. μηκύνοντος δὲ τοῦ πότου ὁ Ξάνθος εἶπεν “Αἴσωπε, ὁ φακὸς ἡψήθη;” Αἴσωπος λέγει “ναί. [5]
” ὁ Ξάνθος εἶπεν “δὸς οὖν ἴδω εἰ γέγονεν.” Αἴσωπος κοχλιαρίῳ ἀνενέγκας τὸν ἕνα κόκκον τοῦ φακοῦ ἐπιδίδωσι τῷ Ξάνθῳ. ὁ Ξάνθος φαγὼν τὸν ἕνα κόκκον τοῦ φακοῦ λέγει “καλῶς ἐγένετο, δίεφθός ἐστιν· φέρε, παράθες.” Αἴσωπος παραθεὶς πίνακα εἰσβάλλει τὸ ζέμα καὶ λέγει “ἀριστᾶτε οὖν, ἐπὰν γέγονεν.” ὁ Ξάνθος εἶπεν “ἰδού, ὧδε ζέμα μόνον ἔβαλες· ποῦ ἐστιν ὁ φακός;” Αἴσωπος λέγει “ἰδού, τὸν φακὸν ἔφαγες.” ὁ Ξάνθος εἶπεν “ἕνα οὖν κόκκον ἕψησας;” Αἴσωπος λέγε “ναί, οὐ γάρ μοι εἶπας ὅτι ʼφακὸν ἕψησονʼ καὶ οὐ φακούς; ὁ μὲν γάρ ἐστιν ἑνικός, οἱ δὲ πληθυντικοί.” ὁ Ξάνθος εἶπεν “ἵνα μὴ δόξω τοὺς ἀνθρώπους ὑβρίζειν, ἀπελθὼν οὓς ἠγόρακας τέσσαρας πόδας χοίρου ταχέως ὀξύσας ἄρτυσον. [5]
” Αἴσωπος βαλὼν τοὺς πόδας εἰς τὴν κύθραν ἥψει αὐτούς. ὁ Ξάνθος ζητῶν ἀφορμὴν διʼ ἧς μαστιγώσει τὸν Αἴσωπον, ἀναστὰς λέγει αὐτῷ “Αἴσωπε, ἀπελθὼν φέρε ἀπὸ τοῦ ταμείου ὄξον καὶ βάλε εἰς τὴν κύθραν.” ἕως οὖν ὁ Αἴσωπος ἀπῄει εἰς τὸ ταμιεῖον, εἰσελθὼν ὁ Ξάνθος καὶ ἀπὸ τῆς χύτρας ἐπάρας ἕνα πόδα ἔκρυψεν. Αἴσωπος ἐλθὼν καὶ ἰδὼν τρεῖς πόδας ἐν τῇ χύτρᾳ ἐνενόησεν ὅτι ἐπίτηδες ὁ Ξάνθος, θέλων ἑαυτῷ ποιῆσαι ἀφορμήν, ἐπῆρεν τὸν πόδα, καὶ θεασάμενος εἰς τὴν ἔπαυλιν τοῦ Ξάνθου χοιρίδιον τρεφόμενον, ὀφεῖλον σφαγῆναι εἰς τὰ γενέσια τῆς γυναικὸς τοῦ Ξάνθου, ταχέως δήσας αὐτοῦ τὸ στόμα σχοινίῳ ἔκοψεν αὐτοῦ τὸν ἕνα πόδα, καὶ διαστείλας τῷ πυρὶ καὶ ζέσας βάλλει εἰς τὴν κύθραν ἀντὶ τοῦ κλαπέντος. ὁ Ξάνθος, ὑποπτεύσας μὴ ὁ Αἴσωπος οὐχ εὑρὼν τὸν πόδα δραπετεύσῃ, πάλιν αὐτὸν μετεωρίσας ἐξελθὼν ἔβαλεν τὸν πόδα εἰς τὴν χύτραν· καὶ γίνονται ε πόδες. οὔτε οὖν ὁ Αἴσωπος ᾔδει ὅτι ε ἐγίνοντο οὔτε ὁ Ξάνθος. ὀλίγης δὲ ὥρας γενομένης λέγει ὁ Ξάνθος τῷ Αἰσώπῳ “τοὺς χοιρίους πόδας ἥψηκας;” Αἴσωπος λέγει “ναί. [10]
” ὁ Ξάνθος εἶπεν “φέρε οὖν.” Αἴσωπος παραθεὶς πίνακα κατακενοῖ τὴν χύτραν καὶ κατέρχονται ε πόδες, οὓς θεωρήσας ὁ Ξάνθος ἀποχλωριαίνει καὶ λέγει “Αἴσωπε, τὸ ἓν χοιρίδιον πόσους πόδας εἶχεν;” Αἴσωπος λέγει “συμφωνεῖ. ἴδε ὧδε ε καὶ τὸ ἔξω χοιρίδιον τρίπουν νέμεται.” ὁ Ξάνθος λέγει “ἄνδρες, οὗτός με ταχέως εἰς μανίαν περιτρέπει.” Αἴσωπος λέγει “ἔδει σε οὖν μὴ ὁρίσαι μοι νόμον, καὶ διηκόνησα ἄν σοι κατὰ τρόπους χρηστούς. ἀλλὰ μὴ μεταμελοῦ, δέσποτα· ἡ γὰρ παραγγελία σου τοῦ νόμου χρησιμωτέρα ἔσται σοι· διδάξει γάρ σε μὴ ἐν τοῖς ἀκροατηρίοις ἁμαρτάνειν. τὰ γὰρ ἐκ περισσοῦ λεγόμενα κατὰ πρόσθεσιν καὶ ὑφαίρεσιν ἁμαρτήματά ἐστιν οὐ μέτρια.” ὁ Ξάνθος μηδεμίαν ἀφορμὴν εὑρὼν τοῦ μαστιγῶσαι τὸν Αἴσωπον ἡσύχασεν. Ταῖς δὲ ἑξῆς ἡμέραις σὺν αὐτῷ εἰς τὰ ἀκροατήρια παραγίνεται καὶ γνωστὸς πᾶσιν ἐγένετο ὁ Αἴσωπος. [10]
καὶ δή ποτε εἷς τῶν σχολαστικῶν παρασκευασάμενος εἰς δεῖπνον ἐκάλεσεν τὸν Ξάνθον, σὺν αὐτῷ δὲ καὶ τοὺς σχολαστικούς. ὁ Ξάνθος τῷ Αἰσώπῳ λέγει “τὰ πρὸς δεῖπνον χρήσιμα ἄρας ἀκολούθει μοι· λέγω δὲ σπυρίδα, πίνακα, μάππαν, φανόν, σανδάλια, καὶ εἴ τι ἕτερόν μοι λέληθεν εἰπεῖν σοι.” Αἴσωπος ἄρας ἠκολούθει. ὁ Ξάνθος ἐν τῷ δείπνῳ λαβὼν τὰ μέρη ἐπέδωκεν τῷ Αἰσώπῳ. Αἴσωπος λαβὼν συνέθηκεν εἰς τὴν σπυρίδα. ὁ Ξάνθος ἐπιστραφεὶς τῷ Αἰσώπῳ λέγει “ἔχεις πάντα τὰ μέρη;” Αἴσωπος εἶπεν “ἔχω.” ὁ Ξάνθος· “ἀπόφερε οὖν αὐτὰ ταῦτα τῇ εὐνοούσῃ.” Αἴσωπος λέγει “ποιήσω.” ἐξελθὼν οὖν λέγει καθʼ ἑαυτόν· “νῦν καιρός ἐστιν τοῦ μετελθεῖν με τὴν μῆνιν τὴν πρὸς τὴν κυράν, ἀνθʼ ὧν με ἀγορασθέντα ἔσκωψεν καὶ ἐκακολόγει, καὶ ὅτι τὰ δωρηθέντα μοι ὑπὸ τοῦ κηπουροῦ λάχανα σκορπίσασα συνεπάτησεν, καὶ οὐκ ἀφῆκέν μου τὴν δωρεὰν εὐχαρῆ τῷ δεσπότῃ μου γενέσθαι. ἐγὼ αὐτῇ δείξω ὅτι πρὸς εὔνουν οἰκέτην οὐδὲν ἰσχύει γυνή· ἐπὰν γὰρ ὁ δεσπότης εἶπέν μοι ὅτι ʼδὸς τὰ μέρη τῇ εὐνοούσῃʼ, νῦν ὄψεται τίς αὐτῷ εὐνοεῖ.” παραγενάμενος δὲ ὁ Αἴσωπος καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν παρέθηκεν ἑαυτῷ τὴν σπυρίδα, καὶ καλέσας τὴν τοῦ Ξάνθου γυναῖκα καὶ δείξας αὐτῇ πάντα τὰ μέρη, λέγει “κυρά, κατάμαθε· μή τι λείπει ἢ παραβέβρωται;” ἡ γυνὴ τοῦ Ξάνθου λέγει “πάντα σῶά ἐστιν καὶ ὑγιῆ, Αἴσωπε. [10]
45
ταῦτα ἐμοὶ ὁ δεσπότης ἔπεμψεν;” Αἴσωπος εἶπεν “οὔ.” ἡ γυνὴ τοῦ Ξάνθου λέγει “καὶ τίνι αὐτὰ πέπομφεν;” Αἴσωπος εἶπεν “τῇ εὐνοούσῃ.” ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν “καὶ τίς αὐτῷ εὐνοεῖ, δραπέτα;” Αἴσωπος εἶπεν “ἔκδεξαί με ὀλίγον καὶ ὄψει τίς αὐτῷ εὐνοεῖ.” θεασάμενος οἰκοτραφῆ κύνα γενναίαν ἐφώνησεν αὐτὴν καὶ λέγει “ἔρχου, λάβε, Λύκαινα.” καὶ προσέδραμεν ἡ κύων. Αἴσωπος αὐτὴν ἐβρωμάτισεν. τῆς δὲ κυνὸς πάντα καταφαγούσης, παρεγένετο πάλιν ὁ Αἴσωπος ὅπου ἦν τὸ δεῖπνον καὶ ἔστη ὀπίσω πρὸς τοὺς πόδας τοῦ Ξάνθου. ὁ Ξάνθος λέγει “τί ἐστιν, Αἴσωπε, δέδωκας;” Αἴσωπος εἶπεν “δέδωκα. [10]
” ὁ Ξάνθος λέγει “ἔφαγεν;” Αἴσωπος εἶπεν “ναί, πάντα ἔφαγεν.” ὁ Ξάνθος εἶπεν “καὶ πάντα φαγεῖν ἠδυνήθη;” Αἴσωπος λέγει “ναί, ἐπείνα γάρ.” ὁ Ξάνθος εἶπεν “ἡδέως αὐτὰ ἔφαγεν;” Αἴσωπος εἶπεν “ναί, ἡδέως ἔφαγεν.” ὁ Ξάνθος εἶπεν “τί οὖν ἔλεγεν;” Αἴσωπος λέγει “ἔλεγεν μὲν οὐδέν, πάντως δέ σοι ἐν ἑαυτῇ κατηύχετο.” ὁ Ξάνθος εἶπεν “ἐγὼ αὐτῇ ἀμύνομαι.” ἡ δὲ γυνὴ τοῦ Ξάνθου εἶπεν τοῖς ἑαυτῆς παιδισκαρίοις “κοράσια, ἐγὼ μετὰ Ξάνθου μένειν οὐκέτι δύναμαι· δότω μοι τὴν προῖκά μου καὶ ἀναχωρῶ. ἐπὰν γὰρ τὴν κύνα ἐμοῦ προέκρινεν, πῶς ἐγὼ λοιπὸν τούτῳ συνοικήσω;” εἰσελθοῦσα οὖν εἰς τὸν κοιτῶνα μένει περίλυπος. Μηκύνοντος δὲ τοῦ πότου ἐγένετο μακρά τις ὁμιλία, καὶ ὡς ἐν ἀνδράσιν φιλολόγοις ζητήματα ποικίλα προετίθεντο. [5]
εἷς δὲ τῶν σχολαστικῶν εἶπεν “πῶς ἔσται [μέλλει γὰρ] μεγάλη ταραχὴ ἐν ἀνθρώποις;” Αἴσωπος ἑστὼς ὀπίσω τοῦ δεσπότου αὐτοῦ λέγει “ἐὰν οἱ νεκροὶ ἀναστάντες τὰ ἴδια ἀπαιτοῦσιν.” πολὺς οὖν ἐγένετο γέλως καὶ πλεῖστος γογγυσμὸς εἰς τοὺς σχολαστικούς, καὶ ἔλεγον “ὁ νεώνητός ἐστιν, ὃν ἠγόρασεν Ξάνθος ἡμῶν παρόντων.” εἷς τῶν σχολαστικῶν εἶπεν “ἐμέ ποτε εἶπεν θαλάσσιον πρόβατον εἶναι.” ἄλλος εἶπεν “τὰ μὲν ἀφʼ ἑαυτοῦ λαλεῖ, τὰ δὲ ὑπὸ Ξάνθου διδάσκεται.” Αἴσωπος εἶπεν “οὕτως ὑμεῖς πάντες.” οἱ σχολαστικοὶ εἶπον “καθηγητά, 〈μὰ〉 τὰς Μούσας, σὺ ἐπίτρεψον Αἰσώπῳ πιεῖν.” ὁ Ξάνθος ἐπέτρεψεν, Αἴσωπος ἔπιεν. εἷς τῶν σχολαστικῶν πρὸς τοὺς ἑτέρους λέγει “διὰ τί τὸ μὲν πρόβατον ἐπὶ θυσίαν ἀγόμενον οὐ κέκραγεν, τὸ δὲ χοιρίδιον μεγάλα τονθρύζει;” μηδενὸς οὖν εὑρίσκοντος λῦσαι τὴν ἐρώτησιν, Αἴσωπος λέγει “ὅτι τὸ μὲν πρόβατον ἔχει τὸ γάλα εὔχρηστον καὶ τὰς τρίχας εἰς εὐσχημοσύνην, καὶ κατὰ καιρὸν ἀποκείρεται τὴν βαροῦσαν αὐτοῦ τρίχα καὶ ἀμελγόμενον πάλιν κουφίζεται, καὶ ὅταν ἀπάγεται πρὸς θυσίαν, οὐδὲν κακὸν ὑποπτεῦον παθεῖν γεγηθὸς ἀκολουθεῖ καὶ προσφερόμενον τὸ σίδηρον οὐκ ἀποφεύγει. [5]
ὁ δὲ χοῖρος διὰ τοῦτο μεγάλα τονθρύζει, διὰ τὸ μήτε τρίχας ἔχειν εὐχρήστους μήτε γάλα· εἰκότως κράζει, εἰδὼς ὅτι πρὸς τὴν τῶν κρεῶν ἀπάγεται χρῆσιν.” οἱ σχολαστικοὶ εἶπον “σαφῶς, μὰ τὰς Μούσας.” Πάντων οὖν ἀναχωρησάντων ὁ Ξάνθος ὑποστρέψας εἰς τὸν οἶκον αὐτοῦ εἰσῆλθεν εἰς τὸν κοιτῶνα καὶ ἤρξατο κολακεύειν τὴν ἑαυτοῦ γυναῖκα καὶ καταφιλεῖν.
αὐτὴ δὲ ἀπεστρέφετο τὸν Ξάνθον λέγουσα “μὴ πρόσιθί μοι, δουλοκοῖτα, μᾶλλον δὲ κυνοκοῖτα. ἀπόδος μοι τὴν προῖκά μου.” ὁ Ξάνθος λέγει “πολλά μοι κακά, τί ποτε πάλιν Αἴσωπος ἤρτυσέ μοι;” ἡ γυνὴ τοῦ Ξάνθου εἶπεν “ὕπαγε κἀκείνην λάβε, ᾗτινι τοσαῦτα πέπομφας μέρη.” ὁ Ξάνθος λέγει “οὐκ ἔλεγον ὅτι Αἴσωπος θόρυβον κεκίνηκέν μοι; Αἴσωπόν τις καλείτω.” Αἴσωπος εἰσῆλθεν. [5]
50
ὁ Ξάνθος λέγει “Αἴσωπε, τὰ μέρη τίνι δέδωκας;” Αἴσωπος εἶπεν “ἐμοὶ εἶπας ὅτι ʼδὸς αὐτὰ τῇ εὐνοούσῃ.ʼ” ἡ γυνὴ τοῦ Ξάνθου λέγει “ἐγὼ οὐδὲν ἔλαβον. ἰδοὺ ποῦ ἐστιν· ἐνώπιόν μου μὴ ἀρνησάσθω.” ὁ Ξάνθος εἶπεν “ἴδε, λέγει, δραπέτα, μὴ εἰληφέναι.” Αἴσωπος λέγει “τίνι δέ μοι εἶπας ἐπιδοῦναι τὰ μέρη;” ὁ Ξάνθος εἶπεν “τῇ εὐνοούσῃ.” Αἴσωπος λέγει “τί οὖν αὕτη σοι εὐνοεῖ;” ὁ Ξάνθος εἶπεν “ἀλλὰ τίς, δραπέτα;” Αἴσωπος λέγει “μάθε τίς σοι εὐνοεῖ.” φωνήσας τὴν κύνα λέγει “αὕτη σοι εὐνοεῖ. γυνὴ μὲν γὰρ λέγει εὐνοεῖν, οὐκ εὐνοεῖ δέ. τούτου δὲ ἀπόδειξις αὕτη, ὅτι αὕτη, ἣν νομίζεις εὐνοεῖν σοι, ἐλαχίστων ἕνεκα μεριδίων ἀπαιτεῖ σε τὴν προῖκα καὶ βούλεταί σε καταλιπεῖν· τὴν δὲ κύνα δεῖρον, ἀπόλεσον, κατάβαλε, δίωξον, καὶ οὐ μὴ ἀποχωρήσει, ἀλλʼ ἐπιλαθομένη τῆς ὕβρεως, ἐπιστρέψασα, τὴν κέρκον σείουσα ζητεῖ πάλιν τὸν δεσπότην. ἔδει οὖν σε εἰπεῖν μοι ʼἀπόφερε τῇ γυναικί μου,ʼ 〈καὶ μὴ ʼτῇ εὐνοούσῃʼ〉· οὐ γὰρ αὕτη σοι εὐνοεῖ, ἀλλʼ ἡ κύων.” ὁ Ξάνθος εἶπεν “θεωρεῖς, κυρά, ὅτι οὐ παρʼ ἐμὲ γέγονεν τὸ ἁμάρτημα, ἀλλὰ παρὰ τὴν τοῦ λαβόντος βαττολογίαν. [ὁ Ξάνθος] εὑρήσω δὲ πρόφασιν διʼ ἧς αὐτὸν μαστιγώσω καί σε ἐκδικήσω.” Τῇ ἐπαύριον καλέσας ὁ Ξάνθος τοὺς ἤδη καλέσαντας αὐτὸν σχολαστικοὺς λέγει “Αἴσωπε, ἐπειδὴ φίλους κέκληκα ἐπὶ δεῖπνον, ἀπελθὼν ἕψησον εἴ τι καλόν, εἴ τι χρηστὸν ἐν τῷ βίῳ. [15]
” Αἴσωπος πρὸς ἑαυτὸν λέγει “ἐγὼ αὐτῷ δείξω μωρὰ μὴ διατάττεσθαι.” ἐλθὼν οὖν εἰς τὸν μάκελλον τῶν τεθυμένων χοιριδίων τὰς γλώσσας ἠγόρασεν, καὶ ἐλθὼν τὰς μὲν ἐκζεστάς, τὰς δὲ ὀπτάς, τὰς δὲ ἀρτυτάς, πάσας ἡτοίμασεν. καὶ τῇ τακτῇ ὥρᾳ παραγίνονται οἱ κεκλημένοι. ὁ Ξάνθος λέγει “Αἴσωπε, δὸς ἡμῖν τι φαγεῖν.” Αἴσωπος φέρει ἑκάστῳ γλῶσσαν γενομένην ἐκζεστήν, καὶ ὀξύγαρον παρέθηκεν. οἱ σχολαστικοὶ εἶπον “οὐᾶ, Ξάνθε, καὶ τὸ δεῖπνόν σου φιλοσοφίας μεστόν· οὐδὲν γὰρ παρὰ σοὶ ἀφιλοπόνητον. εὐθέως γὰρ ἐν ἀρχῇ τοῦ δείπνου αἱ γλῶσσαι παρετέθησαν.” καὶ μετὰ τὸ πιεῖν αὐτοὺς δύο ἢ τρία ποτήρια ὁ Ξάνθος λέγει “Αἴσωπε, δὸς ἡμῖν φαγεῖν. [10]
” Αἴσωπος ἑκάστῳ πάλιν πρὸς γλῶσσαν ὀπτὴν καὶ ἁλοπέπερι παρέθηκεν. οἱ σχολαστικοὶ εἶπον “θείως, καθηγητά, καλλίστως, μὰ τὰς Μούσας. ἐπεὶ πᾶσα γλῶσσα πυρὶ ἠκόνηται, καὶ τὸ κρεῖττον, ὅτι διʼ ἁλοπεπέρεως· τὸ γὰρ ἁλυκὸν τῷ δριμυτέρῳ συγκέκραται τῆς γλώσσης ἵνα τὸ εὔστομον καὶ τὸ δάκνον ἐπιδείξῃ.” ὁ Ξάνθος πάλιν μετὰ τὸ πιεῖν αὐτοὺς τὸ τρίτον λέγει “φέρε ἡμῖν φαγεῖν.” Αἴσωπος ἑκάστῳ γλῶσσαν ἀρτυτὴν φέρει. οἱ σχολαστικοὶ εἷς ἑνὶ ἔλεγον “Δημόκριτε! ἐγὼ τὴν γλῶσσαν ἐπόνεσα τὰς γλώσσας τρώγων.” ἄλλος σχολαστικὸς εἶπεν “οὐδέν ἐστι φαγεῖν ἕτερον; ὅπου Αἴσωπος πονεῖ, ἐκεῖ οὐδὲν ἀγαθόν ἐστι.” οἱ σχολαστικοὶ φαγόντες τὰς ἀρτυτὰς γλώσσας χολέρᾳ [ἀσθένια] ἐκρούσθησαν. ὁ Ξάνθος λέγει “Αἴσωπε, δὸς ἡμῖν δειπνῆσαι ἑκάστῳ λοπάδα.” Αἴσωπος γλωσσόζωμον παρέθηκεν. οἱ σχολαστικοὶ οὐκέτι ἐξέτεινον τὰς χεῖρας, λέγοντες “ἥδε 〈ἡ〉 καταστροφὴ ἀπὸ Αἰσώπου· γλώσσαις νενικήμεθα.” ὁ Ξάνθος λέγει “Αἴσωπε, ἔχομέν τι ἕτερον;” Αἴσωπος εἶπεν “οὐδὲν ἄλλο ἔχομεν.” ὁ Ξάνθος λέγει “οὐδὲν ἕτερον, κατάρατε; οὐκ εἶπόν σοι ὅτι ʼεἴ τι χρήσιμόν ἐστιν ἐν τῷ βίῳ, εἴ τι δὲ ἡδύ, τοῦτο ἀγόρασον;ʼ” Αἴσωπος λέγει “χάριν σοι ἔχω, ὅτι ἀνδρῶν φιλολόγων παρόντων μέμφῃ με. [10]
εἶπάς μοι ὅτι ʼεἴ τι χρήσιμόν ἐστιν ἐν τῷ βίῳ, εἴ τι ἡδύτερον ἢ μεῖζον, ἀγόρασον.ʼ τί οὖν ἐστιν ἐν τῷ βίῳ γλώσσης χρησιμώτερον ἢ μεῖζον; μάθε ὅτι διὰ γλώσσης πᾶσα φιλοσοφία καὶ πᾶσα παιδεία συνέστηκεν. χωρὶς γλώσσης οὐδὲν γίνεται, οὐδὲ δόσις, οὐ λῆψις, οὐδὲ ἀγορασμός· ἀλλὰ διὰ γλώσσης πόλεις ἀνορθοῦνται, δόγματα καὶ νόμοι ὁρίζονται. εἰ οὖν διὰ γλώσσης πᾶς βίος συνέστηκεν, γλώσσης οὐδέν ἐστι κρεῖττον.” οἱ σχολαστικοὶ εἶπον “νὴ τὰς Μούσας, καλὰ λέγει. σὺ ἥμαρτες, καθηγητά.” οἱ σχολαστικοὶ ἀνεχώρησαν. διʼ ὅλης τῆς νυκτὸς διαρροίᾳ ληφθέντες ἐδυσφόρουν. τῇ ἐπαύριον οἱ σχολαστικοὶ ἐμέμψαντο τὸν Ξάνθον. [10]
ὁ Ξάνθος λέγει “ἄνδρες φιλόλογοι, οὐ γέγονε παρʼ ἡμῖν ἡ αἰτία, ἀλλὰ παρὰ τὸν ἀχρεῖον δοῦλον Αἴσωπον. πλὴν σήμερον ἀποδώσω ὑμῖν τὸ δεῖπνον καὶ ἐνώπιον ὑμῶν διατάξομαι αὐτῷ.” καὶ δὴ καλέσας τὸν Αἴσωπον λέγει αὐτῷ “ἐπειδή σοι ἔδοξε τὰ ἄνω κάτω λαλεῖν, ἀπελθὼν εἰς τὴν ἀγοράν, εἴ τι σαπρόν, εἴ τι χεῖρον, αὐτὸ ἀγόρασον.” Αἴσωπος ἀκούσας καὶ μὴ ταραχθείς, ἐλθὼν εἰς τὸν μάκελλον πάλιν πάντων τῶν τεθυμένων χοίρων τὰς γλώσσας ἠγόρασεν, καὶ ἐλθὼν ἐσκεύασεν αὐτὰς πρὸς δεῖπνον. ὁ Ξάνθος παραγενάμενος μετὰ τῶν σχολαστικῶν ἐν τῷ οἴκῳ αὐτοῦ ἀνεκλίθη σὺν αὐτοῖς. καὶ μετὰ τὸ προπιεῖν λέγει “Αἴσωπε, δὸς ἡμῖν τι φαγεῖν.” Αἴσωπος ἑκάστῳ γλῶσσαν τεταριχευμένην παρέθηκεν καὶ ὀξύγαρον. οἱ σχολαστικοὶ εἶπον “τί ἐστι πάλιν τοῦτο, γλῶσσαι;” ὁ Ξάνθος ἀποχλωριᾷ. οἱ σχολαστικοὶ εἶπον “ἴσως ἀπὸ τῆς χθεσινῆς διαρροίας τὸν στόμαχον ἡμῶν θέλει τῷ ὄξει ἀνακτήσασθαι.” καὶ μετὰ τὸ πιεῖν αὐτοὺς πρὸς δύο, ὁ Ξάνθος λέγει “δὸς ἡμῖν τι φαγεῖν.” Αἴσωπος παρέθηκεν ἑκάστῳ ὀπτὴν γλῶσσαν. οἱ σχολαστικοὶ εἶπον “οὐᾶ, τί ἐστι τοῦτο; ὁ χθεσινὸς ὑπόμωρος πάλιν διὰ γλωσσῶν ἀσθένειαν ἡμῖν κατασκευάζει;” ὁ Ξάνθος λέγει “τοῦτο πάλιν τί ἐστι, κατάπτυστε; διὰ τί ταῦτα ἠγόρακας; οὐκ εἶπόν σοι ὅτι ʼἀπελθὼν εἰς τὴν ἀγορὰν εἴ τι χεῖρον εὕρῃς, εἴ τι σαπρόν, τοῦτο ἀγόρασον;ʼ” Αἴσωπος εἶπεν “καὶ τί χεῖρον διὰ γλώσσης οὐκ ἔστιν; διὰ γλώσσης ἔχθραι, διὰ γλώσσης ἐπιβουλαί, ἐνεδρεῖαι, μάχαι, ζηλοτυπίαι, ἔρεις, πόλεμοι· οὐκοῦν χεῖρον οὐδέν ἐστι τῆς μιαρωτάτης γλώσσης. [5]
55
” εἷς τῶν σχολαστικῶν τῶν συνανακειμένων ἐν τῷ δείπνῳ τοῦ Ξάνθου λέγει “καθηγητά, τούτῳ ἐὰν πρόσσχῃς ταχέως σε εἰς μανίαν περιτρέψει· οἵα γὰρ ἡ μορφὴ αὐτοῦ τοιαύτη καὶ ἡ ψυχὴ αὐτοῦ. 〈ὁ〉 φιλολοίδορος καὶ κακεντρεχὴς δοῦλος οὗτος ὀβολοῦ ἄξιος οὐκ ἔστιν.” Αἴσωπος λέγει “σιώπα, σχολαστικέ· σύ μοι δοκεῖς κακεντρεχέστερος εἶναι πολλῷ, ὃς τὸ τοῦ Ξάνθου σχῆμα οὐκ ἔχεις, ἀλλʼ ὑποκαίεις σπινθῆρσι λόγων τὴν τοῦ δεσπότου ὀργὴν καὶ παροξύνεις δεσπότην κατʼ οἰκέτου. τοῦτο δέ ἐστιν οὐκ ἰδιοπράγμονος ἀνθρώπου ἀλλὰ περιέργου, τὸ εἰς ἀλλότριον ἑαυτὸν ἐμβαλεῖν πρᾶγμα.” ὁ Ξάνθος ζητῶν ἀφορμὴν διʼ ἧς τὸν Αἴσωπον μαστιγώσει λέγει αὐτῷ “Αἴσωπε, ἐπὰν ἀνάγκη με καὶ πρὸς τὸν ἴδιον φιλοσοφεῖν δοῦλον, περίεργον εἶπάς μοι τὸν φίλον· ἀπόδειξον οὖν μοι εἰ ἔστιν ὁ ἄνθρωπος περίεργος. [10]
” Αἴσωπος εἶπεν “ἔστι μὲν οὖν καὶ πάνυ περίεργος· πολλοὶ γὰρ τῶν ἀνθρώπων τὰ ἀλλότρια τρώγοντες καὶ πίνοντες τὰ ἀλλότρια περιεργάζονται, τινὲς δὲ τῶν ἰδίων μνημονεύοντες κακῶν τὰ ἀλλότρια οὐ περιεργάζονται.” ὁ Ξάνθος λέγει “εἰ οὖν λέγεις ἄνθρωπον ἀπερίεργον εἶναι, ἕτερόν σοι θήσω νόμον καὶ ὃν προσεθέμην ἀκυρώσω. ἕτερος τῇ ἑξῆς τὸ δεῖπνον σκευάσει, σὺ δέ μοι πορευθεὶς κάλει μοι ἀπερίεργον ἄνθρωπον ἐπὶ δεῖπνον. καὶ ἐάν τι περιεργάσηται, τὸ πρῶτον σιωπήσω, τὸ δεύτερον συγγνώμην δώσω, τὸ τρίτον δαρήσῃ καὶ τὴν τύχην λήψῃ.” Αἴσωπος ἀκούσας τὰ ῥηθέντα αὐτῷ παρὰ τοῦ Ξάνθου, τῇ ἐπαύριον ἀπελθὼν εἰς τὴν ἀγορὰν ἐζήτει ἄνθρωπον ἀπερίεργον . [10]
57-59
.. καὶ δὴ θεωρεῖ ἄνθρωπον [τὸν] τὸ μὲν ἰδέσθαι ἄγροικον, πολιτικὸν δὲ τοῖς ἤθεσιν, ὀνάριον ἐλαύνοντα μεστὸν ξύλων καὶ τὴν τῶν πολλῶν ἀνθρώπων ὑπεσταλμένον ὄχλησιν καὶ πρὸς τὸ ὀνάριον λαλοῦντα. τοῦτον ἰδιοπράγμονα καὶ ἀπερίεργον στοχασάμενος συνηκολούθησεν αὐτῷ. ὁ ἄγροικος τῷ ὀναρίῳ ἐπικαθήμενος ἔλεγεν πρὸς αὐτὸν καθʼ ὃν περιεπάτει· “ἄγωμεν, ὅπως τάχιον φθάσωμεν καὶ πραθῇ τὰ ξύλα ἀσσαρίων ιβ , καὶ κατάξεις σὺ τὰ δύο εἰς χόρτον, τὰ δύο δὲ ἐγὼ εἰς ἐμαυτόν, τὰ δὲ ὀκτὼ τηρήσομεν εἰς δευτέρας τύχας, μή τις ἀσθένεια ἐπιδράμῃ ἢ χειμὼν αἰφνιδίως γενόμενος ἀνεξόδους ἡμᾶς ποιήσῃ· ἐὰν γὰρ σήμερον κριθὰς φάγῃς, εἶτα γένηται αἰφνίδιόν τι ἐναντίον, οὔτε χόρτον οὔτε κριθὰς ἕξεις φαγεῖν.” Αἴσωπος ἀκούων ταῦτα πρὸς ἑαυτὸν εἶπεν “νὴ τὰς Μούσας, ἀπερίεργός μοι φαίνεται ὁ ἄνθρωπος οὗτος· προσελεύσομαι πρὸς αὐτόν. [10]
60
” εἶτα προσεγγίσας λέγει “πατερίων, χαίροις.” ὁ ἄγροικος ἀντησπάσατο. Αἴσωπος λέγει “πόσου τὰ ξύλα;” ὁ ἄγροικος εἶπεν ” ιβ ἀσσαρίων.” Αἴσωπος λέγει “ἀληθῶς, ὅσου προέθετο, τοσούτου καὶ πωλεῖ.” εἶτα λέγει “πατερίων, οἶδας Ξάνθον τὸν φιλόσοφον;” ὁ ἄγροικος εἶπεν “οὐχί, τέκνον.” Αἴσωπος λέγει “διὰ τί;” ὁ ἄγροικος εἶπεν “ὅτι οὐκ εἰμὶ περίεργος· ἀκούω γὰρ αὐτόν.” Αἴσωπος λέγει “πολλά σοι ἀγαθὰ γένοιτο. ἐκείνου εἰμὶ δοῦλος.” ὁ ἄγροικος εἶπεν “τοῦτο γὰρ ἐγώ σε ἐξῄτησα, πότερον δοῦλος εἶ ἢ ἐλεύθερος; τί δέ μοι τοῦτο διαφέρει;” Αἴσωπος λέγει “ἀληθῶς ἀπερίεργός ἐστιν. πατερίων, πέπραταί σοι τὰ ξύλα. ἔλασον εἰς τὴν οἰκίαν Ξάνθου τὸ ὀνάριον.” ὁ ἄγροικος εἶπεν “ἀλλὰ τὴν οἰκίαν οὐκ οἶδα ποῦ ἐστιν.” Αἴσωπος λέγει “ἀκολούθει μοι καὶ μαθήσῃ.” καὶ ἤγαγεν αὐτὸν εἰς τὴν οἰκίαν καὶ καθεῖλεν τὰ ξύλα καὶ ἔδωκεν αὐτῷ τὴν τιμὴν καὶ εἶπεν “πατερίων, ὁ δεσπότης μου ἐρωτᾷ σε δειπνῆσαι παρʼ αὐτῷ· κατάλιπε οὖν τὸ ὀνάριον εἰς τὸ μεσίαυλον καὶ ἐπιμελείας τεύξεται. [10]
” ὁ ἄγροικος, εἰσελθὼν εἰς τὸ δεῖπνον καὶ μὴ περιεργασάμενος ἐκ ποίας αἰτίας καλεῖται, εἰσῆλθεν οὕτως σὺν τῷ πηλῷ ὡς ἦν καὶ τοῖς ὑποδήμασιν. ὁ Ξάνθος εἶπεν “οὗτός ἐστιν ὁ ἀπερίεργος;” ὁ Ξάνθος ἰδὼν ὅτι ἐπαγγέλλεται Αἴσωπος τὰ μέγιστα περὶ αὐτοῦ, λέγει τῇ ἑαυτοῦ γυναικί “κυρά, θέλεις τὸν Αἴσωπον παιδευθῆναι;” ἡ γυνὴ τοῦ Ξάνθου λέγει “τοῦτο εὔχομαι.” ὁ Ξάνθος εἶπεν “ποίησον οὖν ὡς λέγω σοι, καὶ ἀναστᾶσα τὴν λεκάνην τῷ ξένῳ προσένεγκε ὡς ὀφείλουσα νίψαι αὐτοῦ τοὺς πόδας. κἀκεῖνος ἀπὸ τῆς ἀξίας σου ἐπιγνώσεται ὅτι οἰκοδέσποινα εἶ καὶ οὐ μὴ ἐάσηταί σε, ἀλλʼ ἐρεῖ σοι ʼκυρά, δοῦλος οὐκ ἔστιν, ἵνα μου νίψῃ τοὺς πόδας;ʼ καὶ φανήσεται περίεργος καὶ Αἴσωπος δαρήσεται.” ἡ γυνὴ τοῦ Ξάνθου διὰ τὸ μῖσος τὸ πρὸς τὸν Αἴσωπον περιζωσαμένη λέντιον καὶ ἕτερον βαλοῦσα περὶ τοὺς ὤμους προσέφερεν τὴν λεκάνην τῷ ξένῳ. ὁ ξένος νοήσας ὅτι ἐστὶν ἡ οἰκοδέσποινα πρὸς ἑαυτὸν εἶπεν “Ξάνθος ἐστὶ φιλόσοφος· εἰ ἤθελεν τοὺς πόδας μου ὑπὸ δούλου πλυθῆναι ἐπιτετάχει ἄν, εἰ δέ μοι τιμὴν παρέχων τὴν γυναῖκα τὴν ἑαυτοῦ ἠνάγκασεν νίψαι μου τοὺς πόδας, ἐμαυτῷ ἀτιμίαν οὐ περιβάλλω, οὐ περιεργάσομαι, ἀλλὰ προτείνοντός μου τοὺς πόδας νίψομαι.” καὶ δὴ νιψάμενος ἀνεπαύει. ὁ Ξάνθος εἶπεν “σοφῶς, νὴ τὰς Μούσας. [15]
” 〈καὶ εἶπεν〉 τῷ ξένῳ πρώτῳ δοθῆναι πιεῖν οἰνόμελι. ὁ ξένος πρὸς ἑαυτὸν εἶπεν “τοὺς οἰκοδεσπότας ἔδει πρῶτον πιεῖν, ἀλλʼ ἐμοὶ τὴν τιμὴν παρέχων ὁ φιλόσοφος πρώτῳ διετάξατο δοθῆναι πιεῖν· οὐ περιεργάσομαι οὖν.” καὶ λαβὼν ἔπιεν. ὁ Ξάνθος ἐπέτρεψεν δεῖπνον εἰσενεχθῆναι. εἰσήχθη λοπὰς ἰχθύων. ὁ Ξάνθος τῷ ἀγροίκῳ εἶπεν “ἔσθιε.” ὁ ἄγροικος ὡς Χάρυβδις [δελφῖνος] ἤρξατο καταπίνειν. ὁ Ξάνθος γευσάμενος καὶ θέλων ἐκκαλέσασθαι τὸν ἄγροικον, ἵνα εἰς λόγον φανῇ περίεργος, λέγει “ὁ παῖς, κάλει τὸν μάγειρον.” ὁ δὲ εἰσῆλθεν. ὁ Ξάνθος λέγει “λέγε μοι, δραπέτα, διὰ τί λαμβάνων τὰ ἐπιτήδεια οὔτε ἀρκετὸν ἔλαιον ἔβαλες οὔτε γάρον οὔτε πέπερι; ἐκδύσατε αὐτὸν καὶ δείρατε.” ὁ ἄγροικος πρὸς ἑαυτὸν εἶπεν “καλῶς ἤρτυται καὶ οὐδὲν λείπει· εἰ δὲ Ξάνθος μαινόμενος πρὸς τὸν μάγειρον ἑαυτοῦ θέλει αὐτὸν δεῖραι, οὐ περιεργάσομαι.” δέρεται ὁ ταλαίπωρος μάγειρος. ὁ Ξάνθος ἐν ἑαυτῷ λέγει “δοκῶ ὅτι ὁ ἄνθρωπος οὗτος κωφός ἐστιν ἢ νωδὸς καὶ οὐ λαλεῖ ὅλως.” εἶτα μετὰ τὸ δεῖπνον ὁ πλακοῦς εἰσήχθη. ὁ ἄγροικος μηδέποτε ἐζωγραφημένον ἰδὼν πλακοῦντα ἄρχεται τετραγώνους ποιῶν ψωμοὺς ὡς πλίνθους καταπίνειν. ὁ Ξάνθος γευσάμενος πάλιν ἀνέκραγεν “τὸν πλακουντάριόν τις καλείτω. [15]
” εἰσῆλθεν. ὁ Ξάνθος λέγει “κατάρατε, διὰ τί ὁ πλακοῦς οὔτε μέλι ἔχει οὔτε πέπερι, οὔτε στρόβιλον ἔχει, ἀλλὰ καὶ ἐπώξισεν;” ὁ πλακουντάριος εἶπεν “κῦρι, εἰ ὠμός ἐστιν ὁ πλακοῦς, ἐμοὶ ἐγκάλει, εἰ δὲ μέλι οὐκ ἔχει καὶ ἐπώξισεν, οὐκ ἐγὼ αἴτιος ἀλλʼ ἡ κυρά· ποιήσας γὰρ τὸν πλακοῦντα ἐζήτησα αὐτῆς μέλι, ἡ δέ μοι εἶπεν ʼἐὰν ἔλθω ἐκ τοῦ βαλανείου προβάλω.ʼ βραδυνούσης οὖν αὐτῆς, μὴ λαβὼν ταχὺ μέλι, ἐπώξισεν.” ὁ Ξάνθος λέγει “εἰ οὖν παρὰ τὴν τῆς γυναικός μου ἀμέλειαν γέγονεν, ἄρτι ζῶσαν αὐτὴν καύσω.” ὁ Ξάνθος εἶπεν “κυρά, σὺ ὑποκρίνου. ἄγε, Αἴσωπε, κληματίδας εἰσένεγκε εἰς τὸ μέσον καὶ ποίησον πυράν.” Αἴσωπος εἰσενέγκας ἐποίησεν πυρὰν μεγάλην. ὁ Ξάνθος τὴν ἑαυτοῦ γυναῖκα παραλαβὼν ἤγαγεν εἰς τὸ μέσον καὶ παρετηρεῖτο τὸν ἄγροικον, εἰ ἀγανακτήσας ἀναπηδήσει καὶ μὴ ἀφήσει. ὁ ἄγροικος οὐ προσεποιήσατο, ἀλλὰ ἀνακείμενος ἑαυτῷ προέπινεν. [10]
καὶ νοήσας ὅτι αὐτὸν πειράζει ὁ Ξάνθος, λέγει πρὸς αὐτὸν ὁ ἄγροικος “κῦρι, εἰ τοῦτο κέκρικας, ἀλλὰ μικρὸν μεῖνον, ἕως κἀγὼ δραμὼν εἰς τὸν ἀγρὸν τὴν γυναῖκά μου ἀγάγω, καὶ ὁμοῦ τὰς δύο κατάκαυσον.” ὁ Ξάνθος, θαυμάσας τὸ εὔψυχον τοῦ ἀνδρὸς τοῦ ἀπεριέργου, λέγει “Αἴσωπε, ὁμολογῶ νενικῆσθαι ὑπὸ σοῦ· ἄρκει ἐμπαίζων μοι, λῆξον τὸ λοιπὸν καὶ εὐνοϊκῶς μοι δούλευε.” Αἴσωπος· “οὐκέτι με μέμψει, δέσποτα, γνώσῃ δὲ εὔνοιαν οἰκέτου.” Τῇ ἑξῆς ὁ Ξάνθος εἶπεν τῷ Αἰσώπῳ “ἀπελθὼν ἴδε εἰ πολλοί εἰσιν ἄνθρωποι εἰς τὸ βαλανεῖον. [5]
65
” Αἴσωπος πορευόμενος ὑπηντήθη τῷ στρατηγῷ. ὁ στρατηγὸς γινώσκων τὸν Αἴσωπον λέγει αὐτῷ “Αἴσωπε, ποῦ ὑπάγεις;” Αἴσωπος εἶπεν “οὐκ οἶδα.” ὁ στρατηγὸς εἶπεν “ἐρωτῶ σε ποῦ ὑπάγεις καὶ λέγεις οὐκ οἶδα;” Αἴσωπος εἶπεν “οὐκ οἶδα, μὰ τὰς Μούσας.” ὁ στρατηγὸς ἐκέλευσεν αὐτὸν ἀπαγάγαι ἐν τῇ φυλακῇ. Αἴσωπος λέγει “δέσποτα, ὁρᾷς ὅτι καλῶς σοι εἶπον, μὴ εἰδὼς ὅτι εἰς φυλακὴν ἀπαχθήσομαι.” ὁ στρατηγὸς καταπλαγεὶς ἀπέλυσεν αὐτόν. Αἴσωπος ἀπελθὼν εἰς τὸ βαλανεῖον εἶδεν πολὺν ὄχλον τῶν λουομένων καὶ πρὸ τῆς εἰσόδου τοῦ βαλανείου λίθον κείμενον—ἀμελῶς τε ἔκειτο—καὶ τὸν καθʼ ἕνα τῶν εἰσιόντων προσκόπτοντα καὶ καταρώμενον τὸν τεθεικότα τὸν λίθον, μηδένα δὲ μετατιθέντα τὸν λίθον. [5]
ἔτι δὲ αὐτοῦ θαυμάζοντος ἐπὶ τῇ τῶν προσκοπτόντων ἀνοίᾳ, εἷς προσκόψας “κακῶς” φησιν “γένοιτο τῷ τεθεικότι τὸν λίθον ἐνθάδε,” καὶ μεταθεὶς τὸν λίθον εἰσῆλθεν. παραγενόμενος δὲ ὁ Αἴσωπος τῷ Ξάνθῳ λέγει “δέσποτα, ἕνα ἄνθρωπον εὗρον ἐν τῷ βαλανείῳ.” ὁ Ξάνθος λέγει “ἕνα; καιρός ἐστιν τὸ εὐρυχώρως λούσασθαι. ἆρον τὰ πρὸς βαλανεῖον.” καὶ εἰσελθὼν ὁ Ξάνθος καὶ θεασάμενος τὸν λουόμενον πολὺν ὄχλον λέγει “Αἴσωπε, οὐκ εἶπάς μοι ʼἕνα ἄνθρωπον εὗρον ἐν τῷ βαλανείῳ;ʼ” Αἴσωπος λέγει “καὶ μάλα. ὁρᾷς τοῦτον τὸν λίθον; πρὸς τὴν εἴσοδον ἔκειτο καὶ πάντες οἱ λουόμενοι εἰς αὐτὸν προσέκοψαν, καὶ οὐδεὶς εἶχεν ἀνθρωπίνας φρένας μετατιθέναι τὸν λίθον. ἐπὶ πᾶσι τούτοις τοῖς προσκόψασιν ἄνθρωπος προσκόψας μετέθηκε τὸν λίθον εἰς τὸ μηκέτι τοὺς εἰσερχομένους τὸ αὐτὸ παθεῖν. ἐκεῖνον δοκιμάσας παρὰ τοὺς ἄλλους ἀνθρώπους ἄνθρωπον εἶναι, ἐδήλωσά σοι τὴν ἀλήθειαν.” Ξάνθος· “οὐδὲν παρὰ Αἰσώπου ἀργὸν πρὸς ἀπολογίαν ὧν ἁμαρτάνει.” Λουσάμενος δὲ ὁ Ξάνθος καὶ καλέσας τὸν Αἴσωπον τὰ πρὸς τὸ δεῖπνον βαστάζειν παρεγένετο εἰς τὸ δεῖπνον. [15]
τοῦ δὲ πότου προκόπτοντος ἐνύσσετο τὸ κυλίδιον τοῦ Ξάνθου τῶν φυσικῶν καλούντων αὐτὸν εἰς ἀποχώρησιν. ἐξῆλθεν καὶ ὁ Αἴσωπος καὶ παρεστήκει ἔχων λέντιον καὶ ξέστην ὕδατος. καὶ ὁ Ξάνθος αὐτῷ· “δύνασαί μοι εἰπεῖν διὰ ποίαν αἰτίαν, ἐπὰν χέζωμεν, πυκνὰ εἰς τὸ ἀφόδευμα ἑαυτῶν βλέπομεν;” Αἴσωπος· “ὅτι κατὰ τοὺς πάλαι χρόνους βασιλέως υἱὸς ἐγένετο ὅστις διὰ τὴν σπατάλην καὶ τρυφὴν ἐπὶ πολὺν χρόνον ἐκαθέζετο χέζων, ἐπὶ τοσοῦτον δὲ χρόνον, ἄχρις οὗ ἐπιλαθόμενος τὰς ἰδίας φρένας ἔχεσεν. ἀπʼ ἐκείνου δὲ τοῦ χρόνου οἱ ἄνθρωποι χέζοντες ὑποκύπτουσιν φοβούμενοι μὴ καὶ αὐτοὶ τὰς ἰδίας φρένας χέσωσιν. σὺ δὲ μηδὲν ἀγωνία περὶ τούτου· οὐ μὴ γὰρ χέσῃς σου τὰς φρένας, οὐκ ἔχεις γάρ.” Εἰσβαλὼν δὲ πάλιν ὁ Ξάνθος ἀνέπεσεν. [10]
τοῦ δὲ πότου διιππεύοντος καὶ ἤδη τοῦ Ξάνθου παρεμβρόχου γεναμένου, ὡς ἐν ἀνδράσι φιλοσόφοις ἐτίθεντο προβλήματα καὶ ζητήματα. γενομένης δὲ μάχης ἀπὸ τῆς τῶν προβλημάτων προθέσεως ἤρξατο ὁ Ξάνθος συζητεῖν, καὶ οὐχ ὡς ἐν πότῳ ἀλλʼ ὡς ἐν ἀκροατηρίῳ διεγένετο. ὁ δὲ Αἴσωπος ἐπιγνοὺς ὅτι μέλλει μάχην ποιεῖν λέγει “ὁ Διόνυσος εὑρὼν τὸν οἶνον, τρεῖς σκύφους κεράσας, τοῖς ἀνθρώποις ὑπέδειξεν πῶς δεῖ τῷ πότῳ χρᾶσθαι· τὸν μὲν πρῶτον εἶναι τῆς ἡδονῆς, τὸν δὲ δεύτερον τῆς εὐφροσύνης, τὸν δὲ τρίτον τῆς ἀκηδίας. [διʼ ὅ, δέσποτα, πινόμενον καταρχὰς, τὸ διδόμενον πόμα τῆς ἡδονῆς· ὅτἀν ἀπο ἐκλύσεως, ἐλθὼν ἐκ βαλανείου ἠ ἀπό τινος πόμα· τὸν δὲ τῆς εὐφροσύνης σκύφον, ἀπληστευόμενος δὲ, τῆς ἀκηδίας.]. διʼ ὅ, δέσποτα, πίνων τὸν τῆς ἡδονῆς καὶ τῆς εὐφροσύνης σκύφον, παραχώρει τὸν τῆς ἀκηδίας τοῖς νέοις. ἔχεις γὰρ ἀκροατήρια ἐν οἷς ἔδωκας ἀπόδειξιν.” ὁ δὲ Ξάνθος ἤδη μεθύων φησίν “οὐ σιωπᾷς, μάνδραξ; σύμβουλος εἶ Ἅιδου.” Αἴσωπος· “ἐκδέχου, καὶ εἰς Ἅιδου ἀπελεύσῃ.” καὶ εἷς τῶν σχολαστικῶν, ἰδὼν τὸν Ξάνθον ἐπιφερόμενον, λέγει “καθηγητά, πάντα ἀνθρώπῳ δυνατά;” ὁ Ξάνθος· “τίς ἤρξατο τὸν ὑπὲρ ἀνθρώπου ποιεῖσθαι λόγον; ὡς πανοῦργον καὶ δυνατὸν ἐν πᾶσιν. [10]
” ὁ δὲ σχολαστικὸς δραμὼν εἰς τὰ ἀπόρρητα λέγει “εἰ δύναταί τις τῶν ἀνθρώπων τὴν θάλασσαν ἐκπιεῖν;” ὁ Ξάνθος λέγει “τοῦτο εὔκολον· ἐγὼ αὐτὴν ἐκπίομαι.” ὁ σχολαστικὸς εἶπεν “ἐὰν οὖν μὴ ἐκπίῃς, τί ἐστιν;” ὁ Ξάνθος προνενικημένος ὑπὸ τοῦ πολλοῦ ἀκράτου φησίν “τίθημι περὶ τοῦ βίου μου τὰς συνθήκας· ἐὰν μὴ ἐκπίωμαι αὐτὴν ἔσομαι ἄβιος.” προβαλόντες δὲ τοὺς δακτυλίους ἐκύρωσαν τὰς συνθήκας. Αἴσωπος παρὰ τοὺς πόδας τοῦ Ξάνθου ἑστηκὼς κόνδυλον αὐτῷ ἔδωκεν εἰς τὸν στράγαλον καί φησι “τί ποιεῖς, δέσποτα; οὐ φρονεῖς; πῶς δύνασαι τὴν θάλασσαν ἐκπιεῖν;” ὁ Ξάνθος εἶπεν “σιώπησον σύ, κάθαρμα,” οὐκ εἰδὼς ποταπὴν ἔθηκεν τὴν συνθήκην. πρωίας δὲ ἀναστὰς ὁ Ξάνθος καὶ θέλων ἀπονίψασθαι τὴν ὄψιν φησίν “Αἴσωπε. [10]
70
” ὁ δέ· “τί ἐστιν, δέσποτα;” ὁ Ξάνθος· “κατὰ χειρῶν ὕδωρ ἐπίδος.” Αἴσωπος λαβὼν τὸν ξέστην ἐπέχεεν. ὁ δὲ τὴν ὄψιν ἀπονιψάμενος, τὸ δακτύλιον οὐκ ἰδών φησιν “Αἴσωπε, τί μου γέγονεν ὁ δακτύλιος;” Αἴσωπος· “οὐκ οἶδα.” Ξάνθος· “οὐᾶ.” Αἴσωπος· “τοιγαροῦν ὅσα δύνασαι τοῦ βίου σου λαθὼν αἶρε καὶ ἀπόθου εἰς δευτέρας τύχας· οὐκέτι γὰρ ὁ βίος σός ἐστιν.” ὁ δὲ Ξάνθος· “τί λέγεις;” Αἴσωπος· “παρὰ τὸν χθὲς πότον συνθήκας τέθεικας τὴν θάλασσαν ἐκπιεῖν, ὑπὲρ τοῦ βίου σου τὸν δακτυλίσιον προβαλών.” ὁ Ξάνθος· “καὶ πῶς δυνήσομαι ἐγὼ τὴν θάλασσαν ἐκπιεῖν;” Αἴσωπος εἶπεν “ἐγὼ ἑστώς σου πρὸς τοὺς πόδας ἔλεγον ʼπαῦσαι, δέσποτα. τί ποιεῖς; ἀδύνατόν ἐστι.ʼ καὶ οὐκ ἐπίστευσάς μοι.” Ξάνθος πεσὼν πρὸς τοὺς πόδας τοῦ Αἰσώπου φησίν “δέομαί σου, Αἴσωπε, εἰ δυνατόν σοι 〈διὰ〉 τῆς σεαυτοῦ ἀγχινοίας, εὑρεῖν τινα πρόφασιν, διʼ ἧς νικήσω ἢ τὰς συνθήκας διαλύσομαι.” Αἴσωπος· “νικῆσαι μὲν οὐ δύναμαι, λυθῆναι δὲ 〈τὸ〉 ἐρωτώμενον ἐγὼ ποιήσω.” Ξάνθος· “τίνα τρόπον; δὸς γνώμην.” Αἴσωπος· “ὅταν ἔλθῃ ὁ συνθηκοφύλαξ σὺν τῷ ἀντιδίκῳ λέγων σοι τὴν θάλασσαν ἐκπιεῖν, μηδὲν ἀπαρνοῦ, ἀλλʼ ἅπερ παροινῶν ἔθου 〈ταῦτα καὶ νήφων λέγε〉. [10]
ἆρον τράπεζαν, κέλευσον παρατεθῆναι καὶ παιδία παριστάναι. τοῦτο ποιήσει τινὰ φαντασίαν· συνδραμεῖται γὰρ πᾶς ὁ ὄχλος ἐπὶ τὴν θέαν, ὡς μέλλοντός σου τὴν θάλασσαν ἐκπίνειν. ὅταν δὲ ἴδῃς ὅτι πάντα πεπλήρωνται [τοῦ ὄχλου 〈ἐπὶ τὴν θέαν συνδραμόντοσ〉], πλήσας σκύφον ἐκ τῆς θαλάσσης καὶ προσκαλεσάμενος τὸν συνθηκοφύλακα λέγε ʼπῶς ἔθηκα τὴν συνθήκην;ʼ καὶ ἐρεῖ σοι ʼἵνα τὴν θάλασσαν ἐκπίῃς.ʼ σὺ δὲ εἰπέ ʼμή τι ἕτερον;ʼ καὶ ἐρεῖ σοι ʼοὔ.ʼ σὺ δὲ τοῦτο μαρτυρούμενος λέγε ʼἄνδρες πολῖται, πολλοί εἰσιν ποταμοὶ χείμαρροί τε ἀένναοι, οἵτινες εἰς τὴν θάλασσαν ἀπορρέονται [τὸ πολὺν τοῦ ῥεύματος]. τέθεικα δὲ συνθήκην μόνην τὴν θάλασσαν ἐκπιεῖν, οὐχὶ δὲ καὶ πρὸς τοὺς ἐπιρρέοντας ποταμούς· κλεισάτω οὖν ὁ ἀντίδικος τὰ στόματα τῶν ποταμῶν, ἵνα τὴν θάλασσαν μόνην ἐκπίω. ἀδύνατον δέ ἐστιν τῶν καθόλου ὄντων εἰς τὸν κόσμον ποταμῶν τὰ στόματα κλεῖσαι· ἀδύνατον δέ ἐστιν καὶ ἐμὲ τὴν θάλασσαν ἐκπιεῖν.ʼ οὕτως τὸ ἀδύνατον τῷ ἀδυνάτῳ συμβληθὲν διάλυσιν τῶν συνθηκῶν ποιήσει.” Ξάνθος ἐκπλαγεὶς αὐτοῦ τὸ [ν νοῦν ἔσχεν] εὐεπινόητον καὶ περιχαρὴς γενάμενος περιέμενεν. [15]
ὁ δὲ τὴν συνθήκην θεὶς παρεγένετο μετὰ τῶν τῆς πόλεως πρωτευόντων πρὸ τοῦ πυλῶνος καὶ καλέσας τὸν Ξάνθον ἔφη “τὴν συνθήκην ἐκβίβασον ἢ τὸν βίον σου παράδος.” Αἴσωπος εἶπεν “σὺ τοῦ σοῦ βίου εἰσδίδου λόγους· ἤδη γὰρ ἡμῖν ἡμίκενός ἐστιν ἡ θάλασσα.” ὁ σχολαστικὸς εἶπεν “Αἴσωπε, ἐμὸς ἔσῃ δοῦλος, οὐκέτι Ξάνθου.” Αἴσωπος· “παράδος μᾶλλον τὸν βίον σου τῷ δεσπότῃ μου, καὶ μὴ φλυάρει.” καὶ ταῦτα εἰπὼν ἐκέλευσεν προσφέρεσθαι κλίνην καὶ παρὰ τὸν αἰγιαλὸν στρωννύεσθαι, καὶ παρέθηκε τράπεζαν καὶ ἐκπόματά τινα. συνέδραμέν τε τὸ πλῆθος ἅπαν καὶ κατῆλθεν ὁ Ξάνθος καὶ ἀνέπεσεν. καὶ ὁ Αἴσωπος παρειστήκει αὐτῷ καὶ τῶν σκύφων ἐμπληρώσας ἐκ τῆς θαλάσσης ἐπέδωκε τῷ δεσπότῃ. ὁ σχολαστικός· “πολλά μοι κακά, ἀληθῶς ἐκπίνει τὴν θάλασσαν;” [ἄλλος πρὸσομόλογον]. μέλλων δὲ προστιθέναι ὁ Ξάνθος τὸ πόμα πρὸς τὸ στόμα λέγει “ὁ συνθηκοφύλαξ ἐλθέ. [10]
” ἥοκεν. καὶ λέγει αὐτῷ ὁ Ξάνθος “πῶς ἔθηκα τὴν συνθήκην;” ὁ σχολαστικός· “τὴν θάλασσαν ἐκπιεῖν σε.” ὁ Ξάνθος· “μή τι ἕτερον;” ὁ συνθηκοφύλαξ· “οὔ.” Ξάνθος τῷ δήμῳ λέγει “ἄνδρες πολῖται, οἴδατε ὅτι πολλοί εἰσιν ποταμοὶ χείμαρροί τε 〈καὶ〉 ἀένναοι [καὶ ἄλλοι], οἵτινες εἰς τὴν θάλασσαν ἀπορρέονται. ἐγὼ δὲ μόνον τὴν θάλασσαν ἐκπιεῖν ἔθηκα τὴν συνθήκην, οὐχὶ δὲ καὶ τοὺς ποταμούς· κλεισάτω οὖν ὁ ἀντίδικός μου τὰ στόματα τῶν ποταμῶν, ἵνα μὴ σὺν τῇ θαλάσσῃ καὶ τοὺς ποταμοὺς ἐκπίω.” καὶ νενίκηκεν ὁ φιλόσοφος. ἐγένετο δὲ κραυγὴ τῶν ὄχλων τιμώντων τὸν Ξάνθον. ὁ δὲ σχολαστικὸς πεσὼν εἰς τοὺς πόδας τοῦ Ξάνθου λέγει “καθηγητά, μέγας εἶ, νενίκηκας, ὁμολογῶ. παρακαλῶ δὲ συλλυθῆναι τὰς συνθήκας.” καὶ διέλυσαν τὰς συνθήκας. Αἴσωπος τῷ Ξάνθῳ λέγει “δέσποτα, τὸν βίον σου ἔσωσα· ἄξιός εἰμι ἐλευθερίας τυχεῖν. [10]
74-76
” Ξάνθος· “οὐκ ἡσυχάζεις; τοῦτο γὰρ κἀγὼ οὐκ ἐνόουν;” ὁ δὲ Αἴσωπος λυπηθείς, οὐκ ἐπὶ τὸ 〈μὴ〉 λαβεῖν τὴν ἐλευθερίαν ἀλλʼ ἐπὶ τὸ ἀχαριστηθῆναι, ἀνείχετο. καὶ εἶπεν ὁ Ξάνθος “τὴν ἐμὴν σωτηρίαν … 〈deest c. 75 inc. c. 76 ad fin.〉: ἐπεὶ κἀγὼ ἀκηδιώδης εἰμί, ἕως τὰ πρὸς τὸ δεῖπνον γένηται ἐλθὲ σὺν ἐμοὶ ἔξω τῆς πύλης, 〈ἵνα〉 διακινήσωμεν. ἅμα δὲ καὶ τὸ ὑπόλοιπον τινάξεις κοκκύμηλον καὶ ἐνέγκῃς τῇ κυρίᾳ σου, ἵνα τὰ ἱμάτια λάβῃς.” 〈ἡ δὲ εἶπεν “οὕτως ποιείτω, κύριε· ἐγὼ δὲ ὡς ἐκέλευσας δώσω τὰ ἱμάτια.” ὁ Ξάνθος τῷ Αἰσώπῳ λέγει·〉 [ὁ δεσπότης] “ἐπειδὴ οἰωνιστής εἰμι, ἔξελθε καὶ ἴδε πρὸ τοῦ πυλῶνος εἰ οἰωνός τίς ἐστι δύσκολος. [5]
ἐὰν ἴδῃς δικόρωνον ἑστὸς πρὸ τοῦ πυλῶνος κάλει με· εὐφροσύνην γὰρ δηλοῖ τὸ σημεῖον τῷ ἰδόντι.” προελθὼν οὖν ὁ Αἴσωπος θεωρεῖ κατὰ τύχην δικόρωνον ἑστηκὸς πρὸ τοῦ πυλῶνος καὶ εἰσελθὼν τῷ Ξάνθῳ λέγει “δέσποτα, καιρός ἐστι τοῦ προελθεῖν σε· δικόρωνον γὰρ εἱστήκει.” ὁ δεσπότης· “ἄγωμεν.” ὡς δὲ ἐξῆλθεν ἀνέπτη ἡ μία κορώνη, καὶ προσελθὼν ὁ δεσπότης θεωρεῖ μίαν καὶ λέγει “κατάρατε, οὐκ εἶπόν σοι ʼἐὰν δικόρωνον ἴδῃς κάλει με;ʼ σὺ δὲ μονοκόρωνον ἰδὼν ἐκάλεσάς με;” Αἴσωπος· “ἡ μία ἐξέπτα, δέσποτα.” ὁ δεσπότης· “νῦν μὲν καὶ νῦν ἥμαρτες. ἐκδύσατε αὐτόν. ἱμάντας φέρετε.” ἐδάρη ἐπιμελῶς. ἔτι δὲ αὐτοῦ δερομένου ἦλθέν τις τῶν φίλων τοῦ Ξάνθου δοῦλος καλῶν αὐτὸν ἐπὶ δεῖπνον. Αἴσωπος· “δέσποτα, ἀδίκως με δέρεις.” Ξάνθος· “διὰ τί ἀδίκως;” Αἴσωπος· “ὅτι σὺ εἶπας τὸν δικόρωνον καλὸν εἶναι καὶ εὐφρόσυνον· εἶδον ἐγὼ δικόρωνον καὶ προσελθὼν ἕως ἄν σοι ἐμήνυον μία ἐξέπτα. σὺ δὲ ἐξελθὼν καὶ ἰδὼν μονοκόρωνον ἐπὶ δεῖπνον ἐκλήθης. ἐγὼ δὲ ὁ τὸ δικόρωνον ἰδὼν πληγὰς ἔλαβον. οὐκοῦν εἰς μάτην οἰωνισμοὶ καὶ σημεῖα.” θαυμάσας καὶ ἐν τούτῳ ὁ Ξάνθος λέγει “ἐάσατε, μηκέτι αὐτὸν δέρετε,” εἰπὼν ἐλεύσεσθαι ἐπὶ δεῖπνον. Καὶ ἐξῆλθεν σὺν τῷ Αἰσώπῳ εἰς τὸ προάστιον, καὶ τῇ τοῦ Αἰσώπου τερπόμενος ὁμιλίᾳ ἐγένετο ἐπὶ τὰ μνήματα καὶ τὰ ἐπιτάφια ἀναγινώσκων ἐτέρπετο. [15]
ὁ δὲ Αἴσωπος ἰδὼν ἐπί τινος μνήματος ἀσύμφωνα ἐγκεχαραγμένα στοιχεῖα, Α Β Δ Ο Ε Θ Χ, 〈ἐπιδείξας τῷ Ξάνθῳ φησί “τί ἐστιν ἄρα ταῦτα;”〉 τοῦ δὲ Ξάνθου ζητοῦντος τίς ἡ ὑπογραφὴ καὶ τί δηλοῖ, μὴ εὑρίσκων δεινῶς ἔπασχεν. [ἠθύμη· ἐν ἀπορίᾳ καθιστήκει· ὅτι φιλόσοφος ὢν τὴν τῶν στοιχείων οὐκ εύρισκεν λύσιν]. καί φησιν “Αἴσωπε, τί ἐννοεῖ;” ὁ δὲ Αἴσωπος ἰδὼν αὐτὸν στρεβλούμενον, θείας αὐτὸς μεταλαβὼν χάριτος καὶ ἀπὸ Μουσῶν τὸ φρόνημα, λέγει “δέσποτα, ἐάν σοι διὰ ταύτης 〈τῆσ〉 στήλης θησαυρὸν εὕρω χρυσίου, τί μοι δώσεις;” ὁ δεσπότης ἀκούσας λέγει “τὴν ἡμίσειαν τοῦ θησαυροῦ καὶ τὴν ἐλευθερίαν.” ὁ δὲ Αἴσωπος ἀκούσας, εὐθέως ἄρας ὄστρακόν τι γενναῖον καὶ ἀναποδίσας ἀπὸ τῆς στήλης βήματα τέσσαρα καὶ ὀρύξας τὴν γῆν ἀνήνεγκεν θησαυρὸν χρυσίου καὶ δίδωσιν τῷ δεσπότῃ. [10]
καί φησιν “δέσποτα, δὸς τὴν ἐπαγγελίαν.” Ξάνθος· “μὰ τοὺς θεοὺς οὐ δώσω, ἐὰν μή μοι εἴπῃς ποίᾳ ἐπινοίᾳ εὗρες τὸν θησαυρόν. τὸ γὰρ μαθεῖν με πολὺ τοῦ εὑρέματός ἐστιν ἀναγκαιότερον.” Αἴσωπος λέγει “δέσποτα, ὁ τοῦτον τὸν θησαυρὸν ἐνθάδε καταθέμενος, ἀνὴρ ὢν φιλόσοφος, ἐτήρησεν καὶ ὑπὸ ἀριθμὸν σημείων κατέκρυψεν. ὁρᾷς γὰρ ὡς τῶν λέξεων τὰ πρῶτα ἐχάραξεν γράμματα· λέγει γὰρ Α ἀποβάς, Β βήματα, Δ τέσσαρα, Ο ὄρυξον, Ε εὑρήσεις, Θ θησαυρόν, Χ χρυσίου.” ὁ Ξάνθος· “ἀλλὰ μὰ τὸν Δία, ἐπεὶ οὕτως εἶ ἑδράστερος καὶ συνετός, οὐ τεύξῃ τὴν ἐπαγγελίαν.” ὁ Αἴσωπος μαθὼν ὅτι στερεῖται τῆς ἐπαγγελίας λέγει “δέσποτα, αὐτόθεν οὖν σοι παραγγέλλω τὸ χρυσίον ἀποδοῦναι τῷ δεσπότῃ αὐτοῦ.” Ξάνθος λέγει “καὶ τίς ἐστιν ὁ δεσπότης τοῦ θησαυροῦ;” Αἴσωπος εἶπεν “ὁ βασιλεὺς Διονύσιος ὁ Βυζάντιος.” Ξάνθος· “καὶ τοῦτο πόθεν ἐπέγνως;” Αἴσωπος· “ἀπὸ τῶν γραμμάτων· αὐτὰ γὰρ δηλοῖ.” Ξάνθος· “πῶς;” Αἴσωπος· “ἄκουε ἃ λέγει· Α ἀπόδος, Β βασιλεῖ, Δ Διονυσίῳ, Ο ὃν εὗρες, Ε ἐνθάδε, Θ θησαυρόν, Χ χρυσίου.” Ξάνθος ἰδὼν αὐτὸν ὅτι καλῶς λέγει φησίν “Αἴσωπε, τοῦ θησαυροῦ λαβὼν τὸ ἥμισυ ἡσύχασον. [15]
80
” Αἴσωπος· “μή μοι ὡς χάριν δίδου, ἀλλʼ ὡς τοῦ καταθεμένου δόσιν.” [τὸ χρυσίον καὶ χαριζομένου]. Ξάνθος· “πῶς;” Αἴσωπος· “τὰ γράμματα δηλοῖ· λέγει γὰρ Α ἀνέλεσθε, Β βαδίσατε, Δ διέλεσθε, Ο ὃν εὕρατε, Ε ἐνθάδε, Θ θησαυρόν, Χ χρυσίου.” Ξάνθος· “σὺ μέγα δαιμόνιον εἶ. δεῦρο εἰς τὴν οἰκίαν ἵνα τὸ χρυσίον διελώμεθα καὶ τὴν ἐλευθερίαν ἀπολάβῃς.” γενάμενος δὲ ἐν τῷ οἴκῳ, καὶ φοβούμενος μή ποθεν λαβὼν τῷ βασιλεῖ μηνύσῃ τὸν θησαυρόν, ἐκέλευσεν αὐτὸν δεθέντα συγκλεισθῆναι. ὁ δὲ Αἴσωπός φησιν “δὸς τὴν ἐλευθερίαν, ἔχε τὸ χρυσίον.” Ξάνθος· “γενναίως· 〈ἵνα〉 κατὰ τὸ τῆς ἐλευθερίας δίκαιον ἰσχυρότερος πρὸς τὴν τοῦ χρυσίου ἀπαίτησιν γίνῃ καὶ πιστότερος πρὸς τὴν τοῦ βασιλέως διαβολήν—οὐ μὴ πείσῃς.” ὁ δὲ Αἴσωπος· “ὅρα, δέσποτα· εἰ μὴ αὐτὸς ἰδίᾳ προαιρέσει ἐλευθερώσεις με, βίᾳ αὐτὸς ἀναγκασθήσῃ ποιῆσαι.” Ξάνθος εἶπεν “ἐξουθενηθεὶς ἡσύχαζε.” Κατʼ ἐκείνους δὲ τοὺς καιροὺς ἀρχαιρεσίας γενομένης συνῆλθεν ὁ δῆμος εἰς τὸ θέατρον. [10]
ὁ δὲ νομοφύλαξ τὸ βιβλίον τοῦ τῆς πόλεως νόμου εἰσενέγκας, καὶ τὸ δημόσιον δακτύλιον, ἔθηκεν εἰς τὸ μέσον λέγων “ἄνδρες πολῖται, ὃν βούλεσθε νομοφύλακα χειροτονήσατε, ὃς φυλάξειεν τοὺς νόμους καὶ τὸν χρηματιστὴν τῆς πόλεως δακτύλιον τῶν μελλόντων πραγμάτων.” ἔτι δὲ αὐτῶν βουλευομένων τίνι τὴν πίστιν ἐγχειρίσωσιν, ἀετὸς καταπτὰς ἥρπασε τὸν δακτύλιον καὶ ἐξέπτα. οἱ δὲ Σάμιοι εἰς ἀγωνίαν γενάμενοι οὐκ εἰς ὀλίγην συμφορὰν ἀπετράπησαν, μέγα τι τὸ σημεῖον νομίσαντες εἶναι. καὶ εὐθέως μάντεις καὶ ἱερεῖς παρεκάλουν ὅπως τὸ σημεῖον τὸ γενάμενον διαλύσωνται. μηδενὸς οὖν δυναμένου τὸ σημεῖον διαλύσασθαι, ἀναστάς τις ἐκ τοῦ πλήθους πρεσβύτης ἔφη “ἄνδρες Σάμιοι, τούτοις μέλλομεν προσέχειν οἵτινες ταῖς ἀπαρχαῖς γαστέρα πληροῦνται 〈καὶ〉 εὐσχημόνως τὸν βίον διακυβεύουσιν. ἀγνοεῖτε δὲ ὅτι οὐκ ἔστιν εὔκολον σημεῖον ἐπιλύσασθαι· εἰ μὴ γάρ τίς ἐστιν ἔμπρακτος παιδείας, σημεῖον οὐ καταδιαιρεῖται. παρʼ ἡμῖν δέ ἐστιν Ξάνθος ὁ φιλόσοφος, ὃν ὅλη ἡ Ἑλλὰς οἶδεν· αὐτοῦ δεηθῶμεν ἵνα τὸ σημεῖον διαλύσηται.” καθεζομένου δὲ τοῦ Ξάνθου ἐπεφώνουν καὶ ἐδέοντο παρακαλοῦντες ὅπως διακρίνῃ τὸ σημεῖον. ὁ δὲ Ξάνθος ἔστη εἰς τὸ μέσον καὶ μηδὲν εὑρίσκων κατὰ νοῦν εἰπεῖν ἔλαβεν διορίαν ὅπως τὸ σημεῖον ἐπιλύσῃ. [15]
μελλούσης δὲ τῆς ἐκκλησίας λύεσθαι ὁ ἀετὸς πάλιν καταπτὰς ἔβαλεν πάλιν τὸ δακτύλιον εἰς δημοσίου δούλου κόλπον. ἠρώτων δὲ τὸν Ξάνθον καὶ περὶ τοῦ δευτέρου σημείου λύσιν διαγνῶναι· ὑποσχόμενος δὲ ἐξῆλθεν σκυθρωπός. καὶ εἰσῄει οὖν εἰς τὸν ἴδιον οἶκον, καί φησι “μέλλω πάλιν Αἰσώπου χάριν ἔχειν, ὥστε τὴν τοῦ σημείου λύσιν λαβεῖν. [5]
” εἰσελθὼν οὖν φησίν “κάλει τὸν Αἴσωπον.” καὶ εἰσῆλθεν δέσμιος. ὁ δὲ Ξάνθος λέγει “λύσατε αὐτόν.” Αἴσωπος λέγει “οὐ βούλομαι λυθῆναι.” Ξάνθος· “ἀλλὰ λύω σε ἵνα καὶ σύ τι λύσῃς. Αἴσωπος· “οὐκοῦν ἰδίας μου χρείας ἕνεκα λύεις με.” Ξάνθος λέγει “παῦσαι, Αἴσωπε, [τὸ λεγόμενον ἐπίλυσον] λῆξον τῆς ὀργῆς.” Αἴσωπος λυθεὶς εἶπεν “τί βούλει, δέσποτα;” ὁ Ξάνθος διηγήσατο τὸ σημεῖον. Αἴσωπος ὑπέσχετο. τῇ δὲ ἑξῆς Αἴσωπος θέλων αὐτὸν λυπῆσαι λέγει “δέσποτα, εἴ τι περὶ λόγου ζητήματος, ἑτοίμως ἔχω ἀποκρίνασθαι· περὶ οὗ δὲ διηγήσω ἀμήχανόν ἐστιν, οὔτε γάρ εἰμι μάντις. [5]
” ἀκούσας δὲ ὁ Ξάνθος καὶ ἀφελπίσας καὶ τοὺς Σαμίους αἰσχυνόμενος ἐλογίσατο ἑαυτὸν διαχειρίσασθαι. καί φησιν “ὁ χρόνος ἤδη πεπλήρωται τῆς διαλύσεως τοῦ σημείου καὶ οὐκ ὑποφέρω τὸν ὄνειδον, ὅτι φιλόσοφος ὢν τὴν ὑπόσχεσιν οὐκ ἐδυνήθην πληρῶσαι.” ταῦτα εἰπὼν ὁ Ξάνθος, νυκτὸς γεναμένης, σχοινίου εὐπορήσας ἐξῆλθεν τῆς οἰκίας. ὁ δὲ Αἴσωπος κοιμώμενος εἰς τὸ δωμάτιον εἶδεν τὸν δεσπότην ἄωρον προερχόμενον, αἰσθόμενος δὲ ὃ ἤμελλεν ποιεῖν συνηκολούθησεν αὐτῷ, οὐ μνησικακήσας περὶ τοῦ χρυσίου. [5]
85
ἰδὼν δὲ αὐτὸν ἔξω τῆς πύλης γενάμενον καὶ ἀπό τινος δένδρου βρόχον κάμψαντα, καὶ μέλλοντα τὸν αὐχένα ὑποβαλεῖν, μακρόθεν Αἴσωπος κέκραγεν “ἐπίμεινον, δέσποτα.” ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τὸν Αἴσωπον πρὸς τὸ λαμπρὸν τῆς σελήνης συντρέχοντα, [καὶ] φησίν “κατελήφθην ὑπὸ τοῦ Αἰσώπου. Αἴσωπε, τί με ἀπὸ τῆς δικαίας ὁδοῦ μετεκαλέσω;” Αἴσωπος εἶπε “δέσποτα, ποῦ ἡ φιλοσοφία σου; ποῦ σου τὸ τῆς παιδείας φρύαγμα; ποῦ σου τὸ τῆς ἐγκρατείας δόγμα; ἔα, δέσποτα, οὕτως εὐχερῶς καὶ ἀψύχως ἐπὶ θάνατον ἔσπευσας, ἵνα κρεμάμενος τὸ ἡδὺ ζῆν ἀπολέσῃς; μετανόησον, δέσποτα.” Ξάνθος· “ἔα με, Αἴσωπε· διάξω γὰρ τὸν μετʼ ἀρετῆς θάνατον ἢ τὴν ἐπονείδιστον ἐν βίῳ ζωὴν ἀκλεῶς κτήσομαι.” Αἴσωπος· “κατάλειπε τὸν βρόχον, δέσποτα. ἐγώ σοι πειράσομαι τὸ σημεῖον διαλύσασθαι.” Ξάνθος εἶπεν “τίνι τρόπῳ;” Αἴσωπος εἶπεν “ἀπάγαγέ με εἰς τὸ θέατρον ἅμα σοὶ καὶ πλάσσου τοῖς ὅχλοις εὔλογον πρόφασιν ἀπὸ τοῦ σημείου διὰ τὸ κόσμιον τῆς φιλοσοφίας, καὶ ἐμὲ πρόβαλε ὡς αὐτὸς διδάξας. ἐπιλύσομαι ἐγὼ καὶ εὐκαίρως προσκληθήσομαι λέγειν.” ταῦτα εἰπὼν ἔπεισεν μετατραπῆναι. [15]
ἐλθὼν δὲ τῇ ἑξῆς ὁ Ξάνθος ἤρξατο λέγειν οὕτως· “ἐπεὶ ὁ ἡμέτερος κανὼν λογικῆς φιλοσοφίας μέτρα περιέσπασεν, 〈οὐκέτι εἰμὶ ἐγὼ σημειολύτης οὐδὲ ὀρνεοσκόποσ〉· ἐχρῆν μέ〈ντοι〉 διὰ πάσης σπουδῆς ἀπὸ τῆς ἐμῆς οἰκίας καὶ ταύτην γενέσθαι τὴν λειτουργίαν. ἐγὼ μὲν οὖν ἐπὶ τῆς ἐμῆς ἀξίας, [οὔτε γὰρ ποτέ σημειολύτην ἴδον ἢ ημέρα τὸ σκότος ἐφιμήσθην] ἐπεὶ φιλόσοφός εἰμι, δώσω ὑμῖν δοῦλον ὃν εἰς τὰ τοιαῦτα φιλοσόφως προετρεψάμην, ὃς τὸ σημεῖον ὑμῶν διαλύσεται.” ταῦτα εἰπὼν προέβαλεν τὸν Αἴσωπον. Οἱ δὲ Σάμιοι, ἰδόντες τὸν Αἴσωπον καὶ γελάσαντες, ἐπεφώνουν “ἀχθήτω ἄλλος σημειολύτης, ἵνα τοῦτο τὸ σημεῖον διαλύσηται. [5]
τὸ τέρας τῆς ὄψεως αὐτοῦ! βάτραχός ἐστιν, ὗς τροχάζων, ἢ στάμνος κήλην ἔχων, ἢ πιθήκων πριμιπιλάριος, ἢ λαγυνίσκος εἰκαζόμενος, ἢ μαγείρου σκευοθήκη, ἢ κύων ἐν γυργάθῳ.” ὁ δὲ Αἴσωπος ἀκούων ἀμυκτηρίστως, ἡσυχίαν ἑαυτῷ κτησάμενος ἤρξατο λέγειν οὕτως· “ἄνδρες Σάμιοι, 〈τί σκώπτετε〉 ἀτενήσαντες εἰς ἐμέ; οὐχὶ τὴν ὄψιν δεῖ θεωρεῖν, ἀλλὰ τὴν φρόνησιν σκοπεῖν. [5]
ἄτοπον γάρ ἐστιν ἀνθρώπου ψέγειν τὸν νοῦν διὰ τὸ διάπλασμα τοῦ τύπου. πολλοὶ γὰρ μορφὴν κακίστην ἔχοντες νοῦν ἔχουσι σώφρονα. μηδεὶς οὖν ἰδὼν τὸ μέγεθος ἐλαττούμενον ἀνθρώπου ἃ οὐ τεθεώρηκεν μεμφέσθω, τὸν νοῦν. οὐ γὰρ ἰατρὸς τὸν νοσοῦντα ἀφήλπισεν ἰδών, ἀλλὰ τὴν ἁφὴν ψηλαφήσας τὴν δύναμιν ἐπέγνω. τὸν πίθον κατανοήσας, γεῦμα δὲ ἐξ αὐτοῦ μὴ λαβών, πότε γνώσῃ; ἡ Μοῦσα κρίνεται ἐν θεάτροις, ἐν δὲ κοιτῶσιν Κύπρις· οὕτω καὶ φρόνησις ἐν λόγοις.” [οὐ γὰρ παρέστη μοι ὡς πολλάκις συνχρομένη, ἀλλὰ τὸν λόγον ἀκοῦσαι τὸν πείθοντα ἡμᾶς. ὥσπερ γὰρ λέγειν ἐπίσταμαι, οὕτως καὶ σιγᾶν οἶδα πάλιν· ὅρος γὰρ σοφίας ἐστὶν τὸ καιρὸν σκοπεῖν]. οὐχ εὑρόντες οὖν οἱ Σάμιοι τὰ λεγόμενα ὅμοια τῇ ὄψει πρὸς ἀλλήλους ἔλεγον “κομψός, νὴ τὰς Μούσας, καὶ δυνάμενος εἰπεῖν.” ἐπεφώνουν δὲ αὐτῷ “θάρσει, διάλυε.” Αἴσωπος ἐπιγνοὺς ἑαυτὸν ἐπαινούμενον, παρρησίας λαβὼν καιρὸν ἤρξατο λέγειν. [“ἄνδρες Σάμιοι, εὐκαταφρονήτους εἶναι νομίζετε τοὺς ἀπρεπεῖς ὄντας τῇ μορφῇ· πολλῶν γὰρ τῶν τύπων αἰσχρῶν φαινομένων, οἱ τρόποι καλοί εἰσιν· καὶ ἐκ τῶν φαινομένων, τὰ ἀφανῆ δείκνυσιν· ἄτοπον δέ ἐστι διὰ τὴν ὄψιν ψέγειν τὴν σύνεσιν· πολλάκις γὰρ ἡ φύσις προγραφεῖσα, νοῦν ἔδωκεν εὐπρεπεῖ· φαῦλος δὲ τοῖς κακῶσιν ὑποτάσσει φρένας. [14]
88a
ἐπειδὴ—εὐτυχήσας (vide infra in adn.). μηδεὶς οὖν εἰδὼς τὸ μέγεθος ἐλαττούμενον μεμφέσθω τὸν νοῦν· καὶ γὰρ ἐν ἀκάνθαις τὰ καλὰ φύεται ῥόδα· ὥστε καλὸν ἦθος αὔξεται πιστοῦ φυτοῦ· οὐδὲ γὰρ ἰατρὸς τὸν νοσοῦντα ἀφήλπισεν εἰδὼς τὸ χρῶμα, ἀλλὰ τὴν ἁφὴν ἰδὼν τὴν δύναμιν ἐπέγνω.” τότε ἐπισημαίνονται αὐτῷ οἱ ὄχλοι πεισθέντες αὐτῷ τῇ ἑτοιμολογίᾳ καὶ ἀνέκραξαν “εὐψύχει, καλὸς εἶ, διάλυε.” ὁ δὲ Αἴσωπος καιροῦ λαβόμενος, τῆς ἐλευθερίας τυχεῖν θέλων, ἔφη]· “ἄνδρες Σάμιοι, οὐκ ἔστιν εὔλογον δοῦλον ἐλευθέρῳ δήμῳ σημεῖον διαλύσασθαι· ὅθεν περίθετέ μοι τὴν 〈τῶν〉 εἰρημένων παρρησίαν, ἵνα ἐὰν μὲν ἐπιτύχω ὡς ἐλεύθερος τὰς πρεπούσας τιμὰς ἀπολάβω, ἐὰν δὲ ἁμάρτω μὴ ὡς δοῦλος, ἀλλʼ ὡς ἐλεύθερος κολασθῶ. [9]
ἐὰν οὖν ἐμοὶ τὴν παρρησίαν τῆς ἐλευθερίας περίθητε, μετὰ πάσης ἀδείας ἄρξομαι λέγειν.” οἱ δὲ Σάμιοι τῷ Ξάνθῳ εἶπον “ἀξιοῦμέν σε, Ξάνθε, ἐλευθέρωσον τὸν Αἴσωπον. [5]
90
” καὶ ὁ πρύτανις τῷ Ξάνθῳ λέγει “ποίησον ἐλεύθερον τὸν Αἴσωπον.” ὁ Ξάνθος· “οὐκ ἐλευθερῶ δοῦλον παντελῶς πολὺν χρόνον δεδουλευκότα.” ὁ πρύτανις ἰδὼν τὸν Ξάνθον ταῦτα ἀντιλέγοντα ἔφη “λαβὼν αὐτοῦ τὴν τιμὴν παράδος, κἀγὼ αὐτὸν ἀπελεύθερον τῆς πόλεως ποιήσω.” ἐνθυμηθεὶς δὲ ὁ Ξάνθος ὅτι οε δηναρίων αὐτὸν ἠγόρασεν, ἵνα μὴ φανῇ τοῖς ὄχλοις ὅτι διὰ φιλαργυρίαν ἐλευθέρωσεν τὸν Αἴσωπον, [καὶ] στήσας αὐτὸν εἰς μέσον ἔλεγεν “Ξάνθος ἀξιωθεὶς ὑπὸ τοῦ δήμου τῶν Σαμίων ἀφίησιν ἐλεύθερον τὸν Αἴσωπον.” τούτου δὲ γεναμένου ὁ Αἴσωπος εἰσελθὼν εἰς τὸ μέσον εἶπεν “ἄνδρες Σάμιοι, ἑαυτοῖς βοηθήσατε καὶ ὑπὲρ τῆς ἰδίας ἐλευθερίας βουλεύσασθε· τὸ γὰρ σημεῖον πολιορκίας ἐστὶν καὶ δουλαγωγὸν τεκμήριον. [5]
πόλεμος ὑμῖν πρότερον ἔσται. εἰδέναι γὰρ ὑμᾶς τοῦτο βούλομαι, ὅτι βασιλεύς ἐστι τῶν πτηνῶν ὁ ἀετός, δύναται δὲ αὐτὸς πλεῖον τῶν ἄλλων. καταπτὰς οὖν ἀπὸ τῶν νόμων τὸν δακτύλιον τὸν στρατηγικὸν ἥρπασεν καὶ ἔβαλεν εἰς δημοσίου δούλου κόλπον· τὴν τῶν ἐλευθέρων πίστιν εἰς ἄπιστον ἕλκει δουλείας ζυγόν. ἡ μὲν οὖν τοῦ σημείου λύσις ἐστὶν αὕτη· πάντως τις τῶν βασιλευόντων θελήσει ὑμῶν τὴν ἐλευθερίαν καταδουλῶσαι καὶ τοὺς νόμους ἀκυρῶσαι καὶ ἐπισφραγίσαι τῇ ἰδίᾳ δυνάμει.” Ἔτι ταῦτα λέγοντος τοῦ Αἰσώπου παρεγένετο ἀπὸ βασιλέως Κροίσου γραμματηφόρος ἐν χλανίδι ἀκρολεύκῳ, ζητῶν τοὺς ἄρχοντας τῶν Σαμίων. [10]
ἀκούσας δὲ ἐκκλησίας ἄγεσθαι παρεγένετο ἐν τῷ θεάτρῳ καὶ τοῖς ἄρχουσι τὴν ἐπιστολὴν ἔδωκεν. οἱ δὲ λύσαντες τὴν ἐπιστολὴν ἀνεγίνωσκον. ἦν δὲ τὰ ἐγγεγραμμένα τάδε· “Κροῖσος Λυδῶν βασιλεὺς 〈Σαμίων〉 ἄρχουσι, βουλῇ καὶ δήμῳ χαίρειν. κελεύω ὑμᾶς ἀπὸ τοῦ νῦν χρόνου δημοσίας τε πράξεις καὶ δημόσιον τέλος χορηγεῖν. ἐὰν δὲ μὴ θελήσητε, ὅσον ἡ ἐμὴ βασιλεία ἰσχύει τοσοῦτον ὑμᾶς βλάπτω.” οἱ ἄρχοντες συνεβουλεύοντο μετὰ τῶν ὄχλων ὑποσχέσθαι χορηγεῖν, ἵνα μὴ ἐπισπάσωνται τῇ πόλει τοιοῦτον ἐχθρὸν βασιλέα. [5]
τὸν δὲ Αἴσωπον ἐτίμησαν ὡς ἀληθινὸν μάντιν τῆς τοῦ σημείου ἐκβάσεως, καὶ παρεκάλουν αὐτὸν καὶ συμβουλίαν δοῦναι πότερον πέμψουσιν ἢ ἀρνήσονται. ὁ δὲ Αἴσωπος λέγει αὐτοῖς “ἄνδρες Σάμιοι, τῶν πρωτοπολιτῶν ὑμῶν δεδωκότων γνώμην χορηγεῖν τῷ βασιλεῖ τέλος, ἐμοῦ πυνθάνεσθε πότερον 〈δοῦναι δεῖ ἢ μή;〉 [γνώμην δοῦναι ἡμῖν;] ἐὰν εἴπω ʼμὴ δότε,ʼ ἐχθρὸν ἐμαυτὸν ἐπιδείξω βασιλεῖ Κροίσῳ.” οἱ δὲ ὅχλοι ἀνεκραύγασαν “γνώμην δός.” ὁ δὲ Αἴσωπος ἔφη “γνώμην μὲν οὐ δώσω, λόγῳ δέ τινι λέξω ὑμῖν. τοῦ Διὸς κελεύσαντός ποτε, τοῖς ἀνθρώποις ὑπέδειξεν ὁ Προμηθεὺς ὁδοὺς δύο, μίαν ἐλευθερίας καὶ μίαν δουλείας. [5]
καὶ τὴν μὲν τῆς ἐλευθερίας ὁδὸν ἐποίησεν ἐν ἀρχαῖς τραχεῖαν καὶ δυσέκβατον καὶ ἀπόκρημνον καὶ ἄνυδρον, τριβόλων τε γέμουσαν, ὅλην ἐπικίνδυνον, τὸ δὲ τέλος πεδίον ὁμαλόν, περιπάτους ἔχουσαν, καρπῶν γέμουσαν ἄλσει, ἔνυδρον, ἵνα τὸ τῆς κακοπαθείας ἔλθῃ εἰς ἀνάπαυσιν τέλος ἔχουσαν [τὸν ἐλεύθερον ἀέρα λαβόντες]. τὴν δὲ τῆς δουλείας ὁδὸν ἐποίησεν κατʼ ἀρχὰς πεδίον ὁμαλόν, εὐανθῆ καὶ ἡδεῖαν πρόσοψιν ἔχουσαν καὶ πολλὴν τρυφήν, τὸ δὲ τέλος αὐτῆς δυσέκβατον, ὅλον σκληρὸν καὶ κρημνῶδες.” ἐπιγνόντες δὲ οἱ Σάμιοι τὸ συμφέρον ἐκ τῶν τοῦ Αἰσώπου λόγων ὁμοθυμαδὸν ἀνεφώνησαν τῷ γραμματηφόρῳ λέγοντες τὴν τραχεῖαν ὁδόν. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top