Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Anonymus Londinensis

Library › Greek: Science & Medicine › Anonymus Londinensis

The Anonymus Londinensis is a Greek medical text preserved on a papyrus of the first century AD in the British Library, first edited by Hermann Diels in 1893. Its author is unknown. It opens with definitions of medical terms such as affection and disposition, then gives a survey of earlier doctors' and philosophers' views on the causes of disease, and ends with an account of physiology discussing breathing, nourishment and the body's losses, citing Herophilus, Erasistratus and Asclepiades.

The survey of disease theories is thought to derive largely from the history of medicine compiled by Menon, a pupil of Aristotle, and it is our main source for that lost work. It preserves the views of many little-known early physicians, including an account of Hippocrates' doctrine, and is a key document for the history of Greek medicine and its links with philosophy.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Diels, Suppl. Arist. III.1 (1893); P.Lit.Lond. 165). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Science & Medicine
Anonymus Londinensis
Anonymous · Part 1 · every word parsed
1 (t)
ANONONYMI LONDINENSIS IATRICA [ …… ]νοντας ἐν τῶι τοῦ π[ ……… ] [ …… ]ν πρὸς τ(ῶν) ἀρχαίων κ[ ….. ]με[ …… ]σιν καὶ ἐπίτασιν καὶ ἄνεσιν ἀνα [ …… ]ένην. μάλιστα γ(ὰρ) συμφερόμε[θα καὶ α]ὐτοὶ τοῖς ἀρχαίοις. καὶ τί μέν (ἐστιν) διά[θεσις κ]αὶ ποίαν κομίζομ(εν) ἐν τῶι ὅρωι, [ἀπεδεί]ξαμ(εν)· διάθεσισ δυνάμεως ἡσδήπο[τε, εἴτε τ]ῆς ζωτικῆς εἴτε τῆς σωμα[τικῆς εἴ]τε τῆς ἐν τοῖς σώμασι [ἐνούσης] ψυχικῆς, κατὰ κείνησιν [ἢ σχέσιν], κατὰ κείνησιν 〈μὲν〉 πάντα τὰ [ἐν ἡμῖν] κεινήματα πάθη κατὰ [κείνησ]ίν (ἐστιν), κατὰ σχέσιν δὲ παράλυ[σις, λήθ]αργος, κάρος, τὰ τούτοις ἐγγύς. [τούτ(ων) δ]ὲ κειμέν(ων) δεῖ γινώσκειν ὡσ τῶν παθῶν τὰ [μ(έν) φ(ασιν) (εἶναι) ψυ]χικά, τὰ δὲ σωματικά, σω[ματικὰ] λαμβάνοντες τὰ περὶ τὴν [ζωτικ]ὴν δύναμιν λαμβανόμενα, [τάς τε ἄ]λλας δυνάμεις ἀντιδιαστέ〈λ〉[λοντες κ]αὶ τὴν ζωτικὴν δύναμιν [τῆι ψυ]χῆι. ψυχὴ δὲ λέγεται τριχῶς· [ἥ τε] τῶι ὅλωι σώματι παρεσπαρμένη καὶ τὸ μόριον τὸ λογιστικὸν [κ]αὶ ἔτι ἡ ἐντρέχεια. * καὶ τῆς μ(ὲν) ἐντρε[χ]είας ἐπὶ τοῦ παρόντος οὐ χρῄζομεν, [τ]ῶν δὲ ἄλλων δύο σημαινομένων, [κα]ὶ μᾶλλον τοῦ λογιστικοῦ. περὶ γ(ὰρ) τοῦ[το] τ[ὰ] πρ[οηγ]ούμενα πάθη συνίσ[τατα]ι 〈καὶ τὰ〉 κατʼ ἐπακολούθημα. * πάθη δέ (ἐστιν) [τάδε] προηγούμενα κατὰ κείνησιν· [δ]εισιδαιμονία, λύπη, φόβος, φιλαργυρία· ταῦτα γ(ὰρ) ἐν κεινήσει· * κάρος δὲ καὶ λήθαργος ἐν σχέσει. ** σωματικὰ δὲ [π]υρετός—προηγούμενον μ(ὲν) πάθος (ἐστὶν) [τ]οῦ σώματος, κατʼ ἐπακολούθημα ⟦ ι ⟧ δὲ [τ]ῆς ψυχῆς—, μανία ὁμοίως· καὶ ταῦτα ἐν κινήσει τὰ πάθη. ** ἐν σχέσ[ει] δὲ παράλυσις, κάρος, τὰ παραπλή[σι]α· οὕτω μ(ὲν) δὴ χρηστέον τῶι ὅρωι [ἐπὶ] [ἁπάν]τω[ν]. * τῶν δὲ παθῶν [τὰ μὲν ψυ‐] [χικά, τ]ὰ δὲ σωματικά. χρὴ δὲ [εἰδέναι] [ὅτι τὰ μὲ]ν σωματικὰ πάθη ἀ[ ….. ] [ ……. ]να καὶ περὶ τὴν ζ[ωτικὴν] [ ……. ]ασται. ὡς ὁμοίως δ[ὲ …. ] [ . [40]
. ] περι[ …… ] τοῖς σώμασιν, ὥστε [ .. ] ἰδίας [ ….. ]άσθαι ταῦτα τήν τε [ζω]τικ[ὴν καὶ] τὴν ἐν τοῖ〈σ〉 σώμασιν [οὖσαν] ψυχι[κήν. ψυ]χικὸν δʼ (εἶναι) πάθος τὸ τ[οιο]ῦτο· διάθεσιν ψυχῆς [κα]τὰ κείνη σι[ν] ἢ σχέσιν· καὶ γὰρ ἡ ψυχὴ δύναμίς (ἐστιν). λέ[γ]εται δὲ ψυχ[ὴ] τριχῶς· ἥ τε ὅλη κα[ὶ] τὸ μέρο[ς τὸ λογιστικὸν] καὶ αὐτὴ ἡ ἐν[τ]ρέχεια. [ἀλλʼ ἐπὶ ἐκεῖνα ἴωμ(εν)] νῦν· ὅταν γ(ὰρ) λέ[γ]ωμεν συ[νίσ]τασθαι [κ(ατὰ)] τὴν ψυχὴν πά[θ]η, περὶ τ[ὴν] ὅλην λέ[γομ](εν) καὶ περὶ τὸ [μ]έρος αὐτ[ῆ]ς τὸ λογισ[τι]κόν. * τ(ῶν) τε ψυχ[ικ]ῶν παθ[ῶ]ν ἃ μ(έν) (ἐστιν) [κ(ατὰ) φ]ύσιν, ἃ δὲ παρὰ φ[ύ]σιν. παρ[ὰ] φύσιν μ(ὲν) [δι]αθετικὸν ψυχῆς κατὰ κείνησιν [ἢ σ]χέσιν παρὰ φύσιν, κατὰ φ[ύ]σιν δὲ δια[θε]τικὸν ψυχῆς κ[α]τὰ κείνησιν ἢ σ[χέ]σιν κ(ατὰ) φ〈ύ〉σιν. αὕτη [μ]ὲν ἡ τε[χ]νολογία [τ(ῶν) ἀ]ρχαίων (ἐστίν), οἷς καὶ ἡμ〈ε〉ῖς ἑπόμεθα. κ(ατα)[ … ]ουσιν (γὰρ) καὶ με[τ]ριοπαθ〈ε〉ίας περὶ τ[ὸν] σοφόν. καί φ(ασιν) τὰς μ[ε]τριοπαθ〈ε〉ίας νε[ῦρα] (εἶναι) τῶν πράξεων. [οἱ] δὲ νεώτεροι, [τοῦ]τʼ (ἔστιν) οἱ Στωικοί, κατὰ φύσ[ιν] πάθος οὐδὲν κ(ατα)[λεί]πουσιν ψυχῆς. [ταύτηι] γ(άρ) φ(ασιν) ἐνφ[έρ]εσθαι τὸ παρὰ φύ[σι]ν ἐκ τῆς πάθ[ους φ]ωνῆς· ἧι καὶ τὸ π[ά]θος ἀ[π]έδοσαν· [π]άθος (ἐστὶν) ὁρμὴ πλ[εο]νάζουσα, τῆς ὁρ[μ]ῆς αὐτοῖς ἐξακ[ουο]μένης οὐχὶ ἀν[τὶ] τῆς ὑπερτάσεω[ς], ἀλ(λὰ) ἀντὶ τοῦ ἀπ〈ε〉ιθὲς εἶναι τῶι αἱ ροῦντι [λό]γωι. ἀλ(λὰ) το[ῦ]το [το]ῖς ν(εωτέροις) μελήσει. ἡμῖν δὲ [λ]εκτέον κ(ατὰ) φύσιν πάθη περὶ τὴν ψυχ[ὴ]ν μνήμην, διαλογισμόν, τὰ ὅμοι[α]. * παρὰ φύσιν δὲ ἀμνημοσύ νην, ἀλο[γ]ίαν, τὰ ἐοικότ[α]. ** τ(ῶν) τε παθῶν [τ(ῶν)] περὶ [τ]ὴν ψυχὴν [δ]ύο (ἐστὶν) τὰ γενικώ[τ]ατα κ(ατὰ) τοὺς ἀρχ[αίο]υς· ἡδονή τε γ(ὰρ) [κ]αὶ ὄχ[λ]ησις, τὰ δ[ὲ] μετα ξὺ κ(ατʼ) ἐπ[ί]μειξ[ι]ν γί(νεται) τ(ῶν) εἰρ[η]μένων. κατὰ δὲ τοὺς Στω[ι]κοὺς τέ[σσ]αρά (ἐστιν) τὰ γενικώτατα [τῆ]ς ψυχῆς [πά]θη· ἡδονὴ γ(ὰρ) καὶ ἐπιθυ[μί]α, φόβος [τε] καὶ λύπη. καὶ ἡδονὴ μ(ὲν) κ[αὶ ἐ]πιθυμί[α κα]θʼ ὡς ἂν ἀ[γ]αθοῦ φαντα[σίαν] γί(νονται), ὧν [ἡ μ(ὲν) ἡδ]ονὴ γ[ί(νεται) κ](αθʼ) ὡς ἂν ἀ[γαθοῦ] παρουσίαν, ἐ[φʼ ὧι] οἷόν τε ἥδ[εσθαι· εἴδη δὲ αὐτῆς τέρ‐] [ψις,] χάρι[ς, τὰ παραπλήσια· ἡ δὲ ἐπιθυ‐] [μία] κ(αθʼ) ὡς [ἂν ἀγαθοῦ γί(νεται) προσδοκίαν]· [ἐπιθυμοῦμεν γ(ὰρ) πάντες προσδοκῶντες] τἀγαθόν. [45]
* ἥ τε λύπη καὶ 〈ὁ〉 φόβος κ(αθʼ) ὡς ἂν κακοῦ φαντασίαν γί(νονται), ὧν ὁ μ(ὲν) φόβος 〈καθʼ〉 ὡς ἂν κακοῦ προσδοκίαν γί(νεται)· φοβούμεθα γὰρ προσδοκῶντες τὸ κακόν. * ἡ δὲ λύπη κ(αθʼ) ὡς ἂν κακοῦ παρουσίαν· λυπούμεθα γ(ὰρ) ἐπὶ τοῖς παροῦσι κακοῖς. καὶ ταῦ τα μ(ὲν) οὕτως. ** πάθος δὲ λεκτέον ⟦ (ειναι) σωματικον ⟧ (εἶναι) σωματικὸν διάθεσιν σώματος κατὰ κείνησιν ἢ σχέσιν. ** τῶν δὲ σωματικῶν παθῶν ἃ μ(έν) (ἐστιν) τεταγμένα, ἃ δὲ ἄτακτα. καὶ ἄτακτα μ(έν) (ἐστιν) πάθη τὰ ἄλλοτε ἄλλως λυόμενα, οἷον ποτὲ μ(ὲν) κ[ατʼ ὀλ]ίγον, ποτὲ δὲ ἁθρόως. * τῶν δὲ τεταγμέν[(ων)] παθῶν ἃ μ(ὲν) ἰδίως λέγεται πάθη, ἃ δὲ νοσήματα. * καὶ ἰδίως πάθη ἐστὶν τεταγμένα τὰ κατʼ ὀλίγον λυόμενα. τῶν δὲ νοσημάτ(ων) ἃ μ(έν) (ἐστιν) ἰδίως νοσήματα, ἃ δὲ ἀρρωστήματα. καὶ νοσήματα μ(έν) (ἐστιν) τὰ ἐμμόνους τὰς κ(ατα)σκευὰς ἔχοντα περὶ τὰ σώματα ὑποληπτούς τε χρόνους φερόμενα τῆς λύσεως κατʼ ἐλάχιστο(ν). καὶ γὰρ νοσήματα εἴρηται ⟦ αποτου ⟧ ἀπὸ τοῦ ἐννενεοσσευκέναι περὶ τὰ σώματα, ᾗ καὶ διοίσει τὸ τεταγμένον πάθος τοῦ νοσήματο(ς), καθὸ τὸ μ(ὲν) πάθος κατʼ ὀλίγον τὴν λύσιν λαμβάνει, τὸ δὲ νόσημα κατʼ ἐλάχιστον. τὸ μ(ὲν) γ(ὰρ) ὀλίγον ἐκ πολλῶν ἐλαχίστων συνέστηκεν· * τὸ δὲ ἐλάχιστον μέρος οὐκ ἔχει, [ὥ]στε νόσημα [οὐ τεταγ]μένον. ἀρρώστημα δὲ τὸ σὺν τῶι κ(ατα)σκευὴν ἔχειν περὶ τὰ σώματα ἔτι καὶ παρειρῆσθαι τὴν ῥῶσιν τ(ῶν) σωμάτ(ων)· ἀπὸ τούτου γὰρ καὶ εἴρηται ἀρρώστημα. ** διαφέρει δὲ νόσημα νόσου καὶ ἀρρώστημα ἀρρωστίας. * νόσημα μ(ὲν) γ(άρ) (ἐστιν) ἔμμονος κατασκευὴ περὶ μέρος τι τοῦ σώματος χρόνους ὑποληπτοὺς τῆς λύσεως ἔχουσα. * νόσος δὲ ἔμμονος κατασκευὴ περὶ ὅλον τὸ σῶμα τῆς λύσεω(ς) ὑποληπτοὺς ἔχουσα χρόνους. * λέγεταί τε νόσος διχῶς, κοινῶς τε καὶ ἰδίως· κοινῶς μ(ὲν) πᾶν παρὰ φύσιν πάθος, καθʼ ὃ σημαινόμενον καὶ ὁ πυρετὸς λέγοιτʼ ἂν νόσος. * ἰδίως δὲ ἔμμ[ο]νος κ(ατα)σκευὴ περὶ τὰ σώματα τῆς λύσ[εως] ὑποληπτοὺς ἔχουσα χρόνο[υς. * ἀρ‐] [ρ]ώ[στημ]ά τε ὡς ὁμο[ί]ως λέ[γεται] κοινῶς τε καὶ ἰδ[ί]ως· κοινῶς μ(ὲν) πάλιν πᾶν παρὰ φύσιν πάθος, καθʼ ὃ σημαινόμενον ὁ πυ[ρεταίνω]ν ἀρρωστεῖν κληθήσεται. [45]
** ἰδίως [δὲ] κατασκευὴ περὶ τὰ σώματα, ἥτις τῆς λύσεως ὑποληπτοὺς ἔχει χρόνους [σὺν] τῶι παρῃρῆσθαι τὴν ῥῶ σιν τ(ῶν) σωμ[άτων]. * εἰρῆσθαι δὲ τ[ὸ] πάθος συμβέβηκε[ν] ἀπ[ὸ τοῦ] παρακολουθοῦντος [ἢ] ἀπὸ τόπου. ἀπὸ μ(ὲν) γ(ὰρ) παρα[κο]λου[θ]οῦντος πάθ[ους] εἰρῆ[σθ]αι τὸν π[υρε]τὸν ἀπὸ τοῦ πυρῶδ[ε]ς (εἶναι) τὸ ἑπόμεν[ο(ν) καὶ] παράλυσιν τὸ ἑπόμενον ἐν παραλύσ[ει·] ἀπὸ γ(ὰρ) τοῦ λελύσθαι τὸν τόνον. ἀπὸ τόπου δὲ τὴν ὀνομασίαν [ἔ]σχεν φρενεῖτις· τὸ γ(ὰρ) πάθος περὶ τὰς φρένας συνίσταται, οὐχὶ τὸ διάφραγμα, [το]ῦτʼ (ἔστιν) τὸ λογιστικὸν μέρος ⸐ τῆς ψυχῆς. ****** [ ….. ] λο .. ος νόσοι. Περὶ τοῦ προκειμένου δεῖ προλαβεῖν, ὡς κοινότερον τοῖς ὀνόμασι π(ροσ)χρώμεθ(α) νόσους ἢ πάθη λέγοντες· τὰς γὰρ τούτ(ων) διαφορὰς γινώσκομ(έν) τε καὶ ὑπεμνήσαμ(εν) ἐν τοῖς προγεγραμμέ νοις· * στάσις δὲ περὶ τοῦ ἐκκειμένου. οἱ μ(ὲν) γ(ὰρ) εἶπον γί(νεσθαι) νόσους παρὰ τὰ περισσώμα τα τὰ γινόμενα ἀπὸ τῆς τροφῆς, οἱ δὲ παρὰ τὰ στοιχεῖα. καὶ οἱ μ(ὲν) ἀρχὴν καὶ ὕλην ὑποθέμενοι τὰ περισσώματα τ(ῶν) νόσων λόγους κομίζουσι τοιούτους. * Εὐρ[υ]φῶν [γ(άρ)]τοι ὁ Κνίδιοσ οἴεται τὰς νόσους ἀποτελεῖ[σθ]αι τρόπωι τοιούτωι· ʼὅταν ἡ κοιλία, φ(ησίν), τὴν ληφθεῖσαν τροφὴν μὴ ἐκπέμπῃ, ἀπογεννᾶται περισσώματα, ἃ δὴ ἀνενεχθέντ α ὡς τοὺς κ(ατὰ) τὴν κεφαλὴν τόπους ἀποτελεῖ τὰ[ς νόσ]ους· ὅταν μ(έν)τοι γε λεπτὴ καὶ καθαρ[ὰ] ὑ(πάρχῃ) ἡ κοιλία, δεόντως γίνεται ἡ πέψις· [ὅτ]αν δὲ μὴ ᾖ τοιαύτη, ⸐ συ[μβα]ίνει τὰ προκείμενα γί(νεσθαι)ʼ. * Ἡρόδικος δὲ ὁ Κν[ίδ]ι[ος] λ[έγ]ων περὶ τῆς τ(ῶν) νόσων αἰ(τίας) καὶ αὐτὸς κατ[ὰ] μ(έν) [τι σ]υναγορεύει τῶι Εὐρυφῶντι, κ(ατὰ) δέ τι διαφέρει· καθʼ ὃ μ(ὲν) γ(ὰρ) καὶ αὐτὸς τὰ περισσώματα αἴτια λέγει τῆς νόσου (εἶναι), συμφέρεται· καθʼ ὃ δέ φ(ησιν) μὴ διὰ 〈τὸ〉 τὴν κοιλίαν καθαρὰν εἶναι ἢ λεπτ[ήν], διαλλάσσει χρώμενος αἰ(τίᾳ) τοιαύτῃ· ὅταν γ(ὰρ) ἀκεινη〈τή〉σαντες οἱ ἄνθρωποι προσενέγκωνται τροφήν, συμβαίνει ταύτην μὴ διοικεῖσθαι, ἀλ(λὰ) λιτὴν καὶ ἀκατέργαστον παρακειμένην εἰς περισσώματα ἀναλύεσθαι. [10]
5
* ἐγ μ(έν)τοι γε τῶν περισσωμάτ(ων) ἀποτελεῖσθαι δισσὰς ὑγρότητας, μίαν μ(ὲν) ὀξεῖαν, τὴν δὲ ἑτέραν πικράν, καὶ παρὰ τὴν ἑκατέρας ἐπικράτειαν διάφορα γ(ίνεσθαι) τὰ πάθη. λέγει δὲ ὡς παρ〈ὰ〉 τὴν τούτ(ων) ἐπίτασιν ἢ ἄνεσιν διάφορα ἀπογενν[ᾶ]σθαι τὰ πάθη, οἷόν τι λέγω, ἐὰν ἀνειμένη μᾶλλον ᾖ ἡ ὀξεῖα καὶ μὴ ἄκρατος, ἀναλόγως δὲ καὶ ἡ πικρὰ μὴ ἄγαν ᾖ πικρά, ἀλ(λὰ) ἐλασσ〈όν〉ως ἔχῃ, ἢ ἐπιτεταμέναι ὦσιν, διάφορα γενήσ〈εσ〉θ(αι) καὶ τὰ πάθη κατὰ τὰς τ(ῶν) ὑγροτήτ(ων) κράσ〈ε〉ις. καὶ παρὰ τοὺς τόπους δὲ διάφορα ἔσται τὰ πάθη· ἐὰν μ(ὲν) λόγου εἵνεκα ἐπὶ κεφαλὴν οἰσθῇ ἡ πικρὰ ὑγρότης, τἀτὸ γενήσεται πάθος, * ἐὰν δὲ νῦν μ(ὲν) ἡ πικρὰ ⟦ τ̇η̇ς̇ ⟧ εἰς τὴν κεφαλ(ὴν) ἐνεχθῇ, νῦν δὲ ἡ ὀξεῖα, γεν[ή]σεται διαλλάσσοντα τὰ πάθη. * ἀλ(λὰ) γ(ὰρ) καὶ παρʼ αὐτοὺς τοὺσ τόπους γενήσεται διαλλάσσοντα τὰ πάθη, ὅταν διάφοροι ὦσιν, ἐφʼ οὓς ἡ ἐπιφορά· παρὰ γ(ὰρ) τὸ ἐπὶ κεφαλὴν ἢ ἐπὶ ἧπαρ ἢ σπλῆνα φέρεσθαι τὰς ὑγρότητας διαφέροντα ἀποτελεσθήσεται τὰ πάθη. ⸐ καὶ ἐν τούτοις ἡ τοῦ Ἡροδίκου δόξα. Ἱπποκράτης δέ φ(ησιν) αἰ(τίας) (εἶναι) τῆς νόσου τὰς φύσας, καθὼς διείληφεν περὶ αὐτοῦ Ἀριστοτέλης. * ὁ γὰρ Ἱπποκράτης λέγει τὰς νόσους ἀποτελεῖσθαι κ(ατὰ) λ(όγον) τοιοῦτον· ἢ παρὰ τὸ πλῆθος τῶν προσφερομέν(ων) ἢ παρὰ τὴν ποικιλίαν ἢ παρὰ τὸ ἰσχυρὰ καὶ δυσκατέργαστα (εἶναι) τὰ προσφερόμενα συμβαίνει περισσώματα ἀπογεννᾶσθα[ι, καὶ ὅ]ταν μὲν πλείονα ᾖ τὰ [προσενεχθ]έντα, κατακρατ[ο]υμέν[η ἡ ἐνεργο]ῦ[σ]α τὴν πέψιν θερμότης π(ρὸς) πολλῶν [ὄ]ντ(ων) προσαρμάτων οὐκ ἐνεργεῖ τὴν πέ[ψ]ιν· ἀπ[ὸ] δὲ τοῦ ταύτην παραποδίζεσθαι πε[ρ]ισσώματα γί(νεται). [45]
ὅταν δὲ ποικίλα ᾖ τὰ π(ροσ)ενεχθέντα, στασιάζει ἐν τῆι κοιλίᾳ πρὸς ἑαυτά, καὶ κατὰ τὸν στασιασμὸν μεταβολὴ εἰς περισσώματα. ὅταν μέντοι γε ἐλάχιστα καὶ δυσκατέργαστα ᾖ, οὕτως παραποδισμὸς γί(νεται) τῆς πέψεω(ς) διὰ τὴν δυσκατεργασίαν καὶ οὕτως μεταβολὴ εἰς περισσώματα· ἐγ δὲ τῶν περισσωμάτ(ων) ἀναφέρονται φῦσαι· αἱ δὲ ἀν[ε]νεχθεῖσαι ἐπιφέρουσι τὰς νόσους. ταῦτα δὲ ἔφησεν ἁνὴρ κει[ν]ηθεὶς δόγματι τοιούτῳ· τὸ γ(ὰρ) πνεῦμ(α) ἀναγκαιότατον καὶ κυριώτατον ἀπολείπει τ(ῶν) ἐν ἡμῖν, ἐπειδή γε παρὰ τὴν τούτου εὔροιαν ὑγίεια γί(νεται), παρὰ δὲ τὴν δύσροιαν νόσοι. δίκην τε ἐπέχειν ἡμᾶς φυτῶν· ὡς γὰρ ἐκεῖνα π(ροσ)ερρίζωται τῆι γῆι, οὕτως κ[αὶ αὐ]τοὶ π(ροσ)ερριζώμεθα πρὸς τὸν ἀέρα κατά τε τὰς ῥῖνας καὶ κατὰ τὰ ὅλα σώματα. ἐοικέναι μέν γε φυτοῖς ἐκείνοις, 〈οἳ〉 στρατιῶται καλοῦνται. ὥσπερ γὰρ ἐκεῖνοι προσερριζωμένοι τῶι ὑγρῶι μεταφέρονται νῦν μ(ὲν) ἐπὶ τοῦτο τὸ ὑγρόν, νῦν δὲ ἐπὶ τοῦτο, οὕτως καὶ αὐτοὶ οἱονεὶ φυτὰ ὄντες προσερριζώμεθα π(ρὸς) τὸν ἀέρα καὶ ἐν κεινήσει ἐσμ(ὲν) μεταχωροῦντες νῦν μὲν ἐπὶ τάδε, αὖθις δὲ ἐπʼ ἄλλην. εἰ δὲ ταῦτα, φανερὸν ὡς κυριώτατόν (ἐστιν) τὸ πνεῦμα. τούτ(ων) ἐκκειμέν(ων), ὅταν γέν(ηται) περισσώμα〈τα〉, ἀπὸ τούτων γί(νονται) φῦσαι, αἳ δὴ ἀναθυμ(ιαθεῖσαι) τὰς νόσους ἀποτελοῦσι· παρά τε τὴν διαφορὰν τ(ῶν) [φ]υσῶν ἀποτελοῦνται αἱ νόσοι ⟦ ς̇α̇ι̇ ⟧ . ἐὰν μ(ὲν) γὰρ πολλαὶ ὦσι, νοσάζουσιν, ἐὰν δὲ ἐλάχισται, πάλι νόσους ἐπιφέρουσι· παρά τε τὴν μεταβολὴν τῶν φυσῶ(ν) γίνονται αἱ νόσοι· διχῶς δὲ μεταβάλλουσιν ἢ ἐπὶ τὸ ὑπέρμετρον θερμὸν ἢ ἐπὶ τὸ ὑπ[έ]ρμετρον ψυχρόν. καὶ ὁποίως ἂν γ[έ]νηται ἡ μεταβολή, νόσους ἀποτελεῖ. [καὶ ὡ]ς μ(ὲν) ὁ Ἀριστοτέλης οἴεται περὶ Ἱπ[ποκράτο]υς, ταῦτα. ** ὡς δὲ αὐτὸς Ἱπποκράτης λέγει, γί(νεσθαι) τὰς νόσους [π(αρὰ) τὰς διαφορὰς τ(ῶν) ἐν τῇ συστά]σει φύσεων ἀνθ[ρωπ– . [45]
………………… λέ‐] γει δι[ …………………….. ] ἢ ὑπ[ …………………….. ] χολῆς καὶ φλέγμα[τος …………….. ] ταῦτα ἐπὶ δὴ γινομένοις [ …………… ] καὶ ⟦ ς̇υ̇ν̇ ⟧ οὖσι συν[ίστ]ασθ[αι ………. ] τοῦ παρόντος φλέγματος [ …………… ] ων ε ἶ ναι ἐν ἡμῖν κ(ατὰ) φύσιν τὸ αἷμα [ …….. ] τῶν [ἰα]τρῶν· παρὰ φύσιν τε τὴν εἰς [ …….. ] ὅτι αὗται μ(ὲν) ἐν [ἡμ]ῖν γί(νονται) αἱ νόσοι [διὰ τῆς] φλεγμασίας. τάδε γ(ὰρ) ἐκτὸς [ ……….. ] πόνων ὑπερμέτρ[ων], κ(ατα)ψύξεως, [θερμότητος.] παρά τε τὴν τῆς χολῆς καὶ τοῦ φ[λέγματος] κατάψυξιν ἢ θερμ[ό]τη[τ]α π[ερ]ιγί(νεσθαι) [τὰς νό‐] σους. ** ἀλ(λὰ) γ(ὰρ) ἔτι φ(ησὶν) Ἱπποκράτης [γί(νεσθαι) τὰς] νόσους ἢ ἀπὸ τοῦ πνεύματος ἢ [ἀπὸ τ(ῶν) διαι‐] τημάτ(ων), καὶ τούτ[ων τὴν] ὑποτύ[πωσιν δοκεῖ ο(ὕτως)] ἐκτίθεσθαι· ὅταν μ(ὲν) γ(άρ), φ(ησίν), ὑπὸ [τῆς] αὐτῆς νόσου πολλοὶ ἁλίσκωνται [ἅμα, τὰς] αἰτίας ἀναθέσθαι [δεῖ] τῶι ἀέρι· παρὰ [γ(ὰρ)] τοῦτ[ο]ν γί(νεται) ἡ αὐτὴ νόσος. ** ὅταν [μ(έν)τοι π]ολλὰ εἴδη καὶ ποικίλα γί(νηται) νόσων, [αἴ(τια), φ(ησίν), λεκ‐] τέον τὰ διαιτήματα, οὐχ ὑγιῶ[ς ποι‐] ούμενος τὴν ἐπιχείρησιν. ἐν[ίοτε γ(ὰρ)] τὸ αὐτὸ αἴ(τιον) πολλῶν καὶ ποικίλ[ων] νοσημάτ(ων) γίνεται· κ(ατα)σκευαστικὸν [γ(άρ)‐] τοι πλῆθος καὶ πυρετοῦ καὶ πλευ[ρίτι‐] δος καὶ ἐπιληψίας (ἐστίν), ὅπ[ε]ρ κ(ατὰ) σύσ[τασιν] τῶν σωμάτων ἀναδεχομέν(ων) τ[ίκτει] καὶ τὰς νόσους. οὐ γὰρ δὴ πάντ(ων) [σωμάτ(ων)], ἐπεὶ ἕν (ἐστιν) αἴ(τιον), ἤδη μία καὶ νόσο〈σ〉 φέρ[εται], ἀλλʼ, [ὥ]σπερ εἴπομεν, πολλὰ καὶ ποικίλ[α εἴδη]. καὶ [τἄ]μπαλιν (ἔστιν) ὅτε ὑπὸ διαφερό[ντ(ων) αἰ(τίων)] τἀτὰ γί(νεται) πάθη. καὶ γ(ὰρ) διὰ πλῆθος ἡ [κοιλία] ῥεῖ, ἔτ[ι] καὶ διὰ δριμύτητα, εἰ χ[ολ]ὴ [π(αρα)ρρεῖ]. ἐξ ὧν φανερόν, ὡς ψεύδε[ται πε]ρὶ [τούτ(ων) ἁνήρ], ὡς προϊόντος ἐπιδείξομ(εν) τοῦ λό(γου). ** [ἐκεῖνο] μέντοι γε ῥητέον, διότ[ι ἄλ]λως [Ἀριστο‐] τέλης περὶ τοῦ Ἱπποκράτους λέγε[ι καὶ] ⸐ ἄλλως αὐτός φ(ησιν) γί(νεσθαι) τὰς [νό]σο[υς. ** οἷς ἑπό‐] μενος ὁ 〈Ἀ〉βυδηνὸς Ἀλκαμέν[ης] λέγει γί(νεσθαι) τὰς νόσους, ὥς φ(ησιν) π[ερὶ] αὐτοῦ Ἀριστοτέλης, διὰ τὰ π[ερισσώ‐] ματα τὰ ἀπὸ τῆς τρο[φῆ]ς [κατασκευα‐] ζόμενα· αἴ(τια) γ(ὰρ) ταῦτα τ(ῶν) νό[σων (εἶναι). [40]
κ(ατὰ)] τοῦτο μ(έν)τοι γε διάφορος φαί[νεται π‐] ρὸς τὸν Εὐρυφῶντα, καθʼ ὅσον κ[ατά τι] μὲν [τ]ὴν κεφαλὴν εἶπεν ἐπι[κου‐] ρικὴν γί(νεσθαι) τ(ῶν) περιττωμάτ(ων), ἁ[πλῶς] δὲ ὁ Ἀλκαμένης εἶπεν· ʼἀνατρ[έχοντα] [μ]ὲν ὡς τὴν κεφαλὴν τὰ περισ[σώμα‐] τα γί(νεται) ἐπιχορηγούμενα πρὸς τῆ[ς κε‐] φαλῆς καὶ ἐπιπεμπόμενα τῶι ὅλῳ ⸐ σώματι τὰς νόσους ἐμποιεῖ.ʼ ** ὁ δὲ Μεταποντῖνος Τιμόθεος, καθώς φησιν περὶ αὐτοῦ ὁ αὐτὸς φιλόσοφος, λέγει ἀποτελεῖσθαι τὰς νόσους τρόπωι τούτωι· ὅταν μ(ὲν) γὰρ ἡ κεφαλὴ ὑγιὴς ᾖ καὶ ⟦ [καθ] αρα ⟧ καθαρά, καὶ ἡ τροφὴ ἀπʼ αὐτῆς προστίθεται τῶι ὅλωι σώματι ⟦ κ̇α̇ι̇ ο̇ ⟧ ὑγιαίνει τὸ ζῶιον· * ὅταν δὲ μὴ ὑγιὴς ᾖ, νόσους ἐπιφέρει τῶι τὰς διεξόδους ἀποφράσσεσθαι· ʼὅταν γάρ, φ(ησίν), αὗται ἀποφρα[γ]ῶσιν, ἀνατρέχον τὸ περίσσωμα ὡς τοὺς κ(ατὰ) τὴν κεφαλὴν τόπους τ[έω]ς τῶι μὴ ἔχειν διέξοδον ἐνμένει, ἐ[ν]μεῖναν δὲ μεταβάλλει εἰς ἁλμυρὸν καὶ δριμὺ ὑγρόν, καὶ εἶτα πλείονα [ἐν]μεῖναν χρόνον καὶ ῥῆξιν ἐργασάμενον φέρεται εἰς ὁτιοῦν μέρος κ[αὶ] παρὰ [τὰς το]ύτου διαφορὰς διαφόρους [τὰς] νόσους ἐπιφέρει. * (ἔστι) δʼ ὅτε, φ(ησίν), καὶ [ἁθρό]ως οἰσθὲν ἐπὶ τὴν τραχεῖαν ἀρτηρίαν—λάρυγξ δὲ αὕτη—πνιγμοὺς [ἐπ]ιφ[έρει] καὶ συντόμους ἐξαγωγὰς [ ….. ]νην.ʼ * νοσεῖν δέ φ(ησιν) τὴν κεφαλὴν [ἢ] διʼ ὑπερβολὴ〈ν〉 κ(ατα)ψύξεως ἢ διʼ ὑπερ⸐ β[ολ]ὴν θερμότητος ἢ διὰ πληγήν. ** Ἀ[ . ]ας δ[ὲ] ἰ[δίω]ς οἴεται γί(νεσθαι) τὰς νόσους διὰ τὰς τοῦ ἐνκεφάλου καθάρσ〈ε〉ις. [καθαίρεσ]θαι δὲ τὸν ἐγκέφαλον διὰ μυ[κτή]ρων, ὤτων, ὀφθαλμῶν, σ[τ]όματος, κ(ατά) [τ]ε τὰς διαφορὰς το[ῦ π] λήθουσ τ(ῶν) καθά[ρσ]εων ὑγίειαν γί(νεσθαι) ἢ νόσον. ὅταν μ(ὲν) γ(ὰρ) κ(ατʼ) ἐλάχιστον γένηται ἡ κάθαρσις, ὑ[γι]αίνει τὸ ζῶιον, * ὅταν δὲ ὑπερ[κό]ρως, νοσεῖ. λέγει δὲ διὰ ταύτας τ[ὰ]ς καθάρσεις γί(νεσθαι) πέντε κα[τ]άρρους [desunt duo fere versus] [ . [3]
.. ] ιτωι μη [ ………………… ] [κ(ατά)ρ]ρους. ** [ ………………. ] [Ἡρ]ακλεόδω[ρος [ ……………….. ] [ .. ]ενομεν [ ………………….. ] [τ]ὴν αὐτ[ὴν ………………….. ] [ . ] δύο εἰπον[ …………………. ] [ … ]ς παρα[ …………………. ] [ .. ]εν ὅταν [ …………………. ] [τ]ὸ σῶμα ὑγ[ιαίνει (?) …………….. ] τως νόσοι [ …………………… ] ται τὰ σώμα[τα ………………… ] ρα[ . ]προσενεχ[θέντα (?) ……………. ] πλ[ή]θη, ἀλ(λὰ) αἷσ περ [ …………… ] καὶ τὰς νόσ[ους ……………… δυσ‐] κρ[ό]τως ἐχ[ ………………….. ] μετρίαν νόσο[ν …………………. ] ⸐ καὶ κατάψυξιν [ …………………. ] Ἡρόδικος δὲ [ὁ Σηλυμβριανὸς οἴεται] τὰς νόσους [γί(νεσθαι) ἀπὸ τῆς διαίτης· ταύ‐] την δὲ (εἶναι) κατ[ὰ φύσιν, ὅταν πόνοι προσῶσιν] καὶ ἄλγη δʼ ὅσα [δεῖ, καὶ οὕτως πέψιν μὲν] ἔχῃ ἡ τροφή, ἐπί[δοσιν δὲ ἀεὶ λαμβάνῃ] τὰ σώματα ἀν[αδιδομ(έν)ης τῆς τροφῆς κατὰ] φύσιν. οἴεται γ[(ὰρ)] τὴ[ν μ(ὲν) ὑγίειαν γί(νεσθαι) κατὰ] φύσιν ἐχόν[τ(ων)] τ(ῶν) σω[μάτ(ων) περὶ τὴν δίαιταν, τὴν δὲ] νόσον π[α]ρὰ φύσι[ν ἐχόντ(ων) αὐτ(ῶν). τοῖς μ(έν)τοι] παρὰ φύσ[ι]ν διατεθεῖ[σιν πονεῖν π(ροσ)τάσσει] ἡ ἰατρικὴ παραγομέ[νη καὶ ο(ὕτως) εἰς τὸ κατὰ] φύσιν ἄγει ταῦτα, ὡ[ς αὐτός φ(ησιν). * λέγουσιν] δὲ τὸν ἄνδρα τὴν ἰα[τρικὴν ἔντεχνον] ἀγωγὴν εἰς τὸ κ(ατὰ) φύσιν [καλέσαι. * καὶ ταῦτα μ(ὲν)] οὕτως, [ἐ]κεῖνο δὲ ὅτ[ι ἀπʼ ἐναντί(ων) τῆς τε] θερμότητος καὶ ὑ[γρότητος τ(ῶν) σωμάτων)] ⸐ συνίστανται νόσοι, [διατεθρύληται. ** ] ὁ δὲ Αἰγύπτιος Νινύ[ας ἰδίως λέγει τὰ μ(ὲν)] συνγενικὰ γί(νεσθαι) πάθη, [τὰ δὲ ἀλλότρια * ] καὶ τὰ μ(ὲν) συνγενικὰ [ἔμφυτα τοῖς σώμασιν] εἶναι. * ὑπὸ δὲ ἄλ(λης) αἰ[(τίας) συνίστασθαι] τὰς νόσους τρόπωι τ[οιούτωι· ὅταν γὰρ] ἡ τροφὴ ληφθεῖσα μὴ [ἀναδοθῇ τῷ σώματι,] ἀλλʼ ἐνμείνῃ, ἡ θερμ[ότης ἡ ἐν] ἡμῖν [οὖσα περισσώματα] ἐξ αὐτῆς ἀπογεννᾶι [ ……………. ] [desunt versus fere sex et viginti] [ . [27]
10
……………………. ]ινος [ …………………….. ]νόσους [ …………………….. ] μ(ὲν) εἶναι [ …………………….. ]επι[ . ]ν [ …………………….. ]μιον [ …………………….. ]αμα [ …………………….. ]ενον [ …………………….. ]απαρα [ …………………….. ]μὴ διὰ [ …………………….. ]ἀλγηδό ν [ ……………………. ]μενος [ ……………………….. ] [ ………………….. δύνα]μιν [ …………………….. ]ε [ …………………….. ]ιον [ …………………….. ]σκευ[ …………………….. ]αμεν δὲ [ …………………….. ] ψυχ[ .. ] [desunt versus circa sex] [ . [7]
………………… ]ν καὶ [ὑγίε]ιαν [ ………………… ἁ]λμυρὰν δὲ [ …………………. ]εμενοσ[ .. ] [ …………………. ] * καὶ [ …. ] [ …………………. ]φις [ ……………….. τοὺ]ς νεφροὺς [ …………………. ] τὴν θερμ(ὴν) [ …………………. ]ιον μέγα [ …………………. ] ἡ δὲ πυρρὰ [ …………………. ] καὶ πρασο[ειδὴς …………… ]ατος τὸ αἷμα [ ……………… ]αίτατον [ ………… ]μα το[ …. ]ον ἡ δὲ μέλαι[να ……… ]ντ(ων) [ …. ]μέν(ων) ὑποστάσε[ων ……… ] αἷμα [ …. ] τόπον ἔχει [ …… ]ε[ … ]ς ** Ἵππ[ων δ]ὲ ὁ Κρ[ο]τωνιάτης οἴεται ἐν ἡμῖν οἰκείαν (εἶναι) ὑγρότητα, κα[θʼ ἣ]ν καὶ αἰσθανόμεθα καὶ ⟦ υγιαι[νο(μεν) ⟧ ἧι ζ]ῶμ(εν)· ὅταν μ(ὲν) οὖν οἰκείως ἔχῃ [ἡ] τοιαύτη ὑγρότης, ὑγιαίνει τὸ ζῶιον, ὅταν δὲ ἀναξηρανθῇ, ἀναισθητεῖ τε τὸ ζῶιον καὶ ἀποθνήσκει. διὰ δὴ τοῦτ ο οἱ γ[έροντ]ες ξηροὶ καὶ ἀναίσθητοι, ὅτι χωρὶς ὑγρότητος· ἀναλόγως δὴ τὰ πέλματα ἀναίσθητα, ὅτι ἄμοιρα ὑγρότητος. καὶ ταῦτα μὲν ἄχρι τούτου φ(ησίν). * ἐν ἄλλωι δὲ βυβλίῳ αὑτὸς ἀνὴρ λέγει τὴν κατωνομασ[μένη]ν ὑ[γρότητα] μεταβάλλειν διʼ ὑ[περβο]λὴν θερμότητος καὶ διʼ ὑπερβολὴν ψυχρότητος καὶ ο(ὕτως) νόσους ἐπιφέρειν. * μεταβάλλ[ειν δέ] φ(ησιν) αὐτὴν ἢ ἐπὶ τ[ὸ] πλεῖον ὑγρὸν ἢ ἐπὶ τὸ ξηρότερον ἢ ἐπὶ τὸ παχυμερέστερον ἢ ἐπὶ τὸ λεπτομερέστερον ἢ εἰς [ἕτ]ερα. καὶ τὸ [αἴ(τιον) ] οὕτως νοσολ(ογεῖ), τὰς δὲ νόσους τὰς γινομένας ⸐ οὐχ ὑπ[α]γορεύει. ** Θρασύμαχ[ο]ς δὲ ὁ Σαρδιανὸς αἰ(τίαν) ἀπολεί〈πει〉 τ(ῶν) νόσων τὸ αἷμα· κ(ατὰ) δὲ τὴ[ν τούτου] μετα[βολὴ]ν ἀποτελεῖσθαι τὰς [νόσους. [40]
με] ταβάλλειν δὲ ἢ διʼ ὑπερβολὴν καταψύ[ξ]εως ἢ δ[ιʼ ὑπερβολ]ὴν θερμότητος. * τὴν δὲ μεταβολὴν τοῦ αἵματος γί(νεσθαι) ἢ εἰς φλέγμα ἢ χολὴν ἢ [σε]σηπός. * καὶ τὸ μὲν αἷμα ἁπ[λοῦν, τὴν] δὲ χολὴ〈ν〉 καὶ τὸ φλέγμα καὶ τὸ σε[σ]ηπὸς ποικίλα ὄντα ποικίλας καὶ διαφόρους ἐπιφέρειν ⸐ νόσους. ** πάντα [δὲ ὁμοίω]ς φ(ησὶν) Δέξιππος ὁ Κῶιοσ , 〈ὃσ〉 οἴεται συν[ίστασθαι] τὰς νόσους ἀπὸ τ(ῶν) τῆς τροφῆς [περ]ιττωμάτ(ων), τοῦτʼ (ἔστιν) ἀπό τε χολῆς καὶ φλέγματος δυ(νάμεων) γι(νομένων) περ[ὶ] μέρος [καὶ] περὶ ὅλον , κεινουμέν(ων) τούτ(ων) μὴ ἐξ ἑαυτ(ῶν), ἀλλὰ παρὰ τὰς [πολλ] ὰσ 〈καὶ〉 ἀκαίρους τῆς τροφῆς δόσεις. νοσοπ〈οι〉εῖν δὲ ταῦτα καὶ παρὰ τὸ πλῆθος καὶ παρὰ τὸν τόπον καὶ εἶδος, μεταβάλλειν δὲ οἴεται καὶ διʼ ὑπερβολὴν πάντ(ων)· καὶ γ(ὰρ) θερμότητος κ[αὶ ψύξ]εως ἢ τοιούτ(ων) παραπλ[η]σίων· καὶ περὶ μ(ὲν) τούτου φαίνεται παρα[πλη]σίως τοῖς πρ[ότερον αἰτιολογ]ῶν. * περιττό⟦ το ⟧ τερος δὲ α[ὐ]τ(ῶν) φαίνετ[αι] κ(ατὰ) τοῦτο· λέγει γ(ὰρ) τηκομένης τῆς χολῆς καὶ τοῦ φλέγματος καὶ ὑγροτέρων γι(νομένων) ἀποτελεῖσθαι ἰχῶρας καὶ ἱδρῶτας· σηπομένων δὲ αὐτ(ῶν) καὶ παχυνομέν(ων) ἐπιφέρειν ἦχον, μύξας, λήμας· ἀναξηράνσει δὲ [σ]τερεῶν ἀποτελεσθ(έντων) π[ιμελὴν καὶ σάρκας γί(νεσθαι)] ἐξ αὐτ(ῶν) λέγει [ ………… κ]αὶ αἷμα π[ …………… ] λεγόμενα χολὴν [ …… ] φλέγματος ἐπι μειχθ(έντος) τῶι αἵ[μα]τι [ … ]μα [ … τ]ὸ [φ]λέγμα [ ……. ]νθέντος δὲ αὐτοῦ λευκὸν [φλέγμα γί(νεται)], μελανθέντος δὲ καὶ μεταβ[ληθέντος] μέλαινα χολή. καὶ ἡ μὲν ⸐ τοῦ Κώιου δόξα τοιαύτη ⟦ ι ⟧ . ** Φασίλας δὲ ὁ Τενέδιος λέγει συνίστασθαι τὰς νόσους ἢ παρὰ τὴν ἀποφορὰν τῶν ἐν ἡμῖν ὑγροτήτ(ων) καὶ προστιθεμέν(ων) ἀνοικείοις τόποις ἢ ἀπὸ τ(ῶν) ἀποχωρ〈ημάτων〉 αὐτ(ῶν)· εἶναι γ(άρ) φ(ησιν) ἐν ἡμῖν κατὰ φύσιν ὑγρότητ[α]ς καὶ τὰς μ(ὲν) ⟦ τὰσ ⟧ ὑγρότητας οὐ κατονομάζει τ[ . [40]
……………………… ] ο[ ………………………. ] αἷμα[ …………………….. ] κατὰ τὰ [ …………………… ] ἀποχω[ρημα …………………. ] τόπ[ ……………………… ] η[ ………………………. ] ται ἢ ὅτα[ν …………………. ] ⸐ ἅπασαι. * [ ………………….. ] φησὶ συν[ίστασθαι τὰς νόσους ἐκ τοῦ] φλέγμα[τ]ο[ς …………………. ] λαμβάνει [ …………………… ] ἐξ ἑαυτ(ῶν)· εἰ δὲ ἐπὶ [ …………….. ] αὕτη γὰρ ἐπιμείνα[σα …………. ] ται δια[τι] θεισῶ(ν) [τὸ ὅ]λον [σ]ῶμα ⟦ θαισαπ ⟧ λέγει ηγετοι [ .. τ]όποις [ …. ] προειρημένα μὴ καθʼ [ἑα]υτά, μετὰ δὲ καὶ τῆς τοῦ σώματος δ[ια]θέσεως· ὡσ[ . ]ε ἐὰν γ(ὰρ) ἔχηι ὑπὸ νόσο[υ τὸ] ζῶιον ηελ[ …. ]ν εὐκρότως μ(ὲν) γ(ὰρ) αὐτοῦ [δια]κειμένου ⸐ ὑγίεια γί(νεται), δυσκρότως δ[ὲ ν]όσος. Αἰγίμιος δὲ ὁ Ἠλεῖος οἴε[ται] γί[νεσθαι] τὰς νόσους ἢ διὰ πλῆθος τῶν περισσω[μά]τ(ων) ἢ διὰ τρ[ο]φ(ήν). γινόμενον δὲ τὸ πλῆθο[ς .. ] ⟦ και ⟧ νοσοπ[ο]ιεῖν [μ]ὴ ἅπαξ, ἀλ(λὰ) καὶ πλεονά[κι]ς. * συνίστασθ(αι) [δ]έ φ(ησιν) τὸ πλῆθος τ(ῶν) περισσωμάτ(ων) τρόπωι το]ιούτωι· * σύντηξις γίνεται ἀπὸ τῶν σωμάτ(ων), ἥτις ἀποκρίνεται τῇ μ(ὲν) κατὰ τὸ λόγ ῳ θεωρητόν, τῆι δὲ καὶ κατὰ τὸ αἰσθητόν, — διὰ [δ]ὲ κοιλίας, οὔρων, ὤτων, μυ[κτήρων,] [σ]τόματος—, τ(ῶν) ἄλλων ἀποκρίσεων γ[ι(νομένων)] κατὰ λόγον. εἰ μὴ γ(ὰρ) αὖ σύντηξις ἐγί[νετο] ἀπὸ τ(ῶν) σωμάτ(ων), εἰς ἄπειρον ἂν μετʼ [ὀλίγον] εὔξετο τὰ ἡμέτερα σώματα· * καὶ δ[εόν‐] τως· προσθέσεως γ(ὰρ) γινομέν[ης], μηκέτι δὲ ἀποφορᾶς, εὔλογον ἦ[ν] αὔ[ξη]σι ν γί(νεσθαι) ἐπὶ πλεῖον. * ἐπ〈ε〉ὶ δὲ οὐ μόνον πρόσθε[σ]ις γί(νεται) τοῖς σώμασιν, ἀλ(λὰ) πρὸς λόγον τῆς π(ροσ)θέσεως καὶ ἀποφορὰ διὰ τ(ῶν) κατωνομασμέν(ων) ἀποκρίσεων, ταύτῃ ἐπʼ ἐλάχιστον ἡ αὔξ〈ησ〉ις τ(ῶν) σωμάτ(ων). ** φησὶν δὲ τρέ[φ]εσθ(αι) τὰ σώματα ὑπὸ τῆς νεαρᾶς καὶ ἀπέπτου τροφῆς, γενηθείσης δὲ τῆς [πέ‐] ψεως καὶ ἀναδόσεως κενοῦσθ[αι τὰ] ἀγγεῖα καὶ τὰς διεξόδους. ** τὸ δ[ὲ] πλῆθος συνίστασθαι εἰσφερομέ[νης] ἑτέρας τροφῆς, πρὶν τὴν πρώτ[ην] πέψεως τυχεῖν. ** ὅταν γ(ὰρ) πρό[τερ]ο ν [ . [45]
.. τ]ὴν τρ[οφ]ὴν π[ …………… ] [ ……………………… ] [καὶ ὅσοι μὲν οὖν τὰς νόσους γί(νεσθαι) λέγουσ]ιν [διὰ τὸ] πλῆθος, [μάλιστα] ἀπὸ τ(ῶν) [περισσω]μάτ[(ων)] αἰτιολογοῦντες, [σχεδὸν] εἴρηνται. ** ἴδωμεν δὲ καὶ τ[οὺς ἀπὸ τῶν περισσω]μάτ(ων) καὶ δια[κρίσεων αἰτιολογ]οῦντας τὰς νόσ[ους κα]ὶ τοὺς ἀπὸ τῆς τ(ῶν) στοιχείων συσ[τάσε]ως οἰομένους συνεστ〈άν〉αι τὰ ἡμέ[τερ]α σώματα. καὶ πρῶτον ἀπὸ Πλά[των]ος. οὗτος γ(άρ) φησιν τὰ ἡμέτερα [σώματα συνίστασθαι ἐκ τῶν] τεσσά[ρω]ν στοιχείων, ὅτι καὶ τὰ ἐν [κό]σμωι γί(νεται) [ἀνὰ λό(γον)]. διαφέρειν δὲ ταῦτα· σύνφθ[αρσιν, μ]ῖξιν, διάκρασιν. * καὶ σύνφθαρσι[ν μ(ὲν)] καὶ σύνχυσιν, ὅταν σώματα διὰ ἑαυ[τῶν ὅλω]ν ἥ[κ]οντα μίαν ὑπεράν ω ἀποτελέσῃ ποιότητα, ὡς ἐπὶ τῆς τετραφαρμάκου. * μῖξις δέ (ἐστιν), ⟦ οταν ⟧ ὅταν σώματά τινα ἑαυτοῖς κ(ατὰ) παράθεσιν παρακέ(ηται) καὶ μὴ διʼ ἑαυτῶν ἥκῃ, ὡς σωρὸς πυροῦ, κριθῆς. * δ[ιάκρ]ασις δέ (ἐστιν), ὅταν σώματά τινα ἐπὶ [ἓν σ]υνελθόντα ἀλλήλοις παρακ[έη]ται, ὡς ἐπὶ τοῦ οἰνομέλιτος βλέπομ[εν. ἀπὸ] τοιγ(άρ) τοι τῆς τούτ(ων) διαφορᾶς φησιν ὁ Πλάτων τὰ ἡμέτερα σώματα ἐκ τ(ῶν) τεσσάρων στοιχείων συνεστάναι κατὰ σύν[φθαρσι]ν. ταύτῃ δὲ μὴ φαίνεσθ(αι) καθʼ ἓ(ν) ἐν ἡμῖν πῦ[ρ ἢ] ἀέρα ἢ γῆν ἢ ὑγρὸν τῶι κατὰ σύνφθαρσιν αὐτῶν τὰ ζῶι α ἀπο [τελεῖσθαι] ⟦ //////////// ⟧ ** ἀλλὰ γὰρ λέγει ἁνὴρ καί τινα τ(ῶν) ἐν ἡμῖν μερ(ῶν) διαφόρου τε[τ]ευ[χ]έν[αι κ]ράσεως ἐκ τ(ῶν) στοιχείων. οὐ γ(ὰρ) ὡσαύ[τ]ως κέκραται κεφαλὴ ἢ χείρ, ἀλλὰ [ἄλ]λως μ(ὲν) κεφαλή, ἄλλως δὲ θώρα[ξ, ἐ]πεὶ κοινῶς ἕκαστον τ(ῶν) ἡμετέρων [σωμά]των διαφόρου κράσεω(ς) τετύχηκε[ν, ὅθεν] καὶ αὐτὰ διάφορα ἑαυτ(ῶν) . * ἔτι γε μήν φ(ησιν) ὡς ὁ μυελὸ(ς) συνέστηκεν [ἐ]κ τῶν τεσσάρων στοιχ[ε]ίων καὶ κύρ[ιος] εὐθύς (ἐστι) τ(ῶν) ἐν ἡμῖν ἁπάντ(ων), χρώμενος πιθανότητι λόγων τοιαύτῃ· ἀνῆφθαι γ(ὰρ) ἐκ τοῦ μυελοῦ τὴν ψυχὴν τὴν τὸ ὅλον σῶμα διοικ(οῦσαν) [evanidi versus tres] κυριώτ[ατ– . [4]
15
………………… ] καὶ μὴν τ[ ………………….. ] καὶ [ ……………………. ] ὑστ[ …………………….. ] καὶ ἀνι[ …………………… ] χοις [ . ]να[ …………………. ] καὶ ἅμα [ ………………….. ] δ[ . ]ν τοῖς [ …………………. ] [ ….. ]το[ ………………… ] [ ……………………… ] ἀεὶ τὰ βόει[α ……………….. ] λέγει δευ[τερ– ……………….. ] χει[ …. ]αι[ ……………….. ] στοιχείων ἐχ[ ………………… ] συνεστηκ[ ………………….. ] κοιλ ⟦ ε ⟧ ιῶν κα[ ……………….. ] ἐκκειμέν[ων. * διαι[ρῶν δὲ τὸν μυελὸν εἰς] μέρη τινὰ κα[τὰ ἕκαστον] μέρος [δ]ιάφορον σχῆμα ἀπο[δίδωσιν· τὸ] γ(ὰρ) ἐνκεφάλου σχῆμα λεγό[μ(εν)όν φησιν] (εἶναι) καὶ περιφερὲς καὶ κεκυ[κλωμ(έν)ον, * ] τοῦ δὲ λοιποῦ μυελοῦ ὁ ν[ωτιαῖος περι]έχουσι ὀστέοις καταλείπ[εται στέγειν.] αὐτῆς ⟦ τε τησ ⟧ τε τῆς [ψυχῆς γ μέρη] (εἶναι) λέγων τὸ μ(ὲν) λογιστικὸν [ὡς ὀχυρωτάτωι] τῶι ἐν[κε‐] φάλωι ἀπολείπε[ι, τὸ μ(έν)τοι ἄλογ]ον μέρο[ς] αὐτῆς ἐν τῶι ⟦ ///// ⟧ ν[ωτιαίωι μυ]ελῶι. συ[ν‐] εστάναι δέ φ(ησιν) τὰ [ὀστέα μίξει γ]ῆς τε καθ(αρᾶς) καὶ μυελοῦ, ἐναλ[λαγῆναι δὲ τ]οῦ πυρός τε αὐτὰ ἐνπήξει [καὶ τετ]ηκότος. ** τὴν] δὲ σάρκα συνεστά[να]ι ἔκ τε γῆ[ς καὶ ὕδα]τος καὶ πυρὸς καὶ ζύμης τιν[ὸς ἐχούσης] ὑ γρότητα ἁλμυράν τε καὶ δριμ[εῖαν. ** ] παρεσπάρθαι δʼ ἐν τῆι σαρκὶ καὶ ὑγροτ[έραν τι]νὰ θερμότητα πεποιημένην. * τ[ὸ ὑγρὸ]ν δὲ ἐν ταῖς ὑπερβαλλούσαις ἐν [καύσεσι] τη ⟦ ι ⟧ κόμε[ν]ον ψύχειν [τὴν θερμασίαν, ἐν] ταῖς δὲ ὑπερβ[αλ]λούσαις ψύξ[εσιν ἐν]αντιοῦσθαι καὶ [θερμ]ὸν παρέχ[εσθαι] τὸ σῶμα. * τὰς [δὲ] πλείστας [σάρκα]ς (εἶναι) περὶ τὰ ἀψυχ[ότ]ερα τ(ῶν) ὀστῶν· [περὶ] μηροὺ[ς] γὰρ καὶ κνήμ[ας] καὶ γλουτοὺ[ς πο]λλὰς σάρκας ὑπάρ[χει]ν, ἐπειδήπ[ερ αὐτ(ῶν)] τὰ ὀστέα ἀψυχ[ότ]ερά (ἐστιν), ** περ[ὶ δὲ τήν] κεφαλὴν ὀλί[γ]ας, * περὶ [δὲ] γ[λῶσσαν] ποι[εῖ]ται αὐτῆς ὀστέα τἀψυχότερα [μεστά. [45]
* ] ἀμέλει ἀρ[γεῖν φ(ησιν) τὰ παχέα·] λέγεσθαι γ(άρ)· ʼπαχεῖα γαστὴρ [λεπτὸν] οὐ [τ]ίκτει νόο[ν.ʼ ** ] τά τε ὀστέα φ(ησὶν) [πεπηγέ]ναι [ἀ]ποστηρί[γμα]τ[ο]ς χάριν. ἄρθρα δὲ α[ὐ]τοῖς πεποι[ῆ]σθαι π(ρὸς) τὰς συστολὰς καὶ [κ]άμψεις. * νεῦρα δὲ τούτοις ἔξωθεν [ .. ] τὴν σκληρότητα τ(ῶν) ὀστ(ῶν) διὰ τὰς κ(ατὰ) πρ[ο]αίρεσιν κειν[ή]σεις. * σάρκας δὲ διὰ προβολὴν ψύχους τε καὶ θάλπους. * τά τε νεῦρα συνεστάναι ἐξ σαρκὸς ἀζύμου καὶ ὀστέων κ(ατά) τινα ἰδίαν κρᾶσιν. ** ὧδε καὶ φλέβας· * παρα[σκευάζ]ει δύο, τὴν μ(ὲν) εἰς δ[ε]ξιὰ τὴν [δὲ] εἰς εὐώνυμα, ὧν τῆς μ(ὲν) δεξιᾶς τὰς ἀποσχίδας κ(ατα)πλέκε[ι]ν τὰ εὐώνυμα μέρη, * τῆς δὲ εὐωνύμ[ου] τὰ δεξιά. κοιλίας τε δύο ὑπάρχειν, ὧν τ[ὴ]ν μ(ὲν) ἄνω, τὴν δὲ κάτω· καὶ τὴν κάτω ὑποκεῖσθ(αι) πρὸς ὑποδοχὴν τ(ῶν) περιττωμάτ(ων). περὶ ταύτηι δὲ γενέσθαι μακ[ρ]όν τε καὶ εἱλιγμένον ἔντερον, ἵνα μὴ 〈ἡ〉 λαμβ(ανομένη) τροφὴ ῥαιδίως κ(ατα)φέρηται, ἀλ(λὰ) ὑπομένῃ ποσοὺς χρόνους. * ὡς γ(ὰρ) τ(ῶν) κα[τʼ ε]ὐθυωρίαν κειμέν(ων) ποταμῶν τὰ ῥεύματά (ἐστιν) [οὐκ] ἀνάσχετα, τ(ῶν) δὲ σκολιῶν ἠπιώτερα διὰ τὸ ἐνκόπτεσθαι, ο(ὕτως) εἰ μ(ὲν) βρα[χὺ] ἐγένετο τὸ ἔντερον τὸ π(ρὸς) τὴν κάτω κοιλίαν καὶ εὐθύ, κἂν ἐφέρετο ῥᾳδίως [ἡ] τροφή. * ἐπεὶ δὲ σκολιόν τέ (ἐστιν) καὶ πο[λύμ]ηκες, ταύτηι ἐπιμένει πολλοὺς χρόνο(υς). [κ]αὶ περὶ μ(ὲν) τοῦ σώματος τοσαῦτα. [λ]έγει δὲ καὶ περὶ τῆς ψυχῆς, ὡς τρι[μ]ερής (ἐστιν), καὶ τὸ μ(έν) τι αὐτῆς (ἐστιν) λογικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητι[κ]όν. καὶ τὸ μ(ὲν) λογικὸν ἀπολείπει περὶ [τ]οὺ σ κ(ατὰ) τὴν κεφαλὴν τό πουσ · εὐφυὴς γ(ὰρ) [αὕ]τη γί(νεται) π(ρὸς) παραδοχὴν τοῦ ἡγεμονικ(οῦ)· [τὸ] δὲ θυμικὸν ἔταξεν περὶ τὴν καρδ(ίαν), [οὐ] π[ό]ρρω μ(ὲν) τεταγμένον τοῦ λογικοῦ, [ὑπ]οτεταγμένον δὲ τῶι λογικῶι, [ἵν]α δὴ καὶ ὑπήκο〈ον〉 αὐτῶι γί(νηται). * τὸ μέντοι [ γ ] τὸ ἐπιθυμ〈ητ〉ικὸν ἔταξεν μεταξὺ δια[φρά]γματος καὶ ὀμφαλοῦ. * ἐπέστησεν [δὲ] τὸ ἧπαρ τῆι ἐπιθυμίαι κάτοχον, ἵνα τὰς ἐπιθυμίας τα[πεινοῖ τοῖς εἰδώλοις,] τόν τε πνεύμονα π(ρὸς) τῆι κ[αρδίαι, ἧς ὀξεῖα] ἡ φύσις, μαλακὸν τά[σσει σπόγγον, ἵνα] ἡ καρδία, φ(ησίν), πυκινοκ[είνητος οὖσα ἁλ‐] λομένη μὴ [ῥηγνύηται. [5]
* τὸν δὲ σπλῆνα] λέγει ἐγμαγ[εῖ]ο[ν (εἶναι) ἕτοιμον ἀεὶ π(αρα)κείμ(εν)ον,] ἐπειδήπερ νοσο[ῦντι μὲν τῶι ἥπατι καὶ] αὐτὸς συννο[σεῖ] καὶ [συναύξεται, τῶι δὲ] ὑγιαίνοντι συνυγιαίνει, [ἀεὶ ἄγων αὐτὸ] εἰς τὸ κατὰ φύσιν. καὶ περὶ τῆ[ς ψυχῆς] δὲ ταῦτα. * λέγει δὲ γί(νεσθαι) τὰς νό[σους] τριχῶς, ἢ παρὰ τὰ στοιχεῖα [ἢ παρὰ τὴν] γένεσιν τῶν σωμάτων ἢ παρὰ τ[ὰ τούτ(ων)] περισσώματα. καὶ παρὰ μὲν τὰ στ[οιχεῖα] γίνονται νόσοι , ὅταν ἢ πλείονα γένη [τὸ] εἶδος μεταβάλῃ ἢ ἐν ἀνοικείωι [καθί‐] σῃ· καὶ γ(ὰρ) πλείονα γενόμενα τα[ῦτα] τὰ στοιχεῖα νόσους κ(ατα)σκευάζ[ει διὰ] τὸ πλῆθος· * καὶ μὴ ν καὶ ἐγβάν[τα τοῦ] οἰκείου εἴδους πάλι ἐνποιεῖτ[αι ἑτέροι]ς. ἀλλὰ γ(ὰρ) ὡς ὁμοίως καὶ ἐν ἀνοικ[είοις τό‐] ποις ταχθέντα νόσους ἐπιφέ[ρει πολλὰ]ς τοῦτο τὸ δὴ ἐν ἀνοικείῳ τόπ[ωι γι(νόμενον) εἶδο]ς. καὶ παρὰ μ(ὲν) τὴν τ(ῶν) στοιχείων διά[θεσιν] οὕτως συνίστανται αἱ νόσοι. ** π[αρὰ δὲ α]ὖ τὴν γένεσιν τ(ῶν) σωμάτ(ων) γί(νονται) νόσοι τινὲς τοιούτω(ν), οἷον ἡ σὰρξ λαμβάνει τὴν γένεσ[ιν] ἐξ αἵματος πεπηγότος καὶ συνεσ[τα‐] μένου, τὰ δὲ νεῦρα ἀποτελεῖται ἐκ [τῶν] ⟦ ε ⟧ ἰνῶν τοῦ αἵματος. ταύτῃ δὲ ἀναιρ[ε‐] θεισῶν τ(ῶν) τοῦ αἵματος ἰνῶν ἄπη[κτον] διαμένει λοιπὸν τὸ αἷμα, ὃ γί(νεται) ἐν ἐκ[είνηι,] ὅτι ἡ μ(ὲν) σὰρξ ἐξ αἵματος λαμβάνει τὴν γένεσιν, τὰ δὲ νεῦρα ἐκ τ(ῶν) το[ῦ] αἵματος ἰνῶν. ʼταύτηι δὴ συνέχεται, φησίν, καὶ τρέφεται τὰ σώματα ταῦ[τα] πρὸς τῆς πειμελῆς, τηκομένης αὐτῆς καὶ διὰ τ(ῶν) ἀραιοτήτ(ων) τ(ῶν) ὀστέ[ων] ἐπιχορηγουμένης καὶ τρεφούση[ς] τὰ ὀστέα. ὅταν μ(ὲν) οὖν οὕτως γί(νηται) ἡ τ(ῶν) [σω‐] μάτ(ων) γένεσις, κατὰ φύσιν ἔχει τὸ ζῶιον· ὅταν δὲ μὴ οὕτως γί(νηται), ἀλ(λʼ) ἐνηλ〈λ〉αγμέ[νως] ἡ γένεσις, νόσους ἐπιφέρει.ʼ καὶ π[ερὶ τὴν] γένεσιν δὲ τ(ῶν) σωμάτων ο(ὕτως). ** παρὰ [δὲ] τὰ περιττώματα συνίστα[νται τριχῶς] αἱ νόσοι, ἢ π[α]ρ[ὰ τὰς] φύσας [τὰς ἐκ τ(ῶν)] περιττωμ[άτ(ων) ἢ παρὰ] χολὴν ἢ φλέγμα· διὰ γὰρ ταῦ[τα τὰ τρία] καὶ κοινῇ καὶ ἰδίᾳ γί(νονται) νόσοι. [45]
κα[ὶ γ(ὰρ) ἓν μό]νον αὐτ(ῶν) νόσου σ ἐπιφέρει καὶ δύο σ[υνάμφω] συνελθόντα πάλι νόσους κ(ατα)σ[κευάζ]ει. * ὡς ὁμοίως δὲ καὶ διὰ τὰ τρία σ[υγκατ]οισθέντα αἱ νόσοι ἀποτελοῦν[ται. κα]ὶ ἡ μ(ὲν) τοῦ Πλάτωνος ⸐ δόξα πε[ρὶ νόσω]ν ἐν τούτοις. ** Φιλόλαος δὲ ὁ Κρ[ο]τωνιάτης συνεστάναι φ(ησὶν) τὰ ἡμέτερα σώμ[ατα ἐκ] θερμοῦ. ἀμέτ〈οχ〉α γ(ὰρ) αὐτὰ (εἶναι) ψυχροῦ[, ὑπομι]μνήσκων ἀπό τιν(ων) τοιούτ(ων)· τὸ σπέρμ[α (εἶναι) θερ]μόν, κατασκευαστικὸν δὲ τοῦτο τ[οῦ ζώιο]υ· καὶ ὁ τόπος δέ, εἰς ὃν ἡ καταβολ[ή—μήτρα] δὲ αὕτη—(ἐστὶν) θερμοτέρα καὶ ἐοι[κυιᾶ ἐκ]είνωι· τὸ δὲ ἐοικός τινι τἀτὸ δύναται, ὧι ἔοικεν · ἐπεὶ δὲ τὸ κατασκευάζ[ον ἀμέ]τοχ ό ν (ἐστιν) ψυχροῦ καὶ ὁ τόπο σ δέ, ἐν ὧ[ι ἡ κ(ατα)βολ]ή, ἀμέτοχός (ἐστιν) ψυχροῦ, δῆλον [ὅτι καὶ τὸ] κ(ατα)σκευαζόμενον ζῶιον τοιοῦτο[ν γίνε]ται. * εἰς δὲ τούτου τὴν κατασκ[ευὴν ὑ]πομνήσει π(ροσ)χρῆται τοιαύτῃ· με[τὰ γ(ὰρ)] τὴν ἔκτεξιν εὐθέως ⟦ το ⟧ τὸ ζῶιον ἐπισπᾶται τὸ ἐκτὸς πνεῦμα ψυχρὸν ὄν· εἶτα πάλιν καθαπερεὶ χρέος ἐκπέμπει αὐτό. * διὰ τοῦτο δὴ καὶ ὄρεξις τοῦ ἐκτὸς πνεύματος, ἵνα τῆ[ι] ἐπ〈ε〉ισάκτωι τοῦ πνεύματος ὁλκῇ θερμ[ό]τερα ὑπάρχοντα τὰ ἡμέτερα σώματα π(ρὸς) αὐτ(οῦ) καταψύχηται. * καὶ τὴν μ(ὲν) σύστασιν τῶν ἡμετέρων σωμάτ(ων) ἐν τούτοις φ(ησίν). ** λέγει δὲ γί(νεσθαι) τὰς νόσους διά τε χολὴν καὶ αἷμα καὶ φλέγμα, ἀρχὴν δὲ γί(νεσθαι) τῶν νόσων ταῦτα· ἀποτελεῖσθαι δέ φ(ησιν) τὸ μ(ὲν) αἷμα παχὺ μ(ὲν) ἔ σω παραθλιβομένης τῆς σαρκός, * λεπτὸν δὲ γί(νεσθαι) διαιρουμέν(ων) τ(ῶν) ἐν τῆι σαρκὶ ἀγγείων· τὸ δὲ φλέγμα συνίστασθαι ἀπὸ τῶν ὄμβρων φ(ησίν). λέγει δὲ τὴν χολὴν ἰχῶρα εἶναι τῆς σαρκός. * παράδοξόν τε α ὑ τὸς ἀνὴρ ἐπὶ τούτου κεινεῖ· λέγει γ(ὰρ) μηδὲ τετάχθα[ι] ἐπὶ τ[ῶι] ἥπατι χολήν, ἰχῶρα μέντοι τῆς σαρκὸς (εἶναι) τὴν χολήν. * τό τʼ αὖ φλέγμα τ(ῶν) πλείστ(ων) ψυχ〈ρ〉 ὸν ⟦ θερμον ⟧ (εἶναι) λεγόντων αὐτὸς θερμὸν τῆι φύσει ὑπ[ο]τίθεται· ἀπὸ γ(ὰρ) τοῦ φλέγειν φλέγμα εἰρῆσθ(αι)· ταύτηι δὲ καὶ τὰ φλεγμαίνον[τα] μετοχῇ τοῦ φλέγματος φλεγμ[α]ίνει. καὶ ταῦτα μ(ὲν) δὴ ἀρχὰς τ(ῶν) νό[σ]ων ὑπ[ο]τίθεται, * [σ]υνεργὰ δὲ ὑπερβολ[άς] τε θερμασίας, τροφῆς, κ(ατα)ψύ[ξ]εω[ς καὶ] ⸐ [ἐ]νδείας 〈τούτων ἢ〉 τ(ῶν) τού[το]ι[ς π(αρα)πλησίων. [45]
** ὁ δὲ] Πόλυβος ἐξ ἑνὸς μ[(ὲν) στοιχείου οὐ λέγει] τὰ ἡμέτερα σ[ώματα συνεστάναι, τὴν δὲ] αὐτὴν φύσιν [ὁμοίως πᾶσιν εἶναι, ἥπερ ἐκ] ψυχροῦ τε καὶ θερμ[οῦ, οὐ χωρὶς ὄντ(ων) τ]ούτ(ων), ἀλλὰ κεκραμέν(ων) αὐ[τ(ῶν), συνέστηκεν· μετα‐] βαλὸν δὲ θάτερον θατ[έρῳ νόσον ἀπο‐] τελεῖν. * δευτέρα[ν δὲ ἀποτελεῖσθαι] τῶν σωμάτ(ων) μετα[βολὴν ἀπὸ αἵματός τε] καὶ φλέγματος καὶ χ[ολῆς ξανθῆς τε] καὶ μελαίνης. ἀπὸ δ[υνάμεως γ(ὰρ) πάντ(ων)] τούτ(ων) ἢ ἑνὸς αὐτ(ῶν) γί(νεσθαι) [ταύτην τὴν] μεταβολήν, ἣ κ(ατὰ) τὸν α[ὐτὸν τόπον γι(νομένης) τῆς] συμμίξεως κ(ατὰ) φύσιν [γ(ίνεται)· ἐὰν δʼ ἐν τῶι] σώματι ⟦ γινεται ⟧ χωρισ[θῇ τι ἀπὸ τ(ῶν) ἄλλ(ων),] νόσους γί(νεσθαι). νοσεῖν δὲ καὶ ἀ[φʼ ὧνπερ ἐχω‐] ρίσθη ⟦ σαν ⟧ τόπων καὶ εἰς [οὕσπερ ἐχώ‐] ⸐ ρησεν. Μενεκράτ[η]ς δὲ ὁ Ζε[ὺς ἐπι‐] κληθεὶς ἐν Ἰατρικῆι δ[ε]ῖξίν [τινα τ(ῶν)] σωμάτ(ων) ἐκτιθέμενος καὶ [μέλλ(ων) αἰτιολ(ογεῖν)] τὰ πάθη, πρότερον περὶ τ(ῶν) πο[ιοτήτων] πολυπραγμον(ῶν) τ(ῶν) σωμάτ(ων), συν[εστάναι] λέγει τὰ σώματα ἐκ τ(ῶν) τεσ[σάρων] στοιχείων, β μ(ὲν) θερμῶν, [ β δὲ ψυχρῶν· καὶ] θερμῶν μ(ὲν) αἵματος 〈καὶ〉 χολῆς, [ψυχρῶν] δὲ πνεύματος καὶ φλέγμα[τος. * καὶ] τούτ(ων) μ(ὲν) δὴ μὴ στασιαζόντ(ων), ἀ[λλʼ εὐκρό‐] τως διακειμέν(ων) ὑγιαίνει〈ν〉 τ[ὸ σῶμα,] δυσκρότως δὲ ἐχόντων νο[σεῖ〈ν〉. τότε] γ(ὰρ) ἐκθεῖ〈ν〉 ἐκ τ(ῶν) ἡμετέρων σω[μάτων φλέ‐] γματα, δοθίονας κ[αὶ τὰ τούτοις ὅμοια.] καὶ κατάρρους δὲ ἐ[κ τῆς ὑπερβολῆς τοῦ] φλέγματος διαφόρ[ους γί(νεσθαι). ….. ] ούμενον γ(άρ), φ(ησίν), ἐν τῶι σώματι [ ……. εἰ‐] σιόντι δὲ φλέγματι τὸ κειθα[ ……. ] νομενεις [ . ] αιπο [ .. ] την κ[ ……….. ] ἐμμεῖναν δὲ τοῦτο πυρρὰν [χολὴν] ἀπογεννᾶι. ἐμμείνασα δὲ α[ὕτη] καὶ παλαιωθεῖσα μέλαιναν ἀπογ[εννᾶι] χολήν. * ἢν δὲ καὶ παλαιωθεῖσ[αν] καὶ ὑπέρχολον γενομένην [δέχηταί τι,] ὅπου ἂν τύχῃ, μέρος καὶ κυ[ῇ, οὐδέν φ(ησιν)] ἀγαθὸν ἐργάζεσ[θα]ι· οἰσθεῖσα [μ(ὲν) γὰρ] ἐπὶ ἰσχία ἰσχιαδ[ι]κὴν ἐμποιεῖ, ἐπὶ δὲ τὸν πνεύμονα περι[πνευμονίαν,] ἐπὶ δὲ τὰς πλευρὰς πλευ[ρεῖτιν,] ἐπὶ δὲ τὰ σπλάγχ[να] οἰσθε[ῖσα] καῦσον ἀπεργάζεται· τοια[ῦτα δὲ πολ(λὰ)] ⸐ καὶ διάφορα γί(νεται) πάθη. [45]
20
** ὁ δὲ Α[ἰγινήτης] Πέτρων συνεστάναι φ(ησὶν) τὰ ἡ[μέτερα] σώματα ἐκ δισσῶν στοιχείων, ψ[υχροῦ] τε καὶ θερμοῦ, ἐφʼ ἑτέρωι δὲ τού[των] ἀπολείπει τι ἀντίστοιχον, τῶι μ[ὲν] θερμῶι τὸ ξηρόν, τῶι δὲ ψυχρῶι [τὸ ὑγρ(όν).] καὶ ἐγ μ(ὲν) δὴ τούτ(ων) συνεστάναι τὰ σώ[ματ(α).] φησὶν δὲ γί(νεσθαι) τὰς νόσους ἁπ[λῶς] [μὲν] διὰ τὰς περιττώσεις τῆς τρ[οφῆς·] ὅταν, ἃ σύμμετρα, ἡ κοιλία μὴ λ[α‐] [βοῦσ]α, πλείω δέ, μὴ κατεργάσηται αὐτά, συμβαίνει νόσους γί(νεσθαι). ἢ ἀπὸ τ(ῶν) στοιχείων τ(ῶν) προειρημέν(ων), ὅταν ἀνώμαλα ἦι, νόσους ἀπεργάζεται. περὶ δὲ τῆς διαφορᾶς τῆς κατὰ τὰς νό σους οὐδὲν διακριβοῖ. περὶ δὲ τῆς χολῆς ἰδιώτερον παθολογεῖ. φ(ησὶν) γ(ὰρ) αὐτὴν ὑπὸ τ(ῶν) νόσων ⟦ σωμ ατ(ων) ⟧ κ(ατα)σκευάζεσθ(αι). οἱ μ(ὲν) γ(ὰρ) ἄλλοι ἀπὸ τῆς χολῆς λέγουσι γί(νεσθαι) τὰς νόσους, οὗτος δὲ ἀπὸ τ(ῶν) νόσων τὴν χολήν. καὶ σχεδὸν [οὗτος ὡ]ς ὁ Φιλόλαος οἴεται μὴ (εἶναι) ἐν ἡμῖν χολὴ[ν ἢ] ἀ[χρ]είαν. καὶ κ(ατὰ) μ(ὲν) ταῦτα συνηγόρευ⸐ σεν τῶι Φιλολάωι, κ(ατὰ) δὲ τἆλλα αυτονει. Φιλιστίων δʼ οἴεται ἐκ δ ἰδεῶν συνεστάναι ἡμᾶς, τοῦτʼ (ἔστιν) ἐκ δ στοιχείων· πυρός, ἀέρος, ὕδατος, γῆς. (εἶναι) δὲ καὶ ἑκάστου δυ(νάμεις), τοῦ μ(ὲν) πυρὸς τὸ θερμόν, τοῦ δὲ ἀέρος τὸ ψυχρόν, τοῦ δὲ ὕδατος τὸ ὑγρόν, τῆς δὲ γῆς τὸ ξηρόν. ** τὰς δὲ νόσους γί(νεσθαι) πολυτρόπως κατʼ αὐτόν, ὡς δὲ τύπωι καὶ γενικώτερον εἰπεῖν τριχῶς· ἢ γ(ὰρ) παρὰ τὰ στοιχεῖα ἢ παρὰ τὴν τ(ῶν) σωμάτ(ων) διά θεσιν ἢ παρὰ τὰ ἐκτός. * παρὰ μ(ὲν) οὖν τὰ στοιχεῖα, ἐπειδὰν πλεονάσῃ τὸ θερμὸν καὶ τὸ ὑγρόν, ἢ ἐπειδὰν μεῖον γένηται καὶ ἀ ⟦ υ̇ ⟧ μα υ ρὸν τὸ θερμόν. ** παρὰ δὲ τὰ ἐκτὸςγ · ἢ γ(ὰρ) ὑπὸ τραυμάτ(ων) καὶ ἑλκῶν ἢ ὑπὸ ὑπερβολῆς θάλπους, ψύχους, τ(ῶν) ὁμοίων, ἢ ὑπὸ μεταβολῆς θερμοῦ εἰς ψυχρὸν ἢ ψυχροῦ εἰς θερμὸν ἢ τροφῆς εἰς τὸ ἀνοίκειον καὶ διεφθορός. * παρὰ δὲ τὴν τῶν σωμάτ(ων) διάθεσιν ο(ὕτως)· ʼὅταν γ(άρ), φ(ησίν), εὐπνοῇ ὅλον τὸ σῶμα καὶ διεξίῃ ἀκωλύτως τὸ πνεῦμα, ὑγίεια γί(νεται)· οὐ γ(ὰρ μό(νον) κ(ατὰ) τὸ στόμα καὶ τοὺς μυκτῆρας ἡ ἀναπνοὴ γί(νεται), ἀλ(λὰ) καὶ καθʼ ὅλον τὸ σῶμα. ὅταν δὲ μὴ εὐπνοῇ τὸ σῶμα, νόσοι γί(νονται), καὶ διαφόρως· καθʼ ὅλον μ(ὲν) γ(ὰρ) τὸ σῶμα τῆς ἀναπνοῆς ἐπεχομένης, νόσος [ . [45]
. ]αθ[ ……………………. ] [ … ]σα[ ………………. τ]ὰς γι(νομένας) [ … ]λλ[ ……………… ] κεινεῖσθαι [ … ]μὴ [ ……………… ]εν τὰ ἠρε[μοῦ]ντ[α ………………. ]τοντα [ … ]ντ[ ……………….. ]η ἐν τοῖς [ .. ]ασ[ ……………….. ]ειλοντα [ … ]εν σ[ ………………. ]ως νόσοι γί(νονται) [ .. ]εν ταῦτ[α ………….. ] * ἡμῖν δὲ [ . ]δηκαιαν [ ……….. ἀνθ]ρώπου α καὶ [ … ]οι[ ………….. ]ασεως ταυτη[ . ] δια[ … ]ηναπ[ …… ] παθῶν αἰτιο λογίας [ * συ]νέστη[κεν δὲ ὁ] ἄνθρωπος ἐκ [ψυ]χῆς καὶ σώμ[ατος. ὡ]ς [δʼ] εἰς τοῦτο ὑπο[τυπώ]σεως οὐ χρε[ία (ἐστίν), περ]ὶ μ(ὲν) ψυχῆς [ἄλλοι]ς ἀ[να]βάλλομα[ι· ἡμῖν δὲ] τοῦ σώμα[τος μ]ελητέον, ἐπεὶ [μάλιστα] περὶ τοῦτο ⸐ [σπου]δάζει ἡ ἰατρικ[ή. ** τοῦ σ]ώματος μ[(ὲν) ο]ὖν τὰ μ(έν) (ἐστιν) ἁπλᾶ μέρη, τὰ δὲ σύνθετα. ἁπλᾶ δὲ καὶ σύνθετα λαμβάνομ(εν) π(ρὸς) αἴσθησιν, καθὼς καὶ Ἡρόφιλος ἐπισημειοῦται λέγων ο(ὕτως)· “λεγέσθω δὲ τὰ φαινόμενα π[ρ]ῶτα, καὶ εἰ μὴ (ἔστιν) πρῶτα.” ὁ μ(ὲν) γὰρ Ἐρασί[στρατ]ος καὶ π[ό]ρρω τοῦ ἰατρικοῦ κανό[νος π]ροῆλθε· ὑπέλαβεν γ(ὰρ) τὰ πρῶτα [σώμα]τα λόγωι θεωρητὰ (εἶναι), ὥστε τὴν [αἰσθητ]ὴν φλέβα συνεστάναι ἐγ λόγωι θ[εωρη]τ(ῶν) σωμάτ(ων), φλεβός, ἀρτηρίας, νεύρο(υ). ἀλλὰ τοῦ[τ]ον παραιτητέον. * ἡμῖν δὲ λεκτέον, ὡς τῶν σωμάτ(ων) τὰ μ(ὲν) (εἶναι) ἁπλᾶ τὰ δὲ [σύ]νθετα, π(ρὸς) αἴσθησιν τούτ(ων) λαμ βα[νο]μέν(ων). ** ἁπλᾶ μ(ὲν) οὖν (ἐστιν) τὰ ὁμοιομερῆ [τὰ] κ(ατὰ) τὰς τομὰς διαιρούμενα εἰς ὅμ[οι]α μέρη ὡς ἐγκέφαλός τε καὶ νεῦρον καὶ ἀρτηρία 〈καὶ〉 φλὲψ καὶ τὰ ὑγρά. ἕκασ[το]ν γ(ὰρ) τούτ(ων) καὶ ὁμοιομερές (ἐστιν) καὶ τ[εμ]νόμενον εἰς ὅμοια χωρίζεται μέ[ρη. ** ] σύνθετα δʼ (ἐστὶν) τὰ ἀν ομοιο μερῆ ἢ τὰ κατὰ [τὰ]ς τομὰς εἰς ἀνόμοια χωριζόμεν[α] μέρη ὡς χείρ, σκέλος, κεφαλή, ἧπα[ρ, πν]εύμων, ἕκαστον τ(ῶν) τοιούτ(ων)· καὶ γὰρ [ἀνο]μοιομερῆ (ἐστιν) καὶ κ(ατὰ) τὰς τομὰς εἰς ἀ[νόμ]οι[α] χωρ[ίζετ]αι μέρη. ** τ(ῶν) δʼ ἁπλ(ῶν) τὰ μ[(έν) (ἐστιν) κεκερματισ]μένα, τὰ δὲ ἡνωμένα. κ[εκερματισμ(έν)α] μ(ὲν) οὖν (ἐστιν) αἷμα, χολή, φλέγμ[α καὶ ὅλ]ως πάντα τὰ ἐν ἡμῖν ὑγρά, ὁ[μοίως φῦσα], πνεῦμα, τὰ τούτοις ἐοικότα, [ἡνωμέν]α δὲ τὰ μὴ τοιαῦτα. ** τ(ῶν) δὲ [ἡνωμέν(ων)] αὐτ(ῶν) τὰ μ(έν) (ἐστιν) διατεταμέ[να, τὰ δὲ] παχέα τε καὶ διεστηριχότα, τὰ [δὲ οὔτε διεσ]τηριχότα οὔτε δια[τεταμέ]να. [45]
21 (50)
** διατεταμένα μ(ὲν) οὖν ν[εῦρον, ἀδή]ν, ἀρτηρία, φλέψ, τὰ τούτοις ἐγγύς.
** δ[ιεστηρι]χότα δὲ ὀστέα, χόνδροι, τὰ ὅμοια. * τὰ μεταξὺ δὲ τούτ(ων) ἐνκέφαλος, μυελός, τὰ ἐοικότα· καὶ ἡ μ(ὲν) τοῦ ζώιου σύστασις ὡ[ς ἐν κε]φαλαί[οι]ς τοιαύτη (ἐστίν). ** [ἰδ]ίαι [δ]ὲ π[ερὶ τῆς] οἰκονομίας αὐτῆ[ς νῦν ἀναγκαῖον δοκεῖ] εἰπεῖν· οὕτως γ(ὰρ) ἂν [εἴη σύμμετρον τῶι λό(γῳ·)] ἀπὸ πάσης δὴ τοίνυν [τῆς συστάσεως τ(ῶν)] σωμάτ(ων) συνεχεῖς [μ(ὲν)] ἀπ[οφοραὶ γίνοντα]ι, καὶ ἀπὸ τῆς ἐμψύχου μᾶλλ[ον ἢ ἀ]πὸ τῆς [ἀ]ψύχου διά τε τὴν θερμασί[αν κ]αὶ διὰ τὴν κείνησιν, * ὅτ[ι κ(ατὰ) τὴν διαφο]ρὰν τῶν εἰρημέν(ων) ἀπὸ τῆς [ἐν ἡμῖν θερμα]σίας μᾶλλον ἀποφοραὶ [τ(ῶν) σωμ]άτ[(ων) γί(νονται) ἢ] ἀπὸ τῶν ἐκτός· τὰ γ(ὰρ) ἑψόμενα [καὶ ἁπλῶς θερ‐] μαινόμενα τ(ῶν) ὑδάτ(ων) μικρότερα γί(νεται) [παρ]ὰ τὴν θερμασίαν. [ …. ] τῶι ἄνω π[νέο]υσαν αὐτὴν φύσει συναποφέρειν [ἑαυτῆι] ἀτμοειδῶς πολλὴν ὑγρότη[τα καὶ ἅμα] λεπτυνόμενον ὑπʼ αὐτῆς τὸ [ὑγρ]ὸν ἀτμοειδῶς ἀποφέρεσ[θαι. καὶ οὕτως μ(ὲν)] ἐπὶ τ(ῶν) ἐκτός. διὰ ταὐτὰ [δὲ δοκεῖ γί(νεσθαι) ἡ] ἀποφορὰ π(ρὸς) τῆς θερμασί[ας ἐπὶ τῶν] ἡμετέρων σωμάτ(ων). * ἠτ[μισμ(έν)α γ(ὰρ) .. ] δύναται ἀποφέρειν ταυτ[ . ]τ(ων). καὶ τὰ μ(ὲν) [βαρ]έα καὶ παχέα δυσκόλως διαφορεῖται[, τὰ δὲ] κοῦφα καὶ ἐλαφρὰ εὐχερῶς, ὡς ἂν δὴ τῆς κεινήσεως αἰ(τίας) ὑ(παρχούσης) τῆς ἀποφορᾶς. καὶ γ(ὰρ) τὸ μ(ὲν) κατεραμμένον ἔδαφος οὐ πάνυ πολλὴν ἀποφορὰν ποιεῖται διὰ τὸ βάρος, τὸ δὲ κ(ατά)ξηρον πλείστην διὰ τὴν κουφότητα, ἧι καὶ κονιορτὸς ἀποφέρεται πολύς, ἅτε δὴ τῆς κειν[ή]σεω(ς) παραιτίας τούτ(ων) ὑ(παρχούσης). διὰ τὴν κείνη[σι]ν οὖν ὡς ὁμοίως ἀποφορὰ ἀπὸ τ(ῶν) σωμάτων γίνεται συνεχής. * τούτων δὴ ο(ὕτως) ἐχόντ(ων) καὶ ἀποφορᾶς συνεχοῦς γινομένης ἀπὸ τῶν ἡμετέρων σωμάτ(ων), εἴπ[ερ] ἀντὶ τ(ῶν) ἀποφερομέν(ων) μὴ ἐγείνετο εἰς τὰ σώματα π(ρόσ)θεσις, κἂν διεφθείρετο ῥαιδίως τὰ σώματα. * ὅθεν ἡ φύσις ἐμηχα[νήσα]το ὀρέξεις τε τοῖς ζώιοις καὶ ὅλην καὶ δυνάμεις, * ὀρέξεις μὲν εἰς τὸ τὴν ὕλην α[ἱ‐] ρεῖσθαι, * ὕλην δὲ εἰς ἀναπλήρωσιν τ(ῶν) ἀποφερομέν(ων), * δυνάμεις μέντοι γε εἰς διοίκησιν τῆς ὕλης· καὶ γ(ὰρ) οὐδὲν ὄφελος ἦν ὀρέξεως, εἰ μὴ ὕλη παρῆ[ν]. οὐδὲ μὴν ὕλης ὄφελος ἦν, εἰ μὴ δυνάμεις παρῆσαν αἱ διοικονομοῦ〈σαι〉. ** ἀλλὰ γ(ὰρ) ὕλ[η]ν ὑπεβάλετο τροφήν τε καὶ πνεῦμα· δύο γ(ὰρ) πρῶτα καὶ κυριώτατά (ἐστιν), οἷς δ[ιοι‐] κεῖται τὸ ζῶιον, ὥς φ(ησιν) ὁ Ἐρασίστρατος. [45]
22 (50)
ἔνιοι δὲ ἐνκαλοῦσιν αὐτῶι καὶ λ[έ‐] γουσιν ἐκεῖνοα · οὐ [μ]όνον δύο εἶ[ναι] [ .
……………………….. ] [ ………. κυρι]ώτατα· ὑπερβολὴν γ(ὰρ) οὐ[δετέρου ἡμῖν (εἶναι) ἀνα]γκαίαν. γ · οὐδὲ τούτο[ις πρώτοις διοικο]νομεῖται τὸ ζῶιον, ἀλ(λὰ) αὐτά (ἐστιν) δ[ιοικονομούμε]να ὑπὸ τῶν δυνάμεων. [καὶ ταῦτα μ(ὲν) λέγου]σι π(ρὸς) τὸν Ἐρασίστρατον, [ἃ ὕστερον ἐν οἰκ]είωι τόπωι πρὸς ἡμῶν διαπο[ρηθήσεται. ** ] ἐπεὶ δὲ ὕλην ὑποβέβληται [τ]οι[α]ύ[τ]η[ν αἴ(τια) τιθε]ὶς τροφήν τε καὶ πνεῦμα ἁπάντ[ων, περὶ] τῆς ἑκατέρου διοικήσεως λαλήσ[ομ(εν), καὶ π]ρό[τε]ρον περὶ τῆς τοῦ πνεύματο(ς)· ἕλκετα[ι τ]οιγ(άρ)[τ]οι τὸ πνεῦμα ἔξωθεν ὑπὸ [τοῦ] στό[μα]τος καὶ τ(ῶν) μυκτήρων καὶ δι[ὰ τῆ]ς τρ[αχ]είας ἀρτηρίας φέρεται εἰς πν[εύμ]ον[α κ]αὶ καρδίαν, ἔτι δὲ θώρακα· διηθ[εῖται] δὲ καὶ εἰς κοιλίαν ὀλίγον διὰ τοῦ [στομά]χου καθʼ ἡμᾶς, * οὐ μὴν δὲ κατὰ τὸν Ἐρ[α]σίστρατον. ** ἀπὸ τούτ(ων) δὴ τ(ῶν) τόπων φέρετα[ι εἰ]ς τὰς κ(ατὰ) μέρος ἀρτηρίας. φέρεται δὲ κ[α]ὶ εἰς τὰ κοιλώματα· ὡς ὁμοίως δὲ καὶ ε[ἰς] τὰ καθʼ ὅλον τὸ σῶμα ἀραιώματα, εἶτα διεκθεῖ διὰ τ(ῶν) ἐν τὴν σαρκὶ φυσικῶν ἀραιωμάτων εἰς τὸ ἐκτός. τὸ δὲ πλεῖον ἐκπνεῖται διά τε τοῦ στόματος καὶ τ(ῶν) μυκτήρων. ** καὶ δὴ τοῦ εἰσπν[εο]μένου πλεῖον ἐκπνεῖται διὰ τούτ(ων) τ(ῶν) τόπων, λέγω δὲ διὰ στόματος καὶ μυκτήρων, ὅπερ (ἐστὶν) ἴσως παράδοξον. πῶς γ(ὰρ) οἷόν τʼ (ἐστὶν) πλεῖον ἐκπνεῖσθ(αι), καίτοι γε ἀπὸ τοῦ εἰσπνεομένου ἀναλουμένου τινὸς εἰς τὰ σώματα; ἀλλʼ οὐκ (ἔστιν) παράδοξον· ὃν γ(ὰρ) τρόπον κατατάσσεταί τι εἰς τὰ σώματα ἀπὸ τοῦ εἰσπνεομένου, τὸν αὐτὸν τρόπον καὶ τῶι πνεύματί τινα π(ροσ)τίθεται ἀπὸ τ(ῶν) σωμάτ(ων) καὶ πλείονά γε, ἅτινα καὶ πλεῖον ἀποτελεῖ τὸ ἐκπεμπόμενον πνεῦμα. ** ψυχρόν τε ὑπάρχον τὸ πνεῦμ(α) θερμὸν ἐκπέμπεται, ἅτε δὴ φερόμενον διὰ σωμάτ(ων) θερμῶν. ἀμέλει γ(ὰρ) τὴν εἰσπνοὴν γί(νεσθαί) φησιν εἰς τὸ τὸ πλεῖον θερμὸν τ[ὸ] περὶ τὴν καρδίαν κ(ατα)ζβέννυσθαι καὶ μὴ σωματούμενον κ(ατα)φλέγειν τὰ σώ ματα. ** τούς τε ὕπνους, ὥς φησιν ὁ Ἀρισ〈το〉τέλης, ἀποτελεῖσθαι τοῦτον τὸν τρόπον· τῆς γὰρ καρδίας φύσει θερμῆς ὑπαρχούσης καὶ ἐξ αὐτῆς ἀνηρτημένου τοῦ θερμοῦ, τοῦ δʼ ἐνκεφάλου ψυχροῦ, συμβέβηκεν περὶ τῶι ἐνκεφάλωι συνίστασθαι ὑγρότητα τὴν ἀναφερομένην ὑπὸ [τ]ῆς θερμότητος ἀπὸ καρδίας, [ἣ]ν δὴ συνισταμένην κ(ατα)ψύχεσθαι [κ]αὶ ἐκ τοῦ [ . [45]
23 (50)
…… ] πάλιν κ(ατα)φέρεσθαι, [μὴ] δυναμένην διὰ [τὸ ψῦχος διαμέ‐] [νειν] ἐν τοῖς τόποις, ἐπὶ τὴν καρδίαν [ .
……………………….. ] καὶ τῆι μίξει τὸ θερμόν. [ * ὧ]δε τὸ[ν] ὕπν[ον γί(νεσθαι)], τὴν δὲ ἐγρήγορσιν ἀποτελεῖσθαι ἀν[α]λουμέν[ης] τῆς ὑγρότητος ἁπάσης τῆς περὶ τῶι ἐγκεφ[άλωι], ἔπειτα τοῦ θερμοῦ πάνυ πλεονάζοντ[ος]. κ[αί‐] τοι γε ἑαυτὸν ἐπ[αι]νεῖ ὁ Ἀριστοτέλης, ὅτι παρὰ [τοὺς] ἄλλους καὶ τὸν ὕπνον καὶ τὴν ἐγρήγορσιν αἰτι[ο‐] λογεῖ ἐκείνων αὐτὸν [μό]νον τὸν ὕπνον αἰ[τιο‐] λογούντ(ων), μηκέτι δὲ καὶ τὴν ἐγρήγορσιν. πλὴν περὶ οὗ ὁ λό(γος), τὸ πνεῦμα ψυχρὸν εἰσπνε[ῖται], θερμὸν μ(έν)τοι γε ἐκπνεῖται, ὡς δὴ διὰ θερμῶν χωρίων φερόμενον. * καὶ μὴν ξηρὸν μὲν εἰσπνεῖται, ὑγρὸν δὲ ἐκπνεῖται· καὶ δῆλον· * εἰ γ(άρ) τις περὶ τοῦ στόμ[ατ]ος καὶ τοῦ μυκτῆρος τὴν χεῖρα ἢ μέρος τοῦ ἱματίου προθείη, συνόψεται ἔνικμον [τ]οῦτο, [ὡς] δὴ σὺν τῶι πνεύματι καὶ ὑγρότητος συνεκπεμπομένης. καὶ περὶ μ(ὲν) τῆς το[ῦ π]νεύματος διοι⸐ κήσεως ταῦτα. ** περὶ δὲ τῆς τροφῆς ἀναγκαῖον ὑπομιμνήσκειν μετὰ [ταῦτα · αὕ]τη προσενε[χθε]ῖσα πρώτης κατεργασίας τυγ[χά]νει ἐν στόματι τεμνομένη μ(ὲν) πρὸς τῶν προσθίων ὀδόντων—τομεῖς καλοῦνται—, καταλεαινομένη δὲ πρὸς τ(ῶν) μυλῶν, λοιπὸν κ(ατα)πείνεται διὰ στομάχου καὶ φέρεται εἰς κοιλίαν. κἂν ταύτηι δὲ μεταβάλλει τε καὶ ἀποικει οῦ ται χυλουμένη ἐπὶ τὸ οἰκεῖον. καὶ γὰρ ἀρέσκει ἡμεῖν τὴν τροφὴν ἐν κοιλίαι μεταβάλ λ ειν τε ἐπὶ τὸ οἰκεῖον κἀν ταύτηι δευτέρας κ(ατ)〈ερ‐〉 γασίας τυγχάνειν [κ]αὶ οὐχ ὥσπερ ὁ Ἀσ κ ληπιάδης ὁ οἰνοδώτης καὶ Ἀλέξανδρος ὁ Φιλαλήθειος διέλαβον, ὡσ τέμνε τ αι μόνον καὶ χυλοῦται ἡ τροφὴ ἐν κοιλίᾳ καὶ προδιάθεσίς τις αὐτῆι γί(νεται), ⟦ ουμην ⟧ οὐ μὴν ἀποικείωσις ἐπὶ τὸ οἰκεῖ〈ο〉ν. ** ἡμ〈ε〉ῖς γ(ὰρ) λέγομεν καὶ χυλοῦσθ(αι) τὴν τροφὴν ἐν κοιλίᾳ καὶ κ(ατ)εργασίας τυγχ(άνειν) καὶ μεταβολῆς τῆσ ἐπὶ τὸ οἰκεῖον, ὡς ἂν δὴ διὰ τούτ(ων) καὶ θερμοτέρων παραφερομένην χωρίων· καὶ δεόντως ὥσπερ κἀπὶ τ(ῶν) ὑδάτ(ων)· ταῦτα γὰρ ῥέοντα διά τινων τόπων μεταλα〈μ〉βάνει τῆς ἀπʼ ἐκείν(ων) δυνάμεως καὶ τὴν αὐτὴν κείνοις ἴσχει δύναμιν. ἐὰν γὰρ ὦσιν οἱ τόποι ἀσφαλτώδεις, καὶ τὸ ὕδωρ ἀσφαλτῶδες γί(νεται) κ(ατὰ) τὴν δύναμ(ιν), ἐὰν 〈δὲ〉 θειώδεις, θειώδη μεταβάλλοντα γί(νεται) καὶ τὰ ὕδα(τα). ὡς οὖν ταῦτα μεταβάλλει τὰς δυνάμεις παρὰ τὰς τ(ῶν) τόπ(ων) διαφοράς, ο(ὕτως) ⟦ τ̇ω̇ς̇ ⟧ κἀπὶ τῆς τροφῆς· αὕτη γ(ὰρ) [ …………………… ] θερμοτέρων τόπ[ων . [45]
24 (50)
……………….. ] νη ν ἐν κοιλίαι καὶ [ ………………… ]χυς τόποι μὲν ἢ τ[ …………………. ]εται τῶι [ …………………….. ]ροι πο λωνον και [ ………………….. ] κα[τ]ερ[γασί]ας τυγχάνει.
25
* ἀναλαμβ[α]νομένη δὲ πρὸς τ(ῶν) ἀγγείων τ(ῶν) ἀπὸ τοῦ με[σ]εντερίου μ(ὲν) ἐκφυόντ(ων), ἐνφυόντων δὲ εἰ[ς] τὴν κοιλίαν προστίθεται τῶι ὅλωι σώματ[ι] * καὶ μὴν ⟦ τητησκατεργασιαστυγχανει /////////////////// ⟧ [καὶ ἀ]τμοειδῶς διὰ τῶν ἀρ[αιω]μάτ(ων) [τῶν] ἐν τῆι κοιλίᾳ ἀναλαμβάνεται ἡ τροφὴ [κ]αὶ ἐξ ὠμῶν γί(νεται) ἡ π(ρόσ)θεσις τῶι ὅλωι σώματι, ὡς ἂν δὴ καὶ ἐξ ὠμῶν γινομένης τῆς ἀναδόσεως. καὶ ἐν τῶι στόματι δὲ ληφθείσης τῆς τροφῆς παρὰ ταῦτα ἀνάδοσ〈ισ〉 γί(νεται) ἀπʼ αὐτῆς, ὡς ἂν δὴ πάλιν 〈καὶ〉 ἐξ ὠμῶν γινομέν(ης) τῆς ἀναδόσεως. ταύτῃ δὴ κα[ὶ] οἱ κ(ατά)ξηρα ἴσχοντες τὰ στόματα διακ[λυσ]άμενοι μαλακώτερα φέρονται, ὡς [ἂν δ]ὴ ἀναδόσ(εως) παραυτὰ γινομένης. * ἀμέ[λει] δὲ τούτῳ τῶι λό(γῳ) καὶ δυσώδη προσφερόμε[νοι δ]ιωθούμεθ(α) αὐτὰ κατὰ τὴν παραυτὰ γεν[ομ]ένην γεῦσιν, καὶ ἐκδ ὧν ἀντιλαμβα[νό]μεθα καὶ αὐτὰ δῆ(λα) . ἐξ ὧν φανερόν, ὡς καὶ ἐξ ὠμῶν γί(νεται) ἡ ἀνάδ(οσις). ἀλλὰ γ(ὰρ) καὶ κατὰ τὴν κ(ατά)ποσιν τὴν διὰ στομάχου τῆς τροφῆς ἀνάδοσις γί(νεται) καὶ π(ρόσ)θεσις τῶι ὅλ ῳ . ἐξ ὧν φανερόν, ὡς καὶ πέψις γίνεται καὶ ἐν κοιλίαι, καὶ ἐξ ὠμῶν δὲ ἡ ἀνάδοσις. [τ]αύτῃ δὴ καὶ τοῦ Ἀσκληπιάδου διοίσομ[(εν)· οὗ]τος γ(ὰρ) ἐξ ὠμῶν αὐτὸ μόνον λέγει γί[(νεσθαι) τὴ]ν ἀνάδ(οσιν), ἡμ〈ε〉ῖς δὲ καὶ ἐξ ὠμῶν μ(ὲν) καὶ ἐκ π[έψε]ως τῆς ἐν κοιλίᾳ γι(νομένης). * καὶ τοῦ Ἐρασι[στρά]του δὲ διοίσομ(εν), καθʼ ὅσ ον κεῖνος μ(ὲν) τὸ ⟦ μ(ὲν) ⟧ αἷ[μα] εἶπεν μόνον (εἶναι) τροφήν, ἡμ〈ε〉ῖς δὲ καὶ [τὸ αἷ]μα μ(ὲν) εἶναι τροφήν, μὴ μόνον δέ, ἀλ(λὰ) [καὶ τὴ]ν ὠμὴν δὲ τροφήν. ** εἶτα τῆς τροφῆς ἡ μ(ὲν) [εὔχ]υμ(ος) καὶ λεπτομερεστέρα αὐτόθεν ἀνα[δίδο]ται τῶι ὅλωι σώματι διαχωροῦ[σα] , ἡ δὲ στερεὰ καὶ τρα[χεῖα] πέσσ[ε]ται ἐν κοιλίαι· πέψις γάρ (ἐστιν) μεταβολὴ κ[ ……. ]ις ἐπὶ τοι .. ι σαι· διαίρεσις γ(άρ). * καὶ οὐ μόνον ἐ[ν κοιλίαι] γί(νεται) ἀνάδοσις, ἀλ(λὰ) πάσης τῆς τροφῆς ἄ[πεπτόν τι λε] ίπεται καὶ φέρετ(αι) εἰς τὰ ἔντερα καὶ ἐν τούτ(οις) ἀναδ(ίδοται) , καὶ ἐν τοῖς ἐντέροι[ς οὐκ αὐ]τοῖς— ἡ γ(ὰρ) μερισθεῖσα εἰς ταῦτα τροφὴ ἀν[αδίδ]οται ἢ διὰ τ(ῶν) περὶ αὐτὰ ἀραιωμάτ(ων) ἢ διὰ [τ(ῶν) ἀγγ]είων τ(ῶν) ἐμφυόντ(ων) εἰς αὐτά—καὶ οὐ πᾶσ[α, ἐλά]χιστον δ[ὲ] ταύτης ἀπολείπεται, ὃ δὴ π(ρὸς) [τῆς ἐ]ν τ ῷ κ[ό]λωι ἰδιότητος ἀποκοπροῦτα[ι. γί(νεται) δὲ] καί τι τοῦ σ[π]έρματος. καὶ γ(ὰρ) τοῦτ ο κατασκευά[ζε]ται π[ρὸ]ς τῆς ἰδιότητος τῆς ἐν τοῖς σ[περμ]ατικ(οῖς) πόροις μεταβαλλούσης τὴν φε[ρομέ]ν(ην) ὡς αὐτοὺς τροφήν. ο(ὕτως) δὴ καὶ τὸ [διαλλ]άττον πρὸς τῆς ἐν ἑκάστῳ ἰδιότη〈το〉ς γί(νεται [ ….. ] [ .. ] τροφή (ἐστιν) ἐν τοῖς ἐντέροις ἐξ ω μεγίσ των οὕτως ἐχόντων ἕτερον κατ[ …. ]ν θ κ[αὶ] ἀπὸ τ(ῶν) ἐντέρων ἀνάληψις γ[ίνετ]αι τῆς τροφῆς. τὸ μ(ὲν) γ(ὰρ) ἐν τῶι λεπτῶι [ἐν]τέρ ῳ παρακείμενον λεπτότερόν τʼ ἐστ[ὶν] καὶ ὑγρότερον, τὸ δὲ ἐν τῶι ἀπευθυ[σμέ]νωι ξηρότερον καὶ παχύτερον, ὡς ἂν δὴ π[(ρὸς)] τούτ(ων) ἀναδόσεως γεγεν[ημ]ένης. [45]
25 (50)
[αὐ]τὰ [δὲ] τὰ ἀποκρινόμενα περισσώ[ματα] τροφὴ [ἄ]λλ[ων γί(νεται),] τροφὴ δὲ τ(ῶν) ἀλόγων ζῴων.
26 [9b]
* πρὸς τοῦτο τ[ὰ μ(ὲν) πε]ρισσώματα τροφή (ἐστιν) τ(ῶν) ἀλόγων ζώ[ιων, α]ὕτη δὲ πρὸς αὐτ(ῶν) λαμβανομένη με[ταβάλ]λει εἰς τὴν σάρκα. * οὕτω καὶ αὐτ(ῶν) [γί(νεται) τροφή], εἰς μ(έν)τοι γε τὰς τ(ῶ)ν ἀλόγων ζώιων σάρκ[ας π]ροσφερόμενα οἷον [ὀρ]νείθων καὶ τ(ῶν) παρα[πλησ]ίων, καὶ πρὸς τούτ(ων) τρεφόμεθά τε καὶ [αὐξαν]όμεθα. [τῶι δὲ] αὐτῶι λόγωι τρο(φή) ἐστιν [αὖ] τ(ῶν) ἀνθρώπων τὰ περισσώματα. * εἰ δεῖ οὖ[ν τ]ροφὴν (εἶναι) τ(ῶν) ἀνθρώπων τὰ περισσώ(ματα), ἐπειδ[ὴ τὰ] ἄλογα τ(ῶν) ζώιων τρέφεται πρὸς τ(ῶν) περι[σσ]ωμάτ(ων) καὶ αὔξεται, ἡμ〈ε〉ῖς δὲ πρὸς τ[(ῶν) ἀλ]όγων ζώιων, τούτωι τῶι λό(γωι) φησ[ὶν κ]αὶ τὸ ξύλον καὶ τὸν λίθον καὶ τὰ 〈παρα〉πλ[ήσια] τροφὴν (εἶναι), ἐπειδὴ πάντα εἰς πάντα με[ταβάλ]λει. ἄλογον δὲ τοῦτο. * [διὰ] τί γὰρ τὰ θαν(άσιμα) τῶν [ …. ]ν κα[ .. ]ευου[ .. ]επι[ . ] τροφή , εἴπερ οἱ οἴσυπος [ .. ]ουν[ … ]οι τὸ κώνειον τρέφουσι τοὺς ἀνθρώπους; * πλὴν ταῦτα μ(ὲν) ο(ὕτως). ἐκεῖνο δὲ ῥητέον, ὅτι γί(νεται) καὶ ἐν κοιλίᾳ πέψις καὶ εὐ[χύμω]ν δὲ ἀνά[δοσ]ις, [ * ] ἡ πλε[ί]ω(ν) δὲ ἀνάδοσις ἀπό τε κοιλίας καὶ στομάχου καὶ ἀπὸ τῶν ἐντέρων καὶ τοῦ κόλου—καὶ γί(νεται) ἡ ἀν[ά]δ[ο]σ[ις] διὰ τ(ῶν) ἀραιωμάτ(ων) τ(ῶν) ἀμφʼ αὐτά— καὶ ἀπὸ [τοῦ] στόματος. καὶ οὐ μόνον ἀπὸ τούτ(ων) ἀνάδοσις γί(νεται) καὶ πρόσθεσις, ἀλ(λὰ) καὶ ἀπὸ τ(ῶν) ἐν τοῖς ἀγ[γ]ε[ί]οις παρακειμέν(ων) καὶ ἀπὸ τῆς ἐν ταῖς φλεψὶν παρακειμένης τροφῆς· καὶ ἀπὸ τῆς ἐν ταῖς ἀρτηρίαις ἀνάδο[σ〈ισ〉] γί(νεται) καὶ πρόσθεσις τῷ ὅλῳ σώματι καὶ ἀτμοειδῶς. * ὁ μ(έν)τοι γε Ἐρασίστρατος οὐκ οἴεται ἀνάδοσιν γί(νεσθαι) ἀπὸ τ(ῶν) ἀρτηριῶ(ν). μὴ γ(ὰρ) εἶναι κ(ατὰ) φύσιν ἐν αὐταῖς αἷμα—τοῦτό (ἐστιν) τροφή—, ἀλ(λὰ) πνεῦμα, οὐχ ὑγιῶς ἱστάμενο(ς) λό(γον) , ὡς ἀποδείξομ(εν). εἷς μ(ὲν) γ(άρ) · εἴπερ μὴ παρέκειτο ἐν [ἀ]ρτηρίαις κατὰ φύσιν αἷμα, ἐχρῆν διαι[ρ]ουμέν[(ων)] ἀρτηριῶν αἷμα μὴ ἀποκρίνε(σθαι)· ἀποκρίνεται [μ](έν)τοι, [ὥστε γί(νεται)] τροφὴ ἐν ταύταις. πρ[ὸς ὃν λόγον] ἀπολογοῦνται οἱ Ἐρασιστράτειοι [λέγοντ]ες, διότι διαιρέσεως γεν(ομένης) κατὰ [τὰς ἀρτη]ρίας κενοῦται τὸ αἷμα κἀπορ(εῖ) τῶν [ἐκεῖ φλεβ]ῶν, οὐ μὴν ἐκ τ(ῶν) ἀρτηριῶν. διαφ[έρει δὲ τ]ὸ διά τινος κενοῦσθαι ἢ τὸ ἐκ τού[του καὶ ἐ]πὶ τ(ῶν) ἐκτός. καὶ γ(ὰρ) διὰ τ(ῶν) κρου[νῶν ῥεῖν φ(αμεν)] ὕδωρ, οὐ μὴν ἐκ τ(ῶν) ⟦ ε ⟧ κρουν(ῶν)· οὕτ[ω δὲ καὶ τ(ῶν)] ἀρτηριῶν διαιρεθεισῶν διʼ αὐτ[(ῶν) μ(ὲν) κενο]ῦται τὸ αἷμα, οὐ μὴν ἐξ αὐτῶν· [οὐ γ(ὰρ) (εἶναι) λέγο]υσιν ἐν ταύταις αἷμα. τότε [γ(ὰρ) σ]υν ε στομῶσθαί [τε] τὰς φλέβας εἰς [τὰς] ἀρτηρία(ς) καὶ τὸ ἐνὸν [οὕ]τω ⟦ ι ⟧ μὴ δύνασθαι κενὸν ἁθροῦν ἀπολ〈ε〉ίπεσθαι [τ]όπον μετὰ τὴν π[νεύ]ματος [κέ]νω(σιν). παρεμπείπτειν γὰρ τὸ αἷ[μ]α ἐκ τ(ῶν) φλεβῶν [εἰς] τὰ[ς] ἀρ[τ]ηρία(ς)· διὰ μ[(έν)τοι τ(ῶν)] ἀρτη[ρι]ῶν [ἀ]πορεῖν ἐκ τούτ[(ων) ὡς δι]ὰ κ[αλ]άμ(ων) ἔ[ξ]ω . νωθρ[ὸν δέ] (ἐστιν) λείαν τοῦτο * α μὲν γ(ὰρ) τὰ ἡμέτερα σώμα τα τοῖς ἀσυμπτώτοις ἔοικε [σ] ώμα[σιν] ὡς σίφωσί τε καὶ καλάμοις· ὡς γὰρ ο[ὗ]τοι κ(ατα)χθέντες ἢ τρυπηθέντ[ε] σ οὐκ ἀποκρίνουσι τὸ ἐν αὐ[τ]οῖς περιεχόμενον πνεῦμα οὐδὲ κενοὶ γί(νονται) τούτου, ἀλλʼ ἐμμένον ἔχουσιν ἐν αὑτοῖς, ο(ὕτως) καὶ ἐπὶ τ(ῶν) ἀρτηριῶν διαιρεθεισ(ῶν) οὐ πάντως κενωθήσεται τὰ [ἐντὸς] τοῦ πνεύμ(ατος), ἀλλʼ ἐμμενεῖ ἐν ταῖς ἀρτηρίαις καὶ μετὰ τὴν διαίρεσιν, ὥσπερ κἀπὶ τ(ῶν) ἐκτός· ** β · εἴπερ ὁ κενὸ(ς) ἁθροῦς αἴ(τιος) γί(νεται) τῆς παρεμπτώσεως τοῦ αἵματος ἐκ τῶν φλεβῶν εἰς τὰς ἀρτηρίας, [ἀν]ά[γκη τὸν] αὐτὸν αἴτιον γί(νεσθαι) τῆς κ(ατ) ο χῆς τοῦ πνεύματος, οὕτως τὸ αἴτιον [ .
…….. ] ω θ ἀλ(λὰ) γὰρ οὐ γί(νεται)· ὥστε 〈τὸ〉 αἴτιον π[αρ]ορᾶν δεῖ. ** ναί, φασὶν οἱ Ἐρασιστράτειοι, οὐκ ἔοικε τὰ ἡμέτερα σώματα τοῖς ἀσυμπ[τώ]τοις σώμασιν, ἃ [κυρίως] κατωνόμασται, [ἀλ(λὰ)] ἀσκῶι ἐνπεπληρωμένωι ὑγροῦ καὶ ἐμπεπνευματωμένωι ωσο[ . ]νον, ὃς τρωθεὶς ἀποκρεί[νει] διʼ αὑτοῦ τό τε πνεῦμα καὶ ὑγρόν, ἅ[μα δὲ καὶ] ἐξ [ἑ]αυτοῦ· οὕτως καὶ αἱ ἀρτηρίαι διαιρε[θε]ῖσαι αἷμα, οὐκ ἐξ αὑτ[(ῶν)] δέ· * πρὸς δὲ καὶ τοῦτʼ εἴποιμ(εν), διότι οὐ [το]ῖς οὖσ[ι] συμπτώτοις ἔοικεν τὰ ἡμέτερ[α] σώματα, [ὥ]ς [φ(ασιν) πταίοντ]ες, ἀλλὰ τοῖς ὑ(πάρχουσιν) ἀσυμπτώτοισ[, ὡς ταῦ]τα δῆλα ἐπὶ τ(ῶν) [τ]ελευτ(ῶν)· κατὰ γ(ὰρ) τὰ ὑμέ[νια] εὑρίσκοντα[ι] αἱ ἀρτηρίαι ἀσύμπτωτ[οι], ἀλλʼ ο[ὔ] τοι σύμπτω[τοι] . [εἰ τοι]γ(άρ)τοι ταῦτα τοῦτον ἔχει τὸν τρ[όπον], μοχθηροὶ φαίνονται καὶ κ(ατὰ) ταῦτα οἱ [Ἐρασ]ι[στρ(άτειοι)]. εἶτα φέρε δὲ καὶ οἰκει[οῦν]τες μὴ τοῖς ἀσυμπτώτοις, [ἀλ(λὰ) τοῖς] εὐσυμπτώτοις ὡς ἀσκοῖς, ἵνα [κα]ὶ αὐτοῖς συναγο[ρε]ύ[ω‐] μεν, λέγωμεν, ὡς ἐπὶ τοῦ ἀσκ [οῦ το] ῦ ἐνόν〈τοσ〉 κενω(θέντος) ἐπισ ύμ πτωσις γί(νεται), καὶ οὐχὶ κενὸς ἁθροῦς τόπο[σ] . ἀλ(λὰ) ἐχρῆν καὶ ἐπὶ τῆς [δι]αιρέσεως τ(ῶν) ἀρτηριῶν μετὰ τὴν κέ[ν]ωσιν τοῦ πνεύματος ἐπισυμπείπτειν ταύτας. ἐπισυμπειπτουσῶν [δὲ] αὐτ(ῶν) οὐκ ἂν ἐγίνετο κενὸς ἁθροῦς [ο]ὐ[δὲ παρέμπ]τωσις [α]ἵματος οὐδὲ ἀπόκρισις τού[του οὐ]δέ γε κένωσ[ις]· ὥστε καὶ κατὰ ταῦτα αγαν[ … ]ις. ** φέρε δὲ μετὰ τὴν [δι]αίρεσι[ν ε]ὐθὺς ἀποκρινο(μένου) τοῦ πνεύμ[ατος εἴπω(μεν) εἰσ]κρίνεσθαι τὸ αἷμα τῶι μ[ὴ τόπον κε]νὸν ἁθροῦν ἀπολ〈ε〉ιφθῆναι[. ἀλ(λὰ) μὴν οὐκ ἐ]χρῆν αἷμα κενοῦσθαι τούτ[ωι τῶι λό(γῳ)], ἀλ(λὰ) τὸ πν[εῦ‐] μα τὸ ἐν τῆ[ι ἡμετέραι] παρακείμενον συγκρίσει λε[ίωσ] συνα[φίεσθαι] τῶι πνεύματι τῶι ἀποκριθέντι. οὐκ ἀποκρίνεται δέ γε τοῦτο καὶ συνπλη[ρ]οῖ τὸν τοῦ κεν[ωθέντος] πνεύματος τόπον [ ……………… ……… ] εἶτα κατὰ τοὺς Ἐρασιστρατείους τούσ[δε ὅ‐] τε κενοῦ ται μενον καὶ λ[ ….. ] αἷμ[α ….. ] Ἐρασιστράτειοι [ .. ]ει [ ….. ]αι διαδ[ο]ῦν[αι] τῶν ἐπι[ ………………….. ] τοῦ πνεύματος [ . [45]
27 (50)
.. ] πολ[ ……… ] του[ … ] ⟦ παραδητας ⟧ τοτ[ ……….. ]σδε τω[ .. ] πρώ τη ⟦ θη ⟧ κενώσεται [ ……………. ] κα τα τοῦ μεταιονᾶι οσ[ …………… κ]ενωθῆναι τὸ ἐν ταῖς ἀρτηρίαις τῶι πολὺ κεχωρίσθαι ταύτας τῆς καρδίας.
καὶ πάλι πρώτη πληρωθήσεται αἵματος πρὸς [τ(ῶν) φλ(εβῶν)] , οὕτως τε πολὺς χρόνος γενήσεται, ὥστε μετὰ τὴν κένωσιν τοῦ πνεύματος ῥυῆναι [τού]τ(ων) τὸ αἷμα. ** καὶ ἐπὶ πᾶσιν, εἴπερ ἡ καρδία πρώτη κενουμένη τοῦ πνεύμ(ατος) πρώτη καὶ πληροῦται κ(ατὰ) τὴν παρέμπτωσιν αἵματος, λέγω ἀναιρεθήσεται τὸ ζῶιον τῶι ἐν ἀνοικείωι γί(νεσθαι) τόπωι τὸ αἷμα καὶ δεσπόζοντι τοῦ ζώιου μ[έρει] . οὐκ ἔχει δὲ ταῦτα τοῦτον τὸν τρόπον. πολλῶν γ(ὰρ) διαιρουμέν(ων) ἀρτηριῶν οὐδ[ὲν ἀπέθανεν] · οὐκ ἄρα ὑγιής (ἐστιν) ἡ τ[(ῶν)]δε τ(ῶν) Ἐρασιστρατείων κεκομψ[ευ]μένη δόξα. ** [τούτ](ων) οὕτως ἐκκειμέν(ων), ὅτι μ[(ὲν)] καὶ δ ιὰ τὰσ ⟦ ιοτ ⟧ ἀρτηρίας (ἐστὶν)] ἀνάδοσις, ὑπεμνήσαμ(εν)· ὅτι δὲ καὶ κ(ατὰ) τὰσ ⟦ αρ ⟧ ἀρτηρίασ ⟦ τηριων ⟧ προαπεδείξαμ(εν). καὶ πλείων γε ἡ ἐν ταῖσ ⟦ αποτ(ων) ⟧ φλε ψὶ ⟦ βων ⟧ ἀνάδοσις ἤπερ ἐν ταῖσ ⟦ αποτ(ων) ⟧ ἀρτηρί[αις] ⟦ ων ⟧ , ὡς ἀποδ〈ε〉ίξομ(εν). α μ(ὲν) γ(ὰρ) ἀξιολογώτεραί εἰσιν αἱ φλέβες τ(ῶν) ἀρτηριῶν· πιθανὸν δὲ ἐν τῶι ἀξ〈ι〉ολογωτέρωι πλείονα γί(νεσθαι) τὴν ἀνάδοσι[ν] παρὰ τὰ ἐλ[άχισ]τα τ[αῦτα]. ἀξιολογώτεραι δέ (εἰσιν) [τ(ῶν) ἀ]ρτηριῶν αἱ φλέβ(ες), ἐν αἷς [εἰκότως πλ]είων γενήσεται ἡ ἀνάδο[σις]. β · καὶ [εἰ ἴσαι] (εἰσὶν) κ(ατὰ) τὸ μέγεθος αἱ ἀρτηρίαι ταῖς φλε[ψ]ίν—φέρε γ(ὰρ) ο(ὕτως) ἔχειν—εἰ δʼ οὖν ἴσ[αι], αἱ μ(ὲν) ἀρτηρίαι μ〈ε〉ίζονες οὖσαι κ(ατὰ) τὴν περιοχὴν αὐτὸ μόνον φανήσονται τῶι τε τετραχίτωνες (εἶναι) καὶ συνεστ〈άν〉αι ἐξ εὐρώστων τ(ῶν) χιτώνων. * αἱ δὲ φλέβες ἀσθενέστεραι ὑ(πάρχουσαι) κατὰ τὴν περιοχὴν τῶι μονοχίτωνες εἶναι ὅμως εὐρυκοιλιώτεραί εἰσιν τ(ῶν) ἀρτηριῶν, εὐρυκοιλιώτεραι δὲ οὖσ[αι] πλείονα ἕξουσιν καὶ τὴν ἀνάδοσιν τὴν εἰς αὐτὰς γι(νομένην). ** τὸ δὲγ · αἱ μ(ὲν) ἀρτηρίαι πλεῖον ἔχουσι τὸ παρακείμενον ἐν αὐτ(αῖσ) πνεῦμα, [ἐλάχιστον δὲ] τὸ αἷμα, * αἱ δὲ φλέβες πλεῖον [ἔχουσι] τὸ αἷμα, ἐλάχιστον δὲ τὸ πνεῦμ(α). ἀρέ[σκει] γ(ὰρ) ἡμῖν καὶ ἐν ἀρτηρίᾳ καὶ ἐν φλεβὶ κατὰ φύσιν παρακεῖσθαι καὶ αἷμα καὶ πν[εῦμα], [οὕτ]ως δὲ ταῦτα παρακεῖσθαι, κα[θὼς] πρόκειται. * πλὴν ἐπεὶ ἐν μ(ὲν) ἀρτηρίᾳ ⟦ πλειον ⟧ πλεῖον τὸ πνεῦμα, ἐν δὲ φλεβὶ [ἐναντί]ον τοῦτο, πιθανώτερον πλείονα γί(νεσθαι) ἐν φλεβὶ τὴν ἀνάδοσιν ἤπερ ἐν ἀρτ(ηρίᾳ). καὶ διὰ μ(ὲν) τούτ(ων) συνακτέον, ὡς πλείων ⸐ [γί(νεται)] ἡ ἀνάδοσις ἐκ τ(ῶν) φλεβῶ(ν) ἤπερ ἐξ ἀρτηριῶ(ν). ὁ μέντοι γε Ἡρόφιλος ἐναντίως διείληφεν· οἴεται γὰρ πλείονα μ(ὲν) γί(νεσθαι) ἀνάδοσιν ἐν ταῖς ἀρτηρίαις, * ἥσσ[ον]α δὲ ἐν ταῖς φλεψὶ διὰ δύο ταῦτ[α]· α μ(έν), ἐπειδήπερ ἀμφότεραι μ(ὲν) ὀρεκτικ[ῶ]ς ἔχουσι τῆς τροφῆς, ἥ τε φλὲψ κ[α]ὶ ἡ ἀρτηρία, ἐπεὶ δὲ κατʼ ἴσον ὀρέγονται τῆς τροφῆς, κατʼ ἴσον καὶ ἡ ἀνάδοσις ε ἰσ ⟦ ξ ⟧ αὐτ ὰσ ⟦ (ων) ⟧ γενήσεται. [45]
δεύτερον δὲ αἱ μ(ὲν) ἀρτηρίαι, φ(ησίν), συστέλ〈λ〉ονταί τε καὶ διαστέλλονται τόν τε σφυγμὸν ἀποδιδόασιν, αἱ δὲ φλέβες οὔτε συστέλ λ ονται οὔτε διαστέλλονται οὐδὲ σφυγμωδῶς κεινοῦνται. * ἐπεὶ τοιγ(άρ)τοι αἱ μὲν ἀρτηρί(αι) σφυγμωδῶς κεινοῦνται, αἱ δὲ φλέβες οὐ κεινοῦνται [σ]φυγμωδῶς, ταύτῃ ἐπὶ τ(ῶν) ἀρτηριῶν διὰ [τ] ὴν ὦσ[ιν ἐ]κ[εί]ν[η]ν εὔ[λο]γον πλείονα γί(νεσθαι) τὴν ἀνάδοσιν ἤπερ ἐπὶ τ(ῶν) φλεβῶν διὰ τὴν εἰρημένην α(ἰτίαν). ** οὐκ ὀρθ[ῶ]ς δὲ ὁ προκείμενος ἀνὴρ ἐποίησεν. οὐ γ(ὰρ) ἐνόησεν, ὡς εὐρυκοιλιώτεραί (εἰσιν) αἱ φλέβες παρὰ τὰς ἀρτηρίας, εὐρυκοιλιώτεραι δὲ οὖσαι πλείονα δεόντως ἕξουσι καὶ τὴν ἐν αὐταῖ[ς] γινομένην ἀνάδοσιν. καὶ π(ρὸς) μ(ὲν) τὸ α τούτου κεφάλαιον τοῦτο καθήξει λέγειν, πρὸς δὲ τὸ δεύτερον ἐροῦμ(εν), διότι ⟦ ω̇ς̇π̇ε̇ρ̇ ⟧ αἱ ἀρτηρίαι σφυγμωδῶς κεινοῦνται συστε λ 〈λ〉όμεναι καὶ διαστελλόμεναι, ο(ὕτως) δὲ κεινούμεναι ἐκθλείψουσιν εἰς τὸ ἐκτὸς τὴν τρο[φήν]. εἰ δὲ ταῦτα ο(ὕτως) ἔχει, ὁμολογουμένως ἐ[πι]συνάγεται, ὅτι πλείων ἀνάδοσις γί(νεται) τρο[φῆ]ς εἰς τὰς φλέβας ἤπερ εἰς τὰς ἀρτηρίας. * ἀλ(λὰ) [〈ὁμο〉λογου]μένως κ[ἀ]κεῖνο δεῖ ὑπονοῆσαι, ὡς [τροφὴ] παράκειται ἐν ταῖς ἀραιότησι τ(ῶν) φλεβῶν καὶ [τ(ῶν)] ἀρτηριῶν. καὶ κοινῶς ἐν πάσῃ ἀραιότητι τετμημένῃ κατὰ τὸ ἡμέτερον σῶμα [πα]ράκειται τροφή, καὶ ἀνάδοσις γί(νεται) εἰς αὐτὴν ὁμο[λογ]ου[μ(έν)]ως τῶι ὅλωι σώματι, ὥστε καὶ κ(ατὰ) τὰς κοιλότητας τ(ῶν) ἀρτηριῶν καὶ τ(ῶν) φλεβῶν παράκειται τροφὴ καὶ ἀνάδοσις [γί(νεται)] αὐτῆς εἰς αὐτάς. ** καὶ μὴν κἀ[κε]ῖνο δεῖ ὑπολαβ[εῖ]ν, ὡς ἡ τροφὴ π[ᾶσ]α οὐ προσ[τίθε]ται ἀναδιδομένη τῶι ὅλωι σώματι, [ἀ]λλὰ τὸ μ(ὲν) νόστιμον τὸ ἀπʼ αὐτῆς ἀνα[δ]ίδοται καὶ π(ροσ)τίθεται τῶι σώματι, τὸ δὲ ἀλλότ[ρ]ιον καὶ σκυβα[λ]ῶδ[ε]ς χωριζό[μ]ενον εἰς ἔντερα διὰ τ(ῶν) ἀποπάτ(ων) ἀπο[κ]ρίν[εται. εἰ] γάρ τοι πᾶσα ἡ λαμβανομέν(η) τροφ(ὴ) ἀναλαμβαν[ομέν]η π(ροσ)ε[τ]ίθετο, εἶτα [μη]δεμ[ία] ἀπʼ αὐτῆς ἐγίνετο ἀπόκρι[σις, κ]ἂν ἡ[μεῖ]ς ὑ[περ]φυεῖς κ[ατά] τε τὰ μεγέθ(η) [καὶ] τὰς [ῥώ]μας ἐγινόμεθα, ἐπ〈ε〉ὶ [ἀεὶ ἡμῖν] π(ροσ)τίθεται· ἀλλʼ [ἐπ〈ε〉ί]περ ἡ νόσ(τιμος) [ἀεὶ τρ]οφὴ [τῆς] ἀλλοτρίας ἀποκρίνεται [ ……… ], μέτριοι κατὰ σώματά [ἐσμεν] οὕτ[ω]. * τῶν δὲ ὑποδεδειγμέν(ων) [πρῶτόν] (ἐστιν) τ[ὸ περὶ] τοῦ διὰ τῆς κύστεως [ἀποκρ]ινο[μ(έν)ου, πε]ρὶ οὗ [ἰ]δία στάσις γεγένηται [καὶ π]αρὰ τοῖς [ἀρ]χαίοις τ(ῶν) φιλοσόφων. [45]
29 (50)
[οἱ] μ(ὲν) γὰρ εἶπ[ον] ἐν τῶι προσφερομέν ῳ ὑγρῶι ἐνυπάρχειν φ[ύσιν διπλῆν τοιάν‐] δε· καὶ νόστιμον καὶ [φαῦλον ἐν(εῖναι), ὧν τὸ μ](ὲν) νόστιμον ἀναλαμ[βάνεσθαι διὰ τῶν ἀραιω‐] μάτ(ων) καὶ π(ροσ)τίθεσθαι το[ῖς σώμασιν,] τὸ δὲ φαῦλον φέρεσθαι ε[ἰς τὸ κάτω καὶ] διὰ τὰς ἀπουρήσεις ἀποκρ[ίνεσθαι εἰς τὸ] ἐκτ(ός). [5]
30
οἱ δὲ ἔφασαν πᾶν μ(ὲν) ὑγρ[ὸν ὁμοειδὲς αὐτὸ] ἑαυτῶι (εἶναι), ἤδη δὲ κατὰ [τὴν ἀνάληψιν] αὐτοῦ τὸ μ(ὲν) ἀναδιδ[όμενον προστίθεσθαι] τοῖς σώμασιν, τὸ δὲ μ[ὴ ἀναδιδόμενον εἰς] τοὺς κατὰ τὴν κύστιν [τόπους φέρεσθαι, ὅθεν διὰ] τῆς ἐν τούτοις ἐνυπα[ρχούσησ] δυνά[μεως μεταβαλλόμ(εν)ον] ἀποκρίνεται δριμύ τε [καὶ ἁλμυρὸν γενόμενον]. ταύτῃ γ(ὰρ) τὸ οὖρον ἑλκούσ[ης, δῆλον] ὅτι (ἐστὶν) δριμύ τε καὶ ἁλμυρόν. [ * π(ρὸς) δὲ ἐκεῖ‐] νο ῥητέον, ὅτι ἐπὶ τοῦ πρώτ[ου ἐκκει‐] μένου γίνονται οἱ πλείου[ς τ(ῶν) ἀρχαίω]ν. καὶ εἰς τοῦ το ὑ ποδείγματι χρῶν[ται τῇ θα‐] λάσσῃ καὶ τῶι ἡλίωι· * οὗτος [γ(ὰρ) τῶι ἄναμ‐] μα νοερὸν ἐκ θαλάσ[σης εἶναι ἀπὸ] τοῦ νοστίμου τοῦ κ(ατὰ) τὴν θ[άλασσαν] τρέ[φ]εται, ἀναλαμβάνων μ[ὲν τὸ λεπτόν, τὸ δὲ] ἀργότερον καὶ παχύτερον κ[αὶ ἁλμυρὸν κ(ατα)λεί‐] πων ἐν τῆι θαλάσσῃ. * ἀποφ[έρεται δὲ ὁμοίως] τοῦ π(ροσ)φερομένου ὑγροῦ τὰ τ[ρέφοντα ἡμᾶς]· ἀπὸ γ(ὰρ) τούτου τὸ μ(ὲν) νόστιμον [καὶ λεπτὸν] ἀναδίδοται εἰς τὰ σώμα[τα ἡμῶν, τὸ δὲ] φαυλότερον καὶ ἀργότερον σκ[ὼρ γι(νόμενον) διὰ] τὴν κύστιν εἰς τὸ ἐκτὸς ἀποκρ[ίνεται]. τούτων οὕτως ἐκκειμέν(ων) ἀ[πορούμ(εν)οι μ(ὲν)] οὐκ ἔχομεν παγίως εἰπεῖν πε[ρὶ τοῦ ὑγροῦ] τοῦ ἀποκρινομένου κ(ατὰ) [τὰ] ἀπου[ρήματα, πό‐] τερον τὸ ἀλλότριόν (ἐστιν) τὸ ἀποκρ[ινόμ(εν)ον, ὃ ἐν‐] υ[πῆ]ρχεν τῶι ὑγ[ρ]ῶι καὶ [ὃ φύσει δοκεῖ] ἐνυπάρχειν ἀχρ〈ε〉ῖον ὑγρόν, [ἢ ὃ γι(νόμενον) ἐν τῆι] κύστει μεταβάλλεται [πρὸς τὸ φαῦλον. * ἐ‐] κεῖνο δὲ λέγομεν, ὅτι ἀπὸ τοῦ [π(ροσ)φερομ(έν)ου] ὑγροῦ ἀποκρίνεται κατὰ τὰ σ[ώματα] ὑγρὸν δριμύ τε καὶ ἁλμυρόν. * [καὶ ταῦτα μ(ὲν)] ⸐ περὶ τῆς διοικήσεως τῆς κ(ατὰ) τὴν [κύστιν. * πει‐] ρῶνται δὲ κ(ατα)σκευάζειν, ὅτι ἀπὸ πα[ντὸς τοῦ] σώματος συνεχεῖς γί(νονται) ἀποφοραί, λο[γιζόμενοι] ἀπό τιν(ων) τοιούτ(ων)· καὶ πρῶτον ἀπὸ τ(ῶν) ἀ[ρωμάτων]. ἀρώματα γ(άρ), φασίν, εἰ π[ό]ρρω κέοιτο, [ὀσφραινό‐] μεθα τῶι σώμα〈τα〉 φέρεσθαι ἀπʼ αὐτ[(ῶν) π(ρὸς) ἡμᾶς.] τάχα δὲ πρὸς ταῦτʼ ἐροῦσι ἀπὸ μ(ὲν) τ(ῶν) [ἀρωμάτ(ων)] μὴ γί(νεσθαι) ἀποφορὰν σωμάτ(ων), [δ]ια[τίθεσθ(αι)] δὲ τὸν ἀέρα π(ρὸς) τ(ῶν) ἀρωμάτ(ων), τρό[πον] δὲ τοῦτον κατὰ τὰς εἰσπνοὰς [αἴσθησιν γί(νεσθαι)] ἡμῖν τ[(ῶν)] ἀπὸ τ(ῶν) ἀρωμάτ(ων) δια[πνοῶν καὶ μὴ] εἶναι ἀποφοράν. [45]
30 (50)
** νωθρὸν δὲ λία[ν φαίνεται] τοῦτο· σώματα γ(άρ) (ἐστιν) κατὰ τὸ λόγωι θε[ωρητὸν] τὰ ἀποσπώμενα ἀπὸ τ(ῶν) ἀρωμάτ(ων).
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top