Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Commentary on Aristotle’s Nicomachean Ethics, Books 2–5

Library › Greek: Philosophy › Commentary on Aristotle's Nicomachean Ethics, Books 2–5

This anonymous commentary on books 2 to 5 of Aristotle's Nicomachean Ethics is a compilation of scholia, edited by Gustav Heylbut in the Commentaria in Aristotelem Graeca (1892). It explains Aristotle's account of moral virtue as a mean, voluntary action, choice, the individual virtues such as courage and temperance, and justice. The compilation is thought to include older material, perhaps going back to second-century commentators, alongside later notes.

Few ancient commentaries on the Ethics survive, so these scholia are an important witness to how Aristotle's moral philosophy was taught and interpreted. They preserve explanations that may reach back to the Peripatetic schools of the Roman period. Parts of them were translated into Latin by Robert Grosseteste in the thirteenth century, and so helped shape medieval Western ethics.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAG XX (Heylbut 1892) pp. 122–255). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ) or, for later Greek, Sophocles’ Greek Lexicon of the Roman and Byzantine Periods.

Ancient Greek · Philosophy
Commentary on Aristotle's Nicomachean Ethics, Books 2–5
Anonymous · Part 1 · every word parsed
122 (1t)
ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Β ΤΩΝ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΝΙΚΟΜΑΧΕΙΩΝ ΗΘΙΚΩΝ. Ἡ μὲν διανοητικὴ τὸ πλεῖον ἐκ διδασκαλία ς . Τοῦτό φησι, διότι καὶ φύσεως δεῖ, ἢ καὶ ὅτι συνουσίωται τῇ κατὰ τὴν σοφίαν, ἥ ἐστιν ἀρετὴ τοῦ θεωρητικοῦ νοῦ, καὶ τῇ κατὰ τὴν φρόνησιν, ἥ ἐστι τοῦ πρακτικοῦ ἀρετή, αἳ καὶ διὰ τῆς οἰκείας ζητήσεώς τε καὶ εὑρέσεως περιγίνονται. Διόπερ ἐμπειρίας δεῖται καὶ χρόνο υ . Ἀντὶ τοῦ πλείονος χρόνου· καλῶς δὲ τοῦτο· ἡ γὰρ πεῖρα διδασκαλικὴ καὶ ἡ πολυπειρία, ἣ χρόνῳ περιγίνεται, ὡς καὶ Εὐριπίδης φησίν “ἀλλʼ ἐμπειρία ἔχει τι λέξαι τῶν νέων σοφώτερον”. καὶ οἱ γεωμέτραι πλείονι χρόνῳ σοφώτεροι γίνονται. καὶ τὸ μὲν ἔθος ἔχει τι παραλλάττον (ταῖς γὰρ οἰκείαις ἐνεργείαις καὶ διὰ τούτων ἔχει τὴν ἕξιν περιγινομένην), ἡ δʼ ἐμπειρία ἀλλοτρίων ἐνεργειῶν ἐστι τήρησις, καὶ ἐκ τούτων παραλαμβάνων ὁ μανθάνων συλλογίζεται. Ὅθεν καὶ τοὔνομα ἔσχηκ ε . Ἐξ ἔθους φησὶ τὰς τῆς ἀλόγου ψυχῆς ἀρετὰς περιγίνεσθαι, οὗ παρέθετο δεικτικὸν τὸ διὰ τοῦτο καὶ ἠθικὰς αὐτὰς καλεῖσθαι. ἀπὸ γὰρ τοῦ ἔθους τὸ ἦθος ὠνόμασται καὶ αἱ ἠθικαὶ ἀρεταὶ ἐθικαὶ καλοῦνται. καὶ ἔστι τὸ μὲν ἔθος ἡ ἐνέργεια, τὸ δὲ ἦθος ἡ ποιότης ἡ διὰ τῆς ἐνεργείας ἐγγινομένη τῇ παθητικῇ ψυχῇ, τουτέστι τὸ τέλος καὶ τὸ ἔργον τοῦ ἔθους, ψυχῇ δὲ δηλονότι ταύτῃ τῇ ἀλόγῳ μέν, ὑποτάσσεσθαι δὲ λόγῳ δυναμένῃ.
Εἰπὼν δὲ ἐξ ἔθους περιγίνεσθαι τὰς ἠθικὰς ἀρετὰς καὶ πιστωσάμενος τοῦτο καὶ τῷ ὀνόματι, τὸ ἐξ ἔθους αὐτὰς περιγίνεσθαι μαρτύριον ποιεῖται τοῦ μὴ φύσει αὐτὰς ἐγγίνεσθαι τοῖς ἔχουσιν, εἰ δὲ μήτε αἱ ἠθικαὶ ἀρεταὶ μήτε αἱ διανοητικαὶ φύσει (τὸ γὰρ διδασκαλίᾳ προδήλως οὐ φύσει), οὐδεμία ἂν ἀρετὴ φύσει ἐγγίνοιτο. εἰκότως δὲ περὶ ἀρετῶν μέλλων λόγον ποιεῖσθαι, πρῶτον δείκνυσιν ὅτι μὴ φύσει. εἰ γὰρ ἦσαν φύσει, οὐκέτʼ ἂν ἦν τοῦ ἠθικοῦ ἀλλὰ τοῦ φυσικοῦ περὶ αὐτῶν εἰπεῖν, ὥσπερ καὶ περὶ τοῦ πῶς ὁρῶμεν. οὐδεμία τῶν ἠθικῶν ἀρετῶν φύσει ἡμῖν ἐγγίνετα ι . τοῦτο νῦν φύσει λέγει, οὗ ἡ τελειότης ἐκ φύσεως περιγίνεται, ἢ σύμφυτος οὖσα ὡς τῷ λίθῳ ἡ βαρύτης ἢ ὕστερον ἐπιγινομένη ὡς ὀδόντων βλάστησις ἢ γενείων. τὰ γὰρ πεφυκόσι μὲν ἡμῖν δέχεσθαι ἐπιγινόμενα, ἔξωθεν δέ τινος προσδεόμενα πρὸς τελείωσιν οὐ φύσει νῦν λέγει. οὐδὲ γὰρ κυρίως ἂν ταῦτα λέγοιτο φύσει, εἰ καί ποτε καὶ ἐπὶ τούτων χρώμεθα τῷ φύσει. οὐ γὰρ φύσει τὰς τέχνας ἔχομεν, καίτοι φύσει ὄντες αὐτῶν δεκτικοί. ὅτι δὲ μὴ φύσει τὸ ἐξ ἔθους, δῆλον ποιεῖ διὰ τοῦ μηδὲν τῶν φύσει ὄντων ἢ ἐχόντων τι ἄλλως ἐθισθῆναι δύνασθαι. Οὔ τ ’ ἄρα φύσει οὔτε παρὰ φύσι ν . Διʼ ὧν παρέθετο ἔδειξεν ἄμφω, καὶ ὅτι μὴ φύσει καὶ ὅτι μὴ παρὰ φύσιν τὰ ἐξ ἔθους περιγινόμενα· οὔτε γὰρ τὰ φύσει ὑπάρχοντά τισι ἄλλως ἐθίζεται, τὰ δὲ ἤθη ἄλλοτε ἀλλοίως διὰ τὰ ἔθη, ὥστε οὔτε φύσει οὔτε παρὰ φύσιν τισὶν οἷά τε διʼ ἔθους ἐγγίνεσθαι. οὐδέποτε γὰρ ὁ λίθος ἐθισθείη ἄνω φέρεσθαι (παρὰ φύσιν γὰρ αὐτῷ τοῦτο), αἱ δὲ ἠθικαὶ ἀρεταὶ διʼ ἔθους ἐγγίνονται· οὐκ ἄρα παρὰ φύσιν ἡμῖν. ἰστέον ὅτι τῶν φυσικῶν πάντων αἱ δυνάμεις καὶ ἕξεις προηγοῦνται τῶν ἐνεργειῶν, ἐπὶ δὲ τῶν μὴ οὕτως ἐχόντων ἐκ τῶν ἐνεργειῶν αἱ ἕξεις περιγίνονται. Ἔτι ὅσα μὲν φύσει ἡμῖν περιγίνετα ι . Ὅτι μὴ φύσει αἱ ἀρεταί, καὶ οὕτως δείκνυσι· τῶν φύσει ἡμῖν ὑπαρχόντων τὰς δυνάμεις πρώτας λαμβάνομεν τῶν ἐνεργειῶν (τὸ γὰρ κομιζόμεθα νῦν εἶπεν ἀντὶ τοῦ λαμβάνειν καὶ ἔχειν), εἶθʼ οὕτω τὰς ἀπʼ αὐτῶν ἐνεργείας ἀποδιδόαμεν· δυνάμεις δὲ νῦν τὰς ἕξεις φησίν, οὐ τὰς ἐπιτηδειότητας.
ἐπὶ γὰρ πάντων τῶν φύσει ἡμῖν ἐγγινομένων προϋπάρχουσιν αἱ ἐπιτηδειότητες. οὐ γὰρ ἐκ τοῦ πολλάκις ἰδεῖν τὴν ὁρατικὴν δύναμιν κτώμεθα, ἀλλʼ ἔχοντες αὐτὴν πρότερον οὕτω ταῖς ἀπʼ αὐτῆς ἐνεργείαις ἐχρησάμεθα· οὐδεὶς γὰρ εἶδε πρὸ τοῦ τὴν διορατικὴν δύναμιν καὶ ἕξιν ἔχειν, οὐδὲ κατʼ ἄλλην τινὰ αἴσθησιν οὐκ ἔχων πρότερον τὴν δύναμιν. τὰς δὲ κατὰ τὰς ἀρετὰς ἕξεις ὑστέρας καὶ διὰ τῶν κατʼ αὐτὰς ἐνεργειῶν κτώμεθα ὥσπερ καὶ τὰς τέχνας· οὐκ ἄρα αἱ ἀρεταὶ φύσει. καθόλου γὰρ ὅσα οὐ φύσει ποιοῦμεν ἀλλʼ ἀπό τινος μαθήσεως καὶ διδασκαλίας, ταῦτα ποιοῦντες μανθάνομεν. ἐθιζόμενοι γὰρ ὑπʼ ἄλλων τὴν ἕξιν κτώμεθα, ὡς ἀπὸ τοῦ οἰκοδομεῖν τὴν οἰκοδομικὴν τέχνην καὶ ἀπὸ τοῦ τὰ δίκαια ποιεῖν τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς ὁμοίως· ὥστε οὐ φύσει αἱ ἀρεταί. τὰς δὲ νοητικάς, ὧν ἐστι καὶ ἡ σοφία τοῦ θεωρητικοῦ μέρους, καὶ τὰς πρακτικάς, ὧν ἐστιν ἡ σωφροσύνη, ἐπὶ τέλει τοῦ πρώτου δείκνυσιν ἀρετὰς ἀπὸ τοῦ ἐπαινετὰς αὐτὰς εἶναι. πᾶσα γὰρ ἐπαινετὴ ἕξις ἀρετή ἐστι. καὶ τὰς μὲν διανοητικάς φησι τὸ πλεῖον ἐκ διδασκαλίας ἐγγίνεσθαι καὶ αὔξεσθαι, ἀντιδιαστέλλων τὴν διδασκαλίαν τῷ ἔθει, διʼ οὗ φησι τὰς ἠθικὰς ἐγγίνεσθαι. καὶ γὰρ ἐκεῖναι διʼ ἔθους μόνου. τὸ πλεῖστον δὲ εἶπε τὰς διανοητικὰς ἐκ διδασκαλίας, ἤτοι ἐπειδὴ δεῖ καὶ φύσεως τῷ ἐσομένῳ σοφῷ καὶ φρονίμῳ (ὡς ἀνόνητος γὰρ ἡ διδασκαλία τοῖς μὴ πεφυκόσιν), ἢ ὅτι συναύξεται τὰ κατὰ τὰς ἀρετὰς ταύτας οὐκ ἐκ διδασκαλίας μόνης ἀλλὰ καὶ ἐξ οἰκείας ζητήσεως καὶ εὑρέσεως. ἐμπειρίας δὲ εἶπεν αὐτὰς δεῖσθαι καὶ χρόνου. οὐ γὰρ οἷόν τε ἐν ὀλίγῳ χρόνῳ ἔμπειρον πολλῶν γενέσθαι· χρόνου γὰρ καὶ ἐμπειρίας δέονται αἱ διανοητικαί, μάλιστα ἡ φρόνησις. οὐδὲ γὰρ ἡ ἑνός τινος πεῖρα διὰ μιᾶς ἐντεύξεως γίνεται, ὥστε ἀκόλουθον τῇ πείρᾳ προσέθηκε τὸ χρόνο υ . οὐ γὰρ τούτῳ τῶν ἠθικῶν αὗται διαφέρουσιν ἀλλὰ τῷ προειρημένῳ, τῷ τὸ πλεῖστον ἐκ διδασκαλίας ἔχειν καὶ τὴν γένεσιν καὶ τὴν αὔξησιν, ἐπεὶ χρόνου γε καὶ αἱ ἠθικαὶ δέονται, εἰ καὶ μὴ τοσούτου ὅσου αἱ ἐκ διδασκαλίας καὶ ἐμπειρίας ἀναλαμβανόμεναι. οὐχ ὅτι δὲ ἡ ἐμπειρία αὐτάρκης πρὸς ἐπιστήμην λέγεται, ἀλλʼ ὅτι δεῖ ταῖς διὰ μαθήσεως ἀρεταῖς καὶ πείρας· ἡ γὰρ ἀρχὴ τῆς γνώσεως ἐξ ἐμπειρίας. καὶ διὰ τοῦτο προστέθεικε τῷ πλεῖστον τὸ ἐκ διδασκαλίας ταύτην δύνασθαι γίνεσθαι. δύναται καὶ τὴν τῶν φύσει γινομένων γνῶσιν ἐμπειρίαν λέγειν, οἷον κινήσεως ἀστέρων, μεταβολῶν τῶν ἐν τοῖς μετεώροις, περὶ ἃ ἡ φυσικὴ πραγματεία. οἱ γὰρ ἐν πείρᾳ γινόμενοι τούτων ἐφαρμόζοντάς τε τούτοις καὶ οἰκείους τοὺς περὶ αὐτῶν ποιοῦνται λόγους, ὡς εἶπέ που περὶ Δημοκρίτου αὐτός, ὅτι ὥσπερ ἐνοικήσας τῇ φύσει, ἀλλʼ οὐχ ὡς οἱ Πυθαγόρειοι διὰ τὴν περὶ τὰ μαθήματα σπουδήν.
125
ἀπορίᾳ δὲ τῶν φυσικῶν οὐσιῶν τοὺς περὶ αὐτῶν ἐποιοῦντο λόγους, οὐκ ἐκείνοις οἰκειοῦντες τοὺς λόγους, ἀλλʼ ἐκεῖνα ταῖς ἰδίαις ὑποθέσεσιν ἐναρμόζοντες. καὶ τὸ μὲν βούλημ α , τὸ ἐθίζειν δηλονότι διʼ ὧν αἱ ἀρεταὶ τοῖς πολίταις τῷ χρόνῳ τίκτονται, εἰ τοιούτων ἕξεων εἴη τὰ ἔθη γεννητικά. Ὅσοι δὲ μὴ εὖ αὐτὸ ποιοῦσι ν , τῶν νομοθετῶν δηλονότι μὴ διὰ τῶν ἐπαινετῶν ἐνεργειῶν ἄγουσι τοὺς πολίτας, ἀστοχοῦσι τοῦ πράγματος. ἔτι ἐκ τῶν αὐτῶ ν . οὕτως ἔχει τὰ τῆς ἐπιχειρήσεως· ὃ ἐκ τῶν αὐτῶν πως γινομένων καὶ γίνεται καὶ φθείρεται, οὐ φύσει· αἱ δʼ ἀρεταὶ οὐ, ἐκ γὰρ τῶν αὐτῶν πως γινομένων καὶ γίνονται καὶ φθείρονται, τουτέστιν οὐ γίνονται οὐδὲ συνίστανται τὴν ἀρχήν. οὕτω γὰρ τῷ φθείρεσθαι νῦν ἐπὶ τῶν ἤδη οὐσῶν ἀρετῶν ἐχρήσατο. καὶ διὰ τῶν αὐτῶ ν , δηλονότι τῶν ποιῶν ἐνεργειῶν τῶν ἐξ ἐθῶν τὸ εὖ ἢ τὸ κακῶς ἐχουσῶν. εἰ γὰρ μὴ οὕτως εἶχ ε . καλῶς· εἰ γὰρ μὴ ἡ τῶν ἠθῶν διαφορὰ τοίους ἢ τοίους ἐποίει. οὕτω δὴ καὶ ἐπὶ τῶν ἀρετῶν ἔχε ι . συνελόντι τὸ πᾶν οὕτως ἂν ἔχοι ἡ ἐπιχείρησις· εἰ ὁμοίως ταῖς τέχναις αἱ ἀρεταὶ ἐκ τῶν αὐτῶν καὶ διὰ τῶν αὐτῶν γίνονται καὶ φθείρονται, αἱ δὲ τέχναι διὰ τῶν ἐνεργειῶν γινόμεναι οὐ φύσει, οὐδʼ ἂν αἱ ἀρεταὶ φύσει ἐγγίνοιντο διὰ τῶν ἐνεργειῶν γινόμεναι. εἰ οὖν μὴ φύσει ἀλλὰ ἐξ ἔθους, δεῖ δηλονότι τὰς ἐνεργείας ποιὰς ἀποδιδόναι, καὶ πρᾷοι γίνονται δηλονότι ἐθιζόμενοι καὶ πράττοντες τὰ διʼ ὧν τοιοῦτοι γίνονται, ὡς ἐπάγει. ἐπεὶ οὖν ἡ παροῦσα πραγματεί α . ὅτι προηγουμένως ἡ παροῦσα πραγματεία ἕνεκεν τῆς τῶν ἀρετῶν ἐστι πράξεως, κατὰ δεύτερον δὲ λόγον καὶ περὶ τῆς θεωρίας αὐτῶν τῶν ἀρετῶν. Τὸ μὲν οὖν κατὰ τὸν ὀρθὸν λόγον πράττειν κοινό ν . Κοινόν φησι δὴ ταῖς πράξεσί τε καὶ ἐνεργείαις, διʼ ὧν ἐθίζεσθαι δεῖ, ὑπάρχειν τὸ πράττεσθαι αὐτὰς κατὰ τὸν ὀρθὸν λόγον. ῥηθήσεται δʼ ὕστερον περὶ αὐτοῦ, ἐν τῷ ἕκτῳ, ὅπου περὶ φρονήσεως λέγει. ὁ γὰρ ὀρθὸς λόγος ἀπὸ φρονήσεως ὢν ὁρίζει τε τὰς πράξεις τὰς κατὰ τὰς ἠθικὰς ἀρετὰς καὶ τὸ μέτρον αὐταῖς ἐπιτίθησιν. ὑποθέμενος δὲ τοῦτο καὶ μέλλων ἑξῆς δεικνύναι, ὅτι περὶ τὰ πάθη εἰσὶν αἱ πράξεις διʼ ὧν ἐθίζεσθαι δεῖ (αἱ γὰρ ἀρεταὶ περὶ ταῦτα), καὶ ὅτι δεῖ ταύτας τοῦ ἐν τούτοις μέσου στοχάζεσθαι, ἀναμιμνήσκει ἡμᾶς τοῦ πολλάκις εἰρημένου αὐτῷ ἐν τῷ πρώτῳ, ὅτι δεῖ τὴν τοῦ λεγομένου ἀκρίβειαν πρὸς τὰς ὑποκειμένας ὕλας ἐξετάζειν, διόπερ ἐπεὶ αἱ πράξεις, αἵ τε κατὰ τὰς ἀρετὰς καὶ τὰ ἤθη διʼ ὧν αἱ ἐνέργειαι, οὐδὲν ὡρισμένον ἔχουσι (καὶ γὰρ παρὰ τοὺς χρόνους καὶ παρὰ τὰς περιστάσεις καὶ τύχας καὶ παρὰ τὰ πρόσωπα καὶ παρὰ τὰς προαιρέσεις καὶ παρὰ τοὺς τόπους καὶ παρὰ τὰς ἡλικίας μεταπίπτει καὶ ἄλλοτε ἀλλοῖα γίνεται ὥσπερ καὶ τὰ ὑγιεινά· οὐδὲ γὰρ ἐπὶ τούτων ἔστιν εἰπεῖν ἀκριβῶς πόσος περίπατος ὑγιεινὸς ἢ πόσα σιτία), καὶ τὸν περὶ αὐτῶν λόγον τύπῳ τινὶ καὶ περιγραφῇ λέγεσθαι, ἐπεὶ μηδʼ ἔχει τὴν ἀκριβολογίαν.
οὔτε γὰρ τὰ συμφέροντα, περὶ ἃ αἱ πράξεις αἱ κατὰ τὸν βίον, διʼ ὧν ἐθιζόμεθα, οὔθʼ ὅλως τὰ αἱρετὰ ἑστηκός τι καὶ βέβαιον ἔχει. δοκεῖ τε γὰρ μήτε πᾶσι τὰ αὐτὰ συμφέρειν μήτε τοῖς αὐτοῖς 〈ἀεὶ〉 τὰ αὐτά. ὁμοίως δὲ μηδὲ αἱρετὰ εἶναι πᾶσι τὰ αὐτά, καὶ τῶν ἄλλων ἔχει ἀρετῶ ν , ἠθικῶν δηλονότι· περὶ γὰρ τούτων νῦν ἐστιν ὁ λόγος αὐτῷ· αὗται γάρ εἰσι διὰ τῶν ἠθῶν γινόμεναι. Ὁ δὲ πάσας φεύγω ν . Δηλονότι τὰς περὶ ἁφήν, οὐ γὰρ καὶ τῶν σωφρόνων, ὡς δειχθήσεται μετʼ ὀλίγα. ἐκ τοῦ πολλὴν τροφή ν , ἀλλʼ οὐχ ὑπερβάλλουσαν. τούτῳ δὲ ἐχρήσατο πρὸς τὸ χωρίσαι τῆς ὑγείας αὐτήν. μάλιστα δυνάμεθ α . μετὰ γὰρ τὰς ἕξεις ῥᾷστα τὰς ἐνεργείας ποιούμεθα, ἢ οὕτω ταῖς ἐνεργείαις κεχρήμεθα μᾶλλον. ἢ μὴ λυπούμενός γ ε . πάνυ ἀνθρωπίνως τὸ ἢ μὴ λυπούμενός γε προσέθηκεν· ἴσως γὰρ ἐπʼ ἐνίων ἐνεργειῶν τοῦ ἀνδρείου αὔταρκες τὸ μὴ λυπεῖσθαι, οἷον ἂν τιτρώσκηται προμαχόμενος καὶ κατὰ τὴν ἀνδρείαν ἐνεργῇ. περὶ ἡδονὰς γὰρ καὶ λύπας ἐστὶν ἡ ἠθικὴ ἀρετ ή . διὰ τί περὶ ἡδονὰς καὶ λύπας εἶναι τὰς ἀρετὰς ἔδειξεν; ἐπεὶ γὰρ διὰ μὲν τὴν ἡδονὴν τὰ φαῦλα πράττομεν, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπεχόμεθα, εἴη ἂν ἡ ἀρετὴ περὶ ταῦτα. τῶν γὰρ ἁμαρτανομένων ἐστὶν ἐπανορθωτική· περὶ δὲ ἃ αἱ ἁμαρτίαι, περὶ ταῦτα καὶ ἰατρεῖαι καὶ θεραπεῖαι. λαβὼν δὲ τὸ εἶναι περὶ πάθη τὰς ἠθικὰς ἀρετὰς νῦν αὐτὸ οὕτως ἔχον δείκνυσιν. ὁμοίως δὲ τῇ σωφροσύνῃ καὶ αἱ ἄλλαι ἀρεταὶ περὶ ἡδονάς εἰσι καὶ λύπας· τῇ μὲν γὰρ σωφροσύνῃ καὶ ὡς ὕλῃ ὑποβέβληται τὰ πάθη ταῦτα καὶ περὶ ταῦτα αἱ ἐνέργειαι αὐτῇ· ταῖς δʼ ἄλλαις ἀρεταῖς τὰ μὲν ὑποκείμενα, περὶ ἃ αἱ ἐνέργειαι αὐταῖς, ἄλλα τινά, τῷ δὲ ταῖς περὶ ἐκεῖνα γινομέναις τε καὶ πράξεσιν ἕπεσθαι τὰ πάθη ταῦτα, τούτῳ καὶ αὗται περὶ ἡδονάς εἰσι καὶ λύπας. Διὸ δεῖ ἦχθαί πω ς .
127 (1n)
Οἱ γὰρ ἐθισθέντες χαίρειν καὶ λυπεῖσθαι ἐφʼ οἷς δεῖ οὐκέτʼ ἂν διὰ μὲν ἡδονὴν πράττοιεν τὰ φαῦλα, διὰ δὲ τὴν λύπην τῶν καλῶν ἀπέχοιντο. εἴη δʼ ἂν ἡ ἠθικὴ ἀρετὴ περὶ ἡδονὰς καὶ λύπας ὡς ὕλην ὑποκειμένην. ταῦτα γὰρ ὁρίζει ὁ ὀρθὸς λόγος. ἐπαινεῖ δὲ καὶ Πλάτωνα ὡς καλῶς ἀξιοῦντα εὐθὺς ἐκ νέων ἐθίζεσθαι οὕτως, ὡς χαίρειν μὲν ἐφʼ οἷς δεῖ, λυπεῖσθαι δὲ ἐπʼ αὐτοῖς τούτοις. διὸ θαυμάσειέ τις ἂν τῶν Πλατωνικῶν τοὺς τὴν ἀπάθειαν εἰσάγοντας ὡς δόγμα Πλατωνικὸν καὶ τῇ ἡδονῇ λοιδορουμένους. ἔτι δ ’ εἰ ἀρεταί εἰσι περὶ πράξεις καὶ πάθ η . ὅτι αἱ ἀρεταὶ περὶ ἡδονὰς καὶ λύπας εἰσὶ καὶ δεῖ τοὺς καλῶς παιδευομένους νέους ἀπʼ ἀρχῆς ἐθίζεσθαι, ὥστε ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐφʼ οἷς δεῖ, δείκνυσι καὶ διὰ τοῦ τὰς ἀρετὰς ὁμολογεῖν τὰς ἠθικὰς περὶ πράξεις εἶναι καὶ πάθη, παντὶ δὲ πάθει καὶ πάσῃ πράξει ἕπεσθαι ἡδονὴν καὶ λύπην. τὸ μὲν οὖν περὶ πάθη καὶ πράξεις εἶναι τὴν ἠθικὴν ἀρετήν, δῆλον. πρακτικαὶ γὰρ αἱ ἠθικαὶ ἀρεταὶ καὶ ἐν ταῖς πράξεσιν αὐτῶν αἱ ἐνέργειαι· ταύτῃ γὰρ διαφέρουσι τῶν θεωρητικῶν. ὅτι δὲ περὶ τὸ ἥδεσθαι καὶ λυπεῖσθαι αὗται, καὶ οὕτω δείκνυσιν· αἱ κολάσεις ἰατρεῖαι τῶν ἁμαρτανομένων εἰσίν· αὗται δὲ διὰ τῶν ἐναντίων τοῖς ἁμαρτάνουσι γίνονται· κολάζονται δὲ οἱ ἁμαρτάνοντες διά τε λύπης καὶ διὰ τῆς τῶν ἡδέων ἀποχῆς. περὶ ταῦτα ἄρα αἱ ἁμαρτίαι, περὶ ἃ δὲ αἱ ἁμαρτίαι, περὶ ταῦτα καὶ αἱ ἀρεταί. αἱ δὲ τῶν ἐναντίων ἰατρεῖαι εἰς τὸ μέσον ἀγωγαί τινές εἰσι τῶν τε καθʼ ἃ νοσοῦσι καὶ τῶν ἰατρείας καὶ θεραπείας χάριν προσφερομένων. δῆλον δὲ τοῦτο ἐπὶ τῶν τῆς ἰατρείας βοηθημάτων. αὕτη γὰρ τοὺς μὲν πληρουμένους κενοῖ, πληροῖ δὲ τοὺς κενούς, καὶ τοὺς μὲν ὑπερηραιωμένους πυκνοῖ, τοὺς δʼ αὖ πεπυκνωμένους ἀραιοῖ, τούτων εἰς τὸ μεταξὺ βουλομένη τὴν ἕξιν ἄγειν. ὡσαύτως τοίνυν καὶ αἱ κολάσεις τῶν ἁμαρτανόντων ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον συνωθοῦσαι τὸν περὶ τὰς ἡδονὰς σφαλλόμενον μηνύουσι τὸ περὶ τὰς ἡδονὰς καὶ λύπας τῶν ἀρετῶν κατεργαστικόν. ἢ ἃς μὴ δε ῖ . διώκουσι, φησί, τινες τὰς ἡδονὰς ὡς οὐ δεῖ καὶ ὅτε οὐ δεῖ καὶ ἃς οὐ δεῖ καὶ οἷς οὐ δεῖ καὶ ἐν ᾧ τόπῳ μὴ δεῖ καὶ οὐχ ὡς δεῖ. ὡς οὐ δεῖ μέν· οὐ γὰρ δεῖ φιλοσόφῳ τρυφᾶν ἢ ἁπλῶς πεπαιδευμένῳ. ὅτε δὲ οὐ δεῖ, οἷον γηραιῷ καὶ παρήλικι γαμεῖν. ἃς δὲ οὐ δεῖ· οὐ γὰρ ἀπηγορευμένῃ χρῆσθαι τροφῇ, οἱονεὶ παρὰ πολεμίων λαβόντας. οἷς δὲ οὐ δεῖ, οἷον βασιλεῖ παρανομεῖν· οὐ γὰρ ταὐτὸν βασιλεῖ καὶ ἰδιώτῃ· ὁ μὲν γὰρ λανθάνουσαν ἔχει τὴν πρᾶξιν καὶ οὐ πρὸς ζῆλον κινοῦσάν τινας, ὁ δὲ τῷ ὑπερέχειν κακὸν πρόκειται τοῖς ὑπὸ χεῖρα ὑπόδειγμα. 〈καὶ ἐν ᾧ τόπῳ μὴ δεῖ〉, οἷον ἐν ἱερῷ νομίμης ἀφροδισιάζειν. *[crux: νομίμης]*
καὶ οὐχ ὡς δεῖ, ὡς εἴ τις παρανόμως καὶ παρὰ φύσιν βιάζοιτο τὴν ὁμόζυγον κοίτην. οὐκ εὖ δὲ ὅτι ἁπλῶς λέγουσ ι , τουτέστι τοῦ οὐχ ὡς δεῖ καὶ ὡς οὐ δεῖ καὶ χωρὶς ὧν ἐπάγει αὐτός. τῶν γὰρ ἡμαρτημένων παθῶν ἐστιν ἀπάθειά τις ἡ ἀρετή, ἀλλʼ οὐχ ἡ ἁπλῶς. ἰστέον δὲ ὅτι καὶ πρὸ τῶν Στωικῶν ἦν ἡ δόξα αὕτη, ἡ τὰς ἀρετὰς ἐν ἀπαθείᾳ τιθεῖσα. καὶ τοῦτο δῆλον πεποίηκε δείξας ἐν μὲν ἀμετρίᾳ ἡδονῶν καὶ λυπῶν τὴν κακίαν οὖσαν, ἐν δὲ τῷ μεμετρημένῳ τε καὶ ὡρισμένῳ τὴν ἀρετήν, αὐτὸ τοῦτο ἐπενεγκὼν καὶ εἰπὼν Ὑπόκειται ἄρα ἡ ἀρετὴ εἶναι ἡ τοιαύτη περὶ ἡδονὰς καὶ λύπας τῶν βελτίστων πρακτικ ή , ἡ δὲ κακία τοὐναντίο ν , Προσθεὶς τῇ ἀρετῇ τὸ ἡ τοιαύτη ὑπὲρ τοῦ δηλῶσαι τὴν ἠθικήν. οὐ γὰρ δὴ καὶ ἡ διανοητικὴ περὶ ταῦτα θεωρεῖται, τριῶν ὄντων τῶν εἰς τὰς φυγά ς , δηλονότι τῶν χειρίστων. τούτοις γὰρ τὸ βέλτιστον ἀντίκειται. κανονίζομεν δὲ καὶ τὰς πράξει ς . οἱ γὰρ πολλοὶ μᾶλλον τῇ ἡδονῇ αἱροῦνται κανονίζειν τὰς πράξεις καὶ παραμετρεῖν. οὕτω γὰρ ὅρον τῶν ἑκουσίως πραττομένων τὴν ἡδονὴν ποιοῦντες τὰ μὲν ἡδέα πράττουσι, τὰ δὲ λυπηρὰ ἀποστρέφονται. ἧττον δὲ τούτων οἱ ἀγαθοὶ ὅ τι πράξαιεν τῷ αἱροῦντι λόγῳ πειθόμενοι ἑτοιμότερον καὶ προθυμότερον πράττουσι, κἂν ἀηδῆ ὦσι ταῦτα ἃ δεῖ πράττειν. Ἔτι δὲ χαλεπώτερον ἡδονῇ μάχεσθα ι . Ἡ ἐπιχείρησις φανερά. ὡς αἱ τέχναι περὶ τὰ χαλεπώτερα τῶν ἐν τῷ αὐτῷ ὑποκειμένων μᾶλλον ἐξετάζονται (ὅσα γὰρ δυσαρμοστότερα τῶν ξύλων, περὶ ταῦτα μᾶλλον ἡ τεκτονικὴ κρίνεται· τὸ γὰρ ἐν τούτοις εὖ βέλτιον καὶ τεχνικώτερον), καὶ ὅσα δυσιατότερα τῶν παθῶν ἡ ἰατρικὴ ἐπισκέψεται, οὕτω καὶ αἱ ἀρεταὶ περὶ τὰ χαλεπώτερα ἂν εἶεν, χαλεπώτερον δὲ καὶ δυσμαχώτερον πάθος ἡ ἡδονή· ὥστε περὶ ταύτην ἂν εὐλόγως τιθείημεν εἶναι τὴν ἀρετήν. οὗ γὰρ χαλεπώτερόν ἐστι κρατεῖν, ἐν τούτῳ μάλιστα ἀρετῆς χρεία, ἡδονῆς δὲ χαλεπώτερον κρατεῖν. ἄλλη αὕτη ἡ ἐπιχείρησις τῆς ἄνω· ἐκείνη μὲν γὰρ λέγει διὰ τὸ σύντροφον εἶναι τὴν ἡδονὴν ἡμῖν, διὰ τοῦτο δυσαπότριπτον αὐτὴν ὑπάρχειν τῷ ἔθει, αὕτη δὲ διὰ τὸ δύσμαχον εἶναι κατὰ τὴν ἰσχύν. τοῦ δὲ χαλεπὸν καὶ δύσμαχον εἶναι τὴν ἡδονὴν δεικτικῶς προσεχρήσατο τῷ ὑπὸ τοῦ Ἡρακλείτου εἰρημένῳ, ὃς λέγει χαλεπώτερον εἶναι ἡδονῇ μάχεσθαι ἢ θυμῷ, ἐπεὶ καὶ οὗτος δυσμαχώτερος τότε, ἂν ἅμα ἡ ἡδονὴ γίνοιτο, ὡς αὐτὸς οὗτός φησιν ὁ Ἡράκλειτος, “ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο ἀνδρῶν ἐν στήθεσι ἀέξεται ἠύτε καπνός”.
καὶ γὰρ τὸ εὖ βέλτιον ἐν τούτῳ, ἐν τῷ ἐν ἀρετῇ γίνεσθαι καὶ τέχνῃ ἢ ἀτέχνως καὶ χωρὶς ἀρετῆς· τελειότης γάρ ἐστιν ἔργων αὕτη, καὶ παντὸς οὗ ἐστιν ἡ ἀρετὴ τὸ εἶναι ἀκρότης. Τοῦτο δ ’ ἐστὶ τὸ κατὰ τὴν ἐν αὑτῷ γραμματική ν . Τουτέστιν ἀπὸ τῆς οἰκείας τε καὶ ἐν αὐτῷ ἕξεως. τὰ δὲ κατὰ τὰς ἀρετὰς γινόμεν α . οὐχ ὁμοίως ἔχειν φησὶν τὰ κατὰ τὰς τέχνας ταῖς ἀρεταῖς. ἐπὶ μὲν γὰρ τῶν κατὰ τέχνην γινομένων τὸ εὖ καὶ τεχνικῶς γεγονέναι τὰ ἔργα ἐν αὑτοῖς ἔχει, καὶ ἀπὸ τούτων, εἴτε κατὰ τέχνην γέγονεν εἴτε καὶ μή, ἡ κρίσις. 〈διὸ αὔταρκες τὸ ταῦτα ποιὰ εἶναι. ἐπὶ δὲ τῶν κατʼ ἀρετὴν γινομένων * ἀπὸ τῶν ἔργων ἡ κρίσις.〉 οὐδὲ γάρ, ἂν δίκαιον ᾖ τὸ γεγονός, ἤδη καὶ δικαίως αὐτὸ γεγονέναι ἀνάγκη, ἀλλὰ δεῖ πρὸς τὸ τὰ ἔργα εἶναι δίκαια καὶ τοῦ πράττοντος, πρῶτον μὲν εἰ εἰδότως ποιεῖ καὶ μὴ ἀπὸ τύχης, εἶτα οὕτω πως ἔχοντος πρὸς ταῦτα, τουτέστι προαιρουμένου καὶ μὴ διά τι ἔξωθεν προαιρουμένου ἀλλὰ διʼ αὐτά· πρὸς τούτοις αἱρουμένου αὐτὰ βεβαίως καὶ ἀμετακινήτω ς , ὅ ἐστιν ἀμετανοήτως, ὧν οὔτε ἡ προαίρεσις οὔτε τὸ βέβαιον καὶ ἀμετάβλητον πρὸς τὰς τέχνας συντελεῖ οὐδὲ διὰ τούτων πρὸς τὴν κρίσιν τοῦ κατὰ τέχνην τι γίνεσθαι, ἀλλʼ ἱκανὸν μὲν ἐπʼ αὐτῶν τὸ αὐτοὺς εἰδέναι μὴ ἀπὸ τύχης ἢ ἄλλου ὑποθεμένου. μικρὸν δὲ εἶπε τὸ εἰδέναι ἢ οὐδὲν συντελεῖν πρὸς ἀρετήν, ὅτι τὰ ἤθη τὴν πλείστην ἰσχὺν ἔχει ἐν τῇ κτήσει τῶν κατὰ τὰς ἀρετὰς ἕξεων καὶ πρὸς μὲν τὸ πράττειν τὰ κατʼ ἀρετὴν οὐδὲν ἐκ τοῦ καὶ τὴν αἰτίαν εἰδέναι καὶ τὴν ἀπόδειξιν αὐτῶν ἔχειν. οὐ μὴν παντάπασι τοῖς καλῶς εἰθισμένοις ἀσύμβολος ἡ γνῶσις αὐτῶν. λογικοῦ γὰρ τὸ τῶν πραττομένων ὑπʼ αὐτοῦ τὰς αἰτίας εἰδέναι καὶ ἀποδιδόναι δύνασθαι. Κοινότερον τέχνας τὰς ἕξεις ἐκάλεσεν, εἰπὼν πρὸς μὲν τὸ τὰς ἄλλας τέχνας ἔχειν οὐ συναριθμεῖτα ι . οὐ γὰρ δὴ καὶ τὰς ἀρετὰς ἡγεῖται τέχνας, ὃ ἡ τοῦ ἄλλας δίδωσιν ἐννοεῖν λέξις. τὸ γὰρ ἄλλος ἐπὶ τῶν ὁμογενῶν λέγεται. ἀλλὰ καὶ ὁ οὕτω πράττω ν . τὸ γὰρ εἰδέναι τοὺς μὴ ἐθιζομένους καλῶς μηδὲ τὰς κατʼ ἀρετὴν ἐνεργείας ἐνεργοῦντας οὐδʼ ἐγγὺς γίνεσθαι τοῦ ἀγαθοὺς γενέσθαι. σφόδρα δὲ τοῦτο προτρεπτικῶς εἰπών, ἑξῆς καθήψατο τῶν ἐν τοῖς λόγοις περὶ τούτων γυμναζομένων, ἀμελούντων δὲ τῶν ἔργων, ὡς ἐν τούτῳ τοῦ φιλοσοφεῖν κειμένου, τῷ εἰδέναι τίνα μέν ἐστι καλά, τίνα δὲ αἰσχρά, καὶ τίνα μὲν αἱρετά, τίνα δὲ φευκτά, καὶ ἐν τίνι τῇ δικαιοσύνῃ τὸ εἶναι, ἐν τίνι δὲ τῶν ἄλλων ἀρετῶν ἑκάστῃ.
130
οὐ γὰρ εἰ ταῖς ἐπιστήμαις ὑπάρξει τὸ ἕξεσιν αὐταῖς εἶναι ἀμετακινήτοις ὑπὸ λόγου, ἀλλὰ καὶ ταῖς ἀρεταῖς τοῦτο ὑπάρχει, ἤδη καὶ αἱ ἀρεταὶ ἐπιστῆμαι. οὐ γὰρ ὁ ὁρισμὸς ἐκεῖνος τῆς ἐπιστήμης ἴδιος, ἐπεὶ καὶ 〈αἱ〉 κακίαι τοῦτο ἔχουσι καὶ τὰ δυσαπότριπτα πάθη τῆς ψυχῆς, ὡς μανίαι καὶ τὰ τοιαῦτα, καὶ τοῦ σώματος, ὡς φθόαι. αἱ γὰρ ἕξεις ἀμετακίνητοι ὑπὸ λόγου οὖσαι οὐκ ἤδη ἐπιστῆμαι. ἴδιον γὰρ ἐπιστήμης τὸ ἕξιν εἶναι ἀποδείξεως γνωστικήν. τοιαύτη δὲ οὖσα καὶ βέβαιός ἐστι, καὶ οὐκέτι τῶν ἀρετῶν ἡ διʼ ἀποδείξεως γνῶσις αἰτία. ἐναργεστάτῳ δὲ ὑποδείγματι τῶν καμνόντων ἐχρήσατο τῇ προκειμένῃ ὑποθέσει. Μετὰ δὲ ταῦτα τί ἐστιν ἡ ἀρετὴ σκεπτέο ν . Ἐπεὶ ὁ ὁριζόμενος πρῶτον λαμβάνει τὸ γένος τοῦ ὁριζομένου, ζητεῖ τί γένος χρὴ τῶν ἀρετῶν τίθεσθαι. καὶ ἐπεὶ αἱ τῆς ψυχῆς ἀρεταὶ ἐν ψυχῇ, λαμβάνει τίνα ἐστὶ τὰ ἐν τῇ ψυχῇ γινόμενα. ἐν γάρ τινι τούτων εἶεν ἂν καὶ αἱ ἀρεταί. 〈τὰ δὴ ἐν ψυχῇ γινόμενα τρία φησὶν εἶναι, πάθη δυνάμεις ἕξεις· εἴη δʼ ἂν λέγων τὴν ψυχὴν ταύτην, ἐν ᾗ αἱ ἠθικαὶ ἀρεταί〉. αὕτη δέ ἐστιν ἄλογος, ἐπιπειθὴς δὲ λόγῳ, ὁποία ἐστὶν ἡ ὀρεκτική. ἐν γὰρ ταύτῃ ταῦτα, ὧν μνημονεύει. τὸ μὲν οὖν πάθος ἐστὶ κίνησις τῆς ὀρεκτικῆς δυνάμεως αἰσθητὴ ἐπὶ φαντασίᾳ ἀγαθοῦ ἢ κακοῦ. αὐτὸς δὲ ἐναργῶς ἐδήλωσεν, ὅτι ποτέ ἐστι τὸ πάθος τῇ τε παθῶν τινων παραθέσει καὶ τῷ ἐπενεγκεῖν τὸ ὅλως οἷς ἕπεται ἡδονὴ καὶ λύπ η . εἶπε γὰρ καὶ πρὸ ὀλίγου καὶ τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ἡδονὴν καὶ λύπην ἕπεσθαι. καὶ ταῖς ὀρέξεσιν δʼ ἕπεται ἡδονὴ καὶ λύπη, καθόσον μετὰ πάθους γίνονται. ἀρχαὶ γὰρ τῶν πράξεων τὰ πάθη. δυνάμεις δέ φησι, καθʼ ἃς παθητικοὶ τούτων λεγόμεθα, τουτέστι καθʼ ἃς ἐπιδεκτικοὶ τῶν παθῶν ἐσμεν (ἀπαθεῖς γὰρ ἂν ἦμεν, εἰ μὴ δύναμιν εἴχομεν τοῦ δέχεσθαι τὰ πάθη), ἕξεις δέ, καθʼ ἃς πρὸς τὰ πάθη ἔχομεν ἢ εὖ ἢ κακῶς· εὖ μέν, εἰ μέσως ἔχοιμεν πρὸς ταῦτα, ὅπερ ἐστὶν ἀρετῆς, κακῶς δέ, εἰ ὑπερβάλλοιμεν περὶ αὐτὰ ἢ ἐλλείποιμεν, ὃ καὶ κακίας ἴδιον εἶπε. τὰ μὲν οὖν ἐν ψυχῇ γινόμενα τοῖς προειρημένοις ἔστιν τρισὶν ἐπαγαγεῖν. εἰπὼν δὲ τὰ καθόλου καὶ κοινὰ μετὰ ταῦτα ἀπʼ αὐτῶν ἔλαβε ταῦτα ἅ ἐστιν αὐτῷ πρὸς τὰ προκείμενα χρήσιμα, ἀφʼ ἑκάστου χωρίσας. θεὶς δὲ ταῦτα τῶν ἐν τῇ ψυχῇ γινομένων, ἐν τίνι τούτων τὰς ἀρετὰς εἶναι δεῖ ζητεῖ καὶ διὰ πλειόνων ἀποδείξας ἐν μηδετέρῳ τῶν λοιπῶν ἢ ἐν τῇ ἕξει αὐτὰς εἶναι, 〈ἕξεις αὐτὰσ〉 ἀπεφήνατο τῷ γένει, καὶ ἕξεις βελτίστας διὰ τῶν ἑξῆς ἀποδίδωσι.
Ἀλλὰ διακεῖσθαί πω ς . Κατὰ γάρ τινας 〈αἱ〉 ἀρεταὶ ἀπάθειαί τινές εἰσι καὶ ἠρεμίαι. ἀγαθοὶ δὲ ἢ κακοὶ οὐ γινόμεθα φύσει, προαιρέσει δέ. οὐδὲν γὰρ 〈τῶν〉 φύσει ἄλλως ἐθίζεται, διὸ οὔτε φύσει οὔτε παρὰ φύσιν ἐγγίνονται, ἀλλʼ ἐξ ἔθους ἡμῖν περιγίνονται. δεῖ δὲ μὴ μόνον οὕτως εἰπεῖν ὅτι ἕξεις. ὁρίσας ὅτι ἕξις τὸ γένος τῆς ἀρετῆς, προστίθησι καὶ τὰς εἰδοποιοὺς διαφοράς. ἀλλὰ πρῶτον κοινότερον ἀρετῆς ἀποδίδωσι λόγον, ὅτι πᾶσα ἀρετ ή , οὗ ἂν ᾖ ἀρετ ή , εὖ τὸ οἰκεῖον ἔργον ἀποτελεῖ, εἶτα κατὰ τὸν λόγον τοῦτον καὶ τὴν ἰδιάζουσαν τοῦ ἀνθρώπου ἀρετὴν ἀποδίδωσιν, ὃ καὶ προηγούμενος αὐτῷ σκοπός. Ἐν παντὶ δὴ συνεχεῖ καὶ διαιρετ ῷ . Δείξας τὰς ἀρετὰς μεσότητας καὶ διὰ τῶν προειλημμένων, βούλεται καὶ διὰ τοῦ παρόντος τοῦτο κατασκευάσαι. φησὶ τοίνυν, ὅτι τὸ διαιρούμενον διττόν, συνεχὲς καὶ διωρισμένον. ἐν ἅπαντι τοίνυν τούτῳ ἔστι τι πλέον καὶ ἔλαττον. εἰ δὲ ταῦτά ἐστι, καὶ τὸ ἴσον. καὶ τοῦτο μὲν φανερόν. λαβὼν δὲ ταῦτα μετέλαβεν αὐτά, τὸ μὲν ἴσον εἰς τὸ μέσον, τὸ δὲ πλεῖον καὶ ἔλαττον εἰς ὑπερβολὴν καὶ ἔλλειψιν, προκατασκευάζων διὰ τῶν ὀνομάτων ὃ βούλεται δεῖξαι. τὸ δὲ κεφάλαιον τοῦ λεγομένου, ἔστιν ἐν παντὶ διαιρετῷ καὶ πλέον καὶ ἔλαττον καὶ ἴσον λαβεῖν. διαιρετὰ δὲ καὶ τὰ πάθη καὶ αἱ πράξεις· καὶ ἐν τούτοις ἄρα ἐφʼ οἷς λαβὼν τὸ τὰς ἐπιστήμας τοῦ μέσου τοῦ κατʼ αὐτὸν στοχάζεσθαι, καὶ φεύγειν τάς τε ὑπερβολὰς καὶ τὰς ἐνδείας. λαβὼν δὲ καὶ τὸ τὴν ἀρετὴν πάσης ἀκριβεστέραν ἐπιστήμης εἶναι, αἰνίττεται διὰ τούτων, ὅτι καὶ ἡ ἀρετὴ τοῦ μέσου τοῦ ἐν ταῖς πράξεσίν ἐστι στοχαστικὴ καὶ τοῦ ἐν τοῖς πάθεσι, διὸ καὶ μεσότης. πῶς δέ, εἰ ἐν διαιρετῷ καὶ συνεχεῖ ἐστιν, οὕτω ταῦτα ἔστι λαβεῖν; ἤδη καὶ ἐν πάθει καὶ ἐν πράξει, περὶ ἃ κεῖται ἡ ἠθικὴ ἀρετή. οὔτε γὰρ πάθη οὔτε πράξεις ποσά. ποιότητες μὲν γὰρ τὰ πάθη, αἱ δὲ πράξεις ὑπὸ τὸ ποιὸν ἂν εἶεν. ἔτι ἡ ἡδονὴ πρὸς τὸ μὴ εἶναι ποσὸν καὶ ἀχρόνως κατʼ αὐτῶν γίνεται, ὥσπερ τὸ ὁρᾶν. ἢ ἡ μὲν ἡδονὴ οὐκ ἐν χρόνῳ, ὅτι οὐ συμπληροῦται αὐτῆς τὸ εἶναι ἐν χρόνῳ, ἀλλʼ ἔστιν ὅλη καὶ τελεία ἐν ὁτῳοῦν μορίῳ τοῦ ληφθέντος χρόνου.
τῷ μέντοι εἶναι τελειότης καὶ τέλος ἐνεργείας τῆς κατὰ φύσιν ἀκολουθούσης εἴη ἂν ταύτῃ οὐκ ἄνευ χρόνου. ἔτι πρόδηλον, ὅτι πάσῃ πράξει παρακολουθεῖ χρόνος. οὐκ ἔλαττον δὲ περὶ πράξεις ἢ πάθη ἡ ἀρετή. καθὸ οὖν ἐν χρόνῳ, ὁ δὲ χρόνος ἐν συνεχεῖ καὶ διαιρετῷ, κατὰ τοῦτο καὶ αὐτὴ τὴν διαίρεσιν λήψεται. ἔτι εἰπὼν ὅτι κατὰ τὰ πάθη κινούμεθα, ἡ δὲ κίνησις διαιρετή (ἐν χρόνῳ γάρ), εἴη ἂν κατὰ τὴν κίνησιν τὴν ὑπʼ αὐτῶν καὶ αὐτὰ διαιρούμενα, κινούμεθα δὲ κατὰ τὰ πάθη καὶ σφόδρα καὶ ἠρέμα. ἀλλὰ μὴν καὶ αἱ πράξεις κινήσεις τινὲς ἢ διὰ κινήσεως. ἐπεὶ οὖν αἱ ἠθικαὶ ἀρεταὶ πράξεις καὶ πάθη, ταῦτα δὲ μετὰ κινήσεως καὶ ἐν χρόνῳ, οὗτος δὲ ποσὸν καὶ διαιρετόν· ὡσαύτως δὲ καὶ ἡ κίνησις ἐν αὐτῷ. ἐν δὲ τούτῳ ἔστι λαβεῖν τὸ πλέον καὶ ἧττον καὶ ἴσον. εἴη ἂν οὖν καὶ ἐν ταῖς πράξεσιν καὶ τοῖς πάθεσιν ἡ προειρημένη διαίρεσις. Μίλωνι μὲν γὰρ ὀλίγο ν . Μίλωνα τοῦτόν φησι τὸν Κροτωνιάτην ἀθλητήν, ὃς τοσοῦτον ἀλκῇ τῶν ἁπάντων διέφερεν, ὥστε ταῦρον μὲν τοῖς ὤμοις βαστάσας τὸ στάδιον διῆλθεν, οἰκίας δὲ καθʼ ἣν τοῖς ἑταίροις συνερχόμενος ὡμίλει Πυθαγόρειος ὤν, μέρος τι πεπονηκυίας καὶ μόνον οὐ καταπεσεῖσθαι τοῖς ἔνδον ἐπαπειλούσης αὐτὸς ὑποβὰς τὸ σαθρὸν καὶ ὑπερείσας διέσωσεν πάντας ὑπεξαγαγών. φασὶ δέ τινες αὐτὸν καὶ κορμῷ μεγάλῳ κατά τινα ὕλην βαδίζοντα καὶ μικρὸν τῆς ὁδοῦ παρατραπέντα περιτυχεῖν, τὸν δὲ εἶναι ὑπό τινων πειρωμένων σχίσαι κατεσφηνωμένον τὸν δὴ Μίλωνα τούτῳ περιτυχόντα, βιάζεσθαι χερσὶ καὶ ποσὶ πρὸς τὴν διάστασιν καὶ πλέον μὲν οὐδὲν ἀνῦσαι, πλὴν ὅτι τῶν σφηνῶν ἐκπεπτωκότων εἶτα τῶν μερῶν συμπεσόντων ἀλλήλοις (ἤδη γὰρ ἐκεκμήκει τῇ βίᾳ αὐτοῦ), τοῦτον ὡς ἑτοίμῃ παγίδι περιχεθέντα θηρίων δεῖπνον ὑπάρξαι. Εἰ δὴ πᾶσα ἐπιστήμ η . Ἐπιχείρησις ἀπὸ τοῦ ἥττονος. οἷον εἰ γὰρ ἡ τέχνη ἥττων οὖσα κατὰ τοῦτο μὲν τὸ ἑαυτῆς ἔργον εὖ ἐπιτελεῖ, πολλῷ μᾶλλον ἡ ἀρετή. λέγω δὲ τὴν ἠθική ν . τοῦτο πάνυ ἀκριβῶς προσέθετο διὰ τὰς θεωρητικάς, αἳ οὐ τῷ μέσῳ χαρακτηρίζονται, τῷ ὑπερβάλλοντι δέ, ὡς ἐπὶ τῆς κατὰ 〈τὰ〉 μαθήματα ἐντρεχείας καὶ ὀξύτητος. ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστ ι .
οἱ Πυθαγόρειοι ἐν τῇ τῶν κακῶν μὲν συστοιχίᾳ τὰ πολλὰ καὶ τὸ ἄπειρον ἔταττον, ἐν δὲ τῇ τῶν ἀγαθῶν τὸ ἓν καὶ τὸ πεπερασμένον. εἰπὼν δὲ τὸ γὰρ κακὸν τοῦ ἀπείρου ὡς οἱ Πυθαγόρειοι εἴκαζο ν , προσέθηκε τὸ δ ’ ἀγαθὸν τοῦ πεπερασμένο υ , ὡς καὶ τούτου ὑπʼ ἐκείνων λεγομένου. εἶτα οὕτως ἀνταποδέδωκε πρὸς τὸ προειρημένον, ἔτι τὸ μὲν ἁμαρτάνειν πολλαχῶς ἔστ ι , τὸ δὲ κατορθοῦν μοναχῶ ς , καὶ ἔστι τὸ μὲν ῥᾴδιον, τὸ δὲ χαλεπόν. ἔστιν ἄρα ἡ ἀρετὴ ἕξις προαιρετικ ή . ἕξις μὲν ἡ ἀρετή· τοῦτο γὰρ ἐδείχθη τῶν ἐν τῇ ψυχῇ ἓν οὖσα· προαιρετικὴ δὲ διὰ τὰς ἐπιστήμας, αἳ καὶ αὐταὶ ἕξεις οὖσαι, οὐδὲν τὴν προαίρεσιν αἰτιῶνται. τὸ δὲ ἐν μεσότητι προσκείμενον ἅμα μὲν δεικτικόν ἐστι τοῦ κατὰ τί μεσότης, ἅμα δὲ καὶ χωρίζει αὐτὴν ἀπό τινων μὲν εἰρημένων παθῶν, ἃ ἔστι μὲν ἐν μεσότητι, οὐ μὴν δύο κακιῶν. ἡ γὰρ αἰδὼς καὶ ὅσα τοιαῦτα πάθη, ὡς καὶ αὐτὸς δείξει, ἐπαινετὰ μὲν καὶ ἐν μεσότητι, οὔτε δὲ ἀρεταὶ οὔτε μέσαι κακιῶν. τὸ δὲ τῇ πρὸς ἡμᾶς μεσότητι προσκείμενον τῆς κατὰ τὸ πρᾶγμα μεσότητος ἀφίστησι. προστεθὲν δὲ ἐπὶ πᾶσι τὸ ὡρισμένον λόγῳ τῶν τε κακιῶν ὑπερόριον ταύτην ἀπέφηνεν, ἐπεὶ κἀκεῖναι μὲν τῆς προαιρέσεως ἤρτυνται, οὐ μέντοι καὶ τῷ ὀρθῷ ὡρισμέναι λόγῳ μετὰ τοῦ ἐν μεσότητι εἶναι. καὶ τὸ τέλειον τῷ ὁρισμῷ περιεποιήσατο. Διὸ κατὰ μὲν τὴν οὐσίαν καὶ τὸν λόγο ν . Ἡ οὐσία τῆς ἀρετῆς ἐν μεσότητί ἐστι τῆς ἐν τῷ εὖ ἀκρότητος, 〈ἡ δὲ μεσότης αὕτη αἰτία καὶ τῆς ἐν τῷ εὖ ἀκρότητοσ〉· ἐπιγίνεται γὰρ τὸ εὖ ταύτῃ· καὶ εἴη ἂν ὥσπερ συμπέρασμα τῆς ἀρίστης αἰτίας τιθέμενον ὁ τοιοῦτος λόγος, οἷον ἡ τῆς ἀρετῆς ἕξις, ἐν ἀκρότητι τῇ κατὰ τὸ εὖ. ὁ δὲ πρῶτος ῥηθεὶς ἔχει καὶ τὴν αἰτίαν περιειλημμένην τῷ λόγῳ καὶ διʼ ἣν αἰτίαν περιγίνεται αὐτῇ ἡ ἐν τῷ εὖ ἀκρότης, ὃς εἴη ἂν ἕξις προαιρετικὴ τῆς περὶ τὰ πάθη καὶ τὰς πράξεις μεσότητος, τῆς ὡρισμένης τῷ ὀρθῷ λόγῳ, τῆς κατὰ τὸ εὖ ἀκρότητος. οἱ δὲ ἀποροῦντες πρὸς τὸ τὰς ἀρετὰς μεσότητας εἶναι 〈καὶ〉 λέγοντες, εἰ μήτε ἡ ὑπερβολὴ μήθʼ ἡ ἔλλειψις ἐν τοῖς πάθεσι καὶ ταῖς πράξεσιν ὥρισται (τῶν δὲ μὴ ὡρισμένων οὐχ οἷόν τε λαβεῖν τὸ μέσον οὐδὲ ὁρίσαι), οὐκ ἂν εἴη ἡ ἀρετὴ μεσότης ὑπερβολῆς καὶ ἐλλείψεως 〈τῆς ἐν πάθεσι καὶ πράξεσιν, οὔτε γὰρ ἐπὶ τῆς θρασύτητος ὥρισται μέχρι πόσου εἶναι ἡ θρασύτης, ὁμοίως οὐδὲ μέχρι πόσου ἡ δειλία, οὔτε ἐπὶ τῶν ἄλλων ὑπερβολῶν τε καὶ ἐλλείψεων〉, οὗτοι δὴ οὐκ εὖ ἀντιλέγοιεν· οὐδὲ γὰρ τὸ κατὰ τὸ πρᾶγμα μέσον ἐστί, περὶ ὃ ἡ ἀρετή, ὃ τὸ ἴσον τῶν περάτων ἀπέχειν οὐκ ἂν εἴη, εἰ μὴ τὰ πέρατα εἴη ὡρισμένα, ἀλλʼ ἔστι περὶ τὸ πρὸς ἡμᾶς μέσον καὶ πρὸς ἡμᾶς σύμμετρον καὶ μήτε ὑπερβάλλον μήτε ἐνδέον, ὥστε εἰ τὸ πρὸς ἡμᾶς ὑπερβάλλον καὶ ἐνδέον μὴ ἔστιν ἀνεύρετον, οὐδʼ ἂν τὸ μέσον αὐτῶν ἄληπτον ἂν εἴη.
ἔτι ἡ ἀρετὴ μεσότης λέγεται δύο κακιῶν, οὐ τῶν κατὰ τὰς κακίας περάτων. οὐκ ἂν οὖν χώραν ἕξει λέγειν εἰ μὴ γνώριμός ἐστιν ὁ ἐν ὑπερβολῇ κακὸς καὶ ὁ ἐν ἐλλείψει. καὶ μὴ ὄντος ὡρισμένου τοῦ μέχρι πόσου, οὐδὲ τὸ μέσον τούτων εἴη ληφθῆναι δυνατόν. οὐ γὰρ εἶναι ἡ θρασύτης, ὁμοίως οὐδὲ μέχρι πόσου ἡ δειλία. οὔτε ἐπὶ τῶν περάτων τὸ μέσον ἡ ἀρετὴ ζητεῖ, ἀλλὰ τῶν ἐκτροπῶν 〈τῶν〉 ἐπὶ τὰ πέρατα, τὸ δὲ μέσον τῶν ἐν αὐτῇ οὐ κατὰ μῖξιν λέγεται τῶν ἄκρων ὡς τὸ φαιόν. οὐ γὰρ πάντα τὰ μέσα τινῶν ἐν μίξει τῶν ὧν ἐστι μέσα τὸ εἶναι ἔχει. ἐπί τε γὰρ τῶν τεχνῶν τὸ μέσον τε καὶ εὖ οὐ μίξει τῶν ἄκρων ἀλλʼ ἀφαιρέσει τε καὶ προσθέσει. οὕτω δὲ ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἔτι τὸ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν οὐκ ἐκ μίξεως ἀγαθοῦ τε καὶ τοῦ κακοῦ· ἀλλʼ οὐδὲ ὁ προκόπτων ἐκ μίξεως τοῦ σπουδαίου τε καὶ φαύλου, οὗτος μέσος τινῶν ἐκ μίξεως ἐκείνων· ἀλλʼ οὐδὲ ὁ ἓξ ἀριθμὸς μῖξις ἐστὶ τῶν δέκα καὶ δύο καὶ διὰ τοῦτο μέσος ἐστὶν αὐτῶν· ἀλλʼ οὐδὲ ἐν τοῖς συνεχέσι τὸ μέσον μίξει τῶν ἄκρων· ἀλλʼ οὐδὲ τοῦ κύκλου τὸ κέντρον ἐκ μίξεως τῆς περιφερείας ἐστὶν αὐτῆς μέσον. ἔνια γὰρ μέσα οὐ μίξει τινῶν ἐστι μέσα, ἀλλʼ ἐκ ποσότητος αὐτῶν λέγεται. ἄλλον γὰρ τρόπον ἐπὶ τούτων τὸ μέσον. Ὥσπερ δὲ σωφροσύνης καὶ ἀνδρία ς . Ἀνδρίας καὶ σωφροσύνης πρῶτον μνημονεύει ὅτι ἀναγκαιότατα καὶ φυσικὰ πάθη, περὶ ἃ αἱ ἀρεταὶ αὗται, καὶ μάλιστα δεόμεναι βοηθείας, ἐπεὶ καὶ ἐπὶ πλεῖστον αὐτοῖς χρώμεθα. οἱ μὲν καθόλου κοινότεροί εἰσι ν . ἐν μὲν ταῖς ἐπιστήμαις οὐκ ἐκ τῶν καθʼ ἕκαστον ἡ πίστις· αἱ γὰρ ἀποδείξεις διὰ τοῦ καθόλου καὶ διʼ αὐτῶν τὰ ὑπὸ τὸ καθόλου δείκνυται καὶ πίστιν λαμβάνει. τὸ γὰρ σκαληνὸν δυσὶν ὀρθαῖς ἔχει τὰς τρεῖς γωνίας ἴσας, ὅτι καὶ πᾶν τρίγωνον. διὸ οὐ κενὸν ἐν ἐκείνοις τὸ καθόλου καθʼ αὑτὸ καὶ χωρὶς τῶν καθʼ ἕκαστα λαμβάνειν. ἐπὶ δὲ τῶν πρακτῶν τὸ πιστὸν τῶν περὶ αὐτῶν λόγων ἐκ τῶν καθʼ ἕκαστα· περὶ γὰρ ταῦτα καὶ ἐν τούτοις αἱ πράξεις. ὅτι γὰρ ὁ ἐλλέβορος καθαίρει οὐ πιστόν, ἂν μὴ τοῖς καθʼ ἕκαστα ἐφαρμόζοι. οὐδὲ γὰρ τὸ θερμὸν χαλᾷ ἢ τὸ ψυχρὸν πυκνοῖ.
135
ἐκ γὰρ τῶν καθʼ ἕκαστα καθαιρομένων ὑπὸ τοῦ ἐλλεβόρου ἡ πίστις τοῦ πάντα ἐλλέβορον καθαίρειν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν πρακτῶν καὶ αἱρετῶν τὰ λεγόμενα ταῖς αἱρέσεσιν ἐφαρμόζειν δεῖ. ἂν δὲ λέγῃ μέν τις ἀδιάφορον τὴν ὑγείαν, μηκέτι δὲ καὶ ἐν τῇ περὶ αὐτὴν κρίσει τε καὶ σπουδῇ τὸ ἀδιάφορον φυλάττῃ, κενὸς ὁ λόγος ὁ καθόλου. καὶ ὁ λέγων δὲ ταῦτα ἀδιάφορα μὲν εἶναι, ἀλλὰ τῷ σοφῷ, μηδένα δὲ συγχωρῶν τῶν κατʼ αὐτὸν εἶναι σοφόν, ὁμολογεῖ τὸ μὴ δύνασθαι τὰ λεγόμενα ὑπʼ αὐτοῦ τοῖς πρακτοῖς καὶ ταῖς αἱρέσεσιν ἐφαρμόζειν. Ληπτέον οὖν ταῦτα ἐκ τῆς διαγραφῆ ς . Διάγραμμά τι βούλεται ὑποτετάχθαι ἔχον τὰ πάθη τὰ τῶν ἀρετῶν ὑποκείμενα καὶ τὴν ἀρετὴν καθʼ ἕκαστον αὐτῶν τὴν οἰκείαν καὶ τὰς κακίας, τήν τε ὑπερβολὴν καὶ τὴν ἔνδειαν· ᾧ διαγράμματι ἐφαρμόσει τὰ ἑξῆς τιθέμενα, διʼ ὧν δείκνυσιν ὅτι μεσότητες αἱ ἀρεταί, καὶ τὸν ἀποδιδόμενον τῆς ἀρετῆς λόγον ὅτι ἐφαρμόζει ἑκάστῃ τῶν ἀρετῶν φανερὸν ποιήσει. διὸ αὐτὸ μόνον παρατίθεται εἰς πίστιν τούτων καὶ δείξας πῶς αἱ ἀρεταὶ ἐν μεσότητι, αἱ δὲ κακίαι ἐν ὑπερβολῇ καὶ ἐλλείψει. ὅσα γὰρ ἐπεξεργασίας δεῖται ἐπαναλαβὼν τὸν περὶ αὐτῶν λόγον ἐν τοῖς ἑπομένοις ἐρεῖ. περὶ μὲν οὖν φόβους καὶ θάρρ η . περὶ φόβους καὶ θάρρη ἀρετὴν μὲν τίθεται τὴν ἀνδρίαν, τοῦ μέσου τοῦ ἐν τοῖς πάθεσι τούτοις οὖσαν προαιρετικήν τε καὶ πρακτικήν, κακίας δὲ τὸν μὲν ἀπὸ τῆς ἀφοβίας ὑπερβάλλοντα ἀνώνυμόν τινα λέγει (πολλὰ γὰρ εἶναι τῶν τοιούτων ἀνώνυμα), εἴη δʼ ἄν, φησίν, ἄφοβός τις ὁ τοιοῦτος ἀλλʼ οὐχ ὡς δεῖ (λέγεται γὰρ καὶ ὁ ἀνδρεῖος ἄφοβος, ὅτι οὐ φοβεῖται ἃ μὴ δεῖ), τὸν δὲ ἐν τῷ θαρρεῖν ὑπερβάλλοντα θρασύν. συνεμπίπτειν δὲ ἔοικε τῷ αὐτῷ ἡ καθʼ ἑκάτερον ὑπερβολὴ ὡς ἐπὶ τὸ πλεῖστον παρακολουθεῖν. διὸ θρασεῖς ἐν τῇ συνηθείᾳ οἱ καθʼ ἑκάτερα τὰ προειρημένα ὑπερβάλλοντες πάθη. πρόσεστι δὲ τῇ θρασύτητι πρὸς τῷ ἀφόβως τὸ καὶ ἀλόγως ἰτητικὸν πρὸς τὰ δεινά. ὁ δὲ ἐν μὲν τῷ φοβεῖσθαι ὑπερβάλλων, ὃς εἴη ἂν 〈ἐν〉 ἐναντίῳ πάθει τῷ κατὰ τὴν ἀφοβίαν ὑπερβάλλοντι, ἐλλείπων δὲ τῷ θαρρεῖν, δειλός. ἐπὶ μὲν τοῦ δειλοῦ ἀντιστρέφει· καὶ γὰρ ὁ ὑπερβάλλων ἐν τῷ φοβεῖσθαι πάντως ἐλλείπει κατὰ τὸ θαρρεῖν, καὶ ὁ ἐλλείπων περὶ τὸ θαρρεῖν ὑπερβάλλει ἐν τῷ φοβεῖσθαι. διὸ καὶ μία ἡ ἐξ αὐτῶν κακία. ἐπὶ δὲ τοῦ θρασέος οὐχ οὕτω· καὶ γὰρ ὁ μὲν ὑπερβάλλων ἐν τῷ θαρρεῖν ἄφοβος, οὐκέτι δὲ καὶ ὁ ἄφοβος θρασύς. τούτῳ γὰρ καὶ ὁ ἀνδρεῖος χαρακτηρίζεται. τίς οὖν ἡ διαφορά; ὅτι τῷ μὲν ἄλογον τὸ θαρρεῖν, τῷ δὲ μετὰ λόγου. Καὶ περὶ τὰς λύπας μεσότης μὲν σωφροσύν η .
136 (1n)
Τὴν σωφροσύνην περὶ ἡδονὰς καὶ λύπας μεσότητα λέγει, οὐ μὴν πάσας τὰς ἡδονάς. ἧττον δὲ περὶ λύπας ἢ ἡδονάς. μᾶλλον γὰρ ἡ ἡδονὴ εἰδοποιεῖ τήν τε σωφροσύνην καὶ τὰς ἐναντίας αὐτῇ κακίας τῆς λύπης. εἰπὼν δὲ νῦν ὅτι μὴ περὶ πάσας τὰς ἡδονάς ἐστιν ἡ σωφροσύνη μεσότης, ὅτε προηγουμένως περὶ σωφροσύνης λέγει, τότε ἐρεῖ ὅτι περὶ τὰς σωματικὰς ἡδονάς ἐστι καὶ τούτων τὰς περὶ ἁφὴν μάλιστα. ἀλλὰ καὶ διότι ἧττον περὶ λύπας ἐστὶν ἢ περὶ ἡδονάς· καθʼ ὅσον γὰρ οὐ λυπεῖται ἐπὶ τῇ τῶν ἡδονῶν ἀπουσίᾳ, κατὰ τοσοῦτον καὶ περὶ λύπας εἶναι λέγεται. τὴν ὑπερβολὴν δὲ τὴν περὶ τὰς ἡδονὰς ταύτας ἀκολασίαν λέγει. οὐ πάνυ δὲ περὶ τὰς ἡδονὰς ἐλλείποντας γίνεσθαί φησι. διὸ οὐδὲ ὀνόματος ἡ κακία αὕτη τετύχηκεν οὐδὲ ὁ ἔχων αὐτήν· αὐτὸς δὲ ἀναίσθητον αὐτὸν λέγει· οὐκ ἂν δὲ εἴη κύριον ὄνομα τοῦ ἐναντίου κακοῦ τῷ ἀκολάστῳ. δεῖ γὰρ αὐτὸν ὡς κατὰ τὴν ἡδονὴν ἐλλείπει οὕτως ὑπερβάλλειν κατὰ τὸ λυπεῖσθαι· τοῦτο δὲ οὐκ ἀναισθήτου. Ἔστι δὲ καὶ περὶ ὀργὴν ὑπερβολὴ καὶ ἔλλειψις καὶ μεσότη ς . Μετὰ τὴν μεγαλοψυχίαν περὶ πραότητος διαλέγεται, ὡς καὶ αὐτῆς περὶ τιμὴν οὔσης. κολάζει γὰρ τὸν θυμὸν ἡ πραότης· κολάζει δὲ διʼ ἀτιμίας· εἰ δὲ τοῦτο, εὐλόγως μετὰ τὴν μεγαλοψυχίαν ἐτέθη, ἀλλʼ οὐχὶ μετὰ τὴν ἀνδρίαν. καὶ [ἡ] περὶ τὸν θυμὸν καὶ αὕτη ὥσπερ ἡ ἀνδρία, ἢ οὐ περὶ τὸν θυμὸν ἀδεκάστως εἰπεῖν ἡ ἀνδρία, ἐπεὶ οὕτως ἂν ὁ ὀργίλος ἀνδρεῖος ἢ θρασὺς ἦν· ἀλλʼ οὐχ οὕτως ἔχει. μάλιστα γὰρ οἱ δειλοὶ ὀργίλοι τῷ μικρόψυχοι εἶναι. ἄλλως τε 〈καὶ〉 εἰ θυμῷ ὁ ἀνδρεῖος ἀνδρεῖος, ὁ δὲ θυμὸς ὄρεξις ἀντιλυπήσεως, οὐκέτι καθʼ αὑτὴν ἡ ἀνδρία οὐδὲ διʼ ἑαυτὴν ἀρετὴ ἀλλὰ διά τι ἄλλο. τὸ μέσον πρᾷον λέγοντες · οὐχ ὡς αὐτοῦ τὸ τῆς πραότητος ὄνομα καινοτομήσαντος τοῦτο εἶπεν. εὕρηται γὰρ καὶ παρὰ Πλάτωνι καὶ ἄλλοις παλαιοτέροις, ἀλλʼ ἐφʼ ἑτέρων κείμενον σημαινομένων αὐτὸς ἐπὶ τῆς νῦν ἤνεγκε διαθέσεως. κεῖται γὰρ ἡ πραότης ἐπὶ τοῦ ἡσύχου καὶ ἀεὶ τῷ ἡσύχῳ 〈ὁ〉 πρᾷος παράκειται. ὡσαύτως καὶ ὁ ὀργίλος ἐπὶ τοῦ φυσικοῦ κειμένου τοῦ ὀνόματος, αὐτὸς ἐπὶ τῆς ὑπερβολῆς τοῦτο τάξας δοκεῖ καινοτομεῖν. τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τῆς ἐλλείψεως τοῦ ἀοργήτου φαμέν. μόνη δὲ ἡ ἀοργησία κεκαινοτόμηται Ἀριστοτέλει. Εἰσὶ δὲ καὶ ἄλλαι τρεῖς μεσότητε ς .
137 (1n)
Τρεῖς μεσότητές εἰσιν, οἷον ἀλήθεια φιλία εὐτραπελία, ἀρεταὶ οὖσαι περὶ οἰκεῖά τινα. ἀλλʼ ἐπὶ μὲν τῶν ἔργων ἡ ἀνισότης φανερά. ὁ γὰρ οὔτε ἐπὶ τὸ μεῖζον οὔτε ἐπὶ τὸ ἔλαττον ἐξαίρων τὰ αὑτοῦ ἢ συστέλλων μέσος. πῶς δʼ ἂν ἔτι ἐπὶ τοῦ τὰ αὐτὰ λόγῳ ἀληθοῦς ὁ τὸ μέσον αἱρούμενος ἐπαινετὸς εἴη. δῆλον γὰρ ὅτι πανταχοῦ καὶ ἀεὶ τὸ ἀληθεύειν αἱρετὸν ἀλλʼ οὐ μέσως. ἢ ἔστιν ὅπου δεῖ καὶ τῷ ψεύδει χρῆσθαι ὡς ἐν φαρμάκου εἴδει, καθὰ καὶ Πλάτων φησίν; ἀλλὰ καὶ τὸ κηρύττειν περὶ ἐνίων καὶ ὅτε οὐ δεῖ καὶ πρὸς οὓς οὐ δεῖ, εἰ καὶ ἀληθῆ εἴη, ἄτοπον. ὁ δὴ κατὰ ταῦτα πλεονάζων εἴη ἂν κακός τε καὶ ἀλαζών, καὶ εἴη ἂν καὶ τοῦτο τῆς ἀλαζονείας, οὐ μόνον τὸ ψεύδεσθαι ἐπὶ τὸ μεῖζον ἢ οὐδὲ λέγειν περὶ τὸ ἀληθείας μέσον καὶ μέσως ἀληθῆ, ἀλλὰ καὶ τὸν περὶ τὸ ἀληθὲς τὴν ἀρετὴν καὶ τὴν μέσην ἕξιν ἔχοντα, ὃς εἴη ἂν ὁ ἀληθὴς καὶ μὴ διαστρέφων αὐτὸ τῇ ὑπερβολῇ ἢ τῇ ἐνδείᾳ, ὁ δὲ τὸ μέσον καὶ κατὰ καιρόν τε καὶ πρὸς οὓς δεῖ καὶ περὶ ὧν δεῖ τἀληθῆ λέγων εἴη ἂν ὁ ἀληθής. ἢ ἀληθὴς μὲν καὶ ὁ ἐν μεσότητι τὰ προσόντα αὐτῷ προσεῖναι λέγων, 〈ὑπερβάλλων δὲ καὶ οὐκέτι ἀληθεύων ἀλλὰ ψευδόμενος καὶ τὰ μὴ προσόντα προσεῖναι λέγων〉 ἀλαζὼν ὤν· ἐν προσποιήσει γὰρ ἀληθείας οὗτος, οὐκ ἐν ἀληθείᾳ· εἴρων δὲ ὁ ἐπὶ τὸ ἔλαττον ψευδόμενος. ὡς εἶναι τούτους μὲν προσποιουμένους τὸ ἀληθές, τὸν δὲ ἀληθεύοντα. εἰσὶ δὲ καὶ ἐν τοῖς πάθεσι ν . ἐζήτηται πῶς εἰπὼν κατὰ τὰ πάθη μήτε ἐπαινεῖσθαι μήτε ψέγεσθαι νῦν λέγει τινὰ εἶναι πάθη ψεκτὰ καὶ ἐπαινετά. ἢ οὐ λέγει ἁπλῶς ἂν πάθη τὴν αἰδῶ καὶ τὴν νέμεσιν, ἀλλʼ οὐδὲ τὰς ὑπερβολὰς καὶ τὰς ἐνδείας αὐτῶν, ἀλλὰ διαθέσεις τινὰς πρὸς πάθη μόνα, τὸ εὖ καὶ τὸ μὴ ἐχούσας, οὐκέτι δὲ καὶ πρὸς πράξεις; ἡ δὲ ἀρετή ἐστιν ἕξις προαιρετικὴ περὶ πάθη καὶ πράξεις. ἔτι τὰ οὕτω λεγόμενα πάθη τὰ μὲν μεμέτρηται, τὰ δέ ἐστιν ἄμετρα· 〈κατὰ δὲ τὰ〉 ἁπλᾶ πάθη οὔτε ἔπαινος οὔτε ψόγος. Νέμεσις δὲ μεσότης φθόνο υ . Ζητήσει ἄν τις εὐλόγως, πῶς μεσότης ἡ νέμεσις φθόνου καὶ ἐπιχαιρεκακίας καὶ ὑπερβολῆς καὶ ἐλλείψεως, περὶ λύπας καὶ ἡδονὰς τὰς ἐπὶ τοῖς πέλας συμβαίνουσι γινομένας. δοκεῖ γὰρ τοῦ αὐτοῦ ἤθους εἶναι τό τε λυπεῖσθαι ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις καὶ τὸ χαίρειν ἐπὶ ταῖς τῶν ἀγαθῶν δυσπραγίαις, ὃ καὶ αὐτὸς δείκνυσιν ἐν ταῖς ῥητορικαῖς τέχναις. *[crux: τὰ αὐτὰ λόγῳ ἀληθοῦς ὁ τὸ μέσον αἱρούμενος ἐπαινετὸς εἴη. δῆλον γὰρ ὅτι πανταχοῦ καὶ ἀεὶ τὸ ἀληθεύειν αἱρετὸν ἀλλʼ οὐ μέσως. ἢ ἔστιν ὅπου δεῖ καὶ τῷ ψεύδει χρῆσθαι ὡς ἐν φαρμάκου εἴδει, καθὰ καὶ Πλάτων φησίν; ἀλλὰ καὶ τὸ κηρύττειν περὶ ἐνίων καὶ ὅτε οὐ δεῖ καὶ πρὸς οὓς οὐ δεῖ, εἰ καὶ ἀληθῆ εἴη, ἄτοπον. ὁ δὴ κατὰ ταῦτα πλεονάζων εἴη ἂν κακός τε καὶ ἀλαζών, καὶ εἴη ἂν καὶ τοῦτο τῆς ἀλαζονείας, οὐ μόνον τὸ ψεύδεσθαι ἐπὶ τὸ μεῖζον ἢ οὐδὲ λέγειν περὶ τὸ ἀληθείας μέσον καὶ μέσως ἀληθῆ, ἀλλὰ καὶ]*
ὁ γὰρ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις οὗτος καὶ ἥδοιτʼ ἂν τῶν ἀπαθῶν δυστυχούντων. εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν αἱ ἕξεις ὅ τε φθόνος καὶ ἡ ἐπιχαιρεκακία διεστῶτα ὡς ὑπερβολὴ καὶ ἔλλειψις· τοῦ αὐτοῦ γὰρ ἄμφω. εἰ δὲ μὴ αὗται διεστᾶσιν, οὐδʼ ἂν ἡ νέμεσις αὐτῶν εἴη μεσότης. εἰ μὲν οὖν ἔλεγον τὴν νέμεσιν μεσότητα μὴ τούτων εἶναι ἀλλὰ φθόνου, ὅς ἐστι λύπη ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις, καὶ οὐκ ἐπιχαιρεκακίας ἀλλὰ τοῦ ἐπὶ πᾶσι λυπουμένου, τοῦ ἐπιλύπου τε καὶ λυπηροῦ κληθέντος, ἀλλʼ οὕτω τὸ ὑπερβάλλειν κατὰ τὸ λυπεῖσθαι (ἡ γὰρ νέμεσις μεταξὺ ἂν τούτων ἐτάχθη, λύπη οὖσα 〈ἐπὶ〉 ταῖς τῶν κακῶν εὐπραγίαις) ἀλλὰ φθόνου καὶ ἐπιχαιρεκακίας, ὡς εἴρηται. ἢ δύναται καὶ ὁ ἐπιχαιρέκακος ἐναντίος εἶναι τῷ νεμεσητικῷ, ὥσπερ καὶ ὁ φθονερὸς ἐπὶ πᾶσι τοῖς κακοῖς χαίρων καὶ ὑπερβάλλων κατὰ τὸ χαίρειν. καὶ γὰρ καὶ αὐτὸς οὕτω νῦν δοκεῖ τοῦ τε φθόνου καὶ τῆς ἐπιχαιρεκακίας μνημονεῦσαι. τὸν μὲν γὰρ φθονερὸν ἐπὶ πᾶσι λέγει λυπεῖσθαι τοῖς εὖ πάσχουσι, τὸν δʼ ἐπιχαιρέκακον ἐπὶ πᾶσι χαίρειν τοῖς κακῶς πάσχουσι. δοκεῖ δὲ μὴ τοῦ αὐτοῦ εἶναι τό τε ἐπίλυπον καὶ τὸ ἀμέτρως πάλιν ἡδόμενον. Περὶ δὲ δικαιοσύνη ς . Ἐπεὶ ἡ δικαιοσύνη κατὰ τὴν τῶν κοινῶν νομήν ἐστιν ἕξις καὶ τὰ σύμβολα, νεμητικὴ μὲν τοῦ κατʼ ἀξίαν ἴσου, ἐπανορθωτικὴ δὲ τῆς ἐν τοῖς συμβόλοις διὰ πλεονεξίαν ἀνισότητος, καὶ διὰ τοῦτο πλείονος ἐδεῖτο λόγου, εἰς τὸ ἑξῆς ἀναβάλλεται τὸ περὶ αὐτῆς ἐρεῖν, καὶ πῶς ἐστιν ἡ δικαιοσύνη μεσότης. πᾶσαι πάσαις ἀντίκεινταί πω ς . καλῶς τὸ πῶ ς , οὐ γὰρ ἁπλῶς. εἰ γὰρ τοῦτο, ἀνῄρητο ἂν τὸ ἓν τῷ ἑνὶ ἐναντίον εἶναι. πῶς οὖν ἀντίκεινται πᾶσαι πάσαις ἀλλʼ οὐχ ἁπλῶς. καθόσον μὲν γὰρ τὰ ἐναντία πλεῖστον ἀλλήλων διεστήκασι, τοῖς δὲ πλεῖστα διεστηκόσιν ἔσχατον ἐντυγχάνομεν (ἀπὸ γὰρ τοῦ ἑτέρου ἄκρου τῶν τε πράξεων καὶ τῶν παθῶν μεταβαίνοντες πρώτῳ ἐντυγχάνομεν τῷ ἐν αὐτοῖς μέσῳ, τελευταίῳ καὶ τῷ ἑτέρῳ ἄκρῳ), κατὰ τοῦτο ἡ ὑπερβολὴ τῇ ἐλλείψει ἐναντίον. ὡς γὰρ τὸ ἴσον μεταξύ, οὕτω καὶ τὸ μέσον. ἀντίκειται δὲ πρὸς τὰ ἄκρα οὐ τῷ πλεῖστον ἀφεστηκέναι (ἐγγὺς γὰρ τούτων, ὡς καὶ αὐτὸς ἐρεῖ, καὶ ὁμοιότερον) ἀλλʼ ὡς σύμμετρον ἀσυμμέτροις εἶναι 〈καὶ ὡς ὡρισμένον ἀορίστοις. αἱρεῖται γὰρ ἀεὶ τὸ μέσον τὸ〉 ὡρισμένον τε καὶ σύμμετρον τὸ πρὸς ἡμᾶς, ἀλλʼ οὐχὶ τὸ πρὸς τὸ πρᾶγμα· τὰ δὲ ἄκρα τὸ ἀσύμμετρον αἱρεῖται καὶ ἄμετρον· καθὸ καὶ ψεκτὰ καὶ πλεῖστον διεστῶτα τοῦ μεμετρημένου τε καὶ συμμέτρου.
ἀλλʼ οὐ τῷ ἄκρῳ εἶναι· 〈αὐτὰ γὰρ ἀλλήλοις ἀντίκεινται τῷ ἄκρα εἶναι〉· τῷ μέσῳ γὰρ αἱ ἀσυμμετρίαι ἀντίκεινται. εὐκολώτερον γὰρ ἐκ τῆς ὑπερβολῆς ἐπὶ τὴν ἔλλειψιν ἐλθεῖν καὶ ἀπὸ ταύτης ἐπʼ ἐκείνην ἢ ἐπὶ τὸ οὕτω μέσον. κοινωνία γὰρ ἐκείνοις κατὰ τὸ ἀσύμμετρον πρὸς ἄλληλα· πρὸς δὲ τὸ μέσον κατʼ αὐτὸ τοῦτο διάστασίς τε καὶ μάχη, ὡς καὶ ἀπὸ τῶν καθʼ ἕκαστα δῆλον. ὁ γὰρ δειλὸς εὐκολώτερον ἄν τι θρασὺ πράξαι ἢ ἀνδρεῖον, ὥστε κατὰ μὲν τὸ σύμμετρον καὶ ἄμετρον τοῖς ἄκροις πρὸς τὸ μέσον ἡ μάχη κἀκείνου πρὸς ταῦτα, κατὰ δὲ τὴν ὑπερβολήν τε καὶ ἔλλειψιν πρὸς ἄλληλα. καὶ διὰ τοῦτο πῶς ἀλλʼ οὐχ ἁπλῶς τούτοις τὸ ἀντικεῖσθαι. Διὸ δεῖ τὸν στοχαζόμενον τοῦ μέσο υ . Σημειωτέον ὅτι δοκεῖ αὐτῷ καὶ διʼ αὑτοῦ τις ἐθίζεσθαι. ἡ μὲν γὰρ ἐκ παίδων ἀγωγὴ ἐν ἄλλοις. ἔστι δὲ καὶ ἐν ἡλικίᾳ γινομένους αὑτοὺς ἐθίζειν γνωρίσαντας, ὅτι μὴ δύνανται αὐτοῖς αἱ κατὰ τὰς ἀρετὰς ἕξεις χωρὶς τῶν τοιούτων ἐθῶν περιγίνεσθαι. ὥστε καὶ τὰ ἔθη ἑκούσιά τε καὶ ἐφʼ ἡμῖν. καὶ εἴη ἂν τοῦτο ἡ ἄσκησις αὐτεξούσιόν τι ἔθος ὂν καὶ ἐξ αὐτοῦ γινόμενον. εἰ δὲ τοῦτο, οὐκ ἀποκέκλεισται ὁ ἐκ παίδων ἐθισθεὶς καλῶς τοῦ αὐτεξουσίως καὶ κατὰ τὸ ἑκούσιον τὴν ἀρετὴν ἀναλαμβάνειν ἀλλὰ μὴ ἀνάγκῃ. τὸ τοῦ μὲν καπνοῦ καὶ κύματο ς . τὰ ἔπη ταῦτα ἡ Κίρκη δοκεῖ λέγειν παρὰ τῷ ποιητῇ, οὐχ ἡ Καλυψώ. καπνῷ δὲ καὶ κύματι ἀπείκασε τὸ τοιοῦτον ἄκρον, τὸ φευκτὸν αὐτοῦ δεικνὺς ὁ φιλόσοφος. ἁμαρτωλότερον δέ φησι τὸ μᾶλλον ἐναντίον τῷ μέσῳ καὶ ἀνομοιότερον καὶ ἀρνούμενον τὴν πρὸς τὸ μέσον συγγένειαν, ἧττον δὲ τούτου, ᾧ δηλονότι πρῶτον προσάγειν δεῖ ἡμᾶς αὐτοὺς διὰ τῶν ἐθῶν ἀπάγοντας τοῦ μᾶλλον ἐναντίου τῷ μέσῳ. Ὅπερ οὖν οἱ δημογέροντες ἔπαθο ν . Διὰ τοῦ σοφοῦ τούτου ὑποδείγματος ἔδειξεν Ἀριστοτέλης, ὡς χρὴ τὴν ἡδονὴν οὐχ ὡς αἰσχρὰν εἰδότας τὴν αὐτῆς φύσιν ἀποπέμπεσθαι ἡμᾶς (ποία γὰρ χάρις τοῦ τῶν αἰσχρῶν ἀποστροφὴν ἔχειν, αὐτόθεν τοῦ πράγματος στυγητοῦ ὄντος;), ἀλλὰ καὶ τὸ ἡδὺ ταύτης εἰδότας καὶ τὸ καλὸν ὥσπερ τὸ κάλλος Ἑλένης οἱ δημογέροντες, ὅμως τῶν ἀποβαινόντων ἕνεκα φαύλων παραιτεῖσθαι καὶ παρεκκλίνειν τὸ ἧδον καὶ καταγοητεῦον ἡμᾶς, ὡς ἂν μὴ διὰ μικρὰν ἀπόλαυσιν καὶ πρόσκαιρον ῥᾳστώνην λάθωμεν τὰ αἴσχιστα ἑαυτοῖς περιποιησάμενοι.
140
οὐ γὰρ διορίσαι ῥᾴδιο ν . ἐν τοῖς τοιούτοις οὐ δεῖ τὴν ἀκρίβειαν 〈ζητεῖν〉 ὡς εὑρήσοντας τῷ λόγῳ οὐδὲ τοῖς τοὺς τοιούτους ἐρωτῶσι λόγους συγκαθιέναι δεῖ, ἀλλὰ προλέγειν τοιαύτην οὖσαν τὴν ἐφʼ ὧν ἐρωτῶσι φύσιν, ὡς μὴ δέχεσθαι τὸ ὡρισμένον καὶ ἀκριβές, ὃ ἀπαιτοῦσιν οἱ οὕτως ἐρωτῶντες. οὐ γὰρ ἔστιν ὁρίσαι τῷ λόγῳ περὶ τί τῶν προστιθεμένων ὁ σωρός, ὥσπερ οὐδὲ ἐπὶ τῶν πρακτῶν. ὡς γὰρ ἐπὶ τούτοις ὁ μικρὸν ἐκβαίνων οὐ ψέγεται οὐδὲ ἐπὶ πλέον, οὕτω καὶ ἐπʼ ἐκείνων ἡ τοῦ βραχέος προσθήκη οὐ ποιεῖ σωρόν. γίνεται μὲν γάρ ποτε σωρὸς ἐκ τῆς τῶν πλειόνων προσθήκης, οὐ μὴν οἷόν τε ὁρίσαι τῷ λόγῳ τὸ πότερον τοῦτό ἐστιν. οὐ γὰρ ὁ λόγος τῶν αἰσθητῶν ἀλλʼ αἴσθησις κριτής. τὰ δὲ τοιαῦτα ἐν τοῖς κα θ ’ ἕκαστ α . τὰς πράξεις, φησίν, ἐν αἷς τὸ μέσον ζητεῖται. τῶν γὰρ καθʼ ἕκαστα αὗται. καὶ ἐν τοῖς αἰσθητοῖς, ὧν ἡ αἴσθησις κριτὴς ἀλλʼ οὐ λόγος. οὐδʼ ἔστιν ἐπʼ αὐτῶν ὁρίσαι τῷ λόγῳ τὸ μέσον. αἴσθησιν δὲ λέγοι ἂν κοινότερον καὶ τὴν ἀντίληψιν καὶ πεῖραν τῶν τε πρακτῶν καὶ τῶν παθῶν. ἀποκλίνειν δὲ δε ῖ , ἤτοι ἐπὶ τοῦ αὐτοῦ πάθους καὶ τῆς αὐτῆς πράξεως. ἀξιῶν μετακινεῖν αὐτοὺς πρὸς τὸ μὴ δυσαπαλλάκτως ἔχειν ἀπό τινος αὐτῶν, ἢ καὶ ἐπʼ ἄλλου καὶ ἄλλου, ὡς ἐφʼ ὧν μὲν ἡ ἔλλειψις ἐναντίον μᾶλλον, ἐπὶ τὴν ὑπερβολὴν ἀποκλίνειν, ἐφʼ ὧν δʼ ἡ ὑπερβολή, ἐπὶ τὴν ἔλλειψιν, ὡς προείρηκεν. ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ Γ ΤΩΝ ΑΥΤΩΝ ΗΘΙΚΩΝ.
141 (1t)
Ἀναγκαῖος ἦν ὁ περὶ ἑκουσίου καὶ ἀκουσίου λόγος τῇ παρούσῃ πραγματείᾳ, πολιτικῆς καὶ πρακτικῆς οὔσῃ φιλοσοφίας, διὰ τὰς τιμὰς καὶ κολάσεις, περὶ ἃς τὸ ἑκούσιον 〈καὶ ἀκούσιον〉 ὁρᾶται, εἰς τὴν κατόρθωσιν. ἀναγκαῖον ἴσως διορίσαι · τὸ ἴσως οὐ πρὸς τὸ ἀναγκαῖον (ἀναγκαῖον γὰρ αὐτὸ διαλαβεῖν), ἀλλὰ τὸ ἴσως πρὸς τὸ πρῶτον διορίσαι (τοῦτο γὰρ λείπει), καὶ περὶ τῶν ἄλλων τῶν μελλόντων περὶ ἀρετῆς λέγεσθαι. οὐ γὰρ ὡς ἀναγκαῖος ὁ περὶ αὐτοῦ λόγος, οὕτω καὶ ἐν τῇδε τῇ τάξει. ἢ τὸ ἴσως ἀντὶ τοῦ ὁμοίως, ὥς 〈τινες ἀξιοῦσιν. καὶ γὰρ〉 καὶ ὁ ποιητὴς ἐπὶ τῶν Αἰάντων τῷ “ἶσον θυμὸν ἔχοντες” 〈ἀντὶ τοῦ ὅμοιον ἐχρήσατο〉. δοκεῖ δὲ ἀκούσια εἶνα ι . ὡς μὴ ἁπλῶς λεγομένου τοῦ ἀκουσίου, διαίρεσιν αὐτοῦ ποιεῖται εἰς τὸ βίᾳ καὶ τὸ διʼ ἄγνοιαν, εἶτα περὶ ἑκατέρου αὐτῶν ἐρεῖ καὶ ἀμφοτέροις ἀντιθήσει τὸ ἑκούσιον ὡς μοναχῶς λεγόμενον. ἰστέον γὰρ ὅτι ὥσπερ ἐπὶ τοῦ φιλεῖν καὶ μισεῖν τὸ μὲν πολλαχῶς λέγεται, τὸ φιλεῖν καὶ ψυχικῶς καὶ σωματικῶς, τὸ δὲ μισεῖν ἁπλῶς καὶ μοναχῶς, οὕτως καὶ ἐπὶ τῶν προκειμένων. τότε γὰρ ἀναγκαῖόν ἐστιν, εἰ θάτερον τῶν ἐναντίων πολλαχῶς λέγεται, καὶ θάτερον πολλαχῶς λέγεσθαι, ὡς ἐν τοῖς Τόποις κεῖται, εἰ μὴ πρὸς ἕκαστον τῶν ὑποκειμένων θατέρῳ τῶν ἐναντίων ἔχοι θάτερον τῶν ἐναντίων ἀντιτάξαι ἐναντίον. ἀναιρεῖται ἄρα ἡ τοῦ ἑκουσίου φύσις ἄμφω τὰ μέρη τοῦ ἀκουσίου. βίαιον δέ · βίαιόν ἐστιν, οὗ ἡ ἀρχὴ ἔξωθεν τοιαύτη οὖσ α , ἐν ᾗ μηδὲν συμβάλλεται ὁ πράττων ἢ ὁ πάσχω ν . τὸ δὲ τέλος τῆς πράξεω ς . τοῦτο καλῶς. ἃ γὰρ ἑκουσίως πράττομεν, ταῦτα αἱρούμεθα καὶ ὡς αἱρετὰ βουλόμεθα, εἶτα ἡ κρίσις, ἢ διὰ τὸ ἑκουσίως ἢ ἀκουσίως· τέλος γὰρ καὶ ταῦτα, ἀλλὰ τέλος ὡς παρεπόμενον καὶ οὐχ ὡς σκοπὸς καὶ οὗ ἕνεκα.
Ὅταν αἰσχρόν τ ι . Ὡς Ζώπυρος 〈ὁ Πέρσης τὴν ῥῖνα καὶ τὰ ὦτα αὑτοῦ ἀποτεμὼν νίκης χάριν τῶν οἰκείων〉, καὶ Ὀδυσσεὺς πληγῇσιν ἑαυτὸν ἀεικελίῃσιν δαμάσας οἰκῆι ἐοικώς, ὡς γελᾶσθαι τοῖς μνηστῇσι. ψέγεται δὲ Δόλων φόβῳ τοὺς οἰκείους προδούς. τὰ γὰρ αἴσχισ θ ’ ὑπομεῖνα ι . ὥσπερ εἰσί τινες πράξεις καλαί, μὴ καλῶς γινόμεναι (οὐ γὰρ πᾶς ὁ δίκαιόν τι ποιήσας καὶ δικαίως πεποίηκεν), οὕτως εἰσί τινες καὶ αἰσχραὶ [τινες] πράξεις οὐκ αἰσχρῶς γινόμεναι. τὸ γὰρ ψεῦδος αἰσχρόν, ἀλλʼ ἐὰν ἐπʼ ὠφελεία, οὐκ αἰσχρῶς, καὶ τὸ μιγῆναι ἀλλοτρίᾳ γυναικί, ἀλλὰ εἰ ἐπὶ τυράννου καθαιρέσει, οὐκ αἰσχρῶς· ἐν γὰρ τῇ προαιρέσει τὸ αἰσχρῶς. ὁ γὰρ τῶν τοιούτων τι ὑπομένων διά τι καλὸν οὐ ψεκτός, καὶ ὁ μηδενὸς χάριν ὑπομένων καλοῦ τι τούτων ψεκτός· αἰσχρὰ γὰρ καὶ αἰσχρῶς. ἐ π ’ ἐνίοις δ ’ ἔπαινος μὲν οὐ γίνετα ι . τοῦ μὴ πάντα τὰ οὕτως γινόμενα ἑκουσίως γίνεσθαι. τοῦτο πάλιν δεικτικὸν ἡμῖν καθὸ καὶ συγγινώσκονται οἱ ἄκοντες ποιοῦντες· προσεῖπε γάρ, ἐν δὲ τοῖς ἀκουσίοις συγγνώμης, ἐνίοτε δὲ καὶ ἐλέους τυγχάνειν. καὶ οὐ θαυμαστὸν ἐν ταῖς μικταῖς πράξεσι ποτὲ μὲν ἐπικρατεῖν τὸ ἑκούσιον, ὡς ἐφʼ ὧν ἔπαινοι καὶ ψόγοι, ποτὲ δὲ τὸ ἀκούσιον, ἐφʼ οἷς συγγνώμη. ὅταν διὰ τὰ τοιαῦτα πράξῃ τις ἃ φύσιν ἀνθρωπίνην ὑπερτείνει διὰ μέγεθος βασάνων καὶ κολάσεων, συγγνώμη τῷ τοιούτῳ. καὶ γὰρ τὸν Εὐριπίδου Ἀλκμαίωνα, τὸν Ἀμφιαράου παῖδα, ᾧ ὁ πατὴρ ἀνελεῖν τὴν μητέρα ἐπέσκηψεν, εἰ δὲ μή, ἔσται τὸν πατέρα λυπῶν, ὃς οὐ διʼ ἀξίαν αἰτίαν ἱστορεῖται τοῦτο ποιῶν. ἄλλως. παρατίθεται τὸν 〈παρʼ〉 Εὐριπίδῃ Ἀλκμαίωνα ὡς διʼ εὐτελῆ τινα ὑπομείναντα μητροκτονῆσαι. λέγει γὰρ παρʼ αὐτῷ ὁ Ἀλκμαίων “μάλιστα μέν μʼ ἐπῆρεν ἐπισκήψας πατήρ, ὅθʼ ἅρμα εἰσέβαινεν εἰς Θήβας ἰών.” διὰ γὰρ τούτων ἐντολὰς τοῦ πατρὸς διηγεῖται, ὡς ἐντειλαμένου ἀποκτεῖναι τὴν μητέρα, καὶ καταρασαμένου αὐτῷ, εἰ μὴ ἀποκτείνῃ, ἀκαρπίαν γῆς καὶ ἀτεκνίαν, καὶ διαβολάς τινας τῆς μητρὸς λέγει, ὧν οὐδὲν ἦν ἄξιον τηλικοῦτον κακὸν ἀναγκάσαι τινὰ ποιῆσαι, παθόντα τὰ δεινότατα. ὁμοίως Ἀναξάρχῳ πτισσομένῳ καὶ ὑπομένοντι τὰ ἀτιμότατα καὶ μὴ ὑπομείναντι αἰσχρόν τι, καὶ Ζήνωνι τῷ τὴν γλῶσσαν ἀποφαγόντι καὶ ἀποπτύσαντι καὶ τὰ ἀπόρρητα μὴ ἐξειπόντι.
ποῖον ἀντὶ ποίου αἱρετέο ν , ὡς καὶ Ἀχιλλεῖ πότερον παραμενετέον ἐν τῇ πατρίδι σωζόμενον ἢ πολεμοῦντα τοῖς Τρωσὶ θανεῖν καὶ “κλέος ἄφθιτον ἕξειν”. Ὡς γὰρ ἐπὶ τὸ πολύ ἐστ ι . Τοῦτο δόξειεν ἂν οὐ πρὸς τὸ “ἔτι δὲ χαλεπώτερον τὸ ἐμμεῖναι τοῖς γνωσθεῖσι” εἰρηκέναι, ἀλλὰ πρὸς τὸ “ἔστι δὲ χαλεπὸν ἐνίοτε τὸ κρῖναι ποῖον ἀντὶ τοῦ ποίου αἱρετέον καὶ τί ἀντὶ τοῦ τίνος ὑπομενετέον.” διὰ τοῦτο γὰρ χαλεπόν, ὅτι ἔστιν ἃ μὲν ἀναγκάζονται αἰσχρά, ἃ δέ, εἰ μὴ πεισθεῖεν, προσδοκῶσι λυπηρά. χαλεπὴ δὲ ἡ τούτων διάκρισις. διὰ δὲ τὸ ταῦτα τοιαῦτα εἶναι, περὶ ὧν κρίνουσιν, ἐπαινοῦνται ἢ ψέγονται. ἐπαινοῦνται μὲν οἱ τὰ λυπηρὰ πρὸ τοῦ παθεῖν τὰ αἰσχρὰ ἑλόμενοι, ψέγονται δὲ οἱ φόβῳ τῶν λυπηρῶν ὑπομένοντες τὰ αἰσχρά. ἃ δὲ κα θ ’ αὑτὰ μὲν ἑκούσιά ἐστ ι , τυχὸν ὡς ἡ τῶν χρημάτων ἐν χειμῶνι ἀποβολή, ὡς πρότερον ἐπεσημήνατο. καὶ ἀντὶ τῶνδε αἱρετ ά , ἀντὶ τῶν προτεινομένων εἰδῶν. αἱ γὰρ πράξεις · καλῶς τοῦτο· οὐ γὰρ τὰ κοινῶς πράττεται, ἀλλʼ ἢ ἄρα θεωρεῖται, τὰ δὲ καθʼ ἕκαστα πράττεται. ἐπεὶ οὖν ὑπὲρ πάντα ὡς πράξεις δηλονότι καὶ αἱ κρίσεις τῶν πράξεων, εἴτε ἑκούσιοι εἴτε καὶ μή, ἐκ τούτων οὐ ῥᾴδιον ἀποδοῦναι διὰ τὸ ποικίλον καὶ πολύχουν τῶν πρακτῶν καὶ μή. ἀναγκάζει γὰρ ἔξω ὄντ α . εἰ γὰρ καὶ τοῦτο, ὅμως ἐπεὶ ἐν ἡμῖν ἐστιν ἡ ἀρχὴ τοῦ αἱρεῖσθαι αὐτὰ ἢ μή, οὐ πάντα ἔσται ἀκούσια τὰ διὰ τούτων, ταῦτα καὶ χάριν τούτων. τούτων γὰρ χάρι ν , τουτέστι τῶν ἡδέων καὶ τῶν λυπηρῶν, τὰ μὲν φεύγοντες, τὰ δὲ διώκοντες. τὸ δὲ πάντες δηλονότι χωρὶς τῶν ἀγαθῶν λέγει. καὶ τῶν μὲν καλῶς ἑαυτού ς . τοῦτο τείνοι ἂν πρὸς Πλάτωνα λέγοντα ἀγαθοὺς μὲν ἑκουσίως γίνεσθαι, κακοὺς δʼ ἀκουσίως. εἰ γὰρ ἡμεῖς αὐτοὶ αἴτιοι τοῦ ἀγαθοῖς εἶναι καὶ ἡ ἀρετὴ ἑκούσιον, εἴη ἂν ἑκούσιον καὶ ἡ κακία. τῶν γὰρ ἐκτὸς ὄντων ὁμοίων, τῶν τε καλῶν καὶ τῶν ἡδέων μὲν *** αἰσχρῶν δὲ λέγειν, τὰ μὲν καλὰ ἑκόντας ἡμᾶς πράττειν, τὰ δὲ αἰσχρὰ ἄκοντας, οὐχ ὁμολογούμενον.
ἔτι εἰ μὴ ἐξ ἀνάγκης ἀγαθοὶ οἱ ἀγαθοὶ ἀλλʼ ἑκόντες, δῆλον ὡς ἐνῆν αὐτοῖς καὶ μὴ ταῦτα αἱρεῖσθαι. οὕτω δʼ ἐπʼ αὐτοῖς γίνεται καὶ τὸ κακοῖς εἶναι. Τὸ δὲ δ ι ’ ἄγνοιαν οὐχ ἑκούσιον μὲν ἅπαν ἐστί ν . Τοῦτο, φησίν, ἐπεὶ ἔστι τι καὶ ἀκούσιον διʼ ἄγνοιαν, ἀντιστρέφοι ἄν· εἴ τι γὰρ ἀκούσιον διʼ ἄγνοιαν, εἴ τι διʼ ἄγνοιαν, ἀκούσιον. ἑκὼν μὲν οὐ πεπρᾶχθαι, ὡς δήλου ὄντος, ὅτι τῶν ἑκουσίως πραττόντων εἰδότων ταῦτα ἃ πράττουσιν ἐστίν. ἐστὶν οὐχ ἑκώ ν . ὅσα γὰρ διʼ ἄγνοιαν γίνεται, μὴ μέντοι δυσχεραίνεται πραχθέντα ὑπὸ τῶν πραξάντων, ἑκουσίως μὲν οὐ γίνεσθαί φησι (πῶς γὰρ οἷόν τε τὰ ἀγνοούμενα;), οὐ μὴν ἤδη καὶ ἀκουσίως, ἀλλʼ ἐπὶ τούτων ἀπόφασις ἁρμόζει μόνη τοῦ ἑκουσίου. ἀλλʼ ἀγνοῶ ν . τό τε διὰ τὴν ὀργὴν ἢ μέθην, ἃ ἦν ἐπʼ αὐτῷ μὴ ποιῆσαι. ἀγνοεῖ μὲν οὖν πᾶς ὁ μοχθηρὸς ἃ δεῖ πράττει ν . διʼ ἑαυτὸν γὰρ μὴ παιδευόμενος ἃ ἦν ἐπʼ αὐτῷ μαθεῖν, οὐ μὴν διʼ ἄγνοιαν οὐδʼ ἀκουσίως· ἐπʼ αὐτῷ γὰρ τῆς ἀγνοίας τούτων τὸ αἴτιον. τὸ δ ’ ἀκούσιον βούλεται λέγεσθα ι . καλῶς· οὐ γὰρ ἡ τῶν συμφερόντων αὐτῷ ἄγνοια ἀκούσιος οὐδʼ ἡ τῶν προαιρετῶν, καὶ τούτων ἃ διὰ τὴν προαίρεσιν τὴν τοιαύτην ἀγνοεῖται. τῆς γὰρ μοχθηρίας ἡ τοιαύτη ἄγνοια, ἡ διὰ τὴν προαίρεσιν γινομένη αἰτία, ἀλλʼ οὐ τοῦ ἀκουσίου. τοὺς γὰρ κατὰ προαίρεσιν τὰ κακὰ πράττοντας κακοὺς λέγομεν. οὐ γὰρ ἡ ἐν τῇ προαιρέσει ἄγνοι α . ὅτι ἔστι τις πρακτῶν ἀγαθῶν ἄγνοια, ἣ διὰ μοχθηρίαν προαιρέσεως γίνεται. οὐ γὰρ παρὰ τὴν ἀκούσιον ἄγνοιαν τῶν συμφερόντων τὸ ἀκούσιον, ἀλλὰ τῇ μοχθηρίᾳ χαρακτηρίζεται. αἴτιον γὰρ τῆς μοχθηρίας ἦν καὶ προαίρεσις, ἣ ἑκούσιος ἄγνοια ἀλλὰ τοῦ ἀκουσίου νομίζεται. οὐ δ ’ ἡ καθόλο υ , ἡ τῶν καθόλου ἄγνοια τοῦ τίνα μὲν καλά, τίνα δʼ αἰσχρά ἐστι, καὶ τίνα μὲν ἀγαθά, τίνα δὲ κακά, καὶ τίνα μὲν αἱρετά, τίνα δὲ φευκτά. οὐ γὰρ διὰ ταύτην ἀλλὰ διὰ μοχθηρίαν ἁμαρτάνομεν. ἀλ λ ’ ἡ κα θ ’ ἕκαστ α , ἡ τῶν καθʼ ἕκαστα ἄγνοια αἰτία τοῦ ἀκουσίου. καὶ ὅτι οὕτως, δῆλον ἐκ τοῦ λέγειν ἐν τούτοις γὰρ καὶ 〈ἔλεος καὶ〉 συγγνώμ η , 〈δηλονότι διὰ τὸ ἀκούσιον〉. Τῇ γὰρ τῶν καθόλου ἀγνοίᾳ μοχθηροὶ γινόμεθα, ἀγνοοῦντες τίνα τὰ καλὰ καὶ αἰσχρὰ καθόλου ἐστί, καὶ ἀγαθὰ καὶ κακά, καὶ φευκτὰ καὶ αἱρετά, ὧν ἡ ἄγνοια ἐφʼ ἡμῖν. διὸ καὶ ψόγος ἐν τούτοις παρέπεται τῷ ἐφʼ ἡμῖν εἶναι τὸ μὴ ταῦτα ἀγνοεῖν.
145
διὸ τὰ κατὰ τὴν ἑκούσιον ἄγνοιαν γινόμενα οὐκ ἔστιν ἀκούσια. οὗ σημεῖον τὸ ἐπὶ τοῖς κατὰ τὴν τοιαύτην ἄγνοιαν πραττομένοις ψόγον ἀλλʼ οὐκ ἔλεον ἕπεσθαι. οὐ χεῖρον οὖν ἴσως διορίσαι αὐτά, τίνα τέ ἐστι καὶ πόσα τίς τε δὴ καὶ τί καὶ περὶ τί καὶ ἐν τίνι πράττε ι , ὁ πράττων δηλονότι· τῶν γὰρ καθʼ ἕκαστα καὶ οὗτος καὶ συντελούντων πρὸς τὴν πρᾶξιν τὴν γινομένην. τὸ δὲ τί καὶ ἐν τίνι ἄμφω τοῦ αὐτοῦ δηλωτικά, τοῦ περὶ τί ὑποκείμενον καὶ ἐν τίνι ὑποκειμένῳ ἡ πρᾶξις, οἷον περὶ υἱόν, περὶ πατέρα, περὶ οἰκεῖον, ἀλλότριον, πολέμιον, νέον, πρεσβύτην. καὶ τίν ι , οἷον ὀργάνῳ · εἰ ὁ μὲν ἐσφαιρῶσθαι ᾤετο τὸ πεμπόμενον, τὸ δὲ ἦν λελογχωμένον, ἢ ὡς κίσσηρίν τις ἔβαλε, τὸ δὲ ἦν λίθος. τὸ δὲ τίνος ἕνεκεν, οἷον εἰ ἄλλου ἕνεκα ποιήσειέ τις, ἄλλο δὲ ἀποβαίη. δοίη γὰρ ἄν τις φάρμακον ὡς ἐπὶ σωτηρίᾳ, τὸ δὲ ἀπέκτεινε τὸν λαβόντα· ἢ τέμοι τις ἂν ὡς θεραπεύων, ὁ δὲ ἀποθάνοι. καὶ πῶ ς , οἷον εἰ δεῖξαι βουλόμενος, ὡς οἱ ἀκροχειριζόμενοι πατάξειεν, ἢ εἰ αὐτὸς ἠρέμα ᾤετο τύπτειν, σφοδροτέρα δὲ ἐγένετο ἡ πληγή. παραθέμενος δὲ διὰ τῶν καθʼ ἕκαστα ἐν οἷς ἡ πρᾶξις καὶ περὶ ἃ γινομένη τίς ἄγνοια ἀκούσιον τὸ γεγονὸς ποιεῖ, ἐπιφέρει ὅτι ταῦτα δὲ πάντα οὐδεὶς ἂν ἀγνοήσαι μὴ μαινόμενο ς . τίς γὰρ ἂν σωφρονῶν αὑτὸν ὅπερ ἐστὶ πράττων ἀγνοήσειε; Δῆλον δὲ ὡς οὐδὲ τὸν πράττοντ α . Ὃ ἦν πρῶτον εἰπεῖν τὸν πράττοντα. ὁ δὲ δεύτερον εἰπὼν πρῶτον αὖθις ἐν τῇ τῶν καθʼ ἕκαστα ἐκθέσει ποιεῖ διαρθρῶν τὸ συγκεχυμένον. λέγοντές φασιν ἐκπεσεῖν αὐτούς · ὃ οὐκ ἐβούλετο εἰπεῖν, οἷον λέγοντός μου ἐξέπεσέν μοι τοιοῦτον ῥῆμα. ὥσπερ Αἰσχύλος τὰ μυστικ ά . δοκεῖ γὰρ Αἰσχύλος λέγειν μυστικά τινα ἔν τε ταῖς Τοξότισι καὶ Ἱερείαις καὶ ἐν Σισύφῳ πετροκυλιστῇ καὶ Ἰφιγενείᾳ καὶ Οἰδίποδι. ἐν γὰρ τούτοις πᾶσι περὶ Δημήτρας λέγων τῶν μυστικωτέρων περιεργότερον ἅπτεσθαι ἔοικε. λέγει δὲ περὶ Αἰσχύλου καὶ Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ πρώτῳ Περὶ Ὁμήρου, ὡς κινδυνεύοντος ἐπὶ σκηνῆς ἀναιρεθῆναι ἐπὶ τῷ τῶν μυστικῶν περιφέρειν τινὰ δοκεῖν, εἰ μὴ προαισθόμενος κατέφυγεν ἐπὶ τὸν τοῦ Διονύσου βωμόν, καὶ Ἀρεοπαγιτῶν αὐτὸν παραιτησαμένων ὡς ὀφείλοντα κριθῆναι πρῶτον, ἐδόκει ὑπαχθῆναι εἰς δικαστήριον καὶ ἀποφυγεῖν, αὐτὸν τῶν δικαστῶν ἀφέντων μάλιστα διὰ τὰ πραχθέντα αὐτῷ ἐν 〈τῇ ἐπὶ〉 Μαραθῶνι μάχῃ. ὁ μὲν γὰρ ἀδελφὸς αὐτοῦ Κυναίγειρος ἀπεκόπη τὰς χεῖρας, αὐτὸς δὲ πολλὰ τρωθεὶς φοράδην ἀνηνέχθη.
μαρτυρεῖ τούτοις καὶ τὸ ἐπὶ τῷ τάφῳ αὐτοῦ ἐπίγραμμα “Αἰσχύλον Εὐφορίωνος Ἀθηναῖον τόδε σῆμα κεύθει ἀποφθινόμενον πυροφόρον *** ” ἢ δεῖξαι βουλόμενος · τοῦτο παράδειγμά ἐστι καὶ αὐτὸ τοῦ αὐτοῦ, τὸ δὲ βουλόμενο ς , τουτέστι τὸ πραττόμενον, παράδειγμά ἐστι. καὶ ἄλλως τὸ ἢ δεῖξαι βουλόμενο ς . οἱ γὰρ κατὰ ἄγνοιαν ποιοῦντές τι ἀκουσίως ἐοίκασι ποιεῖν. καὶ γὰρ ἐξετάζεται μάλιστα ἡ τούτων γνώμη καὶ ἀπολογούμενοι περί τινων εἰς τοῦτο καταφεύγουσιν, ἀξιοῦντες ἐξετάζεσθαι τίνος ἕνεκεν ἔπραξαν. ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀγνοουμένων εἰς τοῦτο πειρῶνται ἀνάγειν τὸ οὗ ἕνεκα. ὅ τε γὰρ τί ἐστι τὸ πεπραγμένον ἀγνοήσας εἰς τοῦτο ἀνάγει, οἷον ὁ τὸν καταπέλτην ἐπὶ τῷ δεῖξαι ἀφεὶς καὶ ἀποκτείνας ἀξιοῖ τίνος ἕνεκεν ἀφῆκεν ἐξετάζεσθαι, ἀλλὰ καὶ τὴν λόγχην τὴν ἀφιεμένην ἀγνοήσας ὅτι λελόγχωται εἰς τὸ τίνος ἕνεκεν ἀφῆκεν ἀνάγει, καὶ ὁ τῷ ἀκροχειρίζεσθαι πλήξας τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως ἐξετάζεσθαι ἀξιοῖ. ὡς ὁ τὸν καταπέλτη ν , καὶ ἀποκτείνας δηλονότι. οἰηθείη δ ’ ἄν τις καὶ τὸν υἱὸν πολέμιον εἶναι ὥσπερ ἡ Μερόπ η . ἡ Μερόπη τοῦ περί τι παράδειγμά ἐστι. καὶ ἔστι παρʼ Εὐριπίδῃ ἐν τῷ Κρεσφόντῃ ἐπιβουλεύουσα τῷ υἱῷ Κρεσφόντῃ ὡς πολεμίῳ διʼ ἄγνοιαν. καὶ ἐσφαιρῶσθαι · τοῦτο τοῦ τίνι ὀργάνῳ παράδειγμα. καὶ ἐπὶ σωτηρίᾳ παίσας · τοῦ τίνος ἕνεκα παράδειγμα. καὶ δεῖξαι βουλόμενος · παράδειγμα τοῦ πῶς. ἀκροχειρίζεσθαι δέ ἐστι τὸ πυκτεύειν ἡ παγκρατιάζειν πρὸς ἕτερον ἄνευ συμπλοκῆς ἢ ὅλως ἄκραις χερσὶ μετʼ ἄλλου γυμνάζεσθαι. Κυριώτατα δ ’ εἶναι δοκε ῖ . Ἐπεὶ μάλιστα οἱ τῇ τούτων ἀγνοίᾳ ποιήσαντές τι ἀκουσίως ποιοῦσι (καὶ γὰρ ἐξετάζεται μάλιστα τοῦτο καὶ οἱ ἀπολογούμενοι περί τινων ἐπὶ τοῦτο καταφεύγουσιν, ἀξιοῦντες ἐξετάζειν τίνος ἕνεκεν ἔπραξαν), καὶ ὅτι τῶν ἄλλων ἕκαστον τῶν γινομένων ἐπὶ τοῦτο πειρῶνται ἀνάγειν τὸ οὗ ἕνεκα. ἐν οἷς ἡ πρᾶξι ς , ἀντὶ τοῦ περί τι, τυχὸν περὶ υἱὸν ὡς ἡ Μερόπη περὶ Κρεσφόντην. ἔτι δεῖ τὴν πρᾶξιν λυπηρὰν εἶναι καὶ ἐν μεταμελείᾳ · οὕτω γὰρ ἀκούσιος ἔσται· εἰ γὰρ χωρὶς τούτων, εἴη ἂν οὐχ ἑκούσιος, οὐκέτι μέντοι καὶ ἀκούσιος. ἐπιζητήσειε δʼ ἄν τις, πῶς ὄντος ἀκουσίου τοῦ διʼ ἄγνοιαν, οὐ πᾶν γίνεται τὸ διʼ ἄγνοιαν ἀκούσιον. οὗ γὰρ τὸ γένος ἀκούσιον, καὶ αὐτὸ ἀκούσιον. ἢ ἐν ἀρχῇ μὲν κοινότερον εἶπεν ἀκούσια εἶναι τὰ βίᾳ ἢ διʼ ἄγνοιαν.
διὸ καὶ ἐπὶ πλέον προσέθηκε τὸ δοκεῖν ὕστερον, καὶ προσδιωρίσατο. οὐ γὰρ τὰ διʼ ἄγνοιαν ἁπλῶς ἀκούσια, ἀλλὰ τὰ πρὸς τῷ διʼ ἄγνοιαν γεγονέναι καὶ ἐν μεταμελείᾳ ὄντα. χωρὶς δὲ τούτων οὐχ ἑκούσια μέν, οὐ μὴν ἤδη καὶ ἀκούσια. Ὄντος δ ’ ἀκουσίου τοῦ βιαίο υ . Οὗ ἡ ἀρχὴ ἐν αὐτῷ εἰδότι τὰ κα θ ’ ἕκαστ α , τοῦτο ἑκούσιον καὶ ἀντίκειται τοῖς βίᾳ γινομένοις. ἐκείνων γὰρ ἡ ἀρχὴ ἔξωθεν, μηδὲν συμβαλλομένων τοῦ πάσχοντος ἢ πράττοντος, ὧν ἀμφοτέρων ἀναιρετικὸν τὸ οὗ ἡ ἀρχὴ ἐν αὐτ ῷ . ἧς γὰρ πράξεως ἢ οὗ πάθους ἡ ἀρχὴ ἡ ποιητικὴ ἐν αὐτῷ, αὕτη οὐ βίᾳ. οὗ γάρ τις αὐτὸς κύριος, οὗτος οὐκ ἔχει τὴν ἀρχὴν ἔξωθεν. τὸ δὲ εἰδότι τὰ κα θ ’ ἕκαστα τοῖς δ ι ’ ἄγνοιαν ἀντίκειται. ἐν γὰρ ἐκείνοις ἡ διαμαρτία περὶ τὴν τῶν καθʼ ἕκαστά τινος ἢ τινῶν ἐν οἷς ἡ πρᾶξις ἄγνοιαν. ἀμφοτέρων δὲ ἅμα χρεία πρὸς τὸ ἑκούσιον· ὅτι μήτε τὴν ἀρχὴν ἐν αὐτῷ εἶναι αὔταρκες πρὸς αὐτό. καὶ γὰρ οἱ διʼ ἄγνοιάν τι ποιοῦντες ἐν αὑτοῖς ἔχοντες τῶν γινομένων τὴν ἀρχὴν οὐχ ἑκουσίως ποιοῦσι. πάλιν τε δύνανταί τινες εἰδότες τὰ κα θ ’ ἕκαστα ἐν οἷς ἡ πρᾶξις ἢ τὸ πάθος αἰτίαν ἔχειν τὴν βίαν. πρόσκειται δὲ τὸ ἴσω ς , οἷον ἴσως γὰρ οὐ καλῶς λέγεται ἀκούσια εἶνα ι . τὸ γὰρ ἑκούσιον ἀποδοὺς τί ποτέ ἐστι διὰ τοῦ προσθεῖναι ἴσως γὰρ οὐ καλῶς λέγεται τὰ διὰ θυμὸν ἢ ἐπιθυμίαν ἀκούσια εἶναι, ἐνεδείξατο ὅτι τὰ τοιαῦτα ἐμπεριείληπται τῷ τοῦ ἑκουσίου λόγῳ. οἱ γὰρ διὰ ταῦτα ἁμαρτάνοντες ἐν αὑτοῖς τοῦ πράσσειν τὴν ἀρχὴν ἔχουσιν. εἰ γὰρ τὰ οὕτω γινόμενα ἀκούσια ἦν, οὐκ ἂν ἦν ὑγιὴς ὁ ἀποδοθεὶς λόγος τοῦ ἑκουσίου. ἄλλως τε δέ φησιν εἰ τὰ διὰ θυμὸν καλὰ ἑκούσια ἢ διʼ ἐπιθυμίαν. καὶ γὰρ διὰ θυμὸν ἐλεύθερον ἀποκτείνοιμεν ἂν τυράννους ἢ πολεμίους καὶ μαθημάτων ἐπιθυμήσαντες ἢ ἀρετῆς ἑλοίμεθα 〈ἂν〉 αὐτά. εἰ οὖν ταῦτα καλὰ καὶ ἑκούσια, καὶ τἀναντία ἑκούσια. Ἔτι δὲ τί διαφέρει τῷ ἀκούσια εἶναι τὰ κατὰ λογισμό ν . Ἐν τοῖς κατὰ λογισμὸν ἁμαρτανομένοις ἐξ ἀφροσύνης τὰ φευκτὰ ἀκολουθεῖ (διὸ καὶ τὸ ἑκούσιον οὐδὲν ἄλογον ἔσται) καὶ τῶν διὰ θυμὸν ἁμαρτανομένων τὸ ἑκούσιον αἰτιᾶσθαι. ἐνῆν γὰρ αὐτῷ ἐκκλῖναι ὡς ἀπὸ τῶν σπουδαίων δηλονότι καὶ τὸ ἄλογον τῆς ψυχῆς ἐπιπειθές τε καὶ κατήκοον λόγῳ ἐχόντων.
καὶ τὰ ἐξαίφνης ἑκούσια λέγομε ν . οὕτω γὰρ καὶ ὁ φίλος ἐξαίφνης ἡμῖν ἑκοῦσιν ἐπέστη, οὐ μὴν καὶ προελομένοις καὶ προβουλευσαμένοις· οὐ γὰρ ἀνάγκη. ἰστέον ὅτι καὶ ἡ λύπη ἐπιθυμία τίς ἐστιν ἐπὶ τῇ ἀπουσίᾳ τῶν ἅ τις ὀρέγεται. Ἐπιθυμίᾳ δ ’ ἐπιθυμία οὔ. Δοκεῖ καὶ ἐπιθυμία ἐπιθυμίᾳ ἐναντίον, εἴ τις δόξης ἐπιθυμεῖ καὶ χρηματισμοῦ, ὧν τὸ μὲν δεῖται δαπάνης, ὁ χρηματισμὸς δὲ φειδοῖ περιγίνεται χρημάτων. ὡσαύτως καὶ ὅ φησιν ὁ Πλάτων, τοὺς σώφρονας μὴ εἶναι τοιούτους οἷον ἐφέσει νομίμων γάμων ὑπέρτεροι τῶν περὶ τὰ ἀλλότρια κάλλη καθίστανται ἐπιθυμιῶν. ἀλλὰ οὐδενὸς λόγου τοῦτο ἄξιον. ἦσαν γὰρ ἂν ἀξιόλογα ταῦτα, εἰ περὶ 〈τοῦ〉 αὐτοῦ πράγματος ἐναντίως ἐν τῷ αὐτῷ ἐγίνοντο. τοῦτο δὲ ἀδύνατον· ἀδύνατον γὰρ τὸν αὐτὸν ἅμα ἐπιθυμεῖν τε τραφῆναι καὶ μὴ τραφῆναι. οὕτω γὰρ καὶ ἡ προαίρεσις ἐναντία τῇ ἐπιθυμίᾳ, ὅτι περὶ τὸ αὐτό. τὰ γὰρ ἐναντία οὐ τῷ περὶ ἐναντία εἶναι ὁρίζεται, ὡς εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας, ἀλλὰ τῷ ἐναντίως λαμβάνεσθαι περὶ 〈τοῦ〉 αὐτοῦ. προαιρούμεθα δὲ λέγειν οὐχ ἁρμόζει 〈ὥσπερ ἐπὶ τοῦ βούλεσθαι. καὶ τὸ λέγειν γὰρ ἐπὶ τούτου ἁρμόζει〉, καθάπερ αὐτὸς ἐπισημήνατο. Ὅλως μὲν οὖν δόξῃ ταὐτό ν . Δείξας ὅτι ἡ δόξα οὐχ ἧττον τῶν καθόλου ἢ τῶν καθʼ ἕκαστα, ἡ προαίρεσις δὲ ἀεὶ τῶν καθʼ ἕκαστα (περὶ τὰ πρακτὰ γάρ), νῦν δείκνυσιν ὅτι ἀλ λ ’ οὐδέ τινι δόξῃ ἡ αὐτή, οἷον τῇ περὶ ἃ ἡ προαίρεσις. κατὰ γὰρ τὴν προαίρεσιν τῶν ἀγαθῶν ἢ τῶν κακῶν ποιοί ἐσμεν, ἢ γὰρ ἀγαθοὶ ἢ κακοί, κατὰ δὲ τὴν περὶ αὐτῶν τούτων δόξαν οὐκέτι ἀγαθοὶ ἢ κακοί. οὐ γὰρ ὁ δοξάζων ὅτι ἡ ἀνδρεία ἀγαθὸν ἢ ἡ δικαιοσύνη ἤδη καὶ ἀνδρεῖος ἢ ἀγαθός, ὁ προαιρούμενος δέ. τοῦ γὰρ ἀκρατοῦς δόξα μὲν ὀρθή, προαίρεσις δὲ οὔ. καὶ προαιρούμεθα μὲν λαβεῖν ἢ φυγεῖ ν , λαβεῖν μὲν ἃ ἂν κρίνωμεν ἡμῖν ἀγαθά, φεύγειν δὲ ἃ ἂν κακά. τὸ δὲ ἤ τι τῶν τοιούτω ν , ἐπεὶ μὴ μόνον λαβεῖν τι ἢ φυγεῖν προαιρούμεθα ἀλλὰ καὶ ἀπελθεῖν ποῦ καὶ δοῦναι τινί. ἅπαντα δὲ ταῦτα εἰς αἵρεσιν καὶ φυγὴν τὴν ἀναφορὰν ἔχει. δοξάζομεν δὲ οὐκέτι λαβεῖν ἢ φυγεῖν ἀλλὰ τί ἐστιν ἕκαστον, οἷον τί ἀρετή, τί ὕλη, τίνι συμφέρει ἢ πῶς, καὶ κατὰ τί, ὅτι τοῖς νοσοῦσιν ἡ λεπτὴ δίαιτα συμφέρει διὰ τὸ εὐκατέργαστον.
Οὐ τοῦτο γὰρ σκοποῦμε ν . οὐ γὰρ εἰ παρακολουθεῖ 〈τί〉 τινι, ἤδη καὶ ταὐτὸν τοῦτο ἐκείνῳ ᾧ παρακολουθεῖ, ἀλλὰ ἄλλο ὂν ἄλλῳ ὄντι παρακολουθεῖ. οὐδὲ γὰρ αὐτὸ ἑαυτῷ λέγεται παρακολουθεῖν. ἀλ λ ’ ἆρά γε τὸ προβεβουλευμένο ν ; δείξας τὸ προαιρετικὸν ἐν τῷ ἑκουσίῳ, ᾧ διαφέρει τῶν ἁπλῶς ἑκουσίων προστίθησι· τὸ γὰρ προβεβουλευμένον ἑκούσιον τοῦτο προαιρετόν. ὅτι γὰρ προβεβουλευμένον, δείκνυσιν ἐκ τοῦ πᾶσαν προαίρεσιν μετὰ λόγου καὶ διανοίας γίνεσθαι· καὶ ἀπʼ αὐτοῦ δὲ δείκνυσι τοῦ ὀνόματος. τὸ γὰρ πρὸ ἑτέρων φησὶν αἱρετὸν τοῦτο προαιρετόν. τὸ δὲ πρὸ ἑτέρων ἐκ τοῦ προβουλεύσασθαι καὶ διὰ βουλῆς γίνεσθαι δοκεῖ, ἡ δὲ βούλευσις τοῦ λόγου· διανοίας γὰρ τὸ βουλεύσασθαι· ὥστε τούτῳ τῶν ἁπλῶν ἑκουσίων διαφέρει τὸ προαιρετόν. Περὶ δὲ τῶν ἀιδίων οὐδεὶς βουλεύετα ι , οἷον περὶ τοῦ κόσμον ἢ θεὸν εἶναι ἢ μὴ εἶναι οὐδεὶς νοῦν ἔχων βουλεύεται, ὅτι ἔστιν ἀεὶ καὶ ἐξ ἀνάγκης τὰ τοιαῦτα, οὐδὲ ὅτι ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ (ἀναγκαῖον γὰρ καὶ τοῦτο), οὔτε περὶ τῶν ἐν κινήσε ι , ταῦτα γὰρ οὐκ ἀεὶ μέν ἐστιν ἀλλʼ ὁμοίως γίνεται, καὶ ἀναγκαίαν καὶ αὐτὰ καὶ ὡρισμένην ἔχει τὴν γέννησίν τε καὶ κίνησιν. ἐπεὶ δέ τινες μὲν οὕτως, τινὲς δὲ ἐκείνως αὐτὰ λέγουσι γίνεσθαι, οὐκ ἦν δὲ νῦν τὸ προκείμενον περὶ τούτων λέγειν, εἶπε τὸ εἴτε φύσει ἢ δ ι ’ ἄλλην αἰτία ν . ἀλλʼ οὐδὲ περὶ τῶν οὐχ ὁμοίως μὲν ἀεὶ γινομένων ἀλλʼ ὡς ἐπὶ τὸ πλεῖστον, φύσει δέ, οἷον τοῦ πολιοῦσθαι ἢ ὀδοντοφυεῖν, οὐδὲ περὶ τῶν ἀπὸ τύχης καὶ ἐπʼ ἔλαττον, οἷον εὑρέσεως θησαυροῦ (οὐ γὰρ διὰ τὸ προβουλευθῆναι εὑρέθη) οὐδὲ περὶ τῶν ἀνθρωπικῶν πάντω ν . ἃ γὰρ ἀδύνατον διʼ ἡμῶν πραχθῆναι, τίς ἂν περὶ τούτων νοῦν ἔχων βουλεύσαιτο; ἀλλὰ βουλευόμεθα περὶ τῶν ἐ φ ’ ἡμῖν καὶ τῶν οἵων τε διʼ ἡμῶν πραχθῆναι ἢ μή. ἐπεὶ δὲ καὶ τὰ κατὰ τὰς ἐπιστήμας καὶ τέχνας πραττόμενα διʼ ἡμῶν δοκεῖ πράττεσθαι καὶ κατὰ νοῦν ἀνθρώπινον, ἀποκρίνει καὶ ταῦτα τῶν βουλευτῶν. ὅσα γὰρ ἀφωρισμένον ἔχει τὸ πῶς πράσσεται τῶν ὑπὸ τὰς τέχνας, περὶ τούτων οὐ βουλευόμεθα ἀλλὰ περὶ τούτων ἃ καὶ ἄλλως καὶ οὕτως ἐνδέχεται πραχθῆναι. τοιαῦτα δέ ἐστι τὰ ὑπὸ τὰς στοχαστικὰς τέχνας, κυβερνητικήν τε καὶ ἰατρικήν. εἰπὼν δὲ τὴν βουλὴν περὶ τῶν πρακτῶν τῶν ἐφʼ ἡμῖν (ταῦτα γὰρ καὶ μόνα λοιπὰ εἶναι), δεικτικὸν παρέθετο τὸ εἶναι τῶν εἰρημένων τῶν μὲν φύσιν αἰτίαν, τῶν δὲ ἀνάγκην, τῶν δὲ τύχην, ὑπὸ τὴν τύχην θεὶς καὶ τὸ αὐτόματον, τῶν δὲ νοῦν.
150
ταῦτα δέ ἐστι τὰ διʼ ἀνθρώπου γινόμενα καὶ ὧν ἄνθρωπος ἀρχή· διὸ καὶ ἐφʼ ἡμῖν ἐστιν. εἴη δὲ ἂν καὶ ἡ εἱμαρμένη λεγομένη κατὰ τούσδε τοὺς ἄνδρας ὑπὸ τὴν φύσιν. οὐ γὰρ ἀπαράβατον τὸ εἱμαρμένον οὐδʼ ἀναγκαῖον. Καὶ περὶ μὲν τὰς ἀκριβεῖς καὶ αὐτάρκει ς . Ἤτοι τὰς ἀποδεικτικάς, οἵα 〈ἐστὶν〉 ἡ γεωμετρία. αὐτάρκεις δέ εἰσιν ὡς μὴ δεόμεναι βοηθείας ἔξωθεν, ἀλλʼ ὡρισμέναι καὶ ἑαυταῖς αὐταρκοῦσαι. τοῖς τοιούτοις δὲ καὶ τὰ ὑπὸ θεῶν γινόμενα ἔοικε. διὸ οὐδὲ τὸ θεῖον βουλευτικόν. ἔοικε γὰρ ἐπιστήμῃ τὰ ὑπʼ ἐκείνων γινόμενα. Μᾶλλον δέ φησι περὶ τὰς τέχνας ἢ δόξα ς . ἀμφοτέρως γὰρ γράφεται. τὸ αὐτὸ γὰρ ἀμφότερα δηλοῖ. περὶ γὰρ ὧν δοξάζομεν καὶ ἐπιστήμας 〈οὐκ〉 ἔχομεν, περὶ τούτων μάλιστα βουλευόμεθα τῷ τὴν βουλὴν μὴ περὶ τὰ ὡρισμένα εἶναι, ὡς ἔφαμεν. ἤτοι δὲ περὶ ὧν δοξάζομεν ἡμεῖς λέγει, εἰ καὶ εἴη ἐπιστητά (ἕως μὲν γὰρ ἂν μὴ ἔχωμεν τὴν περὶ αὐτῶν ἐπιστήμην, διστάζομεν καὶ βουλευόμεθα περὶ αὐτῶν) ἢ περὶ τῶν δοξαστῶν τῇ αὐτῶν φύσει λέγει γίνεσθαι τὰς βουλάς. ἔστι γάρ τινα τῇ αὐτῶν φύσει δοξαστά, οὐκ ἔχοντα τὸ πάγιον· ἐν οἷς ἐστι τὰ ἐνδεχομένως γινόμενα διʼ ἡμῶν· ἀλλὰ καὶ ὅτι ἧττον τῶν ἐπιστημῶν αἱ τέχναι τὸ ὡρισμένον καὶ βέβαιον ἔχουσι δῆλον, εἴ γε αἱ μὲν ἐπιστῆμαι περὶ τὰ ἀίδια, αἱ δὲ τέχναι περὶ τὰ ἐν γενέσει. διὸ καὶ μᾶλλον περὶ τῶν κατὰ 〈τὰσ〉 τέχνας ἢ 〈τὰσ〉 ἐπιστήμας βουλευόμεθα. οὐ γὰρ διστάζομεν πῶς γραπτέον· ὡρισμένοι γάρ εἰσιν οἱ χαρακτῆρες τῶν γραμμάτων, καὶ οὐ διστάζομεν γράφοντες αὐτά, οὐδὲ δεόμεθα βουλῆς πρὸς τὸ Α γράψαι ἢ ἄλλο τι τῶν στοιχείων. Ἐν τοῖς ὡς ἐπὶ τὸ πολ ύ , ἀδήλοις δὲ πῶς ἀποβήσετα ι . Τὸ βουλεύεσθαι δὲ ἐν τοῖς ὡς ἐπὶ τὸ πολ ύ , ἀδήλοις δὲ καὶ πῶς ἀποβήσεται καὶ ἐν οἷς ἀδιόριστόν φησι. δείξας γὰρ ἐπὶ τῶν τεχνῶν μὴ οὖσαν ἐν τοῖς ὡρισμένοις τὴν βουλήν, εἰκότως τίθεται τὸ βουλεύεσθαι εἶναι 〈ἐν τοῖσ〉 ἐνδεχομένοις καὶ ἄλλως καὶ τούτοις ὡς ἐπὶ τὸ πολύ. οὐ γὰρ δὴ περὶ τῶν ἐπʼ ἔλαττον ἐχόντων 〈ἐξ ἀνάγκησ〉 ἡμῖν ἀπαντῆσαι περὶ τούτων οὐ βουλευόμεθα ὁποῖα τὰ ἐπὶ τύχης. οἷς γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ἀκολουθεῖ τι, οὐκ ἐξ ἀνάγκης δέ, περὶ τούτων ἡ βουλή. οὐ γὰρ ὁ ἰατρὸς περὶ τοῦ πλειστάκις μὲν βλάψαντος, ἀπὸ τύχης δὲ ὠφελήσαντός τινα βουλεύεται εἰ χρὴ προσφέρειν αὐτὸ τῷ ἀρρώστῳ, ἀλλὰ τῶν ὠφελεῖν πεφυκότων τοὺς οὕτως ἔχοντας, περὶ τούτων βουλεύεται, εἰ καὶ τούτῳ οὕτως ἔχοντι προσοιστέον αὐτό, ἐπεὶ ἔστιν οὕς ποτε προσενεχθὲν ἔβλαψεν.
ὁμοίως καὶ κυβερνήτης καὶ ῥήτωρ. ἕκαστος γὰρ τέλος τι προθέμενος, ὁ μὲν ἰατρὸς ὑγείαν, ὁ δʼ ἔμπορος κέρδος, ὁ 〈δὲ〉 ῥήτωρ πεῖσαι, ἄλλος 〈δὲ〉 στέφανον ἢ νίκην ἤ τι τοιοῦτον, βουλεύεται περὶ τούτων διʼ ὧν αὐτῷ ἂν τὸ τέλος τὸ προκείμενον περιγένοιτο. βουλητὸν μὲν γάρ ἐστι τὸ τέλος, ὡς εἶπε, βουλευτὸν δὲ τὸ πρὸς τὸ τέλος καὶ τοῦ τέλους ποιητικόν. πᾶν γὰρ τὸ περὶ οὗ ἡ βουλὴ πρός τι τέλος ἔχει τὴν ἀναφοράν. περὶ τῶν μεγάλων δὲ βουλευόμενοι, μείζονας συμβούλους παραλαμβάνομεν. κίνδυνος μὲν γὰρ μέγας ἀποτυγχάνουσι διὰ τὸ ἄδηλον τοῦ ἀποβησομένου, καὶ ὡς ἐφʼ ἡμῖν ὂν τὸ πρᾶξαι τὸ ὑπὸ τῆς βουλῆς προκριθέν. σφαλερὸν δὲ τὸ μὴ καλῶς βουλευομένους προκρῖναί τι, καὶ διὰ πλειόνων μὲν φαινομένου γίνεσθαι, οἷον εἰ στρατεύειν κατά τινων πρόκειται, καὶ τοῦτο πλῷ καὶ πεζῇ δυνάμει ἔξεστι ποιεῖν, διὰ τίνος τούτων ἔσται τὸ προκείμενον ῥᾷστα κατανῦσαι. Ὃ ἐν τῇ εὑρέσει ἔσχατόν ἐστιν · οἷον φέρε οἶκον βουλευόμεθα οἰκοδομῆσαι· τέλος μὲν ἡ οἰκία, οὐχ οἷόν τε δὲ ταύτην οἰκοδομῆσαι ἄνευ οἰκοδόμου καὶ λίθων καὶ πλίνθων καὶ ξύλων, τούτων δὲ οὐχ οἷόν τε εὐπορῆσαι μὴ πρῶτον κτησάμενον αὐτά. ἀλλὰ μὴν τούτων ἡ κτῆσις πριαμένοις ἡμῖν περιγίνεται, ἀργυρίου δὲ τὸ πρίασθαι· δεῖ ἄρα ἀργύριον πορίζειν. ὁ πορισμὸς δὴ τοῦ ἀργυρίου ὕστερον εὑρέθη, αἴτιον 〈δὲ〉 καὶ ἀρχὴ γίνεται τῆς ποιήσεως τῆς οἰκίας. δείξας δὲ ὅτι τὸ βουλεύεσθαι ἀπὸ τοῦ τέλους ἐστὶν οὗ τυχεῖν βουλόμεθα, ἄνοδος ἐπὶ τὴν ἀρχὴν ὅθεν ἀρχόμεθα τοῦ πράσσειν ταῦτα, διʼ ὧν ἡγούμεθα τεύξεσθαι τοῦ προκειμένου, ζητήσει φησὶ καὶ ἀναλύσει τῇ ἐπὶ τῶν διαγραμμάτων ἐοικέναι τὸ βουλεύεσθαι. τοῦτο δὲ εἶπεν, ἐπεὶ οἱ γεωμέτραι τὸν τρόπον τοῦτον τὴν ἀνάλυσιν ἐπὶ τῶν διαγραμμάτων ποιοῦνται. λαβόντες γὰρ τὸ συμπέρασμα τῆς δείξεως, πρῶτον μὲν τὰ προσεχῆ τούτων διʼ ὧν ἐδείχθη τοῦτο λαμβάνουσιν, εἶτα πάλιν τὰ τούτοις διʼ ὧν ταῦτα, καὶ οὕτως ἀεὶ ποιοῦντες καὶ λαμβάνοντες τὰ τῶν δεικτικῶν δεικτικὰ ἀνίασιν ἐπὶ τὴν ἀρχήν, ἀφʼ ἧς πάλιν ἡ σύνθεσις αὐτοῖς διὰ τῶν κατʼ ἀνάλυσιν εἰλημμένων θεωρημάτων γίνεται. ἐπὶ μὲν οὖν τῶν διαγραμμάτων τοῦτο ἀνάλυσις, ἡ ἀπὸ τοῦ τέλους ἐπὶ τὴν ἀρχὴν ἄνοδος (τέλος γὰρ ἐν αὐτοῖς μόνον, ἀλλʼ οὐ καὶ ἀρχὴ τὸ συμπέρασμα), ἐπὶ δὲ τῶν πράξεων ἄλλη τῆς πράξεως ἀρχὴ καὶ ἄλλη τῆς θεωρίας, οἷον ὡς ἐφʼ οὗ παρεθέμεθα, ἀρχὴ μὲν τῆς πράξεως τὸ ἀργύριον, τῆς θεωρίας δὲ ὁ οἰκοδόμος.
καὶ καλῶς ἐπὶ τῶν μὲν ἔργων τὸ προκείμενον λόγῳ κατορθούμενον, τῶν δὲ γνῶσις ἐπὶ γνῶσιν κρείττονα τὴν προκοπὴν ἔχουσα. Ἡ δὲ βούλευσις πᾶσα ζήτησι ς . Ζητήσεις γὰρ γίνονται καὶ περὶ τούτων ὧν ἡμεῖς οὔκ ἐσμεν ἀρχὴ οὐδʼ ἔστι πρακτά, οἷον περὶ μαθηματικῶν καὶ φυσικῶν θεωρημάτων, ἐν οἷς οὐκ ἔστι βουλή. τὰ γὰρ διὰ τῶν φίλων δ ι ’ ἡμῶν πως ἐστί ν . ἡ γὰρ τῶν φίλων ἀρχὴ καὶ αἰτία τοῦ γενέσθαι ἐν ἡμῖν ἐστι, διότι ἡμῶν ἀξιωσάντων γίνεται, μὴ ἀξιωσάντων δὲ οὐ γίνεται, ἐπεὶ ἐφʼ ἡμῖν ἡ τούτων κίνησις. ζητεῖται δ ’ ὁτὲ μὲν τὰ ὄργαν α . ποτὲ μὲν τὰ ὄργανα ζητοῦμεν, οἷον ὁ ἰατρὸς πότερον διὰ φαρμάκου ἢ διὰ τομῆς δεῖ ἀνοῖξαι τὸ ἀπόστημα, ἔχων προκείμενον τὸ δεῖξαι πάντως τὸ διὰ τίνος ὀργάνου χρὴ τοῦτο ποιῆσαι, ζητεῖ καὶ βουλεύεται, ὅταν δὲ τὸ ὄργανον ᾖ ὡρισμένον, ζητεῖται ἡ χρῆσις αὐτοῦ, εἰ διὰ σμίλης ἡ τομὴ καὶ ἐπὶ πόσον τέμνοντα προιέναι δεῖ. καὶ ἐπὶ φαρμάκου ὡσαύτως, καὶ ποῖον καὶ πόσον δοτέον καὶ πότε καὶ πῶς ἔχοντι καὶ διὰ τίνος τρόπου. Ἔοικε δ ή , καθάπερ εἴρητα ι , ἄνθρωπος εἶναι ἀρχὴ τῶν πράξεω ν . Εἶπε γὰρ ἀνωτέρω μικρὸν ἐν τῇ ἐκθέσει τῶν αἰτίων διὰ τί γίνεταί τι, ὅτι καὶ νοῦς καὶ πᾶν τὸ διʼ ἀνθρώπου γινόμενον ἀρχὴ καὶ αἴτιον τῶν πράξεων. οἷον εἰ ἄρτος τοῦτ ο . διὰ τί; διότι περὶ τούτων ἐστὶν ἡ βουλὴ ἃ μήπω ἐστὶ γνώριμα. τὰ δὲ αἰσθητὰ τῇ αἰσθήσει γνώριμα ᾗ κρίνεται. εἰ δὲ ἀεὶ βουλεύσετα ι , εἰς ἄπειρον ἥξε ι . εἰ γὰρ μηδὲν εἴη αὐτόθεν γνώριμον, ἀλλʼ ἀεὶ πᾶν τὸ λαμβανόμενον διʼ ἄλλου τινὸς τὴν πίστιν λαμβάνει καὶ εἰ μηδὲν ἐξ ἑαυτοῦ γνωστὸν εἴη, εἰς ἄπειρον ἂν ἡ βουλὴ προίοι. ἀεὶ ἄλλο διʼ ἄλλου πιστούμενον καὶ ὁρισθὲν πράσσεσθαι προσῆκον ἦν ἡμῖν. εἴρηται δὲ αὐτῷ περὶ τούτων ἐν τοῖς Ὑστέροις Ἀναλυτικοῖς. παύεται γὰρ ἕκαστος ζητῶν πῶς πράξε ι . ὅτι ἀφωρισμένον ἤδη τὸ προαιρετόν ἐστιν, ὃ καὶ προκέκριται, καὶ ἐν προαιρέσει ἤδη τὸ προκεκρίσθαι διὰ τῆς βουλῆς ἐστιν, ἔδειξε διὰ τοῦ παύεσθαι ἡμᾶς τῆς κατὰ βουλὴν ζητήσεως. ἐπὰν γὰρ προελώμεθά τι, πῶς καὶ τίνα χρὴ πράττειν ζητοῦντες, τότε ὅταν εὕρωμεν ἀρχήν τινα, ἀφʼ ἧς γένοιτʼ ἂν τὸ προκείμενον ἧς αὐτοί ἐσμεν κύριοι καὶ ἡμῶν τὸ ἡγούμενον (τοῦτο δέ ἐστιν ὁ πρακτικὸς νοῦς), παυόμεθα. οἱ γὰρ βασιλεῖς ἃ προέλοιντο ἀνήγγελλον τῷ δήμ ῳ . οὗτοι γὰρ ἐν τοῖς οὕτως ἀρχομένοις ἡγούμενοί εἰσιν, ὡς καὶ ἡμῶν ὁ νοῦς, ὅς ἐστι τῶν ἐν ἡμῖν τιμιώτερος.
ὡς δʼ ὁ δῆμος τοῖς κριθεῖσιν ἐπιψηφίζεται, οὕτως ἐνταῦθα ἡ ὄρεξις ἐπιψηφίζεται τῷ νῷ καὶ συνεξορμᾷ ἐπὶ τὴν πρᾶξιν. Ὄντος δὲ τοῦ προαιρετοῦ βουλευτοῦ ὀρεκτοῦ τῶν ἐ φ ’ ἡμῖ ν . Βουλευτὸν μὲν τὸ ἐκ τῆς βουλῆς ἤδη ὡρισμένον, ἔτι δὲ καὶ ὀρεκτόν. βουλητὸν γὰρ τὸ προαιρετόν. προσέθηκε δὲ καὶ τὸ τῶν ἐ φ ’ ἡμῖ ν , καίτοι ἔχων αὐτὸ ἐν τῷ βουλευτῷ περιεχόμενον, ἐπεὶ οὐ πάντως ἐφʼ ἡμῖν τὸ ὀρεκτὸν εἴη ἂν καὶ προαίρεσις καὶ ὄρεξις τῶν ἐ φ ’ ἡμῖν βουλευτική. τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ὀρεγόμεθα, διότι ἐκρίθη τοιοῦτον. εἰπὼν δὲ ὀρεγόμεθ α , προσέθηκε κατὰ τὴν βούλησι ν , ἐπεὶ ὄρεξις καὶ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, ἀλλʼ ἐκεῖναι μὲν ἄλλων, ἡ δὲ ὡς ἀγαθοῦ τινος ὄρεξις βούλησις. ἡ μὲν οὖν προαίρεσις τύπ ῳ . προσέθηκε τὸ τύπῳ οὐχ ὡς ἀποδεδωκὼς τὸν λόγον τῆς προαιρέσεως, ἀλλʼ ἀντὶ τοῦ καθόλου ὡρίσθω. τὸ δὲ περὶ ποῖ α , δηλονότι τὰ βουλευτά. δεῖ δὲ εἰδέναι ὅτι προαιρέσεως γένος ἂν εἴη νοῦς ὀρεκτικός, οὐχ ἁπλῶς δὲ νοῦς ἡ ὄρεξις ἀλλὰ τὸ διʼ ἀμφοῖν καὶ μικτόν. τοῖς δ ’ αὖ φαινόμενον ἀγαθὸν τὸ βουλητὸν λέγουσι μὴ εἶναι φύσει βουλητὸν καθʼ αὐτό. φύσει δὲ δηλονότι τῇ αὐτοῦ, ἀλλὰ πρός τι, καὶ ἔστιν οἷς καὶ τὰ ἐναντία. τοῖς μὲν γὰρ πόνος ἀγαθὸν φαίνεται, ὡς τῷ λέγοντι “ἐκ τῶν πόνων τοι τὰ ἀγαθʼ αὔξεται βροτοῖς” 〈καὶ τῷ “τῶν πόνων πωλοῦσιν ἡμῖν πάντα τὰ ἀγαθὰ οἱ θεοί”〉, τοῖς δʼ ἡδονή, ὡς Καλλικλεῖ τῷ παρὰ Πλάτωνι λέγοντι ʼπᾶν δεῖ πράττειν ὑπὲρ τῆς ἡδονῆσʼ καὶ τοῖς περὶ Ἐπίκουρον. οὕτω τε ἔσται τὸ Πρωταγόρειον δόγμα εἰσαγόμενον, τὸ μηδὲν εἶναι αὐτὸ καθʼ αὑτό, τοιοῦτο δʼ ἕκαστον εἶναι, οἷον δοκεῖ καὶ φαίνεταί τινι, ἑκάστῳ δὲ τὸ φαινόμενο ν . ὡς εἶναι τὴν βούλησιν διὰ τοῦτο ὄρεξιν ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ. Κα θ ’ ἑκάστην γὰρ ἕξιν ἴδιά ἐστι καὶ καλὰ καὶ ἡδέ α . Τῶν προειρημένων δηλονότι τῶν ὁρατικῶν, τῶν γευστικῶν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. καὶ εἴη ἂν τὸ καλὸν ὁμωνύμως λεγόμενον, ἢ καθʼ ἑκάστην ἕξιν τῶν κατὰ τὰς ἀρετάς, οἷον σωφροσύνην ἀνδρίαν δικαιοσύνην (ἄλλα γὰρ καθʼ ἑκάστην τῶν ἀρετῶν τὰ οἰκεῖα καὶ ἄλλα τὰ ἡδέα), ἢ τὰ καλὰ κοινότερον εἶπε.
τὸ δὲ κα θ ’ ἑκάστην ἕξιν εἶπεν, ὅτι καὶ ἐν ταῖς τέχναις, ταύταις οὔσαις ἕξεσιν, οἰκεῖά ἐστί τινα καλὰ καὶ ἡδέα. καὶ τοῖς μὲν εὖ τὰς ὀρέξεις ἔχουσι τὰ τῇ ἑαυτῶν φύσει καλὰ καὶ αὐτοῖς καλά ἐστι καὶ ἡδέα οὐ τὰ τῇ φαύλῃ ἕξει, τοῖς δὲ μή, ἄλλα τινὰ παρὰ τὰ ἀληθῶς καλὰ καλά τε καὶ ἡδέα δοκεῖ, ὧν ὁ σπουδαῖος κριτήριον καὶ κανὼν ὑπάρχων οὐ φαύλως ὄψεται ἢ κρινεῖ ἀλλʼ ἐπιτεταγμένως τὸ ἑκάστῳ προσῆκον ἀπονεμεῖ. τοῖς πολλοῖς δὲ ἡ ἀπάτη διὰ τὴν ἡδονὴν ἔοικε γίνεσθαι περὶ τὰ ἀπλῶς 〈καλά〉. διὰ γὰρ τὸ ἡδὺ τὸ φαινόμενον ἀγαθὸν ἀγαθὸν δοκεῖ εἶναι. βούλονται οὖν καὶ αἱροῦνται τὸ ἡδὺ ὡς ἀγαθόν, τὴν δὲ λύπην φεύγουσιν ὡς κακόν. ποία δέ ἐστιν ἡ ἡδονὴ διʼ ἣν ἁμαρτάνουσι καὶ ἀπατῶνται; ἢ δηλονότι ἡ μὴ ἀγαθή. εἰ γὰρ ἦν ἀγαθὴ καὶ αὐτή, οὐκ ἂν ἦν ἁμαρτημάτων αἰτία τοῖς αἱρουμένοις αὐτὴν ὡς ἀγαθήν. αἱ γὰρ ἑπόμεναι ταῖς μοχθηραῖς ἐνεργείαις ἡδοναὶ ψεκταί. συγγενεῖς γάρ εἰσιν αἱ ἡδοναὶ ταῖς ἐνεργείαις ἐφʼ αἷς γίνονται. πέρατα γάρ εἰσιν αὐτῶν ὡς ἐν τῷ περὶ ἡδονῆς δειχθήσεται. Ὄντος δὲ βουλητοῦ μὲν τοῦ τέλου ς . Ὅτι ἐφʼ ἡμῖν τὸ ἀγαθοῖς εἶναι καὶ κακοῖς, δείκνυσι προσχρώμενος τοῖς εἰρημένοις περί τε τοῦ βουλεύεσθαι καὶ περὶ προαιρέσεως. εἰ γὰρ αἱ τῶν ἀρετῶν ἐνέργειαι περὶ τὰς πράξεις τὰς πρὸς τὸ τέλος, αὗται δὲ προαιρεταὶ καὶ ἑκούσιοι καὶ ἐφʼ ἡμῖν (βουλευταὶ γάρ), ἡ δὲ βουλὴ περὶ τῶν ἐφʼ ἡμῖν (καὶ γὰρ ἡ προαίρεσις τῶν βουλευτῶν τινος), καὶ 〈αἱ〉 τῶν ἀρετῶν ἐνέργειαι ἐφʼ ἡμῖν. τὸ γὰρ αἱ περὶ ταῦτα πράξεις εἴρηται ἀντὶ τοῦ αἱ περὶ τὰ βουλευτά. αὗται γὰρ καὶ προαιρεταί, αἱ δὲ προαιρεταὶ ἑκούσιοι, τὸ δὲ ἑκούσιον τὸ προβεβουλευμένον προαιρέσει. εἰ οὖν αἱ περὶ τὰ βουλευτὰ πράξεις κατὰ προαίρεσίν τε καὶ ἐφʼ ἡμῖν, αἱ δὲ πράξεις περὶ τὰ βουλευτὰ καὶ τούτων πράξεις εἰσίν, αἱ κατʼ ἀρετὴν πράξεις εἶεν ἂν ἑκούσιοι καὶ ἐφʼ ἡμῖν. ὧν δὲ αἱ ἐνέργειαι ἑκούσιοι καὶ ἐφʼ ἡμῖν, τούτων καὶ αἱ ἕξεις αἱ γινόμεναι διὰ τῶν ἐνεργειῶν ἐφʼ ἡμῖν καὶ ἑκούσιοι, ὡς προϊὼν δείξει καὶ αὐτός, ὅτι ἐφʼ ἡμῖν ἡ ἀρετὴ καὶ κακία. κατὰ προαίρεσιν γὰρ καὶ αὐτὴ καὶ περὶ ταὐτὰ καὶ αἱ ἀπὸ τούτων ἐνέργειαι, καὶ τὸ πρᾶξαι ἐφʼ ἡμῖν τε καὶ μή. Τὸ δὲ λέγειν ὡς οὐδεὶς ἑκὼν πονηρό ς .
155 (1n)
Τοῦτό τινες κατὰ τὴν ἄρχουσαν τιθέντες τὴν ὀξεῖαν, ἐπὶ τοῦ ἐπιπόνου τάττουσιν. οὕτω γὰρ Ἀττικοὶ λέγουσι τὸν ἐπίμοχθον καὶ δυστυχῆ ὡς καὶ μακάριον τὸν εὐδαίμονα καὶ εὐτυχῆ. καὶ ὅτι, φασί, τὸ πόνηρος ἐπὶ τοῦ ἐπιπόνου τάττεται καὶ δυστυχοῦς ἱκανὸς Ἡσίοδος παραστῆσαι ἐν ταῖς Μεγάλαις Ἠοίαις τὴν Ἀλκμήνην ποιῶν πρὸς τὸν Ἡρακλέα λέγουσαν “ὦ τέκνον ἦ μαλὰ δή σε πονηρότατον καὶ ἄριστον Ζεὺς ἐτέκνωσε πατήρ” καὶ πάλιν “αἱ Μοῖραί σε πονηρότατον καὶ ἄριστον”. ἀλλά φαμεν ὡς οὐκ ἔχει χώραν τοῦτο οὕτως ἐνταῦθα νοεῖσθαι τὸ πονηρός. ἑκούσιον γὰρ τὸ πονεῖν, ὃ ἀκούσιον ἐνταῦθά φησιν ἡ παροιμία. παροιμία γὰρ τοῦτο, ᾗ καὶ Ἐπίχαρμος ὁ Συρακούσιος χρῆται, ἐν οἷς φησιν “ἀλλὰ μὰν ἐγὼν ἀναγκαῖα πάντα ταῦτα ποιέω. οἴομαι δὲ οὐδεὶς ἑκὼν πόνηρος οὐδʼ ἄταν ἔχων.” ἐν Ἡρακλεῖ δὲ ταῦτα τῷ παρὰ Φόλῳ κεῖται. οὐκ ἔχει οὖν χώραν κατὰ τὴν προειρημένην ἔννοιαν τὴν παροιμίαν ἐκλαμβάνειν, ἀλλʼ ὡς Ἀριστοτέλης βούλεται. καὶ εὔλογον δείκνυσι τοῦτο 〈πρῶτον〉 ἀπὸ τῶν νομοθετῶν, εἶτα καὶ ἀπὸ τῶν ἰδίᾳ ἑκάστῳ, ὃ οὐδὲν ἕτερον ἢ ἔννοιαι κοιναί, αἳ ταῖς ἀποδείξεσι μεγίστην ἐπάγουσι ῥοπήν. Ἢ τοῖς γε νῦν εἰρημένοις ἀμφισβητητέο ν . Τοῖς ἐν τῷ δευτέρῳ εἰρημένοις· ἐκεῖ γὰρ ἔλεγε τὸ ὡς οὔτε φύσιν οὔτε τύχην οὔτʼ ἀνάγκην οὔτε αὐτόματον αἱ ἀρεταὶ αἰτιῶνται ἀλλὰ τὸν ἄνθρωπον καὶ τὸν ἀνθρώπινον νοῦν ταῖς πράξεσι συνδυαζόμενον, καὶ ὅτι βουλὴ προηγεῖται τῶν πράξεων τῶν κατὰ προαίρεσιν. τοῦτο πάλιν τὸ ἑκούσιον τῶν κατʼ ἀρετὴν καὶ κακίαν ἀναντιρρήτως παρίστησιν· οὐδὲ γὰρ μάτην ἐστὶν ἡ βουλὴ ὧν οὔκ ἐσμεν κύριοι. ὅσοι μὴ βίᾳ ἢ δ ι ’ ἄγνοια ν , ἧς μὴ αὐτοὶ αἴτιο ι . διὰ τούτου δηλοῖ τὴν περὶ τὰ καθʼ ἕκαστα ἄγνοιαν· τῆς καθόλου γὰρ ἀγνοίας τῆς περὶ τῶν ἀγαθῶν καὶ κακῶν αὐτὸς ἕκαστος αὑτῷ αἴτιος. Καίτοι πρὸς ἃ μή τ ’ ἐ φ ’ ἡμῖν ἐστ ι .
156 (1n)
Εἰ γὰρ μάταιον καὶ κενὸν τὸ προτρέπειν τινὰ περὶ ταῦτα, ἃ οὐκ ἔστιν ἐπʼ αὐτῷ, δῆλον ὡς τὰ περὶ ὧν τὰς προτροπὰς ποιοῦνται πάντα 〈ἐφʼ ἡμῖν〉 ἐστιν. εἰ γὰρ περὶ τῶν οὐκ ἐφʼ ἡμῖν, ἀδύνατον πεισθῆναί τινα προτρέποντι. περὶ δὲ ὧν πειθόμεθα καὶ οἷόν τε πεισθῆναι, ταῦτʼ ἂν ἐφʼ ἡμῖν εἴη. ὡς οὐδὲν πρὸ ἔργου πεισθῆναι ὄντος μὴ θερμαίνεσθαι ἢ ἀλγεῖν ἢ πεινῆν ἀντὶ τοῦ προτιμοτέρου συμφέροντος πλείονος· Ἰσοκράτης “ἵνα πρὸ ἔργου τι γένηται” ἀντὶ τοῦ πλεῖον· κἀνταῦθα οὖν κεῖται ἀντὶ τοῦ οὐδὲν πλείονος ὄντος πρὸς τὸ πεισθῆναι. ἢ τὸ οὐδὲν ἀντὶ τοῦ οὐδαμῶς, ὡς ἔχει τὸ ʼοὐδὲν γὰρ εὐδαίμωνʼ, ἢ λειπούσης τῆς ʼκατὰʼ προθέσεως, ἵνʼ ᾖ· κατʼ οὐδὲν γὰρ πλέον. ἔστι δὲ τοῦτο Ἀττικῆς συνηθείας οὕτω λέγειν. ὡς καὶ τὸ πρὸ ὁδοῦ Ὅμηρος “σύν τε δύω ἐρχομένῳ πρὸ ὁδοῦ βουλευσόμεθα, ὅτι ἐροῦμεν” ἀντὶ τοῦ προηγουμένως· καὶ Λουκιανὸς ἐν τῷ Μικύλλῳ “πρὸ ὁδοῦ ἔσῃ τοῦτο ἐς τὰ ἄλφιτα πεπονηκώς.” Οἷον τοῖς μεθύουσι διπλᾶ τὰ ἐπιτίμι α . Οὕτω Πιττακὸς ὥρισεν, εἷς τῶν ἑπτὰ σοφῶν. καὶ μὴ χαλεπά ἐστ ι , γνωσθῆναι δηλονότι, οἷον περὶ κλήρων διαδοχὰς καὶ ὅσα τοιαῦτα, ἃ οὐ χαλεπὰ γνωσθῆναι. ἀλ λ ’ ἴσως τοιοῦτός τίς ἐστιν ὥστε μὴ ἐπιμεληθῆνα ι . εἰ δέ τις, φησίν, αἰτιᾶται τὸ μηκέτι δύνασθαι ἐπιμελεῖσθαι τοῦ ἀλλοῖος γενέσθαι, οἷον μὴ φιλήδονος εἶναι μηδὲ ὀργίλος διὰ τὸ ὑπὸ τῆς ἡλικίας ἤδη προειλῆφθαι καὶ τὴν ἕξιν δυσαπότριπτον εἶναι, ἀληθῆ μὲν ἐρεῖ, οὐ μὴν διὰ τοῦτο ἄκων ἐστὶν 〈ὁ〉 τοιοῦτος καὶ ἀνεύθυνος ἔσται. τοῦ γὰρ τοιοῦτος εἶναι καὶ γεγονέναι αὐτὸς αἴτιος, τοῦτο μὲν ἀνειμένως ζῶν, τοῦτο δὲ κακουργῶν, τοῦτο δὲ ἐν πότοις καὶ μέθαις διατελῶν τὸν βίον. εἰ γὰρ ἐκ τῶν τοιούτων ἐνεργειῶν τοιοῦτος, τούτων δὲ αὐτὸς ἀρχή (ἐνῆν γὰρ αὐτῷ μὴ ποιεῖν ταῦτα· ἐπʼ αὐτῷ γὰρ ἦν τὸ τοιοῦτος εἶναι), αὐτὸς αἴτιος, ἑκὼν 〈ἄρα πονηρός· εἰ δὲ ἑκὼν〉 πονηρός, ἑκὼν ποιεῖ καὶ διὰ πονηρίαν ποιῶν ἁμαρτάνει. τὸ μὲν οὖν ἀγνοεῖ ν , ὅτι ἐκ τοῦ ἐνεργεῖν περὶ ἕκαστ α . ὅτι μὴ πᾶσα ἄγνοια ἀκούσιον, ἐντεῦθεν ἔστιν ἑλεῖν. εἰ μὲν γὰρ ἐπὶ πᾶσιν ἐκολάζοντο 〈οἱ〉 ἁμαρτάνοντες, ἴσως ἄν τις ὑπελάμβανε τὴν κόλασιν ἐπὶ τῇ τῶν πράξεων γίνεσθαι μοχθηρίᾳ, ἀλλʼ οὐκ ἐπὶ τοῖς ἑκουσίως πραχθεῖσιν.
ἐπὶ δὲ τῶν ὁμοίως πραξάντων οἱ μὲν κολάζονται, οἱ δὲ ἀφίενται συγγινωσκόμενοι· οὐ διότι ἡ πρᾶξις τοιαύτη κολάζουσιν, ἀλλʼ 〈ὅτι〉 ὁ πράττων αὐτὴν ἑκὼν τοιοῦτος. Οὐ μὴν ἐάν τε βούληται ἄδικος ὢν παύσεται καὶ ἔσται δίκαιο ς . Εἰ διὰ τὸ μὴ 〈ὅτε〉 βούλεταί τις παύσασθαι τοῦ εἶναι 〈τοιοῦτοσ〉 φησὶν ἀκούσιόν τις καὶ τὴν ἀρχὴν διατείνοιτο τῆς τοιαύτης ἐνεργείας, οὐδὲν ὁ τοιοῦτος βούλεται λέγειν. ἐνῆν γὰρ αὐτῷ μὴ τὴν ἀρχὴν ἐνδοῦναι πρὸς τὴν τῶν τοιούτων μελέτην, ἅπαξ δὲ καταστάντι τοιούτῳ ὁποῖον ἡ ἄσκησις τῶν τοιούτων ἀπειργάσατο οὐκέτι τοῦ βούλεσθαι τὴν τοιαύτην ὁρμὴν ἐπισχεῖν. οὐδὲ γὰρ ὁ κατὰ κρημνοῦ ἑαυτὸν ἀφεὶς ὅτε βούλεται καθέξει τὴν καταφοράν, οὐδʼ ὁ τὸν ἔρωτα συγχωρήσας ἀναχαιτίσει τὸ ἔργον, οὐδʼ ὁ διαίτης μοχθηρᾶς ἐμφορηθεὶς κωλύσει τὴν ἀπὸ ταύτης ἐγγινομένην τῷ σώματι βλάβην, οὐδὲ συλλήβδην εἰπεῖν, ὅ τι τῶν τοιούτων ἐπισπασάμενος καὶ ἐγγυμνασάμενος τῷ ἑκουσίως περὶ ταῦτα διαγενέσθαι, ἑκούσιον σχοίη καὶ τὴν ἀπαλλαγὴν ὅτε θέλει. οὐχ ὅτι δὲ μὴ ὅτε θέλει ἐξίσταται, ἤδη καὶ ἡ ἀρχὴ ἑκούσιος. ἱκανὰ γὰρ τὰ ὑποδείγματα τοῦ μὲν τὸ ἀκούσιον, τοῦ δὲ τὸ ἑκούσιον μαρτυρῆσαι. Εἰ δέ τις λέγει ὅτι πάντες ἐφίενται τοῦ φαινομένου ἀγαθο ῦ . Τίθησι τὸν δοκοῦντα μάλιστα ἀναιρεῖν λόγον τὸ ἑκούσιον μὴ εἶναι τὸ ἀπὸ τῶν φαντασιῶν, καὶ θεὶς παραλιπὼν τὸ καθόλου λύει αὐτόν. ἐπεὶ προέκειτο αὐτῷ δεικνύειν, ὅτι καὶ αἱ κακίαι ὁμοίως ταῖς ἀρεταῖς ἑκούσιοι ὡς συγχωρουμένου ὑπὸ πάντων τοῦ τὰς ἀρετὰς ἑκουσίους εἶναι, δείκνυσιν ὅτι οὐδὲν ὁ λόγος οὗτος βοηθεῖ τοῖς λέγουσιν, ὅτι ἀκούσια τὰ ἁμαρτήματα, ἐπεὶ τοῦτο πάντα ἀκούσια δείκνυσιν. ὥστε εἰ μὴ ἱκανὸς ἀνελεῖν τὸ τὰς ἀρετὰς ἀκουσίους εἶναι, οὐδʼ ἂν τὰς κακίας ἀκουσίους δεικνύοι. λύει δʼ αὐτὸν οὕτως, ἐπεὶ μάλιστα ἐχρῶντο αὐτῷ οἱ βουλόμενοι δεικνύειν ἀκούσια τὰ ἁμαρτήματα. ὁ δὲ πᾶς λόγος οὕτως ἂν εἴη· εἰ μὴ τῶν φαντασιῶν ἐσμεν αὐτοὶ κύριοι τῶν γινομένων ἡμῖν ἀγαθῶν, αἷς ἑπόμενοι τοιάδε ἢ τοιάδε πράττομεν, οὐδʼ ἂν τὸ τοιάδε ἢ τοιάδε πράσσειν ἐφʼ ἡμῖν εἴη.
ἀλλὰ μήν ἐσμεν οὐδαμῶς κύριοι αὐτοὶ τῶν περὶ τῶν ἀγαθῶν ἡμῖν προσπιπτουσῶν φαντασιῶν· ὁποῖοι γάρ ἐσμεν, τοιοῦτον ἡμῖν καὶ τὸ ἀγαθὸν καὶ τὸ τέλος φαίνεται, ἐκ φύσεως δὲ καὶ φύσει ἐσμὲν τοῖοι ἢ τοῖοι. ὁ μὲν γάρ τις οὕτω πέφυκεν ὡς διορᾶν δύνασθαι τὰ ὄντως ἀγαθά, ὁ δέ τις οὐχ οὕτως· φύσις ἄρα ἡμῖν αἰτία τῆς τῶν ἀγαθῶν φαντασίας· εἰ δὲ φύσις, οὐχ ἡμεῖς ἐσμεν κύριοι αὐτῶν, οὐδʼ ἄρα ἐφʼ ἡμῖν τὸ ἀγαθοῖς ἢ κακοῖς εἶναι. ὁ μὲν οὖν σύμπας λόγος τοιοῦτος· αὐτὸς δὲ οὕτως αὐτὸν ἔθηκεν, ὡς ἀναιρεῖν μόνον θέλοντα τὸ μὴ εἶναι ἐφʼ ἡμῖν τὸ ἁμαρτάνειν. καὶ γὰρ ἐχρῶντο αὐτῷ οἱ ἀκούσια τὰ ἁμαρτήματα λέγοντες. διὰ τοῦτο γὰρ ἔλαβε καὶ τὸ εἰ δὲ μηδεὶς αὑτῷ αἴτιος τοῦ κακὰ ποιεῖ ν . τοῦτό τοι καὶ τὴν λύσιν αὐτοῦ τοιαύτην ποιεῖται, κοινοποιῶν αὐτὴν καὶ δεικνὺς ὡσαύτως ἔχοντι καὶ ἐπὶ τῶν ἀρετῶν· ὁμοίως γὰρ καὶ αὗται ταῖς κακίαις οὐκ ἐφʼ ἡμῖν ἔσονται. οὐδὲ γὰρ εἰ ἡ τοῦ δεῖνος φαντασία οὐκ ἀληθής, οὐδὲν μᾶλλον ἡ ἀρετὴ τῆς κακίας ἀκούσιον· οὐ γὰρ δὴ εἰ τῷ μὲν κακῷ τὸ τέλος φύσει εἴη, ὁπωσδήποτε φαίνεται τοιοῦτον. διὸ πάντα πράττει πρὸς τὸ τούτου τυγχάνειν ἀναφέρων αὐτὰ οὐ καὶ τῷ ἀγαθῷ οὕτως. εἶτʼ οὖν μὴ τὸ τέλος φύσει φαίνεται τοιοῦτον ἀλλά τι καὶ παρʼ ἡμᾶς ἐστι πρὸς τὴν τοῦ τέλους καὶ ἀγαθοῦ φαντασίαν, ἢ εἰ τὸ μὲν τέλος φύσει, τὸ δὲ τὰ πρὸς τὸ τέλος φέροντα πράσσειν ἑκουσίως τὸν ἀγαθὸν τὴν ἀρετὴν ἑκούσιον λέγουσιν, οὐδὲν ἧττον καὶ ἡ κακία διʼ αὐτὰ ἑκούσιον ἔσται. ὁμοίως γὰρ τῷ κακῷ ἡ περὶ τοῦ τέλους 〈φαντασία ὑπάρξει〉 καὶ τὸ ἐν ταῖς τοῦ τέλους χάριν πράξεσι γινομέναις ἑκούσιον· ἀνακόλουθα γὰρ λεγόντων ἐστὶ τὸ μὲν ἀγαθοῖς εἶναι ἑκούσιον εἶναι, τὸ δὲ κακοῖς ἀκούσιον διὰ τὸ τῶν φαντασιῶν μὴ ἡμᾶς εἶναι κυρίους. Καὶ τὸ εὖ καὶ τὸ καλῶς τοῦτο πεφυκένα ι . Δηλονότι τὸ εὖ · λείποι δʼ ἂν ἡ ʼπρὸσʼ πρόθεσις, οἷον ἵνα ᾖ· τὸ καλῶς πρὸς τὸ πεφυκέναι. ἢ εἰ οὕτως, λέγοι ἂν τὸ ᾧ κρίνειν ἔστιν, οἷον ὄψιν κριτικὴν τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ φασιν εἶναι, ἡ τελεία καὶ ἀληθινὴ ἂν εἴη εὐφυία· οὗτος γάρ ἐστιν ὡς ἀληθῶς εὐφυής, ᾧ ἡ ὄψις ἡ τοιαύτη ἐν τῇ ψυχῇ καλῶς πέφυκεν. εἰ γὰρ μέγιστον μὲν τοῦτο πρὸς τὴν αἵρεσιν τῶν ἀγαθῶν, τοῦτο δʼ οὐχ οἷόν τε παρʼ ἑτέρου λαβεῖν, ἀλλὰ δεῖ φῦναι ἔχοντα αὐτό, εἴη ἂν κυρίως εὐφυὴς ὁ τοῦτο εὖ πεφυκὼς ἔχων, οὗ οὔκ ἐσμεν κύριοι.
ὥστε εἰ διὰ τὴν τοῦ τέλους ἄγνοιαν οἱ κακοὶ κακοί, ἄγνοια ἂν αὐτοῖς τῆς κακίας αἰτία, ἧς αὐτοὶ ἑαυτοῖς αἴτιοι, ὡς εἴπομεν. ἀμφοῖν γὰρ ὁμοίως τῷ ἀγαθῷ καὶ τῷ κακῷ · τοῦτο ὡς πρὸς τὸ συγχωρεῖσθαι ὑπὸ πάντων ἑκουσίους εἶναι τὰς ἀρετάς. εἰ διὰ τοῦτο οὐδὲν μᾶλλον ἡ κακία ἢ ἡ ἀρετὴ ἑκούσιον ἢ ἀκούσιον ἔσται, τὸ τέλος φύσε ι , 〈τουτέστιν〉 οὐκ ἐπʼ αὐτῷ διὰ τὸ ἢ φῦναι τοιόνδε ἢ μὴ φῦναι. ἕπεσθαι γὰρ τῷ φῦναι τοίῳ ἢ τοίῳ καὶ τὸ ἀγαθὸν καὶ μέτρον τῆς φύσεως ὡς ἑκάτερον τοῦ τέλους καὶ τοῦ ἀγαθοῦ ποιεῖσθαι τὴν ἀντίληψιν· ὁμοίως γὰρ καὶ τῷ κακῷ ὑπάρχει τὸ διʼ αὑτὸν ἐν ταῖς πράξεσι καὶ ἐν τῷ τέλει. διὰ τούτων δείκνυσι τὸ τὰς πράξεις διʼ ὧν γίνονται ἐφʼ ἡμῖν τε καὶ ἑκουσίους εἶναι. εἰ οὖν αὗται, καὶ αἱ ἕξεις ἐν αἷς αἱ πράξεις ἑκούσιοι. εἰ δέ ποτε ἐν τοῖς καθʼ ἕκαστα ἐν οἷς ἡ πρᾶξις εὑρίσκεται τὸ ἀκούσιον, ἀλλὰ καὶ τοῦ παύσασθαι, ὡς φθάνομεν εἰπόντες, ἅπαξ τὴν ἀρχὴν ἡμῶν ἐνδεδωκότων οὐκ ἐφʼ ἡμῖν ὄντος. εἰ διὰ ταῦτά τις τῷ ἀκουσίῳ ταύτας προσνέμοι, οὐδὲν πρὸς ἔπος· ἀλλʼ αἱ μὲν πράξεις ἐφʼ ἡμῖν καὶ ἑκούσιοι, ἀκούσιοι δὲ τῷ περὶ τόνδε ἢ τόνδε ἢ διὰ τοῦδε ἤ τι ἄλλο, διʼ ὃ ἀγνοούμενον ἀκούσιος ἡ πᾶσα πρᾶξις ἀλλʼ εἰ καὶ ταῦτα ἀκούσια, ἀλλʼ οὐ καὶ τὸ ἄρξασθαι τῆς πράξεως καὶ τὸ προελθεῖν καὶ τὸ ὅτε θέλομεν παύσασθαι τῆς πράξεως. αὐτοὶ γὰρ τὴν ἐξουσίαν ἔχομεν. ὥστε ἀπʼ ἀρχῆς μέχρι τέλους ἡμεῖς αὐτῶν κύριοι, καὶ τῆς ἀρχῆς καὶ τῆς προσθήκης καὶ τοῦ τέλους. τῶν δὲ ἕξεων τῆς μὲν ἀρχῆς αὐτοὶ κύριοι· τοῦ γὰρ τάδε πράττειν ἢ μή, ἐξ ὧν αἱ ἕξεις τὴν ἀρχὴν λαμβάνουσιν, ἡμεῖς κύριοι· διὸ καὶ τῶν ἕξεων· οὐκέτι μέντοι ἡ πρόσθεσις ἡ γινομένη μετὰ τῆς ἀρχῆς καθʼ ἑκάστην ἡμέραν ἡμῖν γνώριμος, 〈διὸ οὐδʼ ἐφʼ ἡμῖν ἡ ἐπίδοσις, ὥσπερ οὐδʼ ἐπὶ τῶν νόσων αἷς αὐτοὶ μὲν τὴν ἀρχὴν προσέχομεν νοσοῦντες, οὐ μὴν ἡ ἐπίδοσις αὐτῶν ἡ γινομένη γνώριμοσ〉, ἀλλʼ οὐδὲ τὸ παύσασθαι ἐπʼ αὐτοῖς ὅτε θέλουσιν οὔτε τῶν νόσων οὔτε τῶν ἕξεων. ἀλ λ ’ ὅτι ἐ φ ’ ἡμῖν οὕτως ἢ οὕτως χρήσασθα ι , τουτέστι μὴ ταῦτα οὕτως ἐνεργεῖν, ἐξ ὧν αἱ τοιαῦται ἕξεις. Εἰ οὖ ν , ὥσπερ λέγετα ι , ἑκούσιοί εἰσιν αἱ ἀρετα ί . Κοινοποιήσας τὸν λόγον τῶν φαντασιῶν ὁμολογούμενον ὑπὸ τῶν πλείστων τὸ τὰς ἀρετὰς ἐφʼ ἡμῖν τε εἶναι καὶ ἑκουσίους, ἅμα μὲν λύσιν δείκνυσι τοῦ λόγου, ἅμα δὲ συγκατασκευάζει, ὅτι καὶ αἱ κακίαι ἑκούσιοι, ὃ ἦν ἤδη κείμενον [ἦν] ἐν τῷ λόγῳ τῷ ʼεἰ μὲν οὖν ἕκαστος τῆς ἕξεως ἑαυτῷ πώς ἐστιν αἴτιος, καὶ τῆς φαντασίας αὐτὸς αἴτιοσʼ.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top