1
[ Πρᾶξι ς·] παρεδρικῶς προσ[γίνεται δαί]μων, ὃς τὰ πάντα μηνύσει σοι ῥητῶς κα[ὶ συνόμιλος καὶ συ]ναριστῶν ἔσται σοι καὶ συγκοιμώμενος. λαβὼν [οὖν ὁμοῦ] δύο σαυτοῦ ὄνυχας καὶ πάσας σου τὰς τρίχα[ς ἀπὸ κε]φαλῆς καὶ λαβὼν ἱέρακα κιρκαῖον ἀποθ[έ]ωσον εἰς [γάλα βο]ὸς μελαίνης συμίξας αὐτῷ μέλι Ἀττικὸν 〈καὶ ἀποθεώσας σ〉ύνδησον αὐτὸν ῥάκει ἀχρωτίστῳ, τίθει δ[ὲ πλησίον] αὐτοῦ τοὺς ὄνυχάς σου σὺν ταῖς θριξί, καὶ λαβὼν χα[ρτίον βασί]λειον ἐπίγραφε τὰ ὑποκείμενα ζμύρνῃ καὶ τίθει ὡσαύτως [σὺν ταῖς θ]ριξὶ καὶ τοῖς ὄνυξι καὶ ἀνάπλασον αὐτὸν λιβάνῳ [ἀτμήτῳ κα]ὶ οἴνῳ προπαλαίῳ. ἔστιν οὖν τὰ γραφόμενα ἐν τ[ῷ πιττ]ακίῳ· ʼα εε ηηη ιιιι οοοοο υυ υυυυ ωωωω[ωωω.ʼ γράφε δὲ ποι]ήσας δύο κλίματα· α ωωωω[ωωω] εε υυυ[υυυ] ηηη οοο[οο] ιιιι ιιι[ι] οοοοο ηη[η] υυυυυυ εε ωωωωωωω α καὶ λαβὼν τὸ γάλα σὺν τῷ μέλιτι ἀπόπιε πρὶν ἀνατολῆς ἔνθεον ἐν τῇ σῇ καρδίᾳ. καὶ λαβὼν τὸν ἱέρακα ἀνάθου ἐν ναῷ ἀρκευθίνῳ, καὶ στεφανώσας αὐτὸν τὸν ναὸν ποίησον παράθεσιν ἐν ἀψύχοις φαγήμασιν καὶ οἶνον ἔχε προπάλαιον, καὶ πρὶν τοῦ σε ἀναπεσεῖν λέγε ἄντικρυς αὐτοῦ τοῦ πτηνοῦ ποιήσας αὐτῷ θυσίαν, ὡς ἔθος ἔχεις, καὶ λέγε τὸν προκείμενον λόγον· ʼα εε ηηη ιιιι οοοοο υυ[υυυ]υ ωωωωωωω ἧκέ μοι, ἀγαθὲ γεωργέ, Ἀγαθὸς Δ[αί]μων, Ἁρπον [κνοῦ]φι βριντατην σιφρι βρισκυλμα αρουαζαρ β[αμεσεν] κριφι νιπτουμιχμουμαωφ. ἧκέ μοι, ὁ ἅγιος Ὠρίω[ν, ὁ ἀνακ]είμενος ἐν τῷ βορείῳ, ἐπικυλινδούμενος [τὰ τοῦ Νε]ίλου ῥεύματα καὶ ἐπιμιγνύων τῇ θαλάττῃ καὶ ἀλλ[οιῶν ζω]ῇ καθώσπερ ἀνδρὸς ἐπὶ τῆς συνουσίας τὴν σπορὰν, ἐπ[ὶ …. βάσει] ἀρραίστῳ ἱδρύσας τὸν κόσμον, ὁ πρωίας νεαρὸς καὶ ὀ[ψὲ πρεσ]βύτης, ὁ τὸν ὑπὸ γῆν διοδεύων πόλον καὶ πυρίπνεος 〈ἀνατέλλ〉ων, ὁ τὰ πελάγη διεὶς μηνὶ αʹ, ὁ γονὰς [ἱεὶς ἐ]πὶ τ[ὸ ἱερὸν ἐρ]ινεὸν τῆς Ἡλιουπόλεως διηνεκέως. [το]ῦ[το] αὐθεν[τικόν] σου ὄνομα· αρβαθ Ἀβαὼθ βακχαβρηʼ. πεμπόμε[νο]ς [δὲ] ἄβ[λαυτος ἴθι] ἀναποδίσας καὶ τίθει σεαυτὸν πρὸς χρῆσιν τῆς βρώσ[εως κα]ὶ τοῦ δείπνου καὶ τῆς προκειμένης παραθέσεως [πελάζων] τὸ στόμα πρὸς τὸ στόμα συνόμιλος τ[ῷ θεῷ]. εἰλικρ[ίνειαν δὲ ἔχει πᾶσαν] ἡ πρᾶξις [αὕτη]. κρύβε, κρύβ[ε] τὴν πρ[ᾶξιν καὶ ἄπε]χε σαυτὸν ἐν ἡμέρ[αις ζʹ] συνουσιάσαι γυναικί. [ Πνο ύ ]θεως ἱερογραμματέως πάρεδρος · .. ʼΠνούθιος Κήρυκι σε[βαζομένῳ τ]ὸν θεὸν χαίρειν. εἰδὼς προσέταξά σοι [τό]νδε [τὸν πάρεδρον] πρὸς τὸ μὴ διαπίπτειν ἐπιτελ[οῦν]τα [τή]νδε [τὴν πρᾶξ]ιν. παρελόμενος τὰ πάντα καταλει[πόμενα ἡμῖν ἐν] βίβλοις μυρίαις συντάγματα, [ἓ]ν πάν[των] ληα …….. 〈ὑπηρετ〉οῦντά σοι τόνδε τὸν πάρεδρον ἐπέδει[ξ]α ασο[ … πάρεδρον] ἅγιον τόνδε λαμβάνειν ὑμᾶς καὶ μόνον αι ………… τος, ὦ φίλε ἀερίων πνευμάτων χωρουμ[ένων] . [45]
1 (50)
.. με λόγοις θεολογουμένοις πείσαντες εσομ[ ……… νῦ]ν δὲ ἀπέπεμψα τήνδε τὴν βίβλον, ἵνʼ ἐκμάθῃς. [ἔχει γὰρ δύναμι]ν Πνούθεως λόγος πείθειν θεοὺς καὶ πάσας τὰ[ς θεάς. συγγράψω] δέ σοι ἐντεῦθεν περὶ τῆς παρέδρου λ[ήψεως. ἔστι δὲ ἡ τοῦ παρ]έδρου παράδοσις· προαγνεύσας καὶ [ἀπεχόμενος ἐμψύ]χου καὶ πάσης ἀκαθαρσίας καὶ ἐν οἵᾳ βούλει [νυκτὶ ἀνα]βὰς ἐπὶ δώματος ὑψηλοῦ, ἐνδεδυμένος καθαρῶς [ ……. λέγ]ε τὴν πρώτην σύστασιν ἀπογιν(ομένης) τῆς ἡλίου ἑλείας …….. [ …. ἔ]χων τελαμῶνα [ὁλο]μέλανα Ἰσιακὸν ἐπὶ το[ῖς ὀφθαλμοῖ]ς καὶ τῇ μὲν δεξιᾷ χειρὶ κάτεχε ἱέρακος κεφα[λὴν καὶ …. ἀ]νατέλλοντος τοῦ ἡλίου χαιρέτιζε κατασείων τὴν κεφ[αλὴν καὶ … δι]ώκων τόνδε τὸν ἱερὸν λόγον, ἐπιθύων λίβανον ἄ[τμητον] καὶ ῥόδινον ἐπισπένδων, ἐπιθύσασ[ ἐπὶ γηί]νου θυμιατηρίου ἐπʼ ἀνθράκων ἀπὸ ἡλιοτροπίου β[οτάνης. ἔ]σται δέ σοι διώκοντι τὸν λόγον σημεῖον τόδε· ἱέραξ κατ[απτὰς σοῦ] ἄντικρυς σταθήσεται καὶ πτερὰ τινάξας ἐν μέσ[ῳ, καθεὶς] εὐμήκη λίθον, εὐθὺς ἀναπτήσεται εἰς οὐρανὸν β[αίνων. σὺ] δὲ βάσταξον τοῦτον τὸν λίθον καὶ λιθουργήσας τάχος [γλῦφε ὕστ]ερον· γλυφέντα δὲ διατρυ[π]ήσας καὶ διείρας σπάρτῳ περὶ τ[ὸν τρά]χηλόν σου εἴρησον. ὀψίας δὲ ἀνελθὼν εἰς τὸ δωμάτιόν σ[ου πάλι]ν καὶ στὰς πρὸς αὐγὴν τῆς θεοῦ ἄντικρυς λέγε τὸν ὑμ[νικὸν λόγον] τόνδε ἐπιθύων πάλιν τρωγλῖτιν ζμύρναν τῷ αὐτῷ σχήμ[ατι. πῦρ] δὲ ἀνάψας ἔχε μυρσίνης κλάδον [ . ι ….. ]ον σείω[ν καὶ χαιρ]έτιζε τὴν θεόν. ἔσται δέ σοι σημεῖον ἐν τάχει τοιοῦ[το· ἀστὴρ αἴθω]ν κατελθὼν στήσεται εἰς μέσον τοῦ δώματος καὶ κατʼ ὄμ[μα κατα]χυ[θ]ὲν τὸ ἄστρον, ἀθρήσεις, ὃν ἐκάλεσας ἄγγελον πεμφθ[έντα σ]οί, θεῶν δὲ βουλὰς συντόμως γνώσῃ. σὺ δὲ μὴ δειλοῦ· [πρόσ]ιθι τῷ θεῷ, καὶ χεῖρα αὐτοῦ δεξιὰν λαβὼν κατ[φί]λησον, καὶ λέγε ταῦτα πρὸς τὸν ἄγγελον· λαλήσει γάρ σοι συν[τόμ]ως, πρὸς ὃ ἐὰν βούλῃ. σὺ δὲ αὐτὸν ἐξόρκιζε τῷδε [τῷ ὅρκ]ῳ, ὅπως ἀκίνητός σου τυγχάνων μείνῃ καὶ μὴ προσι[γήσῃ μη]δὲ παρακούσῃ ὅλως. ἐπὰν δέ σοι τοῦτον 〈τὸν〉 ὅρκον ἀ[ποδ]ῷ ἀσφαλῶς, χειροκρατήσας τὸν θεὸν καταπήδα, κ[αὶ εἰ]ς στενὸν τόπον ἐνεγκών, ὅπου κατοικεῖς, καθ[ίστη. π]ρῶτον δὲ τὸν οἶκον στρώσας, καθὼς πρέπει, καὶ ἑτοι[μάσας] παντοῖα φαγήματα οἶνόν τε Μενδήσιον, προανά[φερε εἰ]ς τὸν θεόν, ὑπηρετοῦντος παιδὸς ἀφθόρου καὶ σιγὴ[ν ἔ]χοντος, ἄχρις ἂν ἀπίῃ ὁ [ἄγγ]ελος. σὺ δὲ λόγο(υ)ς πρόπεμ[πε] τῷ θεῷ· ʼἕξω φίλον σε πάρεδρον, εὐεργέτην θεὸν [ὑπ]ηρετοῦντά μοι, ὡς ἂν εἴπω, τάχος, τῇ σῇ δυνάμει ἤδη ἔ[γγ]αιος, ναὶ ναί, φαῖνέ μοι, θεέʼ. καὶ αὐτὸς σὺ λάλησον, ἀνακ[εί]μενος, πρὸς ἃ φράζει, συντόμως. πειρῶ δὲ θεοῦ τὸν ὁρκισμὸν αὐτόν, πρὸς 〈ὃ〉 θέλεις. ἐπὰν δὲ ὧραι γʹ γένωνται, καὶ εὐθὺς ἀναπηδήσει ὁ θεός. κέλευε δὲ τῷ [π]αιδὶ 〈κατὰ〉 τὰς θύρας τρέχειν. λέγε δὲ· ʼχώρει, κύριε, θεὲ μάκαρ, ὅπου διηνεκῶς σὺ εἶς, ὡς βούλειʼ, καὶ ἀφανής ἐστιν ὁ θεός. Αὕτη ἡ ἱερὰ λῆψις τοῦ παρέδρου. γινώσκεται, ὅτι οὗτός ἐστιν ὁ θεός· πνεῦμά ἐστιν ἀέριον, ὃ εἶδες. ἐὰν ἐπιτάξῃς, παραυτὰ τὸ ἔργον ἐπιτελεῖ· ὀνειροπομπεῖ, ἄγει γυναῖκας, ἄνδρας δίχα οὐσίας, ἀναιρεῖ, καταστ[ρ]έφει, ἀναρίπτει ἀνέμους ἐκ γῆς, βαστάζει χρυσόν, ἄργυρον, χαλκόν, καὶ δίδωσί σοι, ὅταν χρεία γένηται, λύει δὲ ἐκ δεσμῶν [ἀ]λύσεσι φρουρούμενον, θύρας ἀνοίγει, ἀμαυροῖ, ἵνα μηδεὶς [κ]αθόλου σε θεωρήσῃ, πυρφορεῖ, ὕδωρ φέρει, οἶνον, ἄρτον καὶ [ὃ] ἂν ἐθέλῃς ἐκ τῶν ἐδεσμάτων, ἔλαιον, ὄξος, χωρὶς ἰχθύων μ[ό]νων, λαχάνων δὲ πλῆθος, ὃ θέλεις, ἄξει, κρέας δὲ χοίρειον—[τ]οῦτο ὅλως μὴ λέξῃς ποτὲ ἐνεγκεῖν. [105]
1 (100)
καὶ ὅτε βούλει δεῖ[πν]ον ποιῆσαι, λέγε· πᾶν χώρημα εὐπρεπὲς θεωρήσας [κέ]λευε τούτῳ στρῶσαι ταχέως καὶ συντόμως· εὐθὺς [περι]θήσει χρυσόροφα δώματα, τοίχους τούτοις μαρμαρωθέ[ν]τας ὄψῃ—καὶ ταῦτα ἡγεῖ τὰ μὲν ἀληθῆ, τὰ δὲ βλέπεσθαι μόνο[ν]—οἶνον δὲ πολυτελῆ, καθὼς πρέπει ἐξαρτίσαι τὸ δεῖπνον λ[αμ]πρῶς, συντόμως δαίμονας οἴσει καὶ τοὺς ὑπηρετοῦν[τ]άς σοι ζωστοὺς κοσμήσει. ταῦτα [σ]υντόμως ποιεῖ. κα[ὶ ὁπόταν αὐτὸν] κελεύσῃς διακον[ῆσαι], ποιήσει, καὶ ὄψῃ προ[τερή]σαντα ἄλλοις· ἵστησι πλοῖα καὶ πά[λιν] ἀπολύει, ἵστησι πονη[ρὰ δαιμόν]ια πλεῖστα, θῆρας δὲ παύει καὶ ὀδόντας ῥήξει ἑρπετ[ῶν ἀν]ημέρων συντόμως, κύνας δὲ κοιμίζει καὶ ἀφώνο[υς ἵσ]τησι, μεταμορφοῖ δὲ εἰς ἣν ἐὰν βούλῃ μορφὴν θη[ρίου] πετηνοῦ, ἐνύδρου, τετραπόδου, ἑρπετοῦ. βαστάξει σ[ε εἰς] ἀέρα καὶ πάλιν ῥίψει σε εἰς κλύδωνα ποντίων ποταμ[ῶν καὶ] εἰς ῥ〈ύ〉ακας θαλασσίων, πήξει δὲ ποταμοὺς καὶ θάλασσα[ν συντ]όμως καὶ, ὅπως ἐνδιατρέχῃς σταδίως, ὡς βούλει. μά[λιστα] δὲ καθέξει σοῦ θελήσαντός ποτε τὸν ἀφρὸν ἁλί[δρομ]ον, καὶ ὅταν θέλῃς ἄστρα κατενεγκεῖν, ὁπόταν τε θέλῃς [τὰ θερ]μὰ ψυχρὰ ποιῆσαι καὶ τὰ ψυχρὰ θερμά, λύχνους ἀνά[ψει κ]αὶ κατασβέσει πάλιν, τείχη δὲ σείσει καὶ πυρίφλογα [ποιή]σει, δουλεύσει σοι ἱκανῶς εἰς [ἃ] ἂν ἐπινοήσῃς, ὦ μα[κάρι]ε μύστα τῆς ἱερᾶς μαγείας, καὶ ἐπιτελέσει σοι ὁ κράτιστος πάρεδρος οὗτος, ὁ καὶ μόνος κύριος τοῦ ἀέρος, καὶ συνφων[ή]σουσι πάντα οἱ θεοί· δίχα γὰρ τούτου οὐδέν ἐστιν. μηδενὶ [ἄλλῳ με]ταδῷς, ἀλλὰ κρύβε, πρὸς Ἡλίου, ἀξιωθεὶς ὑπὸ τοῦ κυρί[ου θεοῦ], τὸ μέγα τοῦτο μυστήριον. ἔστιν δὲ ὁ λόγος ὁ λεγόμενος ἑ[πτάκις ἑπ]τὰ πρὸς ἥλιον ἐξορκισμὸς τοῦ παρέδρου· ʼωρι πι… [Ἀ]μοῦν τε αινθυφ πιχαρουρραιαλ καρφιουθ υμου ροθιρβαν οχαναυ μουναιχαναπταζω· ζων ταζωταζω· πταζω μαυϊας σουωρι σουω ωους σαραπτουμι σαραχθι α. ριχαμχω βιραθαυ ωφαυ φαυω δαυα· αυαντω ζουζω· αρρουζω ζωτουαρ θωμναωρι αυωι πταυχαρηβι αωυοσωβιαυ πταβαϊν ααααααα αεηιουωυωοιηεα χαχαχ χαχαχ χαρχαραχαχ Ἀμοῦν ω· ηϊ ϊαεωβαφρενεμουνοθιλαρικριφιαευεαϊφιρκιραλιθονυομενερφαβω[ε]αϊ χαθαχ φνεσχηρ φιχρο φνυρω φωχωχοχ ϊαρβαθα γραμμη φιβαωχνημεω.ʼ οὗτός ἐστιν ὁ λόγος ὁ λεγόμενος πρὸς ἥλιον ἑπτάκις ἑπτά. ἔστιν δὲ ὁ γλυφόμενος εἰς τὸν λίθον Ἡλίωρος ἀνδρ[ιὰς] λεοντοπρόσωπος, τῇ μὲν ἀριστερᾷ χειρὶ κρατῶν πόλον καὶ μάστιγα, κύκλῳ δὲ αὐτοῦ δράκοντα οὐροβόρον, ὑπὸ δὲ τὸ ἔδαφος τοῦ λίθου τὸ ὄνομα τοῦτο (κρύβε)· ʼαχα αχαχα χαχ χαρχαρα χαχ.ʼ καὶ διειρήσας σπάρτῳ Ἀνουβιακῷ φόρει περὶ τὸν τράχηλον. λόγος Σελήνῃ· ʼϊνουθω πτουαυμι· ανχαριχ· χαραπτουμι· ανοχα αβιθρου αχαραβαυβαυ βαραθιαν ατεβ δουανανου απτυρ πανορ παυραχ· σουμι φορβα· φ[ο]ριφορβαραβαυ· βωηθ· αζα· φορ· ριμ μιρφαρ· ζαυρα· πταυζου· χωθαρπαραχθιζου· ζαιθ· ατιαυ ϊαβαυ καταντουμι βαθαρα χθιβι ανοχ. [145]
1 (150)
‘ ταῦτα εἰπὼν ὄψει τινὰ ἀστέρα ἐκ τοῦ 〈οὐρανοῦ〉 κατʼ ὀλίγον ἀναλυόμενον καὶ θεοποι[ο]ύμ[ε]νον. σὺ δὲ προσιὼν καὶ δεξάμενος τῆς χειρὸς καταφ[ιλ]ῶν λέγε τὸν αὐτὸν λόγον· ʼωπταυμι ναφθαυβι μαιουθ[μ]ου μητροβαλ· ραχηπτουμι αμμωχαρι αυθει· α. ταμαρα· χιωβιταμ· τριβωμις· αραχο ισαρι ραχι· Ἰα[κο]υβι ταυραβερωμι ανταβι ταυβι.ʼ ταῦ[τά] σοι εἰπόντι [ἀπ]οκριθήσεται, σὺ δὲ αὐτῷ λέγε· ʼτί ἐστιν τὸ ἔνθεόν σου ὄν[ομ]α; μήνυσόν μοι ἀφθόνως, ἵνα ἐπικαλέσωμαι α[ὐτόʼ. ἔσ]τιν δὲ γραμμάτων ιεʹ· σουεσολυρ φθη μωθ. ἔστιν δὲ καὶ τὰ ἑξῆς λεγόμενα· ʼδεῦρό μοι, βασιλεῦ, 〈καλῶ σε〉 θεὸν θεῶν, ἰσχυρὸν, ἀπέραντον, ἀμίαντον, ἀδιήγητον, Αἰῶνα κατεστηριγ[μ]ένον· ἀκίνητός μου γίνου ἀπὸ τῆς σήμερον ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον τῆς ζωῆς μουʼ. ἔπειτα ἐρώτα αὐτὸν κατὰ τῶν αὐτῶν ὅρκων. ἐὰν τὸ ὄνομά σοι εἴπῃ, σὺ δὲ τῆς χειρὸς αὐτοῦ λαβὼν κάτελθε καὶ κατάκλινον αὐτόν, ὡς προεῖπον, παρατιθῶν αὐτῷ, ἐξ ὧν μεταλαμβάνεις βρωτῶν καὶ ποτῶν. ἐπὰν δὲ ἀπολύσῃς αὐτὸν, μετὰ τὸ ἀποστῆναι ἐπίθυε αὐτῷ τὰ προκείμενα καὶ σπένδε οἶνον, καὶ οὕτως τῷ κραταιῷ ἀγγέλῳ φίλος ἔσει· ἀποδημοῦντί σοι συναποδημήσει, πενομένῳ χρήματα δώσει, ἐρεῖ σοι τὰ μέλλοντα γενέσθαι καὶ πότε καὶ ποίῳ χρόνῳ, νυκτὸς ἢ ἡμέρας. ἐὰν δέ τί〈σ〉 σε ἐρωτήσῃ· ʼτί κατὰ ψυχὴν ἔχωʼ; ἢ· ʼτί μοι ἐγένετο ἤγε μέλ[λ‐] ει γενέσθαι;ʼ ἐπερώτα τὸν ἄγγελον, καὶ ἐρεῖ σοι σιωπῇ· σὺ δὲ ὡς ἀπὸ σεαυτοῦ λέγε τῷ ἐπερωτῶντί σε. τελευτήσαντός σου τὸ σῶμα [περισ]τελεῖ, ὡς πρέπον θεῷ, σοῦ δὲ τὸ πνεῦμα βαστάξας εἰς ἀέρ[α ἄ]ξει σὺν αὑτῷ. εἰς γὰρ Ἅιδην οὐ χ[ω]ρήσει ἀέριον πνεῦμα συσταθὲν κραταιῷ παρέδρῳ· τούτῳ γὰρ πάντα ὑπόκειτ[αι]. ὅταν δὲ θέλῃς τι πρᾶξαι, εἰς ἀέρα λέγε τὸ ὄνομα μόνον κα[ὶ· ʼἐλθέʼ, κ]αὶ ὄψῃ αὐτόν, καὶ ἐγγύς σου ἑστῶτα, καὶ λέγε αὐτῷ· ʼποίη[σον] τοῦτο τὸ ἔργον,ʼ καὶ ποιεῖ παραυτὰ καὶ ποιήσας ἐρεῖ σοι· ʼτί ἄλλο βούλει; σπεύδω γὰρ εἰς οὐρανόν.ʼ ἐὰν δὲ μὴ ἔχῃς παραυτὰ ἐπιτάξαι, λέγε αὐτῷ· ʼπορεύου, κύριεʼ, καὶ ἀπελεύσεται. οὕτως οὖν ὁ θεὸς ὑπὸ σοῦ μόνου θεωρηθήσεται, οὐδὲ φωνήν ποτε αὐτοῦ οὐδεὶς ἀκούσει λαλοῦντος, εἰ μὴ σὺ αὐτὸς μόν[ο]ς. ἐρεῖ δέ σοι περὶ κατακλίσεως ἀνθρώπου, εἰ ζήσεται ἢ τελ[ευτήσ]ει, καὶ ποίᾳ ἡμέρᾳ καὶ ποίᾳ ὥρᾳ νυκτός. δώσει δέ [σοι καὶ] ἀγρίας βοτάνας καὶ πῶς θερ[α]πεύσεις, καὶ ὡς θεὸς προ[σκ]υνηθήσει ἔχων τὸν θεὸν φί[λο]ν. ταῦτα εὖ ἀνύσει ὁ κραται[ὸς] πάρεδρος. ταῦτα οὖν μηδενὶ παραδίδου, εἰ μὴ μόνῳ [σο]υ ἰσχινῷ υἱῷ σου ἀξιοῦντι τὰ [παρʼ] ἡμῶν ῥηθέντα ἐνεργ[ή]ματα. διευτύχει.ʼ τὸ δὲ λεγόμενον πρὸς ἥλιον οὐδὲν ζητεῖ εἰ μ[ὴ] ϊαεωβαφρενεμουν (λόγος) καὶ ια[ρ]βαθα (λόγος). Ἔστιν οὖν τοῦ [π]ρωτοφυοῦς θεοῦ καὶ πρωτογε[ν]οῦς ῥυστική · ʼἐπικαλο[ῦ]μαί σε, κύριε, κλῦθί μου, ὁ ἅγιος θεός, [ὁ] ἐν ἁγίοις ἀναπαυόμενος, ᾧ αἱ Δόξαι παρεστήκασι διηνεκῶ〈σ〉· σὲ ἐπικαλοῦμαι, [προπ]άτωρ, καὶ δέομαί σου, αἰωναῖε, αἰωνακ〈τ〉ινοκράτωρ, αἰωνοπολοκράτωρ, ἐπὶ τοῦ ἑπταμερ[ί]ου σταθείς χαω· χαω·χα·ουφ· χθεθωνϊμεεθηχρινϊ[α] μερουμ ϊ Ἀλδα ζαω βλαθαμμαχωθ φριξα ηκε[ . [195]
1 (200)
. ]φυηϊδρυμηω φερφριθω ϊαχθω ψυχεω φιριθμεω [ρ]ωσερωθ θαμαστρα φατιρι ταωχ ϊαλθεμεαχε· ὁ τὸ ῥίζωμα διακατέχω[ν, ὁ] τὸ ἰσχυρὸν ὄνομα ἔχων τὸ καθηγιασμένον [ὑ]πὸ πάντων ἀγγέλων· ἐπάκουσόν μου, ὁ κτίσας δεκανοὺς κ[ρα]ταιοὺς καὶ ἀρχαγγέλους, ᾧ παρεστήκασιν μυριάδες ἀγγ[έλ]ων ἄφατοι· κατʼ οὐρανὸν ἀνυψώθης, καὶ κύριος ἐπεμ〈αρ〉τύρησεν [τ]ῇ σοφίᾳ σου καὶ κατηυλόγησέν σου 〈τὴν〉 δύν[α]μιν καὶ εἶπέν σε σθένειν καθʼ ὁμοιότητα αὐτοῦ, ὅσον κα[ὶ α]ὐτὸ[ς σθένει. ἐπικαλοῦμαί σε, κύριε τῶν πάντων, ἐν ὥρᾳ ἀνάγ‐] κης, ἐπά[κ]ουσόν μο[υ], ὅτι [θλ]ί[βε]ταί μου ἡ ψυχὴ καὶ ἀποροῦμαι ἁ[πάντων] ἄβου[λος· διὸ ἐλθέ] μοι, ὁ κυριεύων πάντων ἀγγέλων, ὑπεράσπισόν μου πρὸς πᾶσαν ὑπεροχὴν ἐξουσίας δαίμονος ἀε[ρί]ου [καὶ εἱ]μαρμένης. ναί, κύριε, ὅτι ἐπικαλοῦμαί σου τὸ κρυ[π]τὸν ὄνομα τὸ διῆκον ἀπὸ τοῦ στερεώματος ἐπὶ τὴν γῆν· αθηζοφωιμ ζαδηαγηωβηφιαθεαα Ἀμβραμι Ἀβρααμ θαλχιλθοε ελκωθωωηη αχθωνων σα Ἰσακ χωηϊουρθασιω Ἰωσϊα ϊχημεωωωω αωαεϊ, ἀνάσωσόν με ἐν ὥρᾳ ἀνάγκησʼ. λέγε ἡλίῳ ἢ ὅπου ἐὰν κατα[λ]ηφθῇς. Ἀμαύρωσις ἀναγκαία · λαβὼν στέαρ ἢ ὀφθαλμὸν νυκτίβαυ καὶ κύλισμα κανθάρου καὶ 〈ὀμ〉φακνίνου μύρου λειοτριβήσας πάντα χρῖε ὅλον τὸ σωμά[τ]ιόν σου, καὶ πρὸς ἥλιον λέγε· ʼἐξορκίζω σε τὸ μέγα ὄνομα βορκη φοιουρ ϊω ζιζια απαρξεουχ θυθη λαιλαμ αααααα [ιι]ιιι ωωωω ϊεω ϊεω ϊεω ϊεω ϊεω ϊεω ϊεω ναυναξ αιαι αεω αεω ηαωʼ καὶ ὑγρὸν ποίει καὶ ἐπίλεγε· ʼἀθεώρητόν με ποίησον, κύριε Ἥλιε, αεω ωαη εϊη ηαω, ἀπέναντι παντὸς ἀνθρώπου ἄχρι δυσμῶν ἡλίου ϊω ϊωω φριξ ριζω εωα.ʼ Μνημονική · λαβὼν χάρτην ἱερατικὸν γράψον τὰ προκείμενα ὀνόματα ζμυρνομέλανι Ἑρμαϊκῷ καὶ γράψας, ὡς πρόκειται, ἀπόκλυσον ἐς ὕδωρ πηγαῖον ἀπὸ ζʹ πηγῶν καὶ πίε αὐτὸ ἐπὶ ἡμέρας ζʹ νήστης ἐξ ἀνατολῆς οὔσης τῆς σελήνης. πῖνε δὲ τὸ ἀρκοῦν. ἔστιν δὲ τὰ γραφόμενα εἰς τὸ πιττάκιον· ʼκαμβρη χαμβρη· σιξιωφι Ἁρπον Χνουφι βριντατηνωφριβρισκυλμααρουαζαρβαμεσεν κριφι νιπτουμι χμουμαωφ Ἀκτιωφι αρτωσι βιβιου βιβιου σφη σφη νουσι νουσι σιεγω σιεγω νουχα νουχα λινουχα λινουχα χυχβα χυχβα καξιω χυχβα δητοφωθ ιι αα οο υυ ηη εε ωω.ʼ ταῦτα ποιήσας ἀπόκλυσον καὶ πίε, ὡς πρόκειται. ἔστιν δὲ καὶ τοῦ μελανίου ἡ σκευή· τρωγλῖτις ζμύρνα δραχμαὶ δʹ, ἰσχάδας Καρικὰς γʹ, φοινίκων Νικολάων ὀστέα ζʹ, στροβίλια ἄβροχα ζʹ, ἀρτεμισίας μονοκλώνου καρδίας ζʹ, ἴβεως ʼἙρμαϊκῆς πτερὰ ζʹ, ὕδωρ πηγαῖον. ταῦτα καύσας ποίει καὶ γράφε. Ἀμαύρωσι〈σ〉 δοκίμ η . μέγα ἔργον· λαβὼν πιθήκου ὀφθαλμὸν ἢ νέκυος βιοθανάτου καὶ βοτάνην ἀγλαοφωτίδος (τὸ ῥόδον λέγει) ταῦτα τρίψας σὺν ἐλαίῳ σουσίνῳ, τρίβων δὲ αὐτὰ ἐκ τῶν δεξιῶν εἰς τὰ εὐώνυμα λέγε τὸν λόγον, ὡς ὑπόκειται· [verba coptica] ἀνάστηθι, δαίμων καταχθόνιε ιω Ἐρβηθ ιω Φορβηθ ιω Πακερβηθ ιω Ἀπομψ, ὃ ἐὰν ἐπιτάξω ὑμῖν ἐγὼ ὁ δεῖνα, ὅπως ἐπήκοοί μοι γένησθε. [255]
1 (250)
‘ ἐὰν δὲ θελήσῃς ἄφαντος γενέσθαι, χρῖσόν σου τὸ μέτωπον μόνον ἐκ τοῦ συνθέματος, καὶ ἄφαντος ἔσῃ, ἐφʼ ὅσον χρόνον θέλεις. ἐὰν δὲ θελήσῃς ἐμφαίνεσθαι, ἀπὸ δύσεως ἐρχόμενος εἰς ἀνατολὴν λέγε τὸ ὄνομα τοῦτο, καὶ ἔσει δηλωτικὸς καὶ ἔποπτος πᾶσιν ἀνθρώποις. ἔστιν δὲ τὸ ὄνομα· ʼΜαρμαριαωθ μαρμαριφεγγη, ποιήσατέ με, τὸν δεῖνα, ἔποπτον πᾶσιν ἀνθρώποις ἐν τῇ σήμερον ἡμέρᾳ, ἤδη, ἤδη, ταχύ, ταχύ.ʼ ἔχε〈ι〉 λίαν καλῶς. Ἀπολλωνιακὴ ἐπίκλησις · λαβὼν κλῶνα δάφν[ης] ἑπτάφυλλον ἔχε ἐν τῇ δεξ[ιᾷ] χειρὶ καλῶν τοὺς οὐρανίους θεοὺς καὶ χθονίους δαίμον[ας]. γράψον εἰς τὸν κλῶνα τῆς δάφνης τοὺς ζʹ ῥυστικοὺς χ[α]ρακτῆρας. εἰσὶν οἱ χαρακτῆρες οἵδε· [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] τὸν μὲν πρῶτον χαρακτῆρα εἰς τὸ πρῶτον φύλλον, τὸν [δε]ύτερον πάλιν οὕτως εἰς τὸ δεύτερον, ἄχρι λήξεως τῶν ζʹ φύλλων καὶ τῶν ζʹ χαρακτήρων. βλέπε δέ, μὴ ἀπολέσῃς φύλλον [καὶ] σεαυτὸν βλάψῃς· τοῦτο γὰρ μέγιστον σώματος φυλακτικόν, ἐν ᾧ πάντες ὑποτάσσονται καὶ θάλασσα καὶ πέτραι φρίσσουσι καὶ δαίμονες φυλ〈άσσονται χαρ〉ακτήρων τὴν θείαν ἐνέργειαν, ἥνπερ μέλλεις ἔχειν. ἔστιν γὰρ φυλακτήριον μέγιστον τῆς πράξεως, ἵνα μηδὲν πτοηθῇς. ἔστιν δὲ ἡ πρᾶξις· λαβὼν λύχνον ἀμίλτωτον σκεύασον διὰ βυσσίνου ῥάκους καὶ ῥοδίνου ἐλαίου ἢ ναρδίνου καὶ στολίσας σεαυτὸν προφητικῷ σχήματι ἔχε ἐβεννίνην ῥάβδον ἐν τῇ λαιᾷ χειρὶ καὶ τὸ φυλακτήριον ἐν τῇ δεξιᾷ, τουτέστιν τὸν κλῶνα τῆς δάφνης, ἔχε δὲ ἐν ἑτοίμῳ λύκου κεφαλήν, ὅπως ἂν ἐπιθῇς τὸν λύχνον ἐπὶ τῆς κεφαλῆς τοῦ λύκου, καὶ βωμὸν ὠμὸν στησάμενος ἐγγὺς τῆς κεφαλῆς καὶ τοῦ λύχνου, ἵνα ἐπιθύσῃς τῷ θεῷ· καὶ εὐθέως εἰσέρχεται τὸ θεῖον πνεῦμα. ἔστιν δὲ τὸ ἐπίθυμα λύκου ὀφθαλμός, στύραξ, κιννάμωμον, βδέλλα καὶ ὅτι ἔντιμον ἐν τοῖς ἀρώμασι, καὶ σπονδὴν τέλεσον ἀπὸ οἴνου καὶ μέλ[ι]τος καὶ γάλακτος καὶ ὀμβρίου ὕδατος 〈καὶ ποί〉ει πλακοῦντας ζʹ καὶ πόπανα ζʹ. ταῦτα μέλλεις ὅλα ποιῆσαι [ἐγ]γὺς τοῦ λύχνου, ἐστολισμένος καὶ ἀπεχόμενος ἀπὸ πάντων μυσαρῶν πραγμάτων καὶ πάσης ἰχθυοφαγίας καὶ πάσης συνουσίας, ὅπως ἂν εἰς μεγίστην ἐπιθυμίαν ἀγάγῃς τὸν θεὸν εἰς σέ. ἔστιν δὲ τὰ ὀνόματα, 〈ἃ〉 μέλλεις γράψαι εἰς τὸ βύσσινον ῥάκος καὶ ἐλλυχνιάσεις εἰς τὸν ἀμίλτωτον λύχνον· ʼαβεραμενθωουλερθεξ αναξ εθρενλυοω θνεμα ραιβαι· αεμινναε βαρωθερ ρεθωβαβ εανιμεα.ʼ ὅταν τελέσῃς πάντα τὰ προειρημένα, κάλει τῇ ἐπαοιδῇ· ʼἌναξ Ἀπόλλων, ἐλθὲ σὺν Παιήονι, χρημάτισόν μοι, περὶ ὧν ἀξιῶ, κύριε. δέσποτα, λίπε Παρνάσιον ὄρος καὶ Δελφίδα Πυθὼ ἡμετέρων ἱερῶν στομάτων ἄφθεγκτα λαλούντων, ἄγγελε πρῶτε 〈θε〉οῦ, Ζηνὸς μεγάλοιο, Ἰάω, καὶ σὲ τὸν οὐράνιον κόσμον κατέχοντα, Μιχαήλ, καὶ σὲ καλῶ, Γαβριὴλ πρωτάγγελε· δεῦρʼ ἀπʼ Ὀλύμπου, Ἀβρασάξ, ἀντολίῃς κεχαρημένος, ἵλαος ἔλθοις, ὃς δύσιν ἀντολίηθεν ἐπισκοπιάζει[ς, Ἀ]δωναί· πᾶσα φύσις τρομ[έ]ει σε, πάτερ κό[σ]μοιο, Πακερβηθ. [295]
1 (300)
ὁρκίζω κεφαλήν τε θεοῦ, ὅπερ ἐστὶν Ὄλυμπος, ὁρκίζω σφραγῖδα θεοῦ, ὅπερ ἐστὶν ὅρασις, ὁρκίζω χέρα δεξιτερήν, ἣν κόσμῳ ἐπέσχες, ὁρκίζω κρητῆρα θεοῦ πλοῦτον κατέχοντα, ὁρκίζω θεὸν αἰώνιον Αἰῶνά τε πάντων, ὁρκίζω Φύσιν αὐτοφυῆ, κράτιστον Ἀδωναῖον, ὁρκίζω δύνοντα καὶ ἀντέλλοντα Ἐλωαῖον, ὁρκίζω τὰ ἅγια καὶ θεῖα ὀνόματα ταῦτα, ὅπως ἂν πέμψωσί μοι τὸ θεῖον πνεῦμα καὶ τελέσῃ, ἃ ἔχω κατὰ φρένα καὶ κατὰ θυμόν. κλῦθι, μάκαρ, κλῄζω σε, τὸν οὐρανοῦ ἡγεμονῆα καὶ γαίης, χάεός τε καὶ Ἄϊδος, ἔνθα νέμονται … πέμψον δαίμονα τοῦτον ἐμαῖς ἱεραῖς ἐπαοιδαῖς νυκτὸς ἐλαυνόμενον προστάγμασιν σῆς ὑπʼ ἀνάγκης, οὗπερ ἀπὸ σκήνους ἐστὶ τόδε, καὶ φρασάτω μοι, ὅσσα θέλω γνώμῃσιν, ἀληθείην καταλέξας, πρηΰν, μειλίχιον μηδʼ ἀντία μοι φρονέοντα. μηδὲ σὺ μηνίσῃς ἐπʼ ἐμαῖς ἱεραῖς ἐπαοιδαῖς, ἀλλὰ φύλαξον ἅπαν δέμας ἄρτιον ἐς φάος ἐλθεῖν· ταῦτα γὰρ αὐτὸς ἔταξας ἐν ἀνθρώποισι δαῆναι. κλῄζω δʼ οὔνομα σὸν Μοίραις αὐταῖς ἰσάριθμον· αχαϊφω θωθω αϊη ϊαηϊα αϊη αϊη ϊαω θωθω φιαχα.ʼ καὶ ὅταν εἰσέλθῃ, ἐρώτα αὐτόν, περὶ οὗ θέλεις, περὶ μαντείας, περὶ ἐποποιίας, περὶ ὀνειροπομπείας, περὶ ὀνειραιτησίας, περὶ ὀνειροκριτίας, περὶ κατακλίσεως, περὶ πάντων, ὅ[σ]ων ἐστὶν ἐν τῇ μαγικῇ ἐμπει[ρίᾳ]. στρῶσον δὲ θρόνον καὶ κλ[ι]ντήριο[ν δ]ιὰ βυσσίνω[ν], σὺ δὲ στάθητι θύων διὰ τοῦ προειρημένου ἐπιθ[ύ]ματος. καὶ μετὰ τὴν ἐξ[έ]τασιν ἐὰν θέλῃς ἀπολῦσαι αὐτὸν τὸν θεόν, τὴν προειρημένην ἐ[β]εννίνην ῥάβδον, ἣν ἔχεις χειρὶ ἐν τῇ λαιᾷ, μετένεγκον εἰς τὴν δεξιὰν καὶ τὸν κλῶνα τῆς δάφνης, ὃν ἔχεις ἐν τῇ δεξιᾷ χειρί, μετένεγκον εἰς τὴν ἀριστεράν, καὶ σβέσον τὸν καιόμενον λύχνον καὶ χρῶ τοῦ αὐτοῦ ἐπιθύματος λέγων ὅτι· ʼἵλαθί μοι, προπάτωρ, προγενέστερε, αὐτογένεθλε· ὁρκίζω τὸ πῦρ τὸ φανὲν πρῶτον ἐν ἀβύσσῳ, ὁρκίζω τὴν σὴν δύναμιν, τὴν πᾶσι μεγίστην, ὁρκίζω τὸν φθείροντα μέχρις Ἄϊδος εἴσω, ἵνα ἀπέλθῃς εἰς τὰ ἴδια πρυμνήσια καὶ μή με βλάψῃς, ἀλλʼ εὐμενὴς γενοῦ διὰ παντός.ʼ ‘ . [345]
.. ακρακαναρβα· καναρβα· αναρβα· ναρβα· αρβα· ρβα· βα· [α].ʼ λέγε ὅλον οὕτως τὸ ὄνομα πτερυγοειδῶς. ʼΦοῖβε, μαντοσύναισιν ἐπίῤῥοθος ἔρχεο χαίρων, Λητοΐδη, ἑκάεργε, ἀπότροπε, δεῦρʼ ἄ[γ]ε, δεῦρο· δεῦρʼ ἄγε, θεσπίζων, μαντεύεο νυκτὸς ἐν ὥρῃ. αλλαλαλα· αλλαλαλα· σανταλαλα· ταλαλα.ʼ λέγε τοῦτο τὸ ὄνομα καὶ αὐτὸ ἓν ὑφαιρῶν πτερυγοειδῶς. ʼεἴ ποτε δὴ φιλόνικον ἔχων κλάδον ἐνθάδε δάφνης [σῆ]ς ἱερῆς κορυφῆς ἐφθέγγεο πολλάκις ἐσθλά· καὶ νῦν μοι σπεύσειας ἔχων θεσπίσματʼ ἀληθῆ· λαητωνιον καὶ ταβαραωθʼ· αεω· εω, ἄναξ Ἄπολλον Παιάν, [ὁ] τὴν νύκτα ταύτην κατέχων καὶ ταύτης δεσποτεύων, ὁ τὴν ὥραν τῆς εὐχῆς κ[α]ὐτῆς κρατῶν. ἄγετε, κραταιοὶ δαίμονες, συνεργήσατέ μοι σήμερον ἐπʼ ἀλ[η]θείας φθενγόμενοι σὺν τῷ τῆς Λητοῦς καὶ Διὸς υἱῷ.ʼ ἐπίφερε δὲ καὶ τοῦτο, ὅπερ ἐ[ν] φύλλοις δάφνης γράφεται, καὶ μετὰ 〈τὰ〉 τοῦ π[ιτ]τακίου, ὅπου ὁ ἀκέφαλος γράφεται, καὶ τ[ίθε]ται πρὸς κεφαλῆς συνειλιχθέν. λέγεται δὲ καὶ εἰς τὸν λύχνον μετὰ τοῦ εἰσελθεῖν ἀπὸ τῆς εὐχῆς πρὶν κοιμηθῆναι, λιβάνου χόνδρον ἐπιτιθέντος 〈σου〉 τῇ θρυαλλίδι τ[οῦ] λύχνου· ʼβοασοχ· ωεαη· ϊαωϊη· ωϊαη· ωϊαη· νιχαρο· πληξ· σθομ· ωθω[·]υ· ιε· ιω· ηϊ· Ἰαήλ, [ι]ρμουχ· ωνορ· ωευε ϊυω· εαω· Σαβαώθ· θηοτη· παω·μιαχ [σ]ϊεου· ϊαω· ϊε· ϊεω[ … ]· ϊου ϊεου ϊω ϊηι ηω· ϊηαϊ ϊεωα· αεηϊουω.ʼ Πρὸς δὲ τὸ μνημνονεύειν τὰ λεγόμε[να] χρῶ συνθέματι τούτῳ· λαβὼν βοτάν[ην] ἀρτεμισίαν, ἡλιοπάλιον, λίθον πνέον[τα], κοκκούφατος καρδίαν τοῦ καὶ γυπαλέκ[τορ]ος, τρίψας ὁμοῦ πάντα πρόσβαλε μέλιτ[ο]ς τὸ ἀρκοῦν καὶ χρῖέ σου τὰ χείλη, προλιβανωτίσας τὸ στόμα χόνδρῳ λιβάνου. Ποίησ[ις] αὕτη· ἑσπέρας μέλλων κοιμᾶσθαι ὀνείῳ γάλακτι καθᾶρόν σο[υ] τὴν στρωμνήν, κ[λ]άδους δὲ δάφνης ἔχων ἐν χερσίν, ὧν καὶ ποίησις ὑπόκειται, λέγε τὴν ὑποκειμένην ἐπίκλησιν. ἔστω δὲ ἡ στρωμνὴ χαμαὶ ἢ ἐπὶ καθαρῶν θρύων ἢ ἐπὶ ψιάθου, κοι[μ]ῶ δὲ ἐπὶ τοῦ δεξιοῦ πλευροῦ χαμαί τε καὶ ἐν ὑπαίθρῳ. ποίει δὲ τ[ὴ]ν ἐπίκλησιν μηδ[ε]νὶ δοὺς ἀπόκρισιν, ἐπίθυε δὲ ἐπικαλούμενος λίβανον ἄτμητον καὶ σ[τ]ροβίλους δεξιοὺς δ[ώ]δεκα καὶ ἀλέκτορας ἀ[σ]πίλους βʹ, τῷ Ἡλίῳ ἕνα καὶ τῇ Σελήνῃ ἕνα, ἐν τῆ πρώτῃ ἡμέρᾳ, ἐπὶ χ[αλ]κοῦ ἢ γηίνου θυμιατηρίου. ἐν δεξιᾷ τὸ[ν] χαρακτῆρα τοῦτον γράφε κ[αὶ] πρὸς τῇ ὀρθῇ αὐτοῦ [ὑπο]γραμμῇ κοιμῶ. εὐχόμενος δὲ στέφα[ν]ον ἔχε δάφνινον [τ]οιοῦτον· λαβὼν κλ[ῶ]νας δάφνης ιβʹ καὶ ποιήσας ἀπὸ μὲν τῶν ζʹ κλάδων στέφανον, τοὺς δὲ λοιποὺς ἄλλους πέντε συνδήσας ἔχε ἐν τῇ χειρὶ τῇ δεξιᾷ εὐχόμενος καὶ μετʼ αὐτῆ[ς] κοιμῶ ἐν τῷ αὐτῷ σχήματι, γράφε δὲ σμυρνομέλανι τῷ σοι δηλουμένῳ ἐν πίννῃ λι[ .. ] καὶ κάτεχε εὐχόμενος μετὰ τῆς δάφνης ὀνόματα, ὧν ἀρχή ἐστιν ἥδε· βολσοχ καὶ τὰ [ἑ]ξῆς. τὰ δὲ κατὰ κλάδον εἰς ἕκαστον φύλλον γραφόμενα ὀνόματα· ʼυεσσεμμιγαδων ορθω· Βαυβώ· νοηρε· σοιρε· σοιρη σανκανθαρα· Ἐρεσχιγάλ. σανκιστη· δωδεκακιστη· ἀκρουροβόρε· κοδηρε.ʼ γράφε ὀνόματα ιβʹ. ἔστιν δὲ τὸ μέλαν τόδε· σμύρναν καὶ πεντεδάκτυλον βοτάνην καὶ ἀρτεμισίαν καύσας ἁ[γ]νῶς λειοτρίβησον καὶ χρῶ. λαβὼν κλάδον δάφνης καὶ κύμινον Αἰθιοπικὸν καὶ στρύχνον βοτάνην ὁμοῦ τρῖψον, καὶ ὕδωρ καινοῦ φρέατος ὀρυγέντ[ο]ς πρὸ μηνῶν εʹ ἢ ἐντὸς ἐτῶν εʹ ἢ ὃ ἐὰν καταλάβῃς ἀπὸ πρώτης ἡμέρας τῇς ὀρύξεως, ἐν ἀγγείῳ ὀστρακίνῳ ἀνενεγκὼν καὶ ἐμβαλὼν εἰς τὸ ὕδωρ τὰ τετριμμένα, ἔασον ἐπὶ νύκτας μόνας γʹ καὶ ἐπικαλούμενος εἰς τὸ οὖς σου τὸ δεξιὸν βάλε ὀλίγον. πρὸς δὲ τὸ μνημονεύειν σε εἰς φύλ[λ]ον πεντεδακτύλου βοτάνης γράψον τὸν ὑποκείμενον χαρακτῆρα καὶ ἔχε ἐν τῷ στόματι κοιμώμενος, γράψας σμυρνομέλανι· ἔστιν δὲ [Magical Character] . ἄρχου δὲ τῆς προκειμένης ἐπικλήσεως ἀπὸ ζʹ τῆς σελήνης, μέχρις ὅταν ὑπακούσῃ καὶ συσταθῇς αὐτῷ. εἰσὶν δὲ καὶ 〈ἄλλ〉οι ἐπάναγκοι· προσφέρονται δὲ πάντες τῇ σελήνῃ μετὰ τὴν αʹ ἡμέραν ἢ δευτέραν. ἐὰν οὖν μὴ φανῇ, ἐπίθυε κριοῦ μέλανος ἐγκέφαλον, τῇ τρίτῃ τὸν ὄνυχα τὸν μικρὸν τοῦ ἐμπροσθιδίου δεξιοῦ ποδός, τὸν ἐπὶ τοῦ σφυροῦ, τῇ τετάρτῃ ἐγκέφαλον ἴβεως, τῇ πέμπτῃ τὸ ὑπογ[ε]γραμμένον ζῴδιον εἰς χάρτην γράψας τῷ σμυρνομέλανι, περιειλήσας ῥάκει ἀπὸ βιοθανάτου βάλε εἰς ὑποκαύστραν βαλανείου. ἔνιοι δὲ οὐκ εἰς ὑποκαύστραν· σφοδρὸν γάρ ἐστιν, ἀλλʼ ὑπερκρεμνῶσιν τοῦ λύχνου ἢ ὑποκάτω αὐτὸ τιθέασιν. [45]
2 (50)
ἐν ἄλλῳ δὲ οὕτως εὗρον· ἐὰν μὴ οὕτως ὑπακούσῃ, ἐνειλήσας τῷ αὐτῷ ῥάκει τὸ ζῴδιον βάλε εἰς ὑποκαύστραν βαλανείου τῇ πέμ[π]τῃ ἡμέρᾳ, μετὰ τὴν ἐπίκλησιν λέγων· ʼαβρι· καὶ αβρω· εξαντιαβιλ· θεὲ θεῶν, βασιλεῦ βασιλέων, καὶ νῦν μοι ἐλθεῖν ἀνάγκασον φίλον δαίμονα χρησμῳδόν, ἵνα μὴ εἰς χείρονας βασάνους ἔλθω τὰς κατὰ τῶν πιττακίων.ʼ ἐπὶ δὲ τούτοις ἐὰν μὴ ὑπακούσῃ ἔλαιον καλὸν καθαρὸν ῥαφάνινον ἐπίχεε παιδὶ ἀφθόρῳ γυμναζομένῳ καὶ ἀναλαβὼν σκεύαζε λύχνον ἀμίλτωτον, καὶ κείσθω ἐπὶ λυχνίας πεπλασμένης ἐκ παρθένου γῆς, τινὲς δὲ καὶ τῷ θυμιατηρίῳ ἐπιχέουσι τοῦ ἐλαίου· ἐὰν δὲ αἴσθῃ πληγῆς, μάσησιν [τ]οῦ κυμίνου με[τ]ὰ ἀκράτου κατάπιε. τὸ δὲ προκείμενον ζῴδιον, ὡς προγέγραπται, μετὰ τῶν χαρακτήρων καὶ τοῦ ὑποκειμένου λόγου γράφε ζμύρνῃ διπλοῦν εἰς χάρτην ἱερατικόν. καὶ τούτων τὸ μὲν ἓν ἔχων ἐπικαλεῖ, κοιμώμενος ἐν τῇ δεξιᾷ χειρὶ κατέχων καὶ ὑποθεὶς τῇ κεφαλῇ, τὸ δὲ ἕτερον τῆς χρείας τοῦ ἐπανάγκου καλούσης τῷ προειρημένῳ ῥάκει ἐνειλήσας χ[ρ]ήσει, ὡς ὑπόκειται. Ἄλλως ποίησις· λαβὼν κλάδον δάφνης γράφε τὰ βʹ ὀν[ό]ματα κατὰ φύλλων, ἕν· ‘[ακρακαναρβα·] κρακαναρβα· ρακαναρβα· ακαναρβα· καναρβα· αναρβα· [ν]αρβα· αρβα ρβα [βα] α·ʼ καὶ τὸ ἕτερον· ʼσανταλαλα· ανταλαλα· νταλαλα· ταλαλα· αλαλα· λαλα· αλα· λα· α.ʼ λαβὲ δὲ ἄλλον κλάδον δωδεκαφύλλον, ἐφʼ ᾧ ἐπίγραφε τὸ καρδι〈α〉κὸν ὄνομα τὸ ὑποκείμενον, ἀρξάμενος τοῦτο ἀπὸ ἱερογλώσσου. [ἔ]στιν δὲ τοῦτο· … καὶ τὸν μὲν κλῶνα τὸν ἐγγεγραμμένον τοῖς δύο ὀνόμασι ποίει σεαυτῷ στέφανον, περιπλέξας αὐτῷ στέφος, ὅ ἐστιν λευκὸν ἔριον, ἐκ διαστημάτων δεδεμένον φοινικῷ ἐρίῳ, κατερχέσθω δὲ ἐπὶ τὰς κατακλεῖδας παρειμένον. ἐπαρτήσεις δὲ καὶ τῷ δωδεκαφύλ[λ]ῳ κλάδῳ ὁμοίως στέφος, συνίστα δὲ σεαυτὸν τῷ θεῷ οὕτως· ἔχων ὁλόλευκον ἀλέκτορα κα[ὶ στ]ρόβιλον, καὶ οἶνον σπένδων αὐτ[ῷ] ἄλειψον καὶ περίμενε εὐχόμενος, ἕως ἡ θυσία ἀποσβῇ, σύνχριε δέ σε ὅλ[ο]ν τῷ συνθέματι τούτῳ· δαφνίδας, κύμινον Αἰθιοπικόν, στρύχνον καὶ Ἑρμοῦ δ[ά]κτυλον. ἐρεῖς δὲ καὶ πρὸς τὸν λύχνον τα[ῦ]τα· ʼπερφαηνω … διαμανθω . λ· διαμενχθωθ· περπερχρη ωανουθ φρουμεν· θορψου.ʼ τ[ὸ] δὲ κύριον· ʼακτι καρα αβαιωθ· κύριε [θ]εέ, θεοῦ ὑπηρέτα, ἐ[π]έχων τὴν νύκτα τα[ύ]την, παράστα μοι, Ἄπολλον Παιάν.ʼ κοιμῶ τὴν κεφαλὴν ἔχων πρὸς νότον. χρῶ δὲ ἐν τοῖς ἀνατολικοῖς, σελήνης οὔσης ἐν διδύμοις [Magical Character] . (τετάρτη κλῆσις·) ʼΔάφνη, μαντοσύνης ἱερὸν φυτὸν Ἀπόλλωνος, ἧς ποτε γευσάμενος πετάλων ἀνέφηνεν ἀοιδὰς αὐτὸς ἄναξ σκηπτοῦχος, Ἰήιε, κύδιμε Παιάν, ἐν Κολοφῶνι ναίων, ἱερῆς ἐπάκουσον ἀοιδῆς. ἐλθὲ τάχος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν 〈μοι〉 ὁμιλῶν, ἀμβροσίων στομάτων τε σταθεὶς ἔμπνευσον ἀοιδάς, αὐτός, ἄναξ μολπῆς, μόλε, κύδιμε μολπῆς ἀνάκτωρ. κλῦθι, μάκαρ, βαρύμηνι, κραταιόφρων, κλύε, Τιτάν, ἡμετέρης φωνῆς νῦν, ἄφθιτε, μὴ παρακούσῃς. στῆθι, μαντοσύνην ἀπʼ ἀμβροσίου στομάτοιο ἔννεπε τῷ ἱκέτῃ, πανακήρατε, θᾶττον, Ἄπολλον.ʼ (τοῦ ἡλίου ἀνατέλλοντος λέγε·) χαιρετισμός· ʼχαῖρε, πυρὸς ταμία, τηλεσκόπε κοίρανε κόσμου, Ἠέλιε κλυτόπωλε, Διὸς γαιήοχον ὄμμα, παμφαές, ὑψικέλευθα, διιπετές, οὐρανοφοῖτα, αἰγλήεις, ἀκίχητε, παλαιγενές, ἀστυφέλικτε, χρυσομίτρη, φαλεροῦχε, πυρισθενές, αἰολοθώρηξ, πωτήεις, ἄκαμνε, χρυσήνιε, χρυσοκέλευθα, πάντας δʼ εἰσορόων 〈τε〉 καὶ ἀμφιθέων καὶ ἀκούων· σοὶ φλόγες ὠδίνουσι φεραυγέες ἤματος Ὄρθρον, σοὶ δὲ μεσημβριόωντα πόλον διαμετρήσαντι Ἀντολίη μετόπισθε ῥοδόσφυρος εἰς ἑὸν οἶκον ἀχνυμένη στείχει, πρὸ δέ σου Δύσις ἀντεβόλησεν Ὠκεανῷ κατάγουσα πυριτρεφέων ζυγὰ πώλων, Νὺξ φυγὰς οὐρανόθεν καταπάλλεται, εὖτʼ ἂν ἀκούσῃ πωλικὸν ἀμφὶ τένοντα δεδουπότα ῥοῖζον ἱμάσθλης, ααααααα· εεεεεεε· ηηηηηηη· ιιιιιιι· οοοοοοο· υυυυυυυ· ωωωωωωω· Μουσάων σκηπτοῦχε, φερέσβιε, δεῦρό μοι ἤδη, δεῦρο τάχος δʼ ἐπὶ γαῖαν, Ἰήιε κισσεοχαίτα. μολπὴν ἔννεπε, Φοῖβε, διʼ ἀμβροσίου στομάτοιο· χαῖρε, πυρὸς μεδέων, αραραχχαρα ηφθισικηρε, καὶ Μοῖραι τρισσαὶ Κλωθώ τʼ Ἄτροπός τε Λάχις τε. [95]
2 (100)
σὲ καλῶ, τὸν μέγαν ἐν οὐρανῷ, ἀεροειδῆ, αὐτεξούσιον, ᾧ ὑπετάγη πᾶσα φύσις, ὃς κατοικεῖς τὴν ὅ[λ]ην οἰκουμένην, 〈ὃν〉 δορυφοροῦσιν οἱ δ[ε]καὲξ γίγαντες, ἐπὶ λωτῷ καθήμενος καὶ λαμπυρίζων τὴν ὅλην οἰκουμένην· ὁ καταδείξας ἐπὶ τῆς γῆς ζῶα· σὺ τὸ ἱερὸν ὄρνεον ἔχεις ἐν τῇ στολῇ ἐν τ[οῖς π]ρὸς ἀπηλιώτην μέρεσιν τῆς ἐρυθρᾶς θαλάσσης, ὥσ[περ ἔ]χεις ἐν τοῖς πρὸς βορρᾶ μέρεσι μορφὴν νηπίου παιδὸς ἐπὶ λωτῷ καθημένου, ἀντολεῦ, πολυώνυμε, σενσενγεν· βαρφαραγγης· ἐν δὲ τοῖς πρὸς νότον μέρεσι μορφὴν ἔχεις τοῦ ἁγίου ἱέρακος, διʼ ἧς πέμπεις τὴν εἰς ἀέρα πύρωσιν, τὴν γινομένην λερθεξ αναξ· ἐν δὲ τοῖς πρὸς λίβα μέρεσι μορφὴν ἔχεις κορκοδείλου, οὐρὰν ὄφεως, ἔνθεν ἀφίων ὑετοὺς καὶ χιόνας· ἐν δὲ τοῖς πρὸς ἀπηλιώτην μέρεσι δράκοντα ἔχεις πτεροφυῆ, βασίλειον ἔχων ἀεροειδῆ, ᾧ κα[τα]κρατεῖς τοὺ〈σ〉 ὑπʼ οὐρανοῦ καὶ ἐπὶ γῆς ἐ〈ρ〉ισμούς· θεὸς γὰρ ἐφάνης τῇ ἀληθείᾳ, ιω· ιω Ἐρβηθ Ζάς, Σαβαώθ· σμαρθ Ἀδωναΐ· σουμαρτα ϊαλου· βαβλα· υαμμοληενθιω· πετοτουβιηθ· ιαρμιωθ· λαιλαμψ· χωουχ· Ἁρσενοφρη· ηυ Φθᾶ ηωλι· κλῦθί μοι, μέγιστε θεὲ Κόμμης, τὴν ἡμέραν φωτίζων, ναθμαμεωθ· ὁ νήπιος ἀνατέλλων μαϊραχαχθα· ὁ τὸν πόλον δι[οδ]εύων θαρχαχαχαν· ὁ ἑαυτῷ συνγινόμενος καὶ δυ[ν]αμούμενος, προσαυξητὰ καὶ πολύφω〈τε, κ〉τίστα σεσενγενβαρφαραγγης ὑδάτων, φέριστε θεὲ Κόμμη, Κόμμη ϊασφη· ϊασφη· βιβιου· βιβιου· νουσι· νουσι· σιεθων· σιεθων· Ἁρσ[α]μωσι Ἁρσαμωσι· νουχα· νουχα· η· ηι· ομβριθαμ· βριθιαωθ· αβεραμεν θωουθ λερθεξ αναξ· εθρελυοωθ· νεμαρεβα, ὁ μέγιστος καὶ ἰσχυρὸς θεός· ἐγώ εἰμι ὁ δεῖνα, ὅστις σοι ἀπήντησα, καὶ δῶρόν μοι ἐδωρήσω τὴν τοῦ μεγίστου σου ὀνόματος γνῶσιν, οὗ ἡ ψῆφος θϡϙθʹ· ιη· ιε· ια· ιαη· ιαε[·] ιευ· ιηα· ιωα· ιευ· ιηι· ηια· εα· εη· ηε· ωη· ηω· εηε· εεη· ηεε· ααω· ωεα· εαω· ωι· ωε· ηω· εη· εαε· ιιι· οοο· υυυ· ωωω· ιυ· ευ. ου· ηεα· ιηεα· εαε· εια· ιαιε· ιηα· ιου· ιωε· ιου· ϊη· ϊη· ϊη· ϊηϊε· Παιάν, Κολοφώνιε Φοῖβε, Παρνήσσιε Φοῖβε, Καστάλιε Φοῖβε· ιηεα· ιη· ιω· ιυ· ιε· ιωα· ιηα· ευα· ωεα· ευηα· ωευα· ευωα· ευιε· ευιαε· ευε· ευη· ευιε· ευω· ϊευαε· ευηαε· ὑμνήσω Μέντορι Φοίβῳ .. αρεωθ· ιαεωθ· ιωα· ιωηα· αε· οωε· αηω· ωηα· ηωα· αηε· ιε· ιω· ιωιω· ιεα· ιαη· ιεου· εουω· αα[·] αηω· εε· εηυ· ηη· εηα· χαβραχ φλιες κηρφι κροφι νυρω φωχω βωχ· σὲ καλῶ, Κλάριε Ἄπολλον εηυ· Καστάλιε· αηα· Πύθιε· ωαε· Μουσῶν Ἄπολλον ιεω[·] ωεϊ.ʼ Ποίησις τῆς πράξεως· τῇ πρώτῃ ἡμέρᾳ ὄνυχας προβάτου, τῇ δευτέρᾳ αἰγὸς ὄνυχας, τῇ τρίτῃ λύκου τρίχας ἢ ἀστράγαλον. τούτοις τοῖς ἐπιθύμασι χρῶ εἰς τὰς ἄλλας γʹ ἡμέρας· τῇ ἑβδόμῃ, ὅταν μὴ ἔλθῃ, ῥάκος ἀπὸ βιαίου ἐνλύχνιον ποιήσας ἅψον λύχνον ἀπὸ ἐλαίου καθαροῦ καὶ δίωκε τοὺς προκειμένους λόγους ἱκετεύων καὶ παρακαλῶν τὸν θεὸν εἰς εὐμένειαν ἥκειν· ἔστω δέ σου ὁ τόπος ἁγνὸς ἀπὸ παντὸς μυσεροῦ, καὶ ἁγνεύσας καθαρίως προκατάρχου τῆς τοῦ θεοῦ ἱκεσίας· ἔστιν γὰρ μεγίστη καὶ ἀνυπέρβλητος. [145]
2 (150)
πρᾶξις· λαβὼν πηλὸν καθᾶρον τὰς φλιὰ[ς τοῦ κο]ιτῶνος, ἐν ᾧ ἁγνεύεις, καὶ οὕτω πηλώσας ἐπ[ί]γραφε τὰ γρα[φόμ]ενα ταῦτα χαλκῷ γραφείῳ εἰς τὴν δεξιὰν φλιάν· ἔστι δὲ τὰ γραφόμενα Ἁρσαμωσι· νουχα· …. υχα· [Magical Character] ηι ηι ια ια ιε ηυ Ἀβρασαξ λερθεμινωθ· εἰς δὲ τὴν ἀριστερὰν ὁμοίως φλιάν· ιωε· ηωα· ηιεα· ιαια· ιειαιηεα· Ἁρπον Κνουφι (ὁ λόγος) εἰς τὰ ἐπάνω τῆς θύρας αα εε Μιχαήλ· ηια· ευω· υαε· ευω· ιαε· εἰς δὲ τὴν ὑποκάτω τὸν κάνθαρον, ὡς περιέχει, χρίσας αἷμα αἰγός, ἐκτὸς τοῦ κοιτῶνος· ἔστω δὲ ὁ θρόνος καθαρὸς καὶ ἐπάνω σινδόνιον καὶ ὑποκάτω ὑποπόδιον. ἐπίγραφε δὲ εἰς τὸν θρόνον, εἰς τὰ ὑποκάτω· ʼιη· ιεα ιωαυ Δαμναμενεὺς αβραη· αβραω αβραωα· δέσποτα Μουσῶ[ν], ἵλαθί μοι, τῷ σῷ ἱκέτῃ, καὶ ἔσο εὐμενὴς καὶ εὐίλατος, φάνηθί μοι καθαρῷ τῷ προσώπῳ.ʼ ἀκέφαλος Σαβαώθ ιηεα ηωαε ααα αααα εεεε ι εεε ηηηηηηη ιιιιιιι οοοοοοο υυυυυυυ ωωωωωωω υα ια αευ ιε υεα ιη ωω ια ιηα ω α α ιι ιη εε ε α χαμψουρη υεαωα, Δαμναμενευς Σεμεσιλαμ· τοῦτο δὲ τὸ ζῴδιον γράφεται εἰς τὸ ῥάκος τοῦ βιαίου καὶ βάλλεται εἰς λύχνον καθαρόν. σενσενγεν βαρφαραγγης ωηεα ιωαε. Μαθὼν δὲ ἅπαντα ἀπολύσεις δοξοποιήσας ἀξίως· ῥάνας αἵματι περιστερᾶς καὶ ἐπιθύσας ζμύρναν εἰπέ· ʼἄπελθε, δέσποτα, χορμου· χορμου· οζοαμοροιρωχ· κιμνοιε· εποζοι· εποιμαζου· σαρβοενδοβαιαχχα· ϊζομνει προσποι· επιορ χώρει, δέσποτα, εἰς τοὺς σοὺς τόπους, εἰς τὰ σὰ βασίλεια καταλείψας ἡμῖν τὴν ἰσχὺν καὶ τὴν εἰς σὲ εἰσάκουσιν.ʼ [Λαβὼν αἴ]λουρον [ἐκποί]ησον Ἑσιῆν ἐ[μβαλὼν] [τὸ σ]ῶμ[α ἐς] τὸ ὕδωρ· [ἐ]ν [ᾧ] πνίγεις, λέγε εἰς τ[ὸν] νῶ[το]ν. [180]
λόγος ὁ ἐπὶ τῆς πνίξεως· ʼδεῦ[ρό μ]οι, [ὁ ἐ]πὶ τῆς μορφῆ[ς] τῆς τοῦ Ἡλίου, ὁ αἰ[λουρ]ο[πρ]όσωπος θεός, κ[α]ὶ ἰδὲ σοῦ τὴν μορφ[ὴν τὴν] ἀδικουμένην ὑπὸ [τῶ]ν ἀντιδίκων σου, [τῶν] δεῖνα, [ἵ]να ἀνταποδῇς αὐτοῖς καὶ καταπράξῃ[ς τὸ] δεῖνα πρᾶγμα, ὅτι ἐπικαλοῦμαί σε, ἱερὸν πνε[ῦμ]α· ἴσχυσον καὶ εὐτόνησον κατὰ τῶν ἐχθρ[ῶν σ]ου, τῶν δεῖνα, ὅτι ἐξορκίζω σε κατὰ τῶν σῶν ὀνομ[άτ]ων βαρβα[θι]αω [βαιν] χωω[ωχ] νιαβω[αιθ]α[βρ]α[β] σεσενγεν βαρφαραργης ………….. φρειμϊ, ἔγειρόν μοι σεαυτόν, αἰλουροπρ[όσω‐] πος θεός, καὶ ποίησον τὸ δεῖνα πρᾶγμαʼ. κοι[νά ]. λαβὼν δὲ τὸν αἴλουρον ποίησον λάμν[ας τρεῖς,] μίαν μὲν ἐν τῷ πρωκτῷ, μίαν δὲ ἐν τ[ῷ στόμα]τι, μίαν ἐν τῷ λάρυγγι, καὶ τὸν λόγον ὑ[πὲρ τὸ] πρᾶγμα γράψον εἰς χάρτην καθαρὸν [κιν‐] [ν]αβάρει, 〈εἶτα〉 τὰ ἅρμα〈τα〉 καὶ τοὺ[ς] ἡνιόχους καὶ [τοὺς] [δί]φρους καὶ τοὺς μονάτορας, καὶ περιέ[λι‐] ξον εἰς τὸ σῶμα τοῦ αἰλούρου καὶ θάψ[ον] [κ]αὶ ἅψον λύχνους ἑπτὰ ἐπάνω πλίνθω[ν ζʹ] [ὠ]μῶν καὶ θῦσον, αὐ[τ]ῷ καπνίζων στ[ύρ‐] [α]κα [καὶ] εὐφραίνου. ἔχε σῶμα αὐτοῦ κ[αὶ] [καταφύλαττε] αὐτὸν ἢ ἐν μνή[μ]ατι [ἢ ἐν] [τ]ῶ τόπῳ [τοῦ] τά[φου]// δῦ[σον] []ο χρώμασι[ ]. ας καὶ ταφ … []θὲς, βλέπ[ων] [τῷ ἀ]πηλιώτῃ, χωσ[ ] [λέ]γων· ʼἄγγε[λε … ] [Ση]μέα χθονία … []ονε· δὸς ἀσφα[ ] []μητε χθόνιε, [τὸν] [ἵππ]ων δρόμον [ ] ιακτωρη . ·// ἕ[χε] []· ν κατεχ [ ] [ φωκ] ενσεψευ// αρεισ[τα ] [ …. ]μοι τὸ πνεῦμα … [ …….. τό]που δαίμονα … καὶ γ[ε]νηθήτω μοι τὸ [δεῖνα] π[ρᾶγμα] ἤ[δ]η, ἤδη, ταχύ, ταχύ· ὅτι ὁρκίζω σε τὸ[ν τό]πον [τ]οῦτον, τὴν ὥραν ταύτην κατὰ τοῦ ἀπα[ρ]αιτήτου θεοῦ // .. θα// χωχα ειν χουχεωχ καὶ κα[τ]ὰ τοῦ μεγάλου χθονίου θεοῦ αριωρ ˊ ευωρ ˊ καὶ κατὰ [τ]ῶν ἐπικειμένων σοι ὀνομάτων· ποίησον τὸ δεῖνα [π]ρᾶγμα.ʼ κοινά. ἄρας δὲ τὸ ὕδωρ τὸ ἀπὸ τῆς πνίξε[ω]ς ῥᾶνον [ἐπὶ] τῷ σταδίῳ ἢ ἐν τῷ τόπῳ, ὅπου πρά[σσει]ς· λόγος [λεγ]όμενος, ὅτε ῥαίνεις, εἰς τὸ ὕδωρ τ[ῆς] πνίξεω[ς, οὗτ]ος· ʼἐπικαλοῦμαί σε, τῶν πάντω[ν] ἀνθρ[ώπων γ]ενέτειρα, τὴν συναναγκασαμέν[η]〈ν〉 τὰ μέλ[η το]ῦ Μελιούχου καὶ αὐτὸν Μελιοῦχον οροβαστρια [Νε]βουτοσουαληθ, ἀρκυία, νεκυία, Ἑ[ρ]μῆ, Ἑκάτ[η, Ἑρμῆ, Ἑρμε‐] κάτη ληθ· αμουμαμ[ο]υτερμυω[ρ· ὁρ]κίζω σε, τὸν ἐν τῷ τόπῳ [τ]ούτῳ ἐπη[γηρ]μένον δαίμονα, καὶ σέ, τὸν δ[αί]μονα τοῦ [αἰλού]ρου πνευματωτοῦ· ἐλθέ μοι ἐν τῇ σήμ[ερον] ἡμέρᾳ καὶ ἀπὸ τῆς ἄρτι ὥρας καὶ ποίησό[ν μοι τ]ὸ δεῖνα πρᾶγμα. [45]
3 (50)
‘ κοινά, ὅσα θέλεις. χυχβαχυχ βα[χαχ]υχ βαχαξιχυχ· βαζαβαχυχ· βαια[χ]αχυχ· βαζητοφωθ βαιν χωωωχ· ανιβω[ω]ω χωχε, [ .. ] φιωχεν γηβρωχθω μυσαγαω[θ] χεωω [ . ]ω Σαβαώθ, ευλαμωσι· ηηλαξιμα [ …. θαχωχ]αξ ϊν χουχεωχ· ἐν μὲν τῷ [αʹ καὶ γʹ πετάλῳ], ἐν ᾧ [ὁρκί]ζεις, ἐστὶν τοῦτο· ϊαεω [ ] [αεω] βαφρενεμουν οθ[ιλαρικριφθναι‐] [υ]ιανθφιρκιραλιθ[ονυομενερ] φαβωεα ‘[αβλαν]αθαναλβα [αβλαν]αθαναλβα.ʼ κ[ ] . ἐπ[ὶ δὲ τῷ βʹ πε]τάλῳ τιθεμέν[ῳ διὰ τ]ῶν καμ[αρῶ]ν ἐστὶν τ[οῦτο·] ʼτρεβα α[βεραμ]ενθωο[υθ]λερα εξ[αν]αξε[θρ]ελθυοωεθνε[μαρεβα]ʼ. καρδιακῶς, ὡς βότρυς. ʼἸωερβηθ ιωπακερβηθ ιωβολχοσηθ ιωαπομψ ιωπαταθναξ ιωακουβια ιωσηθ φωκενσεψευ αρεκταθουμισακτα[ι ] πο[ίη]σον τὸ [Δεῖνα] πρᾶγμα.ʼ (κοι[ν]ὰ ὅσα θέλεις) ʼὁρκίζω σε, τ[ὸν] ἐν τῷ τόπῳ τ[ού]τῳ μὲν ἄγγελον κραταιὸν καὶ ἰσχυρὸν τοῦ ζώου το[ύτο]υ· ἔγειρόν μ[οι] σεαυτὸν καὶ [πο]ίησον τὸ δεῖνα π[ρᾶγμα] καὶ ἐν τῇ σήμ[ε]ρον ἡμέρᾳ κα[ὶ ἐν] πάσῃ ὥρᾳ καὶ ἡμέρᾳ· ἔγειρόν μοι σεαυτὸν κα[τὰ τ]ῶν ἐχθρῶν μου, τῶν δεῖνα, καὶ π[οί]ησον τὸ δεῖνα πρᾶ[γμα] (κοινά), ὅτι ὁρκίζω σε Ἰάω, Σαβαώθ, Ἀδωναί, Ἀβρασὰξ καὶ κα〈τὰ〉 τοῦ μεγάλου θεο[ῦ] Ἰαεω (λόγος) αεηι[ουω] ωυοιηε[α] χαβραξ φνεσκηρ φιχ[ο] φνυρο[φ]ωχωβ[ωχ] αβλανα[θα]ναλβα ακραμμαχα[μ]αρι σε[σε]νγενβ[αρ‐] φαραγγ[ης] Μίθρα ναμαζαρ [α]ναμ[αρ]ια Δα[μνα]μεν[εῦ,] χευχθω[νιε]θορτοει, ἅγιε β[ασι]λ[εῦ, ὁ] ναυτ[ικός, ὁ] τὸ[ν οἴ‐] ακα [κρατῶν κυ]ρίου θεοῦ· [ἔγε]ι[ρ]όν μοι σ[εαυτόν,] [αἰλ]ουροπ[ρόσω]πος μέγας, οἴακα κρατῶν [θεοῦ], ποίησ[ο]ν τὸ δεῖνα [π]ρᾶγμα (κοινά) ἀπὸ τῆς σήμερο[ν] ἡμέρας ἤδη ἤδ[η, τ]αχὺ ταχύ. συντέλεσόν μοι τὸ δεῖνα πρᾶγμα, κοινὰ ὅσα θέλεις, [κρ]αταιὲ Σ[ὴ]θ Τυφῶν, καὶ ἀνόμησον τῷ σθέν[ει σ]ου καὶ[ κα]τάστρεψον τὸ δεῖνα πρᾶγμα ἐν τῷ τόπῳ τούτῳ ….. τιοὶρι, ὡς ἂν κελεύσω τῷ εἰδώλῳ σου, ὅτι ὁρ[κίζ]ω σε Μασκελλι Μασκελλω (λόγος)· συν[τ]έλεσό[ν μ]οι τοῦτο τὸ δεῖνα πρᾶγμα ἐπὶ τῇ μορφῇ σου, [αἰ]λουρ[οπ]ρόσωπος ἄγγελος, συντέλεσόν μοι τὸ δεῖνα πρᾶγμα (κοινά) καὶ τὰ ἑξῆς γραφόμενα (εἰς ἄλ[λα]ς χρεία[ς]).ʼ ἐλθὼν πρὸς κατάδυσιν τοῦ ἡλίου λέγε [κρ]ατῶν τὰς τρίχας τοῦ αἰλούρου τὰς ἐκ δεξιῶν [κ]αὶ ἐξ εὐωνύμων τοῦ στόματος αὐτοῦ ὡσεὶ φυλακτήριον. διάνυσον τῷ Ἡλίῳ λέγων τὸν λόγον. λόγος· ʼστήσατε, στήσατε, κυβερνῆται τοῦ ἱεροῦ πλοίου, τὸ ἱερὸν πλοῖον· ὁρμιῶ καὶ σέ, Μελιοῦχε, ἕως ἐγ[ὼ] ἐντύχω τῷ ἱερῷ Ἡλίῳ. [95]
3 (100)
ναί, μέγιστε Μίθ[ρα], ν[αμ]αζαρ/ αναμαρια, Δαμναμενεῦ, χευχθωνιε/ θ[ον]τοει, ἅγιε βασιλεῦ, ὁ ναυτικός, ὁ τὸν οἴα [κ]ακρα[τῶ]ν κυρίου θεοῦ θοντοει καθεν και με[νω]φρις …… κμεβαυ κερ κερυμι, πρὶν δια [ .. ει … εἰς τ]ὸν λίβα τοῦ οὐρανοῦ, πρὶν διαπ ………… α φεύγ[ω]ν τὰ ὑβρ〈ισθ〉έντα· ἐπάκουσο[ν ἐν]ευχομένου μου, ὅπως ποιήσῃς τὸ δεῖνα [πρᾶγμα], ὅτι ἐνεύχομαί σοι κατὰ τῶν σῶν ὀνομ[άτων βα]ρβαραθαμ χελουβ . αμ· βαρούχ[ …….. σ]εσενγεν βαρφαραγγη[ς] αμφιμιου[ρι] …. μιν· ποίη[σ]ον τὸ δεῖνα πρ[ᾶ]γμα (κοινά, ὅσα [ἂν θέ]λῃς)· αὐτοὶ γὰρ οἱ ἀδικήσαντές σου τὸ ἱερ[ὸν] εἴδωλον, α[ὐ]τοὶ γὰρ οἱ ἀ[δ]ικήσαντες [τὸ ἱερὸ]ν πλοῖον δ[ι]ʼ ὅπερ ἐμο[ὶ ….. ιαλ‐] [λω ….. ἵ]να ἀνταποδοῖς αὐτοῖς [τὸ δεῖνα] πρᾶγμα ( * κοινά), [ὅτι ἐπι]καλοῦμ[α]ί σε ϊωερβηθ [ιω πα]κερ βηθ ιωβο[λ]χοσηθ ϊωαπομψ ιω π[α]ταθναξ ιωακουβια ιω αμεραμεν θωουθ λε[ρ]θεξαναξ [εθρελθυο]ωθ νεμαρεβα/ ποίησον τὸ δεῖνα [π]ρᾶγμα (κοινά), ἐξορκίζω σε κατὰ τῆς ἑβραικῆς [φ]ωνῆς καὶ κατὰ τ[ῆ]ς Ἀνάγκης τῶν Ἀναγκαίω[ν] Μασκελλι, [Μ]α[σκελλω· σ]υν[τ]έλεσόν μοι καὶ ἀπόλεσον καὶ ἀνόμη[σ]ο[ν] ἐν τῇ ἐσομένῃ ἀνατολῇ, καὶ γε[ν]έσθω αὐτοῖς τὸ δεῖνα πρᾶγμα (κοινά, ὅσα θέλεις), ἤδη ἤδη, ταχὺ ταχύ· [κ]αλή σου κατάδυσις.ʼ ἐλθὼν δὲ ἐν τῷ τόπῳ, ἐν ᾧ πράσσεις, ἔχων τὰς μεγάλας τρίχας τοῦ [αἰλο]ύρου τὰς ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ [στό]ματος αὐτοῦ ὡσεὶ φυλακτήριον, διάνυσον [τῷ Ἡλίῳ] ἐν τῇ ἀνατολῇ λέγων τὸν λόγον. λόγος· ʼδεῦρό μ[οι], ὁ μέγιστος ἐν οὐρανῷ, ᾧ ὁ οὐρανὸς ἐγένετο [κ]ωμαστήριον, σατις / πεφωουθ / Ὥρα [Verba Coptica] ἀ[νά]γκῃ ποίησον τὸ δεῖνα πρᾶγμα ηιλαανχυχ· α[κα]ρβην / λααρμενθρησεν εβεχυχ ὁ ὢν φ[ιλ]ομαντόσυνος, ὁ χρυσοπρόσωπος, ὁ χρυσαυγής, ὁ πυ[ρ]ὶ καταλάμπων τῆς νυκτός, ἄλκι[μ]ος ἄ[λκι]μος κοσμοκράτωρ, ὁ πρωῒ ἐπιλάμπω[ν τῆς ἡμ]έρας, ὁ δύνων ἐν τῷ λιβι[β]όρῳ τοῦ οὐρ[ανοῦ, ὁ ἀν]ατέλλων [ἐκ τ]οῦ ἀπηλιώτου, σλ .. ιξ, [ὁ] γυροειδής, ὁ τρέχων ἕως μ[ε]σημβρ[ί]ας κα[ὶ] διατρίβων ἐν τῇ Ἀραβίᾳ μουρωφ ὁ εμφε .. ιρ, ὁ ἄγγελος τοῦ ἁγίου φέγ[γ]ους, ὁ κ[ύ]κλος ὁ π[υ]ροειδὴς περταωμηχ περακωνχμ[ηχ] περακομφθω ακ Κμηφ ὁ ἔκλαμπρος Ἥλι[ος, ὁ] αὐγάζω[ν] καθʼ ὅλην τὴν οἰκουμένην, ὁ ἐν [τῷ] ὠκεαν[ῷ ὀ]χεύων, ψοειω ψοειω π[ν]ουτε νεντηρ τηρ[ου· ἐν]εύχομαί σοι κατὰ τοῦ [ὠ]οῦ, ἐγώ [ε]ἰμι Ἀδὰ[μ προγε]νής· ὄνομά μοι Ἀδά[μ]. ποίησόν μοι τὸ δεῖνα [πρᾶγ]μα, ὅτι ἐνεύχομαί σοι κατὰ [θ]εοῦ Ἰαω, θεοῦ [Ἀβ]αώθ· θεοῦ Ἀδωναί· θεοῦ Μιχαήλ· θεοῦ Σουριή[λ· θ]εοῦ Γαβριήλ· θεοῦ Ῥαφαήλ· θεοῦ Ἀβρασάξ· [ἀβλ]αθαναλβα ακραμμαχαρι· θεοῦ κυρίου Ἰ[αι]ωλ· θεοῦ κυρίου / λαβα· φνεσκηρ φιχρο φ[νυρ]ο φωχωβωχ αεηϊουω ωυοιηεα, ὁ τὴν ἡμ[έρα]ν φωτίζων/ νεθμομαω· ὁ νήπιος, ὁ ἀνατέλ[λ]ων/ οροκοτοθρο, πυρὸς αὐξητὰ καὶ πολλοῦ φωτ[ὸς] σεσενγεν βαρφαραγγης, ἧκέ μοι, κλῦθί μ[οι, τῶ]ν πάντων δικαιότατε, ἀληθείας ταμία, δ[ικα]ιοσύνης κτίστα· ἐγώ εἰμι, ᾧ ὑπήντησάς [τε ἐ]δωρήσω τὴν τοῦ σοῦ μεγίστου ὀνόμα〈τοσ〉 γνῶ[σίν τ]ε καὶ ἐκφώνησιν ἱεράν, ᾧ καὶ διακρατεῖς [τὴ]ν ὅλην οἰκουμένην, ποίησόν μοι τὸ δεῖνα πρᾶγμα [κοινά. [160]
3 (150)
‘ καὶ] αὕτη ἐστὶν ἡ πρᾶξις τοῦ αἰλούρου περὶ πά[σης π]ράξεως· κάτοχος ἡνιόχων ἐν ἀγῶνι κ[αὶ ὀν]ειροπομπὸν καὶ φιλτροκατάδεσμον, [διάκο]πον καὶ μίσηθρον. Λαβὼν [κ]α[ρ]δάμινον ξύλον δακτύλων δʹ ποίησον .. νδε …………. κ[αὶ βου]γλώσσου [βοτ]άνη[ς] ……….. νη ……….. πλάσον ……. [πιττά]κιον, μέ[σο]ν δὲ αὐ[τοῦ] τοῦ πιτ[τακίου …… ἀπ]όβαλε εἰ[πὼ]ν τὰ ὀνόματα· ‘/αν ……… σαω· ιβρ .. εισιρο .. Οὐσιρεν[τεχθα …… ]λ, ἐξορκ[ίζω] ὑμᾶς, κ[ύ]ριοι θεοὶ …. [μὴ οὖν πα]ρακούση[τε ἐ]μοῦ· λέγετέ μοι τ[ηλαυγῶς εἰ]ς πάντα, [τε]λέ[σατε] πάντα [13] α τῆς εὐχ[ῆς] τῆς ἐμῆς κα[ ………. θέ]λον[τ]ος θε[οῦ] τα[ύτης] τῆς εὐχ[ῆς τοῦ πιττακ]ίου καί μ[ου] μεγάλ[η]ς πράξ[εως.ʼ χρὴ δέ σε ἐπ]ιθύειν ἐν …….. τάδε γ[ράφε ἐπὶ χάρτου ἱερατι]κοῦ ζμυρ[νομέλανι] [] ε … …. ολος [δρ]άκων [ ] ωτε[ ] [ ]λ … λ ιαμ[ ] [ ]γρασωχω[ ] [] νωψιθ[ερ] θερνωψι …. … … . Κομπάνου τὰ ξυρὰ κόψας καὶ μίξας ὁμοῦ ἅμα μέλιτος τῷ αὐτάρκει καὶ λιπαρῷ τῆ〈σ〉 φοίνικος καὶ μάγ[ν]ητον λίθον λειώσας καὶ ἕψησον ὁμοῦ καὶ λείωσον· ποίησον τροχίσκους, ὅσους ἐὰν ἐθέλῃς, ἑκάστου [δ]ὲ εἴδους τούτων ἀνὰ οὐγγιῶν δός, καὶ χρῶ οὕτω[ς] παιανίζων τὸν θεόν· καὶ ἐλεύσεταί σοι τὸ θεῖον πρὸ αὐτοῦ σείων ὅλον τὸν οἶκον καὶ τὸν τρίποδα, καὶ τότε τέλει τὴν προγνωστικὴν τρανὴς τῇ ὁμι[λ]ίᾳ, μέχρι [ο]ὗ θέλεις, καὶ τότε ἀπόλυσον εὐχαριστῶν τῷ θεῷ. ὁ δὲ χαρακτὴρ ὁ περὶ τὸν τρίποδα· Ἔστι δὲ ἡ σύστασις τῆς πράξεως ἥδε πρὸς Ἥλιον γιν[ομένη·] ʼἥσυχον ἐν στομάτεσσι πάντες κατερύκετε φ[ωνήν·] αἰθέρος ἀμφίδρομοι σιγὴν ὄρνιθες ἔχοιτε, σκιρτῶντες, δελφῖνες, ὑπὲρ ἁλίοιο παύεσθε, μείνατέ μοι, ποταμῶν τε ῥοαὶ καὶ νάματα ν[ασμῶ]ν, οἰωνοὶ πτηνοί, νῦν στήσατε πάντα ὑπʼ αἶθραν, ἑρπετὰ φωλειοῖσι βοὴν ἀΐοντα φοβεῖσθε, δαίμονες ἐν φθιμέν[ο]ις, σιγὴν τρομέοντες ἔ[χοιτ]ε, ἀρρήτοις ἔπεσιν κόσμ[ος] ξει[νί]ζεται αὐτός. [205]
3 (200)
Σημέα βασιλεῦ, κόσμου [γενέτω]ρ, ἐμοὶ ἵλαος ἔ[σσο,] κάν[θαρε, χ]ρυσοκόμην κλ[ῄζω θεὸν] ἀθάνατόν 〈σε〉, κάν[θαρε, π]ᾶσι θεοῖσι καὶ [ἀνθρώ]ποις μέγα θα[ῦμα,] …….. πο ….. επις …… ινον πυρεσ[ίθυμε], δέσποτα ἀν[τολίης], Τίταν, πυροεὶς ἀνατε[ί]λας, [σὲ] κλῄζω, πύριν[ο]ν Διὸς ἄγγελον, θε〈ῖ〉ον Ἰάω, καί σε, τὸν οὐράνιον κόσμον κατέχοντα, Ῥ[αφαήλ,] ἀντολίῃς χαίρ[ω]ν, θεὸς ἵλαος ἔσ〈σ〉ο, Ἀβρασά[ξ,] καί σε, αἰθέριε, κλῄζω ἀ[ρ]ωγόν σου Μ[ιχαήλ] καὶ σώζοντα βι . οσιδιω αιρ … ὄμμα τέλ[ειον] καὶ φύσιν δείξαντα καὶ ἐκ φύσεως φύσιν α[ὖθις,] καὶ κλῄζω ἀθανάτων … οπασηηπα σεσε[νγενβ]αρφαραγγης· παντοκράτωρ θεός ἐστι, σὺ δʼ, ἀθάνατʼ, ἔσσι μέγι[στος·] ἱκνοῦμαι, νῦν λάμψον, ἄναξ κόσμοιο, Σα[βαώθ,] ὃς δύσιν ἀντολίῃσιν ἐπισκεπάζε〈ι〉ς, Ἀδωνα[ί,] κόσμος ἐὼν μοῦνος κόσμον ἀθανάτων ἐ[φοδε]ύεις, αὐτομαθής, ἀδίδακτος μέσον κόσμον ἐλ[αύνων] το[ῖς] νυκτός 〈σʼ〉 α[ἴ]ρουσι διʼ ἠ〈χ〉οῦς ακραμμαχ[αρι,] κα …………. κ … [χαί]ρων ἐπίθυμα τὸ δά[φ]νου, καὶ Στυγὸς ἀδ[μήτοιο] πύλας καὶ Κῆρα λύτ[ειραν,] ὁρκίζω σε, σφραγῖδ[α θ]ε[οῦ], ὃν πάντες Ὀλύμ[που] ἀθάνατοι φρίσσο[υσι θεοὶ κ]αὶ δαίμονες ἔξοχʼ ἄρ[ιστοι] κ[αὶ] πέλαγος σιγᾶ[ν ἐπιτ]έλλεται, ὁππότʼ ἀκού[ει·] ὅ[τι] ὁρκίζω σε κατ[ὰ τοῦ μ]εγάλου θεοῦ Ἀπ[όλλωνος] αεηιουω.ʼ λέγε ἕτι [τουτ]ο· ʼπέμψον μοι τ[ὸν δαίμονα] χρηματίζοντά μο[ι πρὸς] πάντα, ἅπερ ἐπι[κελεύο‐] μαι αὐτῷ ἐννέπε[ιν,ʼ καὶ ἐκ]πράξει. ἔστ[ι καὶ] ὕμ[ν]ος· ʼΜέλπω σ[ε], μακαρ[ …. ]ώνιε χρησμου[ ] πάνσοφ[ε], Δηλει[ …… ]ωλετόκτυπε, Δωδών[ης μεδέων] ….. ους Παιάν, [κλ]ῄζω σε …………… ολαδοιο . στιβ . ς ……………. ν ἔχων θεω .. [] αξ .. ων …. [] []αὐτοκρά[τωρ … ] [ ]ων κ …… ουφας …. δενδ … φοιτα σικαι μη χως ……….. μιση .. ὦ μύρνης δένδρο[ν ……….. ] Λυκει … παυσάσθω αὐξηθ …………. μεῖζο[ν] φῶς· μέλλει γὰρ πευ[ ………….. ] θείω[ν ἐ]κ στομάτων τινὰ …… [ἀνε]γεῖραι τῷ πλήκτρῳ τὸν μάν[τιν …. ]σων … ν … μόλε, δεῦρʼ ἴθι, μάντι, χάρμ[α φέρων, Σ]μινθεῦ, χ[ρ]ήσα[ς] κλύε, Πύθιε, Παιάν, ὄρπηξ[ . [245]
3 (250)
…… ]ε χαίροις, δελ … σὸν γὰρ πρώ[τ]η Φοῖβος εκρυ … μεχε εναλιω Μουσῶν δ[ά]φνας σὺ κλάδ[ους, Φ]οῖβε, σίεις ωσκαιλωδ . ν σε τότʼ ἐκ Δελφ[ῶ]ν ὑμνοῦσι θε … ὦ [φ]ωναῖς θείαις ὦ χρης ……. ωσα α … ειχωχω οὐροδρόμε, [σεισ]ίχθων, φώσφω[ρ,] ἐλ[θ]ὲ ἱλαρὸς καὶ ἐπήκοος τ[ῷ] σῷ προφήτῃ.ʼ Ἀπόλυσ[ις]· ʼσπ[εύ]σεις, ὦ ἀεροδρόμε Πύ[θιε] Παιάν, ἀν[α]χώρει [ε]ἰς τοὺς σοὺς ο[ὐρ]ανοὺς κα[τα]λιπὼ[ν] ἡμῖν ὑγίεια[ν μ]ετὰ πάσης εὐχα[ριστίας,] εὐμενὴς καὶ ἐπήκοος, σα[φ]ὴς θώραξ, κα[ὶ] ἄπε[λ]θε εἰς τοὺς ἰδίους οὐρ[αν]οὺς καὶ ἐπενδ[ήμει.ʼ] Πρόγνωσις· λαβὼν σεαυτοῦ δάκτυλον [ὑ]πόθες ὑπὸ τὴν [γλῶσσάν] σου, πρίν τινι λαλήσῃ[ς], καὶ λέγε ταῦτ[α] μετὰ τοῦ μεγ[άλου ὀνόματος ὅ]τι· ʼποίησόν με προγνῶναι [τ]ὰ κατὰ ψ[υχὴν ἑ]κάστου, σήμερο[ν, ὅτι ἐγ]ώ εἰμι Τομ[ ] Ἰάω, Σαβαώθ, Ἰάω [θ]ηαηηθ …….. μ Ἀδουναϊ· βαθ[ιαω … ]ηα θωη ϊαβραβα αρβαθρασ[ . ]ω· βαθιαω[ωια ζ]αγουρη βαρβ[αθιαω . ]αηι [ααααααα εεεεεεε …….. ωε ………. σοεσησισιεθ …. Σ]αβαὼθ ιαεω (λόγος).ʼ ἐὰν ἐθέλ[ῃς, προ]γνώσῃ [πάντα, …. τὸν δάκτυ]λον ἔχων ὑπὸ τὴν γλῶ[σ]σάν σου κατʼ [ἐπιταγὴν καὶ λέγων] πρὸς ἥλιον τοῦτον τὸν λόγον. ἔστιν δ[ὲ] ὁ λόγος· ʼκύριε, εἰ [θέλεις με προγνῶναι, καταβά]τω ἱέραξ ἐπὶ τὸ δένδρ[ο]ν.ʼ εἰ γὰρ οὐ γίνεται, ἐ[πί]λεγ[ε κ]αὶ το[ῦτον τὸ]ν λόγον τοῖς τέσσαρσ[ι]ν ἀνέμ[ο]ις κυκλεύ[ων πρὸς] ἄνεμον, ὅτα[ν ἐπ]ιλέγῃς [τ]ὸν λόγον, καὶ λέ[γε] πρὸς ἥλιον τὸ ὄνομα μέγα ‘[ ……. ‘ κ]αὶ τὸ μέγα ὄνομα ‘ ….. αωθ [Σ]αβαώθ.ʼ λόγος ἐ[στίν, ὡς] ἐπάνω. [ Κύκλο ς]· σελήνη ἐν[ ……. ἢ π]αρθένῳ πανάλ[ωτον, π]οίει λεκαν[ομαντεία]ν, ὡς θέ[λε]ις, ἐν [καρκίνῳ πα]ραιτίαν, ἀερομαντεῖο[ν …. ]ς, ἐν διδύμο[ις καθά]μματα [ …… ἐν] ζυγῷ πρόσκλ[ησιν …. ]νων ἀπόλυ[σιν …… ν]εκυομαντ[είαν,] ἐν ἰχθ[ύσιν ……… ]οιω ἢ ἀγώγ[ιμον], ἐν τοξ[ότῃ ἐπι]τηδίαν, [ ………….. ἐν αἰ]γοκέρῳ ἱκα[νόν …… ] ἐν [ ] [ ] … λ . ιω ιας ………… ἀψευδ ………. ….. ν ἀρρήτοις λόγοι[ς …. ]αμέτρῳ …….. [προ]γνωστικὴ πρᾶξις πᾶσα[ν ἐν]εργίαν 〈ἔχουσα〉 καὶ [πάντα τὰ πά]θη ποιήσα〈σα〉 κλιτά. ἐν βυθ[ῷ ….. ] ποταμ[οῦ ἢ ἐ]ν τύμβ[ῳ ….. ] καταβὰς εἰσανάβαλλε [ …. ]ραπεια σπ …. μίτω ω …. [τὸ] πάθος παύεται, καὶ ὅτι [ἂν β]ούλῃ, πεύσει. [λέγε δὲ οὕ]τως· ʼδιατέλει ἀψευδῶς, κύριε, [ὕπ]αρ πάσης πρά[ξεω]ς πρὸς ἐπιταγὴν ἁγίου πνεύματος, ἀγ[γέλ]ου Φοίβο〈υ〉, χα[λίφ]ρων ταύτα[ις] ταῖς μολπαῖς καὶ ψαλμ[οῖς.ʼ] ἡ δὲ κατασκε[υὴ τῆ]ς ἐνεργείας· αὔτοπτον θὲς τρίποδα καὶ τράπεζα[ν ἐ]λάϊνον ᾒ ἐκ ξύλου δαφνῶν καὶ [χ]άραξον ἐπὶ τὴ[ν τ]ράπεζαν κύκλῳ τοὺς χαρακ[τ]ῆρας [τ]ούτους· [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] καὶ σκεπάσα[ς] τὸν τρίποδα σινδόνι καθαρᾷ ἐπίθες τῷ τρίπ[ο]δι θυμιατήριον καλόν. ἔστιν ἐπι[θ]εῖναι τῇ τραπέζῃ [ὑπ]ό[κε]νον Ἀπόλλωνα ἐν ξύλω [δ]άφν[ης] ἐγγράψας ἀ[νὰ λάμναν] χρυσῆν ἢ ἀργυρᾶν ἢ κασσιτ[ερί‐] νην τοὺς χαρακτῆ[ρα]ς τούτους· Θ ϛ [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] [Magical Character] καὶ ὑπόθες τὴν λ[άμ]ναν ὑπὸ τὸ θυμιατήριον κα[τὰ] ξόανον, ὃ ἔκτιστο ἅ[μα το]ῦ θυμιατηρίου, καὶ παράθες π[αρὰ] τὸν τρίποδα δέπασ[τρο]ν ἢ κόγχην ἔχουσαν ὕδωρ κα[θαρὸν] καὶ ἐπίγραψον ἐν τ[ῷ] ἐδ[ά]φει μέσον τοῦ οἴκου περὶ [τὸν] τρίποδα λευκῇ γρα[φ]ίδι τὸν ὑποκείμεν[ο]ν χαρακτῆρα[ . [305]
3 (300)
] δεῖ προαγνεύειν ἐ[πὶ] ἡμέρας τρεῖς. ἔστω δὲ ὁ οἶκος καὶ ὁ τ[ρίπους] [ἐν]ημμένος. [ἐὰν ἰδεῖν θ]έλῃς, ἰδὲ ἔσ[ω]· ἔχων ἐσθῆτα [λευ‐] [κὴ]ν καὶ καθαρὰν καὶ [ἐστε]μμένος δ[α]φ[ν]ίνῳ στεφ[άνῳ,] ὃν ἐπὶ τῆς κεφ[αλῆς ἔχει, θε]ὸς ἱλ[αρὸς καὶ ἀ]ρτεμισίας μ[ονοκλώνου] [κλ]όνον προμα[ντευόμενος] ….. οσδ[ …….. πρὸ τῆ]ς ἀνακλήσ[εως] [αὐ]τῷ ἐπίθυε δά[φνην] … οσμε …… [ἐπὶ τοῦ ἐ]πιθύματο[ς] [πα]ιανίζων τὸν [θεὸν εἰ]ς ἀν[ατολὴν … σου αἰτοῦ θ[ … ] … οκ ….. δετω ….. [καρδ]άμωμο[ν … ] …. το … ἅγιος θεὸς [ 9] ἄ]νθος ἀμυ[γδά‐] λεον αγμα βραθ …. ἀπὸ βαλσά[μου … ] …………………… ιον κ ……. ……….. νοης ….. η …. καὶ λαβὼν κρο ……. ………… ης ζʹ καρ …… σιν τῇ ἐπινοίᾳ μου [τοῦ δεῖνα ….. ] [ …… χρυσ]ανθέμου λαβὼν ἀπογεύου ἀνα ….. [ ………. τε]τραπόδων ….. ἔστι δὲ ὁ λόγος ὁ διωκόμενος ….. ………. ἐὰν βούλῃ [εἰδέ]ναι, λέγε ταύτας τὰς ἐν ταῖς ….. ……….. θεοῦ καὶ πάν[των] τῶν τοιούτων μαντικῶν [ ……… σ]κώληξ ἐν [ … ] ὥστε ἐπὶ ἡμέρας δέκα. μίξας … ….. τὴν καρδίαν [σὺν] μέλιτι . κατά[λεξο]ν πρὸς ἀνατολὰς ἡλίου λόγον τοῦτον [καὶ] ἔσῃ καθʼ ὥρα[ν καὶ κα]τὰ τὴν ἡμέ[ραν ταύτην] προγινώσκων. [θυσ]άμενος σπένδε οἴνῳ μέλ[ανι … ]αμ ειου ιδου μέσον ι .. … θος λέγε· ʼποίη[σό]ν με προγιν[ώσκ]οντα ἑκάστης τῶν οὐσϊ … ἀπὸ πατρειω … η καὶ καταπο … πρὸς ἀνατολὰς ἡλίου πρωὶ [γινώσ]κειν ἕκαστ[ον τῶ]ν ἀνθρώπων [καὶ] προγνῶναι 〈ἃ〉 κατὰ ψυχὴν ἔχει [καὶ] οὐσίαν πᾶσαν αὐ[τῶν.ʼ] [μον]όγονον ἀρτεμ[ισίαν], μονόκλωνον, ἡλιόγονον, σεληνόγονον …. ωϊβ .. την μ …. γιαν, λωτομήτραν, κρινάνθεμον, βούνιον [προσδόκ]ησον ἐν τῇ σῇ οἰκίᾳ νήστης ἀνατολὴν ἡλίου. ἀνʼ ὥρα(ν) τρίτην δακτύλου …. …. τισον [τὸ σὸ]ν πρόσωπον εἰπ[έ· ʼΘ]ωού[θ] πιωπιω αυαψ Θωούθ .. αρς … κενον ωουν παχεν νο . τοου η . τ αρσασωτα υνασπορ …. θα π . μνηφιελωκνημεω δός μοι ἐ[κ τ]ῆς σῆς ἀπορροίας.ʼ [εἰς τ]ὴν ἀνατολὴν τῆς Σελήνης τριακονθήμερον [λέγε·] ʼἐλθέ μο[ι, μ]έγισ[τος] [ἀ]ρχάγγελος, ἐλθέ μοι ξασρ· ξαμ [Θω]ούτ .. ἐλθέ μοι, τύραννε [τῆ]ς οὐσίας ημι … θη . βα Θωούθ· θεωρει .. ενην παυπιου ψιβιοαυ [α]βλαναθανα[λ]βα . αμοαμμα πρόσθ[ες] μοι, τῷ δεῖνα, μνήμην …. σω .. πά[ντα] ἀναγνῶ καὶ ἐπ[ί]στωμαι τὰ ἐπὶ τὸν της ……. ‘ … νην[ .. πρ]ὸς ἡλίου ἀνατολὰς μασης … λέγων οὕτως· ʼἐγώ εἰμι [ὁ κύρ]ιος τῆς θαλάττης, ποίησ(ον) ἅπαντ[α .. ]κεντρισμα γορθιωοι [μέλλ]οντα πάντα, (ἵνα) γινώσκω μετὰ πρόγ[νω]σιν· τοῦτο χρηματίσαι [κ]αὶ τὰ ἐνθύμ[ια] ἁπάντων ἀνθρώπ[ων] καὶ τὰ μέλλοντα .. τωουτ· ανγ· . σα . ουτ· ανγ· εμ ης … ομ ν ανγ· αλαβουλʼ .. .. ἀνὰ ὥρα(ν) δεκάτην α . ν . ν. ἀτρεκ[έως] … ιε πεκρεν εμ …. …. ονηϊ ε . πο .. νγα λ …. κορα ἐχοντο .. . [345]
3 (350)
.. νεωστὶ αι ……. απο ….. καὶ ἅμα ἀνατο[λῇ] …. τρίτην ……. να …… τὴν ἐπάνω ν … …. αποπυι ……. ηλε ……. δυνη[ ] [ .. ἅμ]α ἀνατολ[ῇ ….. ]μον ……. ʼχωλωμ χωλ … … ητειαστ …….. τουτ .. επιρεν .. ς μασκελ[λι μασκελλω] .. ιθηχθω ……. τενιμερ ἄ[να]ξ κύρι[ε ….. ‘] .. ἀπὸ της φυ ……. ἅμα .. ἥλιος .. οντα α …… … επακουη ……. ον καὶ ἐπὶ . . κηι …… [ … ἀν]ατολ ……. λεγε .. πετειν ……….. ………… ἔτι ζῶντα ……….. ………… αμ …………… ……….. ε …………… … ἄλειφε ………… αβλα[θα]ναλ[βα] … τεμ … σομης ….. κατὰ βʹ λόγο[ν ……………. ]ητιω νικα[ … ἀ]νατο[λῆ]ς ἡλίου ζʹ . ειν … .. αλιου αντ[ ………. ]ε μοι θυμοκα …… ἔχεις. ἐὰν δὲ θέλ[ῃς …….. ] φάρυγγος ὄνων ισα …… τοῦ ζώου κοιν …… οὐρᾶς λ ……… κως πυκνότερον κ[αταλ]έγων τὸν ἕβδομον λόγον κα[ι .. ] ἅπερ ἂν β[ούλῃ ….. ] ἀπὸ κεφαλῆς ἀνθρώπ[ου] θ .. ησδια τουω .. συ ἐκβαλε[ …… τὸν λόγον], οὗ ἡ ἀρχή ἐστιν· ʼγινώσκ[ειν] με ποίει, ἵνα … ε … περιπα … ωρπ [Idiosyncratic Papyrological Character] ρα ………. πάσης τὸ οὖς ὅτι ἐὰν … ἐπὶ γῆς ……. οὐρ[ανοῦ] [τ]ὴν ἀρ[χὴν …….. ] τὴν χεῖραν κατὰ … εκοντα ἐν … κας … ν λόγο[ν.] [ἐ]ὰν δὲ θ[έλῃς …… ]ς κα[ὶ ἐ]πιστολὴν γεγραμμένην κατεσφραγισμένην [ἀνα‐] [γν]ῶναι …. χει … ον ης .. τὸν αὐτὸν ζʹ λόγον· ʼποίησόν μοι τὰ γεγραμμέν[α] .. ηλυσα …. λης . ου.ʼ εἰς τ[ὴν ἀ]νάγνωσιν τῶν γε[γ]ραμμένων· λαβὼν ἐν ἀν[ατολῇ] [τ]ῆς σελήνης ο[ … ς] γλυψας ι .. μελικηρίδος τόμους. τού[τ]ους συνέμβαλε … .. λικν ….. και σαπαιαν π[ρ]όσφατος ἡστὸς μακαρίστως ὡς προγνω … . ασδενεα . .. μετὰ τῶν γε[γρ]αμμένων μ[ί]ξας πάνυ· [κατὰ] π〈ᾶ〉σαν δύναμ[ιν] [κ]αθʼ ἡμέρ[αν …… ]ων μη ταμελα[ …. λ]έγῃς πρὸς ἥλιον τρωσαι λέγε [καὶ] τὸν προκείμενον … [ .. λόγον τῆς ἡ]μέρας τόνδ[ε, κ]αὶ ἐκείνην τὴν ἡμέραν [ … ἀ]νὰ ἥμισυ τοῦ ὠοῦ … .. ετα τοῦ … ἔμβαλε εἰς κωθ[ώ]νιον καὶ γυψώσας τὰ ὠοῦ ἐν τόπῳ ἢ ἐν ποταμ[ῷ] [ὅ]που ἥλιος ι[ ……….. τ]οῖς ἀλόγοις καὶ ἀ[νθ]ρώποις ἀβάτως γίνεται … λουσάμενος καὶ …. .. ωον θυ[ … ἐ]στεμμένος στέφα[νο]ν ἀνθῶν τῶν τοῦ καιροῦ …… αδα ….. . οντ[ . ε]ἰς βωμόν, ἐπιθύσ[ας] ἐπὶ τῷ βωμῷ [λ]αβέ, ὡ[ς οἶδας], γ ἄρτους καθάρι[ος … ] .. λιεν τ … ιοις ἔλαιον ὁμοί[ω]ς ὡρ(α)ῖον οἶνον ο .. ην …… ποι καὶ γάλα βοὸς μ[ελαίνης·] [ἐν ἀ]ρίσταις χλαμύσιν τῶν κυ[κλ]οφόρων καὶ δια .. ερων … την πρ … ιν … [ὑπ]οκείμεν[ον]. ψήσας πρότερον .. τὸ ἥμισυ τοῦ ὠοῦ πυ … σοι τὸν κύριον μεστο … . ρυσον τα .. α .. ἅπαντα .. ον καὶ τὴν οὐσ[ί]αν …. καὶ εἰπὼν τὸν ὑποκείμενον [λόγ]ον τοῦτον τὸν ζʹ πρὸς ἥλιον οὕτως ἀπ .. υχο ….. εἰς κωθώνιον ἱερὸ[ν] .. αυτο κα .. ἀπελθὼν καὶ θυσάμενος πε .. μιου … λέγε καὶ πρὸς ἥλιον …. [πρ]ογνωστι[κὸ]ν λόγον ἢ ὕμνον απας εταιρος [μονόκ]λωνο[ν] ἀρτεμισίαν εἰς ν … ……… λέγων ἑπτάκις . καρδάμ[ωμον] λαβὼν κα[ὶ τ]ὰ ὀνόμ[ατ]α ἅγια λέγων ἐπι …. [‘ … ἄ]νακτος ἅ[π]αντα γάρ ἐστι …. ‘ ὅταν ὁρκ[ίζῃ]ς τὴν γαῖαν λέγων τὸν ἕβδομον [λόγο]ν [εἰς τὴν] γῆν καὶ [ἅ]παντας τοὺς [θεοὺς] ἀθανάτου[ς. λ]όγος οὗτος· ʼἧκέ μοι, κύρι[ε …. ] [ἅγι]ον πνεῦ[μαʼ … ] ὥρᾳ ἐνάτῃ …… παντ … το ους μετὰ τοῦτον τὸ[ν λόγον]· ʼὁρκίζω [το]ὺς αὐτοκρ[ά]τορας ………… καὶ ὁρκίζ〈ω τὴν〉 γῆν καὶ τὸν οὐρανὸν κα[ὶ τὸ φῶς κα]ὶ [τ]ὸν π[άντα κτίσανταʼ …. λό]γος λεγόμεν[ος] τοῦ θεοῦ. λέγων λόγον [τοῦτο]ν [πρ]ὸς ἱερὸν ……….. [Verba Coptica] λαβης ε … λαβης αυ[ ] [Verba Coptica] (30) [Γ]αβριήλ, Μιχαήλ, [Verba Coptica] ζʹ λέγεις εἰ[ς …. ] λέγειν εἶτα ἅπαξ ἢ γʹ. Λαβὼν λεπίδαν ἀργυρᾶν ἔνγρα[ψον κα]ταδύντος [τ]οῦ θεοῦ καὶ λαβὼν γάλ[α] βόειον καὶ καταχεάσα[ς] καὶ ὑποθεὶς καθαρὸν ἄγγος ὑπόθου τὴν [λ]επίδα καὶ βάλε κρίθινον ἄλευρον καὶ φύρασον καὶ πλάσον ἄρτον, [π]έμματα, δώδεκα κόρας κα[ὶ ἐ]πίλεγε γʹ κα[ὶ] φάγε νήστης καὶ γ[ν]ώσῃ τὴν ἐνέργειαν. (ἔστι) δέ· ʼβορκα βορκα φριξ φριξ ριξ ω[ ]αχαχ αμιξαγ ουχ θιπ λαι λαι λ[α]μλαι λαι λαμ μαιλ αααααααα ιιιυ ηι αι ω[ω]ωωωωω μουμου ωυιω νακ νακ ναξ λαινλιμμ λαιλαμ αεδα. λαιλαμ αηω ωαη ωαη ηωα αωη νωα ωηα εἴσελθε, δέσποτα, ε[ἰ]ς τὴν ἐμὴν ψυχὴν καὶ μνήμην μοι χάρισαι μ̇μ̇μ̇ η̇η̇η̇ μθφ.ʼ τοῦτο ποίει κατὰ μήνη[ν] πρὸς σελήνην ἐν πρώτῃ ἡμέρᾳ. προσκύνει [θε]ᾷ, τὴν δὲ λεπίδα περιθοῦ. ἔστι δὲ τὸ ὄνομα τῆς ψυχῆς τοῦ θεοῦ· ‘ [Verba Coptica] εἶτα [Verba Coptica] αἷμα.ʼ γράψον χαλκῷ γραφείῳ ταῦτα· [verba coptica] λέγε εἰς τὴν χεῖραν ἑπτάκις ἀντὶ τοῦ ἡλίου, κατ[ά]ψησον τὴν ὄψιν, πτύε, μετακίνησον τὸν ἀντίχειρά σου ἀπὸ τῆς ῥινὸς ἄχρις τοῦ μετώπου σ[ου.] πρὸς ἥλιον εἰπὲ ἑπτάκις εἰς τὴν χεῖράν σου καὶ πτύσον αʹ καὶ καταψήσας [τ]ὸ πρόσωπόν σου πορεύου ἐπὶ πρᾶξιν καὶ χάριν· ʼσιλιβαναγουναχαουηλ ….. ‘ Ἀντίγραφον ἀπὸ ἱερᾶς βίβ[λο]υ. πρόγνω[σ]ις καὶ μνημον[ική]· λαβὼν κάκουφ[ον,] ὅ ἐστιν αἰγυπτιστὶ κακκου[φατ, ἐξάρα]ξον αὐτῆς τὴν καρδ[ίαν, κ]ατάτρησον καλάμῳ καὶ τὴν καρδίαν κατα[τα]μ[ὼν] ἐπίβαλε εἰς μέλι Ἀττικ[ὸν π]λησιαζούσης τῆς θεοῦ καὶ εἶτα τρίψας τὴν καρδία[ν τῇ] αʹ τῆς θεοῦ σύμμιξον τῷ μέλι[τι καὶ κατάφαγε] νήστης λέγω[ν] ἑπτάκις, ἅπαξ γευόμενος τῷ λι[χανῷ τῷ δ]ακτύλῳ, τοῦτο[ν τ]ὸν λόγον· ʼποίη[σόν με π]ρογνῶναι τὰ μέλλοντα καὶ τὰ προμέλλοντα κα[ὶ πεπ]ραγμένα καὶ π[ά]ντα 〈τὰ〉 ἔργα τῇ σ[ήμερ]ον καθάπαξ.ʼ ἑπτάκις τὸ ὄνομα λέγε, αἶψα λέγων κοινά· τῇ τρίτῃ ἀπογε[υόμενος λ]έγε τὸ ὄνομα Λαιλαμ [σαν]κανθαρα, κοινά. [τῇ] σελήνης δʹ 〈τὸ〉 δʹ ὄνομα λέγων επι μνω, τῇ εʹ τὸ εʹ ὄνομα λέγων ἑπτάκις εκενθ …. [τῇ ϛʹ] τὸ ἕκτον ὄνομα Ἀμοῦν [Ἀ]μοῦν, τῇ σελήνης ζʹ [τὸ ζʹ ὄνομα . ]ρα πρεγξιχαροθ. τῇ ηʹ τὸ ηʹ ὄνομα· [ ε]ἶσι Οὔσιρι [Ἀ]μοῦν [Ἀμοῦν, τῇ θʹ] τὸ θʹ ὄνομα φορ[φ]ορβαρζαγρα, [τῇ ιʹ τ]ὸ ιʹ ὄνομα ζαζουχωρ δαμνιοτη, τῇ ἑνδεκάτῃ τὸ ἑνδέκατον ὄνομα χρυσα χρ[υσα] ευαε χρυσοες ειρε χρυσοεγεθρελ …. ρον, τῇ δωδεκάτῃ τὸ δωδέκατον ὄνομα, δωδεκάκις γευόμενος· αθαβ …. ενιγραψαθιρ .. ψανο . αση, [τῇ ιγʹ τὸ ιγʹ ὄνομα λέγων]· Ἄρτεμι Δαμνω δαμνο λύκαινα, τῇ τετάρτῃ καὶ δεκάτῃ τὸ [τέταρτον καὶ δέκατον ὄνομα] λέγων. τοῦτο τὸ ὄνομα ιδʹ· Ἁρπον[χνουφι] βριντατηνωφρι βρισκυλμα ορεοβαζαγρα. τῇ [πέμπτῃ καὶ δεκάτῃ τ]ὸ πέμπτον καὶ δέκατον ὄνομα· σεσενγεν βαρφαραγγης αγαβ ….. αεηιουω, κοινά, ὅσα θέλεις, λέγων καθ· ἡμέραν. εἶτα [φθινο]ύσης σελήνης λ[έ]γε ἐν ἑξαμέτρῳ τόνῳ τ[ὸν λόγον] λέγων ἑπτάκις ἕως πάλιν τῇ τετάρτῃ καὶ δεκάτῃ τῆς θεοῦ. [ἐ]φόρα δέ, μὴ συνέλθῃ[ ….. ἑ]κάστην ἡμέραν ταιουλ .. αγιον [ … κ]αὶ λυθῇ πᾶσα σύστασις τῆς ἱερᾶς συνθέσεως. λέ[γει γὰρ ὁ] κύριος [θέος. τῆς] πράξεως ταύ[της] μείζων οὐκ ἔστιν. πεπείραται ὑπὸ Μανεθῶνο[ς, ὃς αὐτὴν ἐ]λάβετο [δῶ]ρον ὑπὸ θεοῦ [Ὀ]σίρεως τοῦ με[γίσ]του. τέλει, τέλει εὐτυχῶς καὶ εὐφήμως. λόγος λεγόμεν[ος ……………….. καὶ τελ[ ……. τ]ῷ ἡλίῳ· ʼχαῖρε, αὐτοκράτωρ, χαῖρε, χαῖρε, προ[πάτωρ …………. καὶ Δαμναμ]ενεῦ/ [Ἀβρα]σάξ …. κ .. ηληλ εἷς ἱερὸς … κ ….. ς σαβηλε σαβηλε κα προγνως. [23] Μωυσῆς αν …. σις καὶ ἀπος ……… κ …… .. αι[ …………. εἰ]ς μνήμη[ν λέγε τ]ὸν ὑποκείμε[νον λόγο]ν ἑκάστης [ἡμέρας] (22) …. ιμεα …. Ἀβρασάξ, …….. εἰ]δέναι οειιαο … κα ………… Ἰάω Σαβαώ[θ …… ] μέγας …….. Ἰαβε[ζεβυθ] [ 21 Ἀ]βραξας ταε.ʼ ….. [32] σι . [445]
3 (450)
ν .. μ . [] [] οὕτως δὲ ζωγράφει παῖδα καὶ σε [17] [ὕ]στερον, καὶ ἀκούσεις τὰ ὄρνεα λαλοῦ[ντα …………… ] μαράθου ζʹ καὶ σησάμου, μελανθίο[υ ………….. ] λ(αβὼν) ταῦτα τρίψας σὺν ὕδατι πηγαίῳ ….. τῆς σελήνης οὔσης δευτέρας, καὶ ἀκούσεις πάν[τα …………. ] ἐγώ εἰμι ιεη ιοεη ιε Ἰάω Ἶσι [τὰ ἐν ταῖς] ψυχαῖς τῶν ἀνθρώπων, ὅτι ἐγώ [] ἐπεύχου αὐτῷ. ἄλλ [] γίνεται δε χελιδὼν τούτου …………… σου τὸν λόγον τοῦτον ἑπτάκις κατά[λεγε …….. ] λόγος, ὃν λ[έγ]εις· χαῖρε, Ἥλιε Μίθρα λ[ ……….. ἀπο]ροῦντος, [α]ὐτῷ ἱερῷ ὕδατι ωσε ………… ….. κ[α]τὰ ψυχὴν ἔχει οὗτος ………… ἐκείνην τὴν ἡμέραν γινώσκ[εις ….. ] παραπτόμενος δὲ ἡμιτριτα[ῖον πυρετὸν ἕξεις.] Μνημονικ ή . λαβὼν πρῶτ[ον μὲν …… ] κυνοκεφάλια β , Ἑρμοῦ δακτύλο[υς …………. ] ανα κ[αὶ δ]ιακον[ ………….. ] γεύου τρὶς λέγων πρὸς Ἥλιον προσκύ[νησον· ʼεἴσελθε,] μα .. α Κμήφ· αρσω αρσω Θούθ …………………… ο τιοι ε . οι πομπομ Φρῆ ιαρβ[αθα χραμνη … ] ἐπὶ [τ]ὴν ἐμὴν καρδίαν, μνή[μην χαρισάμενος] τῇ [ψ]υχῇ μου, τοῖς ὄμμασι σαλβα[ναχαμβρη …….. ] τυραννῶν, ὁ κυριεύων πά[ντων ………. ] αβλαν οοοο αδωνιη αηω …………. ἵνα, ὅσα ἐὰν ἀκούσω ἅπαξ, μν[ησθῶ ἐπὶ τὸν τῆς] ζωῆς μου χρόνον.ʼ Πρόγνωσις · λαβὼν κυνοκεφάλια υ[ .. λέγε εἰς] τὸ ὕψος τοῦ οὐρανοῦ κύκλου· ʼὁ φὼρ τῷ[] νομυρον, ὁ μόνος μέγας θεός, δ[εῦρό μοι] ἀπὸ συνόδου ἐπὶ ἡμέρας ϛʹ γνως … γενέσθαι, Ἥλιε. ἄλλη ἀντ [ ιγραφή · ……. ] αλα . αανγ· ξιχα μιχα· ανγ· ε …… εροτπιτενφητ· νπρωμε ἔ[χων στέφανον ἐπὶ τῇ] κεφαλῇ [χ]ρυσοειδῆ, γενοῦ εἰς τ[ὸν φῶρα ἄραντα τὸ δεῖνα], ἀπόλεσον, σχίσον αὐτὸν καὶ κε …………… διω .. δ . ἐὰν δὲ ἀποκεφαλίσῃ[ς …………. ] ἄλλη · λαβὼν πτέρυγα τ[ὴν ……………… ] αωω . εἶτα κατὰ τῆς αὐ[τ]ῆ[ς ……………. ] λω[φνου] κεντ Ἀβαώθ …………. δο ….. . ωλεαις ………………. κα ………. τα κ ……………… ‘ [ Σύστασις πρ]ὸς Ἥλιον. περὶ πά[σης πρ]άξ[ε]ως καὶ περ[ὶ π]άν[τω‐] ν ποί[ησις], περὶ ὧν ἐὰν θέ[λῃ]ς, οὕτως ἐπικαλοῦ· ‘[δεῦ]ρο, δ[ε]ῦρό μοι ἐκ τῶν τεσσάρων ἀνέμων τοῦ κόσμου, ἀεροδρόμο[ν] μέγαν θεόν, ἐπάκουσόν μου ἐν παντὶ ᾧ [ἐπιτελῶ] πράγματι καὶ ποίησον πάντα τὰ τῆς εὐχῆς μ[ου ἐντε]λέστατα, ὅτι οἶδά σου τὰ σημεῖα καὶ τὰ [π]αράσ[ημα καὶ μ]ορφὰς καὶ καθʼ ὥραν τίς εἶ καὶ τί σου ὄνομα· ὥρᾳ πρώτῃ μορφὴν ἔχεις καὶ τύπον παιδὸς πιθήκου· γεννᾷς δ[ένδρο]ν ἐλάτην, λίθον ἄφανον, ὄρνεον ε . [495]
3 (500)
… αενο ….. α, ὄνομά σοι φρουερ· ὥρᾳ δευτέρᾳ μορφὴν ἔχεις μονοκέρου, γεννᾷς δένδρον περσέαν, λίθον κεραμίτην, ὄρνεον ἁλούχακον, ἐπὶ γῆς ἰχνεύμονα, ὄνομά σοι βαζητοφωθ· ὥρᾳ τρίτῃ μορφὴν ἔχεις αἰλούρου, γεννᾷς δένδρον σύκων, λίθον σαμοῦχον, ὄρνεον ψ[ί]ττακον, ἐπὶ γῆς βάτραχον, ὄνομά σοι Ἀκραμμαχαμαρει· ὥρᾳ τετ[άρ]τῃ μορφὴν ἔχεις ταύρου, γεννᾷς δένδρον [κα]ὶ λί[θ]ον παιδέρωτα, ὄρνεον τρύγονα, ἐπὶ γῆς ταῦρον, ὄνομά σοι Δαμναμενεύς· ὥρᾳ πέμπτῃ μορφὴν ἔχεις λέοντος, [γε]ννᾷς δένδρον ῥάμνον, λίθον μάγνητα, 〈ὄρνεον ….. 〉, ἐπὶ γῆς κ[ρο]κόδειλον, ὄνομά σοι φωκενγεψ ευαρεταθου μισον κταικτ/ ὥρᾳ ἕκτῃ μορφὴν ἔχεις ὄνου, δένδρον γεννᾷς ἄκανθαν, λίθον σάπφειρον, ἐν θαλ[ά]σσῃ ὕελον, ἐπὶ [γῆς βοῦν λευ]κομέτωπον, ὄνομά σοι ειαυ· ακρι λυξ· [ … ὥρᾳ ἑβδ]όμῃ μορφὴν ἔχεις καμ[μάρου, γε]ν[νᾷς δένδρον ……….. [γεν‐] νᾷς ………….. προ[ …… λί]θον ἡλιο[πάλιο]ν, [ὄρνεον …. ]ον, ἐπὶ γῆς [αἴλ]ουρον, ὄν[ομά σοι ….. ] [ …… ὥρᾳ ὀγ]δόῃ μορ[φ]ὴν ἔχεις ……… [γεννᾷς δένδρον …… ]ατορον, λ[ίθ]ον ονου ειορ … , ὄρνεον [ …. ἐπὶ γῆς] ἱπποπό[τα]μον, ὄνο[μά σοι … ] [ ……. ὥρ]ᾳ ἐνάτῃ μορ[φὴ]ν ἔχεις ἴβ[εως, γεννᾷς] [δένδρον] ……. , …… δαλσον, [λίθ]ον δοραρ ….. [ …… ]ην ἐπὶ γ[ῆς] χαμαιλέ[οντα, ὄνομά] [σοι …….. ] ὥρᾳ δεκ[άτ]ῃ μορφὴ[ν ἔχεις ….. ] [γεννᾷς δένδρον …… ]ων, λίθ[ο]ν ἱερακίτη[ν, ὄρνεον] ……… αρκων … ν . κέρκω[πα ….. ] ……………. σφωτος γε ……… []εων εχ[ ……. ] [ …………….. ὥρ]ᾳ ιβ μ[ορφὴν] [ἔχεις] …… ὄνομά σ]οι Ἀδων[αί ….. ] [κα]ὶ Γαβριὴλ αλλωεα … ουρηηδυδιε θαραβραχι[ρι]γξ ϊαρβαθαχραμνηφιβ[α]ωχνυμεω καμπυκριλ . ελαμμαρη· εἴρηκά σου τὰ σ[ημ]εῖα καὶ τὰ παράσημα· διό, κύριε, ποίησον τὸ δεῖνα πρᾶ[γμ]α ἀνάγκῃ, μὴ τὸν οὐ[ρ]ανὸν κινήσω, ποίησον τὸ δεῖνα [π]ρᾶγμα ἐμοί, ὁ τύπος, [τ]ὸ σύνολον τοῦ κόσμου, ὃ〈σ〉 κατ[α]κριθεὶς ἐφύλαξα〈σ〉 τοῦ μεγάλου βασιλέως ἱερόν, πο[ί]ησον τὸ δεῖνα πρᾶγμα ἐμοί, τῷ κλειδοφύλακι τοῦ τρ[ι]γώνου παραδείσου τῆς γῆς, τῆς βασιλείας, ποίησον [τ]ὸ δεῖνα πρᾶγμα ἐμοί, τῷ τῆς χήρας ὀρφανῷ κατατετιμημένη〈σ〉, βωϊαθυριθ, ἵνα μὴ ἀφέλωσ〈ί〉 με τὴν κυριακὴν πατρίδα καὶ πάντα τὰ ἀγαθὰ ἐμπέσῃ κατʼ ἐπιταγὴν φωκεν γεψευ αρετα θουμισον κται κτ/ μασκελλι μασκελλω φνουκενταβαω αωριω ζαγρα ῥησ〈ί〉χθων ἱππόχθων πυροσπαριπηγανυξ καιλαμ ιαλμιω λιλιμουληαλαβαηνερεδεμου· δεῦρό μοι ἐν τῇ ἁγίᾳ σου περιστροφῇ τοῦ ἁγίου πνεύματος, παντὸς κτίστα, θεῶν θεέ, κοίρανε παντός, διαστήσας τὸν κόσμον τῷ σεαυτοῦ πνεύματι θε[ί]ῳ· πρῶτος δʼ ἐξεφάνης ἐκ πρωτογόνου, φὺς εὐμεθόδως, ὕδατος βιαίου, ὁ τὰ πάντα κτίσας· ἄβυσσον, γαῖαν, πῦρ, ὕδωρ, ἀέρα καὶ πάλιν αἶθρα καὶ ποταμοὺ〈σ〉 κελάδοντα〈σ〉, ὑσγηνοϊδῆ τε σελήνη〈ν〉, ἀστέρας ἀερίου〈σ〉, ἐῴου〈σ〉, περιδινοπλανήτα[ς]· αὐταῖς σαῖς βουλαῖς δορυφοροῦσιν ἅπαντα. [555]
3 (550)
σὺ ὁ παρακαλῶν ……. σιν αμοχλ …. φοδοφ …. μ . αρφθω … ιβκ ˊ ψουφισ[τωμ] . οιωθ ωφρουερ χμηιβ ˊ Ἁρπονκνουφι βρ[ιν]τατ[η]νω[φ]ριβρισκυλμα Ἁρουαρ ζαρβαμεσε[γ]κριφινιγθου μιχμουμαωφ ιαωλι πρὶν [ἀ]στράπτῃς αι χεαοκιρταβαοζααλε ασρισκι .. ου, βρίθε[ι] στόμα, ἄναξ. δεῦρό μοι, κύριε, ὁ ποτὲ τ[ὸ] φῶς ἀνά[γ]ων, ποτὲ τὸ σκότος κατάγων 〈κατὰ〉 τὴν σεαυτοῦ δύναμιν, ἐπάκουσόν μου, κύριε, ἐμοῦ, τοῦ δεῖνα, ἵ[λ]εως κα[ὶ ἀ]σμένως καὶ ἐπʼ ἀγαθῷ, ἐκ παντὸς στο[ιχε]ίου, ἐκ παντὸς ἀνέμου, ἐν τῇ σήμερον ἡμέρᾳ, ἱλαρῷ [σ]ου τῷ πρ[ο]σώπῳ, τῇ ἄρτι ὥρᾳ, ὅτι ἐπικαλοῦμαί σου τὸ ἅγιον ὄ[ν]ομα πάντοθεν, ὁ γεννηθεὶς ἐν παντὶ πλάσμ[α]τι ἀνθρωπίνῳ· ἐνπνε[υ‐] μάτισον ἡμᾶς. [ὄνο]μά σο[υ] ἐκ μὲν δεξιοῦ ἄξον[ος]· ʼἸάω α[ωι] ωαι [ωυα] ωωωωωω αααααα ιυ …. . ωαι,ʼ ἐκ δʼ εὐωνύ[μ]ων ἄξ[ονος]· ʼἸάω αυω ιωαι [π]ιπι ωωω ωω ιιι αυω …. ω[α] ωαι.ʼ ἐλθέ μοι [ἱ]λαρῶ τῷ πρ[ο]σώ[πῳ] ἐπʼ αὐτοθελ[ητῷ] κοίτῃ, διδοὺς ἐμοί, τῷ δεῖνα, ζωήν, ὑγείαν, σωτηρίαν, πλοῦτον, εὐτεκνίαν, γνῶ[σ]ιν, εὐακοΐαν, εὐμένειαν, εὐβουλίαν, εὐδοξίαν, μνήμην, χάριν, μορφήν, κάλλος πρὸς πάντας ἀνθρώπους τοὺς ὁρῶντάς με, ὁ πᾶν ὁτιοῦν ἀκο[ύ]ων μου, τῶν λόγων δὸς πεισμονήν, θεὲ μέγ[α]ς, τῷ ευαηω ιω ιαω ωαι ωιω ηαυι τας ερχις· αυξαχοχ Ἁρσαμῶ[σι], λίσσομαι, ἄναξ, πρόσδεξαί μου τὴν λιτανείαν, τὴν πρὸς σὲ ἀναφορὰν προστάξας· ἵνα με νῦν ἐρατῶν πρὸς σὲ τὴν γνῶσιν ἐλλυ[χνιάσ]ῃς καὶ μετὰ τὴν τοῦ ὑλικοῦ σώματος εὐμεν[ῆ ἀποκ]ατάστασιν, δέομαι, κύριε, πρόσδεξαί μου τήνδ[ε] ἀξίωσιν, 〈τὴν〉 λιτανείαν, τὴν προσύσ[τ]ασιν, τὴν ἀναφορὰν τοῦ πνεύματος τοῦ λεκτικοῦ, [ὃ κ]αὶ φθασάτω πρὸς σέ, τὸν πάντων δεσπότην, ὅπως [π]οιήσῃς πάντα τὰ τῆς εὐχῆς μου, θεῶν γενητέ. [χ]άριν σοι οἴδαμεν, ψυχῇ πάσῃ, κα[τὰ] καρδίαν πρὸς σ[ὲ] ἀνατεταμένην, ἄφραστον ὄνομα τετιμημένον [τῇ] τοῦ θεοῦ προσηγορίᾳ καὶ εὐλογούμενον τῇ τοῦ [θε]οῦ ὁσ〈ι〉ό〈τητι, ᾗ〉 πρ[ὸ]ς πάντας καὶ πρὸς πάντα πατρικὴν [εὔ]νοιαν κ[α]ὶ στοργὴν καὶ φιλίαν καὶ ἐπιγλυκυτά[τη]ν ἐνέργειαν ἐνεδείξω, χαρισάμενος ἡμῖν νοῦν, [λόγ]ον, γνῶσιν· νοῦν μέ〈ν〉, ἵνα σε νοήσωμεν, λόγον [δέ, ἵν]α σε ἐπικαλέσωμεν, γνῶσιν, ἵνα σε ἐπιγνώσωμεν. χαίρομ[ε]ν, ὅτι σεαυτὸν ἡμῖν ἔδειξας, χαίρομεν, ὅτι ἐν πλάσμασιν ἡμᾶς ὄντας ἀπεθέωσας τῇ σεαυτοῦ γνώσει. [595]
3 (600)
χάρις ἀνθρώπου πρὸς σὲ μία· τὸ μέγεθος γνωρίσαι. ἐγνωρίσαμεν, ὦ τῆς ἀνθρωπίνης ζωῆς 〈ζωή〉, ἐγνωρίσαμεν, μήτρα πάσης γνώσεως, ἐγνωρίσαμεν, ὦ μήτρα κυηφόρε ἐν πατρὸς φυτείᾳ, ἐγνω〈ρί〉σαμεν, ὦ πατρὸς κυηφοροῦντος αἰώνιος διαμονή· οὗ τοσοῦ〈τον〉 ἀγαθὸν προσκυνήσαντες μ[η]δεμίαν ᾐτήσαμεν [λιτήν, πλὴ]ν θέλησον ἡμᾶς δια[τ]ηρηθῆναι ἐν τῇ σῇ γνώ[σει, τ]άδε τη[ρήσαντας] τὸ μὴ σφαλῆναι τοῦ τοιούτου [βίου] τούτου ….. βλιον μετισαγωκην ἔχει πρ … πα …… οικουντα θεῷ. μὴ [δʼ] ἐν παρέργῳ …. ον ……. μετὰ εʹ ἡμέρας . νιουον.ʼ Θυσ[άμενος] ἄλ[ε]υρ[α κ]αὶ ὥ[ρι]μα συκάμι[να] καὶ σή[σαμον ἀνέκ]χυτον καὶ θρίον ἄπυ[ρον], ἐν ᾧ χε[όμενος] σεῦτλ[ον τεύξῃ] τῆς ἰδίας σκιᾶ[,] ὥστε σοι αὐ[τὴ]ν ὑπη[ρετήσειν]. ἐλθὲ ὥρᾳ ἕκτῃ τῆς ἡμέ[ρα]ς πρὸς [ἀνατο]λ[ὴ]ν ἐν ἐρήμῳ τόπῳ περι[εζ]ωσμένο[ς νέο]ν ἐβέννινον ἄρριχον καὶ ἐν τῇ [κε]φαλ[ῇ στροφεῖον] σφενδόνης κόκκιν[ον] καὶ ἐ[πὶ τοῦ δ]εξιοῦ ὠτίου πτερὰν ἱέρα[κο]ς, ἐπὶ [δὲ τ]οῦ εὐωνύμου ἴβεως. πατῶν [ἐ]ν τῲ τό[πῳ προσκύ]νει ἀνατείνας τὰς χεῖρας καὶ λέ[γε] τοῦτο[ν τὸν] λόγον, ὅτι ʼποίησόν μοι ὑπηρε[τήσε]ιν ν[ῦν τ]ὴν σκιάν μου, ὅτι οἶδά σου τὰ ἅγ[ια] ὀνόμ[ατα κα]ὶ τὰ σημεῖα· καὶ τὰ παράσημα καὶ [τίς εἶ καθʼ ὥρ]αν καὶ τί σοι ὄνομα.ʼ ταῦτα εἰπὼν λ[έγε αὖθις τ]ὸν λόγον τὸν ἐπάνω, καὶ ὅταν μὴ [ἀκούσῃ, λέγε]· ʼεἴρηκά σου τὰ ἅγια ὀνόμ[ατα κ]αὶ τὰ [σημεῖά σου] καὶ τὰ παράσημα. διό, κύριε, ποίη[σον] ὑπηρετεῖν μοι τὴν ἐμὴν [σ]κ[ιά]ν.ʼ κ[αὶ ὥρᾳ ἑ]βδόμῃ ἐλεύσεταί σοι ἔξαν[τ]ά [σο]υ, καὶ [λέγ]ων αὐτῇ 〈εἰπέ〉· ʼἀκολούθει μοι πανταχῆ.ʼ σὺ δὲ [ὅρα], μή σε καταλείψῃ. [Verba Coptica] ὡς ἂν θέλεις μετὰ …. ονη … τὸν λό(γον) [Verba Coptica] ὡς [ἐὰν] ἐθέλεις [Verba Coptica] ὡς θέλεις [Verba Coptica] [τὴ]ν ἡμέραν ταύτη[ν . ] . ιζο ……… ανκ …………. ανια λέγε πρὸς Ἥλιον αιζ περ . λειμητ …….. γαρ ……………….. ἐν τῇ τρίτῃ ἡμέρ[ᾳ κ]αὶ [εἰς Σελήνην] …….. τριταίαν εἴσ[οδον τ]ῆς θεοῦ ἐλ[θὼν] ἐπὶ ποταμὸν ἀ[έν]αον στρ …….. ενος λουσάμ[ενος ἐ]λθὼν ἐν ἱματίοις καθαροῖς ει . τ …….. πιόμενον ονκ .. ι .. αρμενον ….. τόπον ἔρημον, ἔχων πρὸς ἥλιον [ἀν]ίσχοντα ἀλεκτρ[υό]να [λε]υκὸν ἄσπιλον καὶ στροβίλους δεξιοὺς δώδεκα ἐπί[θ]υε γάλα, οἶνον λευκὸ[ν] σπ[ένδων,] λέγε τοὺς ἀνακειμένους ἑπτὰ λόγο[υς ἑπτά]κις αἰτῶν σύστασ[ιν τὴ]ν τοῦ θεοῦ ………………. σεαυτὸν δείξει … οικητω ἐπ[ὶ] τῶν ἑπτὰ ἡμερῶν ποίει ἑστάνα[ι . ]ο … ης πρὸς Σελήνην καθαρός, καὶ ὅταν ἴδῃς τὸν θεὸν ἐν τούτῳ τῷ τόπῳ ε … εδες εὐωχοῦ· ὅταν οὖν συσταθῇς τῷ θεῷ, λέγε λόγον αὔτοπτον καὶ α[ἴτ]ησαι παρὰ τοῦ δεσπότου [προ]γνῶναι. κατελθὼν ἐπὶ τόπον καθαρ[ὸν] καὶ ἱερούμενον καὶ θυσίαν πάλιν ποιήσας ἀλεκτρυόνα κα[ὶ τὰ ἄλλα] ἃ [χ]ρὴ σύμβολα μυστικῶς ἐν καθαροῖς ἱμ[α]τίοις [κρατῶν . [695]
3 (700)
…………… θεοῦ τριταίας ἔχων] ἐν τῇ δεξιᾷ ἀ[ρ]τεμισίαν μ[ονόκλω]νον, ἐν τῇ εὐωνύμ[ῳ] γῆρας ὄφεως, καὶ δίωκε τοὺς λόγους ἐπι[κειμένους καὶ] ὅτι βούλει, καὶ ἔσται. πολλάκις δὲ δίωκε … ἀπ[ογ]εγραμμεν ………. εις μαθεῖν τι, [λέγ]εταί σοι ὑπὸ τοῦ θεοῦ. ἐὰν δὲ .. α . α … ποι της ανε ……… γράψας κα .. ιωδι … ς . σινδονίσας δὲ ἀπὸ κεφαλῆς μέχρι ποδῶ[ν … ]ηκει καὶ γράψα[ς] ἐπὶ τῆς γῆς Ἁρποκράτην ἔχοντα ἐπὶ στόματος …….. λιον, τῇ δὲ εὐω[νύ]μῳ [ς] κῦτος δεδραγμένον καὶ [ἅρ]πην ἐν …….. ου ἔπειτα ἀβλ[α]να θαναλβα, ἐν πτέρυγι Ἀβρασαξ, ὑπὸ νῶτον ωηαυα ……….. ντον καὶ στήσας τὸν παῖδα ἐπʼ αὐτοῦ καὶ γράφε τὸν εʹ λόγον αὐτὸν … [Verba Coptica] θεραπεύεις πολλάκις καὶ τόδε· ἀφελὼν ….. ἀντʼ αὐτοῦ τὴν σινδόνα, θεωρείτω καὶ ὄψεται· σὺ δὲ ἐρώτα [αὐτόν] …… ἐπὶ δεκάτῃ ἡμέρᾳ ορ ……… πρωὶ τὸν πρῶτον, εἶτα τὸν πρῶτον δεύτερον πρωὶ τῶν …… ιωντι .. ι ….. τάδε ἔστω . ε . στης .. δύο πλίνθ[ω]ν ε . απ . αλ . ς ……. τε στηκ .. ως ὑπὸ χάρτην ἀντι …. ον ταυρων …. α .. ωα ………….. θ .. ε . δ κε[φ]αλῆς ηδια .. υ …. ε …………… νω ………. τ .. ντηκ … κατάδυσιν τ ……………. ἐπι …. εκ …. και . α ………. ἔχε ἐν ταῖς χερ[σὶν …….. ]εραν ……. ταύτη ……….. καὶ λέγε τοὺς πρ[ ……….. ]τὸν παι … ἐν ἑκατερ[ …….. ] ὡς ἂν δ . ομηκ ……………. ησπουδε ….. ὀλίγον δυς ….. ετα παντα . ποτ ……… ετωσυ …… ιανες …… ἐπὶ ταῦτα τοις ………. μεγάλων ει … δηλων και ….. τασκ ….. καιε ……. βοθρον ε .. ω .. σον ἀμφοτερ[ …. ] στατον καὶ τε …….. λόγων πρὸς τ … τοῖς ποσσικλ[ …… ] λόγους σὺν ταῖς ……… ν . ω .. καὶ πάντ … οντα καὶ το …. τα βόθρον εστα ………. σου .. ρευανυ …….. κοντα ποιεῖς ………… μα … την …….. ……. ἐπίλεγε τὸν ……… αν τοῦ ἐλαίου ἀποτ ………….. καθαρὸς ποιη ………. ερχε … ἀνα …………….. [Verba Coptica] ὁ μεγαδαίμων καὶ ὁ ἀπαραίτητος [Verba Coptica] ἡμέρᾳ Διὸς ὥρᾳ αʹ, ἐπὶ δὲ ῥυστικῆς ὥρᾳ εʹ αἴλουρος [ ], ηʹ αἴλουρος. [10]
4 (3)
[Verba Coptica] [Τ ]ελετή · προαγνεύσας ζʹ ἡμέρας ἐλθὼν τῇ τρίτῃ [τ]ῆς σελήνης εἰς τόπον ἀπογυμνωθέντ[α νε]ωστὶ ἀπὸ τοῦ Νείλου, πρὶν ἐπιβῇ τις αὐτοῦ τὸ περίρυτον (ἢ ἄλλως· κατακλυσθέντα ἀπὸ τοῦ Νείλο[υ]), ποίησον ἐπὶ δύο πλίνθων ἐπὶ κροτάφων ἑστηκυϊῶν ἐκ ξύλων ἐλαΐνων, τουτέστιν κλημα[τίδ]ος, πυρὰν ἀνίσχοντος κατὰ τὸ ἥμισυ τοῦ ἡλίου, πρ[ό]τερον πρὶν ἀνατείλῃ ὁ ἥλιος, περιγυρεύσας τὸν βωμόν, πλήρους δὲ ἀνελθόντος τοῦ ἡλιοδίσκου ἀποτεμὼν τὴν κεφαλὴν ἀλεκτρυόνο[ς] τελείου ὁλολεύκου, ὃν ἐν τῇ ἀριστερᾷ ἀγκάλῃ 〈ἔχεισ〉, περιγυρεύεις, πρότερον πρὶν ἥλιος ἀνατ[είλῃ, τὸν] βωμόν. ἀποτέμνεις δὲ τὸν ἀλεκτρυόνα [τοῖς γό]νασι συλλαβὼν μηδενὸς ἄλλου αὐτὸν κατέχοντος· τὴν μὲν κεφαλὴν εἰς τὸν ποταμὸν ῥῖψον, τὸ δὲ αἷμα ἀποδεξάμενος τῇ δεξιᾷ χειρὶ ἔ[κ]πιε, τὸ λοιπὸν σῶμα τῷ ἡμμένῳ βωμῷ ἐπιθ[ε]ίς, καὶ ἐνάλλου τῷ ποταμῷ· μεθʼ ἧς ἔχεις ἐσθῆτος βαπτισάμενος ἀναποδίζων ἄνελθε καὶ μεθα[μ‐] φιεσάμενος καινὰ ἄπιθι ἀνεπιστρεπτί. λαβ[ὼν] δὲ μετὰ ταῦτα νυκτικόρακος χολήν, ἀπʼ αὐτῆ[ς] ἐγχρίου πτερῷ ἴβεως τοὺς ὀφθαλμούς [σου], καὶ ἔσει τετελεσμένος. ἐὰν δὲ ἀπορῇς τοῦ [νυκτι]κ[ό]ρακος, χρῶ ὠῷ ἴβεως, πτερῷ δὲ ἱέρακος· τρήσας τὸ ὠὸν καὶ ἐνεὶ[ς] τὸ πτερὸν κατάρ〈ρ〉ηξον οὕτω ἐγχρισάμενος. [45]