Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Paraphrase of Aristotle’s Sophistical Refutations

Library › Greek: Philosophy › Paraphrase of Aristotle's Sophistical Refutations

Paraphrase of Aristotle's Sophistical Refutations is an anonymous Byzantine prose paraphrase of the Sophistical Refutations, Aristotle's treatise on fallacies and the tricks of sophistic argument. Nothing is known of its author. Edited by Michael Hayduck in 1884 for the Berlin Commentaria in Aristotelem Graeca, it follows Aristotle's text from beginning to end, opening with a justification of the subject: just as medicine must understand disease as well as health, the philosopher must understand falsehood in order to hold fast to the truth.

The Sophistical Refutations closes the Organon and offers the first systematic classification of fallacies, dividing them into those that depend on language and those that do not. This paraphrase shows how Byzantine teachers made that compressed and difficult text accessible, and it is a useful companion for anyone studying ancient logic, the history of the fallacies, or the long life of Aristotle in the Greek schools.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAG XXIII.4 (Hayduck 1884)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
Paraphrase of Aristotle's Sophistical Refutations
Anonymous · Part 1 · every word parsed
1
τῷ γὰρ τὴν τῶν ὄντων ἐπιστήμην ζητοῦντι μᾶλλον ἂν τοῦ ἀληθοῦς ἡ τεῦξις καὶ ἔγγιον, καθʼ ὅσον ἂν ἐκποδὼν ἀπάτη καὶ ψεῦδος γένοιτο. τοῦτο δὲ τῷ εἰδέναι· λάθοι γὰρ ἄν τις ἀγνοῶν ἀντὶ τοῦ ἀληθοῦς τῆς ἀπάτης ἐχόμενος. καὶ δὴ τούτοις ἂν καὶ τοὺς ἐπʼ αὐτὸν χρωμένους ὡς εἰδὼς ἀποκρούσαιτο, τό τε περὶ πάντα γεγυμνάσθαι οὐκ ἄχρηστόν ἐστιν. [10]
ἐπεὶ δὲ σοφίαν μὲν ἐπιστήμην τῆς ἐν τοῖς οὖσιν ἀληθείας τιθέμεθα, τὸ δὲ διʼ ἀπόδειξιν, ἀπόδειξις δὲ συλλογισμὸς τοιόσδε τις, εἴη ἂν δήπου καὶ ἔλεγχος ἀληθὴς ὁ τῇ ἀποδείξει σύστοιχος καὶ ἑπόμενος καὶ βοηθῶν κἀκ τῶν ἀντικειμένων τὸ αὐτὸ αὐτῇ περαινόμενος. οὗτος δὲ ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα ἃ δὴ προσδιοριζόμεθα, ἣν καὶ εἰς ἀδύνατον ἀπαγωγὴν ἐν ἑτέροις ἐλέγομεν. πρὸς γὰρ τὸν ἐνιστάμενον ἐπὶ τὸ ἀποδεικτικῶς συναγόμενον τὸ τοῦ ἀληθοῦς συμπεράσματος λαμβάνοντες ἀντικείμενον καὶ μίαν τῶν κειμένων προτάσεων συνήγομέν τι ἄτοπον καὶ ἀδύνατον, ἐξ ὧν αὐτὸς ἔδωκεν, ὡς ἐντεῦθεν τὸ πρότερον συνεισάγεσθαι καὶ τὰς ἀποδείξεις ἐρρῶσθαι. ὅσαι δὲ κατʼ εὐθεῖαν ἀποδείξεις, τοσαῦται καὶ εἰς ἀδύνατον. εἰ δʼ αὗται ἄπειροι τῷ ἀεὶ ἐπιστήμας γίνεσθαι, εἰ τὸ πᾶν ἀίδιον, κἀκεῖναι. ὥστε οὐκ ἂν εἴη πραγματεία περὶ τῶν ἀληθινῶν ἐλέγχων· δεήσει γὰρ πρότερον τῶν ἐπιστημῶν ἁπάσας ἔχειν, ὡς καὶ προϊοῦσι φανήσεται. Περὶ μέντοι τῶν σοφιστικῶν καὶ τῶν φαινομένων μὲν ἐλέγχων, ὄντων δὲ παραλογισμῶν καὶ οὐκ ἐλέγχων, ἐπεὶ κατʼ εἴδη πεπέρανται καὶ μίαν ἐπιστήμην τὴν διαλεκτικὴν ὑποδύονται, λέγομεν ἀρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων. καίτοι γε ἄλλως δήπου καὶ τὸ ψεῦδος ἄπειρον· ἀπείρως γὰρ ὁ προστυχὼν ἀπατηθήσεται, καὶ εἰς ὅσα ἀληθεύομεν, καὶ ψευσαίμεθα· ἐναντία γάρ, ἴσα δὲ ταυτὶ καὶ ἀντίρροπα. [15]
ὥστε οὐδὲ περὶ αὐτῶν πάντων εἰπεῖν προεθέμεθα ἀλλὰ περὶ μόνων ὧν προειρήκειμεν τῶν διαλεκτικῶν. ὅτι μὲν οὖν οἱ μέν εἰσι συλλογισμοί, οἱ δὲ οὐκ ὄντες δοκοῦσι, φανερόν. ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινος ὁμοιότητος, καὶ ἐπὶ τῶν λόγων ὡσαύτως ἔχει. καὶ γὰρ τὴν ἕξιν οἱ μὲν ἔχουσιν εὖ, οἱ δὲ φαίνονται φυλετικῶς φυσήσαντες καὶ ἐπισκευάσαντες ἑαυτούς, καὶ καλοὶ οἱ μὲν διὰ κάλλος, οἱ δὲ φαίνονται κομμώσαντες ἑαυτούς. ἐπί τε τῶν ἀψύχων ὡσαύτως· καὶ γὰρ τούτων τὰ μὲν ἄργυρος τὰ δὲ χρυσός ἐστιν ἀληθῶς, τὰ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲ κατὰ τὴν αἴσθησιν, οἷον τὰ μὲν λιθαργύρινα καὶ τὰ κασσιτέρινα ἀργυρᾶ, τὰ δὲ χολοβάφινα χρυσᾶ. τὸν αὐτὸν δὴ τρόπον καὶ συλλογισμὸς καὶ ἔλεγχος ὁ μὲν ἔστιν, ὁ δὲ ἔστι μὲν οὔ, φαίνεται δὲ διὰ τὴν ἀπειρίαν τῶν προσδιαλεγομένων· οἱ γὰρ ἄπειροι ὥσπερ ἀπέχοντες πόρρωθεν θεωροῦσιν. ὁ μὲν γὰρ συλλογισμός, εἴπερ καὶ μέμνησθε διορισαμένων τοῦτον ἡμῶν, λόγος ἦν, ἐν ᾧ τεθέντων τινῶν εἴτʼ οὖν ὁμολογηθέντων (ταῦτα δὲ αἱ προτάσεις) ἕτερόν τι τῶν κειμένων (τοῦτο δὲ τὸ συμπέρασμα) συνέβαινε τῷ ταῦτα εἶναι, τὸ δὲ τῷ ταῦτα εἶναι διὰ τὸ μηθὲν ἔξωθεν δεῖσθαι πρὸς τὸ συναγαγεῖν τὸ συμπέρασμα· ἔλεγχος δὲ ὡς ἀνωτέρω συλλογισμὸς μετʼ ἀντιφάσεως τοῦ συμ περάσματος. [15]
οἱ δὲ σοφισταὶ τοῦτο ποιοῦσι μὲν οὔ (οὔτε γὰρ ἀληθῶς συλλογίσαιντʼ ἂν οὔτʼ ἐλέγξαιεν), δοκοῦσι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς ἐστι τόπος αὐτοῖς εὐφυέστατος καὶ δημοσιώτατος ὁ διὰ τῶν ὀνομάτων. ἐπεὶ γὰρ οὐκ ἔστι διαλεγομένους φέρειν αὐτὰ καθʼ αὑτὰ τὰ πράγματα, ἀλλὰ τοῖς ὀνόμασιν ἀντὶ τῶν πραγμάτων χρώμεθα συμβόλοις, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν, καθάπερ ἐπὶ τῶν ψήφων τοῖς λογιζομένοις. τὸ δὲ οὐκ ἔστιν ὅμοιον. τὰ μὲν γὰρ ὀνόματα πεπέρανται καὶ τὸ τῶν λόγων πλῆθος, εἴπερ καὶ ἐξ ἀρχῶν πεπερασμένων τῶν εἴκοσι τεσσάρων στοιχείων, τὰ δὲ πράγματα διὰ τὸ ἀεὶ γίνεσθαι τῷ ἀριθμῷ ἄπειρα. ἀνάγκη οὖν πλείω τῶν πραγμάτων τὸν αὐτὸν λόγον καὶ τὸ ἓν ὄνομα σημαίνειν. ὥσπερ οὖν ἐκεῖ οἱ μὴ δεινοὶ τὰς ψήφους φέρειν μηδὲ ψηφολογεῖν ἐπαΐοντες αὐτοί τε ὑπʼ αὐτῶν καὶ ὑπὸ τῶν ἐπιστημόνων καὶ ψηφηφορικῶν παρακρούονται (λάθοι γὰρ ἂν τῷ τάχει τῆς μεταθέσεως, εἰ τοῖς δακτύλοις τοὺς ἀριθμοὺς ἐπισημαίνοι ὁ τῆς λογιστικῆς ἔμπειρος δανειστὴς ἀπατήσας καὶ ζημιώσας τὸν λαμβάνοντα ἀμαθῶς ὁρῶντα καὶ προσομολογοῦντα), τὸν αὐτὸν δήπου τρόπον καὶ ἐπὶ τῶν λόγων οἱ τῶν ὀνομάτων τῆς δυνάμεως ἄπειροι καὶ τοῦ ποσαχῶς ἕκαστον λέγεται παραλογίζονται καὶ αὐτοὶ διαλεγόμενοι καὶ ἄλλων ἀκούοντες. [15]
5
διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν καὶ τὰς λεχθησομένας ἔστι καὶ συλλογισμὸς καὶ ἔλεγχος φαινόμενος μὲν οὐκ ὢν δέ. ἐπεὶ δʼ ἐστὶ τισὶ μὲν πρὸ ἔργου δοκεῖν μᾶλλον εἶναι σοφοῖς ἢ εἶναι καὶ μὴ δοκεῖν (ἔστι γὰρ ἡ σοφιστικὴ φαινομένη σοφία οὖσα δὲ οὔ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας ἀλλʼ οὐκ οὔσης, οἷον ἐν τοῖς ἀρχαίοις Γοργίας Ἱππίας Πρωταγόρας καὶ Πρόδικος), δῆλον ὅτι ἀναγκαῖον τούτοις καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν ποιεῖν μᾶλλον ἢ ποιεῖν καὶ μὴ δοκεῖν. οὐ μέντοι γε κατὰ τὰ αὐτὰ καὶ οἱ φιλοσοφοῦντες ὀρθῶς, ἀλλʼ ὡς πρὸς μόνον τὸ ἀληθὲς ὁρῶντες ἄνευ ἀπάτης τὰς πρὸς ἀλλήλους διαλέξεις καὶ συνουσίας ποιήσονται. ἔστι γὰρ ὡς εἰπεῖν ἓν πρὸς ἓν ἔργον τοῦ ἐπιστημονικῶς διαλεγομένου καὶ περὶ ἕκαστον ἀκριβῶς εἰδότος· ἐπεὶ γὰρ ἢ ἐρωτᾷ ἢ ἀποκρίνεται, καὶ ἀμφότερα ὀρθῶς, δεήσει ἐρωτῶντα μὲν οἷς ἐρωτᾷ ἀψευδεῖν καὶ περὶ ὧν ὡς εἰδὼς προτείνεται, ἀποκρινόμενον δὲ δύνασθαι ἐμφανίζειν τὸν ψευδόμενον. ταῦτα δέ ἐστι τὸ μὲν ἐν τῷ δύνασθαι λαμβάνειν λόγον, τὸ δὲ ἐν τῷ δοῦναι, καὶ τὸ μὲν ὀρθὴ ἐρώτησις τὸ δὲ ὀρθὴ ἀπόκρισις. ἀλλʼ ὅπερ ἐλέγομεν, ὡς ἀνάγκη τοῖς βουλομένοις σοφιστεύειν τὸ τῶν εἰρημένων λόγων γένος ζητεῖν· πρὸ ἔργου γάρ ἐστιν· ἡ γὰρ τοιαύτη δύναμις ποιήσει φαίνεσθαι οὗ τυγχάνουσι τὴν προαίρεσιν ἔχοντες. Ὅτι μὲν οὖν ἐστί τι τοιοῦτον λόγων γένος καὶ ὅτι τοιαύτης ἐφίενται δυνάμεως οὓς καλοῦμεν σοφιστάς, δῆλον. [15]
πόσα δέ ἐστιν εἴδη τῶν λόγων τῶν σοφιστικῶν καὶ ἐκ πόσων τὸν ἀριθμὸν ἡ δύναμις αὕτη συνέστηκε καὶ ποῖα καὶ πόσα μέρη τυγχάνει τῆς πραγματείας ὄντα καὶ περὶ τῶν ἄλλων τῶν συντελούντων εἰς τὴν τέχνην ταύτην λέγομεν. Ἔστι δὴ συλλογισμῶν εἴδη τέσσαρα, διδασκαλικοὶ οἵπερ καὶ ἀποδεικτικοί, διαλεκτικοί, πειραστικοί, ἐριστικοὶ οἳ καὶ σοφιστικοὶ καὶ φαινόμενοι. τριττὰ δὲ καὶ τὰ πράγματα ἐν οἷς οἱ λόγοι· ἢ γὰρ πάντη ἀληθῆ ἢ πάντη ψευδῆ ἢ μέσα, ἃ δήπου καὶ πιθανὰ καλεῖται καὶ ἔνδοξα. ἔσονται μὲν οὖν οἱ διδασκαλικοὶ καὶ ἀποδεικτικοὶ περὶ τὰ πρῶτα· ἐκ γὰρ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος ὡρισμένων καὶ τεταγμένων οὐσῶν καὶ οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν συλλογίζονται (δεῖ γὰρ πιστεύειν τὸν μανθάνοντα), καὶ ἐξ αὐτοπίστων καὶ αἰτιωδῶν καὶ ἀναγκαίων προτάσεων συμπεραίνουσι. περὶ δὲ τὰ μέσα καὶ πιθανὰ οἱ διαλεκτικοὶ ἐκ τῶν ἐνδόξων συλλογιζόμενοι καὶ συνακτικοὶ ἀντιφάσεως· ἔνδοξα δὲ ἢ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς. ἐπὶ τοῖς αὐτοῖς δέ πως καὶ οἱ πειραστικοί, πλὴν ἐκεῖνο διοίσαιεν, ὡς οὐκ ἐκ τῶν κοινῶν δοξῶν ἢ τῶν τοῖς πλείοσιν, ἀλλʼ ἐκ τῶν τοῦ ἀποκρινομένου καὶ ἀφʼ ὧν ἀναγκαῖον εἰδέναι τῷ προσποιουμένῳ ἔχειν τήνδε τὴν ἐπιστήμην, ἐφʼ ἣν ἡ πεῖρα προσάγεται· ὃν δὲ τρόπον, εἴρηται ἐν ἑτέ ροις. [15]
ὁ γὰρ διαλεκτικὸς ἕως μὲν ἐπὶ τῶν κοινῶν ἵσταται λόγων καὶ ὑπολήψεων, αὐτὸ τοῦτο ὃ λέγεται καὶ ἔστιν· ὅταν δὲ πρός τινα τέχνην ἀποτεμόμενος ἔλθῃ, οἷον γεωμετρίαν ἢ μουσικὴν ἢ γραμματικὴν ἢ ἑτέραν τὴν ὁποιανοῦν (δύναμις γὰρ αὐτῷ περὶ παντὸς τοῦ προτεθέντος ἐπιχειρεῖν) καὶ πειρῷτο τὸν κατʼ αὐτὴν ἐλέγχειν πραγματευόμενον καὶ δεικνύειν ἔκ τινων τῆς τέχνης λημμάτων καὶ οἷς αὐτὸς ἔθετο μὴ ἐπαΐοντα καὶ περιΐσταται προσεπηρεάζων, αὐτός τε ἂν εἴη πειραστικὸς ἥ τε πειραστικὴ διαλεκτική τις. ἐριστικοὶ δὲ καὶ φαινόμενοι ἔλεγχοι καὶ συλλογισμοὶ περὶ τὰ ψευδῆ· καὶ πῶς μὲν ταὐτό, εἶεν δʼ ἂν καὶ διαφέροντες, ὡς ἐριστικοὺς μὲν καὶ σοφιστικοὺς τοὺς τὸ σχῆμα ὑγιεῖς καὶ τὸ εἶδος σώζοντας τὸ συλλογιστικὸν οἴεσθαι, περὶ δὲ τὴν ὕλην ἁμαρτάνοντας, φαινομένους δὲ τὸ ἔμπαλιν ὑγιαίνοντας μὲν τὴν ὕλην, ἐκκλίνοντας δὲ τὴν παράδοσιν ὡς συνισταμένους ἢ ἐκ μόνων μερικῶν ἢ καὶ ἀποφατικῶν, ἢ καὶ ὁμοιοσχήμονας ἐν δευτέρῳ σχήματι τὰς προτάσεις λαμβάνοντας. τοῦ προτέρου παράδειγμα· ὁ χιτὼν οὗτος ἀνδρεῖος, ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει, οὗτος ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει. τοῦ δευτέρου· ὁ ἄνθρωπος ζῶον, ὁ ἵππος ζῶον, ὁ ἄνθρωπος ἄρα ἵππος. διαφέροι δʼ ἂν καὶ συλλογισμὸς καὶ ἔλεγχος πρῶτον τῷ κοινῷ καὶ ἰδίῳ· ὁ γὰρ ἔλεγχος συλλογισμός τις· δεύτερον τῷ ἀνομοίους ἐξ ἀνάγκης τὸν ἔλεγχον ἀεὶ τὰς προ τάσεις ἔχειν, τὴν μὲν ἀληθῆ τὴν δὲ ψευδῆ, καὶ τὸ οἰκεῖον συμπέρασμα ψευδὲς ἀεί· καὶ πρὸς τούτοις τῷ περιϊστᾶν εἰς ἀντίφασιν ἐπί τε προηγησαμένῃ ἀποδείξει συνίστασθαι καὶ πρός τινα· πρὸς γὰρ τὸν ἀναιροῦντα τὸ συμπέρασμα· ὧν οὐδὲν ὡρισμένως ὁ ἁπλῶς ἕξει συλλογισμός. [5]
περὶ μὲν οὖν τῶν ἀποδεικτικῶν λόγων καὶ συλλογισμῶν ἐν τοῖς δευτέροις εἴρηται τῶν Ἀναλυτικῶν, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς Τοπικοῖς, περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν εἰπεῖν ἐπιβάλλομεν. εἰς τρία δὲ καὶ τὴν ἅπασαν πραγματείαν διείλομεν, εἴς τε τὴν γένεσιν τῶν σοφισμάτων καὶ τὴν τῶν εἰδῶν καὶ τρόπων τῆς μεθόδου διδασκαλίαν καὶ ἔκθεσιν καὶ ἐξ ὅσων ὡς ἐκ στοιχείων ἀπάτη γίνεται, καὶ ἔτι ὅπως δεῖ ἐρωτῶντας λήσειν τοὺς ἀπατήσοντας, καὶ τρίτον ὅθεν ἀσφαλῶς εἴη ἀποκρίνασθαι ἐκκλίνοντας τὰς σοφιστικὰς ἐνοχλήσεις· τοῦτο δʼ ἂν εἴη καὶ λύσις ὀρθῶς γινόμενον τῶν σοφιστικῶς προβληθέντων. τοσαῦτα προδιαστείλαντες ἤδη λέγομεν. Πρῶτον δὴ ληπτέον πόσων στοχάζονται οἱ ἐν τοῖς διαλόγοις ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες. ἔστι δὲ πέντε ταῦτα τὸν ἀριθμόν, ἔλεγχος, ψεῦδος, παράδοξον, σολοικισμός, πέμπτον τὸ ποιῆσαι ἀδολεσχῆσαι τὸν προσδιαλεγόμενον· τὸ δέ ἐστι τὸ πολλάκις ἀναγκάζεσθαι τὰ αὐτὰ λέγειν. ὃ δὲ διὰ πάσης τῆς πραγματείας ἰσχυριζόμεθα, καὶ νῦν προδιαστείλασθαι ἀναγκαῖον, ὡς οὐδὲν κατʼ ἀλήθειαν τούτων ὃ λέγεται καὶ ἔστιν· οὔτε γὰρ ὁ ἔλεγχος ἔλεγχος ἢ τὸ ψεῦδος ψεῦδος καὶ ἐπὶ τῶν ἄλλων οὕτως, ἀλλʼ ἢ τῷ φαίνεσθαι καὶ δοκεῖν τούτων ἕκαστον. [15]
μάλιστα μὲν γὰρ προαιροῦνται φαίνεσθαι ἐλέγχοντες, δεύτερον ψευδόμενόν τι δεικνύναι, τρίτον εἰς παράδοξον ἄγειν, τέταρτον σολοικίζειν ποιεῖν· σολοικισμὸς δὲ ἐνταῦθα οὐχ ὁ κατὰ τὴν τοῦ λόγου σύνταξιν καὶ παρὰ γραμματικοῖς, ἀλλὰ τὸ ποιῆσαι τῇ λέξει βαρβαρίζειν ἐκ τοῦ λόγου τὸν ἀποκρινόμενον κατὰ μεταλλαγὴν γένους ἢ πτώσεως· καὶ τελευταῖον τὸ πλεονάκις τὰ αὐτὰ λέγειν καὶ ἀδολεσχεῖν. Εἴδη δὲ τοῦ μὲν ἐλέγχειν δύο· οἱ μὲν γάρ εἰσι κατὰ τὴν λέξιν, οἱ δʼ ἔξω τῆς λέξεως. ἔστι δὲ τὰ κατὰ τὴν λέξιν ἐμποιοῦντα τὴν φαντασίαν ἓξ τὸν ἀριθμόν· ταῦτα δὲ ὁμωνυμία, ἀμφιβολία, σύνθεσις, διαίρεσις, προσῳδία, σχῆμα λέξεως. Εἰσὶ δὲ παρὰ μὲν τὴν ὁμωνυμίαν οἱ τοιοίδε τῶν λόγων. ἆρʼ οὐχʼ οἱ ἐπιστάμενοι ἑρμηνεύουσι καὶ ἀποστοματίζουσι; ναί. τί δαί, οἱ ἀποστοματίζοντες τὰ ἀποστοματιζόμενα μανθάνουσι; ναί. οἱ ἐπιστάμενοι ἄρα μανθάνουσιν. ὁ δὲ μανθάνων οἷς μανθάνει ἀνεπιστήμων ἐστίν· οἱ ἐπιστήμονες ἄρα ἀνεπιστήμονες. πάλιν, οὐχὶ οἱ ἀμαθεῖς διδάσκονται; ναί. οἱ διδασκόμενοι οὐ μανθάνουσιν; ναί. οἱ ἀμαθεῖς ἄρα μανθάνουσι καὶ οὐχὶ οἱ ἐπιστήμονες. [15]
10
τὸ γὰρ μανθάνειν ὁμώνυμον, τό τε ξυνιέναι χρώμενον τῇ ἐπιστήμῃ καὶ τὸ λαμβάνειν ἐπιστήμην. πάλιν, οὐχὶ τὰ δέοντα ἀγαθά; οὐχὶ τὰ κακὰ δέοντα; τὰ κακὰ ἄρα ἀγαθά. διττὸν γὰρ τὸ δέον τό τε ἀναγκαῖον καὶ πρός τι χρήσιμον, ὃ πολλάκις συμβαίνει ἐπὶ τῶν κακῶν (ἔστι γάρ τι κακὸν ἀναγκαῖον καὶ πρός τι ὠφέλιμον· πληγαὶ γὰρ καὶ καθείρξεις καὶ ἀπαγωγαὶ καθʼ αὑτὰ ὄντα κακὰ πρὸς τοὺς δεομένους σωφρονισμοῦ δέοντα, αἵ τε τμήσεις καὶ καύσεις ἐπὶ τῶν μὴ ὑγιῶν σωμάτων συμφέρουσαι), καὶ τὰ καθʼ αὑτὰ ἀγαθὰ δέοντά φαμεν, τὴν ἀρετὴν καὶ τὴν σοφίαν. παρὰ τὸ διττὸν οὖν τῆς σημασίας εὗρε χώραν ὁ παραλογισμός. ἔτι, οὐχὶ ὁ κύων ὑλακτεῖ; ναί. τί δαί; ὁ ἰχθὺς οὗτος οὐχὶ κύων; ναί. ὁ ἰχθὺς ἄρα ὑλακτεῖ. ἆρα ὁ καθήμενος ἀνίσταται καὶ ὁ κάμνων ὑγιάζεται; ναί. ἀλλὰ ὁ ἀνιστάμενος ἕστηκε καὶ ὁ ὑγιαζόμενος ὑγιαίνει. ὁ ἄρα καθήμενος καὶ κάμνων ὁ μὲν ἵσταται, ὁ δὲ ὑγιαίνει. παρὰ τὸν χρόνον ἐνταῦθα τὸ σόφισμα. τὸ γὰρ κάμνων ἢ καθήμενος ἢ ὁτιοῦν πάσχων ἢ ποιῶν οὐχ ἓν σημαίνει, ἀλλʼ ὁτὲ μὲν τὸ νῦν κάμνοντα ἢ ὑγιαίνοντα ἢ καθήμενον, ὁτὲ δὲ ὃς ἔκαμνεν ἢ ὑγίαινεν ἢ ἐκάθητο πρότερον· ὡς ἐν ἑκατέρῳ τούτων τὸ αἴτιον τῆς ἀπάτης τὴν μείζω ἔχειν πρότασιν. τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι δύο σημαίνει, ὁμοίως καὶ τὸ τὸν ὑγιαζόμενον ὑγιαίνειν, ἢ ὅτι, ὅτε ἵστασθαι ἤρξατο ἢ ὑγιάζεσθαι, εὐθὺς ἅμα καὶ ἑστηκώς ἐστι καὶ ὑγιής, ὅπερ καὶ ψεῦδος (ἐν κινήσει γὰρ αἱ τοιαῦται μεταβολαί, ἡ δὲ ἐν χρόνῳ), ἢ ὅτι τὸν πρότερον ἀνιστάμενον ἢ ὑγιαζόμενον ἐνδέχεται ἑστηκέναι καὶ ὑγιαίνειν νῦν, ὅπερ καὶ ἀληθές. [15]
ὑγιάζετο μὲν γὰρ καὶ κάμνων καὶ ὁ κάμνων, ὑγιαίνει δὲ οὐχὶ κάμνων ἀλλʼ ὁ κάμνων· οὐ γὰρ ὁ νῦν ἀλλʼ ὁ πρότερον. αἱ ἀγωγαὶ μέντοι τῶν ἀπηριθμημένων σοφισμάτων πᾶσαι περαιοῦνται διὰ τοῦ πρώτου τρόπου τοῦ πρώτου σχήματος. Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε, τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους, καὶ γένοιτο τὸν σῦν καταβαλεῖν ἐμέ, καὶ Πάτροκλον δʼ ἀνώγει θῦσαι θεοῖς. τῷ γὰρ ἐν μονοκώλῳ συμφράσει αἰτιατικῇ συμπλακῆναι τὸ ἀπαρέμφατον τὸ διττὸν ἠκολούθησεν. παρὰ δὲ στιγμῆς θέσιν ἢ ὑπέρβασιν λέξεως ἢ ἔλλειψιν ἐκεῖνα· “πεντήκοντʼ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς”, καὶ “ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον”. ἀλλὰ ταῦτα οὐ τόσον τῆς νῦν ἀμφιβολίας εἰσὶ παραδείγματα, ἐπεὶ μηδὲ εἰς συλλογισμὸν πίπτουσι. τοῦ δὲ χάριν προσείληπται; ἵνʼ ἐκεῖνο δειχθῇ ἐνεῖναι τὸ διττὸν κἀν τοῖς λόγοις, ὥσπερ κἀν τοῖς ὀνόμασιν. ἀμφίβολα δὲ καὶ ὑπὸ συλλογισμὸν πίπτοντα ταῦτα· ἆρʼ ὃ γινώσκει τις, τοῦτο γινώσκει; γινώσκει δέ τις τὸ ξύλον, τὸ ξύλον ἄρα γινώσκει. εἰ δὲ τοῦτο, καὶ αἴσθησιν ἕξει, εἴπερ καὶ γνῶσιν. πάλιν ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ; ὁρᾷ δέ τις τὸν κίονα, ὁ κίων ἄρα ὁρᾷ. καὶ ἆρα ὃ σὺ φῂς εἶναι, τοῦτο σὺ φῂς εἶναι; (ἡ μείζων αὕτη) φῂς δὲ λίθον εἶναι; (ἡ ἐλάττων) σὺ ἄρα φῂς λίθος εἶναι. [15]
καὶ ἆρʼ ἔστι σιγῶντα λέγειν; οὔ. τί δʼ ὅταν λέγῃ τις ξύλα λίθους, οὐ λέγει σιγῶντα; ναί. ἔστιν ἄρα σιγῶντα λέγειν. πάλιν, ἆρʼ ἔστι λέγοντα σιγᾶν; οὔ. τί δʼ ὅταν πάντα σιγᾷς, οὐ σιγᾷς καὶ τὰ λέγοντα; ναί. ἔστιν ἄρα λέγοντα σιγᾷν. ἐν πᾶσι τούτοις τοῖς παραλογισμοῖς τὸ ἀμφίβολον αἱ μείζους προτάσεις εἶχον. τό τε γὰρ τοῦτο γινώσκει καὶ τοῦτο ὁρᾷ ἀμφιβάλλεται· ἐπὶ μὲν γὰρ εὐθείας ληφθέντα ψεύδεται, ἀληθεύει δὲ ἐπὶ αἰτιατικῆς. πάλιν τὸ ὃ σὺ φῂς εἶναι ἢ ὅτι τοῦτο ὃ σὺ λέγεις τοῦτο αὐτὸς εἶ, ὃ δήπουθεν ψεῦδος, ἢ τοῦτο ὃ λέγεις φῂς ἐν ὑπάρξει εἶναι καὶ ὑφιστάμενον, καὶ ἔστιν ἀληθές. διττὸν δὲ καὶ τὸ σιγῶντα λέγειν, τό τε τὸν λέγοντα σιγᾶν καὶ τὸ τὰ λεγόμενα πράγματα. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων ἐν πρώτῳ καὶ τρίτῳ σχήματι συμπεραίνονται. ἐκεῖνο δὲ δεῖ παρατηρεῖν ἐπὶ ταῖς ἐντεύξεσι τῶν σοφιστῶν, ὡς αὐτοῖς τὰ μείζω τῶν λημμάτων ὡς ἐπὶ τὸ πολὺ προτείνονται πρότερον· λανθάνει γὰρ μᾶλλον ὡς ἀδιόριστον τὸ κοινὸν καὶ συνεπαίρει προχείρως εἰς συγκατάθεσιν, εὐφώρατον δὲ τὸ κατὰ μέρος καὶ ἴδιον ὡς ἐγγύτερον τῆς αἰσθήσεως. εἰσὶ μὲν οὖν τρεῖς τρόποι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν, εἷς μὲν κοινός, ὅταν τὸ ὄνομα ἢ ὁ λόγος κυρίως σημαίνῃ πλείονα, οἷον ἀετὸς ὅ τε ἰχθὺς καὶ τὸ πτηνόν (κυρίως γὰρ ἐπʼ ἄμφω) καὶ κύων ὅ τε χερσαῖος καὶ ἔνυδρος. [15]
κυρίως δὲ λόγος σημαίνων πολλά, ὡς τὸ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους, καὶ γένοιτο τὸν σῦν καταβαλεῖν με. ἕτερος δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· εἰώθαμεν γὰρ κόρακα λέγειν τό τε πτηνὸν καὶ τὸ κοράκιον καὶ κλεῖδα τῆς θύρας καὶ τὸ ὠλέκρανον, καὶ σιγῶντα τόν τε σιωπῶντα ἄνθρωπον καὶ τὰ ἄλαλα πράγματα. καὶ τρίτος ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ κεχωρισμένον δὲ οὔ, οἷον τὸ ἐπίσταται γράμματα. ἑκάτερον μὲν γὰρ ἰδίως εἰ ἔτυχεν ἕν τι σημαίνει τὸ ἐπίσταται καὶ γράμματα, ἄμφω δὲ πλείω, ἢ τὸ τὰ γράμματα αὐτὰ ἐπιστήμην ἔχειν ἢ τῶν γραμμάτων ἄλλον. Ἡ μὲν οὖν ὁμωνυμία καὶ ἀμφιβολία παρὰ τούτους τοὺς τρόπους εἰσίν, παρὰ δὲ τὴν σύνθεσιν τὰ τοιάδε, οἷον τὸ δύνασθαι καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. λέγεται δʼ οὕτω διὰ τὸ τὴν κειμένην λέξιν ἐν τῇ συνθέσει τῆς μείζονος προτάσεως ἐλλείπειν ἐν τῷ συμπεράσματι καὶ οὕτω τὸν λόγον συμβαίνειν ψεύδεσθαι· οὐ γὰρ ταὐτὸ σημαίνει, ἐὰν διελών τις εἴπῃ καὶ συνθείς, ὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν. προσκείμενον μὲν γὰρ σημαίνοι ἄν ποτε δυνήσεσθαι τὸν καθήμενον βαδίσαι, ἐλλελοιπὸς δὲ νῦν ὅτε κάθηται, ὃ καὶ ψεῦδος. αἱ δὲ ἀγωγαὶ τῶν εἰρημένων σοφισμάτων ἐν πρώτῳ σχήματι οὕτως· ὁ Σωκράτης κάθη ται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει. [15]
ἀλλὰ καὶ οὐ βαδίζει, κάθηται γάρ. πάλιν, ἆρά γε ὁ μὴ γράφων δύναται γράφειν; ναί. ὁ Πλάτων οὐ γράφει, ὁ Πλάτων ἄρα γράφει. καὶ πότερον ὁ ἐπιστάμενος γράμματα δύναται μανθάνειν γράμματα; ναί. τί δαί; ὁ Σωκράτης νῦν ὑπνώττων οὐχὶ ἐπίσταται γράμματα; ὁ Σωκράτης ἄρα μανθάνει νῦν γράμματα. ἀλλὰ καὶ οὐ μανθάνει· κοιμᾶται γάρ. τί δαί; ὁ ἓν δυνάμενος φέρειν δύναται καὶ πολλὰ φέρειν; ναί. ὁ Ἀλκιβιάδης ἓν φέρει, ὁ Ἀλκιβιάδης ἄρα πολλὰ φέρει ἓν καὶ μόνον φέρων. ἐν τούτοις γὰρ εἰ μὲν ὥσπερ ἐν τῇ μείζονι προτάσει τὸ δύνασθαι, οὕτω κἀν τῷ συμπεράσματι ἔκειτο, οὐδʼ ἂν ἠκολούθησεν ἄτοπον, παρεθὲν δὲ χώραν τοῖς σοφίσμασιν ἔδωκε. καὶ ταῦτα μὲν παρὰ τὴν σύνθεσιν. Παρὰ δὲ τὴν διαίρεσιν τὰ τοιάδε, ὅτι τὰ πέντε περιττὰ καὶ ἄρτια· διαιρεῖται γὰρ εἰς τρία καὶ δύο, τὰ δὲ περιττὰ καὶ ἄρτια. συμβαίνει δὲ τοῦθʼ οὕτω τῷ τὰ μέρη δυνάμει ὄντα ἐν τῷ ὅλῳ τὸν σοφιστὴν διαιρήσαντα ἐνεργείᾳ λαμβάνειν καὶ τὸ συμβαῖνον ἑκατέρῳ ἰδίως ὁμοῦ τοῦ ὅλου κατηγορεῖν· τὸ δὲ παρὰ πολὺ διαφέρει. οὐ γὰρ πᾶν τὸ δυνάμενόν τι γενέσθαι ἤδη καὶ ἐνεργείᾳ ἐκεῖνό ἐστιν· ἦ γὰρ ἂν ἦν τὸ ἐν ὄρει δένδρον πλοῖον δυνάμει ὂν καὶ ὁ ἀσχημάτιστος χαλκὸς ἀνδριάς. παρὰ τὴν διαίρεσιν κἀκεῖνο τὸ σόφισμα τὸ τὸ μεῖζον ἴσον ποιοῦν τῷ ἐλάττονι· ἔστι δὲ μεῖζον ἁπλῶς τὸ τοσοῦτον καὶ ἔτι πρός. [15]
15
ἡ δὲ ἔκθεσις οὕτως· οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται, καὶ πάλιν εἰς τρία καὶ πέντε; ναί. ὁ ἄρα ὀκτὼ εἰς ἓξ καὶ δύο καὶ πέντε καὶ τρία διαιρεῖται. ἀλλὰ ταῦτα ὁμοῦ ἑκκαίδεκα ἐστίν. ὁ ὀκτὼ ἄρα ἐλάττων ὢν μείζονα ἀριθμὸν ἑαυτοῦ πληροῖ τὸν ἑκκαίδεκα, ὅπερ ἀδύνατον. τὰ γὰρ δυνάμει ὄντα καὶ ὁμοῦ ἐνεργείᾳ καὶ διῃρημένα ληφθέντα τὸ ἄτοπον ἐπεισήγαγον. ὁ γὰρ αὐτὸς λόγος, ὡς εἴρηται, διῃρημένος καὶ συγκείμενος οὐκ ἀεὶ τὸ αὐτὸ σημαίνειν ἂν δόξειεν, ὡς ἐπʼ ἐκείνοις “ἐγώ σε ἔθηκα δοῦλον ὄντα ἐλεύθερον”, καὶ “πεντήκοντʼ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς.” εἰ γὰρ διαλύσαις ἐγώ σε ἔθηκα δοῦλον, ἐγώ σε ἔθηκα ἐλεύθερον, ἢ στίξαις εἰς τὸ δοῦλον ὄντα, ἔλυσας τὸ ἀμφίβολον. Πέμπτος τρόπος τῶν παρὰ τὴν λέξιν σοφισμάτων ὁ παρὰ προσῳδίαν. γίνεται δὲ ὅταν ὁ τόνος, πρὸς ὃν ᾄδομεν τὸν λόγον, μεταβληθῇ ἢ μετατεθῇ ἢ προστεθῇ ἢ ἀφαιρεθῇ, ἢ καὶ τὸ πνεῦμα· ἕτερον γὰρ καὶ ἕτερον ἀνάγκη τὸν λόγον διὰ ταῦτα γίνεσθαι. ἐν μὲν οὖν τοῖς ἄνευ γραφῆς διαλεκτικοῖς καὶ ταῖς ἐν ταῖς συνουσίαις ὁμιλίαις οὐ ῥᾴδιον ποιῆσαι τοῦτο, ἐν δὲ τοῖς γεγραμμένοις καὶ ποιήμασι μᾶλλον, οἷον καὶ τὸν Ὅμηρον ἔνιοι διορθοῦνται, ὡς Ἱππίας ὁ Θάσιος, πρὸς τοὺς ἐλέγχοντας ὡς ἄτοπον εἰρηκότα “τὸ μὲν οὗ καταπύθεται ὄμβρῳ. [15]
” λύουσι γὰρ αὐτοὶ τῇ προσῳδίᾳ, μὴ περισπωμένως μηδʼ ὀξυτόνως προφέρειν τὸ ου , ἀλλʼ ἀνειμένως καὶ ἀποφατικῶς. πεποίηται γὰρ ἐπὶ τῷ Πατρόκλου ἱππικῷ ὁ Νέστωρ ὑποτιθέμενος τῷ παιδὶ Ἀντιλόχῳ ἱππεύοντι τὰ τῆς ὁδοῦ σῆμα δέ σοι ἐρέω μάλʼ ἀριφραδὲς οὐδέ σε λήσει· ἕστηκε ξύλον αὖον ὅσον τʼ ὄργυιʼ ὑπὲρ αἴης ἢ δρυὸς ἢ πεύκης, τὸ μὲν οὐ καταπύθεται ὄμβρῳ· λᾶε δὲ τοῦ ἑκάτερθεν ἐρηρέδαται δύο λευκώ ἐν ξυνοχῇσιν ὁδοῦ· λεῖος δʼ ἱππόδρομος ἀμφίς. Τὸ γὰρ πεύκινον ξύλον, ὥς φασι, τοῖς γλυκέσι τῶν ὑδάτων οὐ καταπύθεται ἀλλὰ τοῖς ἁλμυροῖς. παρὰ προσῳδίαν καὶ τὸ περὶ τὸ ἐνύπνιον τοῦ Ἀγαμέμνονος, ὅτι οὐκ αὐτῷ ὁ Ζεὺς εἶπε “δίδομεν δέ οἱ εὖχος ἀρέσθαι” (ἐψεύδετο γὰρ ἄν), ἀλλὰ τῷ ἐνυπνίῳ ἐνετέλλετο διδόναι. γένοιτο δʼ ἄν ποτε κἀν ταῖς ἀγράφοις διαλέξεσι παρὰ προσῳδίαν ἀπάτη, ὡς “ἐκεῖνο οὗ καταλύεις οἰκία; ναί. τὸ οὐ καταλύεις ἀπόφασις. ἡ οἰκία ἄρα ἀπόφασις” τὸ μὲν γὰρ πρότερον ου περισπασθὲν καὶ δασυνθὲν τὸ ὅπου ἐσήμανε, τὸ δὲ δεύτερον ἄνευ τόνου καὶ μετὰ ψιλῆς στέρησιν καὶ ἀπόφασιν, καὶ οὕτω τὸ σόφισμα εἰσενήνεκται. [15]
πάλιν τὸ ζῶον λογικὸν θνητὸν οὐχ ὅρος ἐστί; ναί. τὸ ὄρος ἕστηκε, τὸ ζῶον λογικὸν θνητὸν ἄρα ἕστηκεν. Οἱ δὲ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοὶ συμβαίνουσιν, ὅταν τὸ μὴ ταὐτὸν ὡσαύτως ἑρμηνεύηται, οἷον τὸ ἄρρεν θῆλυ ἢ τὸ θῆλυ ἄρρεν, ἢ τὸ μεταξὺ θάτερον τούτων, ἢ πάλιν τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιόν, ἢ τὸ ποιοῦν πάσχον ἢ τὸ διακείμενον ποιοῦν, καὶ τἄλλα τὰ τοῦ ὄντος γένη, ἃ κἀν τῇ περὶ αὐτῶν πραγματείᾳ εἰς δέκα διείλομεν, εἴ τινος φύροντος ἐν ἀλλήλοις περιχωρήσαιεν. ἔστι γὰρ τὸ μὴ τῶν ποιεῖν ὂν ὡς τῶν ποιεῖν τι τῇ λέξει σημαίνειν, οἷον τὸ ὑγιαίνειν ὁμοίως τῷ σχήματι τῆς λέξεως λέγεται τῷ τέμνειν καὶ οἰκοδομεῖν· καίτοι τὸ μὲν διακείμενόν πως δηλοῖ τὸ ὑγιαίνειν, τὸ δὲ ποιεῖν τι τὸ τέμνειν καὶ οἰκοδομεῖν. οὕτω καὶ τὸ τύπτομαι καὶ διαλέγομαι σχήματι μὲν ταὐτά, δυνάμει δὲ ἕτερα· τὸ μὲν γὰρ πάθος τὸ δὲ ἐνέργεια. αἱ δὲ τῶν σοφισμάτων ἀγωγαὶ ἐν μὲν δευτέρῳ σχήματι καὶ ἐκ δύο καταφατικῶν αὗται· οὐχὶ τὸ ἄρρεν οὐδέτερον; οὐχὶ τὸ θῆλυ οὐδέτερον; τὸ ἄρρεν ἄρα θῆλυ. κατὰ τὰ αὐτὰ καὶ τὸ ποιὸν καὶ τὸ ποσόν· ἄμφω γὰρ οὐδέτερα καὶ ἄμφω ταὐτά. οὕτω καὶ τὸ ποιεῖν καὶ πάσχειν ὅτι καὶ ἄμφω ῥήματα καὶ ὁμοίως προφέρονται. ἐν δὲ τῷ πρώτῳ· οὐ τὸ μανθάνειν ἐνεργεῖν ἐστι περὶ τὴν μάθησιν; τοῦτο δὲ διδάσκειν ἐστί; τὸ μανθάνειν ἄρα διδάσκειν ἐστίν. Οἱ μὲν οὖν παρὰ τὴν λέξιν ἔλεγχοι ἐκ τούτων τῶν λόγων εἰσίν, οὔτε δὲ πλείονες οὔτε ἐλάττο νες. [20]
τούτου δὲ πίστις ἥ τε διʼ ἐπαγωγῆς καὶ συλλογισμοῦ. ἀνάγκη γὰρ τὴν περὶ τὰς φωνὰς ἀπάτην ἢ ἐκ τῶν κατʼ αὐτὰς εἶναι ἢ ἐκ τῶν περὶ αὐτάς· καὶ εἰ μὲν ἐκ τῶν κατʼ αὐτάς, ἢ ἐκ τῶν ἁπλῶν φωνῶν διάφορα δὲ περιεχουσῶν πράγματα, καὶ γίνεται τὸ πρῶτον εἶδος τὸ καθʼ ὁμωνυμίαν, ἢ ἐκ τῶν συντιθεμένων ὁμοιοτρόπως δὲ διάφορα σημαινουσῶν πράγματα, καὶ γίνεται τὸ δεύτερον τὸ κατʼ ἀμφιβολίαν· ἤ τι παραλέλειπται ἐν δευτέροις τῶν πρώτως συντιθεμένων ἁπλῶν, καὶ ποιεῖ τὸ κατὰ σύνθεσιν τρίτον εἶδος· ἢ ὡς ὅλας τὰς ἁπλᾶς λαβὼν φωνὰς καὶ καθʼ ἓν διαιρεῖ καὶ τὰ ἰδίως προσόντα τοῖς μέρεσι τῷ κοινῷ προσάπτει, καὶ ποιεῖ τὸ κατὰ διαίρεσιν. καὶ ἐκ μὲν τῶν κατʼ αὐτὰς συμβαινόντων ταῖς λέξεσι ταῦτα συνίσταται τὰ σοφίσματα· ἐκ δὲ τῶν περὶ αὐτὰς ἢ περὶ τόνον ἢ πνεῦμα μεταβολή τις γίνεται καὶ ποιεῖ τὸν πέμπτον τρόπον καὶ παρὰ προσῳδίαν, ἢ περὶ τὸν ποιὸν τῆς λέξεως σχηματισμόν, καὶ ποιεῖ τὸν λοιπὸν ἕκτον τὸν οὕτω προσηγορευμένον παρὰ τὸ σχῆμα τῆς λέξεως. πάλιν τὰ περὶ τὴν λέξιν σοφίσματα παρὰ τὴν κακίαν τῆς λέξεως γίνεται. τοῦτο δὲ παρὰ τὸ μὴ τὰ αὐτὰ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι, τὸ δὲ διὰ τὸ διττὸν τῶν σημαινομένων. τοῦτο δὲ τριττόν· ἢ γὰρ δυνάμει τὸ διπλοῦν ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ. διττῶς δὲ τὰ τρία ἑξαχῶς συμβαίνει γίνεσθαι. τὰ ἄρα παρὰ τὴν λέξιν σοφίσματα ἑξαχῶς συμβαίνει γίνεσθαι. [15]
ἐνεργείᾳ μὲν οὖν ἔχοιεν τὸ διττὸν οἱ παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν· ὁ γὰρ ἀετὸς καὶ ὁ κύων τῷ ὄντι ἐνεργείᾳ πολλὰ σημαίνει, καὶ ὁ λόγος “ἆρʼ ἔστι σιγῶντα λέγειν;” δυνάμει δὲ οἱ παρὰ προσῳδίαν καὶ σύνθεσιν καὶ διαίρεσιν· πλείω μὲν γὰρ οὐ σημαίνουσι, διὰ δὲ τὸ εἰς ἑκάτερον ἐκλαμβάνεσθαι διττοὶ λέγονται. φαντασίᾳ δὲ διπλοῖ οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως· τὸ γὰρ ὁρῶ καὶ λέγω ἐπειδήπερ ὁμοίως ἐκφέρεται, καὶ τῆς αὐτῆς διαθέσεως οἱ σοφισταὶ τίθενται· τῶν δὲ τὸ μὲν πάθος τὸ δὲ ἐνέργεια. Καὶ περὶ μὲν τῶν ἐντὸς τῆς λέξεως παραλογισμῶν τοσαῦτα, τῶν δʼ ἔξω τῆς λέξεως εἴδη εἰσὶν ἑπτά, ἓν μὲν παρὰ τὸ συμβεβηκός, δεύτερον δὲ παρὰ τὸ ἁπλῶς ἢ μὴ ἁπλῶς ἀλλὰ πῆ ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι ἢ πῶς, τρίτον τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν, τέταρτον τὸ παρὰ τὸ ἑπόμενον, πέμπτον δὲ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν, ἕκτον δὲ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέναι, ἕβδομον τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν, ὅτε ἀξιοῖ τις, ὅ τι οὖν ὑπάρχει τῷ κατηγορουμένῳ, τοῦτο καὶ τῷ ὑποκειμένῳ ἐξ ἀνάγκης ὑπάρχειν· οἷον τὸ ζῶον κατηγορεῖται μὲν τοῦ ἀνθρώπου, πολλὰ δὲ αὐτῷ συμβέβηκε, τὸ γένος εἶναι, τὸ δισύλλαβον, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. [15]
20
εἰ οὖν πάντα ἐξ ἀνάγκης κατὰ τοῦ ἀνθρώπου καὶ ὁμοτίμως κατηγορεῖσθαι δώσομεν, πολλὰ συμβαίνει τὰ ἄτοπα· πάντα γὰρ ἂν οὕτως ἔσται ταὐτά, καὶ αἱ οὐσίαι συμβεβηκότα καὶ τὸ ἔμπαλιν, καὶ σώματα τὰ ἀσώματα. ἀλλʼ οὐχ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου αὐτῷ ῥηθήσεται, ἀλλʼ ὅσα οὐσιώδη τέ ἐστι καὶ εἰς τὸν ὁρισμὸν παραλαμβάνεται. ὥστε οὐ καλῶς φασιν οἱ σοφισταί, εἰ ὁ Κορίσκος ἕτερον ἀνθρώπου, αὐτὸς ἑαυτοῦ ἕτερος· ἔστι γὰρ ἄνθρωπος· ἢ εἰ Σωκράτης ἕτερος, ὁ δὲ Σωκράτης ἄνθρωπος, ἕτερος ἀνθρώπου. ἄγονται δὲ τὰ σοφίσματα οὕτω· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος Κορίσκου, καὶ αὐτὸς ἑαυτοῦ χωρίς. πάλιν ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος αὐτοῦ. οἱ γὰρ παραλογισμοὶ ἐν μὲν τῇ ἐλάττονι προτάσει τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ καὶ Σωκράτει μερικὸν ἐλάμβανον ἄνθρωπον, ἐν δὲ τῇ μείζονι τὸν ἀκατάτακτον καὶ κοινόν· συμβέβηκε δὲ τούτῳ μὴ Κορίσκῳ μηδὲ Σωκράτει εἶναι. ὅσα μέντοι οὐσιωδῶς ἔνεισιν ἐν τῷ καθόλου, πάντα καὶ τοῖς ὑπʼ αὐτῷ ὑπάρξει ἀτόμοις, τὰ δʼ ἄλλως οὔ. σαφέστερα δὲ ταῦτα· ἆρʼ οὐχ ὁ κύκνος λευκόν; τοῦτο δὲ οὐ χρῶμα; ὁ κύκνος ἄρα χρῶμα. τὸ δὲ διακριτικὸν ὄψεως, τοῦτο δὲ ποιότης, ἡ δὲ ἀσώματον. [15]
ἔσται ἄρα ταῦτα καὶ ὁ κύκνος. πάλιν ἐν τρίτῳ σχήματι· ὁ κύων οὗτος σός; ναί. τί δαί, καὶ πατήρ; ναί. σὸς ἄρα ὁ κύων πατήρ. συμβέβηκε γὰρ τῷ κυνὶ σῷ τε εἶναι καὶ πατρὶ σκυλακίων. Καὶ παρὰ μὲν τὸ συμβεβηκὸς οὗτοι· τοὺς δὲ παρὰ τὸ πῆ καὶ ἁπλῶς ἤδη λέγομεν, μικρὰ δʼ ἄττα πρότερον περὶ τῶν κατηγορουμένων διαληψόμεθα πρὸς σαφήνειαν. πᾶσα κατηγορία ἢ ἓν καθʼ ἑνός ἐστιν, ἢ πολλὰ κατὰ πολλῶν, ἢ πολλὰ καθʼ ἑνός, ἢ ἓν κατὰ πολλῶν. παρίεμεν δὲ τὰ κατὰ τὴν ὁμωνυμίαν ἐνταῦθα, ἵνα μὴ ὁ λόγος συγχέηται. ἐπεὶ δὲ τῶν πολλῶν καὶ καθʼ ἑνὸς κατηγορουμένων (τἄλλα γὰρ ὡς ἧττον ἡμῖν συμβάλλοντα πρὸς τὸ προκείμενον ἀφίεμεν, ὥσπερ καὶ τὰ ὁμώνυμα) τὰ μὲν καὶ ἰδίως καὶ ὁμοῦ κατηγορεῖσθαι δύναται, τὰ δὲ ἰδίως μόνον, τὰ δὲ συνθέτως, ζητοῦμεν τὴν διαφοράν· κατὰ γὰρ τοῦ ἀνθρώπου καὶ τὸ ἔμψυχον καὶ τὸ ζῶον καὶ τὸ λογικὸν καὶ τὸ θνητὸν ἰδίως ἕκαστον ἀληθὲς εἰπεῖν καὶ ὁμοῦ πάντα, κατὰ δὲ τοῦ Σίμωνος τὸ σκυτεὺς καὶ τὸ ἀγαθὸς ἰδίως μὲν ἀληθές, σύνθεντα δὲ ψεῦδος· ἦν γὰρ ὁ Σίμων ἀγαθὸς μὲν τὸν τρόπον, ἀφυὴς δὲ τὴν τέχνην. πάλιν κατὰ τοῦ νεκροῦ ἀνθρώπου καὶ τῆς λιθίνης χειρὸς ἢ νηὸς τὸ μὲν ὅλον τοῦτο λιθίνην χεῖρα ἢ νῆα καὶ ἄνθρωπον νεκρὸν συνημμένα καὶ ὁμοῦ εἰπεῖν ἐγχωρεῖ, ἰδίως δὲ τὸν νεκρὸν ἄνθρωπον εἰπεῖν ἢ τὸν λίθον χεῖρα ἢ νῆα ψεῦδος. [15]
καὶ ὁ Αἰθίοψ λευκὸς τοὺς ὀδόντας, ἁπλῶς δʼ οὔ. ἐκεῖνα δὲ πρὸς ταῦτα δεῖ εἰπεῖν, ὡς ὅσα μὲν οὐσιωδῶς κατηγορεῖται καὶ καθʼ αὑτὸ καὶ μή τινα πρὸς ἄλληλα ἐναντίωσιν ἔχει, ταῦτα καὶ ἰδίως καὶ ὁμοῦ κατηγορηθήσεται (πλὴν διοίσει κἀν τῇ συνθέσει τῷ τρόπῳ, ὡς ἀπὸ τῶν καθολικωτέρων ἐπὶ τὰ μερικώτερα ἐρχομένων, τὸ ἀνάπαλιν δʼ οὔ· περιττὸν γὰρ ἄνθρωπον εἰπόντα τὸν Σωκράτην προστιθέναι καὶ λογικὸν ζῶον, ὥσπερ ἐγχωροῦντος ἄνθρωπον εἶναι, μὴ ταῦτα δέ· ἔνεισι γὰρ ἐν τοῖς εἴδεσι τὰ γένη καὶ ἐν τοῖς μερικοῖς τὰ κοινά), ἐφʼ ἃ δέ ἐστιν ἀντίφασις ἢ ἐκ τῶν ὀνομάτων ἢ ἐκ τῶν λόγων, ἡνωμένως μὲν κατηγορεῖν ἐγχωρεῖ διῃρημένως δʼ οὔ. καὶ ἀντίφασις μὲν ἐν ὀνόμασιν ὡς ἐκείνως ἄνδρα καὶ οὐκ ἄνδρα τὸν εὐνοῦχον εἰπεῖν, καὶ τὴν νυκτερίδα ὄρνιν καὶ οὐκ ὄρνιν, ἐν τοῖς πράγμασι δὲ ὡς ἄνθρωπος καὶ νεκρὸς καὶ χεὶρ καὶ λίθος· τὰ μὲν γὰρ ἔμψυχα καὶ ζῶντα, τὰ δʼ οὔ. ἔτι ἔστιν ἃ καὶ τῶν διὰ μέσου ἄλλου, ὃ καθʼ αὑτὸ κατηγορεῖται, ἑτέρου κατὰ συμβεβηκὸς κατηγορουμένων, καίπερ μὴ ἔχοντα ἀντίφασιν, ὅμως οὐκ ἂν ἰδίως λεχθεῖεν χωρισθέντα τοῦ διʼ οὗ καὶ καθʼ οὗ κατʼ οὐσίαν ἐλέγετο, οἷον Ὅμηρος ποιητής ἐστιν. ἆρʼ οὖν καὶ ἔστιν ἁπλῶς; οὔ· τέθνηκε γὰρ πάλαι. τὸ γὰρ ἔστι τοῦ ποιητοῦ μὲν καθʼ αὑτὸ κατηγόρηται, τοῦ δὲ Ὁμήρου κατὰ συμβεβηκός, ὅθεν καὶ ἰδίως προστεθὲν οὐκ ἐφήρμοσε. [15]
πάλιν τὸ μὴ ὂν δοξαστόν ἐστιν, οὐκ ἤδη δʼ ἁπλῶς καὶ ἔστιν. οὐ γὰρ τῷ μὴ ὄντι τὸ ἔστιν, ἀλλὰ τῷ δοξαστῷ πρόσκειται· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἐστίν, ἀλλʼ ὅτι οὐκ ἔστιν. ὅσα δὲ κατὰ συμβεβηκὸς κατὰ τοῦ αὐτοῦ καὶ θάτερον κατὰ θατέρου λέγεται, ἐπεὶ μὴ ἔστιν ἕν, οὐδαμοῦ ἂν ῥηθείη, οἷον ἄνθρωπός ἐστι λευκὸς καὶ μουσικός, καὶ Σίμων σκυτεὺς καὶ ἀγαθός, ἀλλʼ οὐχ ἓν τὸ λευκὸν καὶ μουσικόν, οὐδὲ τὸ σκυτεὺς καὶ ἀγαθὸς τῷ συμβεβηκέναι καὶ ἑαυτοῖς καὶ τῷ ὑποκειμένῳ. οὔκουν εἰ τὸ λευκὸν μουσικὸν ἀληθὲς εἰπεῖν, οὐδʼ οὕτως ἔσται τὸ λευκὸν καὶ τὸ μουσικὸν ἕν τι· διʼ ὃ οὐδʼ ὁ Σίμων σκυτεὺς ἀγαθὸς ἅμα. τούτων οὕτω διωρισμένων προβαίνουσιν οἱ παρὰ τὸ πῆ καὶ ἁπλῶς συλλογισμοὶ παρὰ τὸ φθείρειν ἑκόντα τὸν σοφιστὴν τὴν εἰρημένην ἐν τοῖς κατηγορουμένοις διαστολὴν καὶ τὰ πῆ εἴτʼ οὖν συνθέτως καὶ μερικῶς κατηγορούμενα ἢ ποῦ ἢ ποτὲ ἢ πρός τι ἁπλῶς καὶ ἰδίᾳ λαμβάνειν, ἢ τὸ ἀνάπαλιν τὰ ἁπλῶς καὶ ἰδίᾳ πῆ. τὸ γὰρ μὴ ὂν ὅτι δοξαστόν ἐστι πῆ καὶ ὁμοῦ λαβών, καὶ ὅτι ἁπλῶς ἔστι συλλογίζεται χωρίζων, τὸ μὴ ὂν λέγων δοξαστόν, τὸ δοξαστὸν ἔστι, τὸ μὴ ὂν ἄρα ἔστιν. ἢ καὶ οὕτως· ὁ τραγέλαφος δοξαστόν, τὸ δοξαστὸν ὄν, ὁ τραγέλαφος ὄν. καὶ ἆρʼ ἔστιν Ὅμηρος; οὔ. τί δαί, οὐ ποιητής ἐστιν; ναί. ἔστιν ἄρα Ὅμηρος. ἢ καὶ ἀποφατικῶς, ὅτι ὂν οὐκ ἔστιν ὄν, εἰ τῶν ὄντων τι μὴ ἔστιν, οἷον εἰ μὴ ἄνθρωπος. λαβὼν γὰρ κἀνταῦθα τὸ τὸ ὂν ἁπλῶς ἕτερον τινῶν ὄντων εἶναι τῶν κατὰ μέρος, οἷον ἵππου καὶ βοὸς καὶ λίθου, τὸ δὲ τῶν ὄντων ἕτερον οὐκ ὂν αὐτὸς προσθείς, τὸ ὂν οὐκ ὂν συνεπέρανεν. [20]
ἀλλʼ οὐχὶ ταὐτὸν εἶναί τι καὶ ἁπλῶς εἶναι ἢ μὴ εἶναί τι καὶ ἀπλῶς μὴ εἶναι. φαίνεται δὲ διὰ τὸ πάρεγγυς εἶναι τῆς λέξεως καὶ μικρὸν διαφέρειν τὸ εἶναί τι τοῦ ἁπλῶς εἶναι καὶ τὸ μὴ εἶναί τι τοῦ ἁπλῶς μὴ εἶναι· λανθάνει γὰρ τὸ τὶ ἐν μέσῳ προσερριμμένον καὶ παρεῖται ἀνεπίσκεπτον. οὕτω δʼ ἂν ἔχοι καὶ τὸ παρʼ Εὐνομίῳ πρὸς τἀληθὲς παράκρουσμα. μείζονα γὰρ τοῦ υἱοῦ τὸν πατέρα διδόντων ἡμῶν τῷ αἰτίῳ φύσει, ἤγουν τῷ φυσικῷ καὶ οὐ τῷ δημιουργικῷ, καὶ συνημμένως ταῦτα κατηγορούντων καὶ πῆ, διαλύσας καὶ ἰδίᾳ χρησάμενος ἐσοφίσατο οὕτω συνθείς· ὁ πατὴρ μείζων τοῦ υἱοῦ τῷ αἰτίῳ, τὸ αἴτιον φύσει, ὁ πατὴρ ἄρα μείζων τοῦ υἱοῦ τῇ φύσει. καὶ πάλιν ὁ Ἰνδὸς μέλας ὢν ἁπλῶς λευκός ἐστιν τοὺς ὀδόντας, ὥστε λευκὸς καὶ οὐ λευκός. καὶ πάντες ἄνθρωποι δίκαιοι καὶ οὐδείς, οὐχ ἅμα δὲ οὐδʼ ἀεί, ἀλλʼ οἱ μὲν ἐπὶ τοῦ χρυσοῦ γένους, οἱ δὲ ἐπὶ τοῦ σιδηροῦ. καί που τὸ τοὺς γονεῖς θύειν καλόν· ἐν Τριβαλλοῖς γάρ, ἁπλῶς δʼ οὔ. καὶ διπλάσια τὰ δέκα καὶ οὐ διπλάσια· πρός τι γάρ· τῶν γὰρ πέντε μόνον. ἐν τούτοις οὖν ὁ σοφιστὴς διατρίβων ἐλλείπων καὶ παραποιῶν κακουργεῖ. [15]
25
πάλιν ἐπὶ τῶν ἐναντίων, ὅτε ἄμφω πῆ ὄντα ἐν τῷ πράγματι ἁπλῶς ἄμφω ὑπάρχειν τίθεται, οἷον τοῦ ὀφθαλμοῦ τὸ μὲν ἥμισυ λευκὸν τὸ δʼ ἥμισυ μέλαν, ὡς ἁπλῶς ὁ ὀφθαλμὸς καὶ λευκὸς καὶ μέλας. ἀλλὰ τοῦτο ἐπʼ ἐνίων μὲν παντὶ θεωρῆσαι ῥᾴδιον, ὅθεν ἡ ἀπάτη, ὡς ἐπὶ τοῦ εἰρημένου, ἐπʼ ἐνίων δὲ λανθάνει πολλάκις, καὶ ὅταν πῆ λέγηται τὰ ἐναντία, δοκεῖ καὶ τὸ ἁπλῶς ἀκολουθεῖν, ὡς ἐπὶ τοῦδε· ἆρʼ ἐνδέχεται τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν; οὔ. τί δέ, ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὐώρκησεν; ἐνδέχεται ἄρα ἐπιορκοῦντα εὐορκεῖν. καὶ ἐπʼ ἐκείνων δὲ λανθάνει καὶ δοκεῖ τῷ πῆ καὶ τὸ ἁπλῶς ἀκολουθεῖν, ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι ποτέρως τὸ πρᾶγμα χρὴ λαβεῖν. γίνεται δὲ τὸ τοιοῦτον ἐν ὅσοις ὁμοίως ἔχει τὰ ἀντικείμενα. δοκεῖ γὰρ ἢ ἄμφω ἢ μηδέτερον δοτέον ἁπλῶς εἶναι κατηγορεῖν. οἷον ἡ ἀνδρεία καὶ καλὸν ὅτι ἀρετὴ καὶ κακὸν διὰ τὰς ἐν πολέμῳ τρώσεις καὶ σφαγάς. ποτέρως οὖν χρὴ λαβεῖν αὐτὴν καλὴν ἢ κακήν, οὐ ῥᾴδιον εἰπεῖν. καὶ τοδὶ τὸ μέγεθος ὂν τῷ μήκει τετράπηχυ καὶ δίπηχυ τῷ πλάτει πότερον δίπηχύ ἐστιν ἢ οὔ, οὐ ῥᾴδιον ἀποδοῦναι. ναὶ δὲ καὶ οὒ ἀποκρινόμενοι ἢ πῶς μὲν πῶς δʼ οὒ οὐ διαλεκτικῶς ἀπεκρίθημεν. Οἱ δὲ γίνονται παρὰ τὸ μὴ διωρίσθαι μηδʼ ἀκριβοῦσθαι τί ἐστι συλλογισμὸς ἀληθὴς ἢ τί ἐστιν ἔλεγχος, οὓς καὶ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λέγειν εἰώθαμεν. [15]
ἔλεγχος τοίνυν ἐστὶ κυρίως ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος, ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνός, ἐκ τῶν δοθέντων, ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ. εἰ γὰρ μέλλοιμεν ἐλέγχειν τὸν ἡμῖν προσδιαλεγόμενον εἴ τι μὴ καλῶς λέγοι, δεῖ τοῦτον εἰς ἀντίφασιν περιαγαγεῖν ἔχουσαν τοὺς εἰρημένους προσδιορισμούς, καὶ πρῶτον τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου εἶναι καὶ κατηγορουμένου. ὁ γὰρ λέγων Σωκράτης διαλέγεται, Πλάτων οὐ διαλέγεται, ἢ Σωκράτης κάθηται, Σωκράτης οὐ καθεύδει, οὐ ποιεῖ ἀντίφασιν. τὸ μὲν γὰρ ἐπʼ ἄλλου καὶ ἄλλου, τὸ δὲ ἄλλο καὶ ἄλλο. καὶ μὴ ὀνόματος δὲ δεῖ μόνον προσεῖναι ταυτότητα ἀλλὰ καὶ πράγματος· τί γάρ, εἰ κοινωνεῖ μὲν ὀνόματι, μὴ κοινωνεῖ δὲ πράγματι, οἷα τὰ ὁμώνυμα; οὐ γὰρ ἂν ποιήσοι ἀντίφασιν· ὁ γὰρ εἰπὼν κύνα ὑλακτεῖν ἢ μὴ ἀληθεύει, τὸ μὲν ἐπὶ τοῦ χερσαίου φέρων τὸ δὲ ἐπὶ τοῦ θαλαττίου. καὶ οὐκ ἐπὶ τῶν ὁμωνύμων εὐλαβεῖσθαι δεῖ τοῦτο μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν συνωνύμων· τὸ γὰρ ζῶον περιπατεῖ καὶ ζῶον οὐ περιπατεῖ ἄμφω ἀληθῆ καὶ συνώνυμα. ἐκ δὲ τῶν δοθέντων ἐξ ἀνάγκης καὶ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ προστέθειται διὰ τοὺς τὸ μὴ αἴτιον τιθέντας ὡς αἴτιον, καὶ διὰ τοὺς αἰτοῦντας τὸ ἐν ἀρχῇ· οἱ μὲν γὰρ οὐκ ἐξ ὧν ὁ προσδιαλεγόμενος δίδωσι, συμπεραίνουσιν, οἱ δὲ τὸ ἀμφισβητούμενον λαμβάνουσιν ὡς ὁμολογούμενον. ζητουμένου γὰρ εἰ ἡ ψυχὴ ἀθάνατος, εἴ τις ἄφθαρτον εἴπῃ καὶ διὰ τοῦτο ἀθάνατον, τὸ ἐν ἀρχῇ αἰτεῖται· οὐ γὰρ ἕτερον τοῦ ἀθανάτου τὸ ἄφθαρτον. [20]
κατὰ τὸ αὐτὸ δὲ καὶ πρὸς τὸ αὐτό, ὡς εἰ τὸ ξύλον τόδε μήκει μὲν εἴη τρίπηχυ, πλάτει δὲ δίπηχυ· τρίπηχυ γὰρ λέγειν αὐτὸ καὶ οὐ τρίπηχυ κατʼ ἄλλο καὶ ἄλλο ἀληθές. ὡσαύτως δὲ καὶ ἐν τῷ αὐτῷ χρόνῳ τὸ μὲν διὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ τὸ δὲ διὰ τὴν τοῦ χρόνου παραλλαγήν. τὸ γὰρ Σωκράτης ὁρᾷ, Σωκράτης οὐχ ὁρᾷ κοιμώμενος ἀληθῆ, τὸ μὲν κατὰ δύναμιν καὶ καθʼ ἕξιν, τὸ δὲ κατʼ ἐνέργειαν. καθʼ ὅσα δὲ ὁ ἀληθὴς ἔλεγχος, παρὰ τοσαῦτα καὶ ὁ ψευδής· ἃ γὰρ ἐν ἐκείνῳ τηροῦντες ὀρθοποδοῦμεν, ἐκκλίνοντες ἐν τούτῳ ψευδόμεθα. ἕλκοι δʼ ἄν τις τοῦτον τὸν παραλογισμὸν καὶ εἰς τὰ παρὰ τὴν λέξιν σοφίσματα. Πενταχῶς δὲ συμβαίνει γίνεσθαι καὶ τοὺς τὸ ἐν ἀρχῇ αἰτοῦντας, ὥσπερ ἐν τοῖς Τοπικοῖς εἴρηται. φανερώτατα μὲν καὶ πρῶτον, εἴ τις αὐτὸ τὸ προκείμενον εἰς δεῖξιν λάβοι ὡς ὁμολογούμενον. οὐκ αὐτὸ μέντοι κατὰ τὰς συλλαβὰς ἢ τὰ στοιχεῖα τὸ μεταληφθησόμενον ἔσται (πῶς γὰρ ἂν λήσοι😉 ἀλλὰ κατὰ δύναμιν, ὡς ἐπὶ τῶν πολυωνύμων ἔχει καὶ ἐν ὅσοις τὸ ὄνομα καὶ ὁ λόγος ταὐτὸν σημαίνει. πρὸς γὰρ τὸν ζητοῦντα εἴπερ ὁ ἄνθρωπος θνητός, εἰ δοίη τις, διότι καὶ βροτός, ἢ ἡ ψυχὴ ἀθάνατος, ὅτι ἀνώλεθρος, τὸ εἰρημένον ποιεῖ. [15]
δεύτερον δὲ ὅταν κατὰ μέρος δέον ἀποδεῖξαι τὸ καθόλου τις λάβοι, οἷον ἐπιχειρῶν ὅτι τῶν ἐναντίων μία ἐπιστήμη καθόλου τῶν ἀντικειμένων μίαν εἶναι ἀξιώσει, τὰ δʼ ἐναντία ἀντικείμενα· δοκεῖ γὰρ ὃ ἔδει αὐτὸ καθʼ αὑτὸ δεῖξαι, μετʼ ἄλλων λαβεῖν πλειόνων ὡς ὁμολογούμενον. καὶ τρίτον ὅταν γένηται τὸ ἐναντίον, εἴ τις καθόλου δεῖξαι προκειμένου κατὰ μέρος αἰτήσειεν, οἷον εἰ προκειμένου πάντων τῶν ἐναντίων μίαν εἶναι ἐπιστήμην δεῖξαι τῶνδέ τινων ἀξιώσειεν, οἷον βαρέος καὶ ὀξέος τὴν μουσικήν· δοκεῖ γὰρ καὶ οὗτος ὃ μετὰ πλειόνων ἔδει δεῖξαι, καθʼ αὑτὸ χωρὶς αἰτεῖσθαι. πάλιν εἴ τις διελὼν αἰτεῖται τὸ πρόβλημα, οἷον εἰ δέον ἅμα δεῖξαι τὴν ἰατρικὴν ἐπιστήμην ὑγιεινοῦ καὶ νοσώδους, χωρὶς ἑκατέρου αὐτὴν ἀξιώσειεν, εἰ δὲ τοῦτο, καὶ ἄμφω. καὶ πέμπτον εἴ τίς τι τῶν ἑπομένων ἀλλήλοις ἐξ ἀνάγκης αἰτήσαιτο· ἑπόμενα δὲ ἐνταῦθα ὥσπερ ἐκεῖνα, εἰ ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, καὶ ἡ πλευρὰ ἀσύμμετρος τῇ διαμέτρῳ· ἕπεται τῷ ἑτέρῳ τὸ ἕτερον. εἰ οὖν τις διὰ θατέρου πειραθείη δεῖξαι τὸ ἕτερον, τὸ ἐν ἀρχῇ ᾔτηται. φαίνονται δὲ ἐλέγχειν ἐν τοῖς τοιούτοις οἱ σοφισταὶ διὰ τὸ μὴ δύνασθαι τοὺς προσδιαλεγομένους συνορᾶν τὸ ταὐτὸν καὶ τὸ ἕτερον. Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος γίνεται, ὅταν τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. πάσης γὰρ κατηγορίας ἢ ἐπὶ πλέον ἢ ἐπʼ ἴσης οὔσης, καὶ τῆς μὲν ἐπʼ ἴσης ἀντιστρεφούσης, ὡς ἐπὶ τῶν ὁρισμῶν ἔχει καὶ τῶν ὁριστῶν καὶ τῶν εἰδῶν καὶ ἰδίων καὶ ἐπὶ τῶν πολυωνύμων, τῆς δὲ ἐπὶ πλέον οὔ, ὡς ἐπὶ τῶν γενῶν καὶ εἰδῶν καὶ τῶν συμβεβηκότων καὶ καθʼ ὧν συμβέβηκεν, ὅταν τις τὸ ἐπὶ πλέον κατηγορούμενον καὶ ἑπόμενον ὡς ἐξισάζον λάβοι πρὸς τὸ μερικὸν καὶ ἡγούμενον καὶ ἀντιστρέψῃ, δοκεῖ ἐλέγχειν διὰ τὸ οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν. [5]
ὅταν γὰρ τοῦδε ὄντος ἐξ ἀνάγκης τοδὶ ᾖ, καὶ τοῦδε ὄντος οἰόμεθα καὶ θάτερον εἶναι ἐξ ἀνάγκης, ὅθεν καὶ αἱ περὶ τὴν δόξαν ἐκ τῆς αἰσθήσεως ἀπάται γίνονται. πολλάκις γὰρ τὴν χολὴν μέλι ὑπελάβομεν ὅτι ξανθόν· ἕπεται γὰρ τὸ ξανθὸν χρῶμα τῷ μέλιτι. καὶ ἐπεὶ συμβαίνει τὴν γῆν ὕσαντος γίνεσθαι διάβροχον, κἂν ᾖ διάβροχος, ὑπολαμβάνομεν ὗσαι· τὸ δὲ οὐκ ἀναγκαῖον. ἔν τε δὲ τοῖς ῥητορικοῖς αἱ κατὰ σημεῖον ἀποδείξεις ἐκ τῶν ἑπομένων εἰσί· βουλόμενοι γὰρ δεῖξαι ὅτι μοιχὸς ἢ κλέπτης, τὰ ἑπόμενα ἀντιστρέψαντες ἔλαβον, ὅτι καλλωπιστὴς ἢ νύκτωρ πλανᾶται, ἐπὶ πλέον ὄντα· πολλοῖς γὰρ ταῦτα μὲν ὑπάρχει, οὔτε δὲ ἅπας καλλωπίζεται ἐπὶ μοιχείᾳ, οὔτʼ εἴ τις νύκτωρ πλανᾶται, κλέπτης. πάλιν, ὁ Δημόκριτος φεύγει πρὸς ἔρημον, ὁ φεύγων εἰς ἔρημον μαίνεται, ὁ Δημόκριτος ἄρα μαίνεται. ἕπεται μὲν γὰρ παντὶ μαινομένῳ φεύγειν πρὸς ἔρημον, οὐ μήν που καὶ εἴ τις φεύγει πρὸς ἔρημον, μαίνεται. οὐ γὰρ καὶ εἴ τις προσφιλοσοφῶν τῇ θεωρίᾳ καὶ διὰ τοῦτο ἡσυχίας ἐρῶν τὰ ἀθορυβώτερα τῶν χωρίων ἐπιζητεῖ, μαίνεται, εἰ μὴ καὶ μᾶλλον ὅ τί περ κεφάλαιον σωφροσύνης ὁ αὐτὸς ἂν καὶ φρονήσεως εἴη. [15]
30
ὁμοίως δὲ κἀν τοῖς λογιστικοῖς ὁ Μελίσσου λόγος ἔχει. ἐπεὶ γὰρ ἕπεσθαί τί τινι διττῶς λέγεται, τὸ μὲν ὡς τὸ καθολικώτερον ἁπλῶς τῷ μερικωτέρῳ οἷα τὰ εἰρημένα, τὸ δὲ ὡς τὰ κατὰ τὴν σὺν 〈ἀντιθέσει〉 ἀντιστροφήν, ἣ τῇ ἀναιρέσει τοῦ ἑπομένου συναναιρεῖ τὸ ἡγούμενον, ὁ Μέλισσος ἁμαρτάνει μὴ καλῶς χρώμενος· οὐ γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου ἀναιρεῖ τὸ ἡγούμενον, ἀλλὰ τῇ τοῦ ἡγουμένου τὸ ἑπόμενον. συλλογιζόμενος ὅπως τὸ ὂν ἓν καὶ ἄπειρον οὕτω τίθησι· τὸ ὂν οὐ γέγονεν, τὸ μὴ γεγονὸς ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἀρχὴν ἔχον ἄπειρον· εἰ δὲ τοῦτο, καὶ ἕν. τὸ ἄρα ὂν ἓν καὶ ἄπειρον. κατασκευάζει δὲ τὰς προτάσεις τὴν μὲν πρώτην οὕτως· εἰ γὰρ γέγονε τὸ ὄν, ἐξ ὄντος ἂν ἐγένετο πάντως· οὐ γὰρ ἂν ἐκ τοῦ μηδαμῆ μηδαμῶς. ἡμεῖς δὲ τὰ αὐτὰ ἂν εἴποιμεν καὶ περὶ ἐκείνου καὶ περὶ τοῦ ἀνωτέρου καὶ τοῦτο εἰς ἄπειρον· οὐκ ἄρα τὸ ὂν γέγονε. τὴν δὲ δευτέραν τὴν ʼτὸ ἀγένητον ἀρχὴν οὐκ ἔχειʼ κατασκευάζει δῆθεν διὰ τῆς σὺν ἀντιθέσει ἀντιστροφῆς. εἰ γὰρ τὸ γεγονός, φησίν, ἀρχὴν ἔχει, τὸ μὴ γεγονὸς ἀρχὴν οὐκ ἔχει. οὐκ ἔδει δὲ οὕτως, ἀλλʼ ἐκείνως, τὸ μὴ ἀρχὴν ἔχον οὐδὲ γέγονεν. οὐ γὰρ εἴ τι μὴ γέγονε, καὶ ἀρχὴν οὐκ ἔχει, ὥσπερ οὐδʼ εἴ τι μὴ ἄνθρωπος, οὐδὲ ζῶον. [15]
τὰ γὰρ οὐράνια σώματα κατὰ τοὺς Ἑλληνικοὺς καὶ παλαιοὺς λόγους ὄντα ἀγένητα ἀρχὴν ἔχει τὸ κέντρον τῆς οἰκείας ὁλότητος. οὕτω δὲ διεψευσμένος ἐν τούτῳ τὰ ἑξῆς ἐπάγει ἀκόλουθα. Ἕκτος δὲ τρόπος ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθέμενος, ὃς καὶ μὴ παρὰ τοῦτο ἐν ἑτέροις ὠνόμασται. γίνεται δὲ ὅταν προσληφθῇ τὸ ἀναίτιον ὡς παρʼ ἐκεῖνο γινομένου τοῦ ἐλέγχου. συμβαίνει δὴ τὸ τοιοῦτον ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς· ἐν τούτοις γὰρ ἀναιρεῖν τι δεῖ τῶν κειμένων. ἐὰν οὖν καταριθμηθῇ ἐν τοῖς ἄλλοις ἐρωτήμασι τοῖς καὶ ἀναγκαιοτέροις καὶ χρησιμωτέροις πρὸς ἐξαπάτην τῷ σοφιστῇ πρὸ τοῦ συμπεράσματος διʼ οὗ συμβαίνει τὸ ἀδύνατον, δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος. εἰ γάρ τις θείη τῶν σοφιστῶν τὸ ζῶον παντὶ λευκῷ, εἶτα μὴ συνομολογούντων ἡμῶν πειρᾶται ἐλέγχειν, καὶ δὴ λήψεται τὸ ἀντιφατικῶς ἀντικείμενον τῆς ἡμετέρας προτάσεως μιμούμενος τὸν ἀληθῆ ἔλεγχον· φήσει γὰρ ὡς εἰ ψεῦδος τὸ τὸ ζῶον παντὶ λευκῷ, ἀληθὲς δήπου τὸ μὴ παντί, καὶ οὐκ ἂν δήπου τῷ ἀληθεῖ ἄτοπόν τι ἕψεται, καὶ συλλογίζεται οὕτως· τὸ ζῶον οὐ παντὶ λευκῷ καθʼ ὑμᾶς, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι, τὸ ζῶον ἄρα οὐ παντὶ κόρακι. ἀλλὰ μὴν τοῦτο ψεῦδος. [15]
ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολού θησεν, αὕτη δʼ ἦν ἡ τὸ ζῶον οὐ παντὶ λευκῷ· λείπεται ἀληθὲς εἶναι τὸ παντί. ἀλλʼ οὐ παρὰ τοῦτο (οὐδὲν γὰρ ἧττον συμβαίνει τὸ ψεῦδος καὶ λείποντος), ἀλλὰ παρὰ τὴν λέγουσαν πρότασιν τὸ λευκὸν παντὶ πτηνῷ. πάλιν λεγόντων ʼἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳʼ, ὁ σοφιστὴς ἀναιρῶν οὕτω λέγει, ὡς, εἰ ἀληθές, οὐχ ἕξει τι τῶν ἑπομένων ἀδύνατον, νυνὶ δὲ ἕπεται, οὐκ ἄρα ἀληθές. ἔχει γὰρ οὕτως· εἰ γὰρ τῇ φθορᾷ ἡ γένεσις ἐναντίον ἡ καθόλου τῇ καθόλου, καὶ τῇ τινὶ φθορᾷ τὶς γένεσις ἐναντίον ἔσται· τὶς δὲ φθορὰ ὁ θάνατος· ἕξει ἄρα τινὰ γένεσιν ἐναντίον, ἐναντίον δὲ θανάτῳ οὐκ ἄλλο ἀλλʼ ἢ ζωή, ὥστʼ ἔσται ἡ ζωὴ τὶς γένεσις. εἰ δὲ τοῦτο, καὶ τὸ ζῆν ἔσται γίνεσθαι καὶ τὸ ζῶον, ᾗ ζῇ, γίνεται. ἀλλὰ μὴν τοῦτο ἀδύνατον· ἀδύνατον ἄρα καὶ τὸ λέγειν τὴν ψυχὴν καὶ ζωὴν ταὐτόν. ἀλλʼ οὐ παρὰ τοῦτο, οὐδὲ τοῦτο τοῦ ψεύδους αἴτιον (ἀφαιρεθέντος γὰρ πάλιν τὸ ἄτοπον ἔσται), ἀλλὰ τὸ τιθέναι τὸν θάνατον φθοράν· οὐ γὰρ ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις καὶ χωρισμὸς ψυχῆς ἀπὸ σώματος, τοῦτο δὲ οὐ φθορά. οὐ γὰρ ἅπαν τὸ χωρισθὲν ἤδη καὶ ἔφθαρται, ὡς ἐπὶ σίτου καὶ κριθῆς καὶ τῶν ὁμοίων ἔχει· ᾤχετο δʼ ἂν καὶ τὸ σῶμα καὶ ἡ ψυχὴ φθαρέντα τῷ θανάτῳ, νῦν δὲ διαμένει· καὶ ζωὴ μὲν ἐναντίον ἔσται τινὶ λύσει ὅπερ ὁ θάνατος, φθορὰ δὲ τῷ ἀψύχῳ σώματι. [15]
ἀσυλλόγιστοι μὲν οὖν οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι, πρὸς δὲ τὸ προκείμενον ἀσυλλόγιστοι, καὶ λανθάνει πολλάκις οὐχ ἧττον αὐτὸς τοὺς ἐρωτῶντας τὸ τοιοῦτον. Οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον καὶ παρὰ τὸ μὴ αἴτιον τοιοῦτοι, τὸ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἢ καὶ πλείω ἓν ποιεῖν γίνεται, ὅταν λανθάνῃ πλείω ὄντα καὶ ὡς ἑνὸς ὄντος ἀποδοθῇ ἀπόκρισις μία. καὶ ἐπʼ ἐνίων μὲν ῥᾴδιον ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δοτέον ἀπόκρισιν μίαν, οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός· ἐπʼ ἐνίων δʼ ἧττον, καὶ ὡς ἑνὸς ὄντος ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον, ἢ ἀποκρινόμενοι μὴ καλῶς ἐλέγχεσθαι φαίνονται. οἷον ἆρʼ οὗτος καὶ οὗτος ἄνθρωπός ἐστιν; ὥσθʼ ὅταν τις τύπτει τοῦτον καὶ τοῦτον, ἄνθρωπον τύπτει καὶ οὐκ ἀνθρώπους. καὶ πάλιν ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δʼ οὐκ ἀγαθά, εἰ ὁμοῦ ἐρωτηθέντα ἁπλῶς ἀγαθὰ μόνως ἢ οὐκ ἀγαθὰ δοίη τις, ἁμαρτάνει· ὁπότερον γὰρ ἂν φαίη τῶν τῆς ἀντιφάσεως μορίων, ἔστι μὲν ὡς ἔλεγχον ἢ ψεῦδος φαινόμενον δόξειεν ἂν ποιεῖν· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ψεῦδος, οἷον πότερον ἡ σωφροσύνη καὶ δικαιοσύνη ἀκολασία τε καὶ ἀδικία ἀγαθά; οὔτε γὰρ καταφῆσαι πρὸς ταῦτα καθάπαξ καλόν, οὔτʼ ἀπαρνήσασθαι, τὸ μὲν διὰ τὰς κακίας τὸ δὲ διὰ τὰς ἀρετάς, ἀμφότερα δὲ οὐ διαλεκτικόν. καὶ ταῦτα μὲν οὕτως. [15]
ἐνίοτε δὲ προσληφθέντων τινῶν κἂν ἔλεγχος γίγνοιτο ἀληθινός, οἷον εἴ τις δοίη ὁμοίως ἓν καὶ πολλὰ λέγεσθαι λευκὰ καὶ γυμνὰ καὶ τυφλὰ καὶ οὕτω προτείνοιτο, ἆρά γε ὃ ἐπὶ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν; ναί. τί δαί; εἰ λευκόν ἐστι χρῶμα διακριτικὸν ὄψεως, οὐχὶ καὶ ἅπαντα τὰ λευκὰ χρώματα ἔσονται διακριτικὰ ὄψεως, χιών, κύκνος, γάλα καὶ τὰ λοιπά; πάλιν εἰ γυμνόν ἐστι τὸ ἐστερημένον ἐνδύματος, καὶ γυμνὰ ἔσονται τὰ ἐστερημένα ἐνδύματος· ἀλλὰ μὴν κίονες, λίθοι, ξύλα ἐστέρηνται μὲν ἐνδύματος, γυμνὰ δὲ οὐ λέγονται. ἔτι εἰ τυφλὸν τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, οὐχὶ καὶ πάντα τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν, πεφυκότα δὲ ἔχειν; ἔσται γοῦν ἄμφω τὰ σκυλάκια, τό τε διὰ πήρωσιν μὴ ὁρῶν, ὃ καὶ κυρίως τυφλόν, καὶ τὸ μήπω βλέπον διὰ τὴν ἡλικίαν, ὃ καταχρηστικῶς οὕτω λέγομεν, ὁμοίως τυφλά. Ἢ δὴ οὕτω διαιρετέον τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους, ὡς τοὺς μὲν παρὰ τὴν λέξιν τίθεσθαι, τοὺς δὲ παρὰ τὰ πράγματα καὶ τῆς λέξεως ἐκτός, καὶ τοσούσδε κατʼ εἴδη καὶ τοιούσδε προσονομάζειν, ὥσπερ δὴ καὶ ἐκτέθεινται, ἢ πάντας ἀνακτέον εἰς τὴν τοῦ ἀληθοῦς ἐλέγχου ἄγνοιαν, ἀρχὴν ταύτην ποιησαμένους. ἔστι γὰρ ἅπαντας ἀναλῦσαι τοὺς λεχθέντας εἰς τὸν τοῦ ἐλέγχου διορισμόν· παρὰ γὰρ τὸ ἀγνοεῖν τοὺς προσδιαλεγομένους, ὁπόσα φυλάττεσθαι χρὴ τὸν ἀληθῶς ἐλέγξοντα καὶ ποῖα, τόπον οἱ σοφισταὶ πρὸς ἀπάτην εὑρίσκουσι. καὶ πρῶτον μὲν καθʼ ἓν τοῦτο πάντας ἀνάξομεν, εἴπερ πάντες ἀσυλλό γιστοι, ὁ δὲ ἔλεγχος συλλογισμός τις· δεῖ γὰρ ἐκ τῶν κειμένων συμβαίνειν τὸ συμπέρασμα, ὥστε λέγειν ἐξ ἀνάγκης ἀλλὰ μὴ φαίνεσθαι. [20]
35
ἔπειτα καὶ κατὰ μέρη τοῦ διορισμοῦ. ἐπεὶ γὰρ ὁ ἀληθὴς ἔλεγχος ἀντίφασίς ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος καὶ πράγματος, τῶν δὲ ἐν τῇ λέξει σοφισμάτων τὰ παρὰ τὸ διττόν, οἷον ἡ ὁμωνυμία καὶ ἀμφιβολία καὶ ἡ ὁμοιοσχημοσύνη (σύνηθες γάρ, ὡς κἀν τοῖς ἔμπροσθεν ἐλέγετο) πάντα ταῦτα ὡς τόδε τι σημαίνει καὶ ἕν, τὸ κύων, τὸ σιγῶντα λέγειν, τὸ ἀλγεῖν καὶ ποιεῖν, πῶς ἂν εἶεν ἔλεγχοι ἀληθεῖς ἢ συλλογισμοὶ πρότασιν ὑγιᾶ μὴ ἔχοντες; ἡ δέ ἐστιν ἡ ἓν καθʼ ἑνὸς σημαίνουσα. ἡ δὲ σύνθεσις καὶ διαίρεσις καὶ ἡ προσῳδία ἐκπίπτουσι πάλιν διὰ τὰ αὐτὰ ἴσως, καὶ τὸ μὴ τὸν αὐτὸν εἶναι τὸν λόγον συντιθέμενον ἢ διαιρούμενον ἢ τὸ ὄνομα τὸ διαφέρον· ἄλλο γὰρ σημαίνει ὅρος δασυνόμενον καὶ ἄλλο ψιλούμενον· ἔδει δὲ καὶ τοῦτο καθάπερ τὸ πρᾶγμα ταὐτὸν εἶναι, εἰ μέλλει ἔλεγχος ἢ συλλογισμὸς ἔσεσθαι. νυνὶ δὲ ὅρος δοὺς τὸν ὁρισμὸν δασυνόμενον τὸ ὄρος συνάγει ψιλούμενον. ὁ μέντοι γε φιλοσόφως συλλογιζόμενος οὐδʼ ἐπὶ τῶν πολυωνύμων καὶ ἐφʼ ὧν ἓν τὸ πρᾶγμα κἀν τοῖς διαφόροις ὀνόμασιν ἕτερον ἀνθʼ ἑτέρου συναγαγεῖν ἐπιβαλεῖ, μήτοι γε ἐν τοῖς τοσοῦτον διεστηκόσιν. οὐ γὰρ λώπιον ἐν προτάσει δοὺς ἱμάτιον συμπεράναιτο ἀλλὰ λώπιον· πρὸς γὰρ τῷ τὴν παράδοσιν ἐκκλίνειν τῷ μὴ ἐκ τῶν κειμένων συνάγειν καὶ δευτέρας ἐρωτήσεως χρεία, εἴ περ ταὐτὸ σημαίνει τῷ ἱματίῳ, πρὸς τὸν ζητοῦντα τὸ διὰ τί. [15]
οἷον εἴ τις οὕτω τίθησι ʼτὸ λώπιον κρύους καὶ καύσωνος κωλυτικὸν τῷ σώματι· τὸ τοιῶνδε παρεκτικὸν χρήσιμονʼ, τὸ λώπιον ἄρα χρήσιμον· ἀληθὲς μὲν γὰρ καὶ τὸ ἱμάτιον ἀντὶ τοῦ λωπίου χρήσιμον εἰπεῖν, ἀλλʼ οὐ συλλελόγισται, καὶ προσερωτήσει δὲ εἴ τις κοινωνία λωπίου καὶ ἱματίου. Καὶ οὕτω μὲν οἱ ἐν τῇ λέξει ἓξ παραλογισμοὶ παρὰ τὸν πρῶτον διορισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἀνήχθησαν ἄγνοιαν· οὐδεὶς γὰρ τὸ αὐτὸ τοῦ αὐτοῦ κατέφησε καὶ ἀπέφησεν· οἱ δὲ παρὰ τὸ συμβεβηκός, ἵνα καὶ πρὸς τοὺς ἐκτὸς τῆς λέξεως ἀπίδωμεν παραλογισμούς, ὁρισθέντος τοῦ συλλογισμοῦ φανεροὶ γίνονται διαμαρτόντες. τὸν δὲ αὐτὸν ὁρισμὸν δεῖ καὶ τοῦ ἐλέγχου εἶναι ὅνπερ καὶ τοῦ συλλογισμοῦ, πλὴν προσκεῖσθαι τὴν ἀντίφασιν· ἔστι γὰρ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως ἐχούσης τοὺς εἰρημένους διορισμούς. εἰ οὖν μὴ ἔστι συλλογισμὸς τοῦ συμβεβηκότος, οὐδὲ ἔλεγχος ἐγχωρεῖ εἶναι ἀπὸ τοῦ συμβεβηκότος. οὐκ ἔστι δέ· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, καὶ τοῦδε τόδε, ἤδη ἀνάγκη καὶ τὸ πρῶτον τῷ ἐσχάτῳ ἐνεῖναι, οἷον εἰ τοῦ κύκνου λευκοῦ ὄντος, τὸ δὲ χρῶμα, οὐκ ἤδη ὁ κύκνος χρῶμα. οὐδʼ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν τὰς τρεῖς γωνίας ἴσας ἔχει, συμβέβηκε δὲ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ἤδη καὶ πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει· πάλαι γὰρ τὸ οὕτω λέγειν ἐλήλεγκται· οὐ γὰρ ᾗ σχῆμα οὐδʼ ᾗ πρῶτον, ἀλλʼ ᾗ τρίγωνον ἡ ἀπόδειξις πρόεισιν. [15] *[crux: λευκοῦ]*
πρῶτον δὲ καὶ ἀρχὴ τῶν σχημάτων τὸ τρίγωνον, εἴπερ τούτῳ τἄλλα καὶ συντίθεται καὶ διαλύεται. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥστε εἰ ὁ ἔλεγχος συλλογισμός τις, οὐκ ἂν εἴη ἔλεγχος κατὰ συμβεβηκὸς ἀληθής. ἀλλὰ παρὰ τοῦτον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιστημόνων ἐλέγχονται· κατὰ συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺς πρὸς τοὺς εἰδότας. οἱ δὲ οὐ δυνάμενοι διαιρεῖν, ποῖα δεῖ κατηγορεῖν καὶ ὅπως, ἢ ἐρωτώμενοι διδόασιν ἢ οὐ διδόντες οἴονται δεδωκέναι. Οἱ δὲ παρὰ τὸ πῆ καὶ ἁπλῶς παραλογισμοὶ ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ αὐτοί, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἀπόφασις· τοῦ γὰρ πῆ λευκοῦ τὸ πῆ οὐ λευκόν, τοῦ δὲ ἁπλῶς λευκοῦ τὸ ἁπλῶς οὐ λευκὸν ἀπόφασις. εἰ οὖν δόντος τὸ πῆ εἶναι λευκὸν τὸν Αἰθίοπα ὡς ἁπλῶς εἰρημένον λαμβάνει, οὐ ποιεῖ ἔλεγχον· οὐ γὰρ ἐκ τῶν δεδομένων συλλογίζεται, φαίνεται δὲ διὰ τὴν ἄγνοιαν τοῦ τί ἐστιν ἔλεγχος. Φανερώτατα δὲ πάντων οἱ πρότερον λεχθέντες παραλογισμοί, λέγω δὴ τοὺς περὶ τὴν λέξιν, παρὰ τὸν τοῦ ἐλέγχου γίνονται διορισμόν, διὸ καὶ οὕτω προσηγορεύθησαν· παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν καὶ τὸ ὑπερβαίνειν τῶν ἐν τῷ τοῦ ἀληθοῦς ἐλέγχου ὁρισμῷ τηρουμένων ἡ φαντασία τῆς ἀπάτης γίνεται. [15]
διαιρουμένοις οὖν οὕτω τοῖς τοιούτοις σοφίσμασι κοινὸν ἐπὶ πᾶσι θετέον τὴν τοῦ ὁριστικοῦ λόγου ἔλλειψιν. Πάλιν δὲ ἐπὶ τοὺς ἐκτὸς τῆς λέξεως ἐρχόμενοι λέγομεν, ὡς καὶ οἱ λαμβάνοντες τὸ ἐν ἀρχῇ καὶ οἱ τὸ ἀναίτιον ὡς αἴτιον τιθέμενοι δῆλοι διὰ τοῦ ὁρισμοῦ τοῦ ἀληθοῦς ἐλέγχου ὡς παρὰ τὴν τούτου ἄγνοιαν καὶ τὴν ἔλλειψιν γίνονται. δεῖ γὰρ ἐν τοῖς κυρίως συλλογισμοῖς τὸ συμπέρασμα γίνεσθαι τῷ ταῦτα εἶναι καὶ ὡς ἀπʼ αἰτίων γεννᾶσθαι τῶν προτάσεων ἕτερον ὂν ἐκείνων, ὅπερ οὐκ ἦν ἐν τοῖς ἀναιτίοις, καὶ μὴ συναριθμεῖσθαι τὸ ἐξ ἀρχῆς, ὅπερ οὐκ ἔχουσιν οἱ παρὰ τὴν αἴτησιν τοῦ ἐν ἀρχῇ. Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος, καὶ εἰ ἐκεῖνοι πίπτουσι τοῦ διορισμοῦ ἐκτός, καὶ οὗτοι· οὗ γὰρ τὸ ὅλον, καὶ τὸ μέρος. διαφέρουσι δὲ καὶ ἀλλήλων τῷ τοὺς μὲν κατὰ συμβεβηκὸς περαίνειν ἁπλῶς καὶ μὴ ἀντιστρέφειν, τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀντιστρέφειν, καὶ ὥσπερ δὶς τὸ αὐτὸ λαμβάνειν τῇ μεταποιήσει. διὰ τοῦτο καὶ τὸν μὲν ἐφʼ ἑνὸς λέγομεν τὸν δὲ ἐν πλείοσι· τὰ γὰρ ἑνὶ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν. ἔστι δʼ οὐ πάντως ἀληθῶς· οὐ γάρ, εἰ ὁ κύκνος λευκόν, καὶ τὸ λευκὸν πάντως κύκνος. [15]
ἢ πάλιν ὡς ἐν τῷ Μελίσσου λόγῳ τὸ αὐτὸ εἶναι λαμβάνει τὸ γεγονέναι καὶ ἀρχὴν ἔχειν· ἐπεὶ γάρ, φησί, τὸ γεγονὸς καὶ τὸ πεπερασμένον εἰσὶ ταὐτὰ τῷ ἔχοντι ἀρχήν, ἔσται λοιπὸν καὶ τὸ γεγονὸς καὶ τὸ ἔχον ἀρχὴν ταὐτά. ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν· οὐ γάρ, εἰ τὰ τὸ αὐτὸ κατὰ ποσὸν μέγεθος λαμβάνοντα ἴσα γίνεται, καὶ τὰ ἴσα γινόμενα ἓν μέγεθος λαμβάνει, οἷον εἴπερ Σωκράτης καὶ Θεαίτητος ἴσοι (τριπήχεις γὰρ ἄμφω), ἤδη που καὶ ἓν κατʼ ἀριθμὸν καὶ ταὐτὸν μέγεθος ἔχουσιν. ἐπὶ πᾶσι γὰρ τὸ ἑπόμενον καθόλου ὡς ἰσάζον λαμβάνει. ἐπισκεπτόμενοι δὲ καὶ ἄλλως οἱ τοιοῦτοι παραλογισμοὶ τὸ ἀσύστατον ἔχουσιν. δύο γὰρ καταφάσεις ἐν δευτέρῳ λαμβάνουσι σχήματι. Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ἐν τῷ μὴ διαρθροῦν ἡμᾶς τὸν τῆς προτάσεως λόγον. πρότασις γάρ ἐστιν ἡ ἓν καθʼ ἑνὸς κατηγοροῦσα ἢ ἀποφάσκουσα· ἑκάτερος γὰρ τῶν κειμένων ὅρων ἓν ἀξιοῦται σημαίνειν πρᾶγμα, οἷον ἄνθρωπος καὶ λευκὸν ἑνὸς ἑκάτερος ἔσται δηλωτικὸς καὶ οὐ πλειόνων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. εἰ οὖν μία πρότασις ἡ ἓν καθʼ ἑνὸς ἀξιοῦσα, καὶ ἁπλῶς ἔσται πρότασις ἡ τοιαύτη ἐρώτησις. ἐπεὶ δὲ συλλογισμὸς ἐκ προτάσεων, ἡ δὲ πρότασις ἓν καθʼ ἑνός, φανερὸν ὅτι καὶ οὗτος ἔσται ἐν τῇ ἐλέγχου ἀγνοίᾳ· φαί νεται γὰρ εἶναι πρότασις ἡ οὐκ οὖσα πρότασις. [15]
40
ἂν τοίνυν πλειόνων ἐρωτημάτων προτεθέντων παρὰ τοῦ σοφιστοῦ ἐποιήσατο τὴν ἀπόκρισιν ὁ προσδιαλεγόμενος ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος· εἰ δὲ μὴ δέδωκε φανερῶς, ἀλλὰ φαίνεται τῷ σιωπῆσαι ἢ τῷ διστάσαι, φαινόμενος. ὥστε πάντες οἱ τρόποι πίπτουσιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. τί δὲ κωλύει καὶ πάλιν ἀναλαβεῖν καὶ δὶς τὰ αὐτὰ διὰ τὸ σαφέστερον ἐπελθεῖν καὶ λύσιν τινὰ μετρίαν πρὸ τῆς ἀκριβεστέρας καὶ μείζονος κἀντεῦθεν δοῦναι τοῖς παραλογισμοῖς; οἱ μὲν οὖν παρὰ τὴν λέξιν, ὡς εἴρηται, πεσοῦνται πάντες ἐκτὸς τοῦ διορισμοῦ, ὅτι οὐκ ἀληθῆ συνάγουσιν ἀντίφασιν, ὅπερ ἦν τοῦ κυρίως ἐλέγχου, ἀλλὰ φαινομένην· τὸ γὰρ κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ οὐκ ἀντίφασις, ὡς συναληθεύουσα ἐπʼ ἄλλου καὶ ἄλλου λαμβανομένη· οἱ δʼ ἄλλοι παρὰ τὸν τοῦ συλλογισμοῦ ὁρισμὸν ἐλλείψαντός του τῶν παρατετηρημένων οἷς ὅ τε ἁπλῶς συνίσταται συλλογισμὸς καὶ ὁ ἀληθὴς ἔλεγχος. Γίνεται γοῦν ἡ ἀπάτη ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι τῶν μὲν παρὰ τὴν ὁμωνυμίαν καὶ τὸν ἀμφίβολον λόγον τῷ μὴ δύνασθαι διαιρεῖν ἡμᾶς τὸ πολλαχῶς λεγόμενον. ὁ γὰρ συναισθόμενος, κατὰ πόσων σημαινομένων τὸ κύων ἢ τὸ σιγῶντα φέρεται, καὶ διελόμενος ἧττον ἐν τοῖς τοιούτοις ἀπατηθήσεται· ἐργῶδες δὲ τοῦτο ποιεῖν αὐτίκα καὶ τοῖς εἰς ἄκραν ἕξιν λογικὴν ἀφιγμένοις. [15]
ἔστι γὰρ ἃ κἀκείνοις οὐκ εὔπορον διελεῖν ἀγωνιζομένοις ἀθρόως, οἷον τὸ ὄν, τὸ ἓν καὶ τὸ ταὐτόν. ἴσως δʼ ἂν διαιρεθεῖεν τό τε ὂν ἐν τοῖς δέκα γένεσι καὶ ἐν τῷ δυνάμει καὶ ἐνεργείᾳ, καὶ ταὐτόν τι ἕτερον ἑτέρῳ πάλιν ἢ γένει ἢ εἴδει ἢ ἀριθμῷ· κατὰ τὰ αὐτὰ δὲ καὶ τὸ ἕν. τῶν δʼ αὖ περὶ τὴν σύνθεσιν καὶ διαίρεσιν ἡ ἀπάτη τῷ μηθὲν οἴεσθαι διαφέρειν συντιθέμενον τὸν λόγον ἢ διαιρούμενον καὶ καταφρονεῖν ὡς οὐδὲν πρᾶγμα· τὸ δὲ διαφέρει πάμμεγα. καὶ ἴσως ἔν τισι ταὐτὸν καὶ ἡνωμένος καὶ διῃρημένος ὁ λόγος σημαίνει ὡς ἐπὶ τῶν ὁρισμῶν ἔχει, οὐκ ἐπὶ πάντων δέ. ὁμοίως δὲ καὶ τῶν παρὰ τὴν προσῳδίαν ἡ ἀπάτη· οὐ γὰρ ἄλλο δοκεῖ σημαίνειν τοῖς ἐρωτωμένοις ἀνιέμενος καὶ ἐπιτεινόμενος ὁ λόγος. ἐπʼ οὐδενὸς γὰρ ἢ οὐκ ἐπὶ πολλῶν τὸ τοιοῦτον εὕροι τις ἄν· ἐπὶ γὰρ τῶν πλείστων πρὸς τὴν διαφορὰν τοῦ τόνου ἢ τοῦ πνεύματος καὶ ἡ τῆς λέξεως ἀκολουθεῖ σημασία. Θάλης μὲν γὰρ καὶ Θαλῆς ταὐτὸν σημαίνει· ἄμφω γὰρ ἑνὸς ὀνόματα κύρια· τὸ δὲ ἄγνος καὶ ἁγνὸς καὶ ἀργὸς καὶ Ἄργος ἕτερα. ποικίλη δὲ καὶ ἡ κατὰ τὴν ὁμοιότητα τῆς λέξεως ἀπάτη, οἷον ἐπὶ τῶν ῥημάτων· ἢ γὰρ ἐνεργητικῶς μὲν προφέρονται, πάθος δὲ σημαίνουσιν, ὡς τὸ ὁρᾶν καὶ ἀκούειν, ἢ τὸ ἀνάπαλιν, ὡς ἀγωνίζεσθαι, μέμφεσθαι. ἔτι δὲ τὸ κινεῖν καὶ τὸ νοσεῖν ὅμοια μὲν τῇ προφορᾷ, ὥσπερ καὶ τὸ τύπτεσθαι καὶ λοιδορεῖσθαι, ἕτερα δὲ τῷ σημαινομένῳ· τὸ μὲν γὰρ ἐνέρ γειαν ἐν ἀμφοτέροις τὸ δὲ πάθος παριστάνει. [15]
ὅταν γοῦν ἁπλῶς τὰ τῇ προφορᾷ ταὐτὰ καὶ τῷ πράγματι θήσομεν, ἀπατώμεθα· χαλεπὸν γὰρ ἐν τούτοις διελεῖν, ποῖα ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται· σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τὸ ἀληθές. μάλιστα δὲ ἐπίσταται συνεπινεύειν καὶ συμπείθειν ταὐτὰ τὰ ἕτερα οἴεσθαι οὐ μόνον τὸ ἀδυνατεῖν διαιρεῖν ἀπʼ ἀλλήλων τὰ ἐνεργοῦντα ἢ πάσχοντα, ἀλλὰ καὶ τὸ ὑπολαμβάνειν τὸ καθόλου ταὐτὸν εἶναι τῷ μερικῷ· ἄνθρωπος γὰρ ὅ τε καθόλου καὶ ὁ Σωκράτης ὁμοίως ἑνικῶς προφέρονται. ὅταν γάρ τι κατά τινος κατηγορῆται, ὑπολαμβάνομεν ἐν τῷ σχήματι τῆς προσηγορίας τόδε τι εἶναι καὶ ἑνιαῖον καὶ μερικὸν καὶ τῷ ἀριθμῷ ἕν. οὐχ οὕτω δὲ ἐν πᾶσιν ἔχει, ἀλλὰ τῇ μὲν μερικῇ καὶ ἀτόμῳ οὐσίᾳ τοῦτο κἂν δοίη τις (ταύτῃ γὰρ δοκεῖ μάλιστα παρέπεσθαι τὸ τόδε τι καὶ τὸ ὡρισμένον καὶ μοναδικὸν ὄν), ταῖς μέντοι καθόλου καὶ ἁπλῶς, τοῖς γένεσι καὶ τοῖς εἴδεσιν, οὐ τὸ τόδε μᾶλλον ἢ τὸ τοιόνδε προσήκει· ποιὰν γάρ τινα πλήθους ἀφορίζεται σχέσιν. τάττεται δὲ ὁ παρὰ τὸ σχῆμα τρόπος ἐν τοῖς παρὰ τὴν λέξιν σοφίσμασι. πρῶτον μὲν οὖν ἐν τούτοις ἡ ἀπάτη γίνεται μετʼ ἄλλων σκοπουμένοις ἢ καθʼ αὑτούς· ἡ μὲν γὰρ μετʼ ἄλλου σκέψις διὰ λόγων καὶ ὀνομάτων, ἡ δὲ καθʼ αὑτὸν οὐχ ἧττον διʼ αὐτοῦ τοῦ πράγματος. συμβαίη δʼ ἄν ποτε καὶ καθʼ αὑτὸν ἀπατηθῆναι, ὅταν πρὸς τὸν λόγον ἢ τὰ ὀνόματα τὴν σκέψιν ποιῆται. [15]
δεύτερον δὲ ὅτι ἡ μὲν ἀπάτη ἐκ τῆς ὁμοιότητος, ἡ δὲ ὁμοιότης ἐκ τῆς λέξεως. τῶν δὲ παρὰ τὸ συμβεβηκὸς καὶ ἐκτὸς τῆς λέξεως διὰ τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά, μηδὲ ποῖα τῶν κατηγορημάτων τῷ τε κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ ταυτίζεται, ποῖα δʼ οὔ· οὐ γὰρ ἓν τὸ ἐν κύκνῳ λευκὸν καὶ ὁ κύκνος οὐδὲ ταὐτόν, εἰ καὶ τὸ ὑποκείμενον ἓν ὥσπερ ἀνάβασις καὶ κατάβασις. ὁμοίως δὲ καὶ τῶν παρὰ τὸ ἑπόμενον. ὅτι γὰρ ἐπὶ πολλῶν φαίνεται τὸ ἑπόμενον ἀντιστρέφειν, ὡς ἐπί τε τῶν ἰδίων καὶ τῶν εἰδῶν καὶ τῶν ὁρισμῶν καὶ ὁριστῶν, καὶ ἐπὶ πάντων οὕτως ἔχειν ἀξιοῦται. οὐκ ἔστι δέ· οὐ γάρ, εἰ τόδε ἀπὸ τοῦδε μὴ χωρίζεται, οὐδὲ θάτερον ἀπὸ θατέρου, οἷον εἴπερ τὸ μέλι τοῦ ξανθοῦ ἐκτὸς οὐχ εὑρίσκεται, καὶ τὸ ξανθὸν ἤδη τοῦ μέλιτος ἀχώριστον. τῶν δὲ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ τῶν παρὰ τὸ πῆ καὶ ἁπλῶς ἐν τῷ παρὰ μικρὸν ἡ ἀπάτη· ὡς γὰρ οὐδὲν προσσημαῖνον τὸ τὶ ἢ πῆ ἢ τὸ ἁπλῶς ἢ τὸ πῶς ἢ τὸ νῦν καθόλου συγχωροῦμεν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ λαμβανόντων καὶ τῶν ἀναιτίων, καὶ ὅσοι τὰ πλείω ἐρωτήματα ὡς ἓν ποιοῦσιν· ἐν ἅπασι γὰρ ἡ ἀπάτη διὰ τὸ παρὰ μικρόν. οὐ γὰρ ἀκριβοῦμεν οὔτε τῆς προτάσεως οὔτε τοῦ συλλογισμοῦ τὸν ὅρον τῷ μηδὲν ὑφορᾶσθαι ἀπαντή σειν τῇ βραχύτητι τοῦ παροφθέντος καὶ τῷ μᾶλλον συγκεχύσθαι ἐν ταῖς μετʼ ἄλλου σκέψεσιν. [15]
Ἐπεὶ δʼ ἔχομεν παρʼ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί, ἔχομεν καὶ παρʼ ὁπόσα οἱ σοφιστικοί· ταὐτὸν γὰρ ἄμφω, ἢ μικρὸν τὸ διάφορον. παρὰ δὲ τοὺς τρισκαίδεκα τρόπους ἐκεῖνοι· παρὰ τοσούτους καὶ οὗτοι. καλῶ δὲ σοφιστικὸν καὶ φαινόμενον ἔλεγχον οὐ μόνον τὸν ἁμαρτόντα τοῦ εἴδους τοῦ συλλογιστικοῦ, ὡς ἂν ἐκ δύο μερικῶν ἢ ἀποφατικῶν ἔν τινι τῶν σχημάτων ἢ ἐξ ὅλων καταφατικῶν ἐν τῷ μέσῳ πλεκόμενον, ἀλλὰ καὶ τὸν ὑγιαίνοντα μὲν ἐν τούτῳ, φαινόμενον δὲ καὶ οἰκεῖον τοῦ πράγματος ὡς ἂν ἐκ τῶν ἀρχῶν τῆς προκειμένης ἐπιστήμης ἀγόμενον, μὴ μέντοι διὰ τέλους τοῦτο φυλάττοντα, ἀλλὰ τοῖς ἀληθέσιν ἔξω ψευδῆ παρενείροντα. εἰσὶ δʼ οὗτοι οὓς καὶ πειραστικοὺς ἐν τοῖς κατʼ ἀρχὰς ὡριζόμεθα. τὸ γὰρ δεικνύειν τὴν μίαν τοῦ τριγώνου πλευρὰν μείζονα τῶν λοιπῶν ἐναντίον ἢ τὸ ἀληθὲς ἔχει· παντὸς γὰρ τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντη μεταλαμβανόμεναι. πῶς μὲν γεωμετρικὸς ὁ λόγος, τῷ ἁπλῶς τρίγωνα λαμβάνειν καὶ γραμμὰς ἐκτείνειν καὶ κύκλους περιάγειν, τῷ δʼ αὖ ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν, καὶ γράφειν μὴ ὡς ἂν γραφεῖεν οὐ γεωμετρικός. ὅθεν συνθλίβει μὲν ὁ πειραστικὸς εἰς ἀντιφάσεις τὸν προσποιούμενόν του ἐπιστήμονα εἶναι καὶ ἐπʼ ὠφελείᾳ ἔστιν οἷς (ἀφαιρεῖται γὰρ αὐτῶν τὴν ματαίαν δοξοσοφίαν), φαινόμενος δέ, ὥς γε εἴρηται, οἰκεῖος τοῦ πράγματος πάντη οὐκ ἔστιν· οὐ γὰρ ἂν ἴσχυσεν ἐλέγξαι τοιοῦτος ὁ παρὰ Πλάτωνι Εὐθύφρων καὶ Γοργίας. [15]
45
ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἐκ τῶν κοινοτάτων ἀρχῶν καὶ ἐνδόξων λαμβάνει, ἐδείχθη δὲ καὶ ἡ πειραστικὴ ἐκ τῶν προσεχῶν τῇ κατὰ μέρος ἐπιστήμῃ καὶ ἰδίων, εἴη ἄν τις ἐν ταύταις κοινωνία, καὶ ἔστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, καὶ δύναται ψεῦδος συλλογίζεσθαι διʼ ἄγνοιαν τοῦ διδόντος τὸν λόγον. διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς ὡς αἱ μὲν δῆλον ποιοῦσιν ἀντίφασιν συλλογιζόμεναι τῆς τοῦ ἀποκρινομένου θέσεως (οὐ γὰρ ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα καὶ τοιαῦτά τινα), οἱ μέντοι σοφισταὶ ἄν ποτε καὶ συλλογίζονται τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· καὶ γὰρ τὸν εἰδότα ἐμποδίζουσι τούτοις τοῖς λόγοις· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ ἀμφίβολα οὐδεὶς οἶδε τῶν ἀκροωμένων, εἰ τὴν ἀντίφασιν συνάγουσι. Τοσαῦτα γοῦν παρειπόντες πάλιν ἀνιόντες λέγομεν. ὅτι μὲν οὖν ἔχομεν πάντας τοὺς ἐριστικοὺς τρόπους τῇ αὐτῇ μεθόδῳ δῆλον. ἔτι δὲ καὶ ἐντεῦθεν· παρʼ ὅσα γὰρ φαίνεται τοῖς ἀκούουσιν ὡς ἠρωτημένα συλλελογίσθαι καλῶς, παρὰ ταῦτα κἂν τῷ ἀποκρινομένῳ δόξει. ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἢ διὰ τὴν ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ ἄλλο τι τῶν ἀπηριθμημένων, καὶ ὁ ἀποκρινόμενος παρά τι τούτων κατασεσοφίσθαι δόξει· ὃ γὰρ μὴ ἐρωτώμενός τις ἔνδοθεν καὶ σιγῶν καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ συνένευσε, κἂν ἐρωτηθεὶς θείη, καὶ ἄλλῳ ἐρωτωμένῳ μὴ διδόντι δυσχερανεῖ. [15]
οἱ γὰρ ἀκροαταὶ ἐν ταῖς διαλέξεσι κριταὶ τῆς νίκης τοῖς ἀγωνιζομένοις κάθηνται· ὡς γοῦν οὗτοι διατεθῶσι, τοῖς λόγοις τὸ κῦρος ἕπεται. πλὴν ἐπί τινων διὰ τὸ πρόδηλον, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμὸν συμπεραινομένου τοῦ σοφιστοῦ οὐκ ἄφωνοι μένουσιν οὔθʼ οἱ ἀκροαταὶ οὔθʼ οἱ ἀποκρινόμενοι, ἀλλʼ ἅμα συμβαίνει προσερωτᾶν αὐτοὺς τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζειν, οἷον ὁ Σωκράτης καθήμενος βαδίζει (ἐλέγξει γάρ, ὡς παρείθη τὸ δύναται), καὶ ἔστιν ἄρα λίθον· οὔ φασιν, ἀλλʼ ἔστι λίθος. εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσι, δῆλον ὅτι παρὰ τοσαῦτα ἂν καὶ τῶν ψευδῶν εἴησαν συλλογισμοί. ὁ δὲ φαινόμενος ἔλεγχος παρὰ τὴν ἔκπτωσιν τῶν μορίων τοῦ ἀληθοῦς, καὶ εἴπερ οὐκ ὄχλος τὰ αὐτὰ διὰ τὸ σαφὲς πολλάκις λέγειν, ἐπεὶ ἀληθὴς ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ τἄλλα, φανείη ἂν ψευδὴς ἔλεγχος ἑκάστου τῶν μορίων ἐκλείποντος τῶν κατὰ τὸν ἀληθῆ. οἷον ὁ παρὰ τὸ μὴ αἴτιον τιθέμενος ὡς αἴτιον καὶ ἀπάγων εἰς τὸ ἀδύνατον οὐκ ἐκ τῶν κειμένων ἤχθη οὐδὲ τῷ ταῦτα εἶναι συμ βέβηκεν (ἔδει δέ), καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὴν πρότασιν, ὅ τε κατὰ συμβεβηκὸς παρὰ τὴν ἔλλειψιν τοῦ καθʼ αὑτό (τούτῳ συνυπήχθη καὶ ὁ παρὰ τὸ ἑπόμενον)· ἔτι τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλʼ ἐπὶ ψιλοῦ τοῦ λόγου καὶ τοῦ ὀνόματος συνάγειν τὴν ἀντίφασιν, ὡς ἐπὶ τῶν ὁμωνύμων καὶ ὁμοιοσχημόνων καὶ ἀμφιβόλων καὶ τῶν παρὰ προσῳδίαν, ὅ τε κατὰ σύνθεσιν καὶ διαίρεσιν παρά τε τὸ ἐνδεῆ ληφθῆναι [τὸν] ἐν τῷ συμπεράσματι 〈τὸ〉 κατηγορούμενον τῆς πρώτης θέσεως καὶ τὸ φύρειν τὸ δυνάμει καὶ ἐνεργείᾳ. [5]
παρὰ τὴν ἔλλειψιν δὲ καὶ τοῦ τῆς προτάσεως ὅρου καὶ τοῦ συλλογισμοῦ ὁ παρὰ τὸ πῆ καὶ ἁπλῶς· οὐ γὰρ ἐκ τῶν δοθέντων. πῆ γὰρ ἢ ποῦ ἢ πρός τι ἢ ποτὲ δοθέντος εἶναι ἢ μὴ εἶναι ἁπλῶς ἐπάγει, ἢ τὸ ἔμπαλιν, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτό. ἔτι παρὰ τὸ μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ ὁ τὸ ἐν ἀρχῇ λαμβάνων. ὥστʼ ἔχομεν, παρʼ ὅσα μὲν γίνονται οἱ παραλογισμοί· παρὰ πλείω δὲ οὐκ ἂν εἶεν, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες. Ὑπὲρ ἁπάντων δὲ κοινῶς ἀποφαινόμενοι λέγομεν ὡς πᾶς σοφιστικὸς ἔλεγχος ἢ συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἢ ἔλεγχος, ἀλλὰ πρός τινα· πρὸς γὰρ τὸν μὴ καλῶς ἀποκρινόμενον. ἂν γὰρ μὴ λάβοι ὁ περιέργως ἐρωτῶν ὅ τε παρὰ τὸ ὁμώνυμον ἓν σημαίνειν καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην ὅτι ταὐτὸν τὸ δεικνύειν καὶ δα κρύειν καὶ οἱ ἄλλοι ὡσαύτως, οὔτʼ ἔλεγχοι οὔτε συλλογισμοὶ οὔθʼ ἁπλῶς οὔτε πρὸς τὸν ἐρωτώμενον. [15]
ἂν δὲ λάβωσι, πρὸς μὲν τὸν ἐρωτώμενον ἔσονται, ἁπλῶς δʼ οὐκ ἔσονται· οὐ γὰρ ἓν τῇ ἀληθείᾳ σημαίνειν εἰλήφασιν, ἀλλὰ φαινόμενον καὶ παρὰ τοῦδε. Οἱ μὲν οὖν ψευδεῖς ἔλεγχοι καὶ συλλογισμοὶ τοσοῦτοι τῷ ἀριθμῷ καὶ τοιοίδε· ἔχομεν δὲ καὶ τὴν διδασκαλικὴν αὐτῶν μέθοδον. τῶν μέντοι ἀληθινῶν ἐλέγχων οὔτʼ ἐπιστήμη τις εὕρηται ἕως νῦν, οὔτε καθʼ ὅσους τρόπους διῄρηνται. τὸ δὲ αἴτιον, ὡς ἐν τοῖς προοιμίοις ἐλέγετο· παρὰ τοσούτοις γὰρ οἱ ἀληθεῖς ἔλεγχοι, παρʼ ὅσοις αἱ ἀποδείξεις. πᾶσαν γὰρ ἀπόδειξιν κατʼ εὐθεῖαν ἔστι καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς περᾶναι, ἣν δήπου καὶ ἀληθινὸν ἐτίθεμεν ἔλεγχον· οἷον εἰ σύμμετρον ἔφησεν τὴν πλευρὰν τῇ διαμέτρῳ, ἀποδείξει ὅτι ἀσύμμετρος. καὶ ἐπὶ σαφεστέρων, ὁ ἄνθρωπος λογικόν, τὸ λογικὸν ζῶον, ὁ ἄνθρωπος ἄρα ζῶον· τοῦτο ἀπόδειξις. εἴ τις γοῦν ἐνίσταιτο μὴ ἀληθὲς λέγων τὸ συμπέρασμα, ἐλέγχοντες αὐτὸν τὸ τοῦ συμπεράσματος λαμβάνομεν ἀντικείμενον, ὅπερ καὶ τίθεται, τὸ οὐ πᾶς ἄνθρωπος ζῶον, καὶ μίαν τῶν κειμένων προτάσεων τὴν ἄνθρωπος λογικόν, καὶ συνάγομεν ἐν τρίτῳ σχήματι ἀδύνατόν τι καὶ ἄτοπον· ἀναιροῦμεν γάρ τι τῶν ὁμολογουμένως ἀληθῶν. εἰ γὰρ οὐ πᾶς ἄνθρωπος ζῶον, πᾶς δὲ ἄνθρωπος λογικόν, οὐ πᾶν λογικὸν ζῶον. [15]
ἀλλὰ μὴν ὑπέκειτο καὶ πᾶν. οὐκ ἄρα ἀληθὴς ἡ ἔνστασις ἡ οὐ πᾶς ἄνθρωπος ζῶον· παρʼ ἐκείνην γὰρ τὸ ἀδύνατον. ἀληθὲς ἄρα τὸ πᾶς ἄνθρωπος ζῶον, ὅπερ ἐξ ἀρχῆς ἦν. εἰσὶ μὲν οὖν οἱ ἀληθεῖς ἔλεγχοι κατὰ τὰς ἀποδείξεις, αἱ δὲ κατὰ τὰς ἐπιστήμας, καὶ παμπληθεῖς ἐν ἑκάστῃ. πολλαὶ δὲ αἱ ἐπιστῆμαι καὶ οὔπω πεπέρανται· ὅσαι γὰρ ἐν τῷ λείποντι τοῦ χρόνου φανήσονται, προσθήκη ταῖς οὔσαις ἔσονται. χρόνος γὰρ ἐκ περιττοῦ, καὶ ἐν ἑκάστῳ γένοιτʼ ἂν καὶ ἐν τῷ παντί, ἥ τε τῶν πραγμάτων τοῦτο προσαναγκάζει φύσις ἀνεξάλειπτον ἔχουσα καὶ τὴν φθορὰν καὶ τὴν γένεσιν. ὥστε οὐ δεῖ πειρᾶσθαι ἀφωρισμένως λαμβάνειν, παρʼ ὁπόσα ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι, ἄνευ τῆς τῶν ὄντων ἐπιστήμης ἁπάντων. τοῦτο δʼ οὐδεμιᾶς ἐστι τέχνης, οὐδέ τις οἶδε τά τε ὄντα τά τʼ ἐσόμενα τὰ προεόντα τε, θεὸς δʼ ἂν τοῦτο μόνος ἔχοι τὸ γέρας. εἰ οὖν μὴ οἷόν τε πάντα τὸν αὐτὸν εἰδέναι ἄνθρωπον, παρὰ δὲ τὰς ἐν ἑκάστῃ ἐπιστημονικὰς οἱ ἀληθεῖς ἔλεγχοι (ἄλλοι μὲν γὰρ παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, καὶ παρὰ τὰς ἐν ἰατρικῇ ἕτεροι καὶ παρʼ ἄλλας ἄλλοι), οὐδὲ κοινήν τινα μέθοδον αὐτῶν ἀποδοῦναι δυνατόν. καὶ τί δεῖ ἐπὶ τούτων προσαπορεῖν; μικροῦ δεῖν οὐδʼ οἱ ψευδεῖς ἐν ὡρισμένοις· ἐν ἀπείροις γὰρ καὶ οὗτοι. οἱ γὰρ πειραστικοὶ καὶ κατὰ μέρος ἄπειροι τῷ καθʼ ἑκάστην τέχνην δύ νασθαι καὶ ψευδῆ συλλογίζεσθαι, οἷον κατὰ γεωμετρίαν γεωμετρικῶς, καὶ κατὰ τὴν ἰατρικὴν ἰατρικῶς· λέγω δὲ κατὰ τέχνην τὸ κατὰ τὰς ἐκείνης ἀρχάς. [15]
50
δῆλον οὖν ὡς οὐ πάντων τῶν ἐλέγχων, ὡς ἂν καὶ τῶν ἀληθινῶν καὶ τῶν πειραστικῶν, ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικὴν μόνον ληπτέον τοὺς τόπους, οὓς καλοῦμεν σοφιστικούς· οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν. ὑποδύεται γὰρ ἡ σοφιστικὴ τὴν διαλεκτικὴν ὥσπερ ἐκείνη τὴν πρώτην φιλοσοφίαν. τοῦ γὰρ πρώτου φιλοσόφου ἐπαγγελλομένου καθʼ αὑτὸ τὰς κοινὰς τῶν ἐπιστημῶν καὶ ἀνωτάτω εἰδέναι ἀρχὰς καὶ τὰς ἀποδείξεις συγγενεῖς ἐπάγοντος, ὁ διαλεκτικὸς τούτων μὲν ὑφεῖται, περὶ μέντοι τὰ πιθανὰ καὶ κοινὰ διατρίβων καὶ ἀληθῶς ἔνδοξα τοῦ πρώτου καὶ ὑπὲρ αὐτὸν ἀντιποιεῖται σχήματος. κατὰ τὰ αὐτὰ δήπου καὶ ὁ σοφιστής, τοῦ διαλεκτικοῦ ἐκ τῶν ἀληθῶς ἐνδόξων συνάγοντος τὴν ἀντίφασιν, αὐτὸς ἔκ τινων κοινῶν καὶ φαινομένων ἐνδόξων, ψευδῶν μέντοι τοῦτο ποιῶν τὸ τοῦ διαλεκτικοῦ ποιεῖν ἔργον δοκεῖ. ὥστε τὸν μὲν καθʼ ἑκάστην ἐπιστήμην ἔλεγχον τοῦ κατὰ τοῦτο τὸ μέρος ἐπιστήμονός ἐστι θεωρεῖν, εἴ γε μὴ ὢν φαίνοιτο, εἴ τʼ ἔστι, διὰ τί ἐστι· τὸν δὲ κοινὸν καὶ ὑπʼ οὐδεμίαν τέχνην τῶν διαλεκτικῶν. εἰ γὰρ ἔχομεν διὰ τῶν Τοπικῶν, ἐξ ὧν οἱ ἔνδοξοι συλλογισμοὶ περὶ ὁτιοῦν, ἔχομεν καὶ ἐξ ὧν οἱ φαινόμενοι ἔλεγχοι καὶ σοφιστικοί. ὁ δὲ ἔλεγχός ἐστιν, ὡς πολλάκις ἐλέχθη, ἀντιφάσεως συλλογισμός, τοῦτο δὲ ἢ διʼ ἑνὸς ποιεῖ συλλογισμοῦ, ὃ καὶ σπάνιον (εὐφώρατον γάρ), ἢ διὰ δύο, ὃ καὶ πλεῖστον, ὡς ἐν τοῖς Ἀναλυτικοῖς λέγεται. [15]
καὶ ὅταν μὲν ἐν ἑνὶ συλλογισμῷ, δεῖ τὴν ἀντίφασιν ἔχειν τὴν μείζω πρότασιν ὡς ἐκεῖνα ʼὁ ἄνθρωπος ζῶον, τὸ ζῶον καὶ λευκὸν καὶ οὐ λευκόν, καὶ ὁ ἄνθρωπος οὕτω· καὶ ἡ ἰατρικὴ ὑπόληψις καὶ οὐχ ὑπόληψις, ὅτι καὶ ἡ ἐπιστήμη, ὑφʼ ἣν ὡς εἶδος.ʼ διʼ ἄλλου δὲ καὶ ἄλλου, ὡς ἡ ἀνδρεία καὶ ἀγαθὸν καὶ κακόν, τὸ μὲν ὅτι ἀρετὴ τὸ δὲ ὅτι τραυμάτων καὶ σφαγῆς αἰτία. ἔχομεν ἄρα παρʼ ὁπόσα πάντες εἰσὶν οἱ τοιοῦτοι. εἰ δὲ τοῦτʼ ἔχομεν, καὶ τὰς λύσεις ἔχομεν· αἱ γὰρ τούτων ἐνστάσεις λύσεις εἰσίν. ἃ γὰρ ἐνιστάμενοι προφέρομεν τοῖς ὑλακτεῖν τὸν ἐν θαλάσσῃ κύνα συνάξασιν, ὡς οὐκ ἐπʼ αὐτοῦ σημαινομένου τὸ ὑλακτεῖν δεδώκαμεν ἀλλʼ ἐπὶ τοῦ χερσαίου, καὶ ἐν τοῖς ἄλλοις ὁμοίως, τούτοις αὐτοῖς καὶ τὸ σόφισμα λύομεν. ἄνω δὲ καὶ κάτω φαινομένους ἐλέγχους λέγομεν οὐχ ὁτῳοῦν· οὐ γὰρ τῷ τυχόντι καὶ ἰδιώτῃ ἀλλὰ τοῖς τοιοῖσδε τοῖς ἐν φιλοσοφίᾳ καὶ ἐπιστήμοσιν. ὁ γὰρ μὴ εἰδὼς ἐξ ὧν ἀπατηθήσεται, ἄπειρα ἕξει τὰ ἀπατήσοντα· ἀόριστα γάρ ἐστιν, ἐάν τις σκοπῇ, παρʼ ὁπόσα φαίνονται τοῖς τυχοῦσιν· οἱ μέντοι ἐπιστήμονες οἴδασι, κατὰ τίνα τῶν τρόπων τόδε προέβη τὸ σόφισμα. [15]
ὥστε φανε ρὸν ὡς ὁ διαλεκτικὸς μόνος δύναται λαβεῖν καὶ γνῶναι, κατὰ τίνας αἰτίας καὶ πόσας γίνονται διὰ τῶν κοινῶν ἀρχῶν, καὶ μόνος οὗτος τόν τε ὄντα ἔλεγχον διακρινεῖ καὶ φαινόμενον καὶ τὸν διαλεκτικὸν ἢ φαινόμενον διαλεκτικὸν ἢ πειραστικόν. Καὶ ἡμεῖς μὲν οὕτω τοὺς τῶν σοφιστῶν ἐλέγχους κατʼ εἴδη καὶ κατὰ γένος διῃρήκαμέν τε καὶ ἐδιδάξαμεν καὶ πρώτην αὐτῶν ἐκείνην καὶ κοινοτάτην διαίρεσιν πεποιήμεθα, καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέξιν τοὺς δὲ ἐκτὸς τῆς λέξεως ὠνομάκαμεν. ἀλλʼ εἰσὶν οἳ τούτοις μὲν οὐ στοιχοῦσιν, ἑτέραν δὲ παρʼ αὐτῶν καὶ καινοτέραν τὴν ἀνωτάτω ποιοῦνται διαφοράν· τοὺς μὲν γάρ φασιν εἶναι πρὸς τοὔνομα τοὺς δὲ παρὰ τὴν διάνοιαν. ταῦτα δὲ εἰ μὴ ταὐτὰ ἀλλʼ ἕτερα, καὶ εἰ πάσας ἔχει τὰς ἀποδεδομένας τῶν σοφισμάτων ἰδέας, καὶ ἐπὶ πᾶσιν εἰ καλῶς οὕτω λέγεται καὶ διῄρηται, ἐπισκεψώμεθα λογικώτερον. καὶ πρῶτον μὲν ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ παρὰ τὴν διάνοιαν, ἀλλʼ οὐ τοὺς αὐτούς. τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν ἀλλʼ ἢ ὅταν μὴ χρῆται τῷ ὀνόματι ὁ ἐρωτῶν ἐπὶ τῇ ἐννοίᾳ ἐκείνῃ καὶ ἐφʼ ᾧ σημαινομένῳ ὁ ἐρωτηθεὶς διανοούμενος ἔδωκεν; τὸ δʼ αὐτὸ τοῦτό ἐστι καὶ πρὸς τοὔνομα· ψιλὸν γὰρ ὥσπερ περιστρέφει τὸ ὄνομα διαφόροις ἐφαρμόττων πράγμασιν. ὡς ἂν δὲ σαφέστερα ἃ λέγομεν γένοιτο, ἐπὶ τῶν ὁμωνύμων γυμνάσωμεν. [15]
πρὸς γὰρ τὸν ἐρωτήσαντα ʼἆρά γε ὁ κύων ὑλακτεῖ;ʼ ἢ ʼὁ ἀετὸς πτηνόν;ʼ εἴ τις δώσει οἰόμενος ἐρωτᾶσθαι περὶ τοῦ χερσαίου ἢ τοῦ ἐν ἀέρι, ὁ δὲ μὴ ἐπὶ τούτοις χρῆται ἀλλὰ μεταφέρει τὸ ὄνομα ἐπὶ τοὺς θαλαττίους, εἶτα δεικνύει τὸν ἀποκριθέντα ψευδόμενον, εἰς ἓν τὰ εἰρημένα συνάγεται· ἥ τε γὰρ διάνοια ἑκατέρων διάφορος καὶ οὐ πρὸς τὸ αὐτό, καὶ τὸ μεταπῖπτον διὰ τὸ πλεῖστα σημαίνειν τὸ ὄνομα τῆς πλάνης αἴτιον. εἰ δὲ μὴ τὸ ὄνομα σημαίνει πλείω, ἢ καὶ σημαῖνον ὡς ἓν δηλοῦν ὑπὸ τοῦ ἐρωτῶντος καὶ ἀποκρινομένου ὑπολαμβάνεται, ἀπάτη μὲν οὐκ ἔσται, πάλιν δὲ ταὐτὸν ἔσται ἄμφω· οἷον τὸ ἓν καὶ τὸ ὂν ἴσως πολλὰ σημαίνει, ὁ μέντοι Παρμενίδης καὶ Ζήνων ἓν ἄμφω καὶ καθʼ ἑνὸς σημαινομένου τιθέμενοι εἰ ἕτερος ὑφʼ ἑτέρου προσηρωτᾶτο, εἰ ἓν τὸ ὂν καὶ μονοειδές, καὶ ὁ διδοὺς ἓν εἶναι Ζήνων καὶ ὁ λαμβάνων Παρμενίδης ἀμφότεροι καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν ἀλλήλων διειλεγμένοι εἴησαν. εἰ δέ τις πολλὰ οἴεται σημαίνειν καὶ ἐρωτήσει, οὐ πρὸς τὴν διάνοιαν αὐτοῦ δῆλον ὅτι ἀπηντηκὼς ἔσται ὁ ἀποκριθεὶς ἕν, ὥς γε εἴρηται. καὶ τοῦτο μὲν οὕτως. ἔπειτα δὲ τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν οὐκ ἐπὶ πάντας φθάνει τοὺς παραλογισμούς, ἀλλὰ περὶ μόνους τούτους ὅσοι πλείω σημαίνουσιν. εἶεν δʼ ἂν τῶν ἐντὸς τῆς λέξεως μόνοι οἱ κατὰ τὸ ὁμώνυμον καὶ ἀμφίβολον οἵ τε παρὰ προσῳδίαν καὶ κατὰ τὴν ὁμοιο σχημοσύνην. [15]
ἄλλως τε οὐδʼ ἐν τούτοις αὐτοῖς ἀεὶ τὸ αἴτιον ἐν τῇ λέξει, ἵνʼ ᾖ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν, ἀλλʼ ἔστιν ὅτε πρὸς τὸ ποιὸν εἶναι τὸν ἐρωτῶντα ἢ ἀποκρινόμενον. οἰηθείη γὰρ ἄν τις τό τε μονοειδὲς πολύσημον καὶ τὸ ἔμπαλιν, ὡς δὲ ἔχει, καὶ δώσει καὶ ἀπολήψεται. ἔτι εἰ ἀποδέδεικται τοὺς αὐτοὺς εἶναι τοὺς παρὰ τὴν διάνοιαν τοῖς πρὸς τοὔνομα, πάντας δὲ ἐκεῖνοι τῇ διαιρέσει συνέχειν ᾤοντο, ἔσονται πάντες πρὸς ἓν τοῦτο συγκεκλεισμένοι τὸ κατὰ τὸ ὄνομα. ἀλλὰ μὴν τοῦτο ἐν τοῖς ἐντὸς τῆς λέξεως παραλογισμοῖς ἐθεωρεῖτο μόνοις καὶ τούτοις οὐ πᾶσι. λείπεται ἄρα τούς τε ἐκτὸς τῆς λέξεως ἅπαντας καὶ τοὺς παρὰ σύνθεσιν καὶ διαίρεσιν ἐκτὸς πίπτειν τῆς εἰσηγημένης παρʼ αὐτῶν διαιρέσεως. ἣν δὲ μὴ ἄφυκτον διαίρεσιν ἐν τοῖς λόγοις ἐκακίζομεν πρότερον, τοιαύτη τίς ἐστι. κἀκεῖνο δὲ αὐτοῖς ἔγκλημα τὸ παρόραμα· ὅλως γὰρ ἄτοπον αὐτόθεν τὸ περὶ ἐλέγχων σοφιστικῶν διαλέγεσθαι μὴ πρότερον διαλαβόντας περὶ συλλογισμοῦ· ὁ γὰρ ἔλεγχος συλλογισμός τις. ἔδει οὖν ζητῆσαι περὶ τοῦ ἁπλῶς συλλογισμοῦ πρότερον, εἶτα περὶ τοῦ ἀληθοῦς ἐλέγχου, εὑρόντας δὲ τί ἐστιν ἔλεγχος, ἢ τοσάσδε τὰς τῶν σοφισμάτων ἀρχὰς τίθεσθαι ὅσας καὶ ἡμεῖς, ἢ πάντας ἀνάγειν εἰς τὴν τοῦ ἀληθοῦς ἐλέγχου ἄγνοιαν. ἐχρῆν οὖν περὶ συλλογισμοῦ ἐσκέφθαι πρότερον ἢ περὶ ψευδοῦς ἐλέγχου· ἔστι γὰρ ὁ τοιοῦτος ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ καὶ εἰ μέλλει γενήσεσθαι, δεῖ τὸ αἴτιον τῆς ἀπάτης ἢ ἐν τῷ συλλογισμῷ μόνῳ εἶναι (λέγω δὲ τοῦτο, ὅταν ἐν τῷ συμπεράσματι), ἢ ἐν τῇ ἐρωτήσει τῇ κατʼ ἀντίφασιν προτεινομένῃ καὶ τῇ πλοκῇ τῶν προτάσεων τῷ διττὸν ἢ ἀμφίβολον εἶναι τὸ δοθὲν ἐν προτάσεσιν, ἢ ἐν ἀμφοῖν· ὁ δʼ ἐν μηδετέρῳ ἀληθὴς συλλογισμός. [20]
55
τὸ μὲν οὖν Σωκράτην βαδίζειν νῦν καθήμενον ἐν τῷ συμπεράσματι τῷ ἐλλεῖψαι· αἱ γὰρ προτάσεις ἄληπτοι· τὸ δὲ σιγῶντα λέγειν ἐν τῇ τῆς ἐρωτήσεως ἀντιφάσει καὶ τῷ ἀμφίβολον λαβέσθαι πρότασιν, τὸ μέντοι συμπέρασμα ἀληθὲς τὸ ἔστιν ἄρα σιγῶντα λέγειν. τὸ δʼ ὅτι ἡ Ὁμήρου ποίησις σχῆμα, διότι κύκλος, καὶ ὃ μὴ ἔχει δοίη τις, ἐν ἀμφοῖν· ὅ τε γὰρ κύκλος διπλοῦν, ἥ τε ποίησις ὡς περὶ τὰ αὐτὰ στρεφομένη καὶ τὸ παρὰ γεωμέτραις σχῆμα, καὶ τὸ συμπέρασμα ὅτι ἡ ποίησις σχῆμα ἐπίπεδον ψευδές. πάλιν, ἆρʼ ὃ μὴ ἔχει τις, δοίη ἄν; οὔ· τί δέ; ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως; ναί. ἄρʼ οὖν ὃ μὴ ἔχει τις, δοίη ἄν. οὕτω δὲ ἔδει συμπερᾶναι ʼὃ ἄρα μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέωσʼ, καὶ οὕτως ἔδει ἐρωτῆσαι ʼἆρʼ ὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει, ἢ οὔ;ʼ ἀλλʼ οὐχὶ ὃ μὴ ἔχει τις δοίη ἄν. Ἀλλὰ δὴ ὅθεν ἦλθεν ὁ λόγος, ἐπανιτέον, καὶ ἔτι προσωτέρω τοὺς ἐλέγχους ἀγάγωμεν τὴν τῶν οὕτω διαιρούντων ἐπὶ πλέον δόξαν εὐθύνοντες. πότερον οἱ ἐν τοῖς μαθήμασι παραλογισμοί, οἳ καὶ πειραστικοὶ λέγονται, κατὰ τὴν τοῦ ἐρωτωμένου εἰσὶ διάνοιαν ἢ οὔ; ἀλλὰ πῶς ἂν εἶεν; εἰ γάρ τις καίπερ εἰδὼς ὡς τὸ τρίγω νον σημαίνει πολλά, τό τε σκαληνὸν καὶ ἰσοσκελὲς καὶ ἰσόπλευρον, εἶτα ἐρωτηθεὶς εἰ παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις, καταφήσει βλέπων πρὸς μόνον τὸ ἰσοσκελές, ὁ μέντοι σοφιστὴς συμπεράνῃ ἐπὶ τοῦ σκαληνοῦ τὴν ἀντίφασιν (τούτου γὰρ οὐκ ἴσαι), οὐκ ἂν εἴη διειλεγμένος ὁ ἐρωτήσας κατὰ τὴν τοῦ ἀποκρινομένου διάνοιαν. [5]
καὶ ἔτι μᾶλλον, εἰ πολλὰ σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδʼ οἴεται, οἷον τὸ κύων, καὶ δοίη κατὰ πάντων τὸ ὑλακτεῖν, εἶτα συκοφαντεῖται ὡς τὸν ἀστέρα ὑλακτεῖν εἴποι, πῶς οὗτος ἐλεγχόμενος ἔσται ἢ διειλεγμένος ἐκεῖνος; ἆρʼ οὐ παρὰ τὴν διάνοιαν; οὐ γὰρ ὃν οὗτος τῇ διανοίᾳ κύνα ἀπέδωκε, συνῆξεν ἐκεῖνος. ἀλλὰ μὴν ταῦτα δοκεῖ καὶ πρὸς τοὔνομα εἶναι, ὥστʼ ἐκ πάντων συνάγεται μὴ ἑτέρους ἀλλήλων εἶναι. Καὶ τοσούτων εἰρημένων ἔτι ἐνίστανται φάσκοντες ὡς ἔστιν ἀναλῦσαι τοὺς ἐλέγχους ὡς εἰς ἀρχὰς κοινὰς εἰς ταῦτα, εἴπερ κατὰ διαίρεσιν αἱ ἐρωτήσεις προτείνοιντο. ἔσται δὲ τοῦτο οὕτως· ἆρʼ ἔστι σιγῶντα λέγειν ἢ οὔ; ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δʼ ὡς ναί; ἁπλῶς μὲν γὰρ ὁ σιγῶν οὐ λέγει, τρόπον δὲ ἄλλον ἔστι σιγῶντα λέγειν τὰ ἄφωνα δήπου καὶ ἄψυχα πράγματα. ἀλλὰ καὶ πάλιν οὐδʼ οὕτως ἔσται ἃ λέγουσιν· οὔτε γὰρ διαφορὰν αὐτοῖς τὰ τῆς διαιρέσεως ἕξουσιν, οὔτε τοὺς τρόπους τῶν σοφισμάτων κατὰ κοινόν τι συνέξουσιν. εἰ γὰρ καὶ μετὰ διαιρέσεως ὁ λόγος προβαίη καὶ ὁ μὲν μηδαμῶς δοίη τὸν σιγῶντα λέγειν, ὁ δὲ συνάξει ὡς δυνατόν, ἁπλῶς μὲν ὁ λόγος ἔσται πρὸς τοὔνομα, ὁ μέντοι ἐρωτήσας πάλιν ἔσται διειλεγμένος παρὰ τὴν τοῦ ἐρωτωμένου διάνοιαν. [20]
οὐκ ἄρα οὐδʼ ἐντεῦθεν ἔστι τι γένος λόγων τὸ παρὰ τὴν διάνοιαν, ἀλλά τινες τῶν παρὰ τὴν λέξιν ἔσονται καὶ κατὰ τοὔνομα καὶ παρὰ τὴν διάνοιαν, οἱ πλεῖστοι δʼ οὔ, ὡς πολλάκις εἴρηται, οὐδεὶς δὲ τῶν ἐκτὸς οὔθʼ ὁ παρὰ σύνθεσιν καὶ διαίρεσιν. Ἔπειτα καὶ τὸ ἀξιοῦν οὕτως ἐρωτῶντας διαιρεῖν πῶς ἂν ἔχοι καλῶς; πρῶτον μὲν γὰρ ἔστιν ὅτε ὁ ἐρωτῶν οὐκ οἶδε, ποσαχῶς ἔχει τὸ ἐρωτώμενον· ὃ δὲ μὴ οἶδε, πῶς ἂν διέλοι; εἶτα καὶ χωρίς ἐστι τὸ διδάσκειν τοῦ διαλέγεσθαι, καὶ τὸ μὲν τοῦ καθαρῶς φιλοσοφοῦντος καὶ τὴν ἀχλὺν τῆς ἀγνοίας ἀπὸ τῆς ψυχῆς αἴροντος τῷ ἀνακαθαίρειν καὶ διαρθροῦν τὰ προσπίπτοντα, τὸ δὲ τοῦ διαλεκτικοῦ, ὃς οὐ διδάσκει ἀλλʼ ἐρωτᾷ· προσποιεῖται γὰρ μὴ εἰδέναι. τὸ γοῦν ἐγκελεύειν τοῖς διαλεγομένοις διαιρεῖν φύρειν ἐστὶ τὴν τάξιν καὶ τῶν πραγμάτων συγχεῖν τὴν διαφοράν. ὃ δʼ ἂν μὴ τῷ διαλεκτικῷ δοίη τις, σχολῇ γʼ ἂν τῷ σοφιστῇ, ὃς εἰ μὴ καὶ τὰ δῆλα κρύψει καὶ πρὸς πᾶν ἀγνῶτι τῷ προσδιαλεγομένῳ χρήσαιτο, λήσεται διεφθορὼς τὴν τέχνην. τὸ γὰρ κεφάλαιον τῆς ἐπιστήμης αὐτῷ νικῆσαι πρὸς ἀπάτην ἐστί, διαιρῶν μέντοι φανερὸν ποιήσει ὡς ἔχει τὸ πρᾶγμα τῷ μήτʼ ἐσκεμμένῳ μήτε εἰδότι μήθʼ ὑπολαμβάνοντι, ὅτι ἄλλως λέγεται. ἀλλʼ ἡμεῖς μὲν οὕτω, οἱ δὲ τοσοῦτον πρόσκεινται ὡς προσαναγ κάζειν καὶ τὰ μὴ διπλᾷ, ἀλλʼ ἑνὸς ὄντα σημαντικὰ καὶ ταῦτα προάγειν κατὰ διαίρεσιν. [15]
τί γὰρ κωλύει ταῦτα, φασί, τοῦτο παθεῖν; ὡς ἐπʼ ἐκείνων τῶν προβλημάτων ʼἆρα ἴσαι αἱ τέσσαρες μονάδες ταῖς δυσὶ δυάσιν ἢ οὔ;ʼ καὶ ὁμώνυμον μὲν ἐν τούτοις οὐδέν, οὐδὲν δʼ ἧττον, φασί, διαίρεσις ἔσται· ὡδὶ μὲν γὰρ ἔσονται ἴσαι, ὡδὶ δʼ οὔ. ἁπλῶς μὲν γὰρ αἱ τέσσαρες μονάδες ὡς ὅλον ταῖς δυσὶ δυάσιν, ἢ ἑκατέρα τῶν δυάδων ταῖς τέσσαρσι μονάσι καθάπαξ οὐκ ἴσαι. καὶ πάλιν, ἆρα τῶν ἐναντίων μία ἐπιστήμη ἢ οὔ; καὶ ἡ διαίρεσις ʼἔστι δὲ τῶν ἐναντίων τὰ μὲν γνωστὰ τὰ δʼ ἄγνωστα.ʼ ὃ δʼ ἀνωτέρω περὶ τούτων διετεινάμην, κἀνταῦθα λέγω· ἐμοὶ γὰρ δοκεῖ ὁ τοῦτʼ ἀξιῶν ἀγνοεῖν ὡς ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι, καὶ ὡς δεῖ τὸν μὲν διδάσκοντα μὴ ἐρωτᾶν, αὐτὸν δʼ ἀφʼ αὑτοῦ λαμβάνοντα δῆλα ποιεῖν τῷ μαθητῇ, τὸν δὲ ἐρωτῶντα μὴ διαιρεῖν, καὶ τὸν σοφιστὴν εἰς ἄδηλον συνελαύνειν ἅπαντα· περὶ γὰρ τὸ μὴ ὂν διατρίβων κατὰ τὸν Πλάτωνα εἰς παντάπασι σκοτεινότατον τόπον καταδέδυκε. Καὶ πρὸς τούτοις, εἰ τὸ φάναι καὶ ἀποφάναι ἀξιοῦμεν τοῦ ἀποδεικνύντος εἶναι καὶ διδάσκοντος, τί ποτε δώσομεν τῷ διαλεγομένῳ καὶ πεῖραν λαμβάνοντι; δεῖ γὰρ διαφέρειν· ἔστι γὰρ ἡ πειραστικὴ διαλεκτική τις, ὡς εἴρηται, διὸ περὶ πάντων ἐπισκοπεῖ καὶ θεωρεῖ οὐ τὸν εἰδότα τὴν ἐπιστήμην καὶ ἀκριβῶς ἔχοντα, ἐξ ἧς τὸ πρόβλημα, ἀλλὰ τὸν ἀγνοοῦντα μὲν προσποιούμενον δέ. [15]
εἰ δὲ δεῖ περὶ τούτων καὶ πλέον εἰπεῖν, ὁ μὲν κατὰ τὰ κοινὰ τὸ πρᾶγμα θεωρῶν καὶ ἀληθῶς ἔνδοξα (κοινὰ δὲ ἢ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς) διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ ἐριστικός. διττὸς δὲ οὗτος, ὅ τε βεβλαμμένος τῷ σχήματι καὶ μὴ σώζων τὸ εἶδος, ὃς καὶ κυρίως ἐριστικός, κἂν ἀληθὲς ᾖ τὸ συμπέρασμα (τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστιν, ὥσπερ ὁ Καινεὺς ἐποίει συνάγων τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ δύο καταφάσεις λαβὼν ἐν δευτέρῳ σχήματι, ἢ ἐν τρίτῳ τὸ πάντα σοφὸν σπουδαῖον εἶναι, ὅτι ὁ Πιττακὸς ἄμφω), καὶ δεύτερος ὁ μὴ ὢν κατὰ τὴν ἑκάστου μέθοδον παραλογισμὸς ὅμως δοκῶν εἶναι τοῖς ἀπειροτέροις ἐκ τῶν οἰκείων τῆς τέχνης ἀρχῶν. τὰ γὰρ ψευδογραφήματα παραλογισμοὶ μέν εἰσιν, οὐκ ἐριστικοὶ δέ, εἴπερ δεῖ τηρεῖν τὴν διαφοράν· οὐ γὰρ ὅ τι ἐστὶ ψευδογράφημα περὶ ἀληθές τι, τοῦτο ἐριστικόν ἐστιν, ἀλλὰ κατὰ τὸ κοινὸν ἔσται παραλόγισμα, τὴν μέντοι κατʼ εἶδος οὐκ ἀπολέσει διαφοράν. τοιοῦτοι δὲ οἷον τὸ τοῦ Ἱπποκράτους τοῦ Χίου ψευδογράφημα ἐπὶ τὸν τοῦ κύκλου τετραγωνισμὸν καὶ τὸ τοῦ Ἀντιφῶντος. ὁ μὲν γὰρ ἐν κύκλῳ περιγράψας τετράγωνον τὰ μέσα ἐμβαδὰ τῶν τετραγωνικῶν πλευρῶν καὶ τῆς τοῦ κύκλου περιφερείας καταναλῶσαι ᾤετο διὰ γραφῆς τριγώνων ἰσοσκελῶν, ὡς ἂν τοῦτο λαβὼν ἕξει καὶ τὸ ἐπίλοιπον τοῦ τετραγώνου (τοῦτο δʼ ἦν ὁ κύκλος) τῷ ὡς ἓν ἀμφότερα τὸ ὅλον εἶναι τετράγωνον. [15]
60
ἀλλὰ τοῦτο ἀδύνατον τῷ τὸ μέγεθος εἰς ἄπειρα εἶναι διαιρετόν. ὁ μέντοι Ἀντιφῶν ἐπεχείρει διὰ τῶν μηνίσκων ἑτέρως· ἐπεὶ δὲ πραγματειωδεστάτη ἡ τοιαύτη ἀπόδειξις τοῖς ἀγεωμετρήτως ὑμῶν ἐντυγχάνουσιν, παρεῖται. ὅμως μέντοι ἀμφότεροι ὡς ἁπλῶς ἐκ γεωμετρίας τοὺς λόγους ποιούμενοι οὐκ ἐριστικοὶ ἀλλὰ τὸ ὅλον τοῦτο πειραστικοί. ὁ δέ γε Βρύσων κατὰ κοινόν τι τετραγωνίζειν ἐπιχειρῶν καὶ οὐ κατὰ τὸ πρᾶγμα τὸ ὑποκείμενον μᾶλλον ἂν εἴη ἐριστικός· τετράγωνα γὰρ ἐκθέμενος ἐν κύκλῳ τρία, ὧν τὸ μὲν ἐγγράψας τὸ δὲ περιγράψας τὸ δὲ μεταξὺ διαγράψας, κοινοῖς ἔπειτα χρῆται λόγοις πρὸς τὴν ἀπόδειξιν οὐ μᾶλλον γεωμέτρῃ ἢ φυσικῷ ἢ ἑτέρῳ τῳ τῶν ἐπιστημόνων προσήκουσιν. ἐπειδὴ γάρ, φησί, τὸ μέσον τετράγωνον καὶ ὁ κύκλος τῶν παρʼ ἑκάτερα τετραγώνων ἄμφω τοῦ μὲν μείζονα τοῦ δʼ ἐλάττονα, τὰ δὲ τῶν αὐτῶν μείζονα καὶ ἐλάττονα ἴσα ἀλλήλοις ἐστίν, ἴσος ἔσται καὶ ὁ κύκλος τῷ μέσῳ τετραγώνῳ. ἔστι δὲ ψεῦδος· τὰ γὰρ ὀκτὼ καὶ ἐννέα τῶν μὲν δέκα ἐλάττω τῶν δὲ ἑπτὰ μείζω, οὐκ ἤδη δὲ καὶ ἀλλήλοις ἴσα. καὶ οὐ μᾶλλον ἐν τούτοις ὁ λόγος ἢ ἐπὶ χρόνων καὶ τόπων καὶ σωμάτων ἐφαρμόσει στερεῶν, ὥς γε εἴρηται. ἣν μὲν οὖν ἄν τις ἐπίδοι διαφορὰν ἐνοῦσαν ἀμφοῖν τοῖν παραλογισμοῖν, τοιαύτη τις ἦν· ἡμεῖς δὲ ἀμφοτέρους εἰς ἓν κεφαλαιούμενοι κατὰ κοινόν τι ἐριστικοὺς καὶ φαινομένους συλλογισμοὺς ὀνομάζομεν καὶ τοὺς βεβλαμμένους τῷ σχήματι καὶ τοὺς ψευδογραφοῦντας. [15]
ἔοικε δὲ ὁ κατὰ τὸ πρᾶγμα παραλογισμὸς τῇ ἐν τῇ ἀγωνίᾳ ἀδικίᾳ· ὡς γὰρ ἐκείνη εἶδός τι ἔχει καὶ καλεῖται ἀδικομαχία, οὕτως ἐν ἀντιλογίᾳ ἀδικομαχία τίς ἐστιν ἡ ἐριστική· ἐκεῖ τε γὰρ οἱ πάντα νικᾶν προαιρούμενοι πάντων ἅπτονται καὶ τρέχοντες ἀλλήλοις προσπταίουσι κατέχοντες καὶ σκῶλα τοῖς ποσὶν ὑπορρίπτοντες, καὶ ἐνταῦθα οἱ ἐριστικοὶ τὸν δρόμον τοῦ λόγου ἀνακόπτουσι τοῖς ὁμωνύμοις καὶ ἀμφιβόλοις. οἱ μὲν οὖν τῆς νίκης αὐτῆς χάριν τοιοῦτοι ἐριστικοὶ ἄνθρωποι καὶ φιλέριδες εἶναι δοκοῦσιν, οἱ δὲ δόξης χάριν τῆς εἰς χρηματισμὸν σοφιστικοί· ἡ γὰρ σοφιστική ἐστιν, ὡς εἴπομεν, χρηματιστική τις ἀπὸ σοφίας φαινομένης· διὸ φαινομένης ἀποδείξεως ἐφίενται. καὶ τῶν αὐτῶν μὲν λόγων εἰσὶν οἱ φιλέριδες καὶ οἱ σοφισταί, ἀλλʼ οὐ τῶν αὐτῶν ἕνεκεν, ἀλλʼ ᾗ μὲν νίκης φαινομένης, ἐριστικοί, ᾗ δὲ σοφίας, σοφιστικοί. καὶ γὰρ ἡ σοφιστική ἐστι φαινομένη σοφία ἀλλʼ οὐκ οὖσα. Τούτων οὕτω διαιτηθέντων πάλιν ὡς ἓν τὸν ἐριστικὸν λαμβάνοντες καὶ σοφιστικὸν ζητοῦμεν ἰδεῖν, πῶς ποτε πρὸς τὸν διαλεκτικὸν ἔχει. ἔχει δὲ ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην ὁ ἐριστικὸς καὶ σοφιστικὸς πρὸς τὸν διαλεκτικόν· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται, κα θάπερ ὁ ψευδογράφος τὸν γεωμέτρην ἐκ τῶν γεωμετρικῶν. [15]
φθάνει δὲ ὁ ἐριστικὸς κἀν τοῖς μαθήμασιν ἄλλον τρόπον ἢ ὁ πειραστικός. ὁ γὰρ ψευδογράφος εἰ μὲν ἐκ τῶν ἀρχῶν πρόεισι τῶν γεωμετρικῶν, τὸ ὅλον τοῦτο πειραστικὸς συλλογισμὸς ἐν μαθήμασιν· εἰ δὲ ἀπό τινων κοινοτέρων καὶ ὑπερβαινόντων καὶ πολλοῖς ἁρμοζόντων γένεσιν, ἐριστικός· σώζει γὰρ τὸ πρόσχημα. ὥστε ὁ μὲν διὰ τῶν μηνίσκων τοῦ Ἀντιφῶντος τετραγωνισμὸς καὶ ὁ τοῦ Ἱπποκράτους οὐκ ἐριστικοὶ ἐν τούτῳ, ὁ δὲ τοῦ Βρύσωνος πάντως, καὶ τοὺς μὲν οὐκ ἔστι μετενεγκεῖν ἄλλη ἢ πρὸς μόνην γεωμετρίαν διὰ τὸ ἐκ τῶν ἰδίων ἀρχῶν, τὸν δὲ πρὸς πολλά· ᾧ γὰρ χρῆται ὡς ἀξιώματι, φθάνει καὶ ἐν τοῖς ἑτερογενέσιν. ἐπὶ τὰ αὐτὰ δὲ κἀκεῖνο ἀποχρήσει ῥηθέν, οἷον εἴ τις φαίη μὴ βέλτιον εἶναι ἀπὸ δείπνου περιπατεῖν, ὅτι οὐκ ἔστι κίνησις κατὰ Ζήνωνα· ἕτερος δὲ δεικνύει μὴ δεῖν ἀπὸ δείπνου περιπατεῖν, ἵνα μὴ ἄπεπτα τὰ βρώματα ὑπὸ τῶν φλεβῶν ἕλκωνται· ἡ γὰρ κίνησις θερμότητα ποιεῖ, ἡ δὲ ἕλκει. τούτων ὁ μὲν πρότερος οὐκ ἰατρικός (ἔστι γὰρ καὶ ἐπʼ ἄλλα τὴν αὐτὴν αἰτίαν εἰπεῖν, οἷον οὐ συμφέρει βαδίσαι εἰς ἀγορὰν ἢ εἰς διδασκαλεῖον, ἐπεὶ οὐκ ἔστι κίνησις), ὁ δὲ δεύτερος ἰατρικός· οἱ γὰρ ἀποδεδομένοι λόγοι μόνης ἰατρικῆς. εἰ μὲν οὖν πάντη ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν δια λεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην καὶ πρός τινας οἰκείας καὶ ὡρισμένας ἠρωτᾶτο κἀκεῖνος ἀρχάς, οὐκ ἂν ἦν ἴδιος ὁ περὶ τὰ μαθήματα παραλογισμός, ἀλλʼ ἔφθανεν ὁ διαλεκτικός· νῦν δʼ οὐκ ἔστιν ὁ διαλεκτικὸς περί τι γένος ὡρισμένον οὐδὲ δεικτικὸς οὐδενός, οὐδὲ τοιοῦτος οἷος ὁ καθόλου καὶ πρῶτος. [5]
εἰ γὰρ καὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται, ἐφʼ ἃ καὶ ὁ θεολόγος (περὶ γὰρ τὰ ὄντα πάντα ἀμφότεροι καὶ οὐ περί τι ἀφωρισμένον, ὥσπερ αἱ ἄλλαι τῶν ἐπιστημῶν περὶ μὲν γραμμὰς γεωμετρία, περὶ δὲ ἀριθμοὺς λογιστικὴ καὶ ἀριθμητικὴ καὶ περὶ ἄλλο τι ἄλλη), ἀλλʼ οὖν ὁ μὲν συλλογίζεται ἐκ τῶν κοινῶν ἀρχῶν καὶ ἀποδείκνυσιν ἐκ τῶν ἀνωτάτω καὶ καθʼ αὑτό, ὁ δὲ ἐκ τῶν ἐνδόξων, καὶ οὐκ ἀποδείκνυσί τι ἀλλʼ ἐρωτᾷ, καὶ εἰ μὴ λάβοι, ἵσταται· οὐ γάρ ἐστιν αὐτοῦ ὠνομασμένον τὸ ὑποκείμενον, τῷ τε μὴ πάντα ἑνὶ συναιρεῖσθαι γένει ὡς ἄν τις εἴποι τῷ ὄντι, εἴ τε καὶ εἴη, τῷ μὴ οἷόν τε εἶναι ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι τὰ ὄντα. οὐδὲν γὰρ ἧττον τὰ δέκα γένη, εἰς ἃ τὸ ὂν τέμνεται, ἀρχαὶ δέκα πρῶται ἀλλήλων ἀποδιιστάμεναι. δῆλον δὲ καὶ ἐκ τοῦ μηδεμίαν τέχνην τῶν δεικνυουσῶν τινα φύσιν ἐρωτητικὴν εἶναι. οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι τῆς ἀντιφάσεως, τῷ μὴ συλλογισμὸν γίνεσθαι ἐξ ἀμφοῖν· οὐ γὰρ δυνατὸν ἀποδεῖξαι τῷ γεωμέτρῃ τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, εἴπερ εἴη δεδειγμένον δυοῖν ὀρθαῖν ἐλάττονας. [15]
ἡ μέντοι διαλεκτικὴ ἐρωτητική τίς ἐστιν ἐξ ἑκατέρων συλλογιζομένη μερῶν· ἐρωτῶσα γὰρ εἰ ἡ ψυχὴ ἀθάνατος πρὸς ὁποτερονοῦν τῶν δοθέντων ἀπαντῆσαι παρεσκεύασται καὶ κατασκευάσαι τὸ ἀντικείμενον. εἰ δὲ δεικτική τις ἦν, εἰ καὶ μὴ πάντα, τὰ γοῦν πρῶτα καὶ τὰς οἰκείας ἀρχὰς οὐκ ἂν ἠρώτα· μὴ διδόντος γὰρ οὐκ ἂν εἶχεν ἐπαναβεβηκυίας, ἐξ ὧν διαλέξεται πρὸς τὴν ἔνστασιν. ἐν μὲν γὰρ τοῖς κατόπιν θεωρήμασιν ἐκ τῶν προτέρων καὶ ὑπὲρ αὐτῶν ὁ γεωμετρικὸς πρὸς τὸν ἐνιστάμενον διαλέξεται, ἐν ἐκείνοις δὲ ἐκ τῶν ὅρων καὶ τῶν κοινῶν ἐννοιῶν· ὅταν δὲ περὶ αὐτῶν τούτων ἀπαιτῆται λόγον, ἐκ τίνων; ἔστι δὲ ἡ πειραστικὴ καὶ ἐριστικὴ ταὐτὸν τῇ διαλεκτικῇ τῷ μὴ ἐφʼ ὡρισμένου βαίνειν. πειραστικὴν δὲ ἐνταῦθά φαμεν οὐχ ἣν πρόσθεν ἐλέγομεν τὴν ὑπὸ τῇ γεωμετρικῇ καὶ τοῖς συζύγοις μαθήμασιν, ἀλλʼ ἑτέραν κοινήν τινα καὶ ἁπλουστέραν, ἣν ἂν ἔχοι καὶ μὴ εἰδώς τις. ἔνεστι γὰρ καὶ τὸν μὴ εἰδότα τὴν ἀντίφασιν ἀπόπειραν λαβεῖν τοῦ μὴ εἰδότος μὲν αὐτὴν προσποιουμένου δέ, ἐπεὶ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν ὡς ἐπιστήμην ἔχων καὶ ἐκ τῶν οἰκείων τῇ ἐπιστήμῃ, ἀλλʼ ἐκ τῶν κοινῶν καὶ συνήθων τοῖς πᾶσιν, ἃ εἰδώς τις οὐκ ἀναγκαῖον ἔχει εἰδέναι τὴν τέχνην. οὐδὲν γὰρ κωλύει τὸν εἰδότα τὰ ἑπόμενα τῷ πράγματι, οὗ τὴν πεῖραν λαμβάνει, τὴν τέχνην ἀγνοεῖν. [15]
65
ὥστε φανερὸν ὡς οὐδενὸς ὡρισμένου γένους ἐστὶν ἣν νῦν πειραστικὴν παραδίδομεν. διὸ καὶ περὶ πάντων ἐστί· πᾶσαι γὰρ τέχναι χρῶνται καὶ κοινοῖς τισιν. ὅθεν καὶ οἱ ἰδιῶται τρόπον τινὰ χρῶνται τῇ διαλεκτικῇ καὶ τῇ τοιαύτῃ πειραστικῇ, καὶ μέχρι τινὸς ἀνακρίνειν ἐπιχειροῦσι τοὺς τὰ τοιάδε ἐπαγγελλομένους διὰ τῶν κοινῶν· ταῦτα γὰρ οὐδὲν ἧττον τῶν ἐπιστημόνων ἴσασιν αὐτοί, κἂν δοκῶσι λίαν ἔξω λέγειν. ἐλέγχουσιν οὖν ἅπαντες καὶ μετέχουσιν ἀτέχνως τούτου, οὗ ἐντέχνως ὁ διαλεκτικός. ἐπεὶ δέ ἐστι πολλὰ μὲν ταὐτὰ κατὰ πάντων, οἷον τὰ κοινὰ ἀξιώματα, οὐ τοιαῦτα δὲ ὥστε φύσιν τινὰ εἶναι καὶ γένος, ἀλλʼ ἀόριστα καὶ οἷον αἱ ἀποφάσεις τῶν ὀνομάτων, τὸ οὐχ ἵππος, οὐκ ἄνθρωπος, τὰ δʼ οὐ τοιαῦτα, ἀλλὰ ἴδια τέχνης τινὸς καὶ ὡρισμένα, ἐκ μὲν τῶν ἰδίων οὐκ ἂν εἴη ἄλλη παρὰ τὴν ὁρισθεῖσαν, ἐκ δὲ τῶν κοινῶν ἐνδέχεται περὶ ἁπάντων πεῖραν λαμβάνειν καὶ εἶναι τέχνην τινά, καὶ μὴ τοιαύτην οἵαν αἱ δεικνύουσαι. διόπερ ὁ ἐριστικὸς οὐκ ἔστιν οὕτως ἔχων πάντη ὡς ὁ ψευδογράφος· οὐ γάρ ἐστι παραλογιστικὸς ἐξ ὡρισμένων ἀρχῶν ἑνός τινος γένους, ἀλλὰ περὶ πᾶν ἔσται ἐριστικός. Τρόποι μὲν οὖν οὗτοι τῶν σοφιστικῶν ἐλέγχων· ὅτι δʼ ἐστὶ τοῦ διαλεκτικοῦ θεωρῆσαι περὶ τούτων καὶ γνῶναι, ὅθεν καὶ ὅπως γίνονται, καὶ αὐτὸν δύνασθαι ποιεῖν καὶ ἐλέγχειν καὶ ἀπατᾶν, οὐ χαλεπὸν ἰδεῖν. ἡ γὰρ περὶ τὰς προτάσεις μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν· τῷ γὰρ τὰς ἀληθῶς ἐνδόξους εἰδέναι ἕπεται καὶ τὰς φαινομένας. [15]
Καὶ περὶ μὲν τῶν ἐλέγχων εἴρηται τῶν φαινομένων, τὸ δὲ ψευδόμενόν τι δεῖξαι καὶ τὸν λόγον εἰς ἄδοξόν τι ἀγαγεῖν (τοῦτο γὰρ ἦν δεύτερον τῆς σοφιστικῆς προαιρέσεως) γίνεται κατὰ τόπους ἢ τρόπους δέκα. καὶ πρῶτος μὲν ὁ ἐκ τοῦ πυνθάνεσθαί πως καὶ διὰ τῆς ἐρωτήσεως συμβαίνων μάλιστα. τὸ γὰρ πειρᾶσθαι συσκιάζειν τὰ πολλὰ καὶ πρὸς κρύψιν ἄγειν ὡς ἐπὶ τὸ πολὺ τοῦτο ποιεῖν ἐστιν. Δεύτερος ὁ ἀόριστος· τὸ γὰρ πρὸς μηδὲν ὁρίσαντα κείμενον πρόβλημα ἐρωτᾶν θηρευτικόν ἐστι τούτου· εἰκῆ γὰρ λέγοντες ἁμαρτάνουσι μᾶλλον, εἰκῆ δὲ λέγουσιν, ὅταν μηδὲν ἔχωσι προκείμενον, εἰς ὃ ποιοῦνται τοὺς λόγους. ἀλλʼ ὁ μὲν σοφιστὴς ἔχων παρʼ ἑαυτῷ οὐκ ἀποκαλύπτει, ἀναγκάζει δὲ ἐπʼ ἀδήλοις λαμβάνειν λόγους· οἷον βουλόμενος λαβεῖν ὡς καλόν ἐστι τὸ ἐν ἱερῷ ἐσθίειν, ὅπερ ἄδοξον, οὐκ εὐθὺς προτείνει, ἀλλʼ ἐρωτᾷ ʼὃ τῇ φύσει χρειῶδες, τοῦτο καλόν;ʼ ναί. ʼτὸ ἐσθίειν οὐ δοκεῖ τῇ φύσει χρειῶδες; τὸ ἐν ἱερῷ ἄρα ἐσθίειν καλόν.ʼ ἢ μᾶλλον ἐπʼ ἐκείνου ʼἆρά γε ὃ ἁπλῶς ἐστι καλόν, οὐκ ἔστι τοῦτο καὶ πῆ καλόν; τὸ δὲ γυναικὶ συγγίνεσθαι ἁπλῶς ὂν καλόν. ἔσται ἄρα καὶ πῆ καλόν, ὥστε καὶ ἐν ἀγορᾷ.ʼ Τρίτος τὸ ἐρωτᾶν πολλὰ καὶ πλείω τῶν ἀναγκαίων καὶ ἱκανῶν, κἂν ὡρισμένον ᾖ, πρὸς ὃ διαλέγεται. [15]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top