Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Artemidorus of Daldis: Interpretation of Dreams

Library › Greek: Didactic & Technical › Interpretation of Dreams

Interpretation of Dreams, known by its Greek title Oneirocritica, is a handbook of dream interpretation in five books by Artemidorus, a professional diviner of the second century AD. Though from Ephesus, he called himself 'of Daldis' after his mother's hometown in Lydia. The first three books, dedicated to one Cassius Maximus, classify dreams by subject, from the body and daily work to gods and death; the last two, addressed to his son, add further guidance and a collection of dreams with their outcomes.

It is the only dream book from Greek and Roman antiquity to survive complete, and Artemidorus insists that he tested his interpretations through years of travel and inquiry. The work is a rich source for everyday life in the Roman East, recording attitudes to work, family, sex, slavery and religion, and it has drawn modern readers from Freud to Foucault.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Pack, Teubner 1963 / Hercher 1864 (Oneirocritica)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ) or, for later Greek, Sophocles’ Greek Lexicon of the Roman and Byzantine Periods.

Ancient Greek · Didactic & Technical
Interpretation of Dreams
Artemidorus of Daldis · Book 1, part 1 · every word parsed
t
ΑΡΤΕΜΙΔΩΡΟΣ ΚΑΣΣΙΩ ΜΑΞΙΜΩ ΧΑΙΡΕΙΝ Πολλάκις προετράπην ἐπὶ τὴν πραγματείαν τὴν προκειμένην ὁρμῆσαι καὶ ἐπεσχέθην ʼοὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιοʼ, ὥς φησιν ὁ ποιητής, ἀλλὰ τὸ μεγαλεῖον τῶν ἐν αὐτῇ θεωρημάτων καὶ τὸ πλῆθος καταπεπληγὼς μάλιστα καὶ τὰς ἀντιλογίας δεδιὼς τῶν ἀνθρώπων τῶν ἤτοι διὰ τὸ πεπεῖσθαι οὐκ εἶναι μαντικὴν οὐδὲ θεῶν πρόνοιαν λεγόντων ὅσα λέγουσιν ἢ ἄλλως γυμνάσματα καὶ διατριβὰς ἑαυτοῖς ποριζομένων. [5]
prol
νυνὶ δὲ ἡ παροῦσα χρεία ἀναγκαία οὖσα διὰ τὴν εὐχρηστίαν οὐ μόνον τὴν ἡμῶν αὐτῶν ἀλλὰ καὶ τῶν μετέπειτα ἐσομένων ἀνθρώπων προετρέψατό με μὴ διαμέλλειν μηδὲ ἀναβάλλεσθαι, ἀλλὰ περὶ ὧν ἂν ἔχω κατάληψιν, ἣν διὰ πείρας ἐπορισάμην, συγγράψαι. ἡγοῦμαι δʼ ἀμφότερά μοι ἐκ τοῦ τοιούτου περιέσεσθαι, πρός τε τοὺς ἀναιρεῖν ἐπιχειροῦντας μαντικήν τε αὐτὴν καὶ τὰ εἴδη αὐτῆς ἀνεπιφθόνως τε ἅμα καὶ μετὰ κατασκευῆς οὐ τῆς τυχούσης ἀντιτάξεσθαι φέρων εἰς 〈τὸ〉 μέσον τὴν πεῖραν καὶ τὴν τῶν ἀποτελεσμάτων μαρτυρίαν, ἣ πᾶσιν ἱκανὴ γένοιτʼ ἂν ἀντισχεῖν ἀνθρώποις, καὶ μέντοι καὶ πρὸς τοὺς χρωμένους μὲν μαντικῇ διὰ δὲ τὸ μὴ ἐντετυχηκέναι λόγοις περὶ τούτων ἀκριβέσι πεπλανημένους καὶ κινδυνεύοντας ἤδη καταφρονεῖν τε καὶ ἀφίστασθαι θεραπείαν τινὰ σωτηριώδη ἀντὶ τῆς πλάνης καταστήσειν. σχεδὸν γὰρ οἱ μικρὸν ἡμῶν πρεσβύτεροι δόξαν συγγραφικὴν ἀπενέγκασθαι βουλόμενοι καὶ διὰ τούτου ἡγούμενοι μόνου ἔνδοξοι ἔσεσθαι, εἰ συγγράμματα καταλίποιεν ὀνειροκριτικά, ἀντίγραφα ἀλλήλων πεποίηνται ἢ τὰ καλῶς εἰρημένα ὑπὸ τῶν παλαιῶν κακῶς ἐξηγησάμενοι ἢ καὶ ὀλίγοις τῶν παλαιῶν πολλὰ προσθέντες οὐκ ἀληθῆ· οὐ γὰρ ἀπὸ πείρας ἀλλʼ αὐτοσχεδιάζοντες, ὅπως ἕκαστος αὐτῶν ἐκινεῖτο περί τινος, οὕτως ἔγραφον, καὶ οἱ μὲν πᾶσιν ἐντυχόντες τοῖς τῶν παλαιῶν βιβλίοις, οἱ δὲ οὐ πᾶσιν· ἔνια γὰρ αὐτοὺς διʼ ἀρχαιότητα σπάνια ὄντα καὶ διεφθαρμένα διέλαθεν. ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἔστιν ὅ τι βιβλίον οὐκ ἐκτησάμην ὀνειροκριτικὸν πολλὴν εἰς τοῦτο φιλοτιμίαν ἔχων, τοῦτο δὲ καὶ σφόδρα διαβεβλημένων τῶν ἐν ἀγορᾷ μάντεων, οὓς δὴ προΐκτας καὶ γόητας καὶ βωμολόχους ἀποκαλοῦσιν οἱ σεμνοπροσωποῦντες καὶ τὰς ὀφρῦς ἀνεσπακότες, καταφρονήσας τῆς διαβολῆς ἔτεσι πολλοῖς ὡμίλησα, καὶ ἐν Ἑλλάδι κατὰ πόλεις καὶ πανηγύρεις, καὶ ἐν Ἀσίᾳ καὶ ἐν Ἰταλίᾳ καὶ τῶν νήσων ἐν ταῖς μεγίσταις καὶ πολυανθρωποτάταις ὑπομένων ἀκούειν παλαιοὺς ὀνείρους καὶ τούτων τὰς ἀποβάσεις· οὐ γὰρ ἦν ἄλλως χρήσασθαι τῇ κατὰ ταῦτα γυμνασίᾳ. ὅθεν μοι περιγέγονεν ἐκ περιουσίας ἔχειν περὶ ἑκάστου λέγειν [πλείονα μὲν ἢ προσδοκήσαι ἄν τις] οὕτως ὡς αὐτὰ τἀληθῆ λέγοντα μὴ φλυαρεῖν, ὧν δʼ ἂν ἐπιμνησθῶ [καὶ] τὰς ἀποδείξεις φανερὰς καὶ πᾶσιν εὐκαταλήπτους ἀποδοῦναι [μʼ] ἐξ ἁπλῶν, πλὴν εἰ μή τι εἴη οὕτω σαφές, ὡς περιττὴν ἡγήσασθαι τὴν περὶ αὐτοῦ ἐξήγησιν. Ἰτέον δὴ λοιπὸν ἐπὶ τὸ προκείμενον, ἵνα μὴ μεῖζον ἡμῖν ᾖ τὸ προοίμιον τοῦ δέοντος. [45]
prol.(50)
τί γὰρ καὶ δεῖ λόγων ἄνευ τῶν πραγμάτων αὐτῶν πρὸς σὲ τὸν οὕτω μὲν δεινὸν εἰπεῖν, ὡς οὔπω τις εἰς ἀνθρώπους τῶν Ἑλλήνων παρῆλθεν, οὕτω δὲ συνετόν, ὡς οὐκ ἀναμένειν τοῦ λέγοντος τὸ πέρας, ἀλλὰ τὴν ὑπόθεσιν ὅπου τελευτᾷ καταλαμβάνειν; ἀναγκαῖον δὲ πρῶτον περὶ στοιχείων τινῶν κανονικῶς εἰπεῖν. Περὶ μὲν οὖν ἐνυπνίου καὶ ὀνείρου διαφορᾶς τῆς πρὸς ἄλληλα διαίρεσις οὐκ ὀλίγη καὶ ἐν ἄλλοις γέγραπταί μοι καὶ ** ἐπειδὴ ἄκοσμον καὶ ὥσπερ οὐκ ἀπʼ ἀρχῆς γενόμενον φανεῖταί σοι τὸ σύγγραμμα, καὶ νῦν ἀπʼ αὐτῶν τούτων ἄρξασθαι καλῶς ἔχον εἶναι μοι δοκεῖ. [5]
1
ταύτῃ γὰρ ὄνειρος ἐνύπνιον διαφέρει, ᾗ συμβέβηκε τῷ μὲν εἶναι σημαντικῷ τῶν μελλόντων, τῷ δὲ τῶν ὄντων. σαφέστερον δʼ ἂν μάθοις οὕτω. τὰ ποιὰ τῶν παθῶν προσανατρέχειν πέφυκε καὶ προσανατάσσειν ἑαυτὰ τῇ ψυχῇ καὶ τοὺς ὀνειρωγμοὺς ἀποτελεῖν. οἷον ἀνάγκη τὸν ἐρῶντα ὄναρ ἅμα τοῖς παιδικοῖς εἶναι δοκεῖν καὶ τὸν δεδιότα ὁρᾶν ἃ δέδιε, καὶ πάλιν αὖ τὸν πεινῶντα ἐσθίειν καὶ τὸν διψῶντα πίνειν, ἔτι καὶ τὸν πεπλησμένον τροφῆς ἢ ἐμεῖν ἢ πνίγεσθαι [διὰ τὴν γινομένην ἀπόφραξιν δυσαναθυμιάτου τῆς τροφῆς οὔσης]. ἔστι τοίνυν ἰδεῖν ταῦτα καθυποκειμένων ἤδη τῶν παθῶν οὐ πρόρρησιν ἔχοντα τῶν μελλόντων ἀλλʼ ὑπόμνησιν τῶν ὄντων. τούτων δὲ οὕτως ἐχόντων ἴδοις ἂν ἃ μὲν ἴδια σώματος μόνου ἃ δὲ ἴδια ψυχῆς 〈ἃ δὲ κοινὰ σώματι καὶ ψυχῇ〉, οἷον ἐρῶντα δοκεῖν ἅμα τοῖς παιδικοῖς εἶναι καὶ νοσοῦντα θεραπεύεσθαι καὶ συμμίσγειν ἰατροῖς· κοινὰ γὰρ ταῦτα σώματι καὶ ψυχῇ. ἐμεῖν δὲ καὶ καθεύδειν καὶ πάλιν αὖ πίνειν τε καὶ ἐσθίειν ἴδια σώματος ἡγητέον, ὥσπερ ἴδια ψυχῆς χαίρειν τε καὶ λυπεῖσθαι. σαφὲς δὲ ἀπὸ τούτων ὅτι τῶν σωματικῶν ἃ μὲν διʼ ἔνδειαν ἃ δὲ διὰ περισσότητα ὁρᾶται, τῶν δʼ αὖ ψυχικῶν ἃ μὲν διὰ φόβον ἃ δὲ διʼ ἐλπίδα. Περὶ μὲν οὖν ἐνυπνίου τοσαῦτα εἰρήσθω· τὸ δὲ ὄνομα αὐτὸ κύριον, οὐχ ᾗ ὑπνοῦντες αὐτὸ ὁρῶσι πάντες, ἐπεὶ 〈καὶ〉 ὄνειρος ὑπνούντων ἔργον ἐστίν, ἀλλʼ ᾗ ἐφʼ ὅσον μὲν ἐνύπνιόν ἐστιν ἐνεργεῖ, παυομένων δὲ τῶν ὕπνων ἀφανίζεται· ὁ δʼ ὄνειρος ἐνύπνιόν τε ὢν ἐνεργεῖ ἄγων εἰς ἐπίστασιν προαγορεύσεως τῶν μελλόντων, καὶ μεθʼ ὕπνον ἐνεργεῖς ἐπάγων τὰς ἐγχειρήσεις ἐγείρειν τε καὶ ὀρείνειν τὴν ψυχὴν πέφυκε, διὰ ταῦτα καὶ τοῦ ὀνόματος αὐτῷ τεθέντος ἀπʼ ἀρχῆς ἢ παρὰ τὸ 〈τὸ ὂν〉 εἴρειν, ὅ ἐστι λέγειν, ὡς ὁ ποιητὴς ʼτὰ δέ τοι νημερτέα εἴρω.ʼ καὶ τὸν πτωχὸν Ἶρον ἐκάλουν οἱ Ἰθακήσιοι ʼοὔνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι.ʼ Ἔτι τῶν ὀνείρων οἱ μέν εἰσι θεωρηματικοὶ οἱ δὲ ἀλληγορικοί. [35]
καὶ θεωρηματικοὶ μὲν οἱ τῇ ἑαυτῶν θέᾳ προσεοικότες. οἷον πλέων τις ἔδοξε ναυαγεῖν καὶ διατεθεὶς ἔτυχεν οὕτως. ἐπεὶ γὰρ αὐτὸν ἀνῆκεν ὁ ὕπνος, καταποθὲν ἀπώλετο τὸ σκάφος, αὐτὸς δὲ σὺν ὀλίγοις μόγις ἐσώθη. καὶ πάλιν ἔδοξέ τις τετρῶσθαι ὑπὸ ἀνδρός, ᾧ μεθʼ ἡμέραν συνεξελθεῖν εἰς θήραν συνέθετο. καὶ δὴ συνεξελθὼν ἐτρώθη ὑπʼ αὐτοῦ παρὰ τὸν ὦμον, ἔνθα καὶ ὄναρ ἔδοξεν. ἔτι δόξας τις ἀργύριον παρὰ φίλου λαβεῖν ἕωθεν παρʼ αὐτοῦ λαβὼν μνᾶς δέκα παρακαταθήκην ἐφύλαξε, καὶ πολλὰ ἄλλα ὅσα τοιαῦτα. ἀλληγορικοὶ δὲ οἱ διʼ ἄλλων ἄλλα σημαίνοντες, αἰνισσομένης ἐν αὐτοῖς φυσικῶς τι [καὶ] τῆς ψυχῆς. Ἐγὼ δʼ οἶμαι δεῖν καὶ τὴν αἰτίαν αὐτῶν, ὡς μάλιστα δυνατὸν ἐμοί, καθʼ ἣν οὕτως ὁρῶνταί τε καὶ ἀποβαίνουσι, καὶ τὸ ἔτυμον τοῦ ὀνόματος εἰπεῖν. πρῶτον μὲν οὖν εἰρήσεταί μοι τίς ὅρος καθολικὸς ὀνείρου, οὐδὲν ἄν τι ῥήσεως δεόμενος, εἰ μὴ πρὸς φιλονεικοῦντας λέγοιτο. Ὄνειρός ἐστι κίνησις ἢ πλάσις ψυχῆς πολυσχήμων σημαντικὴ τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν. τούτου δὲ οὕτως ἔχοντος, ὅσα μὲν ἀποβήσεται χρόνου μεταξὺ διελθόντος ἢ πολλοῦ ἢ ὀλίγου, ταῦτα πάντα διʼ εἰκόνων ἰδίων φυσικῶν τῶν καὶ στοιχείων καλουμένων προαγορεύει ἡ ψυχή, ἐν τῷ μεταξὺ χρόνῳ νομίζουσα ἡμᾶς δύνασθαι λογισμῷ διδασκομένους μαθεῖν τὰ ἐσόμενα· ὅσα δὲ τῶν γινομένων οὐδʼ ἡντιναοῦν ἐπιδέχεται διωρίαν, μηδὲν ὑπερτιθεμένου τοῦ ὅστις ἐστὶν ὁ διοικῶν ἡμᾶς εἰς τὴν ἐπαγωγὴν αὐτῶν, οὐδὲν ὄφελος ἡγουμένη τῆς προρρήσεως ἡμῖν, εἰ μὴ συνήσομεν αὐτὰ πρὶν πείρᾳ μαθεῖν, αὐτὰ διʼ αὐτῶν δείκνυσιν, οὐδὲν τῶν ἔξωθεν εἰς ἐπίδειξιν ἀναμείνασα τῶν σημαινομένων, τρόπον τινὰ βοῶσα ἑκάστῳ ἡμῶν ʼθέασαι τοῦτο καὶ πρόσεχε διʼ ἐμοῦ μαθὼν ᾗ σοι μάλιστα δυνατόν.ʼ καὶ τοῦτο οὕτως ἔχειν ὁμολογήσουσιν ἅπαντες. οὐ γάρ ποτε ἐρεῖ τις ὡς οὐ μετὰ τὴν ὄψιν αὐτὴν ἀποβαίνει τὰ τοιαῦτα οὐδʼ ὀλίγον διαλείποντα, ἤδη δὲ αὐτῶν ἔνια ἅμα νοήματι ὡς εἰπεῖν ἔτι τῆς ὄψεως κατεχούσης περαιοῦται. ὅθεν καὶ τῆς προσηγορίας ἔτυχεν οὐκ ἀλόγως, ἅμα θεωρούμενα καὶ ἀποβαίνοντα. ἕπεται δὲ τούτοις τῷ μὲν ἐνυπνίῳ τῷ ἀσημάντῳ τὸ φάντασμα, περὶ οὗ ἄλλοι τε πολλοὶ καὶ δὴ καὶ Ἀρτέμων ὁ Μιλήσιος καὶ Φοῖβος ὁ Ἀντιοχεὺς διειλεγμένοι εἰσί, τῷ δὲ ὀνείρῳ ὅραμά τε καὶ χρηματισμός. ἡμεῖς δʼ ἑκόντες παρήκαμεν τὴν περὶ αὐτῶν εἰς λεπτὸν ἐξήγησιν, ἐπεὶ ᾧ γε μὴ ἔστι καταφανῆ οἷά ἐστιν, τοῦτον ἡγοῦμαι μηδὲ ἐξηγουμένῳ τινὶ παρακολουθεῖν δύνασθαι. Ἔτι τῶν ἀλληγορικῶν ὁρίζονταί τινες πέντε εἶναι εἴδη. τοὺς μὲν γὰρ ἰδίους εἶπον, ἐν οἷς ἄν τις ἑαυτὸν ὑπολάβῃ δρᾶν ἢ πάσχειν· ἀποβήσεται γὰρ αὐτῷ τῷ ἰδόντι μόνῳ, εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία· τοὺς δὲ ἀλλοτρίους, ἐν οἷς ἂν ἄλλον δοκῇ ἐνεργεῖν ἢ πάσχειν· τῷδε γὰρ ἀποβήσεται μόνῳ, εἴτε ἀγαθὰ ὄντα τύχοι εἴτε ἐναντία, εἴπερ εἰδείη αὐτὸν κἂν ἐπὶ ποσὸν ὄντα συνήθη· ἃ δὲ κοινά, ταῦτα καὶ τὸ ὄνομα σημαίνει τὰ μεθʼ οὑτινοσοῦν γνωρίμου πρασσόμενα κατʼ ὄναρ. [45]
2.(50)
ὅσα δὲ πρὸς λιμένας καὶ τείχη ἀγοράς τε καὶ γυμνάσια καὶ κοινὰ πόλεως ἀναθήματα διατείνει, ταῦτα δημόσια καλοῦσιν. ἡλίου δὲ καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων ἀφανισμὸν ἢ τελείαν ἔκλειψιν γῆς τε καὶ θαλάσσης ἀκόσμους ἀνατροπὰς πάθη μὲν προαγορεύειν κοσμικά, καλεῖσθαι δὲ κυρίως [οὕτως] ὀνείρατα κοσμικὰ ** . ἔχει δʼ οὐχ οὕτως ἁπλῶς ὁ καθολικὸς λόγος, ἐπειδὴ οὐδὲ τοὺς ἰδίους ἀποβαίνειν συμβέβηκε διηνεκῶς τοῖς ἰδοῦσι μόνοις, ἤδη πολλῶν καὶ εἰς τοὺς πέλας ἀποβάντων. οἷον ἔδοξέ τις ἀποθανεῖν. ἀπέβη τὸν πατέρα αὐτοῦ ἀποθανεῖν, ὅσπερ ἦν ἄλλος αὐτὸς τῷ καὶ σώματος καὶ ψυχῆς τῆς αὐτῆς μετέχειν. καὶ πάλιν ἔδοξέ τις τετραχηλοκοπῆσθαι. συνέβη καὶ τούτου τὸν πατέρα ἀποθανεῖν, ὃς καὶ τοῦ ζῆν καὶ τοῦ φωτὸς αἴτιος ἦν, ὥσπερ καὶ ἡ κεφαλὴ τοῦ παντὸς σώματος. οἷόν [δέ] ἐστι καὶ τὸ τετυφλῶσθαι τέκνοις ὄλεθρον καὶ οὐχὶ τῷ ἰδόντι σημαῖνον καὶ πολλὰ ἄλλα ὅσα τοιαῦτα εἴποι τις ἄν. οὐδὲ τοὺς ἀλλοτρίους μὴ οὐχὶ καὶ αὐτοῖς τοῖς ὁρῶσιν ἀποβαίνειν τις διοριεῖται πείρᾳ διδασκόμενος. οἷον ἔδοξέ τις τὸν πατέρα κατακαιόμενον ἰδεῖν. ἀπέβη ἀποθανεῖν αὐτὸν τὸν ἰδόντα, ἵνα διὰ τὴν ἐπʼ αὐτῷ λύπην ὡς εἰπεῖν δίκην πυρὸς ὑπὸ τοῦ πάθους καιόμενος ὁ πατὴρ διαφθείρηται. καὶ πάλιν ἔδοξέ τις τὴν ἐρωμένην αὐτοῦ τελευτῆσαι. καὶ μετʼ ὀλίγον αὐτὸς ἀπεβίω τῆς ἡδίστης αὐτῷ χρήσεως ἀφῃρημένος. οἷόν [δέ] ἐστι καὶ τὸ δοκεῖν νοσεῖν τὴν μητέρα ἢ τὴν γυναῖκα, ἀσθενεῖς καὶ ἀκόσμους τὰς ἀπὸ τῶν τεχνῶν παρέχον ἐργασίας. οὐδὲ γὰρ οὐδὲ διαφωνεῖται τοῦτό γε, ἀλλὰ συμφώνως ἐοικέναι λέγουσι πάντες τέχνην μητρὶ μέν, ἐπεὶ τρέφει, γυναικὶ δέ, ἐπεὶ ἰδιαίτατον. ἔτι καὶ τὸ φίλους ὁρᾶν, [καὶ] εἰ μὲν λυποῖντο, λύπας παρέχει, εἰ δὲ χαίροιεν, ἡδονάς. ἀπὸ δὲ τῶν αὐτῶν ἔστι καὶ τοὺς κοινοὺς διελέγχειν ὀνείρους, ὧν καὶ αὐτῶν ἀντὶ κοινῶν ἰδίας ἤδη τινὲς ἔσχον τὰς ἀποβάσεις. ἀλλὰ καὶ τὰ μὲν πρῶτα, ὡς οἱ παλαιοὶ περὶ τούτων διέλαβον, ὡς ἐπὶ τὸ πολὺ οὕτως ἔχει· τὰ δʼ ἑξῆς σπανίως μὲν ἀλλʼ οὖν ἔστιν ὅτε οὕτως ὡς ἡμεῖς φαμεν γινόμενα πλάνην τοῖς περὶ ταῦτα δεινοῖς ἐμποιεῖ. διαληπτέον δὲ περὶ αὐτῶν ὧδε. τῶν μὲν ἰδίων ὅσα μὴ διατείνει πρὸς τοὺς πέλας, ἐν μόνοις τοῖς ὁρῶσι καὶ πρὸς μόνους ὄντα καὶ μὴ πρός τινας καὶ διά τινας ἐνεργούμενα, ταῦτα μόνοις τοῖς ὁρῶσιν ἀποβαίνει, ὡς τὸ λέγειν, ὡς τὸ ᾄδειν, ὡς τὸ ὀρχεῖσθαι, καὶ ἑξῆς πυκτεύειν ἀγωνίζεσθαι ἀναρτᾶν ἑαυτὸν ἀποθνήσκειν σταυροῦσθαι κολυμβᾶν θησαυρὸν εὑρίσκειν ἀφροδισιάζειν ἐμεῖν θακεύειν κοιμᾶσθαι γελᾶν κλαίειν θεοῖς λαλεῖν καὶ τὰ ὅμοια. τὰ δὲ ἀμφὶ 〈τὸ〉 σῶμα ἢ μέρος τι σωματικὸν καὶ τὰ ἐκτός, οἷον κλινίδια ἢ κιβώτια ἢ κιστίδια καὶ τὰ ἄλλα σκεύη ἐσθήματά τε καὶ τὰ ὅμοια, καίτοι ἴδια ὄντα, πολλάκις φιλεῖ καὶ τοῖς πέλας ἀποβαίνειν κατʼ οἰκειότητα τῶν χρειῶν, οἷον κεφαλὴ εἰς πατέρα, ποὺς εἰς δοῦλον, δεξιὰ χεὶρ εἰς πατέρα υἱὸν φίλον ἀδελφόν, ἀριστερὰ χεὶρ εἰς γυναῖκα καὶ μητέρα καὶ φίλην καὶ θυγατέρα καὶ ἀδελφήν, αἰδοῖον εἰς γονεῖς καὶ γυναῖκα καὶ τέκνα, κνήμη εἰς γυναῖκα καὶ φίλην. [105]
2.(100)
τῶν δὲ ἄλλων ἕκαστον, ἵνα μὴ μακρολογῶμεν, οὕτω σκοπητέον. τῶν κοινῶν τε καὶ ἀλλοτρίων ὅσα μὲν πρὸς ἡμᾶς τε καὶ διʼ ἡμᾶς γίνεται, ἡμῶν αὐτῶν ἴδια νομιζέσθω· ἃ δὲ μὴ πρὸς ἡμᾶς ἢ διʼ ἡμᾶς, ταῦτα τοῖς ἄλλοις ἀποβήσεται. ἀλλʼ εἰ μὲν εἴησαν φίλοι καὶ τὰ σημαινόμενα ἀγαθά, γίνοιντʼ ἂν ἐκείνοις ἡμῖν τε ἀπὸ μέρους χαρά τε καὶ ἡδονή· εἰ δὲ κακὰ εἴη, ταῦτα μὲν ἐκείνοις, ἡμῖν δὲ λύπη, οὐ πάντως δὲ διὰ τὰ ἐκείνων κακά, ἀλλʼ ἤδη τις ἰδία. ἐχθρῶν δὲ ὄντων τὰ τούτοις ἐναντία τεκμαίρεσθαι χρή. ἀτὰρ δὴ καὶ περὶ δημοσίων καὶ κοσμικῶν ὧδε ἔχω λέγειν. τὰ μὲν ὑπὲρ ὧν τις οὐ πεφρόντικεν, ὑπὲρ τούτων οὐδὲν ὄψεται, ἐπεὶ καὶ ὑπὲρ ἰδίων ἤδη τινὲς μὴ φροντίσαντες ὀνείρους 〈οὐκ〉 εἶδον· τὸ δὲ παρὰ δύναμιν ἀναδέξασθαι μικρὸν ὄντα μεγάλων πραγμάτων θέαν ἀδύνατον· διελέγχει γὰρ τὸν λόγον ἰδίων ὄντων καὶ τούτων τῶν ὀνείρων καὶ εἰς τοὺς ὁρῶντας ἀποβαινόντων, εἰ μὴ ἄρα βασιλεὺς ἢ ἄρχων ἤ τις τῶν μεγιστάνων ἴδοι. τούτοις γὰρ καὶ πεφρόντισται τὰ κοινά, καὶ τὴν ὑπὲρ αὐτῶν ὄψιν ἀναδέξασθαι δύνανται οὐχ ὡς ἰδιῶται μικρὰ πεπιστευμένοι, ἀλλʼ ὡς δεσπόται καί τινων πραγμάτων ἐπιμελούμενοι ὑπὲρ εὐδαιμονίας. ὅπερ καὶ ὁ ποιητὴς ἐπὶ τούτων λέγει, περὶ τοῦ ὀνείρου τοῦ Ἀγαμέμνονος διαλαμβανόντων αὐτῶν ἐν τῇ βουλῇ τῶν γερόντων εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον· νῦν δʼ ἴδεν ὃς μέγʼ ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι. βούλεται γὰρ λέγειν εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἰδιώτης ἔλεγεν, οὐχὶ ψεύδεσθαι ἂν τὸν λέγοντα ἡγούμεθα, ἀλλὰ ψευδῆ εἶναι τὸν ὄνειρον αὐτὸν καὶ ἡμῖν οὐκ ἀποβησόμενον· διὸ καὶ ἡμᾶς ἀπήγομεν [αὐτοὺς] ἂν τοῦ προσέχειν· νυνὶ δὲ ἀμήχανον μὴ οὐχὶ ἀποβῆναι ἡμῖν, ἐπειδήπερ βασιλεὺς εἶδεν. ἀλλά φασιν ὅτι ἤδη τινὲς καὶ ἰδιῶται καὶ πένητες εἶδον ὀνείρους δημοσίους, οὓς προκηρύξαντες ἢ γράψαντες καὶ προθέντες ἐπιστεύθησαν τῷ τὰς ἀποβάσεις ἐοικέναι τοῖς ὀνείροις, λανθάνοντες ἑαυτοὺς ὅτι μὴ ἐγνώκασι τὸ αἴτιον· οὐ γὰρ ἑνὸς ἰδόντος ἀπέβη ποτὲ ἰδιώτου ὄνειρος εἰς τὸ κοινόν, ἀλλὰ πολλῶν κατὰ τὸ αὐτό, ὧν οἱ μὲν δημοσίᾳ ἀναγορεύουσιν οἱ δὲ ἰδίᾳ ἕκαστος. καὶ γίνεται οὐκ ἰδιώτης ὁ ἰδὼν ἀλλὰ καὶ στρατηγοῦ καὶ ἄρχοντος οὐδὲν ἥττων δῆμος· ἀγαθοῦ μὲν γὰρ ἐσομένου κοινοῦ πόλει μυρίους ἄν τις ἀκούσαι λεγομένους ὀνείρους, οἳ σημαίνουσι τὸ μέλλον ἄλλος ἀλλοίᾳ καὶ διαφόρῳ ὄψει. οὕτως δὲ καὶ ἐπὶ τῶν ἐναντίων, ἐὰν μὴ πολλοί, εἷς δέ τις ἴδῃ, δίκαιος οὐκ ἂν εἴη μόνος ἀναδέξασθαι τὴν ἀπόβασιν, εἰ μή τις εἴη τῶν στρατηγῶν ἢ 〈τῶν〉 ἄλλην ἀρχὴν ἀρχόντων ἢ ἱερεὺς ἢ μάντις τῆς πόλεως. [145]
2.(150)
ἀρέσκει δὲ ταῦτα καὶ Νικοστράτῳ τῷ Ἐφεσίῳ καὶ Πανυάσιδι τῷ Ἁλικαρνασσεῖ γνωριμωτάτοις ἀνδράσι καὶ ἐλλογίμοις. Ἔτι δὲ λέγουσιν οἱ περὶ ταῦτα δεινοὶ ὅτι δεῖ κρίνειν αἴσια τὰ φύσει καὶ νόμῳ καὶ ἔθει καὶ τέχνῃ καὶ ὀνόμασι καὶ χρόνῳ ὁρώμενα, οὐ προεννενοηκότες ὅτι τὰ φύσει βλεπόμενα τῶν οὐ βλεπομένων φύσει δεινότερα τοῖς ὁρῶσιν, εἰ μὴ χρησιμεύοι διὰ τὰς ὑποκειμένας τοῖς πράγμασιν ὑποστάσεις. [5]
γίνεται γάρ πως τοῖς εὐπόροις τὸ ἄκουσιν καὶ τοῖς πάνυ 〈τοῖσ〉 τὰ μυστικώτερα πράττουσιν ἡμέραι καθαραὶ καὶ νυκτὸς εὔσημος ἀστέρων χορὸς ἡλίου τε καὶ σελήνης ἐπιτολαὶ καὶ τὰ παραπλήσια. καὶ τὰ κατὰ τὸ ἔθος οὐ παντάπασιν ἁρμόζει ταῖς τῶν καιρῶν ἐπιμιξίαις οἰκειούμενα. τούτοις ἑξῆς ὅμοια καὶ τὰ περὶ τῶν ἄλλων ἔχω λέγειν· δεῖ δὲ καὶ τῆς συμμετρίας στοχάσασθαι. ὄντων δὲ τούτων τῶν ἓξ στοιχείων οὐ πάντως καθολικῶν πολὺς γέλως παρῆλθεν εἰς ἀνθρώπους ὑπὸ τῶν ταῦτα τὰ ἓξ τῶν μὲν ὀκτωκαίδεκα τῶν δὲ ἑκατὸν τῶν δὲ διακόσια πεντήκοντα εἶναι λεγόντων, ἐπειδὴ ὅ τι ἂν λέγωσιν οὐ διαφεύγει τὸ μή τι τῶν ἓξ εἶναι. Ταῦτα μὲν οὖν εἰς ἀναπλήρωσιν τῶν ὑπὸ τῶν παλαιῶν ἐνδεῶς εἰρημένων ἱκανῶς εἴρηται. δύο δὲ τρόπους καθολικοὺς ἀναδέξασθαι χρή, τὸν μὲν γενικὸν πρῶτον, τὸν δʼ εἰδικὸν δεύτερον. τὸν μὲν οὖν πρῶτον τοῦτον τὸν τρόπον. Τῶν ὀνείρων οἱ μὲν πολλὰ διὰ πολλῶν προαγορεύουσιν, οἱ δὲ ὀλίγα διʼ ὀλίγων, οἱ δὲ πολλὰ διʼ ὀλίγων, οἱ δὲ ὀλίγα διὰ πολλῶν. [20] *[crux: ἄκουσιν]*
πολλὰ μὲν οὖν διὰ πολλῶν. οἷον ἔδοξέ τις πέτεσθαι ἀράμενος ἐκ τῆς οἰκείας διανοίας 〈πρὸσ〉 προτεθειμένον σκοπόν, ἐφʼ ὃν ἐσπουδάκει γενέσθαι· εἶτα γενόμενος ἐπʼ αὐτὸν πτερὰ ἔχειν ἔδοξε καὶ συναπαίρειν τοῖς ὀρνέοις, καὶ μετὰ ταῦτα κατῆχθαι πάλιν εἰς τὴν οἰκίαν· ἀπέβη αὐτῷ [τούτῳ] μεταναστῆναι τῆς οἰκείας διὰ τὴν πτῆσιν, καὶ τὰ προκείμενα καὶ μάλιστα ἐσπουδασμένα αὐτῷ περᾶναι διὰ τὸ μὴ τοῦ σκοποῦ ἡμαρτηκέναι. καὶ δὴ εὐπορήσας ἱκανῶς, ἐπειδὴ τοὺς εὐπόρους πτερὰ ἔχειν φαμέν, καὶ ἐν ξένῃ διατρίψας διὰ τὸ μὴ ὁμογενῆ εἶναι τὰ ὄρνεα, πάλιν εἰς τὴν οἰκείαν κατῆρεν. οἱ δὲ ὀλίγα διʼ ὀλίγων. οἷον ἔδοξέ τις χρύσεα ὄμματα ἔχειν. ἐτυφλώθη διὰ τὸ μὴ ἴδιον ὀμμάτων εἶναι τὸ χρυσίον. οἱ δὲ πολλὰ διʼ ὀλίγων. οἷον ἔδοξέ τις τὸ ἑαυτοῦ ὄνομα ἀπολωλεκέναι. ἀπέβη αὐτῷ τοῦτο μὲν τὸν υἱὸν ἀπολέσαι (οὐχ ὅτι τὸ τιμιώτατον ἀπώλεσε μόνον, ἀλλʼ ὅτι καὶ ταὐτὸ ὄνομα καλούμενος ἔτυχεν ὁ παῖς) τοῦτο δὲ καὶ τὴν κτῆσιν ἀθρόαν, δικῶν τινων αὐτῷ γραφεισῶν, ἐφʼ αἷς ἑάλω φεύγων γραφὴν δημοσίων ἀδικημάτων· ἄτιμός τε καὶ φυγὰς γενόμενος ἀναρτήσας ἑαυτὸν ἐτελεύτησε τὸν βίον, ὡς μηδὲ ἀποθανὼν ἔχειν ὄνομα. τούτους γὰρ μόνους ἐν νεκρῶν δείπνοις οὐ καλοῦσιν οἱ προσήκοντες. δῆλον οὖν παντὶ γένοιτʼ ἂν ὅτι πάντα ἀπὸ τοῦ αὐτοῦ ἀπέβη τῷ τὸν αὐτὸν ἐπέχειν λόγον. οἱ δὲ ὀλίγα διὰ πολλῶν. οἷον ἔδοξέ τις τὸν Χάρωνα παίζειν σύν τινι ἀνδρὶ ψήφοις, αὐτὸς δὲ σπουδάζειν τῷ ἀνδρί, καὶ διὰ τοῦτο λειφθέντα τὸν Χάρωνα χολᾶν τε καὶ διώκειν αὐτόν, ὁ δὲ ἀποστρεφόμενος φεύγειν, ἀφικόμενος δὲ εἰς ξενοδοχεῖον, ᾧ ἐπώνυμον κάμηλος, εἰς δωμάτιον εἰσδραμὼν ἐπιζυγῶσαι τὰς θύρας. τὸν μὲν οὖν δαίμονα οἴχεσθαι ἀπιόντα, τοῖν μηροῖν δὲ τὸν ἕτερον αὐτῷ φῦσαι πόαν. τούτων ἐγένετο πάντων [τὸ σημαινόμενον] ἓν ἀποτέλεσμα· πεσούσης γὰρ τῆς οἰκίας, ἔνθα ᾤκει καὶ συρραγέντων ἐπʼ αὐτὸν ξύλων συνετρίβη τὸν μηρὸν καὶ κατεάγη. καὶ γὰρ ὁ Χάρων ψήφοις παίζων λόγον τὸν περὶ θανάτου προηγόρευεν· μὴ καταλαβὼν δὲ μὴ ἀποθανεῖσθαι μὲν ἐδήλου, κινδυνεύσειν δὲ τὼ πόδε διὰ τὴν δίωξιν· καὶ τὸ ξενοδοχεῖον κάμηλος καλούμενον τὸν μηρὸν κατάξειν, ἐπεὶ καὶ τὸ ζῷον τὸ καλούμενον κάμηλος μέσους κάμπτει τοὺς μηροὺς ὑποτεμνόμενον τοῖν σκελοῖν τὸ ὕψος, ἐτύμως κεκλημένον κάμηλος οἱονεὶ κάμμηρος, ὥς φησιν Εὔηνος ἐν τοῖς εἰς Εὔνομον Ἐρωτικοῖς· ἡ δὲ ἐκφῦσα πόα τὸ μηκέτι ἐνεργὸν [ὄντα] τὸν μηρὸν ἕξειν, ἐκ γῆς ἀκινήτου φιλοῦσα ἀναφύεσθαι. καὶ τούτων εἴ τις ἀγαθὸς εἴη λογιστής, τὴν ἐξαρίθμησιν ἐπὶ πάντων οὕτως ἔχουσαν εὕροι ἄν. Τοῦ δὲ εἰδικοῦ καὶ αὐτοῦ τετραχῆ διαιρεθέντος οἱ μὲν κατὰ τὸ ἐντὸς καὶ κατὰ τὸ ἐκτός εἰσιν ἀγαθοί, οἱ δὲ κατʼ ἀμφότερα κακοί, οἱ δὲ κατὰ 〈μὲν〉 τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοί, οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοὶ κατὰ δὲ τὸ ἐκτὸς ἀγαθοί. [5]
5
ἀκουστέον δὲ ὀνείρους ἐντὸς μὲν κατὰ τὴν ὄψιν, ἐκτὸς δὲ κατὰ τὴν ἀπόβασιν. οἷον κατὰ ἀμφότερά εἰσιν ἀγαθοὶ οἱ τοιοῦτοι· θεοὺς ὁρᾶν Ὀλυμπίους ἱλαροὺς μειδιῶντας διδόντας τι ἢ λέγοντας ἀγαθὸν αὐτοὺς ἢ 〈τὰ〉 ἀγάλματα αὐτῶν ἐξ ὕλης [τῆς] ἀσήπτου πεποιημένα· ὁμοίως γονεῖς φίλους οἰκέτας οἶκον αὔξοντας, καὶ πολυτελεστέραν κτῆσιν καὶ σώματος ἡδεῖαν ὄψιν ἰσχύν τε καὶ τὰ ὅμοια· τούτων γὰρ ἡδίστης ὑπαρχούσης τῆς θέας, πολὺ μᾶλλον ἡδίονα αὐτῶν τὰ τέλη γίνεται. κατὰ δὲ ἀμφότερα κακοὶ οἱ τοιοῦτοι· κατὰ κρημνῶν πεσεῖν οἴεσθαι ἢ λῃστηρίῳ περιπεσεῖν ἢ Κύκλωπα ἰδεῖν ἢ τὸ ἄντρον αὐτοῦ 〈ἢ〉 παραλελύσθαι ἢ νοσεῖν ἢ ἀπολλύειν τι τῶν ἐσπουδασμένων. οἷαι γὰρ αἱ παθητικαὶ διαθέσεις γίνονται τῆς ψυχῆς κατὰ τὴν θέαν αὐτῶν, τοιαύτας ἀνάγκη καὶ τὰς ἀποβάσεις γίνεσθαι. κατὰ μὲν τὸ ἐντὸς ἀγαθοὶ κατὰ δὲ τὸ ἐκτὸς κακοὶ οἱ τοιοῦτοι. ἔδοξέ τις σὺν τῷ Κρόνῳ δειπνεῖν, καὶ μεθʼ ἡμέραν εἰς τὸ δεσμωτήριον καθείρχθη· δείπνου μὲν γὰρ τοῦ σὺν θεῷ εἰκὸς εἶναι ἡδεῖαν τὴν ὄψιν, δεσμῶν δὲ καὶ εἱρκτῆς οὐχ ἡδεῖαν. ἔτι δόξας τις παρὰ τοῦ Ἡλίου ἄρτους λαβεῖν δύο τοσαύτας ἡμέρας ἐπέζησεν· εἰς γὰρ τοσαύτην προθεσμίαν ἡ τοῦ βίου χρῆσις παρὰ τοῦ θεοῦ δοθεῖσα ἤρκει αὐτῷ. ἔτι καὶ τὸ χρύσεον εἶναι δοκεῖν καὶ τὸ θησαυρὸν εὑρίσκειν καὶ τὸ παρὰ νεκροῦ λαμβάνειν μύρον ἢ ῥόδον ἢ τῶν ὁμοίων τι εἰς τὴν αὐτὴν ἀνακτέον μοῖραν. οἱ δὲ κατὰ μὲν τὸ ἐντὸς κακοὶ κατὰ δὲ τὸ ἐκτὸς ἀγαθοὶ τοιοῦτοι· κεραυνοῦσθαι δοκεῖν πένητα ὄντα ἢ στρατεύεσθαι δοῦλον ὄντα ἢ ** μέλλοντα πλεῖν ἢ ** μονομαχεῖν ἀγαθόν· τούτων γὰρ ὁ μὲν πλοῦτον ὁ δὲ ἐλευθερίαν, ὁ δὲ πλοῦν οὔριον ὁ δὲ γάμον προσημαίνει. καὶ εἰσὶν αὐτῶν αἱ μὲν ὄψεις κακαί, αἱ δὲ ἀποβάσεις ἀγαθαί. Ἐννοῆσαι δὲ χρὴ ὅτι τὰ μὲν τοῖς φροντίζουσι περί τινος καὶ αἰτησαμένοις ὄνειρον παρὰ θεῶν ἐπιφαινόμενα οὐχ ὅμοια ταῖς φροντίσι [σημαίνοντα δέ τι περὶ τῶν προκειμένων] γίνεται, ἐπεὶ τά γε ὅμοια ταῖς ἐννοίαις ἀσήμαντά τέ ἐστι καὶ ἐνυπνιώδη, ὡς ὁ πρότερος ἔδειξε λόγος· μεριμνηματικὰ δὲ καὶ αἰτηματικὰ πρός τινων λέγεται· τὰ δὲ 〈τοῖσ〉 περὶ μηδενὸς φροντίζουσιν ἐφιστάμενα καὶ προαγορεύοντά τι τῶν ἐσομένων ἀγαθῶν ἢ κακῶν θεόπεμπτα καλεῖται. [5]
οὐχ ὁμοίως δὲ νῦν ἐγὼ ὡς Ἀριστοτέλης διαπορῶ πότερον ἔξωθεν ἡμῖν ἐστι τοῦ ὀνειρώσσειν ἡ αἰτία ὑπὸ θεοῦ γινομένη ἢ ἔνδον αἴτιόν τι, ὃ ἡμῖν διατίθησι τὴν ψυχὴν καὶ ποιεῖ φύσει συμβεβηκὸς αὐτῇ, ἀλλὰ θεόπεμπτα [ὡς] ἤδη καὶ ἐν τῇ συνηθείᾳ πάντα τὰ ἀπροσδόκητα καλοῦμεν. Ἔτι πᾶσι τοῖς πρόδηλον αἰτίαν ἐκφεύγουσι προσέχειν χρή, ἐάν τε νυκτὸς ἐάν τε ἡμέρας ὁραθῇ, μηδὲν διαφέρειν νομίζοντας εἰς πρόγνωσιν τὴν νύκτα τῆς ἡμέρας μηδὲ τὴν δείλην ἑσπέραν τῆς δείλης πρωΐας, ἐὰν συμμέτρως τις ἔχων [τῆς] τροφῆς καθεύδῃ· ἐπεὶ αἵ γε ἄμετροι τροφαὶ οὐδὲ πρὸς αὐτῇ τῇ ἕῳ παρέχουσιν ἰδεῖν τὸ ἀληθές. [5]
Ἔτι καὶ τὰ κοινὰ ἔθη τῶν ἰδίων μακρῷ διέστηκεν. ἃ εἰ μή τις καταμάθοι, ἐξαπατηθήσεται ὑπʼ αὐτῶν. κοινὰ μὲν οὖν ἔθη ταῦτα. θεοὺς σέβεσθαι καὶ τιμᾶν· οὐδὲν γὰρ ἔθνος ἀνθρώπων ἄθεον ὥσπερ οὐδὲ ἀβασίλευτον, ἄλλοι δὲ ἄλλους τιμῶσι θεούς, ἀλλʼ ἐπὶ τὸ αὐτὸ τὴν ἀναφορὰν ἔχουσι πάντες. τέκνα τρέφειν, ἡττᾶσθαι γυναικῶν καὶ τῆς πρὸς αὐτὰς ὁμιλίας, ἐγρηγορέναι ἡμέρας, καθεύδειν νύκτωρ, τροφαῖς χρῆσθαι, παύεσθαι κάμνοντας, διάγειν ἐν σκιᾷ, μὴ ὑπαιθρίους. ταῦτα μὲν οὖν κοινὰ ἔθη· τὰ δὲ ἴδια καὶ ἐθνικὰ καλοῦμεν. οἷον στίζονται παρὰ Θρᾳξὶν οἱ εὐγενεῖς παῖδες καὶ παρὰ Γέταις 〈οἱ〉 δοῦλοι· ὧν οἱ μὲν πρὸς ἄρκτον οἱ δʼ ἐπὶ μεσημβρίαν οἰκοῦσι. καὶ Μόσσυνες οἱ ἐν Ποντικῇ συνουσιάζουσι δημοσίᾳ καὶ γυναιξὶ μίσγονται ὥσπερ οἱ κύνες, τοῖς δὲ ἄλλοις ἀνθρώποις ἄτιμα ταῦτα νενόμισται. 〈καὶ〉 ἰχθύας ἐσθίουσι πάντες πλὴν Σύρων τῶν τὴν Ἀστάρτην σεβομένων. θηρία δὲ καὶ πάντα τὰ κινώπετα λεγόμενα ὡς εἴδωλα θεῶν Αἰγυπτίων παῖδες μόνοι τιμῶσί τε καὶ σέβονται, οὐ πάντες μέντοι τὰ αὐτά. ἔμαθον δέ τι καὶ ἐν Ἰταλίᾳ νόμιμον παλαιόν. γῦπας οὐκ ἀναιροῦσι καὶ τοὺς ἐπιτιθεμένους αὐτοῖς ἀσεβεῖν νομίζουσι. ταύροις δὲ κατὰ προαίρεσιν ἐν Ἰωνίᾳ παῖδες Ἐφεσίων ἀγωνίζονται, καὶ ἐν Ἀττικῇ παρὰ ταῖς θεαῖς ἐν Ἐλευσῖνι κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν καὶ ἐν Λαρίσσῃ πόλει τῆς Θεσσαλίας οἱ τῶν κατοικούντων εὐγενέστατοι, ἐν δὲ τῇ ἄλλῃ οἰκουμένῃ τὰ αὐτὰ τοῖς τὴν ἐπὶ θανάτῳ κατακριθεῖσι συμβαίνει. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ἐθῶν ἰδίᾳ δεῖ διαλαμβάνειν πάντων εἴ τι παρά τισι μόνοις φυλάσσεται, ὅτι τὰ μὲν ἐγχώρια ἀγαθῶν ἐστὶ σημεῖα, τὰ δὲ ξενικὰ κακῶν, πλὴν εἰ μή τι τῶν παρόντων τὴν ἀπόβασιν ἀλλαχόσε τρέποι. Λυσιτελὲς δʼ ἂν εἴη, οὐ μόνον δὲ λυσιτελὲς ἀλλὰ καὶ ἀναγκαῖον τῷ τʼ ἰδόντι τὸν ὄνειρον καὶ τῷ ὑποκρινομένῳ, ἐπίστασθαι τὸν ὀνειροκρίτην τίς τέ ἐστιν ὁ ἰδὼν τὸν ὄνειρον καὶ ὅ τι πράσσει καὶ ὅπως γέγονε καὶ ὅ τι ἔχει κτῆμα καὶ ὅπως ἔχει σώματος καὶ ἧστινος ἡλικίας γέγονε. [5]
καὶ αὐτὸν τὸν ὄνειρον ἀκριβῶς ἐξεταστέον, ὡς ἔστιν. ὅτι 〈γὰρ〉 μικρᾷ προσθέσει ἢ ἀφαιρέσει ἀλλοιοῦται τὸ ἀποτέλεσμα, ὁ ἐπιὼν [ὁ] λόγος δηλώσει· ὡς εἰ μή τις τούτων ἔχοιτο, πταίων ἂν ἑαυτὸν μᾶλλον ἢ ἡμᾶς μέμφοιτο. Ἑξῆς ὑποθησόμεθα πῶς δεῖ κρίνειν τοὺς ὀνείρους.
10
ἕξει δὲ τάξιν ἡ πραγματεία τοιαύτην. οὐχ ὥσπερ οἱ παλαιοὶ ἀπὸ θεῶν ἀρξόμεθα, κἂν ἀσεβεῖν τινὶ δοκῶμεν, ἀλλὰ πρὸς τὸ ἀναγκαῖον τῆς ἀκολουθίας ἀποβλέποντες ἀρξόμεθα πρῶτον ἀπὸ τοῦ γεννᾶσθαι, ἔπειτα ** ἀνατρέφεσθαι, ἑξῆς περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων τε καὶ ἀπογινομένων καὶ αὐξανομένων καὶ μειουμένων καὶ ἀλλοιουμένων εἰς μορφὴν ἑτέραν ἢ εἰς ὕλην, εἶτα περὶ διδασκαλίας τεχνῶν παντοδαπῶν καὶ ἔργων καὶ ἐπιτηδευμάτων, εἶτα περὶ ἐφηβίας, περὶ γυμνασίων [κατʼ εἶδος], περὶ ἀγώνων, περὶ βαλανείου καὶ λουτροῦ παντοδαποῦ, περὶ τροφῆς πάσης ὑγρᾶς τε καὶ ξηρᾶς, περὶ μύρων καὶ στεφάνων, περὶ [ἀφροδισίων] συνουσίας, περὶ ὕπνου. ταῦτα μὲν περιέξει ἡ πρώτη βίβλος· ἡ δὲ δευτέρα ** περὶ ἐγρηγόρσεως ἀσπασμάτων κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου ἀέρος καὶ τῶν περὶ ἀέρα, περὶ κυνηγεσίας περὶ ἁλιείας περὶ πλοῦ περὶ γεωργίας, περὶ δίκης, ἀρχῆς δημοσίας καὶ λειτουργίας, στρατείας, θεῶν τιμῆς καὶ περὶ θεῶν, περὶ θανάτου, καὶ εἴ τι ἄλλο προϊὼν ὁ λόγος ὑπομνήσει. Χρὴ δὲ κρίνειν τοὺς ὀνείρους ποτὲ μὲν ἀπʼ ἀρχῆς εἰς τέλος ἀποβλέποντα τὸν ὀνειροκρίτην [καὶ ὅταν ᾖ τὰ θεωρήματα διαλελυμένα ἀπʼ ἀλλήλων] ποτὲ δὲ ἀπὸ τέλους εἰς ἀρχήν· ἔστι γὰρ ὅτε ἡ ἀρχὴ τὸ τέλος ἔδειξεν ἀφανὲς ὂν καὶ οὐκ εὐσύνοπτον, ὁτὲ δὲ τὸ τέλος τὴν ἀρχήν. [5]
δεῖ δὲ καὶ τοῖς καταπήροις καὶ ὥσπερ οὐκ ἔχουσι λαβὰς ὀνείροις παρʼ ἑαυτοῦ τι προσφιλοτεχνεῖν, καὶ μάλιστα [τοῖς ἀπόροις] ἐν οἷς ἢ γράμματά τινα ὁρᾶται διάνοιαν αὐτοτελῆ μὴ περιέχοντα ἢ ὄνομα ἀπρόσλογον, ποτὲ μὲν μετατιθέντα ποτὲ δὲ ἀλλάσσοντα ποτὲ δὲ προστιθέντα γράμματα ἢ συλλαβάς, ἐνίοτε δὲ ἰσόψηφα ἐπινοοῦντα, διʼ ὧν σαφέστερος γένοιτʼ ἂν ὁ λόγος. [10]
ὅθεν φημὶ δεῖν οἴκοθεν παρεσκευάσθαι καὶ οἰκείᾳ συνέσει χρῆσθαι τὸν ὀνειροκρίτην καὶ μὴ μόνον τοῖς βιβλίοις ἐπανέχειν, ἐπεὶ ὅστις γε τέχνῃ οἴεται ἄνευ φύσεως ἐντελὴς ἔσεσθαι, ἀτελὴς καὶ ἀπέραντος, τοσούτῳ μᾶλλον ὅσῳ πλείονα ἕξιν ἔχει, διατελέσει· καὶ γὰρ τὸ ἀπʼ ἀρχῆς πεπλανῆσθαι ἐπὶ πλέον τὴν πλάνην παρέχει. ἔτι καὶ τὰ μὴ ἐξ ὁλοκλήρου μνημονευόμενα ἄκριτα νόμιζε, ἐάν τε τὸ μέσον ἐάν τε τὸ πέρας ἐπιλάθηταί τις· εἰ μὲν γὰρ τὸν ὑγιᾶ λόγον δεῖ ἐξετάζειν, πᾶν τὸ ὁρώμενον ἀποβαίνει, μόνον δὲ εἰς κατάληψιν ἔρχεται τὸ ἐξ ὁλοκλήρου μνημονευόμενον. ὥσπερ οὖν οἱ θύται τὰ ἀμφίβολα τῶν σημείων οὐχὶ μὴ ἀληθῆ φασιν εἶναι, ἀλλʼ αὐτοὶ μὴ καταλαμβάνειν διʼ ὧν ἐπιθύονται, οὕτω τὸν ὀνειροκρίτην, ὧν μὴ ἀκριβῆ δύναται κατάληψιν λαβεῖν, περὶ τούτων οὐ χρὴ ἀποφαίνεσθαι οὐδὲ ἀποσχεδιάζειν, ἐπεὶ αὐτῷ μὲν ἀδοξία τῷ δὲ ἰδόντι βλάβη παρακολουθήσει. ἔτι κἀκεῖνο. ὅσοι τῶν ὀνείρων κακόν τι σημαίνουσιν, ἐὰν ἡ τοῦ ὁρῶντος ψυχὴ [τὸ ὄναρ] μὴ ἀηδῶς ᾖ διατιθεμένη, ἐλάττονα τὰ κακὰ γίνεται καὶ σχεδὸν ἀτελεύτητα· καὶ πάλιν αὖ ὅσοι τῶν ὀνείρων ἀγαθόν τι σημαίνουσιν, ἐὰν μὴ ἡ τῆς ψυχῆς διάθεσις ἡδεῖα ᾖ, τὰ ἀγαθὰ ἀτελεύτητα γίνεται ἢ ἀνόνητα ἢ πάντως γε ἥττονα. διὸ χρὴ ἐπερωτᾶν καθʼ ἕκαστον εἴτε ἡδέως εἴτε ἀηδῶς τοῦτο ἑώρα. Εἴ τις δόξειε γεννᾶσθαι ὑπὸ γυναικὸς ἡστινοσοῦν, ὧδε κρίνειν προσήκει. [20]
πένητι μὲν ἀγαθόν· ἕξει γὰρ τὸν θρέψοντα αὐτὸν καὶ ἐπιμελησόμενον αὐτοῦ ὥσπερ καὶ τὰ βρέφη, εἰ μὴ ἄρα χειροτέχνης εἴη· τῷδε γὰρ σχολὴν προαγορεύει· ἀργὰ γὰρ τὰ βρέφη καὶ ἐνειλημένα τὰς χεῖρας τυγχάνει. [χεῖρες δὲ αἱ πράξεις εἴρηνται.] πλουσίῳ δὲ τὸ μὴ κρατεῖν τῆς οἰκίας σημαίνει ἀλλʼ ὑπό τινων ἄρχεσθαι ὧν οὐ βούλεται· καὶ γὰρ τὰ βρέφη ὑπὸ ἄλλων ἄρχεται ὧν οὐ κατὰ γνώμην αὐτοῖς. ἀνδρὶ δὲ γυναῖκα ἔχοντι μὴ ἔγκυον σημαίνει τῆς γυναικὸς στερηθῆναι· οὐδὲ γὰρ τὰ βρέφη γυναιξὶ [γαμεῖται ἢ] σύνεστιν. ἔτι τῷ ἔχοντι ἔγκυον γυναῖκα σημαίνει παῖδα αὐτῷ γενήσεσθαι ὅμοιον κατὰ πάντα· οὕτω γὰρ 〈ἂν〉 ἄνωθεν αὐτὸς δόξειε γεννᾶσθαι. δούλῳ δὲ σημαίνει τὸ φιλεῖσθαι παρὰ τοῦ δεσπότου κἂν ἁμάρτῃ συγγνώμης ἀξιοῦσθαι, ἐλευθερωθῆναι δὲ οὐδέπω· καὶ γὰρ οὐδὲ τὰ βρέφη ἑαυτῶν ἄρχει, κἂν ἐλεύθερα ᾖ. ἀθληταῖς δὲ κακόν· οὔτε γὰρ βαδίζει τὰ βρέφη οὔτε τρέχει, οὔτε ῥῆξαί τινα δύναται, ὅπου γε οὐδὲ [αὐτὰ] βαδίζειν δύναται. τῷ δὲ ἐπὶ ξένης ὄντι τὴν εἰς οἶκον ἀνακομιδὴν σημαίνει, ἵνα ἐπʼ ἀρχὴν ἔλθῃ, ὡς καὶ τὸ γεννώμενον· 〈ἢ〉 πάλιν ἵνα εἰς τὴν γῆν ἔλθῃ, τοῦτʼ ἔστιν εἰς τὴν πατρίδα· κοινὴ γὰρ ἅπασιν ἐπίσης ἐστὶν ἡ γῆ πατρίς. τῷ δὲ νοσοῦντι θάνατον προαγορεύει τὸ ὄναρ, ἐπεὶ καὶ οἱ ἀποθανόντες ἐσχισμένοις ἐνειλοῦνται ῥάκεσιν ὡς καὶ τὰ βρέφη καὶ χαμαὶ τίθενται, καὶ οἷόν περ λόγον ἔχει ἡ ἀρχὴ πρὸς τὸ τέλος, τὸν αὐτὸν καὶ τὸ τέλος πρὸς τὴν ἀρχήν. καὶ τὸν ἀποδράσαι πειρώμενον οὐκ ἐᾷ διαφυγεῖν οὐδὲ τὸν ἀποδημεῖν θέλοντα ἐᾷ τῆς οἰκείας ἐξελθεῖν οὗτος 〈ὁ〉 ὄνειρος· οὐ γὰρ τὰ πρὸ ποδῶν δύναται φυλάξασθαι τὰ βρέφη· προσπταίει γὰρ ἑκάστοτε. ἐν δὲ ταῖς δίκαις τῷ μὲν ἐγκαλοῦντι δεινὸς ὁ ὄνειρος· οὐ γὰρ πείσει τοὺς δικαστὰς διὰ τὸ τραυλὸν τῆς φωνῆς, τῷ δʼ ἐγκαλουμένῳ καὶ φεύγοντι καὶ μάλιστα τῷ δεδιότι καταδικασθῆναι ἄφοβος ὁ ὄνειρος· τὰ γὰρ βρέφη συγγνώμης ἀξιοῦται, ἐὰν ἁμάρτῃ. Εἰ δέ τις ἑαυτὸν ὑπολάβοι κυεῖν, εἰ μὲν πένης εἴη, πολλὰ κτήσεται καὶ περιβαλεῖται χρήματα, ὡς καὶ διογκωθῆναι· εἰ δὲ πλούσιος, ἐν βασάνοις ἔσται καὶ φροντίσι. [30]
καὶ ὁ γυναῖκα ἔχων στερηθήσεται αὐτῆς, ὡς οὐκέτι χρείαν ἔχων τῆς κυοφορούσης· ὁ δὲ μὴ ἔχων γυναῖκα γήμαι ἂν σφόδρα εὔνουν, ὡς δοκεῖν ταὐτὰ τῇ γυναικὶ πάσχειν· τοῖς δὲ λοιποῖς νόσον σημαίνει. τὸ δὲ ἀποτεκεῖν καὶ ἀπογεννῆσαι οὐ ταὐτὰ τῷ ἔτι δοκεῖν ἐν γαστρὶ ἔχειν σημαίνει, ἀλλὰ τὸν μὲν νοσοῦντα δηλοῖ ἀποθανεῖν ταχέως, ἐπειδὴ πᾶν σῶμα τῖκτον πνεῦμα ἐξαφίησι, καὶ ὥσπερ τὸ βρέφος τοῦ περιέχοντος σώματος ἀπαλλάσσεται, οὕτω καὶ ἡ ψυχή· πένητι δὲ καὶ καταχρέῳ καὶ δούλῳ καὶ παντὶ τῷ ἐν περιστάσει ᾑτινιοῦν ὄντι τὰ παρόντα δεινὰ ἀποθέσθαι σημαίνει· καὶ ἡ αἰτία φανερά. καὶ τὰ κρυπτὰ ἐλέγχει, ἐπεὶ τὸ κεκρυμμένον τέως βρέφος ἐξεφάνη. πλουσίους δὲ καὶ δανειστὰς καὶ πραγματευτὰς καὶ πάντας τοὺς πιστευομένους βλάπτει· ἃ γὰρ τὸ πρὶν εἶχον ἀποθήσονται. ἐμπόροις δὲ καὶ ναυκλήροις ἀγαθόν· 〈διαθήσονται〉 γὰρ τὰ φορτία. πολλοὶ δὲ καὶ συγγενεῖς ἀπέβαλον διὰ τὸ ἀφʼ αἵματος ὂν τὸ βρέφος ἀποβεβλῆσθαι. Παιδία δόξαι ἔχειν ἢ ἰδεῖν παντελῶς βρέφη, ἴδια μὲν τέκνα καὶ ἀνδρὶ καὶ γυναικὶ μοχθηρόν· φροντίδας γὰρ καὶ λύπας σημαίνει καὶ μερίμνας πραγμάτων ἀναγκαίων τινῶν ἕνεκεν, ἐπειδὴ οὐδὲ τὰ βρέφη ἄνευ τούτων ἔστιν ἀναθρέψαι. [5]
15
καί τις καὶ λόγος παλαιὸς ἐπιδείκνυσι τὸ τοιοῦτο· ἔχει δὲ ὧδε· ἢ δέος ἢ λύπη παῖς πατρὶ πάντα χρόνον. τούτων δὲ τὰ μὲν ἀρσενικὰ εἰς ἀγαθὸν τελευτᾷ, τὰ δὲ θηλυκὰ χείρονα τῆς ἀρχῆς τὴν τελευτὴν ἐπάγει καὶ ζημίαν προαγορεύει· τὰ μὲν γὰρ ἀρσενικὰ οὐδὲν ἀνατραφέντα παρὰ τῶν γονέων λαμβάνει, τὰ δὲ θηλυκὰ προικὸς ἐπιδεῖται. οἶδα δέ τινα, ὃς ἔδοξε θυγάτριον αὐτῷ γενέσθαι, καὶ ἐδανείσατο. καὶ πάλιν αὖ ἔδοξέ τις τὴν θυγατέρα τὴν ἑαυτοῦ ἀποθανοῦσαν κατορύσσειν. ἀπέβη αὐτῷ δάνειον ἀποδοῦναι. [οὕτως ἄρα τὸν αὐτὸν ἐπέχει λόγον δανείῳ ἡ θυγάτηρ.] ἀλλοτρίους δὲ παῖδας ὁρᾶν ἀγαθόν, ὅταν ὦσιν εὔμορφοι καὶ χαρίεντες καὶ τὸ παιδικὸν αὐτοῖς ἐπιτρέχῃ· ἀγαθῶν γὰρ ἔνστασιν καιρῶν δηλοῖ, ἐν οἷς ἐστιν ἐλπὶς ἔτι μᾶλλον τελέσαι τι καὶ καταπράξασθαι ἡδύ· καὶ γὰρ οἱ παῖδες τὸ παρὸν ὄντες ἄπρακτοι αὖθις ἐπὰν ἀνατραφῶσι δυνήσονταί τι πρᾶξαι. Εἰ δέ τις ὥσπερ οἱ παῖδες ἐν σπαργάνοις εἶναι δόξειε καὶ γάλα λαμβάνειν παρά τινος γυναικὸς γνωρίμης ἢ οὐ γνωρίμης, νόσον νοσήσει μακράν, εἰ μὴ γυναῖκα ἔχοι ἔγκυον· τότε γὰρ αὐτῷ γενόμενος ὅμοιος ὁ παῖς τοῦτον τὸν τρόπον ἀνατραφήσεται· γυναικὶ δʼ ἰδούσῃ θυγάτριον ἐσόμενον προαγορεύει. [5]
εἰ δέ τις ἐν δεσμοῖς ὢν ἴδοι τὸν ὄνειρον τοῦτον, προσεπισωρεύσει αὐτῷ τὸ δαιμόνιον καὶ ἄλλα τινὰ κακὰ πρὸς τῷ μὴ ἀπολυθῆναι. οὐκ ἄλογον δὲ οὐδὲ κατὰ τὴν νόσον· ἀσθενεῖς γάρ εἰσιν οἱ ἐν γάλακτι παῖδες· καὶ μὲν δὴ καὶ οἱ τέλειοι, ὅταν νοσοῦντες τροφῇ μὴ δύνωνται χρῆσθαι, γάλακτι χρῶνται. τὸ δὲ δοκεῖν ἐν τοῖς ἰδίοις μασθοῖς γάλα ἔχειν γυναικὶ μὲν νέᾳ συλλαβεῖν σημαίνει καὶ τελεσφορῆσαι καὶ ἀποτεκεῖν, πρεσβύτιδι δὲ πενιχρᾷ οὔσῃ εὐπορίαν, πλουσίᾳ δὲ δαπάνας, παρθένῳ δὲ ὡραίᾳ μὲν οὔσῃ γάμον προαγορεύει· οὐ γὰρ ἄνευ συνουσίας [ἀφροδισίου] γάλα ἄν ποτε σχοίη· παντελῶς δὲ μικρᾷ καὶ πρὸ πολλοῦ τῆς ὥρας τῶν γάμων οὔσῃ θάνατον προμαντεύεται· τὰ γὰρ παρὰ τὴν ἡλικίαν μοχθηρὰ πάντα πλὴν ὀλίγων. ἀνδρὶ δὲ πένητι καὶ βίου δεομένῳ περιουσίαν χρημάτων καὶ κτημάτων προαγορεύει, ὡς δύνασθαι καὶ ἄλλους τρέφειν. καὶ ἀγάμῳ γάμον καὶ ἄπαιδι παῖδας πολλάκις ἐτήρησα προαγορεῦσαν τὸ ὄναρ· ὁ μὲν γὰρ οὕτως ἔσχεν εὔνουν τὴν γυναῖκα ὡς ταὐτὰ ἐκείνῃ πάσχειν δοκεῖν, ὁ δὲ ἀνεθρέψατο παῖδας. ἀθλητῇ δὲ καὶ μονομάχῳ καὶ παντὶ σωμασκοῦντι νόσον προαγορεύει, ἐπειδὴ τὰ θηλύτερα σώματα γάλα ἔχει. ἔτι καὶ τὸ τοιοῦτον ἐτήρησα. γυναῖκά τις ἔχων καὶ παῖδας ἐπὶ τούτῳ τῷ ὀνείρῳ τῆς γυναικὸς ἐστερήθη καὶ τοὺς ἑαυτοῦ παῖδας ἀνεθρέψατο τὴν ἴσην αὐτοῖς παρέχων χρείαν πατρός τε ἅμα καὶ μητρός. Καὶ ταῦτα μὲν περὶ ἀνατροφῆς· νυνὶ δὲ περὶ σώματος καὶ τῶν ἐν τῷ σώματι μερῶν προσγινομένων τε καὶ ἀπογινομένων καὶ ἀλλοιουμένων εἴς τινα μορφὴν ἑτέραν ἢ εἰς ὕλην ποιήσομαι τὸν λόγον μικρὰ παραιτησάμενος τοὺς τοῖς ἐπὶ λεπτὸν διαιρουμένοις δυσχεραίνοντας· ἡμεῖς γὰρ οὐχ ὅτι μόνον τοῖς ἐπισύρουσι τὰ τοιαῦτα ἀχθόμεθα ἀλλὰ καὶ βλάβην κοινὴν νομίζομεν τὸ μὴ περὶ ἑκάστου ἀκριβοῦν καὶ ἐξονυχίζειν. τοιγάρτοι πρῶτον μὲν ἀπὸ τοῦ κυριωτάτου τῶν ἐν τῷ σώματι μερῶν ἄρξομαι διασαφεῖν. Μεγάλην δοκεῖν ἔχειν κεφαλὴν ἀγαθὸν ἀνδρὶ πλουσίῳ οὐδέπω ἄρξαντι καὶ πένητι καὶ ἀθλητῇ καὶ δανειστῇ καὶ τραπεζίτῃ καὶ ἐρανάρχῃ. [35]
τῷ μὲν γὰρ ἀρχήν τινα προαγορεύει, ἐν ᾗ δεήσει αὐτῷ στεφάνου ἢ στροφίου ἢ διαδήματος, τῷ δὲ εὐπορίαν καὶ χρημάτων ἐπίκτησιν καὶ κατὰ τοῦτο μείζονα τὴν κεφαλὴν ἔσεσθαι. ἀθλητῇ δὲ σαφὲς ὅτι νίκην προαγορεύει· τότε γὰρ ἡ κεφαλὴ μείζων γένοιτʼ ἂν αὐτοῦ. δανειστῇ δὲ καὶ τραπεζίτῃ καὶ ἐρανάρχῃ πλείονα τὴν τῶν χρημάτων συλλογὴν μαντεύεται. καὶ γὰρ τὰ χρήματα κεφάλαια καλεῖται. πλουσίῳ δὲ πρὸς τὸ ἄρχειν ἤδη καθεστῶτι καὶ ῥήτορι καὶ δημαγωγῷ βαρύνσεις καὶ ὕβρεις ἐκ τῶν ὄχλων προαγορεύει, καὶ τῷ νοσοῦντι καρηβαρίαν καὶ στρατιώτῃ πόνους καὶ δούλῳ τὸ μὴ ταχέως ἐλευθερωθῆναι καὶ τῷ τὸν ἥσυχον ἐπανῃρημένῳ βίον ταραχὰς ἅμα καὶ ὕβρεις μαντεύεται. ἡ δὲ μικροτέρα καὶ τοῦ κατὰ φύσιν λειπομένη κεφαλὴ τὰ ἐναντία πρὸς λόγον ἑκάστου τῶν ἀποτελεσμάτων τῇ προγεγραμμένῃ κεφαλῇ σημαίνει. Τρίχας ἔχειν μεγάλας καὶ καλὰς καὶ ἐπʼ αὐταῖς ἀγάλλεσθαι ἀγαθὸν μάλιστα γυναικί· ὑπὲρ γὰρ εὐμορφίας ἔστιν ὅτε καὶ ἀλλοτρίαις θριξὶν αἱ γυναῖκες χρῶνται. [15]
ἀγαθὸν δὲ καὶ ἀνδρὶ σοφῷ καὶ ἱερεῖ καὶ μάντει καὶ βασιλεῖ καὶ ἄρχοντι καὶ τοῖς περὶ τὸν Διόνυσον τεχνίταις· τούτων γὰρ οἷς μὲν ἔθος ἐστὶ κομᾶν, οἷς δὲ τὸ ἐπιτήδευμα κομᾶν ἐπιτρέπει. ἀγαθὸν δὲ καὶ τοῖς λοιποῖς πλὴν ἧττον· αὐτὸ γὰρ μόνον εὐπορίαν σημαίνει οὐχ ἡδεῖαν ἀλλʼ ἐπίμοχθον διὰ τὸ πολλοῦ καμάτου δεῖν εἰς τὴν κομιδὴν τῶν μεγάλων τριχῶν. [5]
αἱ δὲ μεγάλαι μὲν ἀτημέλητοι δὲ τρίχες, ὡς μὴ δοκεῖν κόμην εἶναι ἀλλὰ τρίχωμα, πᾶσιν ἀνθρώποις πένθη τε καὶ λύπας δηλοῦσι· κομεῖν μὲν γὰρ τὸ ἐπιμελεῖσθαί ἐστιν, ἣ δὲ ἀτημέλητος ἐν συμφοραῖς αὔξεται, θρίξ. [ἐγὼ δέ ποτέ τινα τῶν γνωρίμων ἐν ἀρχῇ καταστάντα καὶ τὴν ἄλλην εὐπραγίαν εὐτυχήσαντα ἐν ὕπνοις θεασάμενος ἐν τῇ πόλει προπεμπόμενον ὑπὸ τῆς ὑποβεβλημένης αὐτῷ τάξεως ἀνίκμους ἔχοντα καὶ κουριώσας τὰς τρίχας τῆς κεφαλῆς ἐπέβαλον μὲν ὡς λύπης αὐτῷ δηλωτικὸν εἴη τὸ ὄναρ· οὐ πολλῶν δὲ διελθουσῶν ἡμερῶν ἐπαύθη τῆς ἀρχῆς, ὅπερ ἦν αὐτῷ καὶ ἐπιζήμιον πάνυ καὶ ἐπίλυπον.] Τὸ δὲ δοκεῖν χοιρείας ἔχειν τρίχας κινδύνους ἐπάγει βιαίους καὶ τοιούτους, οἵοις ὑποπίπτει τὸ ζῷον, λέγω δὲ ὁ χοῖρος. [10]
20
ἱππείας δὲ ἔχειν τρίχας δουλείαν καὶ ταλαιπωρίαν σημαίνει [καὶ] τοῖς εὖ γεγονόσι. δούλοις δὲ καὶ δεσμὰ περιτίθησιν· ὡς γὰρ ἐπὶ τὸ πολὺ χαίτη ἱππεία δεσμεύεται. Ἔρια δὲ ἀντὶ τριχῶν ἔχειν νόσους μακρὰς καὶ φθίσιν προαγορεύει καὶ διὰ τοῦτο πολλάκις ἐπὶ τῆς κεφαλῆς ἔρια φοροῦντα δοκεῖν συμπεφυκότα ἔχειν. [5]
εἰ δὲ εἰς ἄλλην τινὰ ὕλην αἱ τρίχες μεταβάλοιεν, ἀπὸ τῶν ὁμοίων τεκμαίρεσθαι χρή. Τὸ δὲ δοκεῖν ψιλὸν εἶναι τὸ περὶ μέτωπον πᾶν μέρος ἐν τῷ παρόντι χλεύην ἅμα καὶ ἀπραξίαν μαντεύεται· εἰ δὲ τὸ ὀπίσω τοιοῦτον ἔχειν δόξειέ τις, ἐν τῷ γήρᾳ πενίαν καὶ ἀπορίαν οὐ τὴν τυχοῦσαν ἕξει· πᾶν μὲν γὰρ τὸ ὀπίσω τοῦ μέλλοντός ἐστι σημαντικὸν χρόνου, αἱ δὲ ψιλότητες ἀπορίας οὐδὲν διαφέρουσιν, ἢ ὅτι κατʼ ἔλλειψιν γίνονται θερμοῦ, ἢ ὅτι μηδενὸς ἐπιλαβέσθαι παρέχουσιν. εἰ δὲ τὸ δεξιὸν μέρος τῆς κεφαλῆς ψιλὸν ἔχοι τις, πάντας τοὺς καθʼ αἷμα προσήκοντας ἄρσενας ἀπολεῖ· εἰ δὲ μηδένα ἔχοι, βλαβήσεται. εἰ δὲ τὸ εὐώνυμον, τὰς θηλείας ἀπολεῖ, εἴγε τινὰς ἔχοι· εἰ δὲ μή, καὶ οὕτω βλαβήσεται. συγγενῶν μὲν γάρ ἐστιν ἡ κεφαλὴ σημαντική, ταύτης δὲ τὰ μὲν δεξιὰ μέρη ἀρρένων τὰ δὲ εὐώνυμα θηλειῶν. [ἐπὶ δὲ τοῦ παντὸς σώματος τὰ δεξιὰ καὶ τὰ εὐώνυμα ταύτην ἔχει τὴν διαίρεσιν.] ὁπότερον δʼ ἂν τῆς κεφαλῆς μέρος ψιλὸν ἔχῃ τις οὐκ ὢν εὐσυνείδητος, κατακριθήσεται τὴν εἰς ἔργον δημόσιον καταδίκην· τοῦτο γὰρ κἀκεῖ παράσημόν ἐστι τοῖς καταδικαζομένοις. ὅλην δὲ τὴν κεφαλὴν ψιλὴν ἔχειν ἀγαθὸν τῷ φεύγοντι δίκην καὶ τῷ φοβουμένῳ μὴ πρός τινων βίᾳ κατασχεθῇ· ῥᾷστα γὰρ ἂν διαφύγοι ἀνεπίληπτος ὤν· τοῖς δὲ ἄλλοις ἀπολέσαι πᾶν σημαίνει τὸ πρὸς κόσμον τοῦ βίου τεῖνον. Ξυρᾶσθαι δὲ δοκεῖν τὴν κεφαλὴν ὅλην [πλὴν] Αἰγυπτίων θεῶν ἱερεῦσι καὶ γελωτοποιοῖς καὶ τοῖς ἔθος ἔχουσι ξυρᾶσθαι ἀγαθόν, πᾶσι δὲ τοῖς ἄλλοις πονηρόν. [25]
τὰ γὰρ αὐτὰ τῇ ψιλώσει σημαίνει, βιαιότερα δὲ ἐπάγει καὶ σύντομα τὰ κακά. πλέουσι δὲ διαρρήδην ναυάγιον σημαίνει καὶ νοσοῦσιν εἰς ἔσχατον ἐλάσαι κίνδυνον πλὴν οὐκ ἀποθανεῖν· ναυαγήσαντες μὲν γὰρ καὶ ἐκ μεγάλης ἀναστάντες νόσου ξυρῶνται οἱ ἄνθρωποι, ἀποθανόντες δὲ οὔ. [τοῖς δὲ προειρημένοις ἀγαθὸν διὰ τὸ ἔθος.] κείρεσθαι δὲ ὑπὸ κουρέως ἀγαθὸν πᾶσιν ἐπίσης· ἔστι γὰρ ὡς εἰπεῖν ἀπὸ τοῦ καρῆναι καὶ τὸ χαρῆναι ἐκδέξασθαι κατὰ παραλλαγὴν στοιχείου, καὶ μέντοι 〈καὶ〉 ἐν περιστάσει πονηρᾷ ἢ σημφορᾷ τινι καθεστὼς κείρεται οὐδείς, ἀλλʼ οἷς μάλιστα εὐπρεπείας μέλει, οὗτοι κείρονται· μέλει δὲ εὐπρεπείας ἀλύποις τε καὶ οὐκ ἀπόροις. τὸ δὲ ὑπὸ κουρέως πρόσκειται, ἐπεὶ εἴ τις ἑαυτὸν κείροι οὐκ ὢν κουρεύς, τῶν ἰδίων πένθη ἢ αἰφνίδιόν τινα συμφορὰν μεγάλων κακῶν ἀνάπλεων σημαίνει· οἱ γὰρ ἐν τοιούτοις γενόμενοι ἑαυτοὺς [ἀνάγκῃ] περικείρουσι. τὸ δὲ ὀνυχίζεσθαι χρεώστῃ μὲν ἀποδοῦναι τόκον σημαίνει, τοῖς δὲ λοιποῖς βλάβην ἀπὸ τῶν ὀνυχισάντων, ἐάν γε ἴδωσιν ἑαυτοὺς ὑπʼ ἄλλων τινῶν 〈ὀνυχισθέντασ〉· καὶ γὰρ ἐν τῇ συνηθείᾳ ὀνυχίζεσθαί φαμεν τὸν ἐπὶ βλάβῃ ὑπό τινος ἐξαπατηθέντα. περὶ δὲ τοῦ κτενίζεσθαι καὶ ἐμπλέκεσθαι τὴν κεφαλὴν καὶ ἐσοπτρίζεσθαι καὶ τῶν τούτοις ἀκολούθων ἐν τῷ δευτέρῳ ἐπιμνησθήσομαι βιβλίῳ, ἐπειδὰν περὶ κόσμου παντὸς ἀνδρείου καὶ γυναικείου λέγω. Μέτωπον ὑγιὲς καὶ εὔσαρκον παντὶ ἀγαθὸν καὶ παρρησίαν καὶ εὐανδρίαν σημαίνει, τὸ δὲ ἡλκωμένον ἢ νοσοῦν αἰσχύνην ἅμα καὶ βλάβην δηλοῖ. [25]
χάλκεον δὲ ἢ σιδήρεον ἢ λίθινον μέτωπον δοκεῖν ἔχειν τελώναις καὶ καπήλοις καὶ τοῖς μετὰ ἀναιδείας ζῶσιν μόνοις συμφέρει, τοῖς δὲ λοιποῖς μῖσος ἐργάζεται. Ὦτα πλείονα ἔχειν ἀγαθὸν τῷ βουλομένῳ κτήσασθαί τινα ὑπακουσόμενον, οἷον γυναῖκα τέκνα οἰκέτας. [5]
πλουσίῳ δὲ καταβοήσεις σημαίνει, ἀγαθὰς μέν, ἐὰν εὔμορφα 〈ᾖ τὰ〉 ὦτα, κακὰς δέ, ἐὰν ἄμορφα ᾖ καὶ ἄρρυθμα. κακὸν δὲ δούλῳ τὸ ὄναρ καὶ δίκην ἔχοντι ἐγκαλοῦντί τε καὶ ἐγκαλουμένῳ· τῷ μὲν γὰρ πολλῷ χρόνῳ σημαίνει ὑπακούσεσθαι, τῷ δὲ ἐὰν μὲν ἐγκαλῇ καὶ ἀντεγκληθῆναι, ἐὰν δὲ ἐγκαλῆται πλείονα τὰ ἐγκλήματα τῶν φανερῶν ἐπενεχθήσεσθαι· τρόπον γάρ τινα αὐτῷ φησι δεῖν πλειόνων ὤτων. ἀνδρὶ δὲ χειροτέχνῃ ἀγαθόν· πολλῶν γὰρ ἀκούσεται ἐργοδοτῶν. τὸ δὲ ἀπολέσαι καὶ τὰ ὄντα ὦτα τἀναντία ἑκάστοτε τοῖς ἔμπροσθεν γεγραμμένοις σημαίνει. Ὦτα καθαίρειν μεστὰ ῥύπου ἢ ἰχῶρος ἀγγελίας σημαίνει ἀκούσεσθαί ποθεν ἀγαθάς, μαστιγοῦσθαι δὲ τὰ ὦτα κακὰς ἀγγελίας ἀκούσεσθαί ποθεν σημαίνει. Μύρμηκας δοκεῖν εἰς τὰ ὦτα εἰσέρχεσθαι σοφισταῖς μόνοις ἀγαθόν· ὅμοιοι γάρ εἰσι τοῖς φοιτῶσι [ἀκουσομένοις] μειρακίοις· τοῖς δὲ λοιποῖς θάνατον προαγορεύει τὸ ὄναρ· γῆς τε γάρ εἰσι παῖδες οἱ μύρμηκες καὶ εἰς γῆν καταδύονται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκ τῶν ἑαυτοῦ ὤτων πυρῶν ἀστάχυας πεφυκέναι καὶ τοὺς πυροὺς αὐτοὺς ἀπορρέοντας ταῖς χερσὶν ὑποδεχόμενος ἐκλαμβάνειν. ἤκουσε κληρονόμος ἀπόντος ἀδελφοῦ· διὰ μὲν τοὺς στάχυας κληρονόμος, ἀδελφοῦ δὲ ὅτι καὶ τὰ ὦτα ἀδελφά ἐστιν ἀλλήλων. Ὦτα ὄνου ἔχειν δοκεῖν φιλοσόφοις μόνοις ἀγαθόν, ὅτι μὴ ταχέως κινεῖ τὰ ὦτα ὁ ὄνος· τοῖς δὲ λοιποῖς δουλείαν καὶ ταλαιπωρίαν σημαίνει. Ὦτα λέοντος ἔχειν ἢ λύκου ἢ παρδάλεως ἢ ἄλλου τινὸς τῶν ἀγρίων ζῴων ἐπιβουλὴν ἔχειν ἐκ διαβολῆς σημαίνει· ἀκολούθως δὲ περὶ τῶν ἄλλων ζῴων κατὰ τὸ οἰκεῖον ἐκλαμβάνειν δεῖ. Ὦτα ἐν τοῖς ὀφθαλμοῖς ἔχειν κωφὸν σημαίνει γενέσθαι καὶ τὰ τῆς ἀκοῆς διὰ τῆς ὁράσεως παραδέξασθαι. ἐπὶ δὲ τοῖς ὠσὶν ὄμματα ἔχειν τυφλὸν γενέσθαι σημαίνει καὶ τὰ τῆς ὁράσεως διὰ τῆς ἀκοῆς παραδέξασθαι. Ὀφρύες δασεῖαι καὶ εὐανθεῖς πᾶσιν ἀγαθαί, μάλιστα γυναιξίν· αὗται γὰρ ὑπὲρ εὐμορφίας καὶ μέλανι χρίονται τὰς ὀφρύας. [35]
25
τοιγάρτοι ἡδονὰς καὶ εὐπραξίας δηλοῦσι. ψιλαὶ δὲ οὐ μόνον ἀπραξίας 〈καὶ〉 ἀηδίας ἀλλὰ καὶ πένθος ἐσόμενον προδηλοῦσιν· ἔθος γὰρ παλαιὸν ἐπὶ πένθει τὰς ὀφρύας ψιλοῦσθαι. Ὀξὺ ὁρᾶν τοῖς ὀφθαλμοῖς ἀγαθὸν πᾶσιν ἐπίσης. [5]
τὸ δὲ ἀμβλυώττειν ἔνδειαν ἀργυρίου δηλοῖ, ἐπειδὴ καὶ τὰ ὄμματα ψήφους ἔχει· ἀπραξίαν δέ, ὅτι οἱ ἀμβλυώττοντες ἧττον τὰ πρὸ ποδῶν ὁρῶσι. τῷ δὲ παῖδας ἔχοντι σημαίνει τοὺς παῖδας νοσῆσαι· ἐοίκασι γὰρ οἱ ὀφθαλμοὶ παισίν, ὅτι καὶ ποθεινοί εἰσι καὶ τοῦ σώματος ὁδηγοὶ καὶ ἡγεμόνες, ὥσπερ καὶ οἱ παῖδες ἐν γήρᾳ γενομένων τῶν γονέων. τὸ δὲ δοκεῖν τετυφλῶσθαι ἀμφοτέρους τοὺς ὀφθαλμοὺς σημαίνει τοῖς παισὶν ὄλεθρον τοῖς τοῦ ἰδόντος καὶ ἀδελφοῖς καὶ γονεῦσι· παισὶ μὲν διὰ τὸν ἔμπροσθεν λόγον· ἀδελφοῖς δέ, ὅτι καὶ οἱ ὀφθαλμοὶ ἀδελφοί εἰσιν ἀλλήλων· γονεῦσι δέ, ὅτι καὶ οἱ ὀφθαλμοὶ αἴτιοί εἰσι τοῦ τὸ φῶς ὁρᾶν, ὥσπερ καὶ οἱ γονεῖς. ἡ δὲ τούτων ἀπώλεια τὴν τῶν ὁμοίων ἀπώλειαν προαγορεύει. ἀγαθὸν δὲ τῷ ἐν δεσμοῖς ὄντι τὸ δοκεῖν τυφλοῦσθαι καὶ τῷ βίᾳ ὑπό τινων κατεχομένῳ καὶ [τῷ] σφόδρα πενομένῳ· ὁ μὲν γὰρ οὐκέτι ὄψεται τὰ περὶ αὐτὸν κακά, ὁ δὲ ἕξει τοὺς ὑπηρετήσοντας αὐτῷ· καὶ γὰρ τῷ τυφλῷ προσίασιν ὑπηρετήσοντες οὐκ ὀλίγοι, αὐτός τε τῶν πόνων ἀποπέπαυται. ἀποδημεῖν δὲ κωλύει τὸ ὄναρ καὶ τὸν ἀπόδημον οὔ φησιν ἐπανήξειν εἰς τὴν ἑαυτοῦ· οὔτε γὰρ τὴν ξένην ἔστιν οὔτε τὴν οἰκείαν ἄνευ ὀμμάτων ἰδεῖν. δεινὸν δὲ καὶ στρατιώτῃ καὶ παντὶ τῷ ἐν αὐλῇ βασιλέως ὄντι. ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἧτταν προαγορεύει, δρομεῦσι δὲ νίκην. οἶδα δέ τινα σταδιέα, ὃς μέλλων ἀγωνίζεσθαι Εὐσέβεια τὰ ἐν Ἰταλίᾳ ἀχθέντα πρῶτον ὑπὸ βασιλέως Ἀντωνίνου ἐπὶ τῷ πατρὶ Ἀδριανῷ ἔδοξε τυφλὸς γεγονέναι, καὶ ἐνίκησεν· ἐπίσης γὰρ τῷ τυφλῷ ὁ προάγων ἐν δρόμῳ οὐκ ἂν ἴδοι τοὺς ἀγωνιστάς. δεινὸν δὲ καὶ κυβερνήταις καὶ τοῖς τὰ οὐράνια διασκεπτομένοις καὶ μάντεσι [τὸ τυφλοῦσθαι πολλάκις ἐπετηρήσαμεν]· καὶ εἴ τις ἀπολωλός τι ζητῶν ἴδοι τὸν ὄνειρον τοῦτον, οὐκ ἂν εὕροι, οὐδὲ δραπέτην διώκων καταλάβοι. ποιηταῖς δὲ ἄριστον τὸ τοιοῦτο· δεῖ μὲν γὰρ αὐτοῖς πολλῆς ἡσυχίας μέλλουσι ποιήσειν τὰ ἔπη· μάλιστα δʼ ἂν οὕτως ἐν ἡσυχίᾳ γένοιντο, εἰ διὰ τὸ μὴ ἔχειν ὄμματα μὴ περιέλκοιντο μήτε ὑπὸ σχημάτων μήτε ὑπὸ χρωμάτων. [ὁ μὲν οὖν δεξιὸς πρεσβύτερα πρόσωπα σημαίνει, ὁ δὲ ἀριστερὸς νεώτερα. λόγος δέ τις ἔχει ὡς καὶ ὁ ποιητὴς Ὅμηρος τυφλὸς ἦν.] νοσοῦσι δὲ θάνατον πάντοτε προαγορεύει τὸ ὄναρ τοῦτο διὰ τὸ τοῦ φωτὸς ἀπεστερῆσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε λέγειν αὐτῷ τινα τῶν ἀξιοπίστων (περὶ δὲ τοῦ τίνες οἱ ἀξιόπιστοι ἐν τῷ δευτέρῳ βιβλίῳ ἐπιμνησθήσομαι) ʼὁ πατήρ σου οὐ τέθνηκεν, ἀλλὰ κοιμᾶται.ʼ τούτου ὁ πατὴρ τυφλὸς ἤδη ἐγεγόνει, καὶ οὐκ εἰς μακρὰν αὐτῷ ἐπεστάλη περὶ τούτου. εἰ δέ τις τὸν ἕτερον τῶν ὀφθαλμῶν τυφλὸς εἶναι δόξειεν, ἀπὸ μέρους τὰ σημαινόμενα γένοιτʼ ἂν αὐτῷ καὶ ὡς εἰπεῖν ἐξ ἡμισείας. ἔτι καὶ τοῦτο χρὴ σκοπεῖν, ὅτι ὁ μὲν δεξιὸς ὀφθαλμὸς σημαίνει υἱὸν καὶ ἀδελφὸν καὶ πατέρα, ὁ δὲ ἀριστερὸς θυγατέρα καὶ ἀδελφὴν καὶ μητέρα· δύο δὲ υἱῶν ὄντων ἢ θυγατέρων δύο ἢ δύο ἀδελφῶν ὁ μὲν δεξιὸς τὸν πρεσβύτερον υἱὸν ἢ ἀδελφὸν ἢ θυγατέρα τὴν πρεσβυτέραν, ὁ δὲ εὐώνυμος θυγατέρα τὴν νεωτέραν καὶ ἀδελφὸν καὶ υἱὸν τοὺς νεωτέρους. [45]
26.(50)
τρεῖς δὲ ἔχειν ὀφθαλμοὺς ἢ τέσσαρας ἢ καὶ πλείονας γῆμαι προῃρημένῳ καὶ ἄπαιδι ὁμοίως ἀγαθόν· τῷ μὲν γὰρ γυνή, τῷ δὲ παῖς ἔσται· καὶ οὕτω περὶ ἓν σῶμα πλείονες ἔσονται ὀφθαλμοί. ἀγαθὸν δὲ καὶ δανειστῇ· πλείονας γὰρ ἕξει ψήφους. χρεώστῃ δὲ πονηρὸν ὁμοίως διὰ τὰς ψήφους. πλουσίῳ δὲ προαγορεύει ἐν πολλῇ φυλακῇ ἑαυτόν τε καὶ τὰ κτήματα ἔχειν διά τινας ἐπιβουλάς· φησὶ γὰρ δεῖν αὐτῷ ὀφθαλμῶν πολλῶν. ἀποδημεῖν δὲ θέλοντι πλάνην προδηλοῖ καὶ πλέοντι παλινδρομίαν διὰ τὸ περιέλκειν τοὺς ὀφθαλμοὺς τοὺς πολλοὺς τὸ φῶς καὶ τὴν αὐγήν. οἶδα δέ τινα, ὃς ἔδοξεν ἔχειν τρεῖς ὀφθαλμούς, καὶ τυφλὸς ἐγένετο, οὐχὶ διὰ τὸν περὶ Κύκλωπα μῦθον, ἀλλὰ διὰ τὸν τρίτον ὀφθαλμόν, ὃς καὶ ἄλλου φωτὸς ἐσήμαινε δεῖσθαι διὰ τὸ μὴ αὔταρκες εἶναι τὸ οἰκεῖον. ἀνδρὶ δὲ πανούργῳ καὶ γυναικὶ ὡραίᾳ πολλοὶ ὀφθαλμοὶ πονηροί· ὃν μὲν γὰρ πλείονες ὀφθαλμοὶ τηρήσουσι, περὶ ἣν δὲ πλείονες ἔσονται μοιχοὶ καταφανεῖς. ἔτι δὲ καὶ εἴ τις ἀλλαχόσε ποι τοὺς ὀφθαλμοὺς ἔχειν δόξειεν, εἰ μὲν ἐν ταῖς χερσὶν ἢ τοῖς ποσί, τυφλὸς ἔσται· εἰ δὲ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος, αὐτὸ ἐκεῖνο νοσήσει τὸ μέρος ἢ πληγήσεται, ἵνα ταῖς χερσὶν ἢ τοῖς ποσὶ ψηλαφῶν ὥσπερ βλέπῃ ἢ ἵνα ὥσπερ ὀφθαλμὸν ἔχοντι ἐκείνῳ τῷ μέρει μηδεμίαν ὕλην προσφέρειν δύνηται. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκπεσόντα αὐτοῦ τὰ ὄμματα ἐπὶ τοὺς πόδας πεσεῖν. καὶ τυφλὸς μὲν οὐκ ἐγένετο, τὰς δὲ θυγατέρας αὐτοῦ οἰκέταις συνῴκισε, καὶ οὕτω τὰ κρείττονα τοῖς ἥττοσιν ἐμίγη. ἀλλοτρίους δὲ δοκεῖν ἔχειν ὀφθαλμοὺς τυφλὸν γενέσθαι σημαίνει καὶ ὑπʼ ἄλλου χειραγωγηθῆναι. εἰ δέ τις ἐπίσταται οὗ εἶχε τὰ ὄμματα, τέκνον ἐκείνου ἀναλήψεται. [ἢ ἄλλην τινὰ εὐεργεσίαν μεγάλην. ἔλεγε δέ τις ὅτι ποτέ τινι θεασαμένῳ ἐν ὕπνοις ὀφθαλμοὺς κατὰ πάντας τοὺς δακτύλους ἔχειν τῶν χειρῶν αὐτοῦ προεῖπε τύφλωσιν. καὶ οὕτως ἀπέβη διὰ τὸ ἐπίτηδες προπέμπειν τὰς χεῖρας τοὺς πεπηρωμένους.] Ῥῖνα ἔχειν καλὴν καὶ εὔμορφον ἀγαθὸν πᾶσι· πολλὴν γὰρ εὐαισθησίαν καὶ πρόνοιαν ἐν τοῖς πραττομένοις σημαίνει καὶ πρὸς τοὺς βελτίονας σύστασιν· διὰ γὰρ τῆς ῥινὸς ἀέρα ἐπισπῶντες οἱ ἄνθρωποι βελτίονα [ὄντως] ὠφελοῦνται. [5]
τὸ δὲ μὴ ἔχειν ῥῖνα ἀναισθησίαν πᾶσι σημαίνει καὶ πρὸς τοὺς ὑπερέχοντας ἔχθραν καὶ τῷ νοσοῦντι θάνατον· καὶ γὰρ τὰ κρανία τῶν ἀποθανόντων ἄνευ ῥινὸς εὑρίσκεται. δύο δὲ ἔχειν ῥῖνας στάσεις πρὸς τοὺς [ὑπερέχοντας] οἰκείους σημαίνει· στάσεις μέν, ἐπεὶ τὰ διπλᾶ πάντα τά γε παρὰ φύσιν στάσεώς ἐστι σημαντικά· πρὸς δὲ τοὺς οἰκείους, ὅτι μὴ ἀλλοτρία ἡ ῥίς. Παρειὰς παχείας ἔχειν ἀγαθὸν παντί, μάλιστα δὲ γυναιξί· τὸ δὲ ἰσχνὰς ἢ ἡλκωμένας ἔχειν λύπην ἢ πένθος σημαίνει· ἰσχνὰς μὲν λύπην, ἡλκωμένας δὲ πένθος· καὶ γὰρ ἐν τοῖς πένθεσι λωβῶνται τὰς παρειὰς οἱ ἄνθρωποι. [10]
Τὰς δὲ σιαγόνας πρὸς ἀποθήκας ἐστὶ ληπτέον καὶ τὰ χείλη πρὸς τοὺς ἑκάστοτε προσιόντας καὶ φιλοῦντας. [εἰσὶ δὲ οἵδε γυνὴ παῖδες συγγενεῖς.] τοιγάρτοι ὅ τι ἂν τούτων πάθῃ, οὐκ ἐν ἀσφαλεῖ τὰ ἐν ταῖς ἀποθήκαις ἢ τὰ περὶ τοὺς φιλτάτους εἶναι σημαίνει. Γένειον ἔχειν μέγα καὶ λάσιον ἀνδρὶ λόγων ἐπιμελουμένῳ καὶ φιλοσοφοῦντι ἀγαθὸν καὶ τοῖς ἐπὶ τὸ πράσσειν ὡρμημένοις· οὓς μὲν γὰρ κοσμίους, οὓς δὲ φοβεροὺς ποιεῖ. [5]
30
γυνὴ δὲ εἰ δόξειε πώγωνα ἔχειν, ἐὰν μὲν ᾖ χήρα, γαμηθήσεται· ἐὰν δὲ ἄνδρα ἔχῃ, ἀπαλλαγήσεται τοῦ ἀνδρός· ἡ μὲν γὰρ ἕξει σφόδρα εὔνουν ἄνδρα, ὡς δοκεῖν τὰ πρόσωπα μεμῖχθαι· ἡ δὲ ἀποστήσεται τοῦ ἀνδρὸς καὶ τὸν ἑαυτῆς οἶκον οἰκονομήσει, ὡς δῆθεν ἅμα γυνή τε καὶ ἀνὴρ οὖσα, εἰ μὴ ἄρα ἐν γαστρὶ ἔχοι ἢ δίκην ἔχοι· ἡ μὲν γὰρ ἄρρεν τέξεται, ὃ γενόμενον τέλειον ἐπιδοῦσα αὐτὴ δόξει πώγωνα ἔχειν, ἡ δὲ ἀκαταφρόνητος ὥσπερ ἀνδρεία μενεῖ. παιδὶ δὲ κομιδῇ νέῳ θάνατον σημαίνει διὰ τὸ προλαβεῖν τὴν ἡλικίαν, τῷ δὲ ἤδη νεανίσκῳ ὄντι καὶ οὐκ εἰς μακρὰν οἴσοντι γένεια ἐφʼ ἑαυτῷ σημαίνει γενέσθαι, ἐάν τε δοῦλος ἐάν τε ἐλεύθερος τύχῃ ὤν, ἵνʼ ᾖ τέλειος καὶ ἑαυτοῦ προνοῇ. ἀπορρέον δὲ τὸ γένειον ἢ ἀποξυρώμενον ἢ βίᾳ πρός τινος ἀποσπώμενον ἰδεῖν πρὸς τῷ τοὺς ἀφʼ αἵματος διαφθείρειν βλάβας ἅμα καὶ αἰσχύνας προδηλοῖ. Ἡ περὶ ὀδόντων κρίσις πολλὴν ἐπιδεχομένη διαίρεσιν παρʼ ὀλίγων πάνυ κατώρθωται τῶν καθʼ ἡμᾶς ὀνειροκριτῶν, Ἀριστάνδρου τοῦ Τελμησσέως ὑποθήκας τὰς πλείστας καὶ ἀρίστας ὑποθεμένου. [15]
ἔχει δὲ ὧδε. τῶν ὀδόντων οἱ μὲν ἄνωθεν τοὺς κατὰ τὸν οἶκον τοῦ ἰδόντος βελτίονάς τε καὶ διαφέροντας ἀνθρώπους σημαίνουσιν, οἱ δὲ κάτωθεν τοὺς ὑποδεεστέρους· οἶκον μὲν γὰρ ἡγεῖσθαι χρὴ τὸ στόμα, τοὺς δὲ ὀδόντας τοὺς κατὰ τὸν οἶκον ἀνθρώπους, ὧν οἱ μὲν δεξιοὶ ἄνδρας σημαίνουσιν οἱ δὲ εὐώνυμοι γυναῖκας, πλὴν εἰ μή τινα σπάνια προσπίπτοι, οἷον εἰ πορνοβοσκὸς ὤν τις πάσας ἔχοι θηλείας ἢ φιλογέωργος ὢν πάντας ἄρρενας· ἐπὶ γὰρ τούτων οἱ μὲν δεξιοὶ [τοὺς] πρεσβυτέρους καὶ πρεσβυτέρας σημαίνουσιν, οἱ δὲ εὐώνυμοι νεωτέρους καὶ νεωτέρας. καὶ κομιδῇ μὲν νέους οἱ τομεῖς λεγόμενοι, τοῦτʼ ἔστιν οἱ ἐμπρόσθιοι ὀδόντες, μεσήλικας δὲ οἱ κυνόδοντες, πρεσβύτας δὲ οἱ μύλοι, [οὓς γομφίους ἔνιοι καλοῦσιν]. ὁποῖον οὖν ἄν τις ἀποβάλῃ ὀδόντα, τοιούτου ἀνθρώπου στερηθήσεται. ἐπειδὴ δὲ οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ κτήματα οἱ ὀδόντες σημαίνουσιν, ἡγεῖσθαι χρὴ τοὺς μὲν μύλους τὰ κειμήλια σημαίνειν, τοὺς δὲ κυνόδοντας τὰ μὴ πολλῆς ἄξια τιμῆς, τοὺς δὲ τομεῖς τὰ ἔπιπλα τῶν σκευῶν. εἰκὸς οὖν ἐκπίπτοντας αὐτῶν τινας κτημάτων ἀπώλειαν σημαίνειν. ἔτι δὲ καὶ οἱ ὀδόντες καὶ χρείας σημαίνουσι βιωτικάς· καὶ τούτων οἱ μὲν μύλοι μυστικὰς καὶ ἀπορρήτους, οἱ δὲ κυνόδοντες τὰς μὴ πολλοῖς καταφανεῖς, οἱ δὲ τομεῖς τὰς φανερωτάτας καὶ τὰς διὰ λόγου καὶ φωνῆς κατεργαζομένας. ἐκπίπτοντες οὖν οἱ ὀδόντες τῶν ὁμοίων χρειῶν ἐμπόδιοι γίνονται. φέρε δὴ περὶ αὐτῶν ἤδη διαλάβωμεν. τοῖς χρεώσταις οἵτινες ἂν ἐκπίπτωσιν ὀδόντες, ἀπόδοσιν τῶν χρεῶν σημαίνουσι. [τοῦτο μὲν οὖν κοινὸν καὶ κατημαξευμένον, ὅμως δὲ εἰρήσεται τίνα οἱ ὀδόντες σημαίνουσιν.] καὶ ἐὰν μὲν ἕνα τις ἐκβάλῃ ὀδόντα, ἑνὶ ἀποδώσει ἢ πολλοῖς ἅπαξ· ἐὰν δὲ πολλούς, πολλοῖς ἀποδώσει ἢ ἑνὶ πολλάκις· [καὶ ἐὰν θραυομένους, κατὰ λεπτὸν ἀποδώσει]. καὶ ἐὰν μὲν ἀπόνως ἐκβάλῃ, ἐργασάμενος καὶ πορίσας· ἐὰν δὲ ἐπὶ τῇ ἐκβολῇ ἀλγεῖν νομίσῃ, ἀποδόμενός τι τῶν οἴκοθεν. ὀδόντες ἐμπρόσθιοι ἐκβληθέντες οὐδὲν ἐῶσι πρᾶξαι διὰ λόγου. καὶ ἐὰν μὲν ἕπηται αὐτοῖς πόνος ἢ αἷμα ἢ σαρκία, τέλεον περιγράφουσι καὶ ἀναιροῦσι τὰ προκείμενα· ἐὰν δὲ ἀταλαιπώρως ἐκπίπτωσι, τὸ παρὸν ὑπερτίθενται μόνον. ὀδόντες ὁμοῦ πάντες ἐκπίπτοντες ἔρημον τὸν οἶκον σημαίνουσι πάντων ὁμοῦ κατασταθῆναι ἐπί τε τῶν ἐρρωμένων καὶ ἐλευθέρων καὶ μὴ ἐμπόρων, ἐπεὶ τοῖς νοσοῦσι μακρονοσίαν μὲν καὶ φθίσιν προαγορεύουσι, τὸ δὲ μὴ ἀποθανεῖν διαβεβαιοῦνται· ἄνευ μὲν γὰρ ὀδόντων οὐκ ἔστι χρήσασθαι ὑγιεινῇ τροφῇ ἀλλὰ ῥοφήματι καὶ χυλῷ, οὐδεὶς δὲ τῶν ἀποθανόντων ὀδόντας ἀπόλλυσι. [διὸ σωτήριον πᾶν τὸ μὴ τοῖς νεκροῖς συμβαῖνον τοῖς νοσοῦσι καθίσταται. [45]
31.(50)
ἄμεινον δὲ τοῖς νοσοῦσιν ἅπαντας τοὺς ὀδόντας ἀπολέσαι· θᾶττον γὰρ ἀνίσταται.] δούλῳ δὲ ἐλευθερίαν προαγορεύει τὸ μηδένα ἔχειν ὀδόντα· ἢ γὰρ οὐ διδοὺς ἀποφοράν, ὥσπερ τοῖς ὀδοῦσι τροφήν, ἢ οὐ λαμβάνων παρʼ ἄλλου τροφάς, ὥσπερ οὐδὲ ὑπὸ τῶν ὀδόντων τρεφόμενος, πάντως ἔσται ἐλεύθερος. ἐμπόροις δὲ ταχέως τὰ φορτία διαθέσθαι σημαίνει τὸ τοιοῦτον ὄναρ, καὶ μάλιστα ἐὰν κινούμενα ᾖ. αὐξήσαντες δέ τινες τῶν ὀδόντων καὶ ἑτερομεγεθήσαντες στάσιν κατὰ τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνουσιν, ἐπειδὴ τῇ ἁρμονίᾳ οὐκέτι χρῶνται [καὶ ὅταν σαλευόμενοι μὴ ἐκπίπτωσιν]. ὅσοι δὲ μέλανας ἢ σεσηπότας ἢ κολοβοὺς ἔχοντες ὀδόντας ὄναρ ἔδοξαν ἀποβεβληκέναι, οὗτοι πάσης δυσχερείας καὶ παντὸς ἀπαλλαγήσονται κακοῦ. πολλάκις δὲ καὶ πρεσβύτας ἀπέβαλόν τινες. ὀδόντας δοκεῖν ἔχειν ἐλεφαντίνους ἀγαθὸν πᾶσι· τοῖς μὲν γὰρ φιλολόγοις εὐέπειαν τοῖς δὲ ἄλλοις πολυτέλειαν κατὰ τὸν οἶκον σημαίνουσι. χρυσέους δὲ δοκεῖν ἔχειν ὀδόντας φιλολόγοις μόνοις ἀγαθόν· ὡς γὰρ ἀπὸ χρυσέων φθέγγονται τῶν ὀδόντων· τοῖς δὲ ἄλλοις πυρκαϊὰς ἐσομένας κατὰ τὸν οἶκον σημαίνει. κηρίνους δὲ δοκεῖν ἔχειν ὀδόντας σύντομον παρίστησι θάνατον· οὐ γάρ εἰσιν οἱ τοιοῦτοι τροφῆς τμητικοί. μολυβδίνους δὲ ἔχειν ἢ κασσιτερίνους ἀτιμίαν καὶ αἰσχύνην σημαίνει, ὑαλίνους δὲ ἢ ξυλίνους βιαίους ἐπάγει θανάτους. ἀργύρεοι δὲ ὀδόντες χρήματα πορίσαι σημαίνουσι διὰ λόγων, πλουσίοις δὲ εἰς τροφὰς τὰ χρήματα δαπανῆσαι. εἰ δέ τις ἐκβαλὼν τοὺς προτέρους ὀδόντας ἄλλους ἀναφύεσθαι νομίσειεν, ἀλλαγὴν αὐτῷ τοῦ παντὸς βίου σημαίνει τὸ ὄναρ, ἐπὶ μὲν τὸ κρεῖττον, ἐὰν ὦσιν οἱ δεύτεροι ὀδόντες τῶν προτέρων βελτίονες, ἐπὶ δὲ τὸ χεῖρον, ἐὰν ὦσι χείρονες. σαρκία δὲ ἢ ἀκάνθια ἢ ἄλλο τι δοκεῖν ἐν τοῖς ὀδοῦσιν ἔχειν κωλύει φθέγγεσθαι περί τινων ἀναγκαίων, ἔτι καὶ ἀπραξίαν προαγορεύει. εἰ δέ τις τοιαῦτά τινα ἐν τοῖς ὀδοῦσιν ἔχων τάδε ἐξαιρεῖν νομίσειε, παύσεται ἀπραγῶν καί τι διὰ λόγου πράξει. Γλῶσσαν σύμμετρον ἔχειν καὶ κατάλληλον τῷ στόματι καὶ τρανὸν φθέγγεσθαι πᾶσιν ἀγαθόν, τὸ δὲ μὴ δύνασθαι φθέγγεσθαι ἢ τὴν γλῶσσαν δεδεμένην ἔχειν ἀπραξίαν ἅμα καὶ πενίαν σημαίνει· παραιρεῖται γὰρ καὶ τὴν τῶν λόγων παρρησίαν ἡ πενία. [5]
εἴποι δʼ ἄν τις ἐνταῦθα καὶ τὸ Θεόγνιδος πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν οὐθʼ ἕρξαι δύναται. γλῶσσα δέ οἱ δέδεται. γλῶσσα δὲ οἰδήσασα γυναικὶ 〈τῇ〉 τοῦ ἰδόντος νόσον σημαίνει, ἐὰν ἔχῃ· εἰ δὲ μή, αὐτῷ. καὶ ὑπὲρ τὸ στόμα πίπτουσα ἀπὸ προπετείας λόγων βλάβην σημαίνει, πολλάκις δὲ καὶ τὴν γυναῖκα τοῦ ἰδόντος μοιχάδα οὖσαν διέβαλε. τὸ δὲ δοκεῖν τρίχας ἔχειν ἐκ τῆς γλώττης πεφυκυίας εἴτε λευκὰς εἴτε μελαίνας οὐκ ἀγαθὸν ἂν εἴη. καίτοι λέγουσι τοῖς ἀπὸ λόγων ποριζομένοις ἀγαθὸν εἶναι. ἡμεῖς δὲ ἐτηρήσαμεν πᾶσι κακὰν τὸ τοιοῦτο γενόμενον· οὐδὲν γὰρ τῶν μὴ ἀργῶν καὶ ἀτριβῶν φύει τρίχας, δεῖ δὲ τὴν γλῶτταν μὴ ἀργὴν ἔχειν. καὶ αἱ μέλαιναι μὲν θᾶττον ἐπάγουσιν αἱ δὲ λευκαὶ βράδιον τὰ ἀποτελέσματα. ὅσα δὲ ἐτήρησα περὶ τοῦ ὀνείρου τούτου, ταῦτα γράφω. τοῖς μὲν διὰ φωνῆς ἐργαζομένοις σχολὴν πρὸς λόγους ἡ γλῶσσα ἔσχε, τοῖς δὲ λοιποῖς πρὸς τροφάς· ἢ γὰρ ἐνόσησαν πολλῷ χρόνῳ καὶ οὐκ ἐχρήσαντο ταῖς κατὰ τὸ ἔθος τροφαῖς, ἢ ἤδη νοσήσαντες ἀπέθανον. μαρτυρήσειε δʼ ἂν καὶ Ἀπολλώνιος ὁ Ἀτταλεὺς ἐν 〈τῷ〉 δευτέρῳ τῆς ἑαυτοῦ συντάξεως πολλὰ περὶ τοῦ ὀνείρου τούτου λέγων. οὐδὲν δὲ διαφέρει ἐξ αὐτῆς τῆς γλώσσης πεφυκέναι τὰς τρίχας ἢ ἐκ τῆς ὑπερῴας ἢ ἐκ τῶν οὔλων ἢ ἐκ τῶν ὀδόντων ἢ ἐκ τῶν χειλῶν· τὸ γὰρ αὐτὸ σημαίνουσιν. Αἷμα ἐμεῖν πολὺ μὲν καὶ εὔχρουν καὶ μὴ διεφθορὸς ἀγαθὸν πένητι, πρόσκτησιν γὰρ σημαίνει καὶ περιουσίαν χρημάτων, ὅτι τὸν ἴσον ἔχει λόγον τῷ αἵματι τὸ ἀργύριον, ὡς καὶ οἱ παλαιοὶ ἄνδρες σοφοὶ διέλαβον· ἀγαθὸν δὲ καὶ ἄπαιδι καὶ τῷ συγγενῆ ἀπόδημον ἔχοντι· ὁ μὲν γὰρ τέκνον γενόμενον ὁ δὲ συγγενῆ ἀνακομισθέντα ἀπὸ τοῦ αὐτοῦ αἵματος ὄντας ἑκατέρους ὄψονται. [5]
ἀλλʼ εἰ μὲν εἰς ἀγγεῖον ῥέοι τὸ αἷμα, τραφήσεται μὲν ὁ παῖς, ζήσεται δὲ καὶ ὁ ἀπόδημος μετὰ τὴν ἀνακομιδήν· εἰ δὲ χαμαὶ ῥέοι, ἀμφότεροι τεθνήξονται· ** καὶ ὁ ἀπόδημος εἰς τὴν ἑαυτοῦ πορεύσεται [διὰ τὸ αἷμα], τοῦτʼ ἔστιν [ἑαυτοῦ] εἰς τὴν γῆν, ἥτις ἐστὶ 〈κοινὴ πάντων〉 πατρίς. αἷμα φερόμενον ἰδεῖν ἄτοπον τῷ λανθάνειν βουλομένῳ· ἐλεγχθήσεται γάρ. τὸ δὲ διεφθορὸς αἷμα πᾶσιν ἐπίσης νόσον σημαίνει. τὸ δὲ ὀλίγον σφόδρα, ὥστε μὴ ἐμεῖν δοκεῖν ἀλλὰ πτύειν, πρὸς τοὺς οἰκείους ἐτηρήσαμεν στάσιν σημαῖνον. χολὴν δὲ ἢ φλέγμα ἐμεῖν τῷ μὲν ὄντι ἐν συμφορᾷ ἤ τινι ἀνίᾳ ἢ νόσῳ ἀνάπαυλαν τῶν ἐνεστώτων σημαίνει κακῶν· πάντα γὰρ τὰ τοιαῦτα ἀποκριθέντα οὐκέτι ἐνοχλεῖ. τῷ δὲ κατὰ προαίρεσιν ἀναστρεφομένῳ πρότερον ἐπάγει τι τῶν δεινῶν καὶ τότε ἀπαλλάσσει. τροφὴν δὲ ἐμεῖν βλάβην σημαίνει ἡντιναοῦν διὰ τὴν τοῦ σώματος ἀτροφίαν. τὰ δὲ ἑαυτοῦ ἔντερα ἢ σπλάγχνα διὰ τοῦ στόματος ἀποκρίνειν τέκνων ὄλεθρον καὶ ἀνδρὶ καὶ γυναικὶ προαγορεύει, τοῖς δὲ ἄπαισι τῶν ὄντων αὐτοῖς τὸ κράτιστον ἀπολέσαι σημαίνει· νοσοῦντι δὲ θάνατον μαντεύεται τὸ ὄναρ. τούτων τὰς αἰτίας ὁ ἐπιὼν παρέξει λόγος. Ὅ τι δʼ ἂν περὶ τὸν τράχηλον ἢ τὴν ὑπήνην ἕλκος ἢ πάθος ὄναρ ἔχειν νομίσῃ τις, νόσον ἐπίσης πᾶσι προαγορεύει· ἐξήρτηται γὰρ τρόπον τινὰ τῆς κεφαλῆς καὶ τοῦ τραχήλου πᾶν τὸ σῶμα, καὶ τούτων ἐρρωμένων μὲν ἔρρωται, καμνόντων δὲ νοσεῖ τε καὶ οὐκ ἔρρωται. [5]
35
Ἀφῃρῆσθαι δὲ δοκεῖν τῆς κεφαλῆς εἴτε ἐκ καταδίκης εἴτε ὑπὸ λῃστῶν εἴτε ἐν μονομαχίᾳ εἴτε οἱῳδήποτε τρόπῳ (οὐ γὰρ διαφέρει) πονηρὸν τῷ γονεῖς ἔχοντι καὶ τῷ τέκνα· γονεῦσι μὲν γὰρ ἔοικεν ἡ κεφαλὴ διὰ τὸ τοῦ ζῆν αἰτίαν εἶναι· τέκνοις δὲ διὰ τὸ πρόσωπον καὶ τὴν εἰκόνα. ἤδη δέ τινες καὶ γυναικὸς καὶ φίλου καὶ οἰκονόμου ἀγαθοῦ ἐπὶ τούτῳ τῷ ὀνείρῳ ἐστερήθησαν καὶ οὐκέτι ἔσχον τὸ ἐπιβλέπον τὰ κτήματα πρόσωπον. καί τις οἰκίαν ἔχων ἀπώλεσε τὴν οἰκίαν· καὶ γὰρ ἡ κεφαλὴ ὡς εἰπεῖν οἶκός ἐστι τῶν αἰσθήσεων. εἰ δέ τις ὁμοῦ πάντα ταῦτα ἔχοι, φανερὸν ὅτι μὴ εἰς πάντα ἀποβήσεται τὸ ὄναρ, ἀλλʼ, ὡς ἐγὼ ἐτήρησα, εἰς τὸν μᾶλλον ἐσπουδασμένον καὶ φιλούμενον καὶ ἀναγκαῖον ὄντα τῷ ἰδόντι. ἀγαθὸν δὲ τὸ ὄναρ τοῦτο τῷ φεύγοντι θανάτου δίκην· ὅσα γὰρ ἅπαξ περί τινα γίνεται καὶ ἀδύνατόν ἐστι δὶς αὐτὰ γενέσθαι, ταῦτα ὄναρ γενόμενα οὐκέτι ἔσται· ἔφθασε γὰρ γενέσθαι. τραπεζίταις δὲ καὶ δανεισταῖς 〈καὶ〉 ἐρανάρχαις καὶ ναυκλήροις καὶ ἐμπόροις καὶ πᾶσι τοῖς χρήματα συνάγουσιν ἀπώλειαν τῶν κεφαλαίων διὰ τὸ ὁμώνυμον σημαίνει. ἀγαθὸν δὲ καταχρέοις διὰ τὰ αὐτά. ὁ δὲ ἐπὶ ξένης ὢν εἰς τὴν ἑαυτοῦ κατέλθοι ἄν, καὶ ὁ περὶ γῆς δίκην ἔχων νικήσει· ἀφαιρεθεῖσα γὰρ ἡ κεφαλὴ εἰς τὴν γῆν πίπτει καὶ ἐν αὐτῇ μένει καὶ τῷ λοιπῷ σώματι παρέχει τὸ μηκέτι λυπεῖσθαι. δούλῳ δὲ ἐν πίστει μὲν ὄντι τῆς πίστεως παραλυθῆναι σημαίνει· οὐ γάρ τις πρὸ καταγνώσεως τραχηλοκοπεῖται ἢ ὅτι μὴ ἔχων κεφαλὴν οὐ πιστεύεται· ʼἀκέφαλονʼ γὰρ λέγομεν τὸν ἄτιμον· τοῖς δὲ λοιποῖς πᾶσιν ἐλευθερίαν σημαίνει τὸ ὄναρ· κυρία γὰρ τοῦ σώματος οὖσα ἡ κεφαλὴ ἐπειδὰν ἀφαιρεθῇ, χωρισθέντα τοῦ δεσπότου τὸν οἰκέτην ἐλεύθερον σημαίνει ἔσεσθαι. πολλοὶ δὲ αὐτὸ μόνον ἐπράθησαν. ἐν δὲ ταῖς περὶ ἐπιτιμίας ἢ χρημάτων δίκαις καταδίκην μαντεύεται τὸ ὄναρ, καὶ ἡ αἰτία φανερά. εἰ δέ τις πλέων ἴδοι τὸν ὄνειρον τοῦτον, ἀπολεῖσθαι τοῦ πλοίου τὴν ἱστοκεραίαν σημαίνει, εἰ μὴ τῶν ναυτῶν τις εἴη ὁ ἑορακώς· ἐπὶ γὰρ τούτων ἐτήρησα τοῖς ἄρχουσι θάνατον σημαῖνον· ἄρχει δὲ περινέου μὲν ὁ τοίχαρχος, τοιχάρχου δὲ ὁ πρῳρεύς, πρῳρέως δὲ ὁ κυβερνήτης, κυβερνήτου δὲ ὁ ναύκληρος· ἐπὶ δὲ τῶν ἐμπόρων καὶ ἐπιβατῶν [τοῦ παντὸς σώματος εἰς τὴν ναῦν διῃρημένου] κεφαλὴν ἄν τις λέγοι τὴν ἱστοκεραίαν. οἶδα δέ τινα, ὃς ἔδοξε τετραχηλοκοπῆσθαι καὶ ὢν Ἕλλην ἔτυχε τῆς Ῥωμαίων πολιτείας καὶ οὕτως ἀφῃρέθη τοῦ προτέρου ὀνόματός τε καὶ ἀξιώματος. Δύο δὲ ἔχειν κεφαλὰς ἢ τρεῖς ἀγαθὸν ἀθλητῇ· τοσούτους γὰρ ἀγῶνας στεφανωθήσεται. ἀγαθὸν δὲ καὶ πένητι· πρὸς γὰρ τῷ πολλὰ κεφάλαια κτήσασθαι καὶ οὐσίαν περιβάλλεσθαι πολλὴν καὶ παῖδες αὐτῷ ἀγαθοὶ καὶ γυνὴ καταθύμιος ἔσται. πλουσίῳ δὲ ἐπανάστασιν σημαίνει ἔκ τινων συγγενῶν. καὶ ἐὰν μὲν ἡ προτέρα ὑπερέχῃ κεφαλή, οὐ καθελοῦσιν αὐτὸν οἱ ἐπαναστάντες· ἐὰν δὲ ὑπερέχηται, κίνδυνον αὐτῷ καὶ θάνατον σημαίνει. [45]
35.(50)
Ἀπεστραμμένην ἰδεῖν τὴν ἑαυτοῦ κεφαλήν, ὥστε τὰ ὀπίσω βλέπειν, κωλύει μὲν τῆς ἑαυτοῦ μετανίστασθαι πατρίδος μετάνοιαν ἐπὶ τῇ ἀποδημίᾳ προαγορεῦον, κωλύει δὲ καὶ πᾶν ὁτιοῦν πράττειν ἄλλο· οὐ γὰρ τὰ νῦν κεχαρισμένα ἀλλὰ τὰ μέλλοντα βλέπειν κελεύει. τοῖς δʼ ἐπὶ ξένης οὖσι τὴν εἰς οἶκον ἀνακομιδὴν προαγορεύει ὀψὲ καὶ παρὰ προσδοκίαν· ἰδεῖν γὰρ καὶ παρὰ δύναμιν σημαίνει τὴν οἰκείαν. Λέοντος καὶ λύκου καὶ παρδάλεως καὶ ἐλέφαντος κεφαλὴν δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ ἀγαθόν· μείζοσι γὰρ ἢ καθʼ ἑαυτὸν ἐγχειρήσας ὁ ἰδὼν πράγμασιν ἐπὶ τούτοις νίκης τεύξεται καὶ περιγενόμενος ὠφεληθήσεται πολλά, φοβερὸς μὲν τοῖς ἐναντίοις ἐπαχθὴς δὲ τοῖς ἰδίοις γενόμενος. [5] *[crux: ἐπαχθὴς]*
πολλοὶ δὲ καὶ ἐπʼ ἀρχὰς καὶ ἡγεμονίας ὁρμήσαντες ἐπὶ τούτοις ** ἔτυχον. κυνὸς δὲ ἢ ἵππου ἢ ὄνου ἤ τινος τῶν ἄλλων τετραπόδων ἢ πετεινοῦ κεφαλὴν δοκεῖν ἔχειν ἀντὶ τῆς ἑαυτοῦ, εἰ μὲν τετραπόδου, δουλείαν καὶ ταλαιπωρίαν σημαίνει· εἰ δέ τινος τῶν πετεινῶν, τὸ μὴ μεῖναι ἐν τοῖς οἰκείοις χωρίοις, ἢ διὰ τὴν πτῆσιν, ἢ ὅτι τὰ ὀρνιθογενῆ οὐ μένει παρὰ τοῖς γονεῦσιν. Ἐν ταῖς χερσὶ τὴν κεφαλὴν ἔχειν τὴν ἑαυτοῦ ἀγαθὸν ἄπαιδι καὶ ἀγάμῳ καὶ τῷ ἀπόδημον προσδεχομένῳ. [10]
εἰ δέ τις τημελήσειε τὴν κεφαλήν, οἰκονομήσει τι τῶν περὶ αὐτὸν κακῶς ἐχόντων καὶ διαλύσει τι τῶν ἐν τῷ βίῳ μοχθηρῶν. τὸ δʼ αὐτὸ σημαίνει καὶ εἴ τις ἅμα κρατῶν [ἐν] ταῖς χερσὶ τὴν ἑαυτοῦ κεφαλὴν ἑτέραν ἔχειν νομίσειε 〈τῆσ〉 κατὰ φύσιν. Κέρατα ἔχειν προσπεφυκότα βοὸς ἢ ἄλλου τινὸς ζῴου βιαίου ἐπάγει βιαίους θανάτους· ὡς δʼ ἐπὶ τὸ πολὺ τραχηλοκοπηθῆναι τὸν ἰδόντα σημαίνει· τοῦτο γὰρ καὶ τοῖς κέρατα φοροῦσι ζῴοις συμβαίνει. [5]
40
Ὦμοι παχεῖς καὶ εὔσαρκοι πᾶσιν ἀγαθοὶ πλὴν τῶν ἐν δεσμοῖς ὄντων καὶ εἱρκτῇ· εὐανδρίαν γὰρ καὶ εὐπραξίαν σημαίνοντες τούτοις μόνοις εἰσὶ πονηροί· πλείονι γὰρ χρόνῳ ὑπομενοῦσι τὰ δεινά, ὡς ἔτι τῶν ὤμων ἀντέχειν δυναμένων. εἰ δέ τι πάθοιεν οἱ ὦμοι, τὰ ἐναντία τοῖς προειρημένοις σημαίνουσι, πολλάκις δὲ καὶ ἀδελφοῦ θάνατον ἢ νόσον· καὶ γὰρ οἱ ὦμοι ἀδελφοί εἰσιν ἀλλήλων. Στῆθος ὑγιὲς καὶ ἀπαθὲς ἀγαθόν. [5]
τὸ δὲ λάσιον καὶ πεπυκνωμένον θριξὶν ἀνδράσι μὲν ἀγαθὸν καὶ κερδαλέον, γυναιξὶ δὲ χηρείαν μαντεύεται· ἀμελέστερον γὰρ διάγουσι καὶ δασύνονται, ἐπειδὰν μὴ παρῇ διʼ ὃν ἀσκοῦσι τὰ σώματα. ἀγαθοὶ δὲ καὶ οἱ μαζοὶ πάσης ἐκτὸς ὄντες αἰκίας. εἰ δὲ καὶ μείζονές τινι γίγνοιντο τὸ εὔρυθμον καὶ χάριεν φυλάσσοντες, τέκνων ἅμα καὶ σωμάτων ἐπίκτησιν προαγορεύουσι· παθόντες δέ τι καὶ οἷον ἡλκωμένοι νόσον σημαίνουσιν, ἀποπίπτοντες δὲ θάνατον παισὶ τοῦ ἰδόντος· οὐκ ὄντων δὲ παίδων ἀπορίας εἰσὶ σημαντικοί, πολλάκις δὲ καὶ πένθους, μάλιστα δὲ γυναιξίν· αὗται γὰρ ἐν 〈τῷ〉 πένθει καὶ τοὺς μαζοὺς λωβῶνται. τροφῷ δέ, εἰ τέκνον ἔχοι, εἰς τὸ τρεφόμενον ἀποβήσεται. πολλοὺς δὲ ἔχειν μαζοὺς τὸ αὐτὸ σημαίνει τῷ δοκεῖν τοὺς ὄντας μείζονας γεγονέναι, γυναικὶ δὲ καὶ μοιχείαν. τιτρώσκεσθαι δὲ κατὰ τὸ στῆθος ὑπὸ οὑτινοσοῦν γνωρίμου λυπηρὰν ἀκοῦσαί ποθεν ἀγγελίαν σημαίνει τοῖς πρεσβύταις· νέοις δὲ καὶ ἀνδράσι καὶ γυναιξὶν ἔρωτα δηλοῖ. Χεῖρες εὔτονοι καὶ καλαὶ εὐπραξίαν σημαίνουσι μάλιστα χειροτέχναις καὶ τοῖς διὰ δόσεως καὶ λήψεως ποριζομένοις· φοβουμένῳ δὲ δεθῆναι οὐκ ἄφοβον τὸ ὄναρ. [15]
ἤδη δὲ κατὰ μέρος περὶ τῶν χειρῶν ἐρῶ. ὅ τι ἂν οἱ βραχίονες πάθωσι, πένθος σημαίνουσιν· ὅ τι δʼ ἂν οἱ πήχεις, παραλύουσι τῶν ἐν χερσὶ πραγμάτων καὶ τῶν ὑπηρετούντων στερίσκουσιν. ἤκουσα δέ τινος τῶν περὶ ταῦτα δεινῶν λόγον λέγοντος ἐμοὶ μὲν ἀρέσκοντα, ἐπεὶ καὶ ταῖς ἀποβάσεσιν ἀκόλουθον ὄντα εὗρον αὐτόν· εἰ δέ τῳ μὴ πιθανὰ δοκῶ λέγειν, οἷς ἀρέσκεται χρήσθω. σημαίνειν γὰρ ἔφη τὴν μὲν δεξιὰν χεῖρα τὰ ποριζόμενα τὴν δὲ εὐώνυμον τὰ πεπορισμένα· ἡ μὲν γὰρ πρὸς τὸ λαβεῖν ἕτοιμος, ἡ δὲ ἐπιτήδειος πρὸς τὸ φυλάξαι. ἔστι δὲ παλαιὰ διαίρεσις καὶ ἀληθὴς καὶ ἥδε. σημαίνει ἡ μὲν δεξιὰ χεὶρ υἱὸν πατέρα φίλον καὶ [ἄλλον] ὃν ἐν τῇ συνηθείᾳ καταχρώμενοι λέγομεν 〈ὅτι〉 ἡ δεξιὰ χείρ ἐστι τοῦ δεῖνος· ἡ δὲ εὐώνυμος γυναῖκα μητέρα ἀδελφὴν θυγατέρα δούλην. ὁποτέρας οὖν ἄν τις δόξῃ ἀφῃρῆσθαι, στερηθήσεταί τινος τῶν ὑπʼ αὐτῆς σημαινομένων. κοινῇ δὲ αἱ χεῖρες ἀμφότεραι σημαίνουσι τέχνας χειρόγραφα λόγους· τέχνας μὲν ἐπεὶ διὰ χειρῶν αἱ τέχναι, χειρόγραφα δὲ ὅτι καὶ αὐτὰ χεῖρες λέγονται, λόγους δὲ ἐπεὶ ἅμα τοῖς λόγοις αἱ χεῖρες κινοῦνται. ὅτι μὲν γὰρ ναύταις καὶ ὀρχησταῖς καὶ θαυματοποιοῖς μὴ ἔχειν [τὰς] χεῖρας οὐκ ἀγαθόν, ἐπειδὴ ἄνευ τούτων οὐχ οἷοί τέ εἰσιν ἐργάζεσθαι, δῆλον δήπουθέν ἐστι πᾶσιν. Δάκτυλοι χειρῶν ἀποβαλλόμενοι πάντες ἢ ἐκ μέρους βλάβας σημαίνουσι καὶ ὑπηρετῶν ἀπώλειαν, γραφεῦσι δὲ καὶ φιλολόγοις σχολὴν καὶ ἀργίαν, τοῖς δὲ ὀφείλουσι πλέον τοῦ δέοντος ἀποδοῦναι καὶ τοῖς δανείζουσιν ἧττον ἀπολαβεῖν. οἶδα δέ τινα, ὃς μέλλων δανείζεσθαι ἔδοξε δακτύλους οὐκ ἔχειν. τούτῳ ὁ δανειστὴς καὶ μὴ γράψαντι ἐπίστευσεν. Πλείονας ἔχειν δακτύλους τἀναντία σημαίνει τῷ δοκεῖν ἥττονας ἔχειν· ὅσοι γὰρ προσγίνονται τοῖς κατὰ φύσιν δακτύλοις, αὐτοί τε ἅμα εἰσὶν ἀργοὶ καὶ τοὺς ἐξ ὧν πεφύκασιν ἀργοὺς ποιοῦσι. πλανώμενοι δέ τινες ἀγαθὸν ὑπέλαβον εἶναι τὸ τοιοῦτο. Τρίχας ἔχειν ἐκ τῶν χειρῶν πεφυκυίας ἀπὸ μὲν τῶν καρπῶν δεσμὰ σημαίνει, ἀπὸ δὲ τῶν πλατειῶν τῶν ἐντὸς σχολὴν καὶ ἀγρίαν πᾶσι σημαίνει, μάλιστα δὲ γεωργοῖς καὶ χειροτέχναις· οὐκέτι γὰρ περὶ τὰ ἔργα τριβομένων τῶν χειρῶν οὐδὲ πυκνουμένης τῆς ἐπιφανείας εἰκὸς ἂν εἴη καὶ τρίχας ἀναφανῆναι. Πολλὰς χεῖρας ἔχειν ἀγαθὸν χειροτέχνῃ· οὐ γὰρ παύσεται ἐργαζόμενος· τρόπον γάρ τινά φησιν αὐτῷ τὸ ὄναρ ʼδεῖ σοι χειρῶν πλειόνων διὰ τὸ τῶν ἔργων πλῆθος.ʼ ἀγαθὸν δὲ καὶ τοῖς δικαιοπραγοῦσι· πρόσκτησιν γὸρ καὶ τέκνων καὶ οἰκετῶν σημαίνει καὶ χρημάτων ὁ ὄνειρος, ὡς πολλάκις ἐτήρησα· κακούργοις δὲ δεσμὰ καὶ οὕτως περὶ ἓν σῶμα πολλὰς γενέσθαι χεῖρας σημαίνει. [45]
Λαγόνας καὶ ὑπογάστριον καὶ πάντα τὰ μέχρι βουβώνων τὴν τοῦ σώματος ἰσχύν τε καὶ ὕπαρξιν σημαίνειν νομιστέον. τοιγαροῦν ἐάν τι ταῦτα τὰ μέρη πάθῃ, νόσον μὲν τῷ σώματι, ἔνδειαν δὲ κατὰ τὸν βίον προαγορεύει. αὐτὸς δὲ ὁ ὀμφαλὸς ὄντων μὲν γονέων τοὺς γονεῖς, οὐκ ὄντων δὲ τὴν πατρίδα σημαίνει, ἧς ἐξέφυ τις καὶ ἐξεγένετο, ὥσπερ καὶ τοῦ ὀμφαλοῦ. ἐὰν οὖν τι περὶ τὸν ὀμφαλὸν δυσχερὲς γένηται, στερηθῆναι γονέων ἢ τῆς πατρίδος σημαίνει, καὶ τὸν ἐπὶ ξένης ὄντα οὐκ ἐπανάγει. Ἀνατετμῆσθαι δοκεῖν καὶ ἰδεῖν τὰ ἐντὸς ἑαυτοῦ κατὰ φύσιν καὶ ἕκαστον κοσμίως κείμενον ἀγαθὸν ἄπαιδι καὶ πένητι· ὁ μὲν γὰρ ὄψεται παῖδας ἰδίους, ὁ δὲ κτήματα· καὶ γὰρ οἱ παῖδες σπλάγχνα λέγονται ὡς ἐντόσθια, καὶ ὥσπερ οἴκῳ κτήματα, οὕτω τὰ σπλάγχνα ταῖς λαγόσιν ἔγκειται. [5]
πλουσίῳ δὲ καὶ παντὶ τῷ λανθάνειν πειρωμένῳ ἀσχημοσύνην καὶ ἔλεγχον μαντεύεται. δεινὸν δὲ πᾶσι τὸ ὑπό τινος κατανοεῖσθαι τὰ σπλάγχνα· πραγμάτων γὰρ πονηρῶν καὶ δικῶν ἐπαγωγὴν σημαίνει καὶ τὰ κρυπτὰ ἐλέγχει. ἀνατμηθέντα δὲ δοκεῖν κενὸν εἶναι, μηδενὸς τῶν σπλάγχνων ἐντὸς ὄντων, ἔρημον τὸν οἶκον τοῦ ἰδόντος ἔσεσθαι σημαίνει καὶ τέκνων ὄλεθρον καὶ τῷ νοσοῦντι θάνατον. ἀγαθὸν δʼ ἂν εἴη μόνῳ τῷ ἐν πολλοῖς κακοῖς ὄντι καὶ ἀνιωμένῳ· τῶν γὰρ ἐν ποσὶ κακῶν παῦλαν προσημαίνει· ὁ γὰρ τὰ περιεκτικὰ τῶν φροντίδων ἀπολέσας εἰκότως ἄλυπός ἐστιν. ἔτι κἀκεῖνο χρὴ σκοπεῖν· ἡ καρδία γυναῖκα σημαίνει ἀνδρὸς ἰδόντος, ἄνδρα δὲ γυναικὸς ἰδούσης διὰ τὸ τὴν ὅλην τοῦ σώματος ἔχειν διοίκησιν. καὶ τὸν θυμὸν τοῦ ἰδόντος καὶ τὸ πνεῦμα· τούτων γάρ ἐστι περιεκτική. καὶ ὁ πνεύμων ὁμοίως. ἧπαρ δὲ τέκνον καὶ βίον καὶ φροντίδας, χολὴ δὲ τὸν θυμὸν καὶ χρήματα καὶ γυναῖκα, σπλὴν δὲ ἡδονὰς καὶ γέλωτα καὶ τὰ ἔπιπλα τῶν σκευῶν, κοιλία δὲ καὶ ἔντερα τέκνα πρῶτον, εἶτα δανειστάς, ἐπεὶ μετὰ πολλῆς βίας ἀπαιτεῖ τροφάς. νεφροὶ δὲ ἀδελφοὺς καὶ συγγενεῖς καὶ ** τέκνα. ὅθεν μένοντα μὲν ταῦτα μεῖναι καὶ τὰ σημαινόμενα ὑπʼ αὐτῶν σημαίνει, διπλούμενα δὲ πάντα ἢ ἕκαστον ἰδίᾳ διπλᾶ ἔσεσθαι τὰ σημαινόμενα δηλοῖ. Τὸ αἰδοῖον ἔοικε γονεῦσι μέν, ἐπεὶ τὸν σπερματικὸν ἐπέχει λόγον· τέκνοις δέ, ἐπεὶ καὶ αὐτὸ τέκνων αἴτιον. [25]
45
γυναικὶ δὲ καὶ ἐρωμένῃ, ὅτι πρὸς ἀφροδίσια ἐπιτήδειόν ἐστιν. ἀδελφοῖς δὲ καὶ πᾶσι τοῖς καθʼ αἷμα προσήκουσιν, ἐπεὶ τοῦ παντὸς οἴκου ὁ λόγος ἤρτηται ἀπὸ τοῦ αἰδοίου. ἰσχύι δὲ καὶ τῇ τοῦ σώματος ἀνδρείᾳ, ὅτι καὶ αὐτὸ τούτων αἴτιον· διὸ ἀνδρεία πρός τινων καλεῖται. λόγοις δὲ καὶ παιδείᾳ, ὅτι γονιμώτατον πάντων τὸ αἰδοῖόν ἐστιν ὥσπερ καὶ ὁ λόγος. εἶδον δὲ καὶ ἐν Κυλλήνῃ γενόμενος Ἑρμοῦ ἄγαλμα οὐδὲν ἄλλο ἢ αἰδοῖον δεδημιουργημένον λόγῳ τινὶ φυσικῷ. ἔτι καὶ περιουσίᾳ καὶ κτήσει διὰ τὸ ποτὲ μὲν ἐπιτετάσθαι ποτὲ δὲ ἀνεῖσθαι καὶ παρέχειν καὶ ἀποκρίνειν δύνασθαι. βουλεύμασι δὲ ἀπορρήτοις, ὅτι μήδεα καλεῖται τά τε βουλεύματα καὶ τὸ αἰδοῖον. πενίᾳ δὲ καὶ δουλείᾳ καὶ δεσμοῖς ὅτι ἀναγκαῖον καλεῖται καὶ τῆς ἀνάγκης ἐστὶ σύμβολον. πρὸς δὲ καὶ ἀξιώματος ἐπιτιμίᾳ· αἰδὼς γὰρ καὶ ἐπιτιμία καλεῖται. τοιγάρτοι παρὸν μὲν καὶ μένον ἐν τῇ τάξει τῇ οἰκείᾳ ἐπιδιαμεῖναι τὸ παρὸν ἑκάστῳ ὅ τι ἂν ᾖ ὅμοιον τῷ αἰδοίῳ σημαίνει, αὐξῆσαν δὲ καὶ ἐπαύξει, ἀφαιρεθὲν δὲ στερίσκει. διπλοῦν δὲ γενόμενον διπλᾶ τὰ ὄντα ἔσεσθαι σημαίνει πάντα πλὴν γυναικὸς ἢ ἐρωμένης· τούτων δὲ στερίσκει· δυσὶ γὰρ ἅμα αἰδοίοις οὐκ ἔνεστι χρῆσθαι. οἶδα δέ τινα, ὃς ἔδοξε τρία ἔχειν αἰδοῖα δοῦλος ὤν, καὶ ἐγένετο ἐλεύθερος καὶ ἀνθʼ ἑνὸς ὀνόματος τρία ἔσχε, 〈τὰ〉 δύο τοῦ ἀπελευθερώσαντος προσλαβών. ἀλλὰ τοῦτο ἅπαξ ἐγένετο· δεῖ δὲ μὴ ἀπὸ τῶν σπανίων ἀλλὰ τῶν ὡς ἐπὶ τὸ πολὺ ἐχόντων τὰς κρίσεις ποιεῖσθαι. Οἱ βουβῶνες οὐ μακρὰν τῶν αἰδοίων ** οὐδὲ διάφορόν τι σημαίνουσιν. [25]
ὅθεν χρὴ κατὰ ταὐτὰ τοὺς βουβῶνας τοῖς αἰδοίοις ἐκλαμβάνειν. οἱ δὲ μηροὶ τὰ μὲν ἄλλα πάντα ἐπίσης τοῖς αἰδοίοις σημαίνουσι, μόνον δὲ πιαλέοι γενόμενοι τοῖς πλουσίοις ἀηδεῖς τετήρηνται· ὡς γὰρ ἐπὶ τὸ πλεῖστον περὶ τὰ ἀφροδίσια δαπάνας σημαίνουσι σχεδὸν δὲ οὐδὲ δαπάνας ἀλλὰ βλάβας. Τὰ γόνατα πρός τε ἰσχὺν καὶ εὐανδρίαν ἐστὶ ληπτέα καὶ πρὸς κινήσεις καὶ πράξεις. [5]
ὅθεν ἐρρωμένα καὶ σῶα ὄντα ἀποδημεῖν τε καὶ ἄλλην κίνησιν ἡντιναοῦν ἐπιτρέπει κινεῖσθαι καὶ πράξεις ὑπαγορεύει καὶ ὑγεῖαν τῷ ἰδόντι· ἢν δέ τι πάθῃ, τἀναντία. ὅ τι δʼ ἂν ἐκ τῶν γονάτων φυτὸν πεφυκέναι δόξῃ τις ἀργοῖς χρήσεται τοῖς γόνασιν· ἐὰν δὲ νοσῶν ἴδῃ, τεθνήξεται· γῆθεν γὰρ φύεται τὰ φυτά, εἰς γῆν δὲ καὶ τὰ τῶν σωμάτων ἀναλύεται συγκρίματα. οἶδα δέ τινα, ὃς ἔδοξεν ἐκ τοῦ γόνατος τοῦ δεξιοῦ ἰδεῖν πεφυκότα κάλαμον, καὶ συνέβη αὐτῷ σύριγγα ἐν τῷ γόνατι γενέσθαι· καὶ γὰρ ὁ κάλαμος γόνυ τε ἔχει καὶ σύριγξ γίνεται. πολλάκις δὲ τὰ γόνατα πρὸς ἀδελφοὺς καὶ κοινωνοὺς διατείνει, ἐπεὶ καὶ αὐτὰ ἀδελφά ἐστιν ἀλλήλων καὶ κοινωνεῖ τῆς πορείας. ἔτι καὶ ἀπελευθέρους σημαίνει· ἐπίσης γὰρ τοῖς ποσὶν ὑπηρετεῖ, πλὴν ὑπὲρ τοὺς πόδας ὄντα εἰκότως οὐχὶ δούλους ἀλλʼ ἀπελευθέρους σημαίνει. Αἱ κνῆμαι ἔμπροσθέν τε καὶ ὄπισθεν τὰ αὐτὰ τοῖς γόνασι σημαίνουσι. [15]
σφυρὰ δὲ καὶ πόδες ἄκροι τὰ μὲν ἄλλα ἐπίσης τοῖς γόνασι σημαίνουσιν, ἐν δὲ τῷ μὴ ἀπελευθέρους ἀλλὰ δούλους σημαίνειν διαφέρουσι. Πλείονας πόδας ἔχειν ἀγαθὸν ἐμπόρῳ καὶ ναυκλήρῳ καὶ παντὶ τῷ μισθωτοὺς τρέφοντι· σωμάτων γὰρ πλειόνων ἄρξουσι. κυβερνήτῃ δὲ ἰδόντι τὸ ὄναρ γαλήνην σημαίνει· πλείοσι γὰρ ποσὶ χρήσεται τῆς νεὼς ἐρεσσομένης. ἀγαθὸν 〈δὲ〉 καὶ πένητι· κτήσεται γὰρ οἰκέτας. πλουσίῳ δὲ νόσον σημαίνει, ἵνα μὴ τοῖς αὑτοῦ ποσὶ μόνοις ἀλλὰ καὶ τοῖς τῶν βασταζόντων χρώμενος πλείονας ἔχειν δοκῇ. πολλοὺς δὲ τὸ ὄναρ τοῦτο καὶ τυφλοὺς ἐποίησεν, ἵνα χειραγωγοῖς χρήσωνται· καὶ πανούργους ἔδησεν, ἵνα μετὰ φυλάκων καὶ μὴ μόνοι προέρχωνται. οἶδα δέ τινα, ὃς ἔδοξε τοῦ παντὸς σώματος ἀτρέμα μένοντος τοὺς πόδας αὐτοῦ μόνους βαδίζειν καὶ προβαίνειν μὲν μηδὲ βραχύ, ὅμως δὲ κινεῖσθαι. συνέβη αὐτῷ εἰς ἀντλίαν καταδικασθῆναι· καὶ γὰρ τοῖς ἀντλοῦσι συμβέβηκε διαβαίνειν μὲν ὡς βαδίζουσιν, ἀεὶ δὲ μένειν ἐν τῷ αὐτῷ τόπῳ. ἔτι καὶ ἄλλος ἔδοξεν ἀπὸ τῶν ποδῶν αὐτοῦ ῥεῖν ὕδωρ, καὶ συνέβη καὶ τούτῳ εἰς ἀντλίαν καταδικασθῆναι ὄντι πανούργῳ, καὶ τοῦτον τὸν τρόπον ἀπὸ τῶν ποδῶν αὐτοῦ ἔρρευσεν ὕδωρ. ἕτερος δὲ τὸν αὐτὸν ἰδὼν ὄνειρον οὐκ ὢν πανοῦργος ὑδρωπίασε. τὸ δὲ δοκεῖν καιομένους ἰδεῖν τοὺς πόδας πᾶσιν ἐπίσης κακὸν καὶ σημαίνει ἀποβολὴν καὶ διαφθορὰν 〈τῶν〉 ὑπαρχόντων, ναὶ μὴν καὶ παίδων καὶ δούλων· ἐπίσης γὰρ τοῖς θεράπουσιν οἱ παῖδες ὑπηρετοῦσί τε τοῖς γονεῦσι καὶ θεραπεύουσιν αὐτοὺς ὥσπερ οἰκέται. ὅπερ τοὺς πολλοὺς ἔλαθε τῶν ὀνειροκριτῶν ἡγουμένους ὅτι οἱ πόδες μόνους οἰκέτας σημαίνουσι. μόνοις δὲ τὸ ὄναρ τοῦτο δρομεῦσι συμφέρει, ὅταν πρὸς ἀγῶνα ὄντες ἴδωσι· θᾶττον γὰρ καὶ ὡς εἰπεῖν ἐκ πυρὸς ἁρπάσουσι τὰ σκέλη. Νῶτον δὲ καὶ τὰ ὀπίσθια πάντα τοῦ γήρως εἶναι σημαντικὰ νομίζομεν. [30]
ὅθεν ὀρθῶς ἔνιοι καὶ Πλούτωνος αὐτὰ καλοῦσιν ἴδια. τοιγαροῦν ὁποῖα ἄν τις αὐτὰ δόξῃ ἔχειν, τοιούτῳ χρήσεται τῷ γήρᾳ. Ἐν τοῖς περὶ ἀλλοιώσεως πρῶτον χρὴ τὸ ποσὸν [ὅπερ κατὰ μέγεθος θεωρεῖται,] σκοπεῖν, δεύτερον τὸ ποιόν, [ὃ κατὰ τὴν ὕλην θεωρεῖται,] τρίτον τὸ κατὰ τὴν ἰδέαν [ὅπερ ἴδιον τῆς μορφῆς].
50
καὶ τὸ μὲν ποσόν, τοῦτʼ ἔστιν ἐκ μικροῦ μέγαν γενέσθαι ἢ ἐκ τοῦ ὄντος μείζω, ἀγαθόν, εἰ μὴ ὑπὲρ ἄνθρωπόν τις μέγας δόξειε γεγονέναι· οὐ γὰρ τὸ σῶμα ἀλλὰ τὰς πράξεις αὐξῆσαι σημαίνει τὸ ὄναρ καὶ τὸν βίον τοῦ ἰδόντος. τὸ δὲ ὑπὲρ ἄνθρωπον μέγαν δοκεῖν γεγονέναι θάνατον τῷ ἰδόντι σημαίνει· καὶ εἴ τις τὸ ἑαυτοῦ παιδίον βραχὺ ὂν ἄνδρα δόξειε γεγονέναι, τεθνήξεται τὸ παιδίον. δεινὸν δὲ καὶ πρεσβύτῃ τὸ εἰς παῖδα μεταβάλλειν· θάνατον γὰρ αὐτῷ σημαίνει. ἀγαθὸν δὲ ἀνδρὶ τὸ εἰς νεανίσκον μεταβάλλειν καὶ νεανίσκῳ τὸ εἰς παῖδα· ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ὡραιότερον μεταβάλλει. ἀγαθὸν δὲ καὶ παιδὶ εἰς νεανίσκον καὶ νεανίσκῳ εἰς ἄνδρα καὶ ἀνδρὶ εἰς γέροντα μεταβάλλειν· ἕκαστος γὰρ αὐτῶν ἐπὶ τὸ ἐντιμότερον μεταβάλλει. εἰ δὲ νεανίσκος εἰς γέροντα μεταβάλοι, τεθνήξεται μὲν οὐχὶ ὡς ὁ παῖς, νοσήσει δέ. καὶ εἰ ἀνὴρ εἰς παῖδα μεταβάλοι, ἀφρόνως 〈τι〉 πραγματευσάμενος βλαβήσεται· τὸ γὰρ ποιητικὸν ὀρθῶς εἴρηται αἰεὶ δʼ ὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονται. Τὸ δὲ ποιὸν τῆς μεταβολῆς ὧδε ἔχει. εἰ μὲν εἰς γυναῖκα μεταβάλοι [ποτὲ] ἀνήρ, πένητι μὲν ἀγαθὸν καὶ δούλῳ· ὁ μὲν γὰρ ἕξει τὸν θρέψοντα αὐτὸν ὥσπερ καὶ γυνή, ὁ δὲ ἀπονώτερον δουλεύσει· μικρότεροι γὰρ οἱ γυναικῶν πόνοι. πλουσίῳ δὲ πονηρόν, καὶ μάλιστα πολιτευομένῳ· ὡς γὰρ ἐπὶ τὸ πολὺ οἰκουροῦσιν αἱ γυναῖκες. διὸ παραλύσει πάσης ἀρχῆς τὸν ἰδόντα τὸ ὄναρ. τοῖς δὲ σωμασκοῦσι νόσον σημαίνει· θηλύτεραι γὰρ γυναῖκες ἀνδρῶν. εἰ δὲ γυνὴ εἰς ἄνδρα μεταβάλοι, ἄγαμος μὲν οὖσα γαμηθήσεται καὶ ἄπαις οὖσα τεκνώσει ἄρρεν, καὶ οὕτως εἰς τὴν ἀνδρείαν μεταβάλλει φύσιν· ἄνδρα δὲ ἔχουσα καὶ υἱὸν χήρα διατελέσει· οὐ γὰρ ἀνδρὶ ἀνδρὸς ἀλλὰ γυναικὸς δεῖ. δούλῃ δὲ τὸ ὄναρ πλείονα τὴν δουλείαν ἐπάγει, ἀγαθὸν δὲ ἑταίρᾳ· ἡ μὲν γὰρ ἐπὶ πλεῖον ὡς ἀνὴρ ὑπομενεῖ τοὺς πόνους, ἡ δὲ οὐ παύσεται κινουμένη. εἰ δέ τις ἀργύρεος ἢ χρύσεος δόξειεν εἶναι ἀνὴρ ἢ γυνή, δοῦλος μὲν ὢν πραθήσεται, ἵνα ἀπαργυρωθῇ ἢ ἀποχρυσωθῇ, πένης δὲ εὐπορήσει, ἵνα περὶ αὐτὸν γένηται ἡ τοιαύτη ὕλη, πλούσιος δὲ ἐν ἐπιβουλαῖς ἔσται, πάντα γὰρ τὰ ἀργύρεα καὶ χρύσεα ἐπιβούλους ἔχει πολλούς. νοσοῦντι δὲ θάνατον προαγορεύει παντὶ δήπουθεν τὸ ὄναρ, ὥσπερ καὶ τὸ χάλκεον δοκεῖν γεγονέναι, πλὴν ἀθλητοῦ καὶ δούλου· ὁ μὲν γὰρ νικήσας ἀνδριάντος τεύξεται, ὁ δὲ ἐλευθερωθήσεται· χάλκεαι γὰρ εἰκόνες τῶν ἐλευθέρων ἀνατίθενται. τὸ δʼ αὐτὸ σημαίνει κἂν εἰκόνα τις ἑαυτοῦ ἢ ἀνδριάντα ἴδῃ χάλκεον ἐν ἀγορᾷ κείμενον. τὸ δὲ εἰς σίδηρον μεταβάλλειν συμφορὰς ἀτλήτους σημαίνει, ἃς ὑπομείνας ὁ ἰδὼν εἰς γῆρας ἀφίξεται· σιδηρέους γὰρ καλοῦμεν τοὺς κακὰ ὑπομείναντας πολλά· πήλινον δὲ ἢ ὀστράκινον δοκεῖν γεγονέναι πᾶσι θάνατον σημαίνει χωρὶς τῶν διὰ γῆς ἢ πηλοῦ ἐργαζομένων. [45]
50.(50)
τὸ δὲ λίθινον δοκεῖν γεγονέναι τραύματα καὶ κατακοπὰς τῷ ἰδόντι σημαίνει· οὐ γὰρ ἐνδέχεται ἄνευ σιδήρου λίθινόν τινα γενέσθαι. ὁμοίως δὲ καὶ περὶ τῆς ἄλλης ὕλης ἐκλαμβάνειν δεῖ. εἰ δὲ εἰς θηρίον μεταβάλοι τις, ἀπὸ τῆς τοῦ θηρίου φύσεως τεκμαίρεσθαι δεῖ τὰς κρίσεις, δείξει δὲ τὸ τοιοῦτον ἐν τῷ περὶ κυνηγίου λόγῳ ἡ δευτέρα βίβλος. Ἀγαθὸν δὲ ἐπίσης πᾶσιν ἐτήρησα τὸ κάλλος καὶ τὴν τοῦ σώματος εὐφυΐαν καὶ τὴν ἰσχύν, ὅταν μὴ ὑπὲρ ἄνθρωπον ᾖ ταῦτα, ἐπεὶ τό γε ὑπερβαλλόντως καλὸν εἶναι δοκεῖν ἢ εὐπρεπῆ ἢ ἰσχυρὸν ἐπίσης τῷ αἰσχρὸν εἶναι δοκεῖν ἢ παραλελύσθαι ἢ μὴ ἰσχύειν ἀποβαίνει. ἃ δὴ πάντα θάνατον μὲν τοῖς νοσοῦσιν ἀπραγίαν δὲ καὶ μακρονοσίαν τοῖς ἐρρωμένοις σημαίνει. Περὶ διδασκαλίας τεχνῶν καὶ ἔργων καὶ ἐπιτηδευμάτων τὸ μὲν καθόλου καὶ ἐπὶ πάντων ἄπταιστον τοῦτό ἐστιν. [65]
ὅσα τις ἔμαθε καὶ ἐδιδάχθη καὶ ἐπετήδευσε καὶ ποιεῖ ἔργα ἢ τέχνας, ταῦτα ὄναρ ἐργάζεσθαι καὶ ἐπιτηδεύειν καὶ τυγχάνειν τοῦ προκειμένου ἀγαθὸν πᾶσιν· ἃ γάρ τις ἐν νῷ ἔχει, περανεῖ καὶ κατὰ προαίρεσιν ἀνύσει· ἀποτυγχάνειν δὲ μοχθηρόν, τὰ γὰρ ἐναντία τῇ προαιρέσει σημαίνει. ὅσα δέ τις οὐ μαθὼν οὐδὲ ἐπιτηδεύσας ὄναρ δοκεῖ ποιεῖν, ἐπιτυγχάνοντι μὲν ἀγαθόν, δυσεργὲς δὲ καὶ μόλις τελεσθησόμενον· ἀποτυγχάνοντι δὲ πρὸς τῇ ματαιοπονίᾳ παντὸς τοῦ προκειμένου καὶ χλεύη ἀκολουθεῖ. τὰ δὲ κατὰ μέρος ὧδέ πως ἔχει. γεωργεῖν ἢ σπείρειν ἢ φυτεύειν ἢ ἀροτριᾶν ἀγαθὸν τοῖς γῆμαι προῃρημένοις καὶ τοῖς ἄπαισιν· ἄρουρα μὲν γὰρ οὐδὲν ἄλλο ἐστὶν ἢ γυνή, σπέρματα δὲ καὶ φυτὰ οἱ παῖδες, πυροὶ μὲν υἱοί, κριθαὶ δὲ θυγατέρες, ὄσπρια δὲ τὰ ἐξαμβλώματα· τοῖς δὲ ἄλλοις πόνον καὶ κακοπάθειαν σημαίνει. καὶ ἐάν τις νοσῇ κατὰ τὸν οἶκον τοῦ ἰδόντος, τεθνήξεται· τὰ γὰρ σπέρματα καὶ τὰ φυτὰ ὥσπερ καὶ οἱ ἀποθανόντες καταχώννυται. θερίζειν δὲ καὶ τρυγᾶν καὶ κλαδεύειν παρὰ μὲν τὸν καιρὸν ὁρώμενα τὰς πράξεις [τὰς τοιαύτας] καὶ τὰς ἐγχειρήσεις πάσας εἰς ἐκεῖνο καιροῦ καὶ ὥρας ἀναβάλλεται. κυβερνᾶν δὲ πᾶσιν, ἐὰν μὲν καθορμίζωνται καλῶς ἢ ἀνάγωνται ἀκινδύνως, ἀγαθόν, οὐ 〈μέντοι〉 ἄνευ τινὸς πόνου καὶ φόβου ἐσόμενον· ἐὰν δὲ ἢ χειμάζωνται ἢ ναυαγῶσιν, ὑπερβολῇ κακόν, ὡς ἐγὼ παρεφύλαξα. σκυτεύειν δὲ καὶ τεκτονεύειν ἀγαθὸν πᾶσι τοῖς κατὰ νόμον ζῶσι διὰ τὰ μέτρα καὶ τοῖς γῆμαι ἢ κοινωνῆσαι θέλουσι διὰ τὰς ῥαφὰς καὶ τοὺς ἁρμούς. τὸ δὲ βυρσοδεψεῖν πᾶσι πονηρόν· νεκρῶν γὰρ ἅπτεται σωμάτων ὁ βυρσοδέψης καὶ τῆς πόλεως ἀπῴκισται· ἔτι καὶ τὰ κρυπτὰ ἐλέγχει διὰ τὴν ὀδμήν. ἰατροῖς δὲ [καὶ] χαλεπώτατον ἁπάντων. χρυσοχοεῖν δὲ πανουργίας περὶ τὸν ἰδόντα σημαίνει διὰ τὰ ὑποκείμενα τῶν ἔργων καὶ διὰ τοὺς ὑποπεπλεγμένους ἁρμούς. πλάσσειν 〈δὲ〉 καὶ πυξογραφεῖν καὶ τορεύειν καὶ ποιεῖν ἀγάλματα ἀγαθὸν μοιχοῖς καὶ ῥήτορσι καὶ πλαστογράφοις καὶ πᾶσι τοῖς ἀπατεῶσι διὰ τὸ τὰ μὴ ὄντα ὡς ὄντα δεικνύειν τὰς τέχνας ταύτας· τοῖς δὲ λοιποῖς περιβοησίας σημαίνει καὶ ὄχλων συνδρομὰς διὰ τὸ τὰ ἔργα ταῦτα πολλοῖς ἐπιδείκνυσθαι. [35]
χαλκεύειν δὲ καὶ παρεστάναι ἄκμονι ταραχὰς καὶ λύπας σημαίνει, τῷ δὲ γῆμαι προῃρημένῳ εὔνουν μὲν τὴν γυναῖκα διὰ τὰς φύσας (συμπνέουσι γάρ), μάχιμον δὲ διὰ τὰς σφύρας, ἠχοῦσι γάρ. περὶ δὲ τῶν ἄλλων τεχνῶν ἔχοντας τὰ ὑποδείγματα ὁμοίως συμβάλλειν χρὴ πρὸς τὰς ὑποστάσεις ἀφορῶντας τάς τε τῶν τεχνῶν καὶ τὰς τοῦ ἰδόντος. ἔτι κἀκεῖνο. ὅσα σημαίνουσιν αἱ τέχναι, ἤν τις αὐτὰς ἐργάζεσθαι δόξῃ, τὰ αὐτὰ σημαίνουσι καὶ οἱ τεχνῖται ὁρώμενοι καὶ τὰ ἐργαστήρια αὐτῶν καὶ τὰ ἐργαλεῖα, μικρᾶς ἐπὶ τῶν ἐργαλείων ὑπεξαιρέσεως τηρουμένης· ὅσα γὰρ τέμνει καὶ διχάζει, ταῦτα πάντα διχονοίας καὶ στάσεις καὶ βλάβας σημαίνει, ὅσα δὲ τῶν ἐργαλείων ἑνοῖ ἢ συνδεῖ, ταῦτα ὠφελείας καὶ γάμους καὶ κοινωνίας προαγορεύει, ἀποδημεῖν δὲ κωλύει· ὅσα δὲ λειοῖ, τὰς ἔχθρας παύει· ὅσα δὲ ἀπευθύνει, ἢ τὴν εὐθεῖαν δείκνυσι, τὰ κρυπτὰ ἐλέγχει, διὸ καὶ τὴν γεωμετρίαν πρὸς τὰ τοιαῦτα ἐπιτήδειον νενομίκαμεν καὶ τοὺς γεωμέτρας ὄναρ ὁρωμένους. Γράμματα μανθάνειν μὴ εἰδότα ἀγαθόν τι μετὰ πόνου καὶ φόβου τῷ ἰδόντι ἐσόμενον προαγορεύει· φοβοῦνται γὰρ ἅμα καὶ πονοῦσιν οἱ μανθάνοντες, πλὴν ἐπὶ τῷ συμφέροντι μανθάνουσιν. [15]
εἰ δέ τις εἰδὼς γράμματα πάλιν μανθάνοι, πονηρὸν καὶ ἄτοπον νομίζειν χρή· παιδαριῶδες γὰρ τὸ μανθάνειν. διὸ ἀπραξίας ἅμα τοῖς φόβοις καὶ πόνοις σημαίνει. μόνῳ δὲ τῷ ἐπιθυμοῦντι παιδὸς ἀγαθὸν τὸ τοιοῦτον· οὐ γὰρ αὐτὸς ἀλλʼ ὁ ἐξ αὐτοῦ γενησόμενος παῖς μαθήσεται γράμματα. εἰ δέ τις Ἑλληνικὰ μανθάνοι γράμματα Ῥωμαῖος ὢν ἢ Ῥωμαϊκὰ Ἕλλην, ὁ μὲν εἰς Ἑλληνικὰς διατριβὰς ὁ δὲ εἰς Ῥωμαϊκὰς ἀφίξεται. πολλοὶ δὲ καὶ ἔγημαν Ῥωμαῖοι μὲν Ἑλληνίδας Ἕλληνες δὲ Ῥωμαίας τοιοῦτον ἰδόντες ὄνειρον. οἶδα δέ τινα, ὃς ἔδοξε Ῥωμαϊκὰ γράμματα μανθάνειν, καὶ εἰς δοῦλον κατεκρίθη· οὐδὲ γὰρ ἓν δοῦλος Ἑλληνιστὶ διδάσκεται. βαρβαρικὰ δὲ γράμματα ἀναγινώσκειν δοκεῖν καλῶς καὶ ἑκτικῶς εἰς βαρβάρους σημαίνει χώρας καὶ διατριβὰς ἀφικέσθαι κἀκεῖ πρᾶξαί τι λαμπρόν· τὸ δὲ κακῶς ἀναγινώσκειν τὰ βαρβαρικὰ γράμματα κακῶς ἐν βαρβάροις ἀπαλλάξαι σημαίνει ἢ νοσήσαντα παρακόψαι διὰ τὸ ξένον τῆς φωνῆς. οἷα δʼ ἂν γράμματά τις μὴ δύνηται γράφειν ἢ ἀναγινώσκειν, ἀπραγήσει· καὶ εἰ μὲν ὀλίγα, πρὸς ἡμέρας· εἰ δὲ πολλά, πρὸς μῆνας. Ἐφηβεύειν δοῦλος ἐὰν δόξῃ, ἐλεύθερος ἔσται, ἐπειδὴ μόνοις ἐλευθέροις ἐφίησιν ὁ νόμος. [20]
παντὶ δὲ χειροτέχνῃ καὶ ῥήτορι σχολὴν καὶ ἀργίαν εἰς ἐνιαυτὸν σημαίνει· χρὴ γὰρ τὸν ἔφηβον ἐν τῇ χλαμύδι τὴν δεξιὰν ἔχειν ἐνειλημένην διὰ τὸ ἀργὴν εἶναι εἰς ἔργα καὶ λόγους εἰς ἐνιαυτὸν καὶ μὴ προϊέναι τὴν χεῖρα. ἐνιαυτὸν δὲ εἶπον διὰ τὸν τῆς ἐφηβίας χρόνον. εἰ δέ που τριετίας ἐφηβεύουσι χρόνον, πρὸς τὸ τοπικὸν ἐξετάζειν χρή. ἀποδημεῖν δὲ κωλύει καὶ τὸν ἐπὶ ξένης ὄντα εἰς τὴν οἰκείαν ἐπανάγει· ἔνδημον γὰρ χρὴ εἶναι τὸν ἐφηβεύοντα. καὶ τῷ ἀγάμῳ γάμον προσημαίνει· νόμῳ 〈μὲν〉 γὰρ ἡ χλαμὺς περιτίθεται, νόμῳ δὲ καὶ ἡ γυνὴ γαμεῖται. καὶ εἰ μὲν ἡ χλαμὺς εἴη λευκή, ἐλευθέραν ὁ ἰδὼν γαμήσει· εἰ δὲ μέλαινα, ἀπελευθέραν· εἰ δὲ πορφυρᾶ, εὐγενεστέραν ἑαυτοῦ, οὐδαμῶς δὲ δούλην. εἰ δέ τις ἐπιθυμῶν τέκνων ἢ καὶ γεγονότα υἱὸν ἔχων ἴδοι τὸ ὄναρ, οὐκ αὐτὸς ἀλλʼ ὁ υἱὸς αὐτοῦ ἐφηβεύσει. ἀνδρὶ δὲ πρεσβύτῃ καὶ ὑπὲρ ἡλικίαν θάνατον μαντεύεται τὸ ὄναρ, καὶ τοὺς παρανομοῦντας ἐλέγχει. τοῖς δὲ δικαιοπραγοῦσι συλλαμβάνει· σχεδὸν γὰρ ἡ ἐφηβία κανών ἐστιν ὀρθοῦ βίου καὶ ὑγιοῦς. ἀθλητῇ δὲ πρὸ [μὲν] ἐγκρίσεως πονηρόν, ἐπειδὴ ἔκκρισιν ὡς ὑπὲρ ἡλικίαν προαγορεύει· οὐ γὰρ εἰς μακρὰν ὁ ἔφηβος ἔσται ἀνήρ· παλαιστῇ δὲ ἀθλοῦντι τὸ μὴ καταλαβεῖν τὸν ἀγῶνα σημαίνει· εἰ δὲ καταλάβοι, τὸ μὴ ἀγωνίσασθαι· οὐ γὰρ ὑπερόριοι οἱ ἔφηβοι ἀγωνίζονται. Τροχὸν ἐλαύνειν πόνοις περιπεσεῖν σημαίνει, ἐξ ὧν ἀπόλαυσις τῷ ἰδόντι περιέσται. [20]
55
ἁρπαστὸν δὲ καὶ σφαῖρα φιλονεικίας ἀπεράντους σημαίνουσι, πολλάκις δὲ καὶ ἑταίρας ἔρωτα· ἔοικε γὰρ ἡ σφαῖρα καὶ τὸ ἁρπαστὸν ἑταίρᾳ διὰ τὸ μηδαμοῦ μένειν καὶ πρὸς πολλοὺς φοιτᾶν. ἁλτῆρες δὲ καὶ ἡ διʼ αὐτῶν γυμνασία τὸ μὲν παρὸν ἀπραξίας καὶ πόνους, αὖθις δὲ πράξεις μετὰ ῥᾳστώνης προαγορεύουσιν· ἔστι γὰρ τὸ τοιοῦτο γυμνάσιον οὐδὲν ἄλλο ἢ παρασκευὴ χειρῶν. θύλακοι δὲ καὶ σφῆνες καὶ ὑπεράλματα καὶ ὅσα ἄλλα τοιαῦτα γυμνάσια παιδικὰ φιλονεικίας προαγορεύουσι. περὶ δὲ πάλης ἐν τοῖς περὶ ἀγώνων ἐροῦμεν, ἵνα μὴ τὰ αὐτὰ δὶς γράφωμεν. Σαλπίζειν δοκεῖν σάλπιγγι τῇ ἱερᾷ ἀγαθὸν τοῖς βουλομένοις συγγενέσθαι τισὶ καὶ τοῖς ἀπολωλεκόσιν ἀνδράποδα ἤ τινας τῶν οἰκετῶν· καὶ γὰρ ἐν πολέμῳ συνάγει τοὺς ἐσκορπισμένους τὸ ὄργανον τοῦτο. [10]
τὰ δὲ κρυπτὰ ἐλέγχει διὰ τὸ μεγαλόφωνον. καὶ τοὺς νοσοῦντας ἀναιρεῖ· σύγκειται γὰρ ἐξ ὀστῶν καὶ χαλκοῦ, διʼ ὧν ἔξεισι μὲν τὸ πνεῦμα, οὐχ ὑποστρέφει δέ. δούλους δὲ καὶ πάντας τοὺς ἐν ὑπηρεσίᾳ ὄντας τῆς δουλείας ἐλευθεροῖ· ἴδιον γὰρ ἐλευθέρων τὸ ὄργανον. στρογγύλῃ δὲ σάλπιγγι σαλπίζειν πονηρόν· οὐ γὰρ ἱερὸν τὸ ὄργανον ἀλλὰ πολεμιστήριον, καὶ ὅσα τῷ στόματι λέγει ὁ τῷ ὀργάνῳ τούτῳ χρώμενος, ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνατρέχει. ὅθεν οὐδὲ ἐγκαλεῖν τισιν ἐπιτρέπει. οἵῳ δʼ ἂν ὀργάνῳ σαλπίζοντός τινός τις ἀκούσῃ, ταραχθήσεται· εἰ δὲ αὐτὸ μόνον ἴδοι σάλπιγγα, κενῷ περιπεσεῖται φόβῳ. τὸ δὲ κηρύσσειν τὰ αὐτὰ τῷ σαλπίζειν σημαίνει, πλὴν ὅτι τοὺς δούλους οὐ χάριτι τῶν δεσποτῶν ἀλλὰ ἀναφωνήσαντας ἐλευθερωθῆναι λέγει. αὐλεῖν δὲ πενθικοῖς αὐλοῖς πένθος ἢ ἀνάλογον πένθει λύπην σημαίνει καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. καλάμοις δὲ αὐλεῖν ἀγαθὸν πᾶσι καὶ σπονδαυλεῖν. ψάλλειν δὲ καὶ κιθαρίζειν πρὸς μὲν γάμον καὶ κοινωνίαν ἀγαθὸν διὰ τὴν ἁρμονίαν, πρὸς δὲ τὰς ἄλλας ἐγχειρήσεις πονηρὸν καὶ στάσεων αἴτιον διὰ τὴν ἐπίτασιν, πολλοῖς δὲ καὶ ποδάγραν ᾐνίξατο διὰ τὰ νεῦρα. καὶ τὸ κιθαρῳδεῖν δʼ εἰς τὸν αὐτὸν κατατακτέον λόγον. τραγῳδεῖν δὲ ἢ τραγικὰ ἔχειν δράματα ἢ ἀναπλάσματα ἢ τραγῳδῶν ἀκούειν ἢ ἰαμβεῖα λέγειν μεμνημένῳ μὲν τῶν εἰρημένων κατὰ τὴν περιοχὴν τὰ ἀποτελέσματα γίγνεται, οὐ μεμνημένῳ δὲ ταλαιπωρίαι καὶ δουλεῖαι καὶ μάχαι καὶ ὕβρεις καὶ κίνδυνοι καὶ εἴ τι τούτων δεινότερον ἢ ὠμότερον· τοιούτων γάρ εἰσιν αἱ τραγῳδίαι μεσταί. τὸ δὲ κωμῳδεῖν ἢ κωμῳδῶν ἀκούειν ἢ κωμικὰ ἔχειν ἀναπλάσματα ἢ βιβλία, τὰ μὲν τῆς παλαιᾶς κωμῳδίας σκώμματα καὶ στάσεις σημαίνει, τὰ δὲ τῆς καθʼ ἡμᾶς κωμῳδίας τὰ μὲν ἄλλα ἴσα τῇ τραγῳδίᾳ σημαίνει, τὰ δὲ τέλη χρηστὰ καὶ ἀγαθὰ ὑπαγορεύει· τοιαῦται γάρ εἰσιν αἱ ὑποθέσεις τῶν κωμικῶν δραμάτων. χοροὶ δὲ καὶ ὑμνῳδίαι ὑποκρίσεις καὶ ἀπάτας σημαίνουσι· τὰ γὰρ οὐ προσόντα τισὶ κερδῶν ἰδίων χάριν οἱ μελοποιοὶ σεμνύνουσι. ποιητὰς δὲ καὶ ἐγκωμιογράφους καὶ πάντας 〈τοὺσ〉 λογοποιοὺς εἰς τὴν αὐτὴν τοῖς χοροῖς ἀνακτέον μοῖραν οὐδὲν διαφέρειν ἡγούμενον ἐάν τε αὐτός τι τούτων ποιεῖν ὑπολάβῃ τις ἐάν τε γινομένοις παρατυγχάνῃ. περὶ δὲ πυρρίχης καὶ ὀρχήσεως μετὰ στροφῆς ἐν τοῖς περὶ στεφάνων ἐροῦμεν, ἔνθα καὶ περὶ ᾀσμάτων καλῶς ἔχει διαλαβεῖν· νυνὶ δὲ περὶ τῶν ἱππικῶν καὶ γυμνικῶν ἑξῆς διελοῦμεν. ἵππον κέλητα ἐλαύνειν καλῶς πειθόμενον τῷ ῥυτῆρι καὶ αὐτῷ τῷ ἐλαύνοντι ἀγαθὸν ἐπίσης πᾶσιν· ἵππος γὰρ γυναικὶ μὲν καὶ ἐρωμένῃ τὸν αὐτὸν ἔχει λόγον, ὅτι καὶ ἐπὶ κάλλει μέγα φρονεῖ καὶ τὸν ἐλατῆρα βαστάζει. ὅμοιος δέ ἐστι καὶ πλοίῳ· ἁλὸς μὲν γὰρ ἵππους καὶ ὁ ποιητὴς τὰς ναῦς λέγει, ἡμεῖς δὲ τὸν Ποσειδῶνα Ἵππιον καλοῦμεν, καὶ ὃν ἔχει λόγον ἐν γῇ ἵππος, τὸν αὐτὸν καὶ ἐν θαλάσσῃ ναῦς. [45]
56.(50)
ὅμοιος δʼ ἂν εἴη καὶ δεσπότῃ [καὶ] ἐργοδότῃ καὶ φίλῳ τρέφοντι καὶ παντὶ τῷ βαστάζοντι. ὅπως ἂν οὖν ὁ ἵππος τὸν ἰδόντα φέρῃ, οὕτω καὶ γυνὴ καὶ ἐρωμένη καὶ δεσπότης καὶ φίλος καὶ ναῦς τὸν ἰδόντα διαθήσουσι. συνωρὶς 〈δʼ〉 οὐδὲν ἵππου κέλητος διαφέρει, εἰ μὴ τοῖς νοσοῦσι· θάνατον γὰρ αὐτοῖς προαγορεύει, ὥσπερ καὶ ἅρμα τέτρωρον, ὃ καὶ αὐτὸ τὰ μὲν ἄλλα ἐπίσης τῷ κέλητι σημαίνει, ἀθλητῶν δὲ τοῖς μὲν τὰ βαρέα ἀθλοῦσιν ἀγαθὸν ἂν εἴη καὶ νικηφόρον, εἰσελάσουσι γάρ· τοῖς δὲ τρέχουσιν ἧτταν σημαίνει, οὐ γὰρ ἱκανοὺς εἶναι τοῖς ποσὶ τοῖς ἰδίοις χρῆσθαί φησι τὸ ὄναρ. φημὶ δὲ καὶ γυναιξὶ καὶ παρθένοις ἐλευθέραις ἅμα καὶ πλουσίαις ἀγαθὸν εἶναι τὸ διὰ πόλεως ἅρμα ἐλαύνειν· ἀγαθὰς γὰρ ἱερωσύνας αὐταῖς περιποιεῖ· πενιχραῖς δὲ πορνείαν τὸ διὰ πόλεως ἱππάζεσθαι προαγορεύει· δούλοις δὲ ἐλευθερίαν· ἴδιον γὰρ ἐλευθέρων τὸ διὰ πόλεως ἱππεύειν. εἰσελαύνειν δὲ εἰς πόλιν ἀθλητῇ ἀγαθὸν καὶ νοσοῦντι· ὁ μὲν γὰρ ἱερονίκης ἔσται, ὁ δὲ οὐ τεθνήξεται. τὸ δὲ ἐξελαύνειν πόλεως ἀμφοτέροις κακόν· ὁ μὲν γὰρ ἐξενεχθήσεται, ὁ δὲ οὐ νικήσει. διὰ δὲ τῆς ἐρήμου ἅρμα ἐλαύνειν παντὶ δήπουθεν τῷ ἰδόντι θάνατον οὐκ εἰς μακρὰν ἐσόμενον προαγορεύει. Τὸ δὲ πενταθλεῖν δοκεῖν ἐπὶ πάντων ἐτήρησα ἀποδημίαν μὲν πρῶτον ἢ τὴν ἐκ τόπου εἰς τόπον κίνησιν σημαῖνον διὰ τὸν δρόμον, ἔπειτα δὲ ζημίας τινὰς ἢ δαπάνας ἀκαίρους ἢ ἐξοδιασμούς τινας παρὰ γνώμην διὰ τὸν δίσκον, ὃς χάλκεος ὢν τῶν χειρῶν ἀπορρίπτεται· πολλάκις δὲ ἀνίας τε καὶ φροντίδας ἐπὶ τούτοις διὰ τὰ πηδήματα τὰ ἐν τῇ ἁλτηρίᾳ· συνάλλεσθαι γάρ φαμεν καὶ τοὺς ἀνιωμένους ἐπὶ τοῖς προσπεσοῦσιν αἰφνίδιον· ἔτι καὶ μάχας καὶ ἀντιλογίας πρός τινας διὰ τοὺς ἄκοντας καὶ τὸν ῥοῖζον καὶ τὸ τάχος, ἃ λόγοις ἔοικεν εὐτόνοις· ἔπειτα περὶ γῆς πρός τινας μάχην τοῖς εὐπόροις, τοῖς δὲ ἀπόροις νόσον διὰ τὴν πάλην. [10]
τὴν δὲ αἰτίαν ὁ ἐπιὼν λόγος δηλώσει. Τρέχειν ἁπλοῦν δρόμον πᾶσιν ἀγαθὸν πλὴν νοσούντων, ὅταν γε νικᾶν ὑπολάβωσιν· οἱ μὲν γὰρ ἐπὶ τὸ τέρμα τῶν προκειμένων ἀφίξονται (διὸ καὶ οἱ δοῦλοι ἐλευθεροῦνται ἐπὶ τούτῳ τῷ ὀνείρῳ), οἱ δὲ ἐπὶ 〈τὸ〉 πέρας τοῦ βίου τὸ ζῆν τελευτήσαντες ἀφίξονται. [5]
ὁ δὲ δίαυλος τὰ αὐτὰ τῷ σταδίῳ σημαίνων ἐξ ὑπερθέσεως ἕκαστα ποιεῖν εἴωθεν, ὡς καὶ ὁ δόλιχος ἐκ πολλῶν ὑπερθέσεων. ἐξαιρέτως δὲ ὁ δόλιχος γυναιξὶ πορνείαν καὶ ἑταιρικὸν βίον προαγορεύει. Ἐγκρίνεσθαι πᾶσιν ἀγαθόν.
ἀθληταῖς δὲ παισὶ μὲν οὐκ ἐπίσημον διὰ τὴν τῆς ἐγκρίσεως ἡλικίαν, ἀνδράσι δὲ ἄπρακτον· παιδικὴ γὰρ ἡ ἔγκρισις. τὸ δὲ δοκεῖν ἐκκρίνεσθαι πάντας βλάπτον ἔτι καὶ τοὺς νοσοῦντας ἀναιρεῖ. οἶδα δέ τινα, ὃς ἔδοξεν Ὀλυμπίασιν ἐκκρίνεσθαι, καὶ εἰς μέταλλον κατεκρίθη διὰ τὸ τοῦ ἱεροῦ ἀγῶνος μὴ μετεῖναι αὐτῷ. Παλαίειν τινὶ τῶν ἀφʼ αἵματος ἢ φίλῳ στασιάσαι πρὸς αὐτὸν καὶ φιλονεικῆσαι σημαίνει· ἐπὶ δὲ τῶν ἤδη στασιαζόντων ὁποτέρου 〈ἂν〉 παλαίοντος ὄναρ ἡ νίκη γένηται, τούτου καὶ μεθʼ ἡμέραν τὸ κράτος ἔσται, εἰ μὴ περὶ γῆς μάχοιντο· ἐν γὰρ ταῖς τοιαύταις ἀμφισβητήσεσιν ἄμεινον πίπτειν, εἰ μὴ καὶ ῥήσσων τις κάτωθεν εἴη· τοῦ γὰρ πρὸς τῇ γῇ γινομένου καὶ ἡ γῆ γίνεται. [5]
60
οἶδα δέ τινα, ὃς ἔδοξε παλαίειν καὶ ἐκ δακτύλων δύο περὶ μίαν τὸ λεγόμενον ποιήσας ῥῆξαι τὸν ἀντίπαλον. τούτῳ συνέβη νικῆσαι γραμμάτων ἐπιλαβομένῳ ὑπὸ τοῦ ἀντιδίκου γεγραμμένων. τὸ δὲ πρός τινα τῶν οὐ γνωρίμων παλαίειν κινδύνους διὰ νόσων ἐπιφέρει· ὅπερ γὰρ ὁ παλαιστὴς βούλεται τὸν ἀντίπαλον διαθεῖναι, τοῦτο καὶ ἡ νόσος τὸν κάμνοντα, τοῦτʼ ἔστι τῇ γῇ δοῦναι. πεσόντι μὲν οὖν ἀπόκειται θάνατος, ῥήξαντι δὲ σωτηρία. ἔτι καὶ τὸ ἄνδρα ὄντα παιδὶ παλαίειν οὐδαμῶς ἀγαθόν· ἐάν τε γὰρ ῥήξῃ τὸν παῖδα, καταθάψει τινά· ἐάν τε ὑπὸ τοῦ παιδὸς καταπαλαισθῇ, πρὸς τῇ ματαιοπονίᾳ καὶ χλεύην καὶ νόσον ὑπομενεῖ· χλεύην μὲν διὰ τὸ ἀκόλουθον, νόσον δὲ διὰ τὸ ἁπαλωτέρου σώματος ἡττᾶσθαι. παιδὶ δὲ ἀγαθὸν τὸ ἄνδρα καταπαλαῖσαι· τῶν γὰρ παρὰ προσδοκίαν μεγάλων τεύξεται. ἀλλʼ οὐκ ἀθλητῇ παιδὶ ἀγαθόν· οὐ γὰρ ἐγκριθῆναι σημαίνει τοῖς παισί. νεκρῷ 〈δὲ〉 παλαίειν νοσῆσαι σημαίνει ἢ τῶν τοῦ νεκροῦ ἐκγόνων τινὶ ἢ κληρονόμων φιλονεικῆσαι. ἀεὶ δὲ ἄμεινον τὸ ῥήσσειν. Πυκτεύειν παντὶ βλαβερόν· πρὸς γὰρ ταῖς αἰσχύναις καὶ βλάβας σημαίνει· καὶ γὰρ ἄσχημον γίνεται τὸ πρόσωπον καὶ αἷμα ἀποκρίνεται, ὅπερ ἀργύριον εἶναι νενόμισται. [25]
ἀγαθὸν δὲ μόνοις τοῖς ἐξ αἵματος ποριζομένοις, λέγω δὲ ἰατροῖς θύταις μαγείροις. Τὸ δὲ παγκράτιον τὰ αὐτὰ 〈τῇ πάλη καὶ〉 τῇ πυγμῇ σημαίνει πλὴν τῆς βλάβης, ἰσχυροτέρας δὲ τὰς στάσεις ἐπιφέρει διὰ τὴν μάχην. [5]
ἀεὶ δὲ ἄμεινον ἐν ἀμφοτέροις νικᾶν. ὅπως δʼ ἂν ἀγωνίσηται δοῦλος ἐν ἱερῷ ἀγῶνι καὶ νικήσῃ καὶ στεφανωθῇ, ἀνακηρυχθεὶς ἐλεύθερος ἔσται· ἴδια γὰρ ταῦτα ἐλευθέρων. μεμνῆσθαι δὲ χρὴ ὅτι ἐν ἱερῷ ἀγῶνι μόνον, ἐπεὶ ἀλλαχόθι γε οὐκ ἔστι τὸ αὐτό. καὶ τοῖς ἄλλοις δὲ ἀνθρώποις τὰ ἆθλα καὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ ἐπὶ τέλος ἄγει, ὅταν μέχρι στεφάνου τις ἀφίκηται. Τὸ δὲ ὅπλον λεγόμενον ἐπὶ πάντων πᾶσι παρολκὰς σημαίνει· τελευταῖον γὰρ καὶ ἐπὶ πᾶσι τὸ ἆθλον. [5]
τοῖς δὲ νοσοῦσι διʼ αὐτὸ τοῦτο θάνατον σημαίνει. Οἱ μὲν πάνυ παλαιοὶ τὸ λούεσθαι οὐ κακὸν ἐνόμιζον· βαλανεῖα γὰρ οὐκ ᾔδεσαν, ἐπειδὴ ἐν ταῖς λεγομέναις ἀσαμίνθοις ἐλούοντο· οἱ δὲ μεταγενέστεροι ἤδη καὶ βαλανείων ὄντων τό τε λούεσθαι κακὸν ἐνόμιζον καὶ βαλανεῖον ἰδεῖν, καὶ εἰ μὴ λούοιτό τις. [5]
καὶ ἐδόκουν ταραχὴν μὲν σημαίνειν τὸ βαλανεῖον διὰ τὸν ἐν αὐτῷ γινόμενον θόρυβον, βλάβην δὲ διὰ τὸν ἀποκρινόμενον ἱδρῶτα, ἔτι δὲ καὶ ἀγωνίαν καὶ δεῖμα τῆς ψυχῆς διὰ τὸ τρέπεσθαι τὸν χρῶτα καὶ τὴν ἐπιφάνειαν τοῦ σώματος ἐν τῷ βαλανείῳ. καὶ τῶν νῦν τινες ἀκολουθοῦντες τῇ παλαιᾷ γνώμῃ κατὰ ταὐτὰ κρίνουσι πεπλανημένοι καὶ μὴ τῇ πείρᾳ ἀκολουθοῦντες. πάλαι μὲν γὰρ εἰκὸς πονηρὰ εἶναι τὰ βαλανεῖα, ἐπεὶ μὴ συνεχῶς ἐλούοντο οἱ ἄνθρωποι μηδὲ εἶχον τοσαῦτα βαλανεῖα, ἀλλʼ ἢ πόλεμον καταστρεψάμενοι ἢ μεγάλου ἀποπαυσάμενοι πόνου ἐλούοντο (ἦν οὖν αὐτοῖς ὑπόμνημα πόνου ἢ πολέμου τὸ βαλανεῖον καὶ αὐτὸ τὸ λούεσθαι)· νῦν δὲ οἱ μὲν οὐ πρότερον ἐσθίουσιν εἰ μὴ λούοιντο, οἱ δὲ καὶ ἐμφαγόντες· εἶτα δὴ λούονται μέλλοντες δειπνήσειν· καὶ ἔστι νῦν τὸ βαλανεῖον οὐδὲν ἄλλο ἢ ὁδὸς ἐπὶ τρυφήν. τοιγαροῦν λούεσθαι ἐν βαλανείοις καλοῖς καὶ φωτεινοῖς καὶ ἀέρος εὐκράτως ἔχουσιν ἀγαθὸν καὶ εὐπορίαν ἅμα καὶ εὐπραξίαν τοῖς ἐρρωμένοις σημαῖνον καὶ τοῖς νοσοῦσιν ὑγεῖαν· ἐρρωμένων γὰρ τὸ λούεσθαι μὴ πρὸς ἀνάγκην γε ὄντων. εἰ δέ τις λούοιτο καθʼ ὃν οὐ προσήκει τρόπον, οὐκ ἀγαθὸν αὐτῷ. οἷον εἴ τις ἅμα τοῖς ἱματίοις εἰς τὸ θερμὸν εἰσίοι, νόσον σημαίνει καὶ μεγάλας ἀγωνίας αὐτῷ· οἱ γὰρ νοσοῦντες εἰσίασιν ἐνδεδυμένοι καὶ οἱ περὶ μεγάλων ἀγωνιῶντες καὶ ἐν τοῖς ἱματίοις ἱδροῦσι. πονηρὸν δὲ καὶ πένητι τὸ μετὰ θεραπείας καὶ πολλῶν τινων περιεπόντων αὐτὸν λούεσθαι· νόσον γὰρ αὐτῷ μακρὰν σημαίνει· οὐ γὰρ ἄλλως πένης μετὰ πολλῶν λούεται. ὁμοίως δὲ καὶ πλουσίῳ πονηρὸν τὸ μόνον λούεσθαι. κοινῇ δὲ πᾶσιν ἄτοπον τὸ μὴ δύνασθαι ἱδροῦν ἢ ὕπαιθρον τὸ βαλανεῖον γενόμενον ἰδεῖν ἀπολέσαν τὴν ὀροφὴν ἢ μὴ εὑρίσκειν ὕδωρ ἐν ταῖς δεξαμεναῖς· τοῦτο γὰρ καὶ παντελῶς ἄτοπον. ἃ γὰρ ἐλπίζει τις, οὐ τελέσει, καὶ μάλιστά γε, εἰ ἐν ὄχλῳ ἢ ἐξ ὄχλου πορίζοι. οἶδα δέ τινα κιθαρῳδὸν ἐν Σμύρνῃ μέλλοντα ἀγωνίζεσθαι τὸν ἱερὸν ἀγῶνα τὸν Ἀδριανοῦ, ὃς ἔδοξε λουσόμενος ὕδωρ μὴ εὑρεῖν ἐν τῷ βαλανείῳ, καὶ συνέβη αὐτῷ διαφθείραντι τὸν ἀγῶνα καταφανεῖ γενέσθαι καὶ ζημιωθῆναι καὶ ἐκβληθῆναι τοῦ ἀγῶνος, καὶ τοῦτο ἦν, ὅπερ ἐσήμαινεν αὐτῷ τὸ ὄναρ, μὴ εὑρεῖν ὃ ἐζήτει, σημαίνοντος τοῦ βαλανείου τὸ θέατρον. λούεσθαι δὲ θερμοῖς ὕδασι, λέγω δὲ τοῖς αὐτοφυέσι, τοῖς μὲν νοσοῦσιν ὑγεῖαν τοῖς δὲ ἐρρωμένοις ἀπραξίαν σημαίνει· ἢ γὰρ ἀναλαμβάνοντες ἢ ἀπραγοῦντες εἰς θερμὰ πορεύονται. ἀγαθὸν δὲ καὶ ἐν πηγαῖς καὶ ἐν λίμναις καὶ ἐν κρήναις καὶ ἐν ποταμοῖς καθαρὸν καὶ διειδὲς ἔχουσιν ὕδωρ λούεσθαι, ἀλλʼ οὐχὶ νήχεσθαι, ἐπεὶ τό γε νήχεσθαι πᾶσι πονηρὸν καὶ κινδύνου καὶ νόσου σύμβολον. [45]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top