1
DIOG. IX 34ff. Δημόκριτος Ἡγησιστράτου, οἱ δὲ Ἀθηνοκρίτου, τινὲς Δαμασίππου Ἀβδηρίτης ἤ, ὡς ἔνιοι, Μιλήσιος. οὗτος μάγων τινῶν διήκουσε καὶ Χαλδαίων, Ξέρξου τοῦ βασιλέως τῶι πατρὶ αὐτοῦ ἐπιστάτας καταλιπόντος, ἡνίκα ἐξενίσθη παρʼ αὐτῶι, καθά φησι καὶ Ἡρόδοτος· παρʼ ὧν τά τε περὶ θεολογίας καὶ ἀστρολογίας ἔμαθεν ἔτι παῖς ὤν. ὕστερον δὲ Λευκίππωι παρέβαλε καὶ Ἀναξαγόραι κατά τινας, ἔτεσιν ὢν αὐτοῦ νεώτερος τετταράκοντα [F GrHist. 244 F 36b II 1030]. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῆι ἱστορίαι [fr. 33 FHG III 582] λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλʼ ἀρχαῖαι, τὸν δὲ ὑφηιρῆσθαι· (35) διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ, ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν. πῶς οὖν κατά τινας ἀκήκοεν αὐτοῦ; φησὶ δὲ Δημήτριος ἐν Ὁμωνύμοις καὶ Ἀντισθένης ἐν Διαδοχαῖς [FHG III 183 n.] ἀποδημῆσαι αὐτὸν καὶ εἰς Αἴγυπτον πρὸς τοὺς ἱερέας γεωμετρίαν μαθησόμενον καὶ πρὸς Χαλδαίους εἰς τὴν Περσίδα καὶ εἰς τὴν Ἐρυθρὰν θάλασσαν γενέσθαι. τοῖς τε Γυμνοσοφισταῖς φασί τινες συμμῖξαι αὐτὸν ἐν Ἰνδίαι καὶ εἰς Αἰθιοπίαν ἐλθεῖν. τρίτον τε ὄντα ἀδελφὸν νείμασθαι τὴν οὐσίαν· καὶ οἱ μὲν πλείους φασὶ τὴν ἐλάττω μοῖραν ἑλέσθαι τὴν ἐν ἀργυρίωι, χρείαν ἔχοντα ἀποδημῆσαι, τοῦτο κἀκείνων δολίως ὑποπτευσάντων· (36) ὁ δὲ Δημήτριος ὑπὲρ ἑκατὸν τάλαντά φησιν εἶναι αὐτῶι τὸ μέρος, ἃ πάντα καταναλῶσαι. λέγει δὲ ὅτι τοσοῦτον ἦν φιλόπονος, ὥστε τοῦ περικήπου δωμάτιόν τι ἀποτεμόμενος κατάκλειστος ἦν· καί ποτε τοῦ πατρὸς αὐτοῦ πρὸς θυσίαν βοῦν ἀγαγόντος καὶ αὐτόθι προσδήσαντος, ἱκανὸν χρόνον μὴ γνῶναι, ἕως αὐτὸν ἐκεῖνος διαναστήσας προφάσει τῆς θυσίας καὶ τὰ περὶ τὸν βοῦν διηγήσατο. ʼδοκεῖ δέ, φησί, καὶ Ἀθήναζε ἐλθεῖν καὶ μὴ σπουδάσαι γνωσθῆναι δόξης καταφρονῶν. καὶ εἰδέναι μὲν Σωκράτη, ἀγνοεῖσθαι δὲ ὑπʼ αὐτοῦ· “ ἦλθον γά ρ, φησίν, εἰς Ἀθήνας καὶ οὔτις με ἔγνωκεν [B 116]”.‘ (37) (ʼεἴπερ οἱ Ἀντερασταὶ Πλάτωνός εἰσι, φησὶ Θρασύλος, οὗτος ἂν εἴη ὁ παραγενόμενος ἀνώνυμος, τῶν περὶ Οἰνοπίδην καὶ Ἀναξαγόραν ἕτερος, ἐν τῆι πρὸς Σωκράτην ὁμιλίαι διαλεγόμενος περὶ φιλοσοφίας, ὧι φησίν, ὡς πεντάθλωι ἔοικεν ὁ φιλόσοφος [Anterast. p. 136A]. καὶ ἦν ὡς ἀληθῶς ἐν φιλοσοφίαι πένταθλος· τὰ γὰρ φυσικὰ καὶ τὰ ἠθικὰ 〈ἤσκητο〉, ἀλλὰ καὶ τὰ μαθηματικὰ καὶ τοὺς ἐγκυκλίους λόγους, καὶ περὶ τεχνῶν πᾶσαν εἶχεν ἐμπειρίανʼ τούτου ἐστὶ καὶ τὸ ‘ λόγος ἔργου σκιή ‘ [B 145]. Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τῆι Σωκράτους ἀπολογίαι [F GrHist. 228 F 41 II 970] μηδὲ ἐλθεῖν φησιν αὐτὸν εἰς Ἀθήνας. τοῦτο δὲ καὶ μεῖζον, εἴγε τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τόπωι δόξαν περιθεῖναι προελόμενος. (38) (δῆλον δὲ κἀκ τῶν συγγραμμάτων οἷος ἦν. δοκεῖ δέ, φησὶν ὁ Θρασύλος, ζηλωτὴς γεγονέναι τῶν Πυθαγορικῶν· ἀλλὰ καὶ αὐτοῦ Πυθαγόρου μέμνηται, θαυμάζων αὐτὸν ἐν τῶι ὁμωνύμωι συγγράμματι. πάντα δὲ δοκεῖν παρὰ τούτου λαβεῖν καὶ αὐτοῦ δʼ ἂν ἀκηκοέναι, εἰ μὴ τὰ τῶν χρόνων ἐμάχετο. πάντως μέντοι τῶν Πυθαγορικῶν τινος ἀκοῦσαί φησιν αὐτὸν Γλαῦκος ὁ Ῥηγῖνος, κατὰ τοὺς αὐτοὺς χρόνους αὐτῶι γεγονώς. φησὶ δὲ καὶ Ἀπολλόδωρος ὁ Κυζικηνὸς Φιλολάωι αὐτὸν συγγεγονέναι). ἤσκει δέ, φησὶν ὁ Ἀντισθένης [FHG III 173 n.], καὶ ποικίλως δοκιμάζειν τὰς φαντασίας, ἐρημάζων ἐνίοτε καὶ τοῖς τάφοις ἐνδιατρίβων. (39) ἐλθόντα δή φησιν αὐτὸν ἐκ τῆς ἀποδημίας ταπεινότατα διάγειν, ἅτε πᾶσαν τὴν οὐσίαν καταναλωκότα· τρέφεσθαί τε διὰ τὴν ἀπορίαν ἀπὸ τἀδελφοῦ Δαμάσου. ὡς δὲ προειπών τινα τῶν μελλόντων εὐδοκίμησε, λοιπὸν ἐνθέου δόξης παρὰ τοῖς πλείστοις ἠξιώθη. νόμου δὲ ὄντος τὸν ἀναλώσαντα τὴν πατρώιαν οὐσίαν μὴ ἀξιοῦσθαι ταφῆς ἐν
1 (50)
τῆι πατρίδι, φησὶν ὁ Ἀντισθένης, συνέντα, μὴ ὑπεύθυνος γενηθείη πρός τινων φθονούντων καὶ συκοφαντούντων, ἀναγνῶναι αὐτοῖς τὸν Μέγαν διάκοσμον, ὃς ἁπάντων αὐτοῦ τῶν συγγραμμάτων προέχει· καὶ πεντακοσίοις ταλάντοις τιμηθῆναι· μὴ μόνον δέ, ἀλλὰ καὶ χαλκαῖς εἰκόσι· καὶ τελευτήσαντα δημοσίαι ταφῆναι. βιώσαντα ὑπὲρ τὰ ἑκατὸν ἔτη. (40) ὁ δὲ Δημήτριος τοὺς συγγενέας αὐτοῦ φησιν ἀναγνῶναι τὸν Μέγαν διάκοσμον, ὃν μόνον ἑκατὸν ταλάντων τιμηθῆναι. ταὐτά δὲ καὶ Ἱππόβοτός φησιν. Ἀριστόξενος δʼ ἐν τοῖς ἱστορικοῖς ὑπομνήμασί [fr. 83 FHG II 290] φησι Πλάτωνα θελῆσαι συμφλέξαι τὰ Δημοκρίτου συγγράμματα, ὁπόσα ἐδυνήθη συναγαγεῖν. Ἀμύκλαν δὲ καὶ Κλεινίαν τοὺς Πυθαγορικοὺς [c. 54, 2] κωλῦσαι αὐτόν, ὡς οὐδὲν ὄφελος· παρὰ πολλοῖς γὰρ εἶναι ἤδη τὰ βιβλία. καὶ δῆλον δέ· πάντων γὰρ σχεδὸν τῶν ἀρχαίων μεμνημένος ὁ Πλάτων οὐδαμοῦ Δημοκρίτου διαμνημονεύει, ἀλλʼ οὐδʼ ἔνθα ἀντειπεῖν τι αὐτῶι δέοι, δῆλον 〈ὅτι〉 εἰδὼς ὡς πρὸς τὸν ἄριστον αὐτῶι τῶν φιλοσόφων 〈ὁ ἀγὼν〉 ἔσοιτο· ὅν γε καὶ Τίμων τοῦτον ἐπαινέσας τὸν τρόπον ἔχει [fr. 46 D.]· οἷον Δημόκριτόν τε περίφρονα, ποιμένα μύθων, ἀμφίνοον λεσχῆνα μετὰ πρώτοισιν ἀνέγνων. (41) γέγονε δὲ τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῶι Μικρῶι διακόσμωι [68 B 5], νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δέ φησι τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. γεγόνοι δʼ ἄν, ὡς μὲν Ἀπολλόδωρος ἐν Χρονικοῖς [F GrHist. 244 F 36 II 1030]. κατὰ τὴν ὀγδοηκοστὴν ὀλυμπιάδα [460—457], ὡς δὲ Θρασύλος ἐν τῶι ἐπιγραφομένωι Τὰ πρὸ τῆς ἀναγνώσεως τῶν Δημοκρίτου βιβλίων, κατὰ τὸ τρίτον ἔτος τῆς ἑβδόμης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος [470/69], ἐνιαυτῶι, φησί, πρεσβύτερος ὢν Σωκράτους. εἴη ἂν οὖν κατʼ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητὴν καὶ τοὺς περὶ Οἰνοπίδην· καὶ γὰρ τούτου μέμνηται [c. 41, 3]. (42) μέμνηται δὲ καὶ περὶ τῆς τοῦ ἑνὸς δόξης τῶν περὶ Παρμενίδην καὶ Ζήνωνα ὡς κατʼ αὐτὸν μάλιστα διαβεβοημένων, καὶ Πρωταγόρου τοῦ Ἀβδηρίτου, ὃς ὁμολογεῖται κατὰ Σωκράτην γεγονέναι. φησὶ δʼ Ἀθηνόδωρος [Zeller IIIa 630 2 ] ἐν η Περιπάτων, ἐλθόντος Ἱπποκράτους πρὸς αὐτόν, κελεῦσαι κομισθῆναι γάλα· καὶ θεασάμενον τὸ γάλα εἰπεῖν εἶναι αἰγὸς πρωτοτόκου καὶ μελαίνης· ὅθεν τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ κόρης ἀκολουθούσης τῶι Ἱπποκράτει τῆι μὲν πρώτηι ἡμέραι ἀσπάσασθαι οὕτω ʼχαῖρε κόρηʼ, τῆι δʼ ἐχομένηι ʼχαῖρε γύναιʼ. καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη. (43) τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιππος [fr. 29 FHG III 43] τοῦτον τὸν τρόπον. ἤδη ὑπέργηρων ὄντα πρὸς τῶι καταστρέφειν εἶναι. τὴν οὖν ἀδελφὴν λυπεῖσθαι ὅτι ἐν τῆι τῶν θεσμοφόρων ἑορτῆι μέλλοι τεθνήξεσθαι καὶ τῆι θεῶι τὸ καθῆκον αὐτὴ οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὑτῶι προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι. τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν αὑτὸν τὴν ἑορτήν· ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι (τρεῖς δʼ ἦσαν). ἀλυπότατα τὸν βίον προήκατο, ὥς φησιν ὁ Ἵππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιούς. ἡμεῖς τε εἰς αὐτὸν ἐν τῆι Παμμέτρωι τοῦτον ἐποιήσαμεν τὸν τρόπον· καὶ τίς ἔφυ σοφὸς ὧδε, τίς ἔργον ἔρεξε τοσοῦτον. ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος; ὃς Θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν. τοιοῦτος μὲν ὁ βίος τἀνδρός. (44) δοκεῖ δὲ αὐτῶι τάδε· ἀρχὰς εἶναι τῶν ὅλων ἀτόμους καὶ κενόν, τὰ δʼ ἄλλα πάντα νενομίσθαι. ἀπείρους τε εἶναι κόσμους καὶ γενητοὺς καὶ φθαρτούς. μηδέν τε ἐκ τοῦ μὴ ὄντος γίνεσθαι μηδὲ εἰς τὸ μὴ ὂν φθείρεσθαι. καὶ τὰς ἀτόμους δὲ ἀπεί‐
1 (100)
ρους εἶναι κατὰ μέγεθος καὶ πλῆθος, φέρεσθαι δʼ ἐν τῶι ὅλωι δινουμένας, καὶ οὕτω πάντα τὰ συγκρίματα γεννᾶν, πῦρ, ὕδωρ, ἀέρα, γῆν· εἶναι γὰρ καὶ ταῦτα ἐξ ἀτόμων τινῶν συστήματα· ἅπερ εἶναι ἀπαθῆ καὶ ἀναλλοίωτα διὰ τὴν στερρότητα. τόν τε ἥλιον καὶ τὴν σελήνην ἐκ τοιούτων λείων καὶ περιφερῶν ὄγκων συγκεκρίσθαι, καὶ τὴν ψυχὴν ὁμοίως· ἣν καὶ νοῦν ταὐτὸν εἶναι. ὁρᾶν δʼ ἡμᾶς κατʼ εἰδώλων ἐμπτώσεις. (45) πάντα τε κατʼ ἀνάγκην γίνεσθαι, τῆς δίνης αἰτίας οὔσης τῆς γενέσεως πάντων, ἣν ἀνάγκην λέγει. τέλος δʼ εἶναι τὴν εὐθυμίαν, οὐ τὴν αὐτὴν οὖσαν τῆι ἡδονῆι, ὡς ἔνιοι παρακούσαντες ἐξεδέξαντο, ἀλλὰ καθʼ ἣν γαληνῶς καὶ εὐσταθῶς ἡ ψυχὴ διάγει, ὑπὸ μηδενὸς ταραττομένη φόβου ἢ δεισιδαιμονίας ἢ ἄλλου τινὸς πάθους. καλεῖ δʼ αὐτὴν καὶ εὐεστὼ καὶ πολλοῖς ἄλλοις ὀνόμασι [B 3]. ποιότητας δὲ νόμωι εἶναι, φύσει δʼ ἄτομα καὶ κενόν [B 125]. καὶ ταῦτα μὲν αὐτῶι ἐδόκει. τὰ δὲ βιβλία αὐτοῦ κτλ. (49) γεγόνασι δὲ Δημόκριτοι ἕξ· πρῶτος αὐτὸς οὗτος, δεύτερος Χῖος μουσικὸς κατὰ τὸν αὐτὸν χρόνον, τρίτος ἀνδριαντοποιός, οὗ μέμνηται Ἀντίγονος [S. 10 Wilamowitz], τέταρτος περὶ τοῦ ἱεροῦ τοῦ ἐν Ἐφέσωι γεγραφὼς καὶ τῆς πόλεως καὶ Σαμοθράικης, πέμπτος ποιητὴς ἐπιγραμμάτων σαφὴς καὶ ἀνθηρός, ἕκτος Περγαμηνὸς ἀπὸ ῥητορικῶν λόγων 〈εὐδοκιμήσασ〉.
SUIDAS Δημόκριτος Ἡγησιστράτου (οἱ δὲ Ἀθηνοκρίτου ἢ Δαμασίππου) γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος κατὰ τὴν οζ ὀλυμπιάδα [472—469] (οἱ δὲ κατὰ τὴν π [460—457] φασίν)· Ἀβδηρίτης ἐκ Θράικης, φιλόσοφος, μαθητὴς κατά τινας Ἀναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες, καὶ μάγων καὶ Χαλδαίων Περσῶν· ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ Ἰνδοὺς καὶ Αἰγυπτίους καὶ τὰ παρʼ ἑκάστοις ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν Ἡροδότωι καὶ Δαμάστηι. ἦρξε δὲ ἐν Ἀβδήροις διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς ἐγένετο Μητρόδωρος ὁ Χῖος, οὗ πάλιν ἀκροαταὶ Ἀνάξαρχος καὶ Ἱπποκράτης ὁ ἰατρός. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτος καὶ Γελασῖνος δὲ διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων· γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε Μέγας διάκοσμος καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ Ἐπιστολάς.
AËT. I 3, 16 (D. 285.) Δ. Δαμασίππου Ἀβδηρίτης κτλ.
EUSEB. Chron. a) Cyrill. c. Jul. I p. 13 Spanh. ἑβδομηκοστῆι ὀλυμπιάδι [500—497] φασὶ γενέσθαι Δημόκριτον καὶ Ἀναξαγόραν φιλοσόφους φυσικοὺς ὁμοῦ τε καὶ Ἡράκλειτον τὸν ἐπίκλην σκοτεινόν. b) Akme: Cyrill. ὀγδοηκοστῆι ἕκτηι ὀλυμπιάδι [436—433] γενέσθαι φασὶ τὸν Ἀβδηρίτην Δημόκριτον, Ἐμπεδοκλέα τε καὶ Ἱπποκράτην κτλ., CHRON. PASCH. 317, 5 Δ. τελευτᾶι ζήσας ἔτη ἑκατόν.
5
DIOD. XIV 11, 5 περὶ δὲ τὸν αὐτὸν χρόνον [Ol. 94, 1. 404] καὶ Δ. ὁ φιλόσοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα.
[LUC.] Macrob. 18 Δ. μὲν ὁ Ἀβδηρίτης ἐτῶν γεγονὼς τεσσάρων καὶ ἑκατὸν ἀποσχόμενος τροφῆς ἐτελεύτα. CENSOR. 15, 3 Democritum quoque Abderiten et Isocraten rhetorem ferunt prope ad id aetatis pervenisse quo Gorgian Leontinum, quem omnium veterum maxime senem fuisse et octo supra centum annos habuisse constat.
ARISTOT. Meteor. Β 7 p. 365a. 17 Ἀναξαγόρας. τε γὰρ ὁ Κλαζομένιος καὶ πρότερος Ἀναξιμένης ὁ Μιλήσιος ἀπεφήναντο καὶ τούτων ὕστερος Δημόκριτος ὁ Ἀβδηρίτης.
SEXT. VII 389 ὅ τε Δ. καὶ ὁ Πλάτων ἀντιλέγοντες τῶι Πρωταγόραι ἐδίδασκον
ATHEN. VIII p. 354c ἐν δὲ τῆι αὐτῆι ἐπιστολῆι [fr. 172 p. 153. 2 Us.] ὁ Ἐπίκουρος καὶ Πρωταγόραν φησὶ τὸν σοφιστὴν ἐκ φορμοφόρου καὶ ξυλοφόρου πρῶτον μὲν γενέσθαι γραφέα Δημοκρίτου· θαυμασθέντα δʼ ὑπʼ ἐκείνου ἐπὶ ξύλων τινὶ ἰδίαι συνθέσει ἀπὸ ταύτης τῆς ἀρχῆς ἀναληφθῆναι ὑπʼ αὐτοῦ καὶ διδάσκειν ἐν κώμηι τινὶ γράμματα, ἀφʼ ὧν ἐπὶ τὸ σοφιστεύειν ὁρμῆσαι. PHILOSTR. Vit. sophist. 10 p. 13, 1 Kayser Πρωταγόρας δὲ ὁ Ἀβδηρίτης σοφιστὴς καὶ Δημοκρίτου μὲν ἀκροατὴς οἴκοι ἐγένετο, ὡμίλησε δὲ καὶ τοῖς ἐκ Περσῶν μάγοις κατὰ τὴν Ξέρξου ἐπὶ τὴν Ἑλλάδα ἔλασιν.
10
SUID. s. v. Ἱπποκράτης … οὗτος μαθητὴς γέγονε τὸ μὲν πρῶτον τοῦ πατρός, μετὰ δὲ ταῦτα Ἡροδίκου τοῦ Σηλυβριανοῦ καὶ Γοργίου τοῦ Λεοντίνου ῥήτορος καὶ φιλοσόφου, ὡς δέ τινες, Δημοκρίτου τοῦ Ἀβδηρίτου· ἐπιβαλεῖν γὰρ αὐτὸν νέωι πρεσβύτην· ὡς δέ τινες καὶ Προδίκου.
10a
SUID. s. v. Διαγόρας … ὃν εὐφυᾶ θεασάμενος Δ. ὁ Ἀβδηρίτης ὠνήσατο αὐτὸν δοῦλον ὄντα μυρίων δραχμῶν καὶ μαθητὴν ἐποιήσατο. ὁ δὲ καὶ τῆι λυρικῆι ἐπέθετο τοῖς χρόνοις ὢν μετὰ Πίνδαρον καὶ Βακχυλίδην, Μελανιππίδου δὲ πρεσβύτερος· ἤκμαζε τοίνυν οη ὀλυμπιάδι [468—465].
VAL. MAX. VIII 7 ext. 4. Athenis autem conpluribus annis moratus omnia temporum momenta ad percipiendam et exercendam doctrinam conferens ignotus illi urbi vixit, quod ipse quodam volumine testatur [ B 116].
STRAB. XV p. 703 ἐν δὲ τῆι ὀρεινῆι Σίλαν ποταμὸν εἶναι, ὧι μηδὲν ἐπιπλεῖ. Δημόκριτον μὲν οὖν ἀπιστεῖν ἅτε πολλὴν τῆς Ἀσίας πεπλανημένον. καὶ Ἀριστοτέλης δὲ ἀπιστεῖ.
CIC. de fin. V 19, 50 quid de Pythagora? quid de Platone aut de Democrito loquar? a quibus propter discendi cupiditatem videmus ultimas terras esse peragratas.
PHILO de prov. II 13 p. 52 Aucher. D. autem alter opulentus et possessor multorum, eo quod ortus esset ex illustri familia, desiderio sapientiae familiarissimae deditus caecam invisamque opulentiam quae pravis et vilibus tribui consuevit inhibuit; eam vero quae haud caeca est ac constans eo quod cum bonis solis assuescat acquisivit. propterea universas patriae leges dimovere visus est et quasi malus genius reputatus, ita ut periclitatus fuerit ne sepulcro ipso privaretur ob legem apud Abderitas vigentem quae insepultum proiciendum statuebat qui patrias leges non observasset. id sane subeundum erat Democrito, nisi misericordiam sortitus esset benignitate, quam ergo eum habuit Hippocrates Cous; aemulatores enim sapientiae inter se erant. porro ex suis operibus celebratis quod appellatur Magnus diacosmus centum, ut nonnulli dicunt adhuc amplius Atticis talentis ccc, aestimatum fuit.
15
—de vita contempl. p. 473 M. (VI 49 C.—W.) Ἀναξαγόραν καὶ Δ. Ἕλληνες ἄιδουσιν ὅτι φιλοσοφίας ἱμέρωι πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας. HORAT. Ep. I 12, 12 miramur, si Democriti pecus edit agellos cultaque, dum peregre est animus sine corpore velox.
AEL. V. H. IV 20 Δημόκριτον τὸν Ἀβδηρίτην λόγος ἔχει τά τε ἄλλα γενέσθαι σοφὸν καὶ δὴ καὶ ἐπιθυμῆσαι λαθεῖν, καὶ ἐν ἔργωι θέσθαι σφόδρα πάνυ τοῦτο. διὰ ταῦτά τοι καὶ πολλὴν ἐπήιει γῆν. ἧκεν οὖν πρὸς τοὺς Χαλδαίους καὶ εἰς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν Ἰνδῶν. τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν ἐς τρία μέρη νεμηθεῖσαν τοῖς ἀδελφοῖς τοῖς τρισίν, τἀργύριον μόνον λαβὼν ἐφόδιον τῆς ὁδοῦ τὰ λοιπὰ τοῖς ἀδελφοῖς εἴασεν· διὰ ταῦτά τοι καὶ Θεόφραστος αὐτὸν ἐπήινει, ὅτι περιήιει κρείττονα ἀγερμὸν ἀγείρων Μενέλεω καὶ Ὀδυσσέως [γ 301. δ 80. 90]. ἐκεῖνοι μὲν γὰρ ἠλῶντο, αὐτόχρημα Φοινίκων ἐμπόρων μηδὲν διαφέροντες· χρήματα γὰρ ἤθροιζον καὶ τῆς περιόδου καὶ τοῦ περίπλου ταύτην εἶχον τὴν πρόφασιν.
PLIN. N. H. XVIII 273 ferunt Democritum, qui primus intellexit ostenditque caeli cum terris societatem, spernentibus hanc curam eius opulentissimis civium praevisa olei caritate futura ex vergiliarum ortu (qua diximus ratione ostendemusque iam planius) magna tum vilitate propter spem olivae coëmisse in toto tractu omne oleum, mirantibus qui paupertatem quietemque doctrinarum ei sciebant in primis cordi esse. atque ut adparuit causa et ingens divitiarum cursus, restituisse mercedem anxiae et avidae dominorum poenitentiae, contentum ita probavisse opes sibi in facili, cum vellet, fore.
17a
PLUT. Quaest. conv. I 10, 2 p. 628c ταὐτὸ πεισόμεθα Δημοκρίτωι τῶι σοφῶι διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται· ʼτὴν αἰτίανʼ ἔφη ʼδεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής.ʼ “κατάκεισο δή” τὸ γύναιον εἶπε μειδιῶν, “ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον”. ὁ δʼ ὥσπερ ἀχθεσθείς ʼἀπέκναισασʼ εἶπε ʼκαὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῶι λόγωι καὶ ζητήσω τὴν αἰτίανʼ, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῶι σικύωι τῆς γλυκύτητος.
CLEM. Strom. VI 32 [II 446, 28 St.] Δ. δὲ ἐκ τῆς τῶν μεταρσίων παρατηρήσεως πολλὰ προλέγων Σοφία ἐπωνομάσθη· ὑποδεξαμένου γοῦν αὐτὸν φιλοφρόνως Δαμάσου τοῦ ἀδελφοῦ τεκμηράμενος ἔκ τινων ἀστέρων πολὺν ἐσόμενον προεῖπεν ὄμβρον. οἱ μὲν οὖν πεισθέντες αὐτῶι συνεῖλον τοὺς καρποὺς (καὶ γὰρ ὥραι θέρους ἐν ταῖς ἅλωσιν ἔτι ἧσαν), οἱ δὲ ἄλλοι πάντα ἀπώλεσαν ἀδοκήτου καὶ πολλοῦ καταρρήξαντος ὄμβρου. PLIN. N. H. XVIII 341 tradunt eundem Democritum metente fratre eius Damaso ardentissimo aestu orasse, ut reliquae segeti parcerei raperetque desecta sub tectum, paucis mox horis saevo imbre vaticinatione adprobata.
PHILOSTRAT. V. Apoll. VIII 7 p. 313, 17 Kayser τίς δʼ ἂν σοφὸς ἐκλιπεῖν σοι δοκεῖ τὸν ὑπὲρ πόλεως τοιαύτης ἀγῶνα, ἐνθυμηθεὶς μὲν Δημόκριτον ἐλευθερώσαντα λοιμοῦ ποτε Ἀβδηρίτας, ἐννοήσας δὲ Σοφοκλέα τὸν Ἀθηναῖον, ὃς λέγεται καὶ ἀνέμους θέλξαι τῆς ὥρας πέρα πνεύσαντας κτλ.
20
IULIAN. Ep. 201 B.—C. φασὶ γὰρ Δημόκριτον τὸν Ἀβδηρίτην, ἐπειδὴ Δαρείωι γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν ὅτι ἂν εἰπὼν εἰς παραμυθίαν ἀρκέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσηι τῶν εἰς τὴν χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. κελεύσαντος δʼ ἐκείνου μὴ φείσασθαι μηδενὸς ὅτι ἂν ἐξῆι λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν, ὅτι τὰ μὲν ἄλλα αὐτῶι πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορισθείη, μόνου δὲ ἑνὸς προσδέοιτο ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα τῆς ὅλης Ἀσίας οὐ χαλεπὸν ἂν ἴσως εὑρεῖν. ἐρομένου δʼ ἐκείνου, τί ἂν εἴη τοσοῦτον ὃ μόνωι βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολαβόντα φῆσαι τὸν Δημόκριτον, εἰ τριῶν ἀπενθήτων ὀνόματα τῶι τάφωι τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώσεσθαι τῶι τῆς τελετῆς νόμωι δυσωπουμένην. ἀπορήσαντος δὲ ἐπὶ πολὺ τοῦ Δαρείου καὶ μηδένα ἄνδρα δυνηθέντος εὑρεῖν, ὅτωι μὴ καὶ παθεῖν λυπηρόν τι συνηνέχθη, γελάσαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν· ʼτί οὖν, ὦ πάντων ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῶι τοσούτωι συμπλακεὶς ὁ μηδὲ ἕνα τῶν πώποτε γεγονότων ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν;ʼ.
CIC. de orat. II 58, 235 atque illud primum quid sit ipse risus, quo pacto concitetur … viderit Democritus. HORAT. Ep. II 1, 194 si foret in terris, rideret D. SOTION Stob. Flor. (III) 20, 53 τοῖς δὲ σοφοῖς ἀντὶ ὀργῆς Ἡρακλείτωι μὲν δάκρυα, Δημοκρίτωι δὲ γέλως ἐπήιει. IUVEN. 10, 33 perpetuo risu pulmonem agitare solebat D.; 47 tunc quoque materiam risus invenit ad omnis occursus hominum, cuius prudentia monstrat summos posse viros et magna exempla daturos vervecum in patria crassoque sub aëre nasci. SCHOL. z. d. St. Abderita nam fuit D., ubi stulti solent nasci.
CIC. Tusc. v 39, 114 D. luminibus amissis alba scilicet discernere et atra non poterat: at vero bona mala, aequa iniqua, honesta turpia, utilia inutilia, magna parva poterat, et sine varietate colorum licebat vivere beate, sine notione rerum non licebat. atque hic vir impediri etiam animi aciem aspectu oculorum arbitrabatur, et cum alii saepe quod ante pedes esset non viderent, ille 〈in〉 infinitatem omnem peregrinabatur, ut nulla in extremitate consisteret.
GELL. X 17 Democritum philosophum in monumentis historiae graecae scriptum est, virum praeter alios venerandum auctoritateque antiqua praeditum, luminibus oculorum sua sponte se privasse, quia existimaret cogitationes commentationesque animi sui in contemplandis naturae rationibus vegetiores et exactiores fore, si eas videndi inlecebris et oculorum impedimentis liberasset. id factum eius modumque ipsum, quo caecitatem facile sollertia subtilissima conscivit, Laberius poeta in mimo quem scripsit RESTIONEM versibus quidem satis munde atque graphice factis descripsit, sed causam voluntariae caecitatis finxit aliam vertitque in eam rem, quam tum agebat, non inconcinniter. est enim persona, quae hoc apud Laberium dicit, divitis avari et parci, sumptum plurimum asotiamque adulescentis filii deplorantis. versus Laberiani sunt [ CF 3 72ff. p. 353Ribbeck]: Democritus Abderites physicus philosophus clipeum constituit contra exortum Hyperionis, oculos effodere ut posset splendore aereo. ita radiis solis aciem effodit luminis, malis bene esse ne videret civibus. sic ego fulgentis splendorem pecuniae volo elucificare exitum aetati meae, ne in re bona esse videam nequam filium.
LUCR. III 1039 [daraus Lact. Inst. III 18, 6] denique Democritum postquam matura vetustas admonuit memores motus languescere mentis, sponte sua leto caput obvius optulit ipse.
25
HIMER. Ecl. 3, 18 ἑκὼν δὲ ἐνόσει σῶμα Δημόκριτος, ἵνα ὑγιαίνηι τὰ κρείττονα.
TERT. Apolog. 46 D. excaecanndo semetipsum, quod muli concupiscentia aspicere non posset et doleret, si non esset potitus, incontinentiam emendatione profitetur.
PLUT. de curios. 12 p. 521 D ἐκεῖνο μὲν ψεῦδός ἐστι τὸ Δημόκριτον ἑκουσίως σβέσαι τὰς ὄψεις ἀπερεισάμενον εἰς ἔσοπτρα πυρωθέντα καὶ τὴν ἀπʼ αὐτῶν ἀνάκλασιν δεξάμενον, ὅπως μὴ παρέχωσι θόρυβον τὴν διάνοιαν ἔξω καλοῦσαι πολλάκις, ἀλλʼ ἐῶσιν ἔνδον οἰκουρεῖν καὶ διατρίβειν πρὸς τοῖς νοητοῖς ὥσπερ παρόδιοι θυρίδες ἐμφραγεῖσαι.
ANON. LONDIN. c. 37, 34ff. κἀνταῦθά φησιν [Asklepiades], ὡς λόγος ἔχει Δημόκριτον ἀσιτήσαντα τέσσαρας ἡμέρας πρὸς τῶι ἀναιρεῖσθαι γίνεσθαι καὶ αὐτὸν παρακληθέντα πρός τινων γυναικῶν ἐπιμεῖναι ἡμέρας τινὰς ἐν τῶι βίωι, καὶ ἵνα μὴ γένωνται ταύταις δυστυχῶς τὰ κατὰ κείνους τοὺς χρόνους Θεσμοφόρια λελυμένα, φασὶν αὑτὸν ἀπαλλάττειν κελεῦσαι, καθίζειν δὲ πρὸς τοὺς ἄρτους, καὶ τούτους καταπνεῖν ἀτμὸν τὸν γινόμενον. καὶ ὁ Δ. ἀποσπασάμενος τὸν ἀπὸ τοῦ ἰπνοῦ ἀτμὸν ῥώννυταί τε τὰς δυνάμεις καὶ ἐπιβιοῖ τὸ λοιπόν. CAELIUS AUREL. Acut. morb. II 37 sit igitur polenta infusa atque panis assus aceto infusus vel mala cydonia aut myrta et his similia. haec enim defectu extinctam corporis fortitudinem retinent, sicut ratio probat atque Democriti dilatae mortis exemplum fama vulgatum.
ATHEN. epit. II p. 46E Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθʼ ἑκάστην ἡμέραν ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῶι πλησίον παρατεθῆναι καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα τῆι ἀπὸ τοῦ μέλιτος ἀναφορᾶι μόνηι χρώμενον καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δ. ἀεὶ τῶι μέλιτι, καὶ πρὸς τὸν πυθόμενον, πῶς ἂν ὑγιῶς τις διάγοι, ἔφη, εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δʼ ἐκτὸς ἐλαίωι.
30
MARC. Anton. III 3 Δημόκριτον δὲ οἱ φθεῖρες [ἀπέκτειναν.]
SUID. Δημόκριτος [A 2; II 85, 2]. γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε Μέγας διάκοσμος [67 B 1] καὶ τὸ Περὶ φύσεως κόσμου [68 B 5c]. ἔγραψε δὲ καὶ Ἐπιστολάς [68 C 2—6].
SUID. Καλλίμαχος. Πίναξ τῶν Δημοκρίτου γλωσσῶν καὶ συνταγμάτων. STEPH. BYZ. p. 640, 5 Mein. Ἡγησιάναξ γραμματικὸς [Susemihl Al. L. II 31] γράψας Περὶ τῆς Δημοκρίτου λέξεως βιβλίον ἓν καὶ Περὶ ποιητικῶν λέξεων. ἦν δὲ Τρωιαδεύς.
DIOG. IX 45—49 τὰ δὲ βιβλία αὐτοῦ καὶ Θρασύλος ἀναγέγραφε κατὰ τάξιν οὕτως ὡσπερεὶ καὶ τὰ Πλάτωνος κατὰ τετραλογίαν. (46) Ἔστι δὲ Ἠθικὰ μὲν τάδε· I. 1. Πυθαγόρης 2. Περὶ τῆς τοῦ σοφοῦ διαθέσεως 3. Περὶ τῶν ἐν Ἅιδου 4. Τριτογένεια (τοῦτο δέ ἐστιν, ὅτι τρία γίνεται ἐξ αὐτῆς ἃ πάντα ἀνθρώπινα συνέχει). II. 1. Περὶ ἀνδραγαθίας ἢ Περὶ ἀρετῆς 2. Ἀμαλθείης κέρας 3. Περὶ εὐθυμίης 4. Ὑπομνημάτων ἠθικῶν· ἡ γὰρ Εὐεστὼ οὐχ εὑρίσκεται. καὶ ταῦτα μὲν τὰ Ἠθικ ά . Φυσικὰ δὲ τάδε· III. 1. Μέγας διάκοσμος (ὃν οἱ περὶ Θεόφραστον Λευκίππου φασὶν εἶναι) 2. Μικρὸς διάκοσμος 3. Κοσμογραφίη 4. Περὶ τῶν πλανήτων. IV. 1. Περὶ φύσεως πρῶτον 2. Περὶ ἀνθρώπου φύσιος (ἢ Περὶ σαρκός) δεύτερον 3. Περὶ νοῦ 4. Περὶ αἰσθησίων (ταῦτά τινες ὁμοῦ γράφοντες Περὶ ψυχῆς ἐπιγράφουσι). V. 1. Περὶ χυμῶν 2. Περὶ χροῶν (47) 3. Περὶ τῶν διαφερόντων ῥυσμῶν 4. Περὶ ἀμειψιρυσμιῶν. VI. 1. Κρατυντήρια (ὅπερ ἔστιν ἐπικριτικὰ τῶν προειρημένων) 2. Περὶ εἰδώλων ἢ Περὶ προνοίας 3. Περὶ λογικῶν κανὼν αβγ 4. Ἀπορημάτων [Bücherzahl fehlt]. ταῦτα καὶ περὶ Φύσεω ς. Τὰ δὲ Ἀσύντακτά ἐστι τάδε· 1. Αἰτίαι οὐράνιαι 2. Αἰτίαι ἀέριοι 3. Αἰτίαι ἐπίπεδοι 4. Αἰτίαι περὶ πυρὸς καὶ τῶν ἐν πυρί 5. Αἰτίαι περὶ φωνῶν 6. Αἰτίαι περὶ σπερμάτων καὶ φυτῶν καὶ καρπῶν 7. Αἰτίαι περὶ ζώιων αβγ 8. Αἰτίαι σύμμικτοι 9. Περὶ τῆς λίθου. ταῦτα καὶ τὰ Ἀσύντακτ α . Μαθηματικὰ δὲ τάδε· VII. 1. Περὶ διαφορῆς γνώμης ἢ Περὶ ψαύσιος κύκλου καὶ σφαίρης 2. Περὶ γεωμετρίης 3. Γεωμετρικῶν [Bücherzahl?] 4. Ἀριθμοί. VIII. 1. Περὶ ἀλόγων γραμμῶν καὶ ναστῶν αβ 2. Ἐκπετάσματα (48) 3. Μέγας ἐνιαυτὸς ἢ Ἀστρονομίη, παράπηγμα 4. ἄμιλλα κλεψύδραι [?]. IX. 1. Οὐρανογραφίη 2. Γεωγραφίη 3. Πολογραφίη 4. Ἀκτινογραφίη. τοσαῦτα καὶ Μαθηματικ ά . Μουσικὰ δὲ τάδε· X. 1. Περὶ ῥυθμῶν καὶ ἁρμονίης 2. Περὶ ποιήσιος 3. Περὶ καλλοσύνης ἐπέων 4. Περὶ εὐφώνων καὶ δυσφώνων γραμμάτων. XI. 1. Περὶ Ὁμήρου ἢ Ὀρθοεπείης καὶ γλωσσέων 2. Περὶ ἀοιδῆς 3. Περὶ ῥημάτων 4. Ὀνομαστικῶν [Bücherzahl?]. τοσαῦτα καὶ τὰ Μουσικ ά . Τεχνικὰ δὲ τάδε· XII. 1. Πρόγνωσις 2. Περὶ διαίτης ἢ Διαιτητικόν 3. [ἢ] Ἰητρικὴ γνώμη 4. Αἰτίαι περὶ ἀκαιριῶν καὶ ἐπικαιριῶν. XIII. 1. Περὶ γεωργίης ἢ Γεωμετρικόν 2. Περὶ ζωγραφίης 3. Τακτικὸν καὶ 4. Ὁπλομαχικόν. τοσαῦτα καὶ τάδε. τάττουσι δέ τινες κατʼ ἰδίαν ἐκ τῶν Ὑπομνημάτων καὶ ταῦτα [68 B 298b—299h]· (49) 1. Περὶ τῶν ἐν Βαβυλῶνι ἱερῶν γραμμάτων 2. Περὶ τῶν ἐν Μερόηι 3. Ὠκεανοῦ περίπλους 4. Περὶ ἱστορίης 5. Χαλδαϊκὸς λόγος 6. Φρύγιος λόγος 7. Περὶ πυρετοῦ καὶ τῶν ἀπὸ νόσου βησσόντων 8. Νομικὰ αἴτια 9. Χερνικὰ [?] ἢ προβλήματα.
33 (50)
τὰ δʼ ἄλλα, ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτόν, τὰ μὲν ἐκ τῶν αὐτοῦ διεσκεύασται, τὰ δʼ ὁμολογουμένως ἐστὶν ἀλλότρια. ταῦτα καὶ περὶ τῶν βιβλίων αὐτοῦ καὶ τοσαῦτα.
CIC. de orat. I 11, 49 si ornate locutus est, sicut et fertur et mihi videtur, physicus ille D., materies illa fuit physici de qua dixit, ornatus vero ipse verborum oratoris putandus est. Orat. 20, 67 quicquid est enim, quod sub aurium mensuram aliquam cadat, etiamsi abest a versu (nam id quidem orationis est vitium), numerus vocatur, qui graece ῥυθμὸς dicitur. itaque video visum esse non nullis Platonis et Democriti locutionem etsi absit a versu, tamen quod incitatius feratur et clarissimis verborum luminibus utatur, potius poëma putandum quam comicorum poëtarum. de divin. II 64, 133 valde Heraclitus obscurus, minime D. DIONYS. de comp. verb. 24 φιλοσόφων δὲ κατʼ ἐμὴν δόξαν Δ. τε καὶ Πλάτων καὶ Ἀριστοτέλης· τούτων γὰρ ἑτέρους εὑρεῖν ἀμήχανον ἄμεινον κεράσαντας τοὺς λόγους. SIMPL. de caelo 294, 33 ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους Περὶ Δημοκρίτου [s. II 93, 20]. DIOG. V 26 Προβλήματα ἐκ τῶν Δημοκρίτου β . V 49 Περὶ Δημοκρίτου α . Ebenda 43 Περὶ τῆς Δημοκρίτου ἀστρολογίας α . V 87 Περὶ ψυχῆς καὶ περὶ φύσεως καὶ περὶ εἰδώλων πρὸς Δημόκριτον. Ebenda 88 Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις α . PHILOD. schol. Zenon. de lib. dic. VH 1 V 2 fr. 20 [Usener Epic. p. 97, 10] ὡς ἔν τε τοῖς Πρὸς Δημόκριτον ἵσταται διὰ τέλους ὁ Ἐπίκουρος. DIOG. X 24 Πρὸς Δημόκριτον. DIOG. VII 174 Πρὸς Δημόκριτον. VII 178 Περὶ ἐλαχίστων, Πρὸς τὰς ἀτόμους καὶ τὰ εἴδωλα.
35
ARISTOT. de gen. et corr. Α 2. 315a 34 ὅλως δὲ παρὰ τὰ ἐπιπολῆς περὶ οὐδενὸς οὐδεὶς ἐπέστησεν ἔξω Δημοκρίτου. οὗτος δʼ ἔοικε μὲν περὶ ἁπάντων φροντίσαι, ἤδη δὲ ἐν τῶι πῶς διαφέρει.
35a
PLUT. de virt. mor. 7 p. 448 A αὐτός τε Ἀριστοτέλης Δημόκριτός τε καὶ Χρύσιππος ἔνια τῶν πρόσθεν αὐτοῖς ἀρεσκόντων ἀθορύβως καὶ ἀδήκτως καὶ μεθʼ ἡδονῆς ἀφεῖσαν.
ARISTOT. de partt. anim. Α 1. 642a 24 αἴτιον δὲ τοῦ μὴ ἐλθεῖν τοὺς προγενεστέρους ἐπὶ τὸν τρόπον τοῦτον, ὅτι τὸ τί ἦν εἶναι καὶ τὸ ὁρίσασθαι τὴν οὐσίαν οὐκ ἦν, ἀλλʼ ἥψατο μὲν Δ. πρῶτος, ὡς οὐκ ἀναγκαίου δὲ τῆι φυσικῆι θεωρίαι, ἀλλʼ ἐκφερόμενος ὑπʼ αὐτοῦ τοῦ πράγματος· ἐπὶ Σωκράτους δὲ τοῦτο μὲν ηὐξήθη, τὸ δὲ ζητεῖν τὰ περὶ φύσεως ἔληξε. πρὸς δὲ τὴν χρήσιμον ἀρετὴν καὶ τὴν πολιτικὴν ἀπέκλιναν οἱ φιλοσοφοῦντες. Metaph. Μ 4. 1078b 19 τῶν μὲν γὰρ φυσικῶν ἐπὶ μικρὸν Δ. ἥψατο μόνον καὶ ὡρίσατό πως τὸ θερμὸν καὶ τὸ ψυχρόν.
SIMPLIC. de caelo p. 294, 33 Heib. ὀλίγα δὲ ἐκ τῶν Ἀριστοτέλους Περὶ Δημοκρίτου [fr. 208 Rose] παραγραφέντα δηλώσει τὴν τῶν ἀνδρῶν ἐκείνων διάνοιαν. ʼΔ. ἡγεῖται τὴν τῶν ἀιδίων φύσιν εἶναι μικρὰς οὐσίας πλῆθος ἀπείρους· ταύταις δὲ τόπον ἄλλον ὑποτίθησιν ἄπειρον τῶι μεγέθει. προσαγορεύει δὲ τὸν μὲν τόπον τοῖσδε τοῖς ὀνόμασι τῶι τε κενῶι καὶ τῶι οὐδενὶ καὶ τῶι ἀπείρωι, τῶν δὲ οὐσιῶν ἑκάστην τῶι τε δενὶ καὶ τῶι ναστῶι καὶ τῶι ὄντ ι. νομίζει δὲ εἶναι οὕτω μικρὰς τὰς οὐσίας, ὥστε ἐκφυγεῖν τὰς ἡμετέρας αἰσθήσεις. ὑπάρχειν δὲ αὐταῖς παντοίας μορφὰς καὶ σχήματα παντοῖα καὶ κατὰ μέγεθος διαφοράς. ἐκ τούτων οὖν ἤδη καθάπερ ἐκ στοιχείων γεννᾶι καὶ συγκρίνει τοὺς ὀφθαλμοφανεῖς καὶ τοὺς αἰσθητοὺς ὄγκους. στασιάζειν δὲ καὶ φέρεσθαι ἐν τῶι κενῶι διά τε τὴν ἀνομοιότητα καὶ τὰς ἄλλας εἰρημένας διαφοράς, φερομένας δὲ ἐμπίπτειν καὶ περιπλέκεσθαι περιπλοκὴν τοιαύτην, ἣ συμψαύειν μὲν αὐτὰ καὶ πλησίον ἀλλήλων εἶναι ποιεῖ, φύσιν μέντοι μίαν ἐξ ἐκείνων κατʼ ἀλήθειαν οὐδʼ ἡντιναοῦν γεννᾶι· κομιδῆι γὰρ εὔηθες εἶναι τὸ δύο ἢ τὰ πλείονα γενέσθαι ἄν ποτε ἕν. τοῦ δὲ συμμένειν τὰς οὐσίας μετʼ ἀλλήλων μέχρι τινὸς αἰτιᾶται τὰς ἐπαλλαγὰς καὶ τὰς ἀντιλήψεις τῶν σωμάτων· τὰ μὲν γὰρ αὐτῶν εἶναι σκαληνά, τὰ δὲ ἀγκιστρώδη, τὰ δὲ κοῖλα, τὰ δὲ κυρτά, τὰ δὲ ἄλλας ἀναρίθμους ἔχοντα διαφοράς· ἐπὶ τοσοῦτον οὖν χρόνον σφῶν αὐτῶν ἀντέχεσθαι νομίζει καὶ συμμένειν, ἕως ἰσχυροτέρα τις ἐκ τοῦ περιέχοντος ἀνάγκη παραγενομένη διασείσηι καὶ χωρὶς αὐτὰς διασπείρηιʼ. λέγει δὲ τὴν γένεσιν καὶ τὴν ἐναντίαν αὐτῆι διάκρισιν οὐ μόνον περὶ ζώιων, ἀλλὰ καὶ περὶ φυτῶν καὶ περὶ κόσμων καὶ συλλήβδην περὶ τῶν αἰσθητῶν σωμάτων ἁπάντων. εἰ τοίνυν ἡ μὲν γένεσις σύγκρισις τῶν ἀτόμων ἐστίν, ἡ δὲ φθορὰ διάκρισις, καὶ κατὰ Δημόκριτον ἀλλοίωσις ἂν εἴη ἡ γένεσις.
SIMPL. Phys. 28, 15 nach 67 A 8 παραπλησίως δὲ καὶ ὁ ἑταῖρος αὐτοῦ Δ. ὁ Ἀβδηρίτης ἀρχὰς ἔθετο τὸ πλῆρες καὶ τὸ κενόν, ὧν τὸ μὲν ὂν τὸ δὲ μὴ ὂν ἐκάλει· ὡς 〈γὰρ〉 ὕλην τοῖς οὖσι τὰς ἀτόμους ὑποτιθέντες τὰ λοιπὰ γεννῶσι ταῖς διαφοραῖς αὐτῶν. τρεῖς δέ εἰσιν αὗται, ῥυσμὸς τροπὴ διαθιγ ή, ταὐτὸν δὲ εἰπεῖν σχῆμα καὶ θέσις καὶ τάξις. πεφυκέναι γὰρ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου κινεῖσθαι καὶ φέρεσθαι τὰ συγγενῆ πρὸς ἄλληλα καὶ τῶν σχημάτων ἕκαστον εἰς ἑτέραν ἐγκοσμούμενον σύγκρισιν ἄλλην ποιεῖν διάθεσιν· ὥστε εὐλόγως ἀπείρων οὐσῶν τῶν ἀρχῶν πάντα τὰ πάθη καὶ τὰς οὐσίας ἀποδώσειν ἐπηγγέλλοντο, ὑφʼ οὗ τέ τι γίνεται καὶ πῶς· διὸ καί φασι μόνοις τοῖς ἄπειρα ποιοῦσι τὰ στοιχεῖα πάντα συμβαίνειν κατὰ λόγον. καὶ τῶν ἐν ταῖς ἀτόμοις σχημάτων ἄπειρον τὸ πλῆθός φασι διὰ τὸ μηδὲν μᾶλλον τοιοῦτον ἢ τοιοῦτον εἶνα ι. ταύτην γὰρ αὐτοὶ τῆς ἀπειρίας αἰτίαν ἀποδιδόασι. ARISTOT. de gen. et corr. Α 9. 327a 16 ὁρῶμεν δὲ τὸ αὐτὸ σῶμα συνεχὲς ὂν ὁτὲ μὲν ὑγρὸν ὁτὲ δὲ πεπηγός, οὐ διαιρέσει καὶ συνθέσει τοῦτο παθὸν οὐδὲ τροπῆι καὶ διαθιγῆι, καθάπερ λέγει Δ.· οὔτε γὰρ μετατεθὲν οὔτε μεταβαλὸν τὴν φύσιν πεπηγὸς ἐξ ὑγροῦ γέγονεν.
[PLUTARCH.] Strom. 7 (D. 581) Δ. ὁ Ἀβδηρίτης ὑπεστήσατο τὸ πᾶν ἄπειρον διὰ τὸ μηδαμῶς ὑπό τινος αὐτὸ δεδημιουργῆσθαι. ἔτι δὲ καὶ ἀμετάβλητον αὐτὸ λέγει καὶ καθόλου οἷον πᾶν ἐστιν ῥητῶς ἐκτίθεται· μηδεμίαν ἀρχὴν ἔχειν τὰς αἰτίας τῶν νῦν γιγνομένων, ἄνωθεν δʼ ὅλως ἐξ ἀπείρου χρόνου προκατέχεσθαι τῆι ἀνάγκηι πάνθʼ ἁπλῶς τὰ γεγονότα καὶ ἐόντα καὶ ἐσόμεν α. ἡλίου δὲ καὶ σελήνης γένεσίν φησι. κατʼ ἰδίαν φέρεσθαι ταῦτα μηδέπω τὸ παράπαν ἔχοντα θερμὴν φύσιν, μηδὲ μὴν καθόλου λαμπροτάτην, τοὐναντίον δὲ ἐξωμοιωμένην τῆι περὶ τὴν γῆν φύσει· γεγονέναι γὰρ ἑκάτερον τούτων πρότερον ἔτι κατʼ ἰδίαν ὑποβολήν τινα κόσμου, ὕστερον δὲ μεγεθοποιουμένου τοῦ περὶ τὸν ἥλιον κύκλου ἐναποληφθῆναι ἐν αὐτῶι τὸ πῦρ.
40
HIPPOLYT. Refut. I 13 (D. 565, W. 16) (1) Δ. δὲ Λευκίππου γίνεται γνώριμος. Δ. Δαμασίππου Ἀβδηρίτης πολλοῖς συμβαλὼν γυμνοσοφισταῖς ἐν Ἰνδοῖς καὶ ἱερεῦσιν ἐν Αἰγύπτωι καὶ ἀστρολόγοις καὶ ἐν Βαβυλῶνι μάγοις. (2) λέγει δὲ ὁμοίως Λευκίππωι περὶ στοιχείων, πλήρους καὶ κενοῦ, τὸ μὲν πλῆρες λέγων ὄν, τὸ δὲ κενὸν οὐκ ὄν· ἔλεγε δὲ ὡς ἀεὶ κινουμένων τῶν ὄντων ἐν τῶι κενῶι· ἀπείρους δὲ εἶναι κόσμους καὶ μεγέθει διαφέροντας. ἐν τισὶ δὲ μὴ εἶναι ἥλιον μηδὲ σελήνην, ἐν τισὶ δὲ μείζω τῶν παρʼ ἡμῖν καὶ ἐν τισὶ πλείω. (3) εἶναι δὲ τῶν κόσμων ἄνισα τὰ διαστήματα καὶ τῆι μὲν πλείους, τῆι δὲ ἐλάττους καὶ τοὺς μὲν αὔξεσθαι, τοὺς δὲ ἀκμάζειν, τοὺς δὲ φθίνειν, καὶ τῆι μὲν γίνεσθαι, τῆι δʼ ἐκλείπειν. φθείρεσθαι δὲ αὐτοὺς ὑπʼ ἀλλήλων προσπίπτοντας. εἶναι δὲ ἐνίους κόσμους ἐρήμους ζώιων καὶ φυτῶν καὶ παντὸς ὑγροῦ. (4) τοῦ δὲ παρʼ ἡμῖν κόσμου πρότερον τὴν γῆν τῶν ἄστρων γενέσθαι, εἶναι δὲ τὴν μὲν σελήνην κάτω, ἔπειτα τὸν ἥλιον, εἶτα τοὺς ἀπλανεῖς ἀστέρας. τοὺς δὲ πλανήτας οὐδʼ αὐτοὺς ἔχειν ἴσον ὕψος. ἀκμάζειν δὲ κόσμον, ἕως ἂν μηκέτι δύνηται ἔξωθέν τι προσλαμβάνειν. οὗτος ἐγέλα πάντα, ὡς γέλωτος ἀξίων πάντων τῶν ἐν ἀνθρώποις.
ARISTOT. Phys. Γ 4. 203a 33 Δ. δʼ οὐδὲν ἕτερον ἐξ ἑτέρου γίγνεσθαι τῶν πρώτων φησίν. ἀλλʼ ὅμως γε αὐτῶν τὸ κοινὸν σῶμα πάντων ἐστὶν ἀρχή, μεγέθει κατὰ μόρια καὶ σχήματι διαφέρον.
—Metaphys. Ζ 13. 1039a 9 ἀδύνατον γὰρ εἶναί φησιν ἐκ δύο ἓν ἢ ἐξ ἑνὸς δύο γενέσθαι· τὰ γὰρ μεγέθη, τὰ ἄτομα, τὰς οὐσίας ποιεῖ. Vgl. de gen. et corr. A 3. 318b 6 Παρμενίδης λέγει δύο τὸ ὂν καὶ τὸ μὴ ὂν εἶναι, φάσκων πῦρ καὶ γῆν.
DIONYS. bei Eus. P. E. XIV 23, 2. 3 οἱ μὲν γὰρ ἀτόμους προσειπόντες ἄφθαρτά τινα καὶ σμικρότατα σώματα πλῆθος ἀνάριθμα, καί τι χωρίον κενὸν μέγεθος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῶι κενῶι φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῶι, μᾶλλον δὲ κόσμους ἀπείρους ἀποτελεῖν. ταύτης δὲ τῆς δόξης Ἐπίκουρος γεγόνασι καὶ Δ.· τοσοῦτον δὲ διεφώνησαν ὅσον ὁ μὲν ἐλαχίστας πάσας καὶ διὰ τοῦτο ἀνεπαισθήτους, ὁ δὲ καὶ μεγίστας εἶναί τινας ἀτόμους ὁ Δ. ὑπέλαβεν. ἀτόμους δὲ εἶναί φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον στερρότητα. Vgl. EPICUR. Ep. I 55 [p. 15, 12 Us.] ἀλλὰ μὴν οὐδὲ δεῖ νομίζειν πᾶν μέγεθος ἐν ταῖς ἀτόμοις ὑπάρχειν, ἵνα μὴ τὰ φαινόμενα ἀντιμαρτυρῆι, παραλλαγὰς δέ τινας μεγεθῶν νομιστέον εἶναι.
HERM. Irris. 13 (D. 654) Δ. … ἀρχὰς τὸ ὂν καὶ τὸ μὴ ὄν, καὶ τὸ μὲν ὂν πλῆρες τὸ δὲ μὴ ὂν κενόν. τὸ δὲ πλῆρες ἐν τῶι κενῶι τροπῆι καὶ ῥυθμῶι ποιεῖ τὰ πάντα.
45
ARISTOT. Phys. Α 5. 188a 22 Δ. τὸ στερεὸν [πλῆρες Simpl. 44, 16] καὶ κενόν, ὧν τὸ μὲν ὡς ὄν, τὸ δʼ ὡς οὐκ ὂν εἶναί φησιν· ἔτι θέσει, σχήματι, τάξει. ταῦτα δὲ γένη ἐναντίων· θέσεως ἄνω κάτω, πρόσθεν ὄπισθεν, σχήματος γωνία εὐθὺ περιφερές.
AËT. I 3, 16 (D. 285) Δ. τὰ ναστὰ καὶ κενά [ἀρχὰς εἶναι]. GALEN. VIII 931 K. τί δηλοῖ τὸ ʼναστοτέρανʼ (bei Archigenes) οὐ πάνυ σαφῶς οἶδα διὰ τὸ μηδὲ σύνηθες εἶναι τοῖς Ἕλλησιν ὄνομα κατὰ τοῦ τοιούτου πράγματος λέγεσθαι ἄρτον μὲν γάρ τινα ναστὸν ἐκάλουν, οὐ μὴν ἄλλο γέ τι σῶμα πρὸς αὐτῶν οὕτως ὠνομασμένον ἐπίσταμαι. αὐτὸς δὲ ὁ Ἀρχιγένης … δοκεῖ μοι τὸ ναστὸν ἀντὶ τοῦ πλήρους ὀνομάζειν.
46a
ARISTOT. de caelo Γ 7. 305b 1 οἱ μὲν οὖν περὶ Ἐμπεδοκλέα καὶ Δ. λανθάνουσιν αὐτοὶ αὑτοὺς οὐ γένεσιν ἐξ ἀλλήλων ποιοῦντες ἀλλὰ φαινομένην γένεσιν … (12) τὸ δὲ λεπτομερέστερον ἐν πλείονι τόπωι γίγνεται. φανερὸν δὲ τοῦτό γε καὶ ἐν τῆι μεταβάσει· διατμιζομένου γὰρ καὶ πνευματουμένου τοῦ ὑγροῦ ῥήγνυται τὰ περιέχοντα τοὺς ὄγκους ἀγγεῖα διὰ τὴν στενοχωρίαν. ὥστʼ εἰ μὲν ὅλως μὴ ἔστι κενὸν μηδʼ ἐπεκτείνεται τὰ σώματα, καθάπερ φασὶν οἱ ταῦτα λέγοντες, φανερὸν τὸ ἀδύνατον· εἰ δʼ ἔστι κενὸν καὶ ἐπέκτασις, ἄλογον τὸ ἐξ ἀνάγκης ἀεὶ πλείω τόπον ἐπιλαμβάνειν τὸ χωριζόμενον.
AËT. I 3, 18 (D. 285) Δ. μὲν γὰρ ἔλεγε δύο, μέγεθός τε καὶ σχῆμα, ὁ δὲ Ἐπίκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν· ἀνάγκη γάρ, φησί, κινεῖσθαι τὰ σώματα τῆι τοῦ βάρους πληγῆι. 12, 6 (D. 311) Δ. τὰ πρῶτά φησι σώματα (ταῦτα δʼ ἦν τὰ ναστ ά) βάρος μὲν οὐκ ἔχειν, κινεῖσθαι 〈δὲ〉 κατʼ ἀλληλοτυπίαν ἐν τῶι ἀπείρωι. δυνατὸν 〈δʼ〉 εἶναι κοσμιαίαν ὑπάρχειν ἄτομον. CIC. de fato 20, 46 declinat, inquit, atomus. primum cur? aliam enim quandam vim motus habebant a Democrito impulsionis quam plagam ille appellat, a te Epicure gravitatis et ponderis [ vgl. Usener Epicur. p. 378]. SIMPL. Phys. 42, 10 Δ. φύσει ἀκίνητα λέγων τὰ ἄτομα πληγῆι κινεῖσθαί φησιν. AËT. I 23, 3 (D. 319) Δ. ἓν γένος κινήσεως τὸ κατὰ παλμὸν ἀπεφαίνετο.
AËT. I 16, 2 (D. 315) οἱ τὰς ἀτόμους, περὶ τὰ ἀμερῆ ἵστασθαι καὶ μὴ εἰς ἄπειρον εἶναι τὴν τομήν.
48a
SCHOL. in Euclid. X 1; V 436, 16 Heib. οὐκ ἔστιν ἐλάχιστον μέγεθος, ὡς οἱ Δημοκρίτειοί φασιν.
48b
ARISTOT. de gen. et corr. Α 2. 316a 13 Δ. δʼ ἂν φανείη οἰκείοις καὶ φυσικοῖς λόγοις πεπεῖσθαι. δῆλον δʼ ἔσται ὃ λέγομεν προϊοῦσιν. ἔχει γὰρ ἀπορίαν, εἴ τις θείη, σῶμά τι εἶναι καὶ μέγεθος πάντηι διαιρετὸν καὶ τοῦτο δυνατόν. τί γὰρ ἔσται ὅπερ τὴν διαίρεσιν διαφεύγει; εἰ γὰρ πάντηι διαιρετὸν καὶ τοῦτο δυνατόν, κἂν ἅμα εἴη τοῦτο πάντηι διηιρημένον, καὶ εἰ μὴ ἅμα διήιρηται. κἂν εἰ τοῦτο γένοιτο, οὐδὲν ἂν εἴη ἀδύνατον. οὐκοῦν καὶ κατὰ τὸ μέσον ὡσαύτως. καὶ ὅλως δὲ εἰ πάντηι πέφυκε διαιρετόν, ἂν διαιρεθῆι, οὐδὲν ἔσται ἀδύνατον γεγονός, ἐπεὶ οὐδʼ ἂν εἰς μυρία μυριάκις διηιρημένα ἦι, οὐδὲν ἀδύνατον· καίτοι ἴσως οὐδεὶς ἂν διέλοι. —ἐπεὶ τοίνυν πάντηι τοιοῦτόν ἐστι τὸ σῶμα. διηιρήσθω. τί οὖν ἔσται λοιπόν; μέγεθος; οὐ γὰρ οἷόν τε· ἔσται γάρ τι οὐ διηιρημένον, ἦν δὲ πάντηι διαιρετόν. ἀλλὰ μὴν εἰ μηδὲν ἔσται σῶμα μηδὲ μέγεθος, διαίρεσις δʼ ἔσται, ἢ ἐκ στιγμῶν ἔσται, καὶ ἀμεγέθη ἐξ ὧν σύγκειται, ἢ οὐδὲν παντάπασιν, ὥστε κἂν γίνοιτο ἐκ μηδενὸς κἂν εἴη συγκείμενον, καὶ τὸ πᾶν δὴ οὐδὲν ἀλλʼ ἢ φαινόμενον. ὁμοίως δὲ κἂν ἦι ἐκ στιγμῶν, οὐκ ἔσται ποσόν. ὁπότε γὰρ ἥπτοντο καὶ ἓν ἦν μέγεθος καὶ ἅμα ἦσαν, οὐδὲν ἐποίουν μεῖζον τὸ πᾶν· διαιρεθέντος γὰρ εἰς δύο καὶ πλείω, οὐδὲν ἔλαττον οὐδὲ μεῖζον τὸ πᾶν τοῦ πρότερον, ὥστε κἂν πᾶσαι συντεθῶσιν, οὐδὲν ποιήσουσι μέγεθος. —ἀλλὰ μὴν καὶ εἴ τι διαιρουμένον οἷον ἔκπρισμα γίνεται τοῦ σώματος καὶ οὕτως ἐκ τοῦ μεγέθους σῶμά τι ἀπέρχεται, ὁ αὐτὸς λόγος· ἐκεῖνο γὰρ πῶς διαιρετόν; εἰ δὲ μὴ σῶμα, ἀλλʼ εἶδός τι χωριστὸν ἢ πάθος ἀπῆλθεν, καὶ ἔστι τὸ μέγεθος στιγμαὶ ἢ ἁφαὶ τοδὶ παθοῦσαι, ἄτοπον ἐκ μὴ μεγεθῶν μέγεθος εἶναι. ἔτι δὲ ποῦ ἔσονται καὶ ἀκίνητοι ἢ κινουμέναι αἱ στιγμαί; ἁφή τε ἀεὶ μία δυοῖν τινῶν, ὡς ὄντος τινὸς παρὰ τὴν ἁφὴν καὶ τὴν διαίρεσιν καὶ τὴν στιγμήν. εἰ δή τις θήσεται ὁτιοῦν ἢ ὁπηλικονοῦν σῶμα εἶναι πάντηι διαιρετόν, ταῦτα συμβαίνει. ἔτι ἐὰν διελὼν συνθῶ τὸ ξύλον ἤ τι ἄλλο, πάλιν ἴσον τε καὶ ἕν. οὐκοῦν οὕτως ἔχει δηλονότι κἂν τέμω τὸ ξύλον καθʼ ὁτιοῦν σημεῖον. πάντηι ἄρα διήιρηται δυνάμει. τί οὖν ἔστι παρὰ τὴν διαίρεσιν; εἰ γὰρ καὶ ἔστι τι πάθος ἄλλο, πῶς εἰς ταῦτα διαλύεται καὶ γίνεται ἐκ τούτων; ἢ πῶς χωρίζεται ταῦτα; —ὥστʼ εἴπερ ἀδύνατον ἐξ ἁφῶν ἢ στιγμῶν εἶναι τὰ μεγέθη, ἀνάγκη εἶναι σώματα ἀδιαίρετα καὶ μεγέθη.
GALEN. de elem. sec. Hipp. I 2 [I 417 K., 3, 20 Helmr.] ‘ νόμωι γὰρ χροι ή , νόμωι γλυκ ύ , νόμωι πικρό ν , ἐτεῆι δ ’ ἄτομα καὶ κενόν ‘ [B 125] ὁ Δ. φησιν ἐκ τῆς συνόδου τῶν ἀτόμων γίγνεσθαι νομίζων ἁπάσας τὰς αἰσθητὰς ποιότητας ὡς πρὸς ἡμᾶς τοὺς αἰσθανομένους αὐτῶν, φύσει δʼ οὐδὲν εἶναι λευκὸν ἢ μέλαν ἢ ξανθὸν ἢ ἐρυθρὸν ἢ πικρὸν ἢ γλυκύ· τὸ γὰρ δὴ ‘ νόμωι ‘ ταὐτὸ βούλεται τῶι οἷον ʼνομιστίʼ καὶ ʼπρὸς ἡμᾶσʼ, οὐ κατʼ αὐτῶν τῶν πραγμάτων τὴν φύσιν, ὅπερ αὖ πάλιν ‘ ἐτεῆι ‘ καλεῖ, παρὰ τὸ ʼἐτεόνʼ, ὅπερ ἀληθὲς δηλοῖ, ποιήσας τοὔνομα. καὶ εἴη ἂν ὁ σύμπας νοῦς αὐτοῦ τοῦ λόγου τοιόσδε· νομίζεται μέν τι παρὰ τοῖς ἀνθρώποις λευκόν τε εἶναι καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ τἆλλα πάντα τὰ τοιαῦτα, κατὰ δὲ τὴν ἀλήθειαν δὲν καὶ μηδέν ἐστι τὰ πάντα [vgl. B 156]· καὶ γὰρ αὖ καὶ τοῦτʼ εἴρηκεν αὐτός, ‘ δέν ‘ μὲν τὰς ἀτόμους ὀνομάζων, ‘ μηδέν ‘ δὲ τὸ κενόν. αἱ μὲν οὖν ἄτομοι σύμπασαι σώματα οὖσαι σμικρὰ χωρὶς ποιοτήτων εἰσί, τὸ δὲ κενὸν χώρα τις, ἐν ἧι φερόμενα ταυτὶ τὰ σώματα ἄνω τε καὶ κάτω σύμπαντα διὰ παντὸς τοῦ αἰῶνος ἢ περιπλέκεταί πως ἀλλήλοις ἢ προσκρούει καὶ ἀποπάλλεται, καὶ διακρίνει δὲ καὶ συγκρίνει πάλιν εἰς ἄλληλα κατὰ τὰς τοιαύτας ὁμιλίας κἀκ τούτου τά τε ἄλλα συγκρίματα πάντα ποιεῖ καὶ τὰ ἡμέτερα σώματα καὶ τὰ παθήματα αὐτῶν καὶ τὰς αἰσθήσεις. ἀπαθῆ δʼ ὑποτίθενται τὰ σώματα εἶναι τὰ πρῶτα (τινὲς μὲν αὐτῶν ὑπὸ σκληρότητος ἄθραυστα, καθάπερ οἱ περὶ Ἐπίκουρον [ Epicur. p. 205, 29 Us.], ἔνιοι δὲ ὑπὸ σμικρότητος ἀδιαίρετα, καθάπερ οἱ περὶ τὸν Λεύκιππον), ἀλλʼ οὐδʼ ἀλλοιοῦσθαι κατά τι δυνάμενα ταύτας δὴ τὰς ἀλλοιώσεις, ἃς ἅπαντες ἄνθρωποι πεπιστεύκασιν εἶναι, διδαχθέντες ὑπὸ τῶν αἰσθήσεων, οἷον οὔτε θερμαίνεσθαί τί φασιν ἐκείνων οὔτε ψύχεσθαι, κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ξηραίνεσθαι οὔθʼ ὑγραίνεσθαι, πολὺ δὲ δὴ μᾶλλον ἔτι μήτε λευκαίνεσθαι μήτε μελαίνεσθαι μήτʼ ἄλλην τινὰ ὅλως ἐπιδέχεσθαι ποιότητα κατὰ μηδεμίαν μεταβολήν.
50
DIOGENES v. Oinoanda fr. 33c. 2 [p. 41 William Lpz. 1907] ἂν γὰρ τῶι Δημοκρίτου τις χρήσηται λόγωι, μηδεμίαν μὲν ἐλευθέραν φάσκων ταῖς ἀτόμοις κείνησιν εἶναι διὰ τὴν πρὸς ἀλλήλας σύνκρουσιν αὐτῶν, ἔνερθεν δὲ φαίνεσθαι κατηνανκασμένως πάντα κεινεῖσθαι, φήσομεν πρὸς αὐτόν· οὔκουν οἶδας, ὅστις ποτὲ εἶ, καὶ ἐλευθέραν τινὰ ἐν ταῖς ἀτόμοις κείνησιν εἶναι, ἣν Δημόκριτος μὲν οὐχ εὗρεν, Ἐπίκουρος δὲ εἰς φῶς ἤγαγεν, παρενκλιτικὴν ὑπάρχουσαν ὡς ἐκ τῶν φαινομένων δείκνυσιν;
CIC. de nat. deor. I 26, 73 [s. 75 A 5] quid est in physicis Epicuri non a Democrito? nam etsi quaedam commutavit, ut quod paulo ante de inclinatione atomorum dixi, tamen pleraque dicit eadem, atomos, inane, imagines, infinitatem locorum innumerabilitatemque mundorum, eorum ortus interitus, omnia fere quibus naturae ratio continetur.
DIOG. X 2 φησὶ δʼ Ἕρμιππος [fr. 40 FHG III 45] γραμματοδιδάσκαλον αὐτὸν [Epikur] γεγενῆσθαι, ἔπειτα μέντοι περιτυχόντα τοῖς Δημοκρίτου βιβλίοις ἐπὶ φιλοσοφίαν ἆιξαι.
PLUT. adv. Colot. 3 p. 1108E καίτοι πολὺν χρόνον αὐτὸς ἑαυτὸν ἀνηγόρευε Δημοκρίτειον ὁ Ἐπίκουρος, ὡς ἄλλοι τε λέγουσι καὶ Λεοντεύς, εἷς τῶν ἐπʼ ἄκρον Ἐπικούρου μαθητῶν, πρὸς Λυκόφρονα γράφων, τιμᾶσθαί τέ φησι τὸν Δημόκριτον ὑπʼ Ἐπικούρου διὰ τὸ πρότερον ἅψασθαι τῆς ὀρθῆς γνώσεως, καὶ τὸ σύνολον τὴν πραγματείαν Δημοκρίτειον προσαγορεύεσθαι διὰ τὸ περιπεσεῖν αὐτὸν πρότερον ταῖς ἀρχαῖς περὶ φύσεως. ὁ δὲ Μητρόδωρος ἄντικρυς 〈ἐν τῶι〉 Περὶ φιλοσοφίας εἴρηκεν, ὡς εἰ μὴ καθηγήσατο Δ., οὐκ ἂν προῆλθεν Ἐπίκουρος ἐπὶ τὴν σοφίαν. DIOG. X 8 Δημόκριτον Ληρόκριτον.
55
STRAB. XVI p. 757 εἰ δὲ δεῖ Ποσειδωνίωι πιστεῦσαι, καὶ τὸ περὶ τῶν ἀτόμων δόγμα παλαιόν ἐστιν ἀνδρὸς Σιδωνίου Μώχου πρὸ τῶν Τρωικῶν χρόνων γεγονότος. SEXT. adv. math. IX 363 Δ. δὲ καὶ Ἐπίκουρος ἀτόμους, εἰ μή τι ἀρχαιοτέραν ταύτην θετέον τὴν δόξαν, καὶ ὡς ἔλεγεν ὁ Στωικὸς Ποσειδώνιος ἀπὸ Μώχου τινὸς ἀνδρὸς Φοίνικος καταγομένην. DIOG. pr. 1 τὸ τῆς φιλοσοφίας ἔργον ἔνιοί φασιν ἀπὸ βαρβάρων ἄρξαι … Φοίνικά τε γενέσθαι Μῶχον καὶ Θρᾶικα Ζάμολξιν καὶ Λίβυν Ἄτλαντα.
CIC. de fin. I 6, 17 ille atomos quas appellat, id est corpora individua propter soliditatem, censet in infinito inani, in quo nihil nec summum nec infimum nec medium nec ultimum nec extremum sit, ita ferri, ut concursionibus inter se cohaerescant, ex quo efficiantur ea, quae sint quaeque cernantur, omnia; eumque motum atomorum nullo a principio, sed ex aeterno tempore intellegi convenire.
SCHOL. BASILII [ed. Pasquali Gött. Nachr. 1910, 196] Δ. ἰδέα ς. [CLEM.] Recogn. VIII 15 [DOX. 250 de principiis] D. idea s . PLUT. adv. Colot. 8 p. 1110F τί γὰρ λέγει Δ.; οὐσίας ἀπείρους τὸ πλῆθος ἀτόμους τε κἀδιαφόρους, ἔτι δʼ ἀποίους καὶ ἀπαθεῖς ἐν τῶι κενῶι φέρεσθαι διεσπαρμένας· ὅταν δὲ πελάσωσιν ἀλλήλαις ἢ συμπέσωσιν ἢ περιπλακῶσι, φαίνεσθαι τῶν ἀθροιζομένων τὸ μὲν ὕδωρ τὸ δὲ πῦρ τὸ δὲ φυτὸν τὸ δʼ ἄνθρωπον· εἶναι δὲ πάντα τὰς ἀτόμους ἰδέας ὑπʼ αὐτοῦ καλουμένας, ἕτερον δὲ μηδέν· ἐκ μὲν γὰρ τοῦ μὴ ὄντος οὐκ εἶναι γένεσιν, ἐκ δὲ τῶν ὄντων μηδὲν ἂν γενέσθαι τῶι μήτε πάσχειν μήτε μεταβάλλειν τὰς ἀτόμους ὑπὸ στερρότητος· ὅθεν οὔτε χρόαν ἐξ ἀχρώστων οὔτε φύσιν ἢ ψυχὴν ἐξ ἀποίων καὶ 〈ἀπαθῶν〉 ὑπάρχειν. ARISTOT. Metaph. Λ 2. 1069b 22 καὶ ὡς Δ. φησιν, ἦν ὁμοῦ πάντα δυνάμει, ἐνεργείαι δʼ οὔ.
ARISTOT. Phys. Θ 9. 265b 24 διὰ δὲ τὸ κενὸν κινεῖσθαί φασιν· καὶ γὰρ οὗτοι τὴν κατὰ τόπον κίνησιν κινεῖσθαι τὴν φύσιν λέγουσιν. SIMPL. z. d. St. 1318, 33 τουτέστι τὰ φυσικὰ καὶ πρῶτα καὶ ἄτομα σώματα· ταῦτα γὰρ ἐκεῖνοι φύσιν ἐκάλουν καὶ ἔλεγον κατὰ τὴν ἐν αὐτοῖς βαρύτητα κινούμενα ταῦτα διὰ τοῦ κενοῦ εἴκοντος καὶ μὴ ἀντιτυποῦντος κατὰ τόπον κινεῖσθαι· περιπαλάσσεσθαι γὰρ ἔλεγον αὐτά. καὶ οὐ μόνον πρώτην ἀλλὰ καὶ μόνην ταύτην οὗτοι κίνησιν τοῖς στοιχείοις ἀποδιδόασι, τὰς δὲ ἄλλας τοῖς ἐκ τῶν στοιχείων· αὐξάνεσθαι γὰρ καὶ φθίνειν καὶ ἀλλοιοῦσθαι καὶ γίνεσθαι καὶ φθείρεσθαι προσκρινομένων καὶ ἀποκρινομένων τῶν πρώτων σωμάτων φασίν.
SEXT. VIII 6 οἱ δὲ περὶ τὸν Πλάτωνα καὶ Δημόκριτον μόνα τὰ νοητὰ ὑπενόησαν ἀληθῆ εἶναι, ἀλλʼ ὁ μὲν Δ. διὰ τὸ μηδὲν ὑποκεῖσθαι φύσει αἰσθητόν, τῶν τὰ πάντα συγκρινουσῶν ἀτόμων πάσης αἰσθητῆς ποιότητος ἔρημον ἐχουσῶν φύσιν, ὁ δὲ Πλάτων διὰ τὸ γίγνεσθαι μὲν ἀεὶ τὰ αἰσθητά, μηδέποτε δὲ εἶναι κτλ.
60
ARISTOT. de gen. et corr. Α 8. 326a 9 καίτοι βαρύτερόν γε κατὰ τὴν ὑπεροχήν φησιν εἶναι Δ. ἕκαστον τῶν ἀδιαιρέτων. de caelo Δ 2. 309a 1 τοῖς δὲ στερεὰ [τὰ πρῶτα λέγουσιν] μᾶλλον ἐνδέχεται λέγειν τὸ μεῖζον εἶναι βαρύτερον αὐτῶν. τῶν δὲ συνθέτων, ἐπειδήπερ οὐ φαίνεται τοῦτον ἔχειν ἕκαστον τὸν τρόπον, ἀλλὰ πολλὰ βαρύτερα ὁρῶμεν ἐλάττω τὸν ὄγκον ὄντα καθάπερ ἐρίου χαλκόν, ἕτερον τὸ αἴτιον οἴονταί τε καὶ λέγουσιν ἔνιοι· τὸ γὰρ κενὸν ἐμπεριλαμβανόμενον κουφίζειν τὰ σώματά φασι καὶ ποιεῖν ἔστιν ὅτε τὰ μείζω κουφότερα· πλεῖον γὰρ ἔχειν κενόν … λέγουσι μὲν οὖν τοῦτον τὸν τρόπον, ἀνάγκη δὲ προσθεῖναι τοῖς οὕτω διορίζουσιν μὴ μόνον τὸ κενὸν ἔχειν πλεῖον, ἂν ἧι κουφότερον, ἀλλὰ καὶ τὸ στερεὸν ἔλαττον· εἰ γὰρ ὑπερέξει τῆς τοιαύτης ἀναλογίας οὐκ ἔσται κουφότερον. διὰ γὰρ τοῦτο καὶ τὸ πῦρ εἶναί φασι κουφότατον, ὅτι πλεῖστον ἔχει κενόν. συμβήσεται οὖν μικροῦ πυρὸς πολὺν χρυσὸν πλεῖον ἔχοντα τὸ κενὸν εἶναι κουφότερον, εἰ μὴ καὶ στερεὸν ἕξει πολλαπλάσιον. b 34 ἐναντίας δὲ [τῆς ὕλης οὔσης] (310a) καθάπερ οἱ τὸ κενὸν καὶ πλῆρες, οὐκ ἔσται τὰ μεταξὺ τῶν ἁπλῶς βαρέων καὶ κούφων διὰ τίνʼ αἰτίαν βαρύτερα καὶ κουφότερα ἀλλήλων καὶ τῶν ἁπλῶν ἐστιν. τὸ δὲ μεγέθει καὶ μικρότητι διορίζειν πεπλασμένωι μὲν ἔοικε μᾶλλον τῶν πρότερον … καὶ μήθʼ ἁπλῶς εἶναι μηθὲν κοῦφον μήτε φερόμενον ἄνω ἀλλʼ ἢ ὑστερίζον ἢ ἐκθλιβόμενον καὶ πολλὰ μικρὰ ὀλίγων μεγάλων βαρύτερα εἶναι.
60a
—de caelo Γ 4. 303a 25 ἀδύνατον γὰρ ἀτόμων ὄντων τῶν στοιχείων μεγέθει καὶ μικρότητι διαφέρειν ἀέρα καὶ γῆν καὶ ὕδωρ· οὐ γὰρ οἷόν τʼ ἐξ ἀλλήλων γίγνεσθαι· ὑπολείψει γὰρ ἀεὶ τὰ μέγιστα σώματα ἐκκρινόμενα, φασὶ δʼ οὕτω γίγνεσθαι ὕδωρ καὶ ἀέρα καὶ γῆν ἐξ ἀλλήλων.
SIMPL. de caelo 569, 5 οἱ γὰρ περὶ Δημόκριτον καὶ ὕστερον Ἐπίκουρος τὰς ἀτόμους πάσας ὁμοφυεῖς οὔσας βάρος ἔχειν φασί, τῶι δὲ εἶναί τινα βαρύτερα ἐξωθούμενα τὰ κουφότερα ὑπʼ αὐτῶν ὑφιζανόντων ἐπὶ τὸ ἄνω φέρεσθαι, καὶ οὕτω λέγουσιν οὗτοι δοκεῖν τὰ μὲν κοῦφα εἶναι τὰ δὲ βαρέα. 712, 27 οἱ περὶ Δημόκριτον οἴονται πάντα μὲν ἔχειν βάρος, τῶι δὲ ἔλαττον ἔχειν βάρος τὸ πῦρ ἐκθλιβόμενον ὑπὸ τῶν προλαμβανόντων ἄνω φέρεσθαι καὶ διὰ τοῦτο κοῦφον δοκεῖν. τούτοις δὲ τὸ βαρὺ μόνον εἶναι δοκεῖ καὶ ἀεὶ φέρεσθαι πρὸς τὸ μέσον τοῦτο. Gegen Demokrit EPICUR. Ep. I [DIOG. X 61 p. 18, 15 Us.] καὶ μὴν καὶ ἰσοταχεῖς ἀναγκαῖον τὰς ἀτόμους εἶναι, ὅταν διὰ τοῦ κενοῦ εἰσφέρωνται μηθενὸς ἀντικόπτοντος· οὔτε γὰρ τὰ 〈μεγάλα καὶ〉 βαρέα θᾶττον οἰσθήσεται τῶν μικρῶν καὶ κούφων, ὅταν γε δὴ μηδὲν ἀπαντᾶι αὐτοῖς, οὔτε τὰ μικρὰ 〈βραδύτερον〉 τῶν μεγάλων πάντα πόρον σύμμετρον ἔχοντα, ὅταν μηθὲν μηδὲ ἐκείνοις ἀντικόπτηι.
ARISTOT. de caelo Δ 6. 313a 21 περὶ δὴ τούτων ἁπάντων τὸ μὲν νομίζειν αἴτιον εἶναι ὥσπερ Δ. οὐκ ὀρθῶς ἔχει. ἐκεῖνος γάρ φησι τὰ ἄνω φερόμενα θερμὰ ἐκ τοῦ ὕδατος ἀνοκωχεύειν τὰ πλατέα τῶν ἐχόντων βάρος, τὰ δὲ στενὰ διαπίπτειν· ὀλίγα γὰρ εἶναι τὰ ἀντικρούοντα αὐτοῖς. ἔδει δʼ ἐν τῶι ἀέρι ἔτι μᾶλλον τοῦτο ποιεῖν, ὥσπερ ἐνίσταται κἀκεῖνος αὐτός. ἀλλʼ ἐνστὰς λύει μαλακῶς· φησὶ γὰρ οὐκ εἰς ἓν ὁρμᾶν τὸν σοῦ ν, λέγων ʼσοῦνʼ τὴν κίνησιν τῶν ἄνω φερομένων σωμάτων.
—de gen. et corr. Α 7. 323b 10 Δ. δὲ παρὰ τοὺς ἄλλους ἰδίως ἔλεξε μόνος· φησὶ γὰρ τὸ αὐτὸ καὶ ὅμοιον εἶναι τό τε ποιοῦν καὶ τὸ πάσχον. οὐ γὰρ ἐγχωρεῖν τὰ ἕτερα καὶ διαφέροντα πάσχειν ὑπʼ ἀλλήλων, ἀλλὰ κἂν ἕτερα ὄντα ποιῆι τι εἰς ἄλληλα, οὐχ ἧι ἕτερα ἀλλʼ ἧ ταὐτόν τι ὑπάρχει, ταύτηι τοῦτο συμβαίνειν αὐτοῖς.
ALEX. de mixt. 2 [II 214, 18 Bruns] Δ. μὲν οὖν ἡγούμενος τὴν λεγομένην κρᾶσιν γίνεσθαι κατὰ παράθεσιν σωμάτων, διαιρουμένων τῶν κιρναμένων εἰς μικρὰ καὶ τῆι παρʼ ἄλληλα θέσει τὴν μίξιν ποιουμένων, οὐδὲ τὴν ἀρχήν φησιν εἶναι πρὸς ἀλήθειάν τινα κεκραμένα, ἀλλʼ εἶναι τὴν δοκοῦσαν κρᾶσιν παράθεσιν σωμάτων ἀλλήλοις κατὰ μικρὰ σωιζόντων αὐτῶν ἑκάστου τὴν οἰκείαν φύσιν, ἣν εἶχον καὶ πρὸ τῆς μίξεως· δοκεῖν δʼ αὐτὰ κεκρᾶσθαι τῶι τὴν αἴσθησιν διὰ μικρότητα τῶν παρακειμένων μηδενὸς αὐτῶν αἰσθάνεσθαι δύνασθαι μόνου.
65
ARISTOT. Phys. Θ 1. 252a 32 ὅλως δὲ τὸ νομίζειν ἀρχὴν εἶναι ταύτην ἱκανήν, ὅτι ἀεὶ ἔστιν οὕτως ἢ γίγνεται, οὐκ ὀρθῶς ἔχει ὑπολαβεῖν, ἐφʼ ὃ Δ. ἀνάγει τὰς περὶ φύσεως αἰτίας ὡς οὕτω καὶ τὰ πρότερον ἐγίνετο· τοῦ δὲ ἀεὶ οὐκ ἀξιοῖ ἀρχὴν ζητεῖν.
CIC. de fato 17, 39 omnia ita fato fieri, ut id fatum vim necessitatis adferret: in qua sententia D., Heraclitus, Empedocles, Aristoteles fuit. ARISTOT. de gen. animal. Ε 8. 789b 2 Δ. δὲ τὸ οὗ ἕνεκα ἀφεὶς λέγειν, πάντα ἀνάγει εἰς ἀνάγκην οἷς χρῆται ἡ φύσις. AËT. I 26, 2 (D. 321; περὶ οὐσίας ἀνάγκης) Δ. τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πληγὴν τῆς ὕλης.
SIMPL. Phys. 327, 24 ἀλλὰ καὶ Δ. ἐν οἷς φησι ‘ δῖνον ἀπὸ τοῦ παντὸς ἀποκριθῆναι παντοίων ἰδεῶν ‘ [B 167] (πῶς δὲ καὶ ὑπὸ τίνος αἰτίας μὴ λέγει), ἔοικεν ἀπὸ ταὐτομάτου καὶ τύχης γεννᾶν αὐτόν.
ARISTOT. Phys. Β 4. 195b 36 ἔνιοι γὰρ καὶ εἰ ἔστιν ἢ μὴ [die τύχη] ἀποροῦσιν· οὐδὲν γὰρ δὴ γίνεσθαι ἀπὸ τύχης φασίν, ἀλλὰ πάντων εἶναί τι αἴτιον ὡρισμένον ὅσα λέγομεν ἀπὸ αὐτομάτου γίγνεσθαι ἢ τύχης. Vgl. zu 196b 14 SIMPL. p. 330, 14 τὸ δὲ “καθάπερ ὁ παλαιὸς λόγος ὁ ἀναιρῶν τὴν τύχην” πρὸς Δημόκριτον ἔοικεν εἰρῆσθαι· ἐκεῖνος γὰρ κἂν ἐν τῆι κοσμοποιίαι ἐδόκει τῆι τύχηι κεχρῆσθαι, ἀλλʼ ἐν τοῖς μερικωτέροις οὐδενός φησιν εἶναι τὴν τύχην αἰτίαν ἀναφέρων εἰς ἄλλας αἰτίας, οἷον τοῦ θησαυρὸν εὑρεῖν τὸ σκάπτειν ἢ τὴν φυτείαν τῆς ἐλαίας, τοῦ δὲ καταγῆναι τοῦ φαλακροῦ τὸ κρανίον τὸν ἀετὸν ῥίψαντα τὴν χελώνην, ὅπως τὸ χελώνιον ῥαγῆι. οὕτως γὰρ ὁ Εὔδημος ἱστορεῖ [fr. 22].
— —B 4. 196a 24 εἰσὶ δέ τινες οἳ καὶ τοὐρανοῦ τοῦδε καὶ τῶν κόσμων πάντων αἰτιῶνται τὸ αὐτόματον· ἀπὸ ταὐτομάτου γὰρ γίγνεσθαι τὴν δίνην καὶ τὴν κίνησιν τὴν διακρίνασαν καὶ καταστήσασαν εἰς ταύτην τὴν τάξιν τὸ πᾶν … λέγοντες γὰρ τὰ μὲν ζῶια καὶ τὰ φυτὰ ἀπὸ τύχης μήτε εἶναι μήτε γίγνεσθαι, ἀλλʼ ἤτοι φύσιν ἢ νοῦν ἤ τι τοιοῦτον ἕτερον εἶναι τὸ αἴτιον (οὐ γὰρ ὅ τι ἔτυχεν ἐκ τοῦ σπέρματος ἑκάστου γίγνεται, ἀλλʼ ἐκ μὲν τοῦ τοιουδὶ ἐλαία, ἐκ δὲ τοιουδὶ ἄνθρωπος), τὸν δʼ οὐρανὸν καὶ τὰ θειότατα τῶν φανερῶν ἀπὸ τοῦ αὐτομάτου γενέσθαι, τοιαύτην δʼ αἰτίαν μηδεμίαν εἶναι οἵαν τῶν ζώιων καὶ τῶν φυτῶν. EPICUR. Περὶ φύσεως Pap. 1056 (ed. Gomperz Wien. Stud. I p. 27ff.) col. 25 〈οἱ〉 δʼ αἰτιολογήσαντες ἐξ ἀρχῆς ἱκανῶς καὶ οὐ μόνον τῶν προτέρων πολὺ διενέγκαντες, ἀλλὰ καὶ τῶν ὕστερον, πολλαπλασίως ἔλαθον ἑαυτούς, καίπερ ἐν πολλοῖς μεγάλοι, κουφίσαντες ἐν τῶι τὴν ἀνάγκην καὶ ταὐτόματον πάντα δύνασθαι.
70
— —Β 4. 196b 5 εἰσὶ δέ τινες οἷς δοκεῖ εἶναι μὲν αἰτία ἡ τύχη, ἄδηλος δὲ ἀνθρωπίνηι διανοίαι ὡς θεῖόν τι οὖσα καὶ δαιμονιώτερον. LACTANT. Inst. Div. I 2 ab illa quaestione principium sumere, quae videtur prima esse natura, sitne providentia quae rebus omnibus consulat an fortuitu vel facta sint omnia vel gerantur. cuius sententiae auctor est D., confirmator Epicurus.
ARISTOT. Phys. Θ 1. 251b 16 ἀγένητον γὰρ εἶναι λέγουσιν, καὶ διὰ τούτου Δ. γε δείκνυσιν ὡς ἀδύνατον ἅπαντα γεγονέναι· τὸν γὰρ χρόνον ἀγένητον εἶναι. SIMPL. Phys. 1153, 22 ὁ μέντοι Δ. οὕτως ἀίδιον ἐπέπειστο εἶναι τὸν χρόνον, ὅτι βουλόμενος δεῖξαι μὴ πάντα γενητὰ ὡς ἐναργεῖ τῶι τὸν χρόνον μὴ γεγονέναι προσεχρήσατο.
SEXT. X 181 δοκεῖ δὲ καὶ εἰς τοὺς περὶ Ἐπίκουρον [fr. 294, p. 352, 32 Us.] καὶ Δημόκριτον φυσικοὺς τοιαύτη τις ἀναφέρεσθαι τοῦ χρόνου νόησις ʼχρόνος ἐστὶν ἡμεροειδὲς καὶ νυκτοειδὲς φάντασμαʼ. Vgl. EPICUR. Pap. 1413 (Crönert Kolot. u. Mened. S. 104 501 ) οὐδʼ ἂν ὀκνήσαιμι χρόνον εἶναι τὰς ἡμέρας φῆσαι καὶ τὰς νύκτας.
THEOPHR. d. ign. 52 ἀπορεῖται δὲ τοῦτο, διὰ τί τὸ τῆς φλογὸς σχῆμα πυραμοειδές ἐστι· καί φησι Δ. μὲν περιψυχομένων αὐτῶν τῶν ἄκρων εἰς μικρὸν συνάγεσθαι καὶ τέλος ἀποξύνεσθαι.
AËT. I 7, 16 (D. 302) Δ. νοῦν τὸν θεὸν ἐν πυρὶ σφαιροειδεῖ. TERTULL. ad nat. II 2 cum reliquo igni superno deos ortos D. suspicatur, cuius instar vult esse naturam Zenon [ fr. 171 Arnim]. CIC. de deor. nat. I 12, 29 quid D., qui tum imagines eorumque circumitus in deorum numero refert, tum illam naturam quae imagines fundat ac mittat, tum sententiam intellegentiamque nostram, nonne in maximo errore versatur? cum idem omnino, quid nihil semper suo statu maneat, negat esse quicquam sempiternum, nonne deum omnino ita tollit, ut nullam opinionem eius reliquam faciat? 43, 120 mihi quidem etiam D., vir magnus in primis cuius fontibus Epicurus hortulos suos inrigavit, nutare videtur in natura deorum. tum enim censet imagines divinitate praeditas inesse in universitate rerum, tum principia mentis, quae sunt in eodem universo, deos esse dicit, tum animantes imagines, quae vel prodesse nobis solent vel nocere, tum ingentis quasdam imagines tantasque, ut universum mundum conplectantur extrinsecus: quae quidem omnia sunt patria Democriti quam Democrito digniora.
75
SEXT. IX 24 εἰσὶ δὲ οἱ ἀπὸ τῶν γιγνομένων κατὰ τὸν κόσμον παραδόξων ὑπονοήσαντες εἰς ἔννοιαν ἡμᾶς ἐληλυθέναι θεῶν, ἀφʼ ἧς φαίνεται εἶναι δόξης καὶ ὁ Δ.· ὁρῶντες γάρ, φησί, τὰ ἐν τοῖς μετεώροις παθήματα οἱ παλαιοὶ τῶν ἀνθρώπων καθάπερ βροντὰς καὶ ἀστραπὰς κεραυνούς τε καὶ ἄστρων συνόδους ἡλίου τε καὶ σελήνης ἐκλείψεις ἐδειματοῦντο θεοὺς οἰόμενοι τούτων αἰτίους εἶναι. PHILOD. de piet. 5a p. 69 Gomp. [Crönert Kolot. S. 130] θέρος 〈ἐν τῆι γῆι καὶ〉 χειμὼν καὶ ἔ〈αρ καὶ〉 μεθόπωρον καὶ πάντα ταῦτα ἄνωθεν διειπετῆ γείνεται· διὸ δὴ καὶ τὸ ἐξεργαζόμενον γνόντας σέβεσθαι. οὐ φαίνεται δʼ ἐμοὶ Δ. ὥσπερ ἔνιοι τὸν … LUCR. V 1186ff. ergo perfugium sibi habebant omnia divis tradere et illorum nutu facere omnia flecti. in caeloque deum sedes et templa locarunt, per caelum volvi quia sol et luna videtur, luna dies et nox et noctis signa severa, noctivagaeque faces caeli, flammaeque volantes, nubila ros imbres nix venti fulmina grando et rapidi fremitus et murmura magna minarum.
PLIN. N. HIST. II 14 innumeros quidem credere atque etiam ex vitiis hominum, ut Pudicitiam, Concordiam, Mentem, Spem, Honorem, Clementiam, Fidem, aut, ut Democrito placuit, duos omnino, Poenam et Beneficium, maiorem ad socordiam accedit.
PLUT. Quaest. conv. VIII 10, 2 p. 734F (διὰ τί τοῖς φθινοπωρινοῖς ἐνυπνίοις ἥκιστα πιστεύομεν) ὁ δὲ Φαβωρῖνος … λόγον τινὰ τοῦ Δημοκρίτου παλαιὸν ὥσπερ ἐκ καπνοῦ καθελὼν ἠμαυρωμένον οἷος ἦν ἐκκαθαίρειν καὶ διαλαμπρύνειν, (735 A) ὑποθέμενος τοῦτο δὴ τοὐπιδήμιον ὅ φησι Δ. ‘ ἐγκαταβυσσοῦσθαι τὰ εἴδωλα διὰ τῶν πόρων εἰς τὰ σώματα καὶ ποιεῖν τὰς κατὰ ὕπνον ὄψεις ἐπαναφερόμενα · φοιτᾶν δὲ ταῦτα πανταχόθεν ἀπιόντα καὶ σκευῶν καὶ ἱματίων καὶ φυτῶν, μάλιστα δὲ ζώιων ὑπὸ σάλου πολλοῦ καὶ θερμότητος οὐ μόνον ἔχοντα μορφοειδεῖς τοῦ σώματος ἐκμεμαγμένας ὁμοιότητασʼ (ὡς Ἐπίκουρος [fr. 326 Us.] οἴεται μέχρι τούτου Δημοκρίτωι συνεπόμενος, ἐνταῦθα δὲ προλιπὼν τὸν λόγον), ʼἀλλὰ καὶ τῶν κατὰ ψυχὴν κινημάτων καὶ βουλευμάτων ἑκάστωι καὶ ἠθῶν καὶ παθῶν ἐμφάσεις ἀναλαμβάνοντα συνεφέλκεσθαι καὶ προσπίπτοντα μετὰ τούτων ὥσπερ ἔμψυχα φράζειν καὶ διαγγέλλειν τοῖς ὑποδεχομένοις τὰς τῶν μεθιέντων αὐτὰ δόξας καὶ διαλογισμοὺς καὶ ὁρμάς, ὅταν ἐνάρθρους καὶ ἀσυγχύτους φυλάττοντα προσμίξηι τὰς εἰκόνας.ʼ τοῦτο δὲ μάλιστα ποιεῖ διʼ ἀέρος λείου τῆς φορᾶς αὐτοῖς γιγνομένης ἀκωλύτου καὶ ταχείας. ὁ δὲ φθινοπωρινός, ἐν ὧι φυλλοχοεῖ τὰ δένδρα, πολλὴν ἀνωμαλίαν ἔχων καὶ τραχύτητα διαστρέφει καὶ παρατρέπει πολλαχῆ τὰ εἴδωλα καὶ τὸ ἐναργὲς αὐτῶν ἐξίτηλον καὶ ἀσθενὲς ποιεῖ τῆι βραδυτῆτι τῆς πορείας ἀμαυρούμενον, ὥσπερ αὖ πάλιν πρὸς ὀργώντων καὶ διακαομένων ἐκθρώισκοντα πολλὰ καὶ ταχὺ κομιζόμενα τὰς ἐμφάσεις νεαρὰς καὶ σημαντικὰς ἀποδίδωσιν. Ebenda v 7, 6 p. 682F τῶν δὲ Δημοκρίτου, ἔφη, εἰδώλων, ὥσπερ Αἰγιέων ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος· ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτʼ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔθʼ ὁρμῆς ἀνάπλεά τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας, μεθʼ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν· οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῆι δόξηι, τῆι δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς.
HERMIPPUS de astrol. [IOANN. CATRARES] I 16, 122 p. 26, 13 KrollViereck τὸ μέντοι τοῦ Δημοκρίτου 〈οὐ〉 καλῶς ἂν ἔχοι παραλιπεῖν, ὃς εἴδωλα αὐτοὺς [τοὺς δαίμονας] ὀνομάζων μεστόν τε εἶναι τὸν ἀέρα τούτων [vgl. C 5] φησί.
CLEM. Strom. v 88 [II 383, 25 St.] καθόλου γοῦν τὴν περὶ τοῦ θείου ἔννοιαν Ξενοκράτης ὁ Καλχηδόνιος [fr. 21 Heinze] οὐκ ἀπελπίζει καὶ ἐν τοῖς ἀλόγοις, Δ. δέ, κἂν μὴ θέληι, ὁμολογήσει διὰ τὴν ἀκολουθίαν τῶν δογμάτων· τὰ γὰρ αὐτὰ πεποίηκεν εἴδωλα τοῖς ἀνθρώποις προσπίπτοντα καὶ τοῖς ἀλόγοις ζώιοις ἀπὸ τῆς θείας οὐσίας.
80
CIC. Ac. pr. II 37, 121 ecce tibi e transverso Lampsacenus Strato, qui det isti deo immunitatem (magni quidem muneris; sed cum sacerdotes deorum vacationem habeant, quanto est aequius habere ipsos deos): negat opera deorum se uti ad fabricandum mundum, quaecumque sint docet omnia esse effecta natura, nec ut ille qui asperis et levibus et hamatis uncinatisque corporibus concreta haec esse dicat interiecto inani: somnia censet haec esse Democriti non docentis sed optantis. ipse autem singulas mundi partes persequens, quidquid aut sit aut fiat, naturalibus fieri aut factum esse docet ponderibus et motibus.
— —17, 55 dein confugis ad physicos eos, qui maxime in Academia inridentur, a quibus ne tu quidem iam te abstinebis, et ais Democritum dicere innumerabiles esse mundos et quidem sic quosdam inter sese non solum similes, sed undique perfecte et absolute ita pares, ut inter eos nihil prorsus intersit [et eo quidem innumerabiles], itemque homines.
SIMPL. de cael. p. 310, 5 ʼοὐ γὰρ εἰς ὕλην τοῦ κόσμου, φησίν ἡ διάλυσις αὐτοῦ καὶ φθορά, ἥτις δύναμιν εἶχεν τοῦ γενέσθαι κόσμος, ἀλλʼ εἰς ἄλλον κόσμον, ὧν ἀπείρων ὄντων καὶ ἀλλήλους διαδεχομένων οὐκ ἀνάγκη πάλιν ἐπὶ τὸν αὐτὸν τὴν ἐπάνοδον γίνεσθαιʼ. οὕτως δὲ ἐδόκει τοῖς περὶ Λεύκιππον καὶ Δημόκριτον … οἱ δὲ Δημοκρίτου κόσμοι εἰς ἑτέρους κόσμους μεταβάλλοντες ἐκ τῶν αὐτῶν ἀτόμων ὄντας οἱ αὐτοὶ τῶι εἴδει γίνονται, εἰ καὶ μὴ τῶι ἀριθμῶι.
SEXT. IX 113 ὥστε κατʼ ἀνάγκην μὲν καὶ ὑπὸ δίνης, ὡς ἔλεγον οἱ περὶ τὸν Δημόκριτον, οὐκ ἂν κινοῖτο ὁ κόσμος.
AËT. II 4, 9 (D. 331) Δ. φθείρεσθαι τὸν κόσμον τοῦ μείζονος τὸν μικρότερον νικῶντος.
85
— —13, 4 (D. 341; περὶ οὐσίας ἄστρων) Δ. πέτρους.
— —15, 3 (D. 344; περὶ τάξεως ἀστέρων) Δ. τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφʼ οἷς ἥλιον φωσφόρον σελήνην.
— —20, 7 (D. 349) Δ. μύδρον ἢ πέτρον διάπυρον [εἶναι τὸν ἥλιον]. CIC. de fin. I 6, 20 sol Democrito magnus videtur.
LUCR. V 621ff. DEMOCRITI DE SOLE nam fieri vel cum primis id posse videtur, Democriti quod sancta viri sententia ponit: quanto quaeque magis sint terram sidera propter, tanto posse minus cum caeli turbine ferri. evanescere enim rapidas illius et acris imminui supter viris ideoque relinqui paulatim solem cum posterioribu’ signis, inferior multo quod sit quam fervida signa. DE LUNAE CURSU et magis hoc lunam: quanto demissior eius cursus abest procul a caelo terrisque propinquat, tanto posse minus cum signis tendere cursum. flaccidiore etiam quanto iam turbine fertur inferior quam sol, tanto magis omnia signa hanc adipiscuntur circum praeterque feruntur. propterea fit ut haec ad signum quodque reverti mobilius videatur, ad hanc quia signa revisunt.
AËT. II 23, 7 (D. 353) Δ. ἐκ τῆς περιφερούσης αὐτὸν δινήσεως.
89a
PLUT. d. fac. in orb. lun. 16 p. 929c ἀλλὰ κατὰ στάθμην, φησὶ Δ., ἱσταμένη τοῦ φωτίζοντος ὑπολαμβάνει καὶ δέχεται τὸν ἥλιον· ὥστε αὐτήν τε φαίνεσθαι καὶ διαφαίνειν ἐκεῖνον εἰκὸς ἦν.
90
AËT. II 25, 9 (D. 356) s. 59 A 77. 30, 3 (D. 361; διὰ τί γεώδης φαίνεται σελήνη) Δ. ἀποσκίασμά τι τῶν ὑψηλῶν ἐν αὐτῆι μερῶν· ἄγκη γὰρ αὐτὴν ἔχειν καὶ νάπας.
ARISTOT. Meteorol. Α 8. 345a 25 s. 59 A 80; ALEX. z. d. St. p. 37, 23 Ἀναξαγόρας δὲ καὶ Δ. φῶς εἶναι τὸ γάλα λέγουσιν ἄστρων τινῶν. ὁ γὰρ ἥλιος νύκτωρ ὑπὸ γῆν ἰὼν ὅσα περιλάμπει τῶν ὑπὲρ γῆς ὄντων ἄστρων, τούτων μὲν μὴ γίνεσθαί φασιν φανερὸν τὸ οἰκεῖον φῶς ἐμποδιζόμενον ὑπὸ τῶν τοῦ ἡλίου ἀκτίνων· ὅσοις δὲ ἡ σκιὰ τῆς γῆς ἐπιπροσθοῦσα ἐπισκοτεῖ, ὡς μὴ ἐπιλάμπεσθαι τῶι ἀπὸ τοῦ ἡλίου φωτί, τούτων δὲ τὸ οἰκεῖον φῶς ὁρᾶσθαι, καὶ τοῦτο εἶναι τὸ γάλα. AËT. III 1, 6 (D. 365; περὶ γάλακτος) Δ. πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις διὰ τὴν πύκνωσιν συναυγασμόν. ACHILL. IS. 24 [p. 55, 24 M; περὶ τοῦ γαλαξίου] ἄλλοι δὲ ἐκ μικρῶν πάνυ καὶ πεπυκνωμένων καὶ ἡμῖν δοκούντων ἡνῶσθαι διὰ τὸ διάστημα τὸ ἀπὸ τοῦ οὐρανοῦ ἐπὶ τὴν γῆν ἀστέρων αὐτὸν εἶναί φασιν, ὡς εἴ τις ἁλάσι λεπτοῖς καὶ πολλοῖς καταπάσειέ τι.
ALEX. zu Arist. Meteor. [s. 59 A 81] p. 26, 11 περὶ δὲ τῶν κομητῶν Ἀναξαγόρας μὲν καὶ Δ. λέγουσι τὸν κομήτην λεγόμενον ἀστέρα ʼσύμφασινʼ εἶναι τῶν πλανήτων ἀστέρων· οὗτοι δέ εἰσιν ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς καὶ ὁ τῆς Ἀφροδίτης καὶ ὁ τοῦ Ἄρεος καὶ ὁ τοῦ Ἑρμοῦ. τούτους γάρ, ὅταν ἐγγὺς ἀλλήλων γένωνται, φαντασίαν ἀποτελεῖν ὡς ἄρα ἅπτονται ἀλλήλων καὶ ἔστιν εἷς ἀστήρ, ὁ καλούμενος κομήτης. ʼσύμφασινʼ γὰρ λέγει τὴν ἐκ πάντων τῶν συνελθόντων ὡς ἐξ ἑνὸς φαντασίαν γενομένην. SEN. Nat. quaest. VII 3, 2 D. quoque, subtilissimus antiquorum omnium, suspicari se ait plures stellas esse quae currant, sed nec numerum illarum posuit nec nomina, nondum comprehensis quinque siderum cursibus.
AËT. III 3, 11 (D. 369) Δ. βροντὴν μὲν ἐκ συγκρίματος ἀνωμάλου τὸ περιειληφὸς αὐτὸ νέφος πρὸς τὴν κάτω φορὰν ἐκβιαζομένου· ἀστραπὴν δὲ σύγκρουσιν νεφῶν, ὑφʼ ἧς τὰ γεννητικὰ τοῦ πυρὸς διὰ τῶν πολυκένων ἀραιωμάτων ταῖς παρατρίψεσιν εἰς τὸ αὐτὸ συναλιζόμενα διηθεῖται· κεραυνὸν δέ, ὅταν ἐκ καθαρωτέρων καὶ λεπτοτέρων ὁμαλωτέρων τε καὶ πυκναρμόνων, καθάπερ αὐτὸς γράφει, γεννητικῶν τοῦ πυρὸς ἡ φορὰ βιάζηται· πρηστῆρα δέ, ὅταν πολυκενώτερα συγκρίματα πυρὸς ἐν πολυκένοις κατασχεθέντα χώραις καὶ περιοχαῖς ὑμένων ἰδίων σωματοποιούμενα τῶι πολυμιγεῖ τὴν ἐπὶ τὸ βάθος ὁρμὴν λάβηι.
93a
SENEC. Nat. quaest. V 2 D. ait: ‘cum in angusto inani multa sint corpuscula quae ille atomos vocat, sequi ventum. at contra quietum et placidum aëris statum esse, cum in multo inani pauca sint corpuscula. nam quemadmodum in foro aut vico, quamdiu paucitas est, sine tumultu ambulatur, ubi turba in angustum concurrit, aliorum in alios incidentium rixa fit: sic in hoc quo circumdati sumus spatio, cum exiguum locum multa corpora impleverint, necesse est alia aliis incidant et impellant ac repellantur implicenturque et comprimantur, ex quibus nascitur ventus, cum illa quae colluctabantur, incubuere et diu fluctuata ac dubia inclinavere se. at ubi in magna laxitate corpora pauca versantur, nec arietare possunt nec impelli‘.
AËT. III 10, 5 (D. 377; περὶ σχήματος γῆς) Δ. δισκοειδῆ μὲν τῶι πλάτει, κοίλην δὲ τῶι μέσωι. EUSTATH. zu Η 446 p. 690 τὴν δὲ οἰκουμένην γῆν Ποσειδώνιος μὲν ὁ Στωικὸς καὶ Διονύσιος (V. 7 Geogr. min. II 105 M.) σφενδονοειδῆ φασι, Δ. δὲ προμήκη.
95
AËT. III 13, 4 (D. 378) Δ. κατʼ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ τῶι χρόνωι καὶ βαρυνθεῖσαν καταστῆναι.
— —12, 2 (D. 377) Δ. διὰ τὸ ἀσθενέστερον εἶναι τὸ μεσημβρινὸν τοῦ περιέχοντος αὐξομένην τὴν γῆν κατὰ τοῦτο ἐγκλιθῆναι· τὰ γὰρ βόρεια ἄκρατα, τὰ δὲ μεσημβρινὰ κέκραται· ὅθεν κατὰ τοῦτο βεβάρηται, ὅπου περισσή ἐστι τοῖς καρποῖς καὶ τῆι αὔξηι.
ARISTOT. Meteorol. Β 7. 365a 1 Δ. δέ φησι πλήρη τὴν γῆν ὕδατος οὖσαν καὶ πολὺ δεχομένην ἕτερον ὄμβριον ὕδωρ ὑπὸ τούτου κινεῖσθαι· πλείονός τε γὰρ γινομένου διὰ τὸ μὴ δύνασθαι δέχεσθαι τὰς κοιλίας ἀποβιαζόμενον ποιεῖν τὸν σεισμόν, καὶ ξηραινομένην καὶ ἕλκουσαν εἰς τοὺς κενοὺς τόπους ἐκ τῶν πληρεστέρων τὸ μεταβάλλον ἐμπῖπτον κινεῖν.
SENEC. Nat. qu. VI 20 (1) D. plura putat ait enim motum aliquando spiritu fieri, aliquando aqua, aliquando utroque, et id hoc modo prosequitur: ‘aliqua pars terrae concava est; in hanc aquae magna vis confluit. ex hac est aliquid tenue et ceteris liquidius. hoc cum superveniente gravitate reiectum est, illiditur terris et illas movet; nec enim fluctuari potest sine motu eius, in quod impingitur‘ … (2) ‘ubi in unum locum congesta est et capere se desiit, aliquo incumbit et primo viam pondere aperit deinde impetu. nec enim exire nisi per devexum potest diu inclusa nec in derectum cadere moderate aut sine concussione eorum, per quae vel in quae cadit. (3) si vero, cum iam rapi coepit, aliquoiam rapi coepit, aliquo loco substitit et illa vis fluminis in se revoluta est, in continentem terram repellitur et illam, qua parte maxime pendet, exagitat. praeterea aliquando madefacta tellus liquore penitus accepto altius sedit et fundus ipse vitiatur: tunc ea pars premitur, in quam maxime aquarum vergentium pondus inclinat. (4) spiritus vero nonnumquam impellit undas et si vehementius institit, eam scilicet partem terrae movet, in quam coactas aquas intulit; nonnumquam in terrena itinera coniectus et exitum quaerens movet omnia; ut terra autem penetrabilis ventis est, ita spiritus subtilior est quam ut possit excludi, vehementior, quam ut sustineri concitatus ac rapidus‘.
AËT. IV 1, 4 (D. 385) Δ. τῆς χιόνος τῆς ἐν τοῖς πρὸς ἄρκτον μέρεσιν ὑπὸ θερινὰς τροπὰς ἀναλυομένης τε καὶ διαχεομένης νέφη μὲν ἐκ τῶν ἀτμῶν πιλοῦσθαι· τούτων δὲ συνελαυνομένων πρὸς μεσημβρίαν καὶ τὴν Αἴγυπτον ὑπὸ τῶν ἐτησίων ἀνέμων ἀποτελεῖσθαι ῥαγδαίους ὄμβρους, ὑφʼ ὧν ἀναπίμπλασθαι τάς τε λίμνας καὶ τὸν Νεῖλον ποταμόν. DIODOR. I 39 (… τοῖς μεγίστοις ὄρεσι τῶν κατὰ τὴν οἰκουμένην, ἅ φησιν εἶναι περὶ τὴν Αἰθιοπίαν). SCHOL. APOLL. Rhod. IV 269f. Wendel Δ. … ὁ φυσικὸς ἀπὸ τοῦ κατὰ μεσημβρίαν ὑπερκειμένου πελάγους λαμβάνειν τὸν Νεῖλον τὴν ἐπίχυσιν, ἀπογλυκαίνεσθαι δὲ τὸ ὕδωρ διὰ τὸ διάστημα καὶ τὸ μῆκος τοῦ πόρου καὶ ὑπὸ τοῦ καύματος ἀφεψόμενον· διὸ καὶ ἐναντίαν φησὶν ἔχειν τὴν γεῦσιν.
99a
HIBEH PAPYR. 16 p. 62 Grenfell—Hunt col. 1 〈διαφωνί〉α μὲν οὖν μάλι〈στά που γεγένηται〉 περὶ τῆς γενέσ〈εως τῆς ἁλμυρότητος·〉 οἱ μὲγ γὰρ ὑπό〈λειμμά φασιν τῆς πρώ〉της ὑγρότητος 〈ἐξατμισθέντων πλείστων ὑ〉δάτων· οἱ δὲ 〈ἱδρῶτʼ εἶναι τῆς γῆς. Δη〉μόκριτος δὲ 〈ὁμοίως δοκεῖ τοῖς ἐν τῆι γῆ〉ι ποιεῖν 〈τὴν γένεσιν αὐτῆς· οἷον ἁλῶν καὶ νί〉τρων … [5 Zeilen fehlen]. col. 2 〈ση〉πεδόνος απο . λ . λιπομενης απ . δ .. πεσθαι φησὶν ἐν τῶι ὑγρῶι τὰ ὅμοια πρὸς τὰ ὅμοια καθάπερ ἐν τῶι παντί, καὶ οὕτως γενέσθαι θάλατταν καὶ τἆλλα τὰ ἁλ〈μῶν〉τα πάντα συνενεχθέντων τῶν ὁμοφύλων. § ὅτι δὲ ἐκ τῶν ὁμογενῶν ἐστιν θάλαττα καὶ ἐξ ἄλλων εἶναι φανερόν· οὔτε γὰρ λιβανωτὸν οὔτε θεῖον οὔτε σίλφιον οὔτε στυπτηρίαν οὔτε ἄσφαλτον οὔτε ὅσα μεγάλα καὶ θαυμαστὰ πολλαχοῦ γίνεσθαι τῆς γῆς. § τούτωι μὲν οὖν πρόχειρον, εἰ καὶ μηθὲν ἄλλο, σκέψασθαι, διότι μέρος ποιῶν τὴν θάλατταν τοῦ κόσμου τὸν αὐτὸν τρόπον φησὶ γενέσθαι καὶ τὰ θαυμαστὰ καὶ τὰ παραλογώτατα τῆς φύσεως ὥσπερ οὐ πολλὰς οὔσας ἐν τῆι γῆι διαφοράς, § ἐπεὶ ποιοῦντί 〈γε〉 τοὺς χυλοὺς διὰ τὰ σχήματα, καὶ τὸ ἁλμυρὸν ἐγ μεγάλων καὶ γωνιοειδῶν, οὐκ ἄλογόν πως περὶ τὴγ 〈γῆν γίνεσθαι τὸν αὐτὸν τρόπον τὴν ἁλμυρότητα ὅνπερ κἀν τῆι θαλάττηι〉.
100
ARISTOT. Meteorol. Β 3. 356b 4 περὶ δὲ τῆς ἁλμυρότητος αὐτῆς [τῆς θαλάττης] λεκτέον καὶ πότερον ἀεί ἐστιν ἡ αὐτὴ ἢ οὔτʼ ἦν οὔτʼ ἔσται, ἀλλʼ ὑπολείψει· καὶ γὰρ οὕτως οἴονταί τινες. τοῦτο μὲν οὖν ἐοίκασι πάντες ὁμολογεῖν, ὅτι γέγονεν, εἴπερ καὶ πᾶς ὁ κόσμος· ἅμα γὰρ αὐτῆς ποιοῦσιν τὴν γένεσιν. ὥστε δῆλον ὡς εἴπερ ἀίδιον τὸ πᾶν, καὶ περὶ τῆς θαλάττης οὕτως ὑποληπτέον. τὸ δὲ νομίζειν ἐλάττω τε γίγνεσθαι τὸ πλῆθος, ὥσπερ φησὶ Δ., καὶ τέλος ὑπολείψειν, τῶν Αἰσώπου μύθων οὐθὲν διαφέρειν ἔοικεν [ὁ πεπεισμένος οὕτως]. καὶ γὰρ ἐκεῖνος [vgl. fr. 19 Halm] ἐμυθολόγησεν ὡς δὶς μὲν ἡ Χάρυβδις ἀναρροφήσασα τὸ μὲν πρῶτον τὰ ὄρη ἐποίησε φανερά, τὸ δὲ δεύτερον τὰς νήσους, τὸ δὲ τελευταῖον ῥοφήσασα ξηρὰν ποιήσει πάμπαν. ἐκείνωι μὲν οὖν ἥρμοττεν ὀργιζομένωι πρὸς τὸν πορθμέα τοιοῦτον εἰπεῖν μῦθον, τοῖς δὲ τὴν ἀλήθειαν ζητοῦσιν ἧττον· διʼ ἣν γὰρ αἰτίαν ἔμεινε τὸ πρῶτον εἴτε διὰ βάρος, ὥσπερ τινὲς καὶ τούτων φασίν …, εἴτε καὶ διʼ ἄλλο τι, δῆλον ὅτι διὰ τοῦτο διαμένειν ἀναγκαῖον καὶ τὸν λοιπὸν χρόνον αὐτήν.
ARISTOT. de anima Α 2. 404a 27 οὐ μὴν παντελῶς γʼ ὥσπερ Δ.· ἐκεῖνος μὲν γὰρ ἁπλῶς ταὐτὸν ψυχὴν καὶ νοῦν [s. 28 A 45]· τὸ γὰρ ἀληθὲς εἶναι τὸ φαινόμενον· διὸ καλῶς ποιῆσαι τὸν Ὅμηρον ὡς ʼἝκτωρ κεῖτʼ ἀλλοφρονέωνʼ. οὐ δὴ χρῆται τῶι νῶι ὡς δυνάμει τινὶ περὶ τὴν ἀλήθειαν, ἀλλὰ ταὐτὸ λέγει ψυχὴν καὶ νοῦν. 405a 5 ἔδοξέ τισι πῦρ εἶναι· καὶ γὰρ τοῦτο λεπτομερέστατόν τε καὶ μάλιστα τῶν στοιχείων ἀσώματον, ἔτι δὲ κινεῖταί τε καὶ κινεῖ τὰ ἄλλα πρώτως. Δ. δὲ καὶ γλαφυρωτέρως εἴρηκεν ἀποφηνάμενος, διὰ τί τούτων ἑκάτερον· ψυχὴν μὲν γὰρ εἶναι ταὐτὸ καὶ νοῦν. τοῦτο δʼ εἶναι τῶν πρώτων καὶ ἀδιαιρέτων σωμάτων, κινητικὸν δὲ διὰ μικρομέρειαν καὶ τὸ σχῆμα· τῶν δὲ σχημάτων εὐκινητότατον τὸ σφαιροειδὲς λέγει· τοιοῦτον δʼ εἶναι τόν τε νοῦν καὶ τὸ πῦρ. PHILOP. z. d. St. p. 83, 27 ἀσώματον δὲ εἶπε τὸ πῦρ, οὐ κυρίως ἀσώματον (οὐδεὶς γὰρ αὐτῶν τοῦτο ἔλεγε). ἀλλʼ ὡς ἐν σώμασιν ἀσώματον διὰ λεπτομέρειαν.
AËT. IV 3, 5 (D. 388) Δ. πυρῶδες σύγκριμα ἐκ τῶν λόγωι θεωρητῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας, πυρίνην δὲ τὴν δύναμιν, ὅπερ σῶμα εἶναι.
MACROB. in S. Scip. I 14, 19 D. spiritum insertum atomis hac facilitato motus ut corpus illi omne sit pervium.
ARISTOT. de anima Α 3. 406b 15 ἔνιοι δὲ καὶ κινεῖν φασι τὴν ψυχὴν τὸ σῶμα ἐν ὧι ἐστιν, ὡς αὐτὴ κινεῖται, οἷον Δ. παραπλησίως λέγων Φιλίππωι τῶι κωμωιδοδιδασκάλωι [II 172 fr. 22 K.]. φησὶ γὰρ τὸν Δαίδαλον κινουμένην ποιῆσαι τὴν ξυλίνην Ἀφροδίτην ἐγχέαντʼ ἄργυρον χυτόν· ὁμοίως δὲ καὶ Δ. λέγει· κινουμένας γάρ φησι τὰς ἀδιαιρέτους σφαίρας, διὰ τὸ πεφυκέναι μηδέποτε μένειν, συνεφέλκειν καὶ κινεῖν τὸ σῶμα πᾶν.
104a
— —Α 5. 409a 32 Δ. κινεῖσθαί φησιν ὑπὸ τῆς ψυχῆς [nämlich τὸ σῶμα] … εἴπερ γὰρ ἔστιν ἡ ψυχὴ ἐν παντὶ τῶι αἰσθανομένωι σώματι, ἀναγκαῖον ἐν τῶι αὐτῶι δύο εἶναι σώματα, εἰ σῶμά τι ἡ ψυχή.
105
AËT. IV 4, 6 (D. 390) Δ., Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ μὲν λογικὸν ἔχουσαν ἐν τῶι θώρακι καθιδρυμένον, τὸ δὲ ἄλογον καθʼ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον. 5, 1 (D. 391 not. Theodoret.) Ἱπποκράτης μὲν γὰρ καὶ Δ. καὶ Πλάτων ἐν ἐγκεφάλωι τοῦτο [τὸ ἡγεμονικὸν] ἱδρῦσθαι. PHILOP. de anima p. 35, 12 ἀμερῆ γάρ φησιν αὐτὴν [n. τὴν ψυχήν] Δ. εἶναι καὶ οὐ πολυδύναμον, ταὐτὸν εἶναι λέγων τὸ νοεῖν τῶι αἰσθάνεσθαι καὶ ἀπὸ μιᾶς ταῦτα προέρχεσθαι δυνάμεως.
ARISTOT. de resp. 4. 471b 30 Δ. δʼ ὅτι μὲν ἐκ τῆς ἀναπνοῆς συμβαίνει τι τοῖς ἀναπνέουσι λέγει, φάσκων κωλύειν ἐκθλίβεσθαι τὴν ψυχήν· οὐ μέντοι ὡς τούτου γʼ ἕνεκα ποιήσασαν τοῦτο τὴν φύσιν οὐθὲν εἴρηκεν· ὅλως γὰρ ὥσπερ καὶ οἱ ἄλλοι φυσικοί, καὶ οὗτος οὐθὲν ἅπτεται τῆς τοιαύτης αἰτίας. λέγει δʼ ὡς ἡ ψυχὴ καὶ τὸ θερμὸν ταὐτόν, τὰ πρῶτα σχήματα τῶν σφαιροειδῶν. συγκρινομένων οὖν αὐτῶν ὑπὸ τοῦ περιέχοντος ἐκθλίβοντος, βοήθειαν γίνεσθαι τὴν ἀναπνοήν φησιν. ἐν γὰρ τῶι ἀέρι πολὺν ἀριθμὸν εἶναι τῶν τοιούτων ἃ καλεῖ ἐκεῖνος νοῦν καὶ ψυχή ν· ἀναπνέοντος οὖν καὶ εἰσιόντος τοῦ ἀέρος συνεισιόντα ταῦτα καὶ ἀνείργοντα τὴν θλίψιν κωλύειν τὴν ἐνοῦσαν ἐν τοῖς ζώιοις διιέναι ψυχήν. καὶ διὰ τοῦτο ἐν τῶι ἀναπνεῖν καὶ ἐκπνεῖν εἶναι τὸ ζῆν καὶ τὸ ἀποθνήισκειν· ὅταν γὰρ κρατῆι τὸ περιέχον συνθλῖβον καὶ μηκέτι θύραθεν εἰσιὸν δυνήται ἀνείργειν, μὴ δυναμένου ἀναπνεῖν, τότε συμβαίνειν τὸν θάνατον τοῖς ζώιοις· εἶναι γὰρ τὸν θάνατον τὴν τῶν τοιούτων σχημάτων ἐκ τοῦ σώματος ἔξοδον ἐκ τῆς τοῦ περιέχοντος ἐκθλίψεως. τὴν δʼ αἰτίαν, διὰ τί ποτε πᾶσι μὲν ἀναγκαῖον ἀποθανεῖν, οὐ μέντοι ὅτε ἔτυχεν, ἀλλὰ κατὰ φύσιν μὲν γήραι, βίαι δὲ παρὰ φύσιν, οὐθὲν δεδήλωκεν.
SEXT. VII 349 οἱ δὲ ἐν ὅλωι τῶι σώματι [εἶναι τὴν διάνοιαν], καθάπερ τινὲς κατὰ Δημόκριτον.
LUCRET. III 370 illud in his rebus nequaquam sumere possis, Democriti quod sancta viri sententia ponit, corporis atque animi primordia, singula privis apposita, alternis variare ac nectere membra.
AËT. IV 7, 4 (D. 393) Δ., Ἐπίκουρος φθαρτὴν [τὴν ψυχὴν] τῶι σώματι συνδιαφθειρομένην.
110
SEXT. VII 369 οἱ μὲν πάντα ἀνηιρήκασι τὰ φαινόμενα ὡς οἱ περὶ Δημόκριτον.
SEXT. VII 140 Διότιμος δὲ τρία κατʼ αὐτὸν ἔλεγεν εἶναι κριτήρια 1) τῆς μὲν τῶν ἀδήλων καταλήψεως τὰ φαινόμενα, … 2) ζητήσεως δὲ τὴν ἔννοιαν, … 3) αἱρέσεως δὲ καὶ φυγῆς τὰ πάθη· τὸ μὲν γὰρ ὧι προσοικειούμεθα, τοῦτο αἱρετόν ἐστιν, τὸ δὲ ὧι προσαλλοτριούμεθα, τοῦτο φευκτόν ἐστιν.
ARISTOT. Metaph. Γ 5. 1009b 7 ἔτι δὲ καὶ πολλοῖς ζώιων ὑγιαίνουσι τἀναντία περὶ τῶν αὐτῶν φαίνεσθαι καὶ ἡμῖν, καὶ αὐτῶι δὲ ἑκάστωι πρὸς αὑτὸν οὐ ταὐτὰ κατὰ τὴν αἴσθησιν ἀεὶ δοκεῖν. ποῖα οὖν τούτων ἀληθῆ ἢ ψευδῆ, ἄδηλον· οὐθὲν γὰρ μᾶλλον τάδε ἢ τάδε ἀληθῆ, ἀλλʼ ὁμοίως. διὸ Δ. γέ φησιν ἤτοι οὐθὲν εἶναι ἀληθὲς ἢ ἡμῖν γʼ ἄδηλον. ὅλως δὲ διὰ τὸ ὑπολαμβάνειν φρόνησιν μὲν τὴν αἴσθησιν, ταύτην δʼ εἶναι ἀλλοίωσιν, τὸ φαινόμενον κατὰ τὴν αἴσθησιν ἐξ ἀνάγκης ἀληθὲς εἶναί φασιν.
PHILOPON. de anima p. 71, 19 εἰ νοῦν ἔλεγον κινῆσαι τὸ πᾶν, πόθεν ὅτι καὶ ψυχῆι τὴν κίνησιν οἰκεῖον εἶναι ἔλεγον; ναί, φησί· ταὐτὸν γὰρ ὑπελάμβανον εἶναι ψυχὴν καὶ νοῦν, ὥσπερ καὶ Δ.· ἔχομεν οὖν τοῦτο ἐναργῶς παρʼ αὐτῶν εἰρημένον ὅτι ταὐτὸν νοῦς καὶ ψυχὴ οὐδαμῶς, ἀλλʼ ἐκ συλλογισμοῦ τοῦτο κατασκευάζει. ὁ μὲν γὰρ Δ., φησί, καὶ πρόδηλός ἐστι τοῦτο βουλόμενος· ἄντικρυς γὰρ εἶπεν ὅτι τὸ ἀληθὲς καὶ τὸ φαινόμενον ταὐτόν ἐστι, καὶ οὐδὲν διαφέρειν τὴν ἀλήθειαν καὶ τὸ τῆι αἰσθήσει φαινόμενον, ἀλλὰ τὸ φαινόμενον ἑκάστωι καὶ τὸ δοκοῦν τοῦτο καὶ εἶναι ἀληθές, ὥσπερ καὶ Πρωταγόρας ἔλεγε, κατά γε τὸν ὀρθὸν λόγον διαφερόντων, καὶ τῆς μὲν αἰσθήσεως καὶ τῆς φαντασίας περὶ τὸ φαινόμενον ἐχούσης, τοῦ δὲ νοῦ περὶ τὴν ἀλήθειαν [vgl. B 11]. εἰ τοίνυν νοῦς μὲν περὶ τὴν ἀλήθειαν, ψυχὴ δὲ ἔχει περὶ τὸ φαινόμενον, τὸ ἀληθὲς δὲ ταὐτόν ἐστι τῶι φαινομένωι, ὡς Δημοκρίτωι δοκεῖ, καὶ ὁ νοῦς ἄρα ταὐτὸν τῆι ψυχῆι. ὡς γὰρ ἔχει ὁ νοῦς πρὸς τὴν ἀλήθειαν, οὕτως ἡ ψυχὴ πρὸς τὸ φαινόμενον· οὐκοῦν καὶ ἐναλλὰξ ὡς τὸ φαινόμενον πρὸς τὴν ἀλήθειαν, οὕτως ὁ νοῦς πρὸς τὴν ψυχήν. εἰ τοίνυν ταὐτὸν τὸ φαινόμενον καὶ τὸ ἀληθές, καὶ ὁ νοῦς ἄρα καὶ ἡ ψυχὴ ταὐτόν.
SEXT. VII 389 πᾶσαν μὲν οὖν φαντασίαν οὐκ 〈ἂν〉 εἴποι τις ἀληθῆ διὰ τὴν περιτροπήν, καθὼς ὅ τε Δ. καὶ ὁ Πλάτων ἀντιλέγοντες τῶι Πρωταγόραι ἐδίδασκον. εἰ γὰρ πᾶσα φαντασία ἐστὶν ἀληθής, καὶ τὸ μὴ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ κατὰ φαντασίαν ὑφιστάμενον ἔσται ἀληθές, καὶ οὕτω τὸ πᾶσαν φαντασίαν εἶναι ἀληθῆ γενήσεται ψεῦδος.
115
AËT. IV 10, 5 (D. 399) Δ. πλείους μὲν εἶναι τὰς αἰσθήσεις τῶν αἰσθητῶν, τῶι δὲ μὴ ἀναλογίζειν [?] τὰ αἰσθητὰ τῶι πλήθει λανθάνειν. Vgl. Lucr. IV 800 quia tenuia sunt, nisi se contendit acute, cernere non potis est animus.
AËT. IV 10, 4 (D. 399) Δ. πλείους εἶναι αἰσθήσεις [τῶν πέντε s. B 11], περὶ τὰ ἄλογα ζῶια καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς.
—IV 4, 7 (D. 390) ὁ δὲ Δ. πάντα μετέχειν φησὶ ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων, διότι ἀεὶ διαφανῶς τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει τοῦ πλείονος διαπνεομένου [vgl. 9, 20]. ALEX. Top. 21, 21 τὰ νεκρὰ τῶν σωμάτων αἰσθάνεται, ὡς ὤιετο Δ.
CIC. Epist. XV 16, 1 fit enim nescio qui, ut quasi coram adesse videare, cum scribo aliquid ad te, neque id κατʼ εἰδώλων φαντασίας, ut dicunt tui amici novi qui putant etiam διανοητικὰς φαντασίας spectris Catianis excitari—nam, ne te fugiat, Catius Insuber Epicurius, qui nuper est mortuus, quae ille Gargettius et iam ante D. εἴδωλα, hic ‘spectra‘ nominathis autem spectris etiamsi oculi possint feriri, quod velis 〈nolis〉 ipsa incurrunt, animus qui possit, ego non video: doceas tu me oportebit, cum salvus veneris, in meane potestate [ut] sit spectrum tuum, ut simulac mihi conlibitum sit de te cogitare, illud occurrat, neque solum de te, qui mihi haeres in medullis, sed si insulam Britanniam coepero cogitare, eius εἴδωλον mihi advolabit ad pectus.
ARISTOT. de sens. 4. 442a 29 Δ. δὲ καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων, ὅσοι λέγουσι περὶ αἰσθήσεως, ἀτοπώτατόν τι ποιοῦσιν· πάντα γὰρ τὰ αἰσθητὰ ἁπτὰ ποιοῦσιν. καίτοι εἰ οὕτω τοῦτʼ ἔχει, δῆλον ὡς καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη ἁφή τίς ἐστιν. THEOPHR. de caus. pl. VI 1, 2 αὐτὸ γὰρ τοῦτο πρῶτον ἔχει τινὰ σκέψιν, πότερον γὰρ τοῖς πάθεσιν τοῖς κατὰ τὰς αἰσθήσεις ἀποδοτέον ἢ ὥσπερ Δ. τοῖς σχήμασιν ἐξ ὧν ἕκαστοι.
120
SIMPL. de caelo p. 564, 24 Δ. δέ, ὡς Θεόφραστος ἐν τοῖς Φυσικοῖς [fr. 13. D. 491] ἱστορεῖ, ὡς ἰδιωτικῶς ἀποδιδόντων τῶν κατὰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὰ τοιαῦτα αἰτιολογούντων ἐπὶ τὰς ἀτόμους ἀνέβη, ὁμοίως δὲ καὶ οἱ Πυθαγόρειοι ἐπὶ τὰ ἐπίπεδα νομίζοντες τὰ σχήματα αἴτια καὶ τὰ μεγέθη τῆς θερμότητος καὶ τῆς ψύξεως· τὰ μὲν γὰρ διακριτικὰ καὶ διαιρετικὰ θερμότητος συναίσθησιν παρέχεσθαι, τὰ δὲ συγκριτικὰ καὶ πιλητικὰ ψύξεως.
ARISTOT. de sens. 2. 438a 5 Δ. δʼ ὅτι μὲν ὕδωρ εἶναί φησι [ὧι ὁρῶμεν], λέγει καλῶς, ὅτι δʼ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν οὐ καλῶς … ἀλλὰ καθόλου περὶ τῶν ἐμφαινομένων καὶ ἀνακλάσεως οὐδέν πω δῆλον ἦν, ὡς ἔοικεν. ἄτοπον δὲ καὶ τὸ μὴ ἐπελθεῖν αὐτῶι ἀπορῆσαι, διὰ τί ὁ ὀφθαλμὸς ὁρᾶι μόνον, τῶν δʼ ἄλλων οὐδέν, ἐν οἷς ἐμφαίνεται τὰ εἴδωλα.
—de anima Β 7. 419a 15 οὐ γὰρ καλῶς τοῦτο λέγει Δ. οἰόμενος εἰ γένοιτο κενὸν τὸ μεταξύ, ὁρᾶσθαι ἂν ἀκριβῶς, εἰ μύρμηξ ἐν τῶι οὐρανῶι εἴη.
—de gener. et corr. Α 2. 316a 1 διὰ χροιὰν οὔ φησιν εἶναι· τροπῆι γὰρ χρωματίζεσθαι.
AËT. I 15, 11 (D. 314) οἱ δὲ τὰ ἄτομα, πάντα συλλήβδην ἄχροα, ἐξ ἀποίων δὲ τῶν λόγωι θεωρητῶν τὰς αἰσθητὰς ἀποφαίνονται γίνεσθαι ποιότητας.
125
—I 15, 8 (D. 314) Δ. φύσει μὲν μηδὲν εἶναι χρῶμα· τὰ μὲν γὰρ στοιχεῖα ἄποια, τά τε ναστὰ καὶ τὸ κενόν· τὰ δὲ ἐξ αὐτῶν συγκρίματα κεχρῶσθαι διαταγῆι τε καὶ ῥυθμῶι καὶ προτροπῆι, ὧν ἡ μέν ἐστι τάξις ὁ δὲ σχῆμα ἡ δὲ θέσις· παρὰ ταῦτα γὰρ αἱ φαντασίαι. τούτων δὲ τῶν πρὸς τὴν φαντασίαν χρωμάτων τέτταρες αἱ διαφοραί, λευκοῦ μέλανος ἐρυθροῦ ὠχροῦ.
ARISTOT. de sens. 4. 442b 11 τὸ γὰρ λευκὸν καὶ τὸ μέλαν τὸ μὲν τραχύ φησιν εἶναι τὸ δὲ λεῖον, εἰς δὲ τὰ σχήματα ἀνάγει τοὺς χυμούς.
126a
PORPH. in Ptolem. Harm. p. 32, 6 D. οὐ .. καθάπερ ἡ ὅρασις ἐκπέμπουσα ἐπὶ τὸ ὑποκείμενον τὴν ὄψιν κατὰ διάδοσιν, ὥς φασιν οἱ μαθηματικοί, τὴν ἀντίληψιν ποιεῖται τοῦ ὑποκειμένου, οὕτω που καὶ ἡ ἀκοή, ἀλλʼ, ὥς φησιν Δ., ἐκδοχεῖον μύθων οὖσα μένει τὴν φωνὴν ἀγγείου δίκην. ἥδε γὰρ εἰσκρίνεται καὶ ἐνρε ῖ, παρʼ ἣν αἰτίαν καὶ θᾶττον ὁρῶμεν ἢ ἀκούομεν. ἀστραπῆς γὰρ καὶ βροντῆς ἅμα γενομένης τὴν μὲν ὁρῶμεν ἅμα τῶι γενέσθαι, τὴν δʼ οὐκ ἀκούομεν ἢ μετὰ πολὺ ἀκούομεν, οὐ παρʼ ἄλλο τι συμβαῖνον ἢ παρὰ τὸ τῆι μὲν ὄψει ἡμῶν ἀπαντᾶν τὸ φῶς, τὴν δὲ βροντὴν παραγίνεσθαι ἐπὶ τὴν ἀκοὴν ἐκδεχομένης τῆς ἀκοῆς τὴν βροντήν.
SCHOL. DIONYS. THRAC. p. 482, 13 Hilg. ὁ δὲ Ἐπίκουρος καὶ ὁ Δ. καὶ οἱ Στωικοὶ σῶμά φασι τὴν φωνήν.
AËT. IV 19, 13 (D. 408) Δ. καὶ τὸν ἀέρα φησὶν εἰς ὁμοιοσχήμονα θρύπτεσθαι σώματα καὶ συγκαλινδεῖσθαι τοῖς ἐκ τῆς φωνῆς θραύσμασι. ʼκολοιὸσʼ γὰρ ʼπαρὰ κολοιὸν ἱζάνειʼ καὶ ʼὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖονʼ [p 218]. καὶ γὰρ ἐν τοῖς αἰγιαλοῖς αἱ ὅμοιαι ψῆφοι κατὰ τοὺς αὐτοὺς τόπους ὁρῶνται κατʼ ἄλλο μὲν αἱ σφαιροειδεῖς, κατʼ ἄλλο δὲ αἱ ἐπιμήκεις· καὶ ἐπὶ τῶν κοσκινευόντων δὲ ἐπὶ τὸ αὐτὸ συναλίζεται τὰ ὁμοιοσχήμονα, ὥστε χωρὶς εἶναι τοὺς κυάμους καὶ ἐρεβίνθους. ἔχοι δʼ ἄν τις πρὸς τούτους εἰπεῖν· πῶς ὀλίγʼ ἂν θραύσματα πνεύματος μυρίανδρον ἐκπληροῖ θέατρον;
THEOPHR. de caus. plant. VI 1, 6 Δ. δὲ σχῆμα περιτιθεὶς ἑκάστωι [sc. χυμῶι] γλυκὺν μὲν τὸν στρογγύλον καὶ εὐμεγέθη ποιεῖ. στρυφνὸν δὲ τὸν μεγαλόσχημον τραχύν τε καὶ πολυγώνιον καὶ ἀπεριφερῆ. ὀξὺν δὲ κατὰ τοὔνομα τὸν ὀξὺν τῶι ὄγκωι καὶ γωνοειδῆ καὶ καμπύλον καὶ λεπτὸν καὶ ἀπεριφερῆ. δριμὺν δὲ τὸν περιφερῆ καὶ λεπτὸν καὶ γωνοειδῆ καὶ καμπύλον. ἁλμυρὸν δὲ τὸν γωνοειδῆ καὶ εὐμεγέθη καὶ σκολιὸν καὶ ἰσοσκελῆ. πικρὸν δὲ τὸν περιφερῆ καὶ λεῖον ἔχοντα σκολιότητα μέγεθος δὲ μικρόν. λιπαρὸν δὲ τὸν λεπτὸν καὶ στρογγύλον καὶ μικρόν.
130
— —VI 2, 1 τάχα δʼ ἂν δόξειεν, ὥσπερ ἐλέχθη, καὶ ταῦτα ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων οὕτως ἀποδιδοὺς 〈τὰς διαφορὰσ〉 οἴεται τὰς αἰτίας ἀποδιδόναι, διʼ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν, ὁ δὲ λεαίνει καὶ ὁμαλύνει καὶ καθίστησιν, ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δρᾶι. πλὴν ἴσως ἐκεῖνα ἄν τις ἐπιζητήσειε περὶ τούτων, ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποῖόν τι. δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν. ἀλλὰ καὶ τὸ πάσχον, ἄλλως τʼ ‘ εἰ καὶ μὴ πᾶσιν ὁ αὐτὸς [sc. χυμὸς] ὁμοίως φαίνεται ‘ καθάπερ φησίν. οὐθὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώιων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.
THEOPHR. d. c. pl. VI 2, 3 ἄτοπον δὲ κἀκεῖνο τοῖς τὰ σχήματα λέγουσιν ἡ τῶν ὁμοίων διαφορὰ κατὰ μικρότητα καὶ μέγεθος εἰς τὸ μὴ τὴν αὐτὴν ἔχειν δύναμιν. οὐ γὰρ ἐπὶ τῆς μορφῆς ἀλλὰ τῶν ὄγκων αἱ δυνάμεις, οὓς εἰς μὲν τὸ διαβιάσασθαι καὶ ἁπλῶς τὸ μᾶλλον καὶ τὸ ἧττον τάχʼ ἄν τις ἀποδοίη, εἰς δὲ τὸ μὴ ταὐτὸ δύνασθαι μηδὲ ποιεῖν οὐκ εὔλογον, ἐπεὶ ἐν τοῖς σχήμασιν αἱ δυνάμεις. εἰ γὰρ ὁμοιόσχημα ταῦτα, ταὐτὸν ἂν εἴη τὸ ὑπάρχον, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις.
— —VI 7, 2 Δημοκρίτωι μέν γε πῶς ποτε ἐξ ἀλλήλων ἡ γένεσις [sc. τῶν χυμῶν], ἀπορήσειεν ἄν τις. ἀνάγκη γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρχόντων οἷον τῶν τε τοῦ στρυφνοῦ καὶ ὀξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι (τὰ 〈ἑκάσ〉των πρότερʼ ὄντʼ ἀεί, τὰ δʼ οἰκεῖα καθʼ ἕκαστον), θάτερα δὲ ὑπομένειν, ἢ τρίτον τὰ μὲν ἐξιέναι τὰ δʼ ἐπεισιέναι. ἐπεὶ δʼ ἀδύνατον μετασχηματίζεσθαι (τὸ γὰρ ἄτομον ἀπαθές), λοιπὸν τὰ μὲν εἰσιέναι τὰ δʼ ἐξιέναι 〈ἢ τὰ μὲν ὑπομένειν τὰ δʼ ἐξιέναι〉. ἄμφω δὲ ταῦτα ἄλογα· προσαποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν.
—de odor. 64 τί δή ποτε Δ. τοὺς μὲν χυμοὺς πρὸς τὴν γεῦσιν ἀποδίδωσι, τὰς δʼ ὀσμὰς καὶ τὰς χρόας οὐχ ὁμοίως πρὸς τὰς ὑποκειμένας αἰσθήσεις; ἔδει γὰρ ἐκ τῶν σχημάτων.
SEXT. Pyrrh. h. II 63 ἐκ τοῦ τὸ μέλι τοῖσδε μὲν πικρὸν τοῖσδε δὲ γλυκὺ φαίνεσθαι ὁ μὲν Δ. ἔφη μήτε γλυκὺ αὐτὸ εἶναι μήτε πικρόν.