Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Erasistratus: Fragments and Testimonia

Library › Greek: Science & Medicine › Fragments and Testimonia

Erasistratus of Ceos was, with Herophilus, one of the two great physicians of the early Hellenistic period, active in the first half of the third century BC, linked with the Seleucid court and usually with Alexandria, and known for his work on human anatomy. His many medical writings are lost. This collection, edited by Ivan Garofalo (1988), gathers the ancient testimonies and fragments from later writers, above all Galen, who argued against him at length, beginning with the Suda's account of how he diagnosed King Antiochus' lovesickness for Stratonice.

Erasistratus distinguished sensory and motor nerves, described the valves of the heart and its action as a pump, and explained the body's workings through pneuma carried in the arteries and blood in the veins. He opposed bloodletting in favour of diet and regimen. These fragments show one of antiquity's most original anatomists and physiologists at work.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Garofalo, Erasistrati Fragmenta (1988), frr. 1–293). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Science & Medicine
Fragments and Testimonia
Erasistratus · Part 1 · every word parsed
1A (1t)
Suidae Lexicon II 402 Adler Ἐρασίστρατος. Ἰουλιήτης, ἀπὸ Ἰουλιάδος πόλεως Κέω τῆς νήσου χρηματίζει οὖν Κήιος, υἱὸς κρητοξένης. τῆς Μηδίου τοῦ ἰατροῦ ἀδελφῆς, καὶ Κλεομβρότου. Οὗτος Ἀντίοχον τὸν βασιλέα νοσοῦντα ὑπὸ τοῦ τῆς μητρυιᾶς Στρατονίκης πόθου ἰάσατο, εὑρὼν τὸ πάθος ἐκ τοῦ σχεῖν τὴν χεῖρα ἐπὶ τὴν καρδίαν αὐτοῦ καὶ τὸν παλμὸν συνεικάσαι. ὁσάκις γὰρ ἔβλεπεν ὁ Ἀντίοχος τὴν μητρυιὰν τυχὸν διεξερχομένην ἐπάλλετο τὴν καρδίαν μάλιστα τῷ ταύτης ἔρωτι. τέθαπται δὲ πρὸς τῷ ὄρει τῇ Μυκάλῃ καταντικρὺ Σάμου. ἔγραψεν ἰατρικὰ βιβλία θʹ.
2B (1t)
Georgius Syncellus Ecloge chronographica 520, 16 p. 330, 13 Mosshammer Olymp. 130, 2 Ἐρασίστρατος διαφανὴς ἰατρὸς ἐπὶ Σελεύκου ἐγνωρίζετο, ὃς διαγνοὺς Ἀντίοχον τὸν Σελεύκου παῖδα δεινῶς νοσοῦντα διʼ ἔρωτα τὸν πρὸς τὴν Σελεύκου τοῦ πατρὸς γαμετὴν θυγατέρα Δημητρίου ἐθαυμαστώθη. ὅθεν καὶ Σέλευκος τῷ πάθει περιαλγήσας παραχωρεῖ τῷ παιδὶ Ἀντιόχῳ τὴς γαμετῆς.
3 (1t)
Stobaeus Anthologium III 7, 57 p. 325 Hense Ἐρασίστρατος ὁ Κῷος ἤδη γεραιὸς ὢν ἕλκος ἐπὶ τοῦ ποδὸς δυσίατον ἔχων “εὖγε” εἶπεν “ὅτι τῆς πατρίδος ὑπομιμνήσκομαι”, καὶ κώνειον πιὼν κατέστρεψεν.
4A (1t)
Strabo IX 5, 6 p. 110 Lasserre Ἐκ δὲ τῆς Ἰουλίδος ὅ τε Σιμωνίδης ἦν ὁ μελοποιὸς καὶ Βακχυλίδης. ἀδελφιδοῦς ἐκείνου. καὶ μετὰ ταῦτα Ἐρασίστρατος ὁ ἰατρὸς καὶ τῶν ἐκ τοῦ Περιπάτου φιλοσόφων Ἀρίστων. ὁ τοῦ Βορυσθενίτου Βίωνος ζηλωτής. Παρὰ τούτοις δὲ δοκεῖ τεθῆναί ποτε νόμος. οὗ μέμνηται καὶ Μένανδρος· καλὸν τὸ Κείων νόμιμόν ἐστι. Φανία· ὁ μὴ δυνάμενος ζῆν καλῶς οὐ ζῇ κακῶς. Προσέταττε γάρ. ὡς ἔοικεν. ὁ νόμος τοὺς ὑπὲρ ἑξήκοντα ἔτη γεγονότας κωνειάζεσθαι τοῦ διαρκεῖν τοῖς ἄλλοις τὴν τροφήν.
4B (1t)
Stephanus Byzantius Ethnica p. 335 Meineke Ἰουλίς, πόλις ἐν Κέῳ τῇ νήσῳ, ἀπὸ Ἰουλίδος κρήνης. ἀφʼ ἧς Σιμωνίδης ἐστὶν ὁ μελοποιὸς καὶ Βακχυλίδης ὁ ἀδελφιδοῦς ἐκείνου καὶ Ἐρασίστρατος ἰατρὸς μετὰ ταῦτα.
5 (1t)
Sextus Empiricus Adv. math. I 258 Mau Πυθιὰς δὲ ἡ Ἀριστοτέλους θυγάτηρ τρισὶν ἀνδράσιν ἐγαμήθη, πρῶτον μὲν Νικάνορι τῷ Σταγειρίτῃ, οἰκείῳ ὄντι Ἀριστοτέλους, δευτέρῳ δὲ Προκλεῖ Δημαράτου τοῦ Λακεδαιμονίων βασιλέως ἀπογόνῳ, ὃς καὶ δύο ἐξ αὐτῆς τεκνοῦται παῖδας. Προκλέα τε καὶ Δημάρατον τοὺς παρὰ Θεοφράστῳ φιλοσοφήσαντας, τρίτῳ δὲ Μητροδώρῳ ἰατρῷ, Χρυσίππου μὲν τοῦ Κνιδίου μαθητῇ Ἐρασιστράτου δὲ ὑφηγητῇ, ᾧ γίνεται παῖς Ἀριστοτέλης.
6 (1t)
Gal. Nat. fac. II 5, II 90 K SM III 166, 12 Helmreich καὶ μὴν εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ Περιπάτου δοκεῖ. καθάπερ οὖν δοκεῖ, μηδὲν δʼ αὐτῶν ἀρέσκει τῷ Ἐρασιστράτῳ. τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις ἡ πρὸς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία;
7 (1t)
Diogenes Laertius V 57 p. 228 Long Ἀκοῦσαι δʼ αὐτοῦ (sc. Theophrasti) καὶ Ἐρασίστρατον εἰσὶν οἱ λέγουσιν, καὶ εἰκός.
10 (1t)
Diogenes Laertius VII 186 I 381 Long Γέγονε δὲ καὶ ἄλλος Χρύσιππος κνίδιος ἰατρός, παρʼ οὗ φησιν Ἐρασίστρατος τὰ μάλιστα ὠφελῆσθαι. καὶ ἕτερος υἱὸς τούτου, ἰατρὸς Πτολεμαίου, ὃς διαβληθεὶς περιήχθη καὶ μαστιγούμενος ἐκολάσθη· ἄλλος μαθητὴς Ἐρασιστράτου καί τις Γεωργικὰ γεγραφώς.
11 (1t)
Scholia in Theocriti Idyl. XI p. 240 Wendel προσδιαλέγεται δὲ ὁ Θεόκριτος Νικίᾳ τινὶ ἰατρῷ Μιλησίῳ τὸ γένος. οὗ καὶ ποιημάτιον φέρεται ἀντιγεγραμμένον πρὸς Θεοκρίτου Κύκλωπα, οὗ ἡ ἀρχή· ʼἦν ἄρʼ ἀληθὲς τοῦτο, Θεόκριτε· οἱ γὰρ Ἔρωτες ποιητὰς πολλοὺς ἐδίδαξαν τὸ πρὶν ἀμούσους.ʼ ἔγραψε δὲ καὶ ἐπιγράμματα ὁ αὐτός. γέγονε δὲ συμφοιτητὴς Ἐρασιστράτου τοῦ Ἰουλιήτου, ὥς φησι Διονύσιος ὁ Ἐφέσιος ἐν τῇ τῶν ἰατρῶν ἀναγραφῇ.
13 (1t)
Gal. In Hipp. Aphor. XVIII A 7, 2 K ταυτὶ μὲν οὖν ὁ Ἐρασίστρατος εἶπεν, οὐκ οἶδα τί δόξαν αὐτῷ προσθεὶς τοῖς ἀπέπτοις διαχωρήμασι “αἱματώδη τε καὶ μυξώδη”. τοῦτο γὰρ οὐδεὶς προσέθηκεν οὔτε τῶν κατὰ τὸν αὐτὸν αὐτῷ γενομένων χρόνων ἐπιφανεστάτων, οἷον φυλότιμος, Ἡρόφιλος. Εὔδημος, οὔτε τῶν μετʼ αὐτὸν γενομένων τις ἄχρι τῶν νεοτέρων τούτων τῶν περὶ τὸν Ἀρχιγένην, οὐ μὴν οὐδʼ, ὡς αὐτὸς εἶπεν, οἱ πρότερον ἰατροί, τουτέστιν ὅσοι πρεσβύτεροι τῶν Ἐρασιστράτου χρόνων.
14 (1t)
[Gal.] Introductio XIV 683, 6 K Προέστησαν δὲ τῆς λογικῆς αἱρέσεως Ἱπποκράτης Κῷος, ὃς καὶ αἱρεσιάρχης ἐγένετο καὶ πρῶτος συνέστησε τὴν λογικὴν αἵρεσιν. μετὰ δὲ τοῦτον Διοκλῆς ὁ καρύστιος, Πραξαγόρας Κῷος, Ἡρόφιλος Χαλκηδόνιος, Ἐρασίστρατος Χῖος, Μνησίθεος Ἀθηναῖος, Ἀσκληπιάδης Βιθυνὸς Κιανός, ὃς καὶ Προυσίας ἐκαλεῖτο, Ἀθηναῖος Ἀτταλεὺς τῆς Παμφυλίας.
15 (1t)
Codex Paris. graec. 2286 f. 104 Cramer Anecd. Paris. I 395 Καὶ πόσοι οἱ συστησάμενοι τὴν λογικήν; πέντε. τίνες οὗτοι; Ἰπποκράτης ὁ κῶος. Πραξαγόρας, φιλότιμος, Ἐρασίστρατος καὶ Ἀσκληπιάδης
18 (1t)
Gal. De plac. Hipp. et Plat. V 651 M CMG V 4 1, 2 p. 480, De Lacy Πρῶτοι οὗν μακρολογίας αἴτιοι κατέστησαν οἱ καταψευσάμενοι τῶν φαινομένων, οὐκ Ἱπποκράτης ἢ Ἐρασίστρατος ἢ Εὔδημος ἢ Ἡρόφιλος ἢ Μαρῖνος ὁ μετὰ τοὺς παλαιοὺς ἐν τῷ μεταξὺ χρόνῳ τὴν ἀνατομικὴν θεωρίαν ἠμελημένην ἀνακτησάμενος·
19 (1t)
Gal. In Hipp. De nat. hom. CMG V 9, 1 p. 69, 30 Mewaldt οὐδεὶς δʼ ἄλλος εἶπεν ἰατρὸς ὀκτὼ φλέβας ἀπὸ 〈τῆσ〉 κεφαλῆς ἐπὶ τὰ κάτω τοῦ σώματος ἥκειν οὔτε τῶν ἧττον οὔτε τῶν μᾶλλον ἀκριβῶς ἀνατεμνόντων, οὐ Διοκλῆς, οὐ Πραξαγόρας, οὐκ Ἐρασίστρατος, οὐ Πλειστόνικος, οὐ φυλότιμος, οὐ Μνησίθεος, οὐ Διεύχης, οὐ Χρύσιππος, οὐκ Ἀριστογένης ἢ Μήδειος ἢ Εὐρυφῶν. οὐκ ἄλλος τις ἰατρὸς τῶν ἀρχαίων, τί 〈δὲ〉 δεῖ λέγειν ἔτι περὶ τῶν μετʼ αὐτοὺς ἐπὶ πλεῖστον αὐξησάντων τὴν ἀνατομικὴν θεωρίαν, ὡς Ἡρόφιλός τε καὶ Εὔδημος;
20A (1t)
Marcellinus De pulsibus v. 45 p. 456 Schoene μετὰ δὲ τοῦτο (sc. post Hippocratem) Αἰγίμιός τε καὶ Χρύσιππος, ἔπειτα Ἐρασίστρατος τελειότερον καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ἥψαντο σφυγμοῦ 〈…..〉 ὅθεν μοι δοκεῖ καὶ τῆς διʼ ἐκκρίσεων σημειώσεως τὰ πολλὰ καταμελήσας συνθέσθαι τῇ διὰ σφυγμῶν θεωρίᾳ.
20B (1t)
Marcellinus De pulsibus v. 71 p. 457 Schoene οὔτε Ἱπποκράτης οὔτε Αἰγίμιος, ἀλλʼ οὐδὲ Χρύσιππος οὐδὲ Ἐρασίστρατος ὡρίσαντο ὅρον σφυγμοῦ.
22 (1t)
Plutarchus De curiositate 518 C III 320 Pohlenz οὕτω δʼ ἑκάστῳ λυπηρόν ἐστι ἡ τῶν περὶ αὐτὸν κακῶν ἀνακάλυψις ὥστε πολλοὺς ἀποθανεῖν πρότερον ἢ δεῖξαί τι τῶν ἀπορρήτων νοσημάτων ἰατροῖς φέρε γὰρ Ἡρόφιλον ἢ Ἐρασίστρατον ἢ τὸν Ἀσκληπιὸν αὐτόν, ὅτʼ ἦν ἄνθρωπος, ἔχοντα τὰ ὄργανα κατʼ οἰκίαν προσιστάμενον ἀνακρίνειν, μή τις ἔχει σύριγγα παρὰ δακτύλιον ἢ γυνὴ καρκίνον ἐν ὑστέρᾳ· καίτοι σωτήριόν ἐστι τῆς τέχνης ταύτης τὸ πολύπραγμον, ἀλλὰ πᾶς τις, οἶμαι τὸν τοιοῦτον ἀπήλασεν.
23 (1t)
Themistius Epitaphius in patrem 238a p. 10, 14 Schenkl—Downey οἷον εἴ τις ὑγιαίνειν τὸ σῶμα αὑτῷ ἐπιθυμῶν φάρμακα μὲν συνάγοι καὶ βοτάνας, ὁπόσαι ἱκαναὶ τριβόμεναι καὶ μιγνύμεναι ἀλλήλαις βοηθεῖν τῇ τοῦ σώματος πονηρίᾳ, καὶ σιδήρια δὲ ἰατρικὰ φιλοτίμως κατασκευάζοιτο, ἔχοι δὲ λέγειν καὶ ὅσα Ἱπποκράτης ὁ Κῶος καὶ ὅσα Ἐρασίστρατος καὶ ὅσα Διοκλῆς ἐν τοῖς γράμμασιν παραγγέλλουσιν ὑπὲρ ὑγείας.
25 (1t)
Plutarchus Vita Demetrii 38, 2 907a p. 60, 9 Flacelière—Chambry Συνέβη γάρ. ὡς ἔοικε. τὸν Ἀντίοχον ἐρασθέντα τῆς Στρατονίκης νέας οὔσης. ἤδη δὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου. διακεῖσθαι κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθει διαμαχόμενον, τέλος δʼ ἑαυτοῦ καταγνόντα δεινῶν μὲν ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν, κεκρατῆσθαι δὲ τῷ λογισμῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου ζητεῖν καὶ παραλύειν ἀτρέμα καὶ θεραπείας ἀμελείᾳ καὶ τροφῆς ἀποχῇ τὸ σῶμα. νοσεῖν τινα νόσον σκηπτόμενον. Ἐρασίστρατον δὲ τὸν ἰατρὸν αἰσθέσθαι μὲν οὐ χαλεπῶς ἐρῶντος αὐτοῦ, τὸ δʼ οὕτινος ἐρᾷ δυστόπαστον ὂν ἐξανευρεῖν βουλόμενον ἀεὶ μὲν ἐν τῷ δωματίῳ διημερεύειν, εἰ δέ τις εἰσίοι τῶν ἐν ὥρᾳ μειρακίων ἢ γυναικῶν, ἐγκαθορᾶν τε τῷ προσώπῳ τοῦ Ἀντιόχου καὶ τὰ συμπάσχειν μάλιστα τῇ ψυχῇ τρεπομένῃ πεφυκότα μέρη καὶ κινήματα τοῦ σώματος ἐπισκοπεῖν. Ὡς οὖν τῶν μὲν ἄλλων εἰσιόντων ὁμοίως εἶχε, τῆς δὲ Στρατονίκης καὶ καθʼ ἑαυτὴν καὶ μετὰ τοῦ Σελεύκου φοιτώσης πολλάκις ἐγίνετο τὰ τῆς Σαπφοῦς ἐκεῖνα περὶ αὐτὸν πάντα. Φωνῆς ἐπίσχεσις. ἐρύθημα πυρῶδες. ὄψεων ὑπολήψεις. ἱδρῶτες ὀξεῖς, ἀταξία καὶ θόρυβος ἐν τοῖς σφυγμοῖς. τέλος δὲ τῆς ψυχῆς κατὰ κράτος ἡττημένης ἀπορία καὶ θάμβος καὶ ὠχρίασις. ἐπὶ τούτοις προσλογιζόμενον τὸν Ἐρασίστρατον κατὰ τὸ εἰκὸς ὡς οὐκ ἂν ἑτέρας ἐρῶν βασιλέως υἱὸς ἐνεκαρτέρει τῷ σιωπᾶν μέχρι θανάτου. χαλεπὸν μὲν ἡγεῖσθαι τὸ φράσαι ταῦτα καὶ κατειπεῖν. οὐ μὴν ἀλλὰ πιστεύοντα τῇ πρὸς τὸν υἱὸν εὐνοίᾳ τοῦ Σελεύκου παρακινδυνεῦσαί ποτε καὶ εἰπεῖν ὡς ἔρως μὲν εἴη τοῦ νεανίσκου τὸ πάθος, ἔρως δʼ ἀδύνατος καὶ ἀνίατος· Ἐκπλαγέντος δʼ ἐκείνου καὶ πυθομένου πῶς ἀνίατος· “ὅτι νὴ Δία” φάναι τὸν Ἐρασίστρατον “ἐρᾷ τῆς ἐμῆς γυναικός.” “εἶτʼ οὐκ οὖν ἂν” εἰπεῖν τὸν Σέλευκον “ἐπιδοίης, Ἐρασίστρατε. τῷ ἐμῷ παιδὶ φίλος ὢν τὸν γάμον. καὶ ταῦθʼ ὁρῶν ἡμᾶς ἐπὶ τούτῳ μόνῳ σαλεύοντας;” “οὐδὲ γὰρ ἂν σύ” φάναι “τοῦτο πατὴρ ὢν ἐποίησας, εἰ Στρατονίκης Ἀντίοχος ἐπεθύμησε” καὶ τὸν Σέλευκον “εἶθε γάρ, ἑταῖρε.” εἰπεῖν “ταχὺ μεταστρέψαι τις ἐπὶ ταῦτα καὶ μεταβάλοι θεῶν ἢ ἀνθρώπων τὸ πάθος· ὡς ἐμοὶ καὶ τὴν βασιλείαν ἀφεῖναι καλὸν Ἀντιόχου περιεχομένῳ” ταῦτʼ ἐμπαθῶς σφόδρα τοῦ Σελεύκου καὶ μετὰ πολλῶν δακρύων λέγοντος. ἐμβαλόντα τὴν δεξιὰν αὐτῷ τὸν Ἐρασίστρατον εἰπεῖν ὡς οὐδὲν Ἐρασιστράτου δέοιτο· καὶ γὰρ πατὴρ ὢν καὶ βασιλεὺς αὐτὸς ἅμα καὶ ἰατρὸς εἴη τῆς οἰκίας ἄριστος.
26 (1t)
Appianus Syr. 59, 308 I 408, 12 Viereck—Roos ὁ δὲ Σέλευκος τὸν υἱὸν Ἀντίοχον, περιὼν ἔτι, τῆς ἄνω γῆς βασιλεύειν ἀπέφηνεν ἀνθʼ ἑαυτοῦ. καὶ εἴ τῳ μεγαλόφρον εἶναι τόδε φαίνεται καὶ βασιλικόν, μεγαλοφρονέστερον ἔτι καὶ σοφώτερον ἤνεγκε τὸν ἔρωτα τοῦ παιδὸς καὶ τὴν εἰς τὸ πάθος αὐτοῦ σωφροσύνην. ἤρα μὲν γὰρ Ἀντίοχος Στρατονίκης, τῆς αὐτοῦ Σελεύκου γυναικός, μητρυιᾶς οἱ γενομένης καὶ παῖδα ἤδη τῷ Σελεύκῳ πεποιημένης, συγγινώσκων δὲ τὴν ἀθεμιστίαν τοῦ πάθους οὔτε ἐπεχείρει τῷ κακῷ οὔτε προὔφερεν, ἀλλʼ ἐνόσει καὶ παρεῖτο καὶ ἑκὼν ἐς τὸν θάνατον συνήργει. οὐδʼ ὁ περιώνυμος ἰατρὸς Ἐρασίστρατος, ἐπὶ μεγίσταις συντάξεσι Σελεύκῳ συνών, εἶχε τεκμήρασθαι τοῦ πάθους, μέχρι φυλάξας καθαρὸν ἐκ πάντων τὸ σῶμα εἴκασεν εἶναι τῆς ψυχῆς τὴν νόσον, ᾗ δὴ καὶ ἐρρωμένῃ καὶ νοσούσῃ τὸ σῶμα συναίσθεται. λύπας μὲν οὖν καὶ ὀργὰς καὶ ἐπιθυμίας ἄλλας ὁμολογεῖσθαι, ἔρωτα δʼ ἐπικρύπτεσθαι πρὸς τῶν σωφρόνων. οὐδὲν δὲ οὐδʼ ὣς τοῦ Ἀντιόχου φράζοντος αὐτῷ, λιπαροῦντι μαθεῖν ἐν ἀπορρήτῳ, παρεκαθέζετο καὶ ἐφύλασσε τὰς τοῦ σώματος μεταβολάς, ὅπως ἔχοι πρὸς ἕκαστον τῶν εἰσιόντων, ὡς δὲ εὗρεν ἐπὶ μὲν τῶν ἄλλων σβεννύμενον αἰεὶ τὸ σῶμα καὶ μαραινόμενον ὁμαλῶς, ὅτε δὲ ἡ Στρατονίκη παρίοι πρὸς αὐτὸν ἐπισκεψομένη, τὴν μὲν γνώμην ὑπʼ αἰδοῦς καὶ συνειδότος τότε μάλιστα αὐτὸν ἐνοχλούμενον καὶ σιωπῶντα, τὸ δὲ σῶμα καὶ ἄκοντος αὐτοῦ θαλερώτερόν τε γινόμενον αὐτῷ καὶ ζωτικώτερον καὶ αὖθις ἀπιούσης ἀσθενέστερον, ἔφη τῷ Σελεύκῳ τὸν υἱὸν ἀνιάτως ἔχειν αὐτῷ. ὑπεραλγήσαντος δὲ τοῦ βασιλέως καὶ ἐκβοήσαντος εἶπεν· “ἔρως ἐστὶ τὸ πάθος καὶ ἔρως γυναικός, ἀλλʼ ἀδύνατος” Σελεύκου δὲ θαυμάσαντος, εἴ τινα μὴ δύναιτο πεῖσαι Σέλευκος, ὁ τῆς Ἀσίας βασιλεύς, ἐπὶ γάμῳ τοιοῦδε παιδός, ἱκεσία τε καὶ χρήμασι καὶ δωρεαῖς καὶ ὅλῃ τῇ τοσῇδε βασιλείᾳ, περιιούσῃ μὲν ἐς τόνδε τὸν κάμνοντα βασιλέα, δοθησομένῃ δὲ καὶ ἀντὶ τῆς σωτηρίας, εἰ ἤδη τις ἐθέλοι, καὶ μόνον ἀξιοῦντος μαθεῖν, τίς ἔστι τὸ γύναιον, ὁ Ἐρασίστρατος ἔφη· “τῆς ἐμῆς γυναικὸς ἐρᾷ.” καὶ ὁ Σέλευκος “εἶτʼ, ὦ ʼγαθέ”, ἔφη, “φιλίας μὲν οὕτω καὶ χαρίτων ἔχων ἐφʼ ἡμῖν, ἀρετῆς δὲ καὶ σοφίας ἐν ὀλίγοις, οὐ σώσεις μοι τὸν ἄνδρα καὶ βασιλικόν, φίλου καὶ βασιλέως υἱόν, ἀτυχοῦντα καὶ σωφρονοῦντα καὶ τὸ κακὸν ἐπικρύπτοντα καὶ προτιμώμενον αὑτῷ θανάτου, ἀλλʼ ὑπερόψει μὲν οὕτως Ἀντίοχον, ὑπερόψει δʼ ἐπʼ αὐτῷ καὶ Σέλευκον;” ὃ δʼ ἀπομαχόμενος εἶπε λόγον ὡς ἄφυκτον, ὅτι “μηδʼ ἂν σύ, καίπερ ὢν πατήρ, τῆς σῆς Ἀντίοχος εἰ ἤρα γυναικός, μεθῆκας ἂν αὐτῷ τὴν γυναῖκα.” ἔνθα δὴ πάντας ὤμνυ τοὺς βασιλικοὺς θεοὺς ὁ Σέλευκος, ἦ μὴν ἑκὼν ἂν καὶ χαίρων μεθεῖναι καὶ διήγημα γενέσθαι καλὸν εὐνοίας ἀγαθοῦ πατρὸς ἐς παῖδα σώφρονα καὶ ἐγκρατῆ τοῦ κακοῦ καὶ ἀνάξιον τῆς συμφορᾶς. πολλά τε ὅμοια ἐπενεγκὼν ἤρξατο ἄχθεσθαι, ὅτι μὴ αὐτὸς αὑτῷ γίνοιτο ἰατρὸς ἀτυχοῦντι, ἀλλὰ καὶ ἐς ταῦτα δέοιτο Ἐρασιστράτου. ὁ δʼ, ἐπεὶ κατεῖδε τὴν ὁρμὴν βασιλέως ἔργον ὑποφαίνουσαν, οὐκ ὑπόκρισιν, ἀνεκάλυπτε τὸ πάθος καί, ὅπως αὐτὸ εὕροι κρυπτόμενον, διηγεῖτο. Σελεύκῳ δὲ ἡσθέντι ἔργον μὲν ἐγένετο πεῖσαι τὸν υἱόν, ἔργον δʼ ἐπʼ ἐκείνῳ τὴν γυναῖκα.
27A (1t)
Gal. In Hipp. Progn. CMG V 9, 2 p. 218, 19 Heeg μήτʼ οὖν οἰώμεθα τὴν ἐπιληψίαν θεῖον εἶναι νόσημα μηδὲ τὸν ἔρωτα· καὶ γὰρ καὶ τοῦτόν τινες ὑπολαμβάνοντες ἀληθῆ μὲν ἔγραψαν ἱστορίαν. ὡς Ἐρασίστρατος ἐφώρασε διʼ ἔρωτα τὸν τοῦ βασιλέως ἀρρωστοῦντα υἱόν, θεῖον δʼ οὐκ ἐδίδαξαν οὔθʼ ὑπὸ Ἐρασιστράτου καλούμενον οὔθʼ ὑπὸ Ἱπποκράτους οὔθʼ ὑπʼ ἄλλου τινὸς ἰατροῦ τὸν ἔρωτα.
27B (1t)
Gal. De praenotione 6, 1 CMG V 8, 1 p. 100, 7 Nutton Λοιπὸν οὖν ὅπερ ὑπεσχόμην ἐφεξῆς σοι διηγήσομαι, ἣν λέξιν καὶ προσθεῖναι δεῖ τῷ παρόντι λόγῳ, μάλιστʼ ἐπειδὴ καὶ τῶν σοφιστῶν ἰατρῶν ἔνιοι, ἀγνοούμενοι τίνι λόγῳ τὸν ἔρωτα τῆς παλλακῆς τοῦ πατρὸς Ἐρασίστρατος ἐγνώρισεν, ἔγραψαν τῶν ἀρτηριῶν [τοὺς σφυγμοὺς] τοῦ νεανίσκου σφυζουσῶν ἐρωτικῶς ἐξευρεῖν αὐτόν, οὐχ ὑπομείναντες εἰπεῖν ἐκ τῶν σφυγμῶν εὑρεθῆναι [καὶ ὅτι τῆς τοῦ πατρὸς παλλακῆς]. ἐγὼ δʼ ὅπως μὲν Ἐρασίστρατος ἔγνω τοῦτο λέγειν οὐκ ἔχω· ὅπως δʼ αὐτὸς ἔγνων ἤδη σοι φράσω.
27C (1t)
Iulianus Misopogon 374 p. 28 Prato—Micalella ἐνθάδε μέγας ἆθλος ἰατρῷ προυτέθη τῷ Σαμίῳ τὴν νόσον, ἥτις ποτέ ἐστιν, ἐξευρεῖν. ὁ δὲ ὑπονοήσας ἐκ τῶν Ὁμήρου, τίνες ποτέ εἰσιν αἱ γυιοκόροι μελεδῶναι, καὶ ὅτι πολλάκις οὐκ ἀσθένεια σώματος, ἀλλʼ ἀρρωστία ψυχῆς αἰτία γίνεται τηκεδόνος τῷ σώματι, καὶ τὸ μειράκιον ὁρῶν ὑπό τε ἡλικίας καὶ συνηθείας οὐκ ἀναφρόδιτον, ὁδὸν ἐτράπετο τοιαύτην ἐπὶ τὴν τοῦ νοσήματος θήραν. καθίζει πλησίον τῆς κλίνης ἀφορῶν εἰς τὸ πρόσωπον τοῦ μειρακίου, παριέναι κελεύσας καλούς τε καὶ καλὰς ἀπὸ τῆς βασιλίδος ἀρξάμενος. ἡ δὲ ὡς ἦλθε, ἐπισκεψομένη δῆθεν αὐτόν, αὐτίκα ἐδίδου τὰ συνθήματα τοῦ πάθους ὁ νεανίας, ἆσθμα τῶν θλιβομένων ἠφίει, ἐπέχειν γὰρ αὐτὸ κινούμενον καίπερ σφόδρα ἐθέλων οὐκ οἷός τε ἦν, καὶ ταραχὴ ἦν τοῦ πνεύματος καὶ πολὺ περὶ τὸ πρόσωπον ἐρύθημα. ταῦτα ὁρῶν ὁ ἰατρὸς προσάγει τῷ στέρνῳ τὴν χεῖρα, καὶ ἐπήδα δεινῶς ἡ καρδία καὶ ἔξω ἵετο. τοιαῦτα ἅττα ἔπασχεν ἐκείνης παρούσης· ἐπεὶ δὲ ἀπῆλθεν, ἐπιόντων ἄλλων, ἀτρέμας εἶχε καὶ ἦν ὅμοιος τοῖς οὐδὲν πάσχουσι συνιδὼν δὲ τὸ πάθος ὁ Ἐρασίστρατος φράζει πρὸς τὸν βασιλέα, καὶ ὃς ὑπὸ τοῦ φιλόπαις εἶναι παραχωρεῖν ἔφη τῷ παιδὶ τῆς γαμετῆς. ὁ δʼ αὐτίκα μὲν ἠρνήσατο· τελευτήσαντος δὲ τοῦ πατρὸς μικρὸν ὕστερον, ἣν πρότερον διδομένην αὐτῷ χάριν εὐγενῶς ἠρνήθη, μάλα κραταιῶς μετεδίωξεν.
32 (1t)
[Gal.] Introductio XIV 684, 11 K Τινὲς τῶν λογικῶν. ὧν ἐστι καὶ Ἐρασίστρατος, ὑπέλαβον τὸ μέν τι ἐπιστημονικὸν ἔχειν τὴν ἰατρικήν, οἷον τὸ αἰτιολογικὸν καὶ φυσιολογικόν, τὸ δὲ στοχαστικόν. οἷον τὸ θεραπευτικὸν καὶ τὸ σημειωτικόν.
33 (1t)
Gal. Adv. Erasistrateos XI 226, 5 K p. 62 Kotrc εἴπερ οὖν, ὡς αὐτὸς ἐκεῖνος (sc. Ἐρασίστρατος) βούλεται. τοῖς ἐναργῶς φαινομένοις χρηστέον ἐστὶν εἰς τὴν τῶν ἀδήλων πίστιν …
34 (1t)
Gal. De sectis 5 SM III 9, 14 Helmreich τὰ δʼ ὑπʼ Ἐρασιστράτου, τὰ μὲν ἁπλᾶ καὶ ἐφʼ ἁπλοῖς εὑρίσκεσθαι διὰ τῆς ἐμπειρίας ὁμολογοῦντος, οἷον ὅτι ἡ ἀνδράχνη τῆς αἱμωδίας ἴαμά ἐστιν, οὐ μὴν τά γε σύνθετα καὶ ἐπὶ συνθέτοις ἔτι συγχωροῦντος, οὐκ ἀδύνατον μὲν αὐτὴν τὸ παράπαν ἐξευρίσκειν, οὐ μὴν εἰς ἅπαντά γʼ ἱκανὴν εἶναι βούλεται.
35 (1t)
Ps. Dioscorides De venenatis animalibus ed. Sprengel XXVI 49 K ὥστε ἡμᾶς μηδὲ βλάπτεσθαί τι κατὰ πάντα ὑπὸ τῆς κατὰ τὴν ἰδιότητα ἀκαταληψίας τῆς κοινῆς αἰτίας καὶ τότε ἐνδείκνυσθαι δυναμένης βεβαίως κατειλημμένης. διὸ καὶ Ἐρασίστρατος ἐπισκώπτων τὴν αὐθάδειαν τῶν ἐμπειρικῶν αἰτίαν τοῖς ἀναιτιολογήτοις ἀνέθηκεν οὐ συγχωρῶν αὐτοῖς τὴν αἰτίαν τὴν ἐπαναβεβηκυῖαν καὶ καθολικὴν ἄληπτον ἐπὶ τῇ νόσῳ ὑπάρχειν τήν τε περὶ αἰτίων γράφει ταύτην τὴν λέξιν· τό τε [μὴ] λέγειν · ”〈εἰ〉 ἐπί τινων ἀρκούμεθα τῇ τετηρημένῃ θεραπείᾳ οἷον ἐπὶ τῶν θηριοδήκτων καὶ θανασίμων καὶ ἐπὶ τῶν λοιπῶν ἀρκεσθησόμεθα τῇ παρατηρήσει, τῆς τῶν αἰτιῶν προσλήψεως χωριζόμενοι τελέως.” πρῶτον μὲν κατὰ γένος οὐκ ἀκατάληπτά εἰσιν· ὅτι μὲν γὰρ δύναμις ὑπάρχει φθαρτικὴ καὶ τῶν ὑποκειμένων ἀλλοιωτικὴ ὥστε ἀναιρεῖν [καὶ] ἐκ τῶν κατὰ γένος, [οὐ κατʼ εἶδος] ὑπογράφει θεραπείαν, διʼ ἧς ταῦτα ἀμβλυντέον καὶ κατεργαστέον. [ὅ] τι [δέ φησιν]· “ἦλθέ τις ἐφʼ ὕδωρ γλυκὺ καὶ πότιμον καὶ πρὸ τῆς τοῦ ἀποβεβηκότος παρατηρήσεως, ἐπʼ ἔμετον. διάτασιν τοῦ πεπληγότος ἢ δεδηγμένου μέρους ἀποθηλασμόν, σικύας προσβολήν, ἐκτομήν, καυτηρίων φαρμάκων τὸ αὐτὸ δυναμένων ἐπίθεσιν, τὸ τελευταῖον ἀποτομὴν τοῦ μέρους. ἀνελογίσατο τῶν πεφυκότων φαρμάκων εἰς τὴν ἐπιφάνειαν φέρεσθαί τινα καὶ τῇ [ τῆ ς ] ἐνιεμένῃ[ς] εἰς τὰ κατὰ βάθος ἐναντιοῦσθαι φθορᾷ”. ταῦτα μὲν [οὖν], διʼ ὧν εἴρηκεν Ἐρασίστρατος, πάντα εἴρηκε καλῶς καὶ τοῖς ἔργοις ἀκολούθως.
37 (1t)
Gal. Adv. Erasistratum XI 163, 14 K καίτοι τούτων (sc. empiricorum) μὲν οὐδὲν τῷ λόγῳ προσεχόντων. ἑπομένων καίτοι τούτων (sc. empiricorum) μὲν οὐδὲν τῷ λόγῳ προσεχόντων. ἑπομένων δʼ ἀεὶ τῇ πείρᾳ καταγνούς, ἀλλʼ οὐκ ἂν ἔχοις εἰπεῖν μηδένα (sc. qui venae sectionem praesidiis eximere ausus sit)
39 (1t)
[Rufus] Anatome 71 p. 184 Daremberg—Ruelle Νεῦρόν ἐστιν ἁπλοῦν σῶμα καὶ πεπυκνωμένον, προαιρετικῆς κινήσεως αἴτιον, δυσαίσθητον κατὰ τὴν διαίρεσιν. Κατὰ μὲν οὖν τὸν Ἐρασίστρατον καὶ Ἡρόφιλον. αἰσθητικὰ νεῦρά ἐστιν· κατὰ δὲ Ἀσκληπιάδην οὐδὲ ὅλως. Κατὰ μὲν οὖν Ἐρασίστρατον δισσῶν ὄντων τῶν νεύρων, αἰσθητικῶν καὶ κινητικῶν, τῶν μὲν αἰσθητικῶν ἃ κεκοίλανται ἀρχὰς εὕροις ἂν ἐν μήνιγξι, τῶν δὲ κινητικῶν ἐν ἐγκεφάλῳ καὶ παρεγκεφαλίδι.
40 (1t)
Aetius Placita IV 5, 3 p. 301 Diels Περὶ τοῦ ἡγημονικοῦ Πλάτων Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ. Στράτων ἐν τῷ μεσοφρύῳ. Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει.
42A (1t)
Gal. De plac. Hipp. et Plat. V 609 K p. 606 M CMG V 4, 1, 2 p. 446, 20 De Lacy καί τις ἄλλος εἷς ἀζυγὴς ἐμβάλλει τῇ πρώτῃ γενέσει τοῦ νωτιαίου, καθʼ ὃ μέρος μάλιστα τῆς παχείας μήνιγγος τρωθείσης ὁ πόρος ὅλος γίγνεται γυμνὸς ἅμα τῷ πέρατι τῆς ὄπισθεν ἐγκεφάλου κοιλίας. ὅπερ οὐχ ἥκιστα τὸν Ἐρασίστρατον ἠπάτησεν. ὡς οἰηθῆναι. διὰ τὴν τῆς μήνιγγος τρῶσιν ἀκίνητον αὐτίκα γίγνεσθαι τὸ ζῷον. ἑώρα γὰρ ἐπὶ τῶν τὸν πρῶτον σπόνδυλον τιτρωσκομένων βοῶν ἅμα τῷ διαιρεθῆναι τὴν μήνιγγα ἀκίνητον αὐτίκα τὸ ζῷον γιγνόμενον. ἀλλὰ οὐ τῷ πάθει τῆς μήνιγγος. ἀλλὰ τῷ γυμνοῦσθαι τὴν ὀπίσω κοιλίαν γίγνεται τοῦτο.
43 (1t)
Gal. De loc. aff. VIII 323, 8 K κατὰ γὰρ αὐτὸν τὸν Ἐρασίστρατον ἀλλήλοις συμπαρεκτείνεται ταῦτα τὰ τρία καὶ συγκατασχιζόμενα ἀποτελευτᾷ τοῖς ἐσχάτοις ἑαυτῶν στόμασιν εἰς τὸν περικείμενον ὑμένα τῷ πνεύμονι.
44 (1t)
Gal. An in art. IV 724 K p. 13 Alb. p. 168 Furley αὐτὸς Ἐρασίστρατος ἐν αὐτῷ τῷ διαιρεῖσθαι τὸ δέρμα παρέμπτωσιν αἵματος εἰς τὰς ἀρτηρίας γίγνεσθαί φησιν.
45 (1t)
Anonym. Londin. XXVII 30 Diels ὁ μέντοι γε Ἐρασίστρατος οὐκ οἴεται ἀνάδοσιν γίνεσθαι ἀπὸ τῶν ἀρτηριῶν· μὴ γὰρ εἶναι κατὰ φύσιν ἐν αὐταῖς αἷμα.
46 (1t)
Gal. An in art. IV 716 K p. 9 Alb. p. 158 Furley μὴ τοίνυν ὅτι μεγάλης ἀρτηρίας τιτρωσκομένης ἀνάγκη ταῦτα συμβαίνειν, ἀλλὰ μικρᾶς τῆς τυχούσης καὶ τοῦ δέρματος μόνον· καὶ γὰρ τοῦτο βούλεται (sc. Ἐρασίστρατος) πλέγμα τῶν τριῶν ἀγγείων ὑπάρχειν, ὥστʼ εἰ καθʼ ὁτιοῦν αὐτοῦ μέρος νύξειας βελόνῃ λεπτῇ. πάντως [ὡς] τὰ τρία γένη τῶν ἀγγείων τετρώσεται.
47 (1t)
Gal. An in art. IV 718 K p. 10 Alb. p. 162 Furley λέγοντες (sc. οἱ Ἐρασιστράτειοι) ὡς ἐκ τῶν πλησίον μόνων συναναστομώσεων ἡ μετάληψις ταῖς ἀρτηρίαις τοῦ αἵματος γίγνεται, μὴ μεμνημένοι μηθʼ ὅτι τὰς ἐσχάτας αὐτὸς ὁ Ἐρασίστρατος εἴρηκε κενοῦσθαι πρώτας μηθʼ ὅτι φαίνεται τοῦτʼ ἐναργῶς ἐφʼ ὧν αὐτὸς ἐκεῖνος ἔγραψεν ἀνατομῶν. ἐν γὰρ τῷ διαιρεῖσθαι τὸ ἐπιγάστριον ἅμα τῷ περιτοναίῳ κατὰ τὸ μεσεντέριον ἀρτηρίας ἰδεῖν ἔστι σαφῶς ἐπὶ μὲν τῶν νεοθηλῶν ἐρίφων γάλακτος πλήρεις, ἐπὶ δὲ τῶν τελείων ζῴων ἀλλοίας, οὐ μὴν πνεῦμά γε μόνον ὤφθησαν ἔχουσαι πώποτε καθάπερ οὐδʼ ἄλλη τις ἀρτηρία γυμνωθεῖσα. νομίζω δʼ αὐτοὺς εἰς τοσοῦτον ἀμαθεῖς εἶναι τῶν κατὰ τὰς ἀνατομὰς φαινομένων, ὡς μηδʼ αὐτὸ τοῦτο γιγνώσκειν, ὅτι καλῶς εἴρηκεν ὁ Ἐρασίστρατος ἐσχατιὰς τὰς κατὰ τὸ μεσεντέριον ἀρτηρίας παραβάλλων αὐτὰς δηλονότι ταῖς κατʼ ἐπιγάστριον.
48 (1t)
Gal. An in art. IV 708 K p. 4 Alb. p. 150 Furley λέγοντος αὐτοῦ τοῦ Ἐρασιστράτου τὰς πορρωτάτω κειμένα ἀρτηρίας πρώτας ἀπολαύειν τῆς μεταχύσεως.
49A (1t)
Gal. Anat. admin. II 648, 11 K λέγουσί γε μὴν ἔνιοι καὶ ἄλλας ἐγχειρήσεις, διʼ ὧν ἀπαγγέλλονται δείξειν ἀρτηρίαν κενὴν αἵματος, ὡσπερεὶ ποιῆσαί τι σοφώτερον ἐγχειρῆσαί τε κάλλιον Ἐρασιστράτου δυνάμενοι, πάντως γὰρ ἂν ἐκεῖνος, εἴ τις ὅλως ἦν τρόπος ἀνατομῆς ἱκανὸς ἐπιδεῖξαι κενὴν ἀρτηρίαν. ἐπενόησε πρότερος, ὥσπερ ὃν [ἐπ] ἔγραφεν ἐπὶ τῶν νεοθηλῶν ἐρίφων· ἀλλὰ κἀκείνου πειραθείς, εὑρήσεις οὐδʼ αὐτὸν ἀληθῆ. γιγνέσθω δʼ ἡ πεῖρά σοι μὴ μόνον ἐπὶ τῶν ἐρίφων, ἀλλὰ καὶ παντὸς οὑτινοσοῦν ἑτέρου ζῴου, περιέχοντος ὑγρὰν οὐσίαν ἐν τῇ γαστρί. καὶ ὅσῳ γʼ ἂν ᾖ λεπτομερεστέρα, τοσούτῳ ῥᾷον εἰς τὰς ἀρτηρίας ἀναληφθήσεται. κατʼ ἀρχὰς μὲν οὖν φησιν ἅμα τῷ γυμνωθῆναι τὸ μεσεντέριον ἀεροειδεῖς φαίνεσθαι τὰς ἀρτηρίας. ὕστερον δʼ ὁρᾶσθαι γάλακτος πληρουμένας εἰ μὲν οὖν ἀεροειδεῖς φαίνονται, παρείσθω σκοπεῖν, καίτοι πολλῶν φιλονεικούντων ἐφʼ ἑκάτερον μάτην ὑπὲρ αὐτοῦ τὸ δὲ πληροῦσθαι γάλακτος αὐτάς, ἐν τούτῳ γάρ ἐστιν τὸ συνέχον τοῦ λόγου ψεῦδος, ὡς εἴρηται, καὶ σοὶ πάρεστι πεῖραν λαβεῖν ἐπὶ πάντων τῶν ζῴων, οὐ μόνον ἐρίφων, οὐδὲ γάλακτος μόνου πεπληρωμένης τῆς γαστρός, ἀλλὰ πάσης ὑγρασίας. οὐδὲ γὰρ ᾗ γάλα, διὰ τοῦτο ἀναλαμβάνεται ταχέως, ἀλλὰ διὰ τὴν ὑγρότητα ῥᾳδίως ἐμπίπτει τοῖς στόμασι τῶν καθηκουσῶν ἀρτηριῶν εἰς τὴν γαστέρα, διὰ δὲ τὴν πρὸς τὸ κενούμενον ἀκολουθίαν, ὡς ἐκεῖνός φησιν, ἕλκεται ταχέως, ὥσθʼ, ὅσῳπερ ἂν ᾖ λεπτομερεστέρα γάλακτος ἡ ὑγρότης, τοσούτῳ ῥᾷον ἀναληφθήσεται. ἀλλʼ ὡς εἶπον, οὐδʼ ἐφʼ ἑνὸς οὐδέποτε εἴδομεν αὐτὴν ἀναλαμβανομένην, οὐδʼ ἄλλος τις ὄψεται πειραθῆναι βουληθείς.
49B (1t)
Gal. An in art. VIII 5 IV 735 K p. 182 Furley ἀλλὰ πρὸς 〈ταῖς ἄλλαις μωρίαις οὐκ ἐτόλμησεν Ἐρασίστρατοσ〉 τῶν φαινομένων ἐξ ἀνατομῆς καταψευδέσθαι. γεγράφασι γὰρ πολλοὶ τρόπους τινὰς ἀνατομῶν οἷς δείξειν ἀπαγγέλλονται κενὰς αἵματος εἶναι τὰς ἀρτηρίας. εἴ τις οὖν ἦν ἐξ αὐτῶν ἀληθής [ἐστιν]. εἴρητʼ ἂν δήπου καὶ πρὸς Ἐρασιστράτου πολὺ μείζονα τούτων τῶν νῦν ἀναισχύντως ψευδομένων ἐν ταῖς ἀνατομαῖς ἐξουσίαν πεπορισμένου. ἀλλʼ οὐκ ἦν εἰς τοσοῦτον Ἐρασίστρατος ἀναίσχυντος, ὡς γράφειν ἐπιχειρεῖν, ὃ δὴ ἰδεῖν ἀδύνατον ἦν.
51 (1t)
Gal. An in art. IV 733 K ed. Furley τὰ δὲ ὑπὸ Ἐρασιστράτου περὶ κινήσεως τῶν ἀρτηριῶν εἰρημένα ψευδῆ παντελῶς ἐστιν. πρὸ γὰρ τοῦ παύσασθαι τῆς γεγυμνωμένης ἀρτηρίας τὴν κίνησιν ἐν τοῖς μετὰ τὸν βρόχον μέρεσιν, ὅπερ οὐκ ἐχρῆν γίγνεσθαι πρὸ τοῦ βρόχον αὐτῇ περιβαλεῖν, ἔνεστι θεάσασθαι πᾶσαν ἑνὶ χρόνῳ κινουμένην, οὐ τὸ πρότερον μόριον, τὸ δʼ ὕστερον, ὅπερ Ἐρασίστρατος βούλεται.
52 (1t)
Gal. Anat. admin. II 646, 4 K ἡ δʼ ἐγχείρησίς ἐστι τοιάδε· τῶν ἐγγὺς τοῦ δέρματος ἀρτηριῶν τῶν μεγάλων χρὴ γυμνώσαντα μίαν, οἵα πέρ ἐστιν ἡ κατὰ τὸν βουβῶνα, μάλιστα γὰρ ἐπʼ ἐκείνης εἴωθα ποιεῖσθαι τὴν ἀνατομὴν τήνδε, βρόχον περιβάλλειν τοῖς ὑψηλοτέροις αὐτῆς μέρεσιν. εἶτα τοῖς δακτύλοις τῆς ἀριστερᾶς χειρὸς αὐτὴν σφίγγοντα τὴν ἀρτηρίαν, ὅσον οἷόν τε πορρωτάτω μὲν τοῦ βρόχου. πρὶν δʼ ἀποβλάστημα ποιήσασθαι μέγα, διατέμνειν αὐτὴν κατὰ τὸ μῆκος εὐθείᾳ τομῇ, τηλικοῦτον ὡς ἐνθεῖναι δύνασθαι κοῖλόν τι σῶμα μεταξὺ τοῦ βρόχου καὶ τῶν δακτύλων, παρεσκευάσθω δή σοι κάλαμος τῶν λεπτῶν, οἷς γράφομεν, ἢ χαλκοῦν τι τοιοῦτον ἐπίτηδες γεγονός· ἀρκεῖ δʼ εἶναι τοῦτο τῷ μήκει δακτυλιαῖον. εὔδηλον οὖν, ὡς κατὰ τὴν ἐνέργειαν ταύτην οὐδεμία γενήσεται τῆς διῃρημένης ἀρτηρίας αἱμορραγία. τοῦ μὲν ὑψηλοτέρου μέρους, ὅθεν ἐπιρρεῖ τὸ αἷμα. βρόχῳ διειλημμένου. τοῦ ταπεινοτέρου δὲ μήτε σφύζοντος ἔτι διὰ τὸν βρόχον, ὑπό τε τῶν δακτύλων σφιγγομένου. κατὰ πολλὴν οὖν σχολὴν ἔνεστί σοι τὸ καθιέμενον εἰς τὴν ἀρτηρίαν σῶμα κοῖλον ὑποκείμενον ποιῆσαι τῷ διῃρημένῳ μέρει τοῦ χιτῶνος αὐτῆς. εἶτα περιλαμβάνειν ἐν κύκλῳ λίνῳ λεπτῷ τὴν ἀρτηρίαν ἅμα τῷ καλάμῳ, προνοούμενον. ὅπως μηδὲν ὑπερεκπίπτῃ τῆς κατὰ τὴν ἀρτηρίαν τομῆς τοῦ καλάμου. τῷ πάχει δὲ ἔστω τηλικοῦτος ὁ κάλαμος. ὡς ἔφην. ὥστε [σε] κατὰ τὸν χιτῶνα τῆς ἀρτηρίας μὴ χαλαρὸν ἐγκεῖσθαι. βουλόμεθα γὰρ αὐτὸν κατὰ χώραν μεῖναι. μήτʼ ἀνώτερον τῆς κατὰ τὴν ἀρτηρίαν διαιρέσεως ἐνεχθέντα. μήτε κατώτερον. γενομένου δὲ τούτου. λῦσον μὲν τὸν βρόχον. αὐτὸς δὲ ὑπὲρ ἀσφαλείας. εἰ βούλει. μετάθες τοὺς δακτύλους. οἷς ἔσφιγγες τὴν ἀρτηρίαν, ἐπὶ τὴν περὶ τῷ καλάμῳ μοῖραν αὐτῆς· εἴ γε μήν. ὡς εἶπον. ἐσφηνωμένος τε εἴη καὶ δεδεμένος ἀκριβῶς ὁ κάλαμος. οὐδὲν ἔτι δεήσεταί σου κρατοῦντος. ἀλλʼ ἐφʼ ἡσυχίας μὲν δὴ οὕτως ὑπάρξει σοι θεάσασθαι τὸ μὲν ἀνώτερον τοῦ καλάμου τῆς ἀρτηρίας ἔτι καὶ νῦν σφύζον, ὡς ἔμπροσθεν, ἄσφυκτον δʼ ἀκριβῶς γιγνόμενον αὐτοῦ τὸ κατώτερον. τὸ μὲν οὖν ἀληθὲς φαινόμενον οὕτως ἔχει. διηγεῖτό γε μὴν ἐναντίως Ἐρασίστρατος ὑπὲρ αὐτοῦ. φαίνεσθαι λέγων κινούμενον τὸ κάτω τοῦ καλάμου. τοσαύτη τίς ἐστιν ἐνίων τόλμα. προπετεῖς ἀποφάσεις ποιουμένων ὑπὲρ ὧν οὐδέποτʼ ἐθεάσαντο.
53 (1t)
Gal. Anat. admin. VIII 10 II 701, 2 K ταῦτα μὲν οὖν τὰ φαινόμενα τὴν Ἐρασιστράτου κρατύνει δόξαν, οἰομένου μηδὲν ἐκρεῖν ἐκ τοῦ πνεύμονος πνεῦμα.
54 (1t)
Gal. De loc. aff. VIII 429, 10 K καὶ γὰρ οὖν καὶ τοὺς μῦς ὁ Ἐρασίστρατος ἐκ τοῦ πληροῦσθαι πνεύματος εἰς εὖρος ἐπιδιδόντας ἀφαιρεῖν φησι τοῦ μήκους καὶ διὰ τοῦτο ἀνασπᾶσθαι.
56 (1t)
Gal. Nat. fac. II 3, II 84 K SM III 162, 4 Helmreich Τίς οὖν ὁ μετρῶν αὐτοῦ τὸ ποσὸν τῆς ἐπιρροῆς; τίς ὁ κωλύων ἰέναι πλέον; τίς ὁ προτρέπων, ἵνʼ ἐνδεέστερον μὴ ἴῃ; τίνα ζητήσομεν ἐνταῦθα τρίτον ἐπιστάτην τοῦ ζῴου τῆς γενέσεως, ὃς χορηγήσει τῷ σπέρματι τὸ σύμμετρον αἷμα; τί ἂν εἶπεν Ἐρασίστρατος. εἰ ζῶν ταῦτʼ ἠρωτήθη; τὸ σπέρμα αὐτὸ δηλονότι.
57 (1t)
Aetius Placita V 9, 3 p. 421 Diels Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει Ἐρασίστρατος παρὰ τὴν μήτραν ὅταν τύλους ἔχῃ καὶ σαρκώσεις ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ μικροτέρα.
58 (1t)
Aetius Placita V 10, 3 p. 421 Diels Πῶς δίδυμα καὶ τρίδυμα γίνεται Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη. τότε ἐπισύλληψιν δέχεσθαι.
59 (1t)
Scholia Yalensia in Gal. p. 34 v. 67 Moraux ὁ Ἐρασίστρατος νεώτερος (sc. quam Hippocrates) ὤν φησιν· εἰσὶ δὲ τρεῖς τρόποι γυμνασίας κατʼ αὐτά· πρῶτος μὲν ὁ καθʼ ἕκαστον τῶν μορίων τοῦ σώματος. ἃ τόπους ὀνομάζουσι.
59B (1t)
Gal. De loc. aff. VIII 14 K γεγυμνάσθαι χρὴ τὸν λογισμὸν ὅστις μέλλει διαγνώσεσθαι καλῶς οὐ μόνον τὸ πάθος ὁποῖόν ἐστιν, ἀλλὰ καὶ τὸν πάσχοντα τόπον.
60 (1t)
Soranus Gynaec. III 2—4 CMG IV p. 94 Ilberg ἡ δὲ ζήτησις εὔχρηστος ἕνεκα τοῦ μαθεῖν, εἰ καὶ ἰδίας θεραπείας χρῄζουσιν αἱ γυναῖκες, καὶ γεγένηται διαφωνία· τινὲς μὲν γὰρ ὑπολαμβάνουσιν ἴδια πάθη γίγνεσθαι γυναικῶν, καθάπερ οἱ ἀπὸ τῆς ἐμπειρίας καὶ Διοκλῆς ἐν τῷ πρώτῳ τῶν Γυναικείων καὶ τῶν Ἐρασιστρατείων Ἀθηνίων καὶ Μιλτιάδης, τῶν Ἀσκληπιαδείων δὲ Λούκιος ἐν τῷ τρίτῳ τῶν χρονίων καὶ Δημήτριος ὁ Ἀπαμεύς, τινὲς δὲ μὴ γίνεσθαι, καθάπερ κατὰ τοὺς πλείστους Ἐρασίστρατος καὶ Ἡρόφιλος, ὡς παρασεσημείωται καὶ Ἀπολλώνιος ὁ Μῦς ἐν τῷ πρώτῳ καὶ τρίτῳ τῶν Περὶ αἱρέσεων καὶ Ἀσκληπιάδης κατὰ τοὺς πλείστους καὶ ὁ φιλαλήθης Ἀλέξανδρος Θεμίσων τε καὶ θεσσαλὸς καὶ οἱ ἀπʼ αὐτῶν. *** πάθη δὲ πρῶτα καὶ ἁπλᾶ· διόπερ οὐδὲν ἴδιον ὑποστήσεται πάθος γυναικῶν. *** καὶ τούτοις μὲν παραινοῦμεν, ἐξαμαρτάνειν δὲ 〈λέγομεν〉 τοὺς ἄλλους ταῖς ἀποδείξεσι. φαμὲν γὰρ οὔτε τι τριπλεκὲς εἶναι ἡμῶν τὸ σῶμα καὶ διοικεῖσθαι μὲν ταῖς ὕλαις, αἰτίαν δὲ προκαταρκτικὴν μὲν πληθώραν εἶναι τοῦ αἵματος, συνεκτικὴν δὲ τὴν μετέρασίν τε καὶ σφήνωσιν, πάθη δὲ ἑπτὰ κατὰ γένος 〈ὡσ〉 οὐκ ἀληθὲς [ὡς] παρίσταμεν διὰ πολλῶν ἐν ἑτέροις. εἶτα παρὰ τὴν ποιὰν τῶν πρώτων συμπλοκὴν ἐνδέχεται μέρος ἐπὶ θηλειῶν γεγονέναι διάφορον (καὶ τὰ λοιπὰ μέρη διαφέροντα κατὰ πολὺ διὰ τῆς ποιᾶς συγκρίσεως τῶν ἀγγείων ὁ Ἐρασίστρατός φησι γεγονέναι).
61 (1t)
Gal. In Hipp. De victu acut. CMG V 9 1 p. 253, 27 Helmreich οὕτω γὰρ ὁ Ἐρασίστρατος ἔλεγεν “ἰσχυραὶ δυνάμεις σίτων τε καὶ πομάτων ἐγκαίρως μὲν παραλαμβανόμεναι μεγίστην ὠφέλειαν. ἀκαίρως δὲ μεγίστην βλάβην”.
61B (1t)
Gal. De meth. med. X 184 K κατὰ τὸν αὐτὸν τρόπον οἱ περὶ τὸν Ἐρασίστρατον καὶ τὸν Ἡρόφιλον ἐξ ἡμισείας ὥσπερ καὶ πρόσθεν εἴρηται ὄντες δογματικοί, κακῶς ἕλκος ἰατρεύουσιν.
62A (1t)
Gal. Adv. Erasistrateos 217, K p. Kotrc καὶ τί θαυμαστὸν Ἐρασίστρατον ἕπεσθαι τὰ πάντα Χρυσίππῳ τῷ κνιδίῳ, προῃρημένῳ ἀποστῆναι τοῦ φλεβοτομεῖν ὥσπερ κἀκεῖνος; οὕτω δὲ καὶ Ἀριστογένης καὶ Μήδιος. οἵ τʼ ἄλλοι πάντες οἱ ἀπὸ τοῦ Χρυσίππου φαίνονται ποιοῦντες.
62B (1t)
Gal. De curandi rat. per venae sect. XI 252, 13 K τούτων γάρτοι τὸ ἕτερον ὁ Κνίδιος Χρύσιππος ἔπαθεν ἐξελὼν παντάπασι φλεβοτομίαν τῶν βοηθημάτων τῶν ἰατρικῶν· ἠκολούθησαν δʼ αὐτῷ καὶ οἱ μαθηταὶ Μήδιός τε καὶ Ἀριστογένης. ἔνδοξοι καὶ αὐτοὶ παρʼ Ἕλλησιν γενόμενοι. τούτων δʼ ἔτι μᾶλλον ὁ Ἐρασίστρατος εἰς δόξαν ἀρθεὶς λαμπροτάτην ἐφύλαξε τὴν Χρυσίππου γνώμην
63A (1t)
Gal. Adv. Erasistratum XI 150, 18 K ἡ δʼ αἰτία διʼ ἣν οὐκ ἐχρῆτο φλεβοτομίᾳ τὸ μὲν ἀληθέστατον φάναι, τάχʼ ἄν τῳ δόξειε μαντείας δεῖσθαι. τί γὰρ ἄν τις εἰδείη πῶς Ἐρασίστρατος ἐγίγνωσκεν ὑπὲρ ὧν αὐτὸς οὐδὲν ἐμνημόνευσε διεξοδικῶς;
63B (1t)
Gal. Adv. Erasistratum XI 185, 16 K Φλεβοτομίαν δὲ ὡς ἐοίκαμεν ἐσχάτως φεύγομεν ὥσπερ οἶμαι καὶ τὰς ἰσχυρὰς καθάρσεις.
64 (1t)
Gal. Adv. Erasistratum XI 171, 9 K τί ποτʼ οὖν αὐτὸς ὁ Ἐρασίστρατος καθαίρουσι χρῆται φαρμάκοις καὶ οἶνον δίδωσιν ὕδατι ψυχρῷ κεραννύς, ἄλλοις τέ τισι καὶ χολερικοῖς; ἐνταῦθα μέν γε φορτικῶς ἱκανῶς ἐπαινῶν τὸν διδάσκαλον Χρύσιππον, ὡς ἐξευρόντα βοήθημα μηδενὶ τῶν ἔμπροσθεν ἐγνωσμένον, μόνον διαρκὲς εἰς ἄσιν χολερικῶν ἤδη θανάτῳ πελαζόντων. οὐ γὰρ ἐν τῷ τυχόντι δίδωσιν αὐτὸ καιρῷ, ἀλλʼ εἰς ὀξὺ σφόδρα κατήγαγε τὴν χρῆσιν τοῦ βοηθήματος. καὶ οὐ μέμφομαι τοῦτο, εἰ πάντα ἀκριβῶς ἐστοχάσατο τοῦ καιροῦ. θαυμαζέτω δέ τις ἐκεῖνο, πῶς ἐν οἷς μὲν αὐτὸς εἴρηκεν, εἰ Χρυσίππειόν τι διδάσκει, τολμηρὸς ἱκανῶς ἐστι καὶ οὐδὲν ἄρα τηνικαῦτʼ αὐτόν, οὐκ ὀξύτης καιροῦ, κατέπληξεν, οὐ τοῦ μέτρου τὸ δύσληπτον, οὐ τοῦ πάθους τὸ κινδυνῶδες, ἀλλʼ οὕτως οἴεται σαφῶς τε ἅμα καὶ ἀκριβῶς αὐτό τε τὸ μέτρον καὶ τὸν καιρὸν ἐκδιδάσκειν, ὥστʼ οὐ μόνον ἰατροῖς, ἀλλʼ ἤδη καὶ ἰδιώταις χρησίμους εἶναι τὰς ὑποθήκας νομίζειν.
65 (1t)
Marcellinus De pulsibus 505, p. 471 Schoene Ἐφʼ ὅσον οὖν ἡμῖν δυνατὸν ἦν περὶ τὴν νόησιν τοῦ περὶ σφυγμῶν συντάγματος, ταῦτα συνεισηνέγκαμεν. τὸ δὲ ἐν πολλοῖς ἰδιοτροπώτερον μὴ κατὰ τὸν Ἱπποκράτην ὅτι ξενοπρεπὲς καὶ μὴ ξύνηθες καταφρονηθήτω, ἀλλὰ τῇ πρὸς τὰ ἄλλα παραθέσει κριθήτω. εἰ δέ τις ἢ κατʼ ἀκολουθίαν ἢ κατὰ πολύνοιαν κρείττονα τῶν ἡμε〈τέ〉ρων εὕροι, αὐτός με Ἐρασίστρατος ῥύεται ἀεὶ πλέον νεωτέρᾳ παλαιᾶς εἰς εὕρεσιν διδούς.
66 (1t)
Plutarchus Quaestiones convivales IV 1 663 C p. 22 Fuhrman Εἰ δʼ ὅλως τὸ μικτὸν ἀθετεῖς καὶ ποικίλον, ὦ φιλῖνε, μὴ δειπνίζοντα μηδʼ ὀψοποιοῦντα μόνον λοιδόρει Φίλωνα τοῦτον, ἀλλὰ πολὺ μᾶλλον, ὅταν μιγνύῃ τὰς βασιλικὰς καὶ ἀλεξιφαρμάκους ἐκείνας δυνάμεις, ἃς “θεῶν χεῖρας” Ἐρασίστρατος ὠνόμαζεν, διέλεγχε τὴν ἀτοπίαν καὶ περιεργίαν, ὁμοῦ μεταλλικὰ καὶ βοτανικὰ καὶ θηριακὰ καὶ τὰ ἀπὸ γῆς καὶ θαλάσσης εἰς αὐτὸ συγκεραννύντος.
69 (1t)
Gal. Adv. Erasistrateos XI 215, 13 K p. 51 Kotrc τοιοῦτος δʼ ἐστὶ κἀπειδὰν ἤτοι καταπλάσματός τινος γράφῃ σκευασίαν ἢ περιπατεῖν κελεύῃ τοσούσδε σταδίους ἢ τρίβεσθαι τρίψεις τοσαύτας, ἤ τι τοιοῦτον ἕτερον.
70 (1t)
[Gal.] Introductio XIV 751, 1 K τὴν δὲ πλήρωσιν (sc. τῆς κύστεως) κενοῦν τῷ ἐρασιστρατείῳ καθετῆρι.
72 (1t)
Erotianus Collectio 103 p. 23, 8 Nachmanson ἄμβην· Στράτων ὁ ἐρασιστράτειός φησι τὴν ἄμβην μοχλὸν σφαιροειδῆ εἶναι. Φιλῖνος δὲ ξυστροειδῆ ὑπεροχήν. Ἀσκληπιάδης δὲ γωνίαν. Ζήνων δʼ ὁ Ἡροφίλειος ὑπεροχὴν τῶν θυρῶν μανδάλῳ ὁμοίαν. Ἀπολλώνιος δʼ ὁ πρεσβύτερος ὑπεροχὴν στρογγύλην σφαίρᾳ ὁμοίαν Μηνεσθεὺς δʼ ὁ Στρατονικεὺς τὴν ἔρεισιν. Ἐρασίστρατος ὑπεροχὴν ἐξ ἀπαγωγῆς ἀπὸ τοῦ ὑποκάτω μέρους καὶ περιφεροῦς. Διοκλῆς δʼ ἐν τῷ Κατʼ ἰητρεῖον ὑπόκοιλόν τινα χώραν. Ἀπολλώνιος δʼ ὁ Μεμφίτης ἐν τῷ Περὶ ἄρθρων ὑπεροχὴν παρὰ τὸ λοιπὸν ξύλον.
73 (1t)
Gal. Linguarum Hippocratis explicatio XIX 1 42, 1 K στυμάργου· οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Διοσκουρίδης, οὐ μόνον τὴν στομάργου, ἀλλὰ καὶ τοῦτο οὐχ ὡς κύριον ὄνομα ἐξηγεῖται, ἀλλὰ τὸν μανικῶς ἐπτοημένον, περὶ τὰ ἀφροδίσια δηλοῦσθαί φησιν. εἰρῆσθαι γὰρ παρὰ τῷ Ἱπποκράτει καὶ ἄλλα πολλὰ κατὰ τὸν αὐτὸν τρόπον ἐπίθετα, καθάπερ μυριοχαύνη, σαράπους, γρυπαλώπηξ. ἀλλὰ καὶ παρʼ Ἐρασιστράτῳ, φησίν, “ὁ ῥινοκολοῦρος”.
74 (1t)
Gal. Nat. fac. I 16, II 62 K SM III 146, 27 Helmreich ἡ δὲ τῆς τροφῆς ἀνάδοσις οὐδὲν δεῖται τῆς πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, ἅπαξ γε τῆς ἑλκτικῆς δυνάμεως ἐπὶ τῶν νεφρῶν ὡμολογημένης, ἣν καίτοι πάνυ σαφῶς ἀληθῆ γιγνώσκων ὑπάρχειν ὁ Ἐρασίστρατος οὔτʼ ἐμνημόνευσεν οὔτʼ ἀντεῖπεν οὔθʼ ὅλως ἀπεφήνατο, τίνʼ ἔχει δόξαν ὑπὲρ τῆς τῶν οὔρων διακρίσεως. ἢ διὰ τί προειπὼν εὐθὺς κατʼ ἀρχὰς Τῶν καθʼ ὅλου λόγων, ὡς ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν ἐρεῖ, πρῶτον τίνες τʼ εἰσὶ καὶ πῶς γίγνονται καὶ διὰ τίνων τόπων, ἐπὶ τῆς τῶν οὔρων διακρίσεως ὅτι μὲν διὰ νεφρῶν, ἀπεφήνατο, τὸ δʼ ὅπως γίγνεται παρέλιπε; μάτην οὖν ἡμᾶς καὶ περὶ τῆς πέψεως ἐδίδαξεν, ὅπως γίγνεται, καὶ περὶ τῆς τοῦ χολώδους περιττώματος διακρίσεως κατατρίβει. ἤρκει γὰρ εἰπεῖν κἀνταῦθα τὰ μόρια, διʼ ὧν γίγνεται, τὸ δʼ ὅπως παραλιπεῖν. ἀλλὰ περὶ μὲν ἐκείνων εἶχε λέγειν, οὐ μόνον διʼ ὧν ὀργάνων ἀλλὰ καὶ καθʼ ὅντινα γίγνεται τρόπον, ὥσπερ οἶμαι καὶ περὶ τῆς ἀναδόσεως· οὐ γὰρ ἤρκησεν εἰπεῖν αὐτῷ μόνον, ὅτι τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ· περὶ δὲ τῶν οὔρων τῆς διακρίσεως, ὅτι μὲν διὰ τῶν νεφρῶν γίγνεται γράφει, τὸ δʼ ὅπως οὐκέτι προστίθησιν.
75 (1t)
Gal. Adv. Erasistratum XI 183, 14 K Διαρκεῖ δέ γε, καὶ τοῦτʼ αὐτὸς ὁ Ἐρασίστρατος λέγει καὶ τὴν αἰτίαν προτίθησιν. ἅπαν γάρ, φησί, [τὸ] κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν διαπνεῖσθαι πέφυκεν, ἀλλʼ ἢ πλέον ἢ ἧττον, ὡς ἂν μανότητος ἔχῃ. τοῦ δʼ ἧττόν τε καὶ μᾶλλον γίνεσθαι μανὴν τὴν ἐπιφάνειαν ἄλλαι τέ τινες αἰτίαι, καὶ οὐδεμιᾶς ἐλάττους αἱ κατὰ θερμασίαν καὶ ψύξιν καὶ κίνησιν τροπαὶ τοῦ σώματος. θερμοῦ μὲν γὰρ ὄντος τοῦ περιέχοντος ἀέρος καὶ τοῦ ζῴου γυμναζομένου πλεῖστον ἀπορρεῖν· ἐπὶ δέ γε τοῖς ἐναντίοις κρύει τοῦ περιέχοντος καὶ ἀκινησίᾳ τοῦ ζῴου πυκνοῦσθαι μὲν τὴν ἐκτὸς ἐπιφάνειαν, ἀπορρεῖν δὲ ἢ μηδὲν ἢ παντάπασιν ὀλίγον. καὶ διὰ τοῦτο μὴ δεῖσθαι τροφῆς τὰ φωλεύοντα ὅτι γὰρ ψυχρῶν μὲν καὶ ἀργῶν καὶ παχέων τῶν καθʼ ὅλον τὸ σῶμα διὰ τὴν ἡσυχίαν γιγνομένων, πυκνουμένης δὲ τῆς ἐκτὸς ἐπιφανείας ἐν τῷ χειμερινῷ κρύει, καθʼ ἣν ὥραν φωλεύει τὰ ζῷα, μηδὲν ἐκτὸς ἀπορρεῖν οὐκοῦν οὐδὲ τοῦ πληρώσαντος τὸ κενούμενον δεῖσθαι. χρεία δʼ ἦν αὐτοῖς τροφῆς καὶ διὰ τοῦτʼ ἐπʼ αὐτὴν ἔρχεται τὰ ζῷα τὴν ἐκ τῆς κενώσεως ἔνδειαν ἰώμενα. σαφὲς οὖν ὅτι τῆς μὲν ἐνδείας ἡ καθʼ ὅλην τὴν ἐπιφάνειαν κένωσις αἰτία καὶ χρεία σιτίων ὑπὲρ τοῦ τὸ κενούμενον ἀναπληρῶσαι. τῆς οὖν αἰτίας ἀπολλυμένης διʼ ἣν ὅλως ἐδεῖτο τὰ ζῷα σιτίων. ἀνάγκη πᾶσα καὶ τὴν χρείαν συναπόλλυσθαι, καὶ διὰ τοῦτο οὐ δεῖται τὰ φωλεύοντα σιτίων, ὅτι μηδὲ προσθέσεως, σαφῶς οὖν ἐμάθομεν ὡς οὐχ ἡ ἀσιτία κενοῦν πέφυκεν, ἀλλʼ ἡ τοῦ δέρματος μανότης.
76 (1t)
Anonym. Londin. XXXIII 43 Diels π(ρὸς) [δὲ] τούτοις καὶ Ἐρασίστρατο[ς] πειρᾶται (κατα)σκευάζειν τὸ προ[τε]θέν. εἰ γ(ὰρ) λάβοι τις ὄρνιθα ἤ τι τῶν παραπλησίων, καταθοῖτο δὲ τοῦτο ἐν λέβητι ἐπί τινας χ[ρόνου]ς μὴ δοὺς τροφήν, ἔπ〈ε〉ιτα [σταθμ]ή[σαιτο] σὺν τοῖς σκυβάλοις [τ]οῖς αἰσθη(τῶς) [κεκ]ενωμένοις, εὑρήσει παρὰ πολὺ ἔλασσον τοῦτο τῶι σταθμῶι τῶι δηλον〈ότι〉 πολλὴν ἀποφορὰν γεγενῆσθαι κ(ατὰ) τὸ λόγωι θεωρητόν.
77 (1t)
Anonym. Londin. XXXIX 16 Diels [..]ὁ Ἐρασίστρατος θαυμά[ζει] ἐπ[…]ι[…]των [..]ληται τὰ τηλικαῦτα λ[..]σφε[….]αι[….ὤ] [ κατα κ ]αέντα ὑ φ ’ ὑάλου καὶ ει [ λη ς.. ] [..]ε κ(ατὰ) τοῦτον ἁπλοῦν αὐ[…….]ειεν [..]ον [……….] τήγανον καὶ […..]ον διαφοραὶ [..]ς φυσ[…]ς μ(ὲν) ἐχειταιδημε[…] α[ὐ]τοῖς λόγ[ω]ι θεωρητοὺς πόρους […..]εν καὶ ἡμῖν. ὡς γὰρ [κ]αὶ μύρμηξ τρέφεται, οὕτως καὶ ἐλέφα[ς] καὶ αἱ Βακτριαναὶ κ[άμ]ηλ[οι ἂ]ν τ[ρ]αφεῖεν τῶι τὴν φύσιν καὶ ἐπὶ τούτ[ων πάν]των τόπους τινὰς καὶ κατὰ τὸ αἰσθητὸν καὶ κατὰ τὸ λόγωι θεωρητὸν μεμηχαν[ῆσθ]αι, ἵνα καὶ τὰ ἐλάχιστα τῶν [μερῶν] [[σωμάτων]] τρέφ[ηται] τῆς τροφῆς διικνουμέν[ης] ἐπʼ αὐτά. [φανερὸ]ν τοιγάρτοι ἐκ τού(των) καὶ τῶν τούτοις παραπλησίων, ὡς λόγωι θεωρητοὶ πόροι (εἰσιν) ἐν ἡμῖν καὶ παντὶ ζῴωι.
78 (1t)
Anonym. Londin. XXII 36 Diels τούτων δὴ οὕτως ἐχόντων καὶ ἀποφορᾶς συνεχοῦς γινομένης ἀπὸ τῶν ἡμετέρων σωμάτων, εἴπερ ἀντὶ τῶν ἀποφερομένων μὴ ἐγείνετο εἰς τὰ σώματα πρόσθεσις, κἂν διεφθείρετο ῥαιδίως τὰ σώματα. ὅθεν ἡ φύσις ἐμηχα[νήσα]το ὀρέξεις τε τοῖς ζώιοις καὶ ὕλην καὶ δυνάμεις, ὀρέξεις μὲν εἰς τὸ τὴν ὕλην αἱρεῖσθαι, ὕλην δὲ εἰς ἀναπλήρωσιν τῶν ἀποφερομένων, δυνάμεις μέντοι γε εἰς διοίκησιν τῆς ὕλης· καὶ γὰρ οὐδὲν ὄφελος ἦν ὀρέξεως, εἰ μὴ ὕλη παρῆν. οὐδὲ μὴν ὕλῃς ὄφελος ἦν, εἰ μὴ δυνάμεις παρῆσαν αἱ διοικονομοῦσαι. ἀλλὰ γὰρ ὕλην ὑπεβάλετο τροφήν τε καὶ πνεῦμα· δύο γὰρ πρῶτα καὶ κυριώτατά ἐστιν, οἷς διοικεῖται τὸ ζῶιον, ὥς φησιν· ὁ Ἐρασίστρατος.
79 (1t)
Gal. Nat. fac. II 3, II 81 K SM III 159, 22 Helmreich καὶ μὴν εἰ ταύτας ἔχοιμεν, οὐδὲν ἔτι πόρων μικρῶν ἢ μεγάλων ἐξ ὑποθέσεως ἀναποδείκτου λαμβανομένων εἰς οὔρου καὶ χολῆς διάκρισιν δεόμεθα καί τινος ἐπικαίρου θέσεως. ἐν ᾧ μόνον σωφρονεῖν ἔοικεν ὁ Ἐρασίστρατος πάντα καλῶς τεθῆναί τε καὶ διαπλασθῆναι τὰ μόρια τοῦ σώματος ὑπὸ τῆς φύσεως οἰόμενος. ἀλλʼ εἰ παρακολουθήσειεν ἑαυτῷ φύσιν ὀνομάζοντι τεχνικήν. εὐθὺς μὲν ἐξ ἀρχῆς ἅπαντα καλῶς διαπλάσασάν τε καὶ διαθεῖσαν τοῦ ζῴου τὰ μόρια, μετὰ δὲ τὴν τοιαύτην ἐνέργειαν, ὡς οὐδὲν ἔλειπεν, ἔτι προαγαγοῦσαν εἰς φῶς αὐτὸ σύν τισι δυνάμεσιν, ὧν ἄνευ ζῆν οὐκ ἐδύνατο, καὶ μετὰ ταῦτα κατὰ βραχὺ προσαυξήσασαν ἄχρι τοῦ πρέποντος μεγέθους, οὐκ οἶδα πῶς ὑπομένει πόρων σμικρότησι ἢ μεγέθεσιν, ἤ τισιν ἄλλαις οὕτω ληρώδεσιν ὑποθέσεσι φυσικὰς ἐνεργείας ἐπιτρέπειν.
80 (1t)
Gal. Adv. Erasistratum XI 158, 2 θαυμάζεις μὲν γὰρ τὴν φύσιν, ὡς τεχνικήν τε ἅμα καὶ προνοητικὴν τοῦ ζῴου, μιμῇ δʼ αὐτὴν οὐδαμῶς.
81 (1t)
Gal. Nat. fac. II 4, II 91 K SM III 167, 8 Helmreich παμπόλλων γὰρ ὄντων δογμάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν μόνον εὑρεθήσεται ταὐτὸν Ἐρασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ μάτην μηδέν. ἀλλὰ καὶ αὐτὸ τοῦτο μέχρι λόγου κοινόν. Ἔργῳ δὲ μυριάκις Ἐρασίστρατος αὐτὸ διαφθείρει· μάτην μὲν γὰρ ὁ σπλὴν ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δʼ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόμεναι. σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι μέγισται, μάτην δʼ ἄλλα μυρία κατά γε τὸν Ἐρασιστράτειον λόγον· ὅπερ εἰ μὲν οὐδʼ ὅλως γιγνώσκει, βραχεῖ μαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατομαῖς, εἰ δʼ εἰδὼς οὐ λέγει τὴν χρείαν αὐτῶν. οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ μάτην αὐτὰ γεγονέναι.
82 (1t)
Gal. De usu partium IV 15, III 315 K I 231, 19 Helmreich λοιπὸς ἂν εἴη τῶν ἐξ ἀρχῆς προτεθέντων ὁ σπλὴν Ἐρασιστράτῳ μὲν ὑπὸ περιττῆς δή τινος σοφίας οὐδενὸς ἕνεκα γεγονώς. εἶτʼ οὐκ αἰδεῖται τηλικοῦτον σπλάγχνον ὑπὸ τῆς μηδὲν ἀλόγως ἐργαζομένης φύσεως, αὐτὸς γὰρ ταῦτα λέγει, μάτην φάσκων γεγονέναι, φοβηθεῖσα γὰρ δηλαδή, μή πως ἐπιλάθηται τῆς τέχνης, ἡνίκʼ ἔτι κυουμένου τοῦ ζῴου τὸ ἧπαρ διέπλαττεν, ἀντέθηκεν ἐκ τῶν ἀριστερῶν αὐτῷ τὸν σπλῆνα βουλομένη τι καὶ κατὰ τοῦτο τὸ μέρος ἐνεργεῖν, ὥσπερ οὐκ ἐνὸν ἐπὶ βραχὺ προαγαγοῦσαν ἐπὶ ταῦτα τὴν γαστέρα μηδὲν δεῖσθαι ματαίου δημιουργίας.
83 (1t)
Plutarchus De amore prolis II 495 C III 189 Pohlenz Πανταχοῦ μὲν γὰρ ἡ φύσις ἀκριβὴς καὶ φιλότεχνος καὶ ἀνελλιπὴς καὶ ἀπέριττος. “οὐδέν, ὡς ἔφησεν Ἐρασίστρατος, ἔχουσα ῥωπικόν” .
84 (1t)
Gal. De usu partium VI 12, III 465 K I 339, 18 Helmreich ἡμεῖς μὲν γὰρ ἐρωτηθέντες, διὰ τί τοῦ πνεύμονος ἐνήλλακται τῶν ἀγγείων ἡ φύσις, ἀρτηριώδους μὲν τῆς φλεβὸς ἀποτελεσθείσης, φλεβώδους δὲ τῆς ἀρτηρίας, ἀποκρινούμεθα τὴν ὄντως τε καὶ πρώτην αἰτίαν, ὅτι βέλτιον ἦν ἐν τούτῳ μόνῳ τῷ σπλάγχνῳ στεγανὴν μὲν τὴν φλέβα, μανὴν δʼ εἶναι τὴν ἀρτηρίαν. Ἐρασίστρατος δʼ οὐχ οὕτως, ἀλλʼ ὅτι, φησίν, ἡ μὲν φλὲψ ἐκπέφυκεν, ὅθενπερ αἱ εἰς ὅλον τὸ σῶμα διανεμόμεναι τὴν ἀρχὴν ἔχουσιν ἀρτηρίαι, συντέτρηται δʼ εἰς τὴν τοῦ αἵματος κοιλίαν, ἡ δʼ ἀρτηρία πάλιν ὅθεν αἱ φλέβες ἄρχονται πεφυκυῖα πρὸς τὴν πνευματικὴν τῆς καρδίας συντέτρηται κοιλίαν.
85 (1t)
Gal. De usu partium V 3, III 347 K I 254, 15 Helmreich εἰρημένου γὰρ ἐν τῷ νῦν δὴ λόγῳ περὶ τῆς εἰς τὸ λεπτὸν ἔντερον ἐκφύσεως, ὅτι χρῆν ἐπὶ τῆς ῥάχεως αὐτὴν ἐκταθεῖσαν οὐκ εὐθέως ἐλίττεσθαι πρὶν χώραν παρασχεῖν τοῖς ἐν τῷ μέσῳ γαστρός τε καὶ νήστεως ὀφείλουσι τετάχθαι, τάχʼ ἄν τις ὥσπερ παραλελειμμένον ἐπανέροιτο τὸ παρʼ Ἐρασιστράτῳ γεγραμμένον· “ἡ δʼ εἰς τὸ ἔντερον ἔκφυσις ἐν δεξιᾷ κεῖται κατεστραμμένη πρὸς τὴν ῥάχιν”.
86 (1t)
[Gal.] Introductio XIV 697, 8 K καὶ Ἐρασίστρατος δὲ ὡς ἀρχὰς καὶ στοιχεῖα τοῦ ὅλου σώματος ὑποτιθέμενος τὴν τριπλοκίαν τῶν ἀγγείων, νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, παραλείπει τά τε ὑγρὰ καὶ τὰ πνεύματα. δυσὶ γὰρ ὕλαις ταύταις διοικεῖσθαι λέγει τὸ ζῷον. τῷ μὲν αἵματι ὡς τροφῇ. τῷ δὲ πνεύματι ὡς συνεργῷ εἰς τὰς φυσικὰς ἐνεργείας. οὐ παραλαμβάνει δὲ αὐτὰς ὡς ἀρχάς. πολλὰ δὲ καὶ ἄλλα τῶν σωμάτων εἴδη εὑρίσκεται. οὐκ ἐκ τῆς τριπλοκίας συγκείμενα, οἷον εὐθὺς ὁ ἐγκέφαλος καὶ ὁ μυελὸς καὶ πάντα τὰ ὀστᾶ. τὸν μὲν οὖν ἐγκέφαλον ἢ τὸν μυελὸν παρέγχυμα τροφῆς τολμᾷ λέγειν, ὡς τὴν πιμελήν. καὶ τοῦ ἥπατος καὶ σπληνὸς καὶ πνεύμονος τὴν σύστασιν. τὰ δὲ ὀστέα οὔτε παρέγχυμα τῆς τροφῆς δύναιτʼ ἂν λέγειν, οὔτʼ ἐκ τῶν προειρημένων τριγενῶν ἀγγείων πεπλέχθαι.
87 (1t)
Anonym. Londin. XXI 18 Diels [τοῦ σ]ώματος μ[(ὲν) ο]ὖν τὰ μ(έν) (ἐστιν) ἁπλᾶ μέρη, τὰ δὲ σύνθετα, ἁπλᾶ δὲ καὶ σύνθετα λαμβάνομ(εν) π(ρὸς) αἴσθησιν, καθὼς καὶ Ἡρόφιλος ἐπισημειοῦται λέγων ο(ὕτως)· “λεγέσθω δὲ τὰ φαινόμενα π[ρ]ῶτα, καὶ εἰ μὴ (ἔστιν) πρῶτα” ὁ μ(ὲν) γὰρ Ἐρασίστρατος καὶ πόρρω τοῦ ἰατρικοῦ κανό[νος π]ροῆλθε· ὑπέλαβεν γ(ὰρ) τὰ πρῶτα [σώμα]τα λόγωι θεωρητὰ (εἶναι), ὥστε τὴν [αἰσθητ]ὴν φλέβα συνεστάναι ἐν λόγωι θεωρητῶν σωμά(των), φλεβός, ἀρτηρίας, νεύρο(υ). ἀλλὰ τοῦ[τ]ον παραιτητέον.
88 (1t)
Gal. De usu partium VII 8, III 538 K I 391, 2 Helmreich καὶ τῶν ἀρτηριῶν αὐτῶν τὸν χιτῶνα καὶ πάντων ἁπλῶς τοῦ ζῴου τῶν μορίων ἐκ φλεβὸς καὶ ἀρτηρίας καὶ νεύρου πεπλέχθαι φησὶ καὶ τρέφεσθαί γε πρὸς τῆς ἐν αὐτῇ φλεβὸς ἕκαστον, τῆς ἁπλῆς ἐκείνης καὶ λόγῳ θεωρητῆς.
89 (1t)
Gal. Nat. fac. II 6, II 96 et 103 K SM III 171, 1 et 176, 4 Helmreich τί ποτʼ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένον (…) ἔχει δʼ ἐν ἑαυτῷ μέρη, πάμπολλα μὲν ἐκεῖνα τὰ πρῶτα καὶ ἀόρατα νεῦρα τὸ σμικρὰ καί τινας ἀρτηρίας ἁπλᾶς ὀλίγας καὶ φλέβας ὁμοίως.
90 (1t)
Gal. Anat. admin. II 337 K I 129, 5 Garofalo περαίνει δʼ εἰς τὴν ῥίζαν αὐτὴν οὐ νεῦρον μόνον, ἀλλὰ καὶ ἀρτηρία καὶ φλέψ, ἐξ ὧν αἴσθησίν τε καὶ ζωὴν καὶ τροφὴν ἔχουσι τοῖς ἄλλοις ὁμοίως, ὧν οὐδὲν οὔτε ἐκ κράσεως ἐγένετο τῶν τριῶν τούτων ἀγγείων, οὔτε πολὺ μᾶλλον ἐκ πλοκῆς ὡς Ἐρασίστρατος ὑπελάμβανε.
91 (1t)
Gal. De temperamentis 3 p. 57, 10 Helmreich ἐφεξῆς δʼ ἑκάστου τῶν σπλάγχνων ἡ ἴδιος οὐσία. καλοῦσι δʼ αὐτὴν οἱ περὶ τὸν Ἐρασίστρατον παρέγχυμα καὶ ὡς περὶ μικροῦ καὶ φαύλου διανοοῦνται πράγματος οὐκ εἴδοτες. ὡς ἡ καθʼ ἕκαστον σπλάγχνον ἐνέργεια τῆς σαρκὸς ταύτης ἐστίν.
92 (1t)
Gal. De atra bile 77, 4 CMG V 4, 1, 1 p. 85, 19 De Boer ὅτι δὲ φιλονεικῶν Ἐρασίστρατος. οὐ πεπεισμένος ἄχρηστον εἶναι τὴν περὶ τῶν χυμῶν θεωρίαν. οὔτε ἐν ᾧ μέρει τοῦ ζῴου γεννᾶται τὸ αἷμα διῆλθεν οὔθʼ ὑπὸ τίνος αἰτίας οὔτε κατὰ τίνα τρόπον. ἐναργὲς τεκμήριόν ἐστι τὸ μηδενὸς τῶν διὰ μέλαιναν χολὴν ἢ ὅλως τὸν μελαγχολικὸν γινομένων παθῶν μνημονεῦσαι.
93 (1t)
Gal. De fac. purg. XI 328 K p. 2, 7 Ehlert οὐτʼ Ἐρασίστρατος ὁ μετʼ αἰδοῦς μέν τινος ὅλον ἀνατρέψας τὸ κεφάλαιον αὐτό, ὁ περὶ τῶν καθαιρόντων φαρμάκων, φανερὸν ὑπάρχει. τὴν γάρ τοι δραστικωτάτην τε καὶ οἰκειοτάτην τῆς φύσεως δύναμιν τὴν ἑλκτικὴν οὐκ οἶδε Ἐρασίστρατος οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων, ἀλλὰ τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ μᾶλλον ἀντʼ αὐτῆς χρῆται.
94 (1t)
Gal. Nat. fac. III 13, II 187 K SM III 236, 26 Helmreich Ἐρασίστρατος καὶ Ἀσκληπιάδης εἰς τοσοῦτον ἥκουσι σοφίας, ὥστʼ οὐ μόνον τὴν κοιλίαν καὶ τὰς μήτρας ἀποστεροῦσι τῆς τοιαύτης δυνάμεως ἀλλὰ καὶ τὴν ἐπὶ τῷ ἥπατι κύστιν ἅμα τοῖς νεφροῖς.
95 (1t)
Gal. Nat. fac. II 1 SM, II 75 K III 155, 25 Helmreich ἐπὶ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόος ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές, ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτʼ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν.
96 (1t)
Gal. Nat fac. II 6, II 99 K SM III 173, 9 Helmreich ἐπὶ γὰρ τῶν αἰσθητῶν μόνων, οὐκ ἐπὶ τῶν λόγῳ θεωρητῶν ἔχει δύναμιν, ὡς αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ διαρρήδην, οὐ περὶ τούτου τοῦ κενοῦ φάσκων ἑκάστοτε ποιεῖσθαι τὸν λόγον, ὃ κατὰ βραχὺ παρέσπαρται τοῖς σώμασιν, ἀλλὰ περὶ τοῦ σαφοῦς καὶ αἰσθητοῦ καὶ ἀθρόου καὶ μεγάλου καὶ ἐναργοῦς καὶ ὅπως ἂν ἄλλως ὀνομάζειν ἐθέλῃς. Ἐρασίστρατος μὲν γὰρ αὐτὸς αἰσθητὸν ἀθρόως οὔ φησι δύνασθαι γενέσθαι κενόν.
97 (1t)
Gal. De usu respir. IV 477 K p. 88 Furley τά τε γὰρ ἄλλα καὶ διὰ μυῶν ὑπὸ τῆς τοῦ ζῴου προαιρέσεως κινεῖσθαί φησιν ὁ Ἐρασίστρατος τὸν θώρακα.
98 (1t)
Gal. Anat. admin. II 660, 4 K τῶν οὖν διδασκάλων τῶν ἡμετέρων, οἱ κορυφαῖοι δʼ ἦσαν οὖτοι τῶν Κοίντου τε καὶ Νουμισιανοῦ μαθητῶν, ὅτι μὲν ὑπὸ τοῦ θώρακος ὁ πνεύμων κινεῖται, καθʼ ὃν Ἐρασίστρατος ἔγραψεν τρόπον, ἀποδειξάντων τε καὶ δειξάντων ἡμῖν, ἐν δυοῖν τοῖς πρώτοις γράμμασιν περὶ θώρακός τε καὶ πνεύμονος κινήσεως αἵ τʼ ἀποδείξεις εἰσὶ γεγραμμέναι καὶ τὰ φαινόμενα κατὰ τὰς ἀνατομάς, ἐξ ὧν ἐπορίσθη τὰ πρὸς τὰς ἀποδείξεις λήμματα.
99 (1t)
Gal. De usu respir. 2, 1 IV 471 K p. 80 Furley τί ποτʼ οὖν τηλικοῦτόν ἐστι τὸ παρὰ τῆς ἀναπνοῆς ἡμῖν χρηστόν; ἆρά γε τῆς ψυχῆς αὐτῆς γένεσις, ὡς Ἀσκληπιάδης φησίν; ἢ γένεσις μὲν οὐχί, θρέψις δέ τις, ὡς ὁ τοῦ Νικάρχου Πραξαγόρας; ἢ τῆς ἐμφύτου θερμότητος ἀνάψυξίς τις, ὡς φιλιστίων τε καὶ Διοκλῆς ἔλεγον; ἢ καὶ θρέψις καὶ ἔμψυξις, ὡς Ἱπποκράτης; ἢ τούτων μὲν οὐδέν, ἐπιπληρώσεως δʼ ἕνεκεν ἀρτηριῶν ἀναπνέομεν, ὡς Ἐρασίστρατος οἴεται;
100 (1t)
Anonym. Londin. XXI II 8 Diels ἐπεὶ δὲ ὕλην ὑποβέβληται […]ις τροφήν τε καὶ πνεῦμα ἁπάν[των, περὶ] τῆς ἑκατέρου διοικήσεως λαλήσ[ομ(εν), καὶ π]ρό[τε]ρον περὶ τῆς τοῦ πνεύματος; ἕλκετα[ι τ]οιγάρ[τ]οι τὸ πνεῦμα ἔξωθεν ὑπὸ [τοῦ] στόματος καὶ τῶν μυκτήρων καὶ δι[ὰ τῆ]ς τρ[αχ]είας ἀρτηρίας φέρεται εἰς πν[εύμ]ον[α κ]αὶ καρδίαν, ἔτι δὲ θώρακα· διηθ[εῖται] δὲ καὶ εἰς κοιλίαν ὀλίγον διὰ τοῦ [στομά]χου καθʼ ἡμᾶς, οὐ μὴν δὲ κατὰ τὸν Ἐρασίστρατον, ἀπὸ τούτων δὴ τῶν τόπων φέρετα[ι εἰ]ς τὰς κατὰ μέρος ἀρτηρίας. φέρεται δὲ κ[α]ὶ εἰς τὰ κοιλώματα· ὡς ὁμοίως δὲ καὶ ε[ἰς] τὰ καθʼ ὅλον τὸ σῶμα ἀραιώματα, εἶτα διεκθεῖ διὰ τῶν ἐν τῆι σαρκὶ φυσικῶν ἀραιωμάτων εἰς τὸ ἐκτός. τὸ δὲ πλεῖον ἐκπνεῖται διά τε τοῦ στόματος καὶ τῶν μυκτήρων.
101 (1t)
Gal. An in art. IV 706 K p. 148 Furley γίγνεται γὰρ κατὰ τὸν Ἐρασίστρατον ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος εἴσω τοῦ σώματος εἰς μὲν τὰς κατὰ πνεύμονα πρώτας ἀρτηρίας ἐλθόντος. ἔπειτα δὲ εἴς τε τὴν καρδίαν καὶ τὰς ἄλλας. εἰς ὅσον οὖν ὑγροτέροις ὁμιλεῖ σώμασιν, εἰς τοσοῦτον εἰκὸς αὐτὸ παχυμερέστερόν τε καὶ ἀτμωδέστερον γίγνεσθαι. θερμότερον δὲ γίγνεται, ἀλλʼ ὡς ἀτμὸς ἄνω φερόμενον οὔτε ἀσαφῆ τὴν κένωσιν οὔτε οὕτως ὠκεῖαν ἕξει. Ἐρασίστρατος δέ, ὅπῃ μὲν ἔχει πάχους, οὐ διώρισεν, ἐξ ὧν δʼ ὑπὲρ αὐτοῦ λέγει τεκμήραιτʼ ἄν τις οὐδαμῶς αὐτὸ προσήκειν εἶναι λεπτόν, τάς τε γὰρ ἀρτηρίας ὑπʼ αὐτοῦ πληρουμένας διαστέλλεσθαί φησι καὶ τὰς τῶν μυῶν κοιλίας ὡσαύτως, οὐδετέρου δὴ τούτων γίγνεσθαί ποτʼ ἂν δυνηθέντος, εἰ λεπτομερὲς ἀκριβῶς ὑπῆρχεν· οὐ γὰρ δὴ ἴσχεσθαί γε τὸ τοιοῦτον μᾶλλον ἐν τοῖς σώμασιν.
102 (1t)
Gal. An in art. IV 714 K p. 156 Furley … Ἐρασιστράτῳ τε καὶ τοῖς οἰομένοις ὄργανα τοῦ ζωτικοῦ πνεύματος ὑπάρχειν αὐτάς (sc. arterias).
103 (1t)
Gal. De usu partium VII 8, III 537 K I 390, 18 Helmreich εἰ γὰρ δὴ κἀκεῖναι τελέως εἰσὶν αἵματος ἄμοροι, καθάπερ αἱ τραχεῖαι ἀρτηρίαι, τοῦτο γὰρ Ἐρασίστρατος ὑπολαμβάνει, τί οὐκ εὐθὺς εἰς τὴν καρδίαν αἱ τραχεῖαι περαίνουσι; διὰ τί δὲ φλεβῶν ἀποβλαστήματα σμικρὰ ταῖς μὲν τραχείαις ἐμφύεται; μάτην γὰρ ἂν οὕτως ἡ μηδὲν εἰκῇ δημιουργοῦσα καὶ κατʼ αὐτὸν ἐκεῖνον φύσις οὐ τὰς λείας μόνον ἀρτηρίας τοῦ πνεύμονος, ἀλλὰ καὶ τὰς φλέβας πεποιηκυῖα, τὰς μέν, ὅτι ταῖς τραχείαις ἄντικρυς ἡ καρδία συνάπτεσθαι δυναμένη τῶν λείων οὐκ ἐδεῖτο, τὰς δʼ αὖ φλέβας, ὅτι καὶ τῶν ἀρτηριῶν αὐτῶν τὸν χιτῶνα καὶ πάντων ἁπλῶς τοῦ ζῴου τῶν μορίων ἐκ φλεβὸς καὶ ἀρτηρίας καὶ νεύρου πεπλέχθαι φησὶ καὶ τρέφεσθαί γε πρὸς τῆς ἐν αὐτῷ φλεβὸς ἕκαστον, τῆς ἁπλῆς ἐκείνης καὶ λόγῳ θεωρητῆς, οὐδὲν τῆς μεγάλης φλεβὸς ταύτης τῆς συνθέτου δεόμενον. εἴπερ οὖν ἡ μὲν ἀριστερὰ τῆς καρδίας κοιλία πνεῦμα μόνον ἐν ἑαυτῇ περιέχει, καθάπερ ἡ ἀρτηρία ἡ τραχεῖα, καὶ διὰ τοῦτο τῶν λείων οὐδὲν δεῖ τῷ πνεύμονι, τροφῆς δʼ ἐπεισάκτου παρὰ φλεβὸς οὐδεμία χρῄζει τῶν ἀρτηριῶν, εὔλογον ἦν ἐκ τούτων μόνων τῶν ἀρτηριῶν τῶν τραχειῶν τὸν πνεύμονα γεγονέναι.
104 (1t)
Gal. De usu partium VII 8, III 540 K I 392, 25 Helmreich Ἐρασίστρατος κἀνταῦθα δέον αἰτιάσασθαι ποιότητας οἰκειότητά τε καὶ ἀλλοιότητα, λεπτότητά τε καὶ παχύτητα οὐκ οἶδʼ ὅπως αἰτιᾶται πνεύματος οἰόμενος ἀπόλλυσθαι διὰ τοῦτο τούς τʼ ἐν τοῖς χαρωνείοις βαράθροις καὶ τοὺς ἐν τοῖς νεωστὶ κεχρισμένοις οἴκοις τιτάνῳ καὶ τοὺς ἐξ ἀνθράκων ὀσμῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, ἀδυνατοῦντος ἐν τῷ σώματι στέγεσθαι τοῦ πνεύματος ὑπὸ λεπτότητος.
105 (1t)
Gal. De loc. aff. V 3 VIII 316, 6 K Βούλεται γὰρ εἰς τὴν ἀρτηρίαν ταύτην ἐνθλιβόμενον ὑπὸ τῆς καρδίας τὸ πνεῦμα, διασῶζον τῆς βολῆς τὴν ῥώμην, εἰς ὅλον φέρεσθαι τὸ σῶμα διὰ τῶν ἀπʼ ἐκείνης πεφυκυιῶν ἀρτηριῶν· ὡς κατὰ μίαν ἔνθλιψιν τῆς ἀρτηρίας ἐξικνεῖσθαι μέχρι τῶν κατὰ τοὺς πόδας ἄκρων τὴν φορὰν τοῦ πνεύματος, ὑπὲρ τοὺς σφοδροτάτους ἀνέμους τὸ τῆς φορᾶς τάχος εἶναι βουλόμενος.
106 (1t)
Gal. De usu respir. 2.1 IV 473 K p. 82 Furley ἐπεὶ τοίνυν εἰσπνεύσαντες [μὲν] τῆς μὲν οὐσίας εὐποροῦμεν, πνιγόμεθα δὲ οὐδὲν ἧττον ἢ εἰ μηδʼ ὅλως εἰσεπνεύσαμεν, ἐμφαίνεσθαι δοκεῖ τὸ μὴ δεῖσθαι τῆς οὐσίας. ἀλλὰ πρὸς τοῦθʼ ὁ Ἐρασίστρατός φησιν, ὅτι μηδʼ ἕλκειν δύναται τὸν ἐκ τοῦ πνεύμονος ἀέρα κατὰ τὴν τῆς ἀναπνοῆς ἐπίσχεσιν ἡ καρδία· φυλάττεσθαι γὰρ τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἴσον ὄγκον τῆς διαστάσεως ἐν ταῖς τοιαύταις καταστάσεσιν. εἴπερ οὖν εἵλκυσέ τι μέρος ἀέρος ἡ καρδία, κενὸς ἂν ὁ τοῦ μεταληφθέντος ἐγένετο τόπος τοῦτο δʼ εἶναί γʼ ἀδύνατον. ἵνα δʼ οὖν μὴ γένηται ἀδύνατον, οὐδὲ μεταλήψεσθαί φησι τὴν ἀρχὴν δεῖ γάρ, ἵνα τι μεταληφθῇ, μὴ μόνον εἶναι τὸ ἕλξον, ἀλλὰ καὶ τὸ μεταδῶσον· οὐ μεταδίδωσι δʼ ὁ θώραξ, τὸν ἴσον ὄγκον 〈φυλάττων〉 τῆς διαστάσεως· οὐδʼ οὖν οὐδʼ ἡ καρδία δύναται μεταλαμβάνειν, ἀλλʼ ἐπιχειρεῖ μὲν ὡς ἔμπροσθεν, ἀνύει δʼ οὐδέν; κἀντεῦθεν τὸ πνίγεσθαι. ἐπεὶ τοίνυν, ἵνα ἑλκύσῃ τι τοῦ ἀέρος ἡ καρδία, συγχωρεῖν χρὴ τὸν θώρακα, συγχωρεῖ δʼ ἡνίκʼ ἂν μεταβάλλῃ τὴν διάστασιν, μεταβάλλει δʼ εἰσπνεόντων ἢ ἐκπνεόντων, τηνικαῦτα ἡ καρδία μεταλήψεται.
107 (1t)
Gal. De usu resp. IV 499 K. p. 23 Noll p. 116 Furley ὥσπερ κατά γε τὴν γυμνασίαν μεῖζόν τε καὶ πυκνότερον ἡμᾶς ἀναπνεῖν … ὅτι γὰρ οὐδʼ ἐνταῦθα διὰ τὴν τῶν ἀρτηριῶν ἀναπλήρωσιν, ἐναργές ἐστιν …
108 (1t)
Gal. De usu resp, IV 491 K p. 9 Noll p. 94 Furley ἔτι δὲ καὶ τοῦτο ἐπανερωτῶσιν (sc. qui E. doctrinam oppugnant). εἰ μηδὲν ἐκ τῶν ἀρτηριῶν κενοῦται παρὰ τὸν τῆς ἐπισχέσεως καιρόν, ἔμπροσθεν μὲν γάρ, ἡνίκʼ ἀνέπνει κατὰ φύσιν τὸ ζῶον, αὐτὸς ὁ Ἐρασίστρατος οἴεται πᾶν ἐκκενοῦσθαι τὸ παρὰ τῆς καρδίας ἐκπεμπόμενον αὐταῖς, δῆλον ὡς ἐκτὸς τοῦ σώματος ἐκκρινόμενον ἤ πως ἄλλως κενούμενον.
109 (1t)
Gal. An in art. IV 709 K p. 150 Furley πρόδηλον μὲν γὰρ ὡς τῷ τε προτέρῳ τῷ κατὰ τὴν τετμημένην (sc. ἀρτηρίαν) τὸ λοιπὸν ἅπαν ἑτοίμως ἀκολουθήσει καὶ πρώτη ταῖς ὑστάταις ἐπίδηλος ἡ κένωσις γενήσεται μηκέτʼ ἐχούσαις ἑτέρας ὅθεν μεταληφθήσεται. ἐν αὐταῖς οὖν πρώταις κίνδυνος τοῦ κενὸν γενέσθαι τόπον, εἰ μή τις οὐσία πληρώσειε τὴν χώραν τοῦ μεταλαμβανομένου πνεύματος. καὶ διὰ τοῦτʼ ἐξ ἀνάγκης ἕπεται τὸ διὰ τῶν συναστομώσεων ὡς αὐτός φησιν αἷμα τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ καὶ τοῦτο ὥσπερ προσδεδεμένον τῷ κατὰ τὰ πέρατα τῶν ὑστάτων ἀρτηριῶν πνεύματι πρῶτον μὲν ἅπαντος τοῦ ἄλλου αἵματος, ὕστερον δὲ παντὸς τοῦ κατὰ τὰς ἀρτηρίας πνεύματος κενωθήσεται.
110 (1t)
Gal. De puls. diff. VIII 702, 14 K ἔτι δὲ μείζων ἄλλη διαφορὰ τοῖς ἰατροῖς ἐκ παλαιοῦ περὶ τῶν ἀρτηριῶν ἐγένετο, τινῶν μὲν ἡγουμένων ἐξ ἑαυτῶν σφύζειν, σύμφυτον ἐχούσας ὁμοίως τῇ καρδίᾳ τὴν τοιαύτην δύναμιν, ὧν ἐστι καὶ ὁ Πραξαγόρας, ἐνίων δὲ σφύζειν μὲν αὐτάς, τοῦ χιτῶνος αὐτῶν διαστελλομένου. καθάπερ ἡ καρδία, τὴν δύναμιν δὲ οὐκ ἐχουσῶν σύμφυτον ᾗ τοῦτο δρῶσιν, ἀλλὰ παρὰ τῆς καρδίας λαμβανουσῶν, ἧς γνώμης ἔχεται καὶ Ἡρόφιλος. Ἐρασιστράτῳ δὲ οὐδέτερον ἀρέσκει· βούλεται γὰρ ἔμπαλιν τῇ καρδίᾳ τὰς ἀρτηρίας σφύζειν, ἐκείνης μέν, ὅτε διαστέλλεται πληρουμένης τῇ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ, τῶν δὲ ἀρτηριῶν ὅτε πληροῦνται διαστελλομένων, πληροῦσθαι δὲ αὐτὰς τοῦ παρὰ καρδίας ἐπιπεμπομένου πνεύματός φησιν ἅμα μὲν οὖν ἀναγκαῖόν ἐστιν ἀμφότερα γίνεσθαι, τήν τε διαστολὴν καὶ τὴν πλήρωσιν αὐτῶν, ἡγεῖσθαι δὲ τὸ ἕτερον θατέρου λόγον αἰτίας ἔχον ἐν μὲν τῇ καρδίᾳ τὴν διαστολήν, ἐν δὲ ταῖς ἀρτηρίαις τὴν πλήρωσιν, ὥσπερ ὁρᾶται κἀπὶ τῶν ἐκτός. αἱ μὲν γὰρ τῶν χαλκέων φῦσαι διότι διαστέλλονται. διὰ τοῦτο πληροῦνται, οἱ σάκκοι δὲ καὶ οἱ θύλακοι καὶ οἱ ἀσκοὶ διότι πληροῦνται, διὰ τοῦτο διαστέλλονται.
111 (1t)
Gal. De puls. diff. VIII 645 K Ἡρόφιλος μὲν γάρ φησι ῥώμην τῆς κατὰ τὰς ἀρτηρίας ζωτικῆς δυνάμεως αἰτίαν εἶναι σφοδροῦ σφυγμοῦ· Ἀθήναιος δὲ τοῦ ζωτικοῦ τόνου τὴν ἰσχύν· Ἀσκληπιάδης δὲ ἀμφοῖν καταγελάσεται, καὶ τόνους καὶ δυνάμεις καὶ πάντα τὰ τοιαῦτα κενὰ φάσκων ὑπάρχειν ὀνόματα, τὴν δʼ αἰτίαν τῆς σφοδρότητος εἰς πλῆθος καὶ λεπτότητα πνεύματος ἀνοίσει, καθάπερ, οἶμαι, καὶ Ἐρασίστρατος. οὐδὲ γὰρ οὗτος τοῖς χιτῶσιν αὐτοῖς μεταδίδωσι τῆς τονικῆς δυνάμεως, ἀλλὰ τῆς καρδίας ἰσχυρῶς ἐκθλιβούσης τὸ πνεῦμα, τῇ διὰ τούτου διὰ τῶν ἀρτηριῶν φορᾷ τὸ ἀντιβατικὸν ἐν τῇ πληγῇ φησι γεννᾶσθαι.
112 (1t)
Gal. De usu resp. IV 502 K p. 26 Noll p. 122 Furley ἀλλʼ οὐδʼ ἐκ τῆς εἰσπνοῆς ὁμοίως οἱ περὶ τὸν Ἐρασίστρατον τοῖς 〈περὶ τὸν〉 Ἱπποκράτην τρέφεσθαί φασι τὸ ψυχικὸν πνεῦμα· τοῖς μὲν γὰρ ἐκ καρδίας διὰ τῶν ἀρτηριῶν ἐπὶ τὰς μήνιγγας, τοῖς δὲ εὐθὺς διὰ τῶν ῥινῶν εἰς τὰς κατὰ τὸν ἐγκέφαλον κοιλίας ἔρχεσθαι τὸ πνεῦμα δοκεῖ.
112B (1t)
Gal. De plac. Hipp. et Plat. CMG V 4 1, 2 p. 164, 12 De Lacy Ἐρασίστρατος οὖν οὐχ ἁπλῶς, ὥσπερ οὗτοι (Hippocrates et Plato) τὸ ζητούμενον λαμβάνων, ἀλλὰ μετὰ κατασκευῆς λόγων οὐκ ὀλίγης, ἐκ μὲν κεφαλῆς φησι τὸ ψυχικόν, ἐκ δὲ τῆς καρδίας τὸ ζωτικὸν ὁρμᾶσθαι πνεῦμα.
113 (1t)
Gal. In Platonis Timaeum commentarius CMG Supp. I p. 25, 21 Schröder οὐκ οἶδα, τί δόξαν αὐτῷ τὴν τῆς περιώσεως δόξαν ἀντὶ τῆς ὁλκῆς εἵλετο κατὰ τοῦτο μόνον ἀποστὰς Ἱπποκράτους· ὅτι μὲν γὰρ τὸ τῆς ἀναπνοῆς, εἴτʼ ἔργον εἴτε πάθος χρὴ καλεῖν, οὐ γίνεται κατὰ περίωσιν, Ἐρασίστρατος ἔδειξεν ἐλέγξας 〈τὴν τοῦ〉 Ἑστιαίου δόξαν. γίνεται τοίνυν ἡ τοιαύτη κίνησις οὐκ ἀκριβὴς κύκλος ἐπὶ τὰ αὐτὰ διὰ παντὸς περιφερόμενος. ἀλλʼ ὡς αὐτὸς εἶπεν, ἔνθα καὶ ἔνθα, καὶ κατὰ τοῦτο διήνεγκεν ἡ τοῦ Πλάτωνος δόξα τῆς ἐξ Ἀκαδημίας, οὐχ ὡς Ἐρασίστρατος ἔγραψεν.
114 (1t)
Plutarchus Quaestiones convivales VII 1 698 A p. 211 Hubert “ὁ δὲ φιλόσοφος (sc. Plato) οὑτωσὶ σαφῶς” ἔφη “γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπεν. τὸ γὰρ ἀγνόημα μέγα· πρῶτον μὲν ὅτι, τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστιν ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα τοῦ πλεύμονος 〈μὴ〉 λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησεν. Καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκεν βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένης, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ τῆς βηχὸς ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπʼ ἀμφότερα λαμβάνουσα φθεγγομένων μὲν ἐμπίπτει τῷ στομάχῳ, σιτουμένων δὲ καὶ πινόντων τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν” ἔφη “καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν [ὅτι] τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖ〈ται〉 γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκεῖνο δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστʼ ἀναμίγνυσθαι καὶ παραμένειν, οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν, ἀλλὰ συμπλεκομένων [ἡμῶν] ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατος.”
115 (1t)
Gal. Nat. fac. III 8, II 176 K SM III 228, 22 Helmreich ἀλλʼ οὔτε τούτων οὐδὲν Ἐρασίστρατος εἶπεν οὐθʼ ὡς ἡ σκολιὰ θέσις τοῦ στομάχου διαβάλλει σαφῶς τὸ δόγμα τῶν νομιζόντων ὑπὸ τῆς ἄνωθεν βολῆς μόνης ποδηγούμενα μέχρι τῆς γαστρὸς ἰέναι τὰ καταπινόμενα. μόνον δʼ ὅτι πολλὰ τῶν μακροτραχήλων ζῴων ἐπικεκυφότα καταπίνει, καλῶς εἶπεν.
116 (1t)
Gal. Nat. fac. I 16, II 60 K SM III 145, 7 Helmreich Ἐρασίστρατος δʼ οὐκ οἶδʼ ὅπως ἑτέραις μέν τισι δόξαις εὐήθεσιν ἀντεῖπε διὰ μακρῶν, ὑπερέβη δὲ τελέως τὴν Ἱπποκράτους, οὐδʼ ἄχρι τοῦ μνημονεῦσαι μόνον αὐτῆς ὡς ἐν τοῖς περὶ καταπόσεως ἐποίησεν, ἀξιώσας, ἐν ἐκείνοις γὰρ ἄχρι τοσούτου φαίνεται μνημονεύων, ὡς τοὔνομʼ εἰπεῖν τῆς ὁλκῆς μόνον ὧδέ πως γράφων· “ὁλκὴ μὲν οὖν τῆς κοιλίας οὐδεμία φαίνεται εἶναι” περὶ δὲ τῆς ἀναδόσεως τὸν λόγον ποιούμενος οὐδʼ ἄχρι συλλαβῆς μιᾶς ἐμνημόνευσε τῆς Ἱπποκράτους δόξης. καίτοι γʼ ἐπήρκεσεν ἂν ἡμῖν, εἰ καὶ τοῦτʼ ἔγραψε μόνον ὡς Ἱπποκράτης εἰπὼν “σάρκες ὁλκοὶ καὶ ἐκ κοιλίης καὶ ἔξωθεν” ψεύδεται.
117 (1t)
Gal. De alim. fac. CMG V 4, 2 p. 204, 16 Helmreich ἄρξομαι δʼ ἀφʼ οὗ διὰ στόματος ἔχουσιν ἅπαντες, ὀρθῶς ὑπʼ Ἐρασιστράτου γεγραμμένον, μήτε τὸ μελίκρατον ὑπάγειν τὴν γαστέρα πάντων μήτε τὴν φακὴν ἐπέχειν, ἀλλʼ εἶναί τινας, οἳ πρὸς τῷ μηδέτερον πάσχειν ἔτι καὶ τοῖς ἐναντίοις περιπίπτουσιν ὡς ἵστασθαι μὲν ἐπὶ τῷ μελικράτῳ τὴν γαστέρα, λαπάττεσθαι δʼ ἐπὶ τῇ φακῇ, καί τινας εὑρίσκεσθαι τὰ βόεια κρέα ῥᾷον πέττοντας ἢ τοὺς πετραίους ἰχθύας.
119 (1t)
[Gal.] Definitiones medicae XIX 372 K πῶς Ἱπποκράτης καὶ Ἐρασίστρατος καὶ Ἐμπεδοκλῆς καὶ Ἀσκληπιάδης τὰς πέψεις τῆς τροφῆς φασι γίνεσθαι; τὰς πέψεις τῆς τροφῆς Ἱπποκράτης μὲν ὑπὸ τοῦ ἐμφύτου θερμοῦ φησι γίνεσθαι, Ἐρασίστρατος δὲ τρίψει καὶ λειώσει καὶ περιστολῇ τῆς γαστρὸς καὶ ἐπικτήτου πνεύματος ἰδιότητι. Ἐμπεδοκλῆς δὲ σήψει· οἱ δὲ ἐξ ὠμῶν ἔφασαν τὰς ἀναδόσεις γίγνεσθαι, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ Βιθυνός.
124 (1t)
Gal. Nat. fac. II 10, II 111 K SM III p. 188, 2 Helmreich δύο γὰρ ταῦτα προσεγένετο τῷ βουβῶνι, ἡ τῆς κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν κινήσεως ἀλλοίωσις καὶ ἡ τῆς κατὰ φύσιν θερμασίας πλεονεξία. ἀλλʼ ἡ μὲν τῆς κινήσεως ἀλλοίωσις οὐ μόνον οὐδὲν βλάψει τὴν ἐνέργειαν τῆς γαστρός, ἀλλὰ καὶ προσωφελήσει κατʼ ἐκεῖνα τῶν ζῴων, ἐν οἷς εἰς πέψιν ὑπέθετο πλεῖστον δύνασθαι τὸ διὰ τῶν ἀρτηριῶν εἰς τὴν κοιλίαν ἐμπῖπτον πνεῦμα (…) ἐπʼ ἀνθρώποις, ἐν οἷς ἢ οὐδὲν ἢ παντάπασιν ἀμυδρόν τι καὶ μικρὸν ὠφελεῖ.
124B (1t)
Scholia Yalensia in Gal. p. 29 v. 549 Moraux ἔλεγε γὰρ ὁ Ἐρασίστρατος ἐπὶ μὲν γαστρὸς τοῦ κυνὸς καὶ τοῦ λέοντος πλεῖον εἰσβάλλειν τὸ ἐκ τῆς ἀορτῆς πνεῦμα [ἐπὶ τῆς γαστρὸς τοῦ κυνὸς καὶ τοῦ λέοντος] πρὸς τρῖψιν τῶν εἰωθότων καταβιβρώσκεσθαι τοῖς τοιούτοις ζῴοις, οἷον ὀστέων, παρὸ ἐπὶ τοῦ ἀνθρώπου.
126 (1t)
Gal. De puls. diff. II 9 IX 133, 12 K τί δήποτʼ οὖν καὶ βραδύτεροι καὶ ἀραιότεροι γίνονται (pulsus in somnis); Ἐρασίστρατος μέν φησι διὰ τὴν ἠρεμίαν τῶν κατὰ προαίρεσιν κινήσεων, ἣν καὶ τοῦ πέττειν καλῶς, οὐκ αὐτοὺς τοὺς ὕπνους αἰτιᾶται.
127 (1t)
Gal. Nat. fac. II 10, II 118 K SM III p. 187, 10 Helmreich τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἐρασίστρατος ὁμολογεῖ καίτοι μὴ βουλόμενος. ὅταν γὰρ ἐν τοῖς πυρετοῖς χείρους τῶν σιτίων τὰς πέψεις γίγνεσθαι λέγῃ, μὴ διότι τῆς ἐμφύτου θερμασίας ἡ συμμετρία διέφθαρται. καθάπερ οἱ πρόσθεν ὑπέλαβον, ἀλλʼ ὅτι περιστέλλεσθαι καὶ τρίβειν ἡ γαστὴρ οὐχ ὁμοίως δύναται βεβλαμμένη τὴν ἐνέργειαν, ἐρέσθαι δίκαιον αὐτόν, ὑπὸ τίνος ἡ τῆς γαστρὸς ἐνέργεια βέβλαπται.
128 (1t)
Gal. Nat. fac. III 7, II 166 K SM III 221, 9 Helmreich Πολὺ δʼ εὐηθέστερός ἐστι καὶ γελοιότερος ὁ Ἐρασίστρατος ἢ μὴ νοῶν, ὅπως εἴρηται πρὸς τῶν παλαιῶν ἡ πέψις τῇ ἑψήσει παραπλήσιος ὑπάρχειν, ἢ ἑκὼν σοφιζόμενος ἑαυτόν, ἑψήσει μὲν οὖν, φησίν, οὕτως ἐλαφρὰν ἔχουσαν θερμασίαν οὐκ εἰκὸς εἶναι παραπλησίαν τὴν πέψιν, ὥσπερ ἢ τὴν Αἴτην δέον ὑποθεῖναι τῇ γαστρὶ ἢ ἄλλως αὐτῆς ἀλλοιῶσαι τὰ σιτία μὴ δυναμένης ἢ δυναμένης μὲν ἀλλοιοῦν, οὐ κατὰ τὴν ἔμφυτον δὲ θερμασίαν. ὑγρὰν οὖσαν δηλονότι καὶ διὰ τοῦθʼ ἕψειν οὐκ ὀπτᾶν εἰρημένην.
129 (1t)
Gal. Nat. fac. III 4, II 157 K SM III 214, 17 Helmreich Ἐρασίστρατος οὐκ οἶδʼ ὅπως τὴν περιστολὴν τῆς γαστρὸς ἁπάντων αἰτίαν ἀποφαίνει καὶ λειώσεως τῶν σιτίων καὶ τῆς τῶν περιττωμάτων ὑποχωρήσεως καὶ τῆς τῶν κεχυλωμένων ἀναδόσεως.
130 (1t)
Gal. Nat. fac. III 8, II 170 K SM III 224, 10 Helmreich ὅτι δʼ αἱ περιφερεῖς ἶνες, αἷς περιστέλλεται τά τʼ ἄλλα μόρια καὶ ἡ γαστήρ, οὐ συναιροῦσι τὸ μῆκος, ἀλλὰ συστέλλουσι καὶ στενοῦσι τὴν εὐρύτητα, καὶ παρʼ αὐτοῦ λαβεῖν ἔστιν Ἐρασιστράτου· περιστέλλεσθαι γάρ φησι τοῖς σιτίοις τὴν γαστέρα κατὰ τὸν τῆς πέψεως ἅπαντα χρόνον.
131 (1t)
Gal. Nat. fac. II 11, II 128 K SM III 194, 12 Helmreich Ἐρασίστρατος δέ μοι δοκεῖ καὶ αὐτὸ τοῦτʼ ἀγνοεῖν, ὡς, ἥτις ἂν ἐν τῷ σώματι διάθεσις βλάπτῃ τὴν ἐνέργειαν μὴ κατά τι συμβεβηκὸς ἀλλὰ πρώτως τε καὶ καθʼ ἑαυτήν, αὕτη τὸ νόσημά ἐστιν αὐτό, πῶς οὖν ἔτι διαγνωστικός τε καὶ ἰατικὸς ἔσται τῶν νοσημάτων ἀγνοῶν ὅλως αὐτὰ τίνα τʼ ἐστὶ καὶ πόσα καὶ ποῖα; κατὰ μὲν δὴ τὴν γαστέρα τό γε τοσοῦτον Ἐρασίστρατος ἠξίωσε ζητεῖσθαι τὸ πῶς πέττεται τὰ σιτία· τὸ δʼ ἥτις πρώτη τε καὶ ἀρχηγὸς αἰτία τούτου, πῶς οὐκ ἐπεσκέψατο; κατὰ δὲ τὰς φλέβας [καὶ τὸ αἷμα] καὶ αὐτὸ τὸ πῶς παρέλιπεν.
132 (1t)
Gal. De loc. aff. I 3 VIII 34, 14 K καὶ μὴν καὶ τρίτη τίς ἐστιν δόξα τῶν μηδʼ ἠπεπτῆσθαι τὰ τοιαῦτα λεγόντων, ἀλλὰ μὴ πεπέφθαι μόνον, ὡς οὐ ταὐτὸν ὂν ἢ διὰ ἀποφάσεώς τι δηλοῦν, ἢ διὰ τῆς καλουμένης ὑπὸ τῶν διαλεκτικῶν στερητικῆς φωνῆς. κατὰ τὴν αὐτὴν ἔννοιαν, οἶμαι, καὶ ὁ Ἐρασίστρατος ἔλεγε τὰ γίγαρτα καὶ τὰ σήσαμα καὶ πάντα τὰ διαχωρούμενα παντάπασιν ἄσηπτά τε καὶ ἀμετάβλητα μηδεμίαν ἐνδείκνυσθαι τῷ ζῴῳ γεγενημένην ἀπεψίαν, ἀλλʼ αὐτὸ τοῦτο, μὴ πεπέφθαι, μόνον.
133 (1t)
Gal. Nat. fac. II 8, II 108 K SM III p. 179, 24 Helmreich πῶς δʼ οὐκ αἰδεῖται τὰς μὲν τῆς πέψεως ἀποτυχίας διαιρούμενος, ὡς πολλαί τʼ εἰσὶ καὶ κατὰ πολλὰς γιγνομένας προφάσεις, ὑπὲρ δὲ τῶν τῆς αἱματώσεως σφαλμάτων οὐδʼ ἄχρι ῥήματος ἑνὸς συλλαβῆς μιᾶς φθεγξάμενος;
135 (1t)
Anonym. Londin. XXV 27 Diels καὶ τοῦ Ἐρασιστράτου δὲ διοίσομεν, καθʼ ὅσον κεῖνος μὲν αἷ[μα] εἶπεν μόνον εἶναι τροφήν, ἡμεῖς δὲ καὶ [τὸ αἷ]μα μὲν εἶναι τροφήν, μὴ μόνον δέ, ἀλλὰ [καὶ τὴ]ν ὠμὴν δὲ τροφήν.
136 (1t)
Gal. Nat. fac. II 1, II 75 K SM III 155 14 καὶ μὴν εἰ τοῦτʼ ἀληθές ἐστι, θαυμάζειν χρὴ τοῦ Ἐρασιστράτου ψευδεῖς οὕτω λόγους ὑπὲρ ἀναδόσεως τροφῆς εἰπόντος, ὡς μηδʼ Ἀσκληπιάδην λαθεῖν, καίτοι γʼ οἴεται παντὸς μᾶλλον ἀληθὲς ὑπάρχειν, ὡς, εἴπερ ἐκ τῶν φλεβῶν ἀπορρέοι τι, δυοῖν θάτερον ἢ κενὸς τόπος ἔσται ἀθρόως ἢ τὸ συνεχὲς ἐπιρρυήσεται τὴν βάσιν ἀναπληροῦν τοῦ κενουμένου. ἀλλʼ Ἀσκληπιάδης οὐ δυοῖν θάτερόν φησιν, ἀλλὰ τριῶν ἕν τι χρῆναι λέγειν ἐπὶ τοῖς κενουμένοις ἀγγείοις ἕπεσθαι ἢ κενὸν ἀθρόως τόπον ἢ τὸ συνεχὲς ἀκολουθήσειν ἢ συσταλήσεσθαι τὸ ἀγγεῖον. ἐπὶ μὲν γὰρ τῶν καλάμων καὶ τῶν αὐλίσκων τῶν εἰς τὸ ὕδωρ καθιεμένων ἀληθὲς εἰπεῖν, ὅτι κενουμένου τοῦ περιεχομένου κατὰ τὴν εὐρυχωρίαν αὐτῶν ἀέρος ἢ κενὸς ἀθρόος ἔσται τόπος ἢ ἀκολουθήσει τὸ συνεχές· ἐπὶ δὲ τῶν φλεβῶν οὐκέτʼ ἐγχωρεῖ, δυναμένου δὴ τοῦ χιτῶνος αὐτῶν εἰς ἑαυτὸν συνιζάνειν καὶ διὰ τοῦτο καταπίπτειν εἰς τὴν ἐντὸς εὐρυχωρίαν καὶ διὰ τοῦτʼ ἄλλης τινὸς δεῖ μηχανῆς εἰς τὴν πάντη φορὰν τοῦ αἵματος.
137 (1t)
Gal. Nat. fac. I 16, II 64 K SM III 148, 2 Helmreich ἀλλʼ οὐδʼ ἄλλην τινὰ προσθεῖναι πιθανὴν αἰτίαν εἶχεν, ὡς ἐπὶ τῆς ἀναδόσεως τὴν ἔκθλιψιν τῆς γαστρός.
138 (1t)
Gal. Nat. fac. II 1, II 76 K SM III p. 156, 9 Helmreich τῆς μὲν κοιλίας ἐνθλίβειν ταῖς φλεψὶν δυναμένης, ὡς αὐτὸς ὑπέθετο, τῶν φλεβῶν δʼ αὖ περιστέλλεσθαι τῷ ἐνυπάρχοντι καὶ προωθεῖν αὐτό.
139 (1t)
Plutarchus Quaestiones convivales VI 3, 2 689 F p. 107 Fuhrman τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως τὸ ποτὸν ἀνίησιν· ἡ γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτοις εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις· ὅθεν οὐ κακῶς ὄχημα τὴς τροφῆς τὸ ὑγρὸν ὁ Ἐρασίστρατος προσεῖπεν· τὸ γὰρ ὑπὸ ξηρότητος ἢ πάχους ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. Πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόμως σφόδρα πεινῶντες· ἐνδυομένη γὰρ ἔξωθεν ἡ ὑγρότης εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.
140 (1t)
Gal. Nat. fac. I 13, II 30 K SM III p. 122, 22 Helmreich ὅσοι γὰρ οὐδεμίαν οὐδενὶ μορίῳ νομίζουσιν ὑπάρχειν ἑλκτικὴν τῆς οἰκείας ποιότητος δύναμιν, ἀναγκάζονται πολλάκις ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, ὥσπερ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐπὶ τῶν νεφρῶν ἐποίησεν, οὓς οὐ μόνον Ἱπποκράτης ἢ Διοκλῆς ἢ Ἐρασίστρατος ἢ Πραξαγόρας ἤ τις ἄλλος ἰατρὸς ἄριστος ὄργανα διακριτικὰ τῶν οὔρων πεπιστεύκασιν ὑπάρχειν, ἀλλὰ καὶ οἱ μάγειροι σχεδὸν ἅπαντες ἴσασιν.
141 (1t)
Gal. Nat. fac. I 17, II 70 K SM III 152, 19 Helmreich ὅτι μὲν οὖν αὐτὸ τὸ πινόμενον ἅπαν οὖρον γίγνεται, πλὴν εἴ τι μετὰ τῶν διαχωρημάτων ὑπῆλθεν ἢ εἰς ἱδρῶτας ἀπεχώρησεν ἢ εἰς τὴν ἄδηλον διαπνοήν, ἐναργῶς ἐνδείκνυται τὸ πλῆθος τῶν καθʼ ἑκάστην ἡμέραν οὐρουμένων, ἐν χειμῶνι δὲ μάλιστα μαθεῖν ἔστιν ἐπὶ τῶν ἀργούντων μέν, κωθωνιζομένων δέ, καὶ μάλιστʼ εἰ λεπτὸς ὁ οἶνος εἴη καὶ πόριμος, οὐροῦσι γὰρ οὗτοι διὰ ταχέων ὀλίγου δεῖν, ὅσον περ καὶ πίνουσιν, ὅτι καὶ ὁ Ἐρασίστρατος οὕτως ἐγίγνωσκεν, οἱ τὸ πρῶτον ἀνεγνωκότες αὐτοῦ σύγγραμμα τῶν καθόλου λόγων ἐπίστανται.
142 (1t)
Gal. De usu partium IV 13, III 304 K I 223, 4 Helmreich τὰ μὲν οὖν ὑπʼ Ἐρασιστράτου λεγόμενα διακρίσεως ἕνεκα τῆς ξανθῆς χολῆς ἐνδείκνυται τὴν σχίσιν τῶν ἐν ἥπατι φλεβῶν γεγονέναι … καὶ θαυμάζειν ἄξιον Ἐρασιστράτου, πῶς μὲν ἡ ξανθὴ χολὴ διακρίνεται τοῦ αἵματος, ἐπὶ πλεῖστον διαλεχθέντος, ὅπως δὲ τὸ οὖρον, οὐδʼ ὅλως ἐπισκεψαμένου.
143 (1t)
Gal. Nat. fac. II 10, II 111 K SM III p. 182, 1 Helmreich καὶ μὴν σμικρότατός ἐστι τὴν γνώμην καὶ ταπεινὸς ἐσχάτως ἐν ἁπάσαις ταῖς ἀντιλογίαις, ἐν μὲν τοῖς περὶ τῆς πέψεως λόγοις τοῖς σήπεσθαι τὰ σιτία νομίζουσι φιλοτίμως ἀντιλέγων, ἐν δὲ τοῖς περὶ τῆς ἀναδόσεως τοῖς διὰ τὴν παράθεσιν τῶν ἀρτηριῶν ἀναδίδοσθαι τὸ διὰ τῶν φλεβῶν αἷμα νομίζουσιν, ἐν δὲ τοῖς περὶ τῆς ἀναπνοῆς τοῖς περιωθεῖσθαι τὸν ἀέρα φάσκουσιν, οὐκ ὤκνησε δʼ οὐδὲ τοῖς ἀτμοειδῶς εἰς τὴν κύστιν ἰέναι τὰ οὖρα νομίζουσιν ἀντειπεῖν οὐδὲ τοῖς εἰς τὸν πνεύμονα φέρεσθαι τὸ ποτόν …. ὁ περὶ πασῶν τῶν φυσικῶν ἐνεργειῶν ἐν ἀρχῇ τῶν καθόλου λόγων ὑποσχόμενος ἐρεῖν, οὕτως ἐν ἅπασι τὰς χειρίστας ἐπιλεγόμενος δόξας ἀγάλλεται διατρίβων ἐπὶ πλέον ἐν ταῖς ἀντιλογίαις.
144 (1t)
Commentarius anonymus in Gal. Nat. fac. p. 32 Helmreich, cf. scholia Yalensia p. 27 Moraux γέγονέ τις δόξα οἰομένη κατὰ σῆψιν ἀλλοιοῦσθαι ἐν γαστέρι τὰ σιτία, ἐκ τῶν διαχωρημάτων ὡς ἔοικε τὴν ἀφορμὴν ἔχουσα, αὕτη δὲ τοῖς περὶ Ἀθήναιόν ἐστιν, ἣν ἐλέγχει ὁ Ἐρασίστρατος τρίψει τὴν πέψιν οἰόμενος ἐν τῇ γαστρὶ γίνεσθαι ὥσπερ ἐν θυίᾳ, τῇ γαστρὶ δίκην δοίδυκος ὑπὸ τοῦ ἐμπίπτοντος πνεύματος τριβομένης τῆς τροφῆς. ἐστὶ δὲ τελέως εὐήθης ἡ δόξα, τὰ γὰρ τριβόμενα καταθραύεται μέν, οὐ μὴν κατὰ χρόαν καὶ τὰς ἄλλας ποιότητας ἐναλλάττεται ὡς πάντα τὰ πεττόμενα, ἔπειτα ἐχρῆν τὰ μικρὰ τοῖς ὄγκοις θᾶττον θραύεσθαι. νῦν δὲ ὁρῶμεν, ὡς σήσαμα μὲν ἄθραυστα τηρεῖ, βόεια δὲ κρέα κατεργάζεται ἡ γαστήρ. ἔλεγε δὲ τὸ πνεῦμα τὸ ποιοῦν τὴν τρῖψιν μοῖραν εἶναι πολλὴν τοῦ ἐν τῇ ἀορτῇ πνεύματος, ὃ καὶ ἐκάλει ὁλμοκόπον, τὴν δὲ γαστέρα ὅλμον, τὰ δὲ σιτία ὁλμοκοπούμενα. ὅτι δὲ οὐδὲ σήψει γίνεται ἡ πέψις κατὰ ἀλήθειαν, οὕτως ἐλέγχεται, ὡς πᾶσα τροφή, καθὰ τοῖς φιλοσόφοις δοκεῖ, ἔχει τὸ πικρὸν καὶ ἡδὺ καὶ πρὸ τοῦ μεταβληθῆναι οὐδὲν ἐν αὐτῷ φαίνεται. μετὰ δὲ τὴν μεταβολὴν τὸ μὲν χρηστὸν διαδίδοται ὅλῳ τῷ σώματι, τὸ δʼ αὖ ἄχρηστον ὠθεῖται εἰς τὰ ἔντερα καὶ ἀτημέλητον τῇ φύσει ἐστὶ καὶ διὰ τοῦτο ὀξώδη τὰ περιττώματα, οὐ τῇ σήψει τῆς τροφῆς. ἄλλη δέ τις δόξα ἔλεγε τὴν ἀνάδοσιν τοῦ αἵματος γίνεσθαι τῇ ὠθήσει τοῦ ἐν ταῖς ἀρτηρίαις περιεχομένου πνεύματος, συναστομωμένων δηλονότι τῶν ἀρτηριῶν ταῖς φλεψί, ὃ πρῶτον 〈ἐλέγ〉χεται εἶναι ψεῦδος ἐκ τοῦ μὴ πάσας τὰς ἀρτηρίας συνανεστομῶσθαι ταῖς φλεψίν, εἶτα καὶ ἐκ τοῦ μὴ δύνασθαι τὸ πνεῦμα εἰς ὅλον τὸ σῶμα ὠθεῖν τοσοῦτον ὑγρόν. ἑτέρα δὲ δόξα ἐστίν, ἐν ᾗ αἰνίττεται τὸν Πλάτωνα, λέγοντα διαφορούμενον τὸ πνεῦμα ἐκ τῶν ἀρτηριῶν ὠθεῖν τὸν ἀέρα ἐντὸς ἡμῶν καὶ οὕτω γίνεσθαι εἰσπνοήν, ὅπερ ἀδύνατον, ὁ γὰρ ἀὴρ ἤτοι τὸ πνεῦμα ὡς κοῦφον ἄνω φέρεται καὶ οὐκ ἀντανακλᾶται ὥστε ὠθεῖν. ὅμως ἐπειδὴ ὠθήσει καὶ ἀντωθήσει καὶ ἀντανακλάσει τοῦ ἀέρος ἔλεγεν ὁ Πλάτων τὴν κίνησιν γίνεσθαι, κίνησις δὲ καὶ εἰσπνοή, δοκοῦσιν αὐτοῦ καθάπτεσθαι.
145 (1t)
Gal. De atra bile 5, 13 CMG V 4, 1, 1 p. 80, 24 De Boer ὅσοι δὲ μηδὲ περὶ τούτων ἐπεσκέψαντο μηδὲ περὶ φλέγματος, οὐδʼ ἀριθμῆσαι δυνατόν, ὁπόσα παρέλιπον ἀναγκαῖα τῆς τέχνης θεωρήματα. περὶ μὲν οὖν τῆς μελαίνης χολῆς οὐδὲν ὅλως ὁ Ἐρασίστρατος ἔγραψε, περὶ δὲ τῆς ξανθῆς ὀλίγα τε ἅμα καὶ οὐδὲ ταῦτα πάντα ἀληθῆ. λέγει μὲν γὰρ οὕτω περὶ αὐτῆς· “Ἡ δὲ χολώδης ὑγρασία ὅτι μὲν ἀναγκαία ἐστὶν ἀποκρίνεσθαι, πολλὰ τῶν ἐπιγιγνομένων παθῶν μαρτυρεῖ· οἱ ἴκτεροί τε γὰρ καὶ αἱ περὶ τὸ ἧπαρ γινόμεναι φλεγμοναὶ καὶ ἄλλα πλείω. πότερον δὲ ἐν τῇ περὶ τὴν κοιλίαν κατεργασίᾳ τῆς τροφῆς γεννᾶται ἡ τοιαύτη ἢ μεμιγμένη ἐν τοῖς προσφερομένοις ἔξωθεν παραγίγνεται, οὐδὲν χρήσιμον πρὸς ἰατρικὴν ἐπεσκέφθαι” ταῦτα μὲν ὁ Ἐρασίστρατος ἔγραψεν ἐν τῷ πρώτῳ τῶν καθόλου λόγων περὶ τῆς ξανθῆς χολῆς.
146 (1t)
Gal. Nat. fac. II 4 SM III 168, 18 Helmreich τάχʼ ἂν οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν ὁ Ἐρασίστρατος εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόκων, ἅλις γὰρ ἤδη τῶν νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στομάτων στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι μὲν αἱ ἀπὸ τῶν πυλῶν τὸ ἀκάθαρτον αἷμα, μεταλαμβάνουσι δὲ πρότεροι μὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δʼ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷμα. πρὸς γὰρ τῷ μηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων μυρίων ἔμελλεν ἀμφισβητουμένων ἀπαλλάξεσθαι λόγων. Ὡς νῦν γε πόλεμος οὐ σμικρός ἐστι τοῖς Ἐρασιστρτείοις οὐ πρὸς τοὺς ἄλλους μόνον ἀλλὰ καὶ πρὸς ἀλλήλους, οὐκ ἔχουσιν, ὅπως ἐξηγήσωνται τὴν ἐκ τοῦ πρώτου τῶν καθόλου λόγων λέξιν, ἐν ᾗ φησι· “εἰς τὸ αὐτὸ δʼ ἀνεστομωμένων δύο ἀγγείων τῶν τʼ ἐπὶ τὴν χοληδόκον τεινόντων καὶ τῶν ἐπὶ τὴν κοίλην φλέβα συμβαίνει τῆς ἀναφερομένης τροφῆς τὰ ἐναρμόζοντα ἑκατέροις τῶν στομάτων εἰς ἑκάτερα τῶν ἀγγείων μεταλαμβάνεσθαι καὶ τὰ μὲν ἐπὶ τὴν χοληδόχον φέρεσθαι, τὰ δʼ ἐπὶ τὴν κοίλην φλέβα περαιοῦσθαι” .
147 (1t)
Gal. Nat. fac. II 6 SM III 170, 12; 171, 17 Helmreich εἰ δʼ ἐπισκοποῖτό τις ἐπιμελῶς, οὐδʼ ὁ περὶ θρέψεως αὐτοῦ λόγος, ὃν ἐν τῷ δευτέρῳ Τῶν καθόλου λόγων διέρχεται, τὰς αὐτὰς ἀπορίας ἐκφεύγει. τῇ γὰρ πρὸς τὸ κενούμενον ἀκολουθίᾳ συγχωρηθέντος ἑνὸς λήμματος, ὡς πρόσθεν ἐδείκνυμεν, ἐπέραινέ τι περὶ φλεβῶν μόνων καὶ τοῦ καθʼ αὐτὰς αἵματος. ἐκρέοντος γάρ τινος κατὰ τὰ στόματʼ αὐτῶν καὶ διαφορουμένου καὶ μήτʼ ἀθρόου τόπου κενοῦ δυναμένου γενέσθαι μήτε τῶν φλεβῶν συμπεσεῖν, τοῦτο γὰρ ἦν τὸ παραλειπόμενον, ἀναγκαῖον ἦν ἕπεσθαι τὸ συνεχὲς ἀναπληροῦν τοῦ κενουμένου τὴν βάσιν, αἱ μὲν δὴ φλέβες ἡμῖν οὕτω θρέψονται τοῦ περιεχομένου κατʼ αὐτὰς αἵματος ἀπολαύουσαι· τὰ δὲ νεῦρα πῶς; οὐ γὰρ δὴ κἀν τούτοις ἐστὶν αἷμα. πρόχειρον μὲν γὰρ ἦν εἰπεῖν, ἕλκοντα παρὰ τῶν φλεβῶν· ἀλλʼ οὐ βούλεται. τί ποτʼ οὖν κἀνταῦθα ἐπιτεχνᾶται; φλέβας ἔχειν ἐν ἑαυτῷ καὶ ἀρτηρίας τὸ νεῦρον ὥσπερ τινὰ σειρὰν ἐκ τριῶν ἱμάντων διαφερόντων τῇ φύσει πεπλεγμένην. ᾠήθη γὰρ ἐκ ταύτης τῆς ὑποθέσεως ἐκφεύξεσθαι τῷ λόγῳ τὴν ὁλκήν· οὐ γὰρ ἂν ἔτι δεήσεσθαι τὸ νεῦρον ἐν ἑαυτῷ περιέχον αἵματος ἐπιρρύτου τινὸς ἔξωθεν ἐκ τῆς παρακειμένης φλεβὸς τῆς ἀληθινῆς αἵματος ἑτέρου, ἀλλʼ ἱκανὸν αὐτῷ πρὸς τὴν θρέψιν ἔσεσθαι τὸ κατεψευσμένον ἐκεῖνο τὸ λόγῳ θεωρητόν.(…) κοιλότης μὲν γάρ τίς ἐστιν ἐν αὐτῷ κατʼ αὐτόν, ἀλλʼ οὐχ αἵματος αὕτη γʼ ἀλλὰ πνεύματος ψυχικοῦ μεστή.
148 (1t)
Gal. Nat. fac. II 7 SM III 177, 15 Helmreich τί δέ φησιν ἐπʼ αὐτῶν ἐν τῷ δευτέρῳ Τῶν καθόλου λόγων Ἐρασίστρατος, ἄξιον ἐπακοῦσαι τῆς λέξεως· “τοῖς δʼ ἐσχάτοις τε καὶ ἁπλοῖς, λεπτοῖς τε καὶ στενοῖς οὖσιν, ἐκ τῶν παρακειμένων ἀγγείων ἡ πρόσθεσις συμβαίνει εἰς τὰ κενώματα τῶν ἀπενεχθέντων κατὰ τὰ πλάγια τῶν ἀγγείων ἑλκομένης τῆς τροφῆς καὶ καταχωριζομένης”.
149 (1t)
Gal. Nat. fac. II 3 SM III 164, 10 Helmreich ἀλλʼ οὐδὲ τοῦτʼ Ἐρασίστρατος οἶδεν ὁ τὴν τέχνην τῆς φύσεως ὑμνῶν, ἀλλʼ οὕτως αὐξάνεσθαι τὰ ζῷα νομίζει καθάπερ τινὰ κρησέραν ἢ σειρὰν ἢ σάκκον ἢ τάλαρον, ὧν ἑκάστῳ κατὰ τὸ πέρας ἐπιπλεκομένων ὁμοίων ἑτέρων τοῖς ἐξ ἀρχῆς αὐτὰ συντιθεῖσιν ἡ πρόσθεσις γίγνεται.
150 (1t)
Gal. Nat. fac. II 7 SM III p. 176, 20 Hemreich Ἐρασίστρατος … διότι γάρ , φησί, πολλὴ πρόσθεσις εἰς ἀνάθρεψιν γίγνεται τοῖς νενοσηκόσι, διὰ τοῦτο καὶ ἡ πρὸς ταύτην ἀκολουθία πολλή.
151 (1t)
Gal. De conv. trem. palp. rig. VII 614, 8, K ἐγὼ μὲν γὰρ εἶπον τοῦ κατὰ φύσιν θερμοῦ πάθος εἶναι τὸ ῥῖγος, ἵνα μή τις τοῦ ἔξωθεν νομίσας εἰρῆσθαι, καταψεύδεσθαί με δόξειεν Ἐρασιστράτου καὶ Πραξαγόρου καὶ φυλοτίμου καὶ Ἀσκληπιάδου καὶ μυρίων ἄλλων, ὅσοι τὸ θερμὸν οὐκ ἔμφυτον, ἀλλʼ ἐπίκτητον νομίζουσι.
152 (1t)
Athenaeus Dipnosophistae XV 665 d Kaibel μετὰ ταῦτʼ οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν καὶ τῶν ἀποκοτταβιζόντων. οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη οὐκ εἶναι παλαιὸν ταύτην παράδοσιν οὐδʼ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ καθάρσει χρησάμενον, διʼ ὃ καὶ Ἐρασίστρατον τὸν Ἰουλιήτην ἐν τῇ περὶ τῶν καθόλου λόγων πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς κοιλίας ἐπισχετικόν.
153 (1t)
Gal. Adv. Erasistrateos XI 192, 6 K p. 28 Kotrc Ἐρασίστρατον οὐ μόνον ἐν τῇ περὶ τῶν πυρετῶν πραγματεία σεσιγηκῆναι περὶ τῆς φλεβοτομίας ἔλεγον, ἀλλὰ κἀν ταῖς ἄλλαις ἁπάσαις. οὔτε γὰρ ἐν τῇ τῶν κατὰ τὴν κοιλίαν παθῶν οὔτε ἐν τῇ τῶν παρέσεων οὔτε ἐν τῇ περὶ ποδάγρας, ἀλλʼ οὐδὲ ἐν τῇ τῶν ὑγιεινῶν κεχρῆσθαι φλεβοτομίᾳ. καίτοι τὸ πλῆθός γε τοῦ αἵματος ἐν Τοῖς ὑγιεινοῖς συγγράμμασι μάλιστα αὐτὸν αἰτιᾶσθαι τῶν νόσων.
155 (1t)
Gal. Thrasybulus 38 SM III 85, 19 Helmreich τούτους οὖν ἀποπέμψαντες — οὐ γὰρ κακοτεχνίας ἀλλὰ τέχνας ἥκομεν ἐπισκεψάμενοι — τοὺς τῆς ὄντως γυμναστικῆς ἐπιστήμονας ἤδη καλῶμεν. Ἱπποκράτην τε καὶ Διοκλέα καὶ Φυλότιμον Ἐρασίστρατόν τε καὶ Ἡρόφιλον ὅσοι τʼ ἄλλοι τὴν ὅλην περὶ τὸ σῶμα τέχνην ἐξέμαθον.
156 (1t)
Gal. Thrasybulus 38 SM III 86, 6 Helmreich ἀλλʼ ἐκεῖνο μᾶλλον ἐπισκέψεως ἄξιον, ὅτι μὴ τὴν ὑγιεινὴν τέχνην ὁ Πλάτων ἀντιδιεῖλε τῇ ἰατρικῇ, καθάπερ ἐποίησαν οἱ προειρημένοι πάντες ἄνδρες, ὧν εἰ βούλει, μνημονεύσωμεν ἑνός, ἐπειδὴ καὶ πρόχειρα πᾶσίν ἐστιν αὐτοῦ τὰ συγγράμματα. λέγει τοίνυν Ἐρασίστρατος ἐν τῷ προτέρῳ τῶν Ὑγιεινῶν· “οὐδὲ γὰρ ἰατρὸν εὑρεῖν ἔστιν. ὅστις δέδωκεν αὑτὸν εἰς τὴν [περὶ] τῶν ὑγιεινῶν πραγματείαν”. εἶτʼ ἐφεξῆς· “αἱ μὲν γὰρ παρά τι πάθος γιγνόμεναι ἀπεψίαι καὶ αἱ τούτων θεραπεῖαι εἰς ἰατρικὴν καὶ οὐκ εἰς τὴν τῶν ὑγιεινῶν πραγματείαν πίπτουσιν.” εἶτʼ αὖθις ἔτι προελθών· “εἰ δέ τις εἴη φαυλότης περὶ τὸ σῶμα, διʼ ἣν τὰ προσφερόμενα αἰεὶ διαφθαρήσεται. καὶ οὕτως εἰς τὴν αὐτὴν κακοχυμίαν τοῖς προϋπάρχουσιν ἥξει. τὴν τοιαύτην διάθεσιν ἰατροῦ καὶ οὐχ ὑγιεινοῦ λύειν”. εἶτʼ ἐφεξῆς· “τὸ λέγειν περὶ τούτων ἢ λύειν ταύτας ἰατροῖς καὶ οὐχ ὑγιεινοῖς ἐπιβάλλει”.
157 (1t)
Gal. De san. tuenda CMG V 4, 2 p. 18, 19 Koch ταῖς γοῦν τροφοῖς αἱ τῶν παιδίων κινήσεις ἔν τε λίκνοις καὶ σκίμποσι καὶ ταῖς σφῶν αὐτῶν ἀγκάλαις ἐξεύρηνται. καί πως ἂν καὶ τοῦθʼ ἕτερον ἡμῖν ἥκοι σκέμμα πρὸς ὑγείας τήρησιν ἀναγκαιότατον, Ἀσκληπιάδου μὲν ἄντικρύς τε κἀκ τοῦ φανερωτάτου κατεγνωκότος γυμνασίων, Ἐρασιστράτου δὲ ἀτολμότερον μὲν ἀποφηναμένου, τὴν δʼ αὐτὴν Ἀσκληπιάδῃ γνώμην ἀποδεικνυμένου, τῶν δʼ ἄλλων σχεδὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸς εὐεξίαν μόνον, ἀλλὰ καὶ πρὸς ὑγείαν αὐτά.
158 (1t)
Oribasius Synopsis ad Eustathium V 32 CMG VI 3 p. 167 Raeder ἐκ τῶν Ἐρασιστράτου, τίνα συμβάλλεται τοῖς ἀποδημοῦσι πρὸς τὰς μεταβολὰς τῶν ὑδάτων· “πρὸς τὰ νιτρώδη τῶν ὑδάτων καὶ ἁλυκίδα τινὰ ἔχοντα οἶνον εὐώδη τε καὶ διουρητικὸν ὡς βέλτιστον πλείω μιγνύναι τῷ πινομένῳ καὶ ἀκρατέστερον ποιοῦντα τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν, πρὸς δὲ τὰ δυσέκκριτα τῶν ὑδάτων οἶνον ὡς εἴρηται νῦν μιγνύναι καὶ μέλι βέλτιστον καὶ τούτων ἀμφοτέρων πλείω τὴν μῖξιν ποιεῖσθαι καὶ τὸ πᾶν ὑγρὸν μὴ πολὺ λαμβάνειν· οὕτω γὰρ ἥκιστα ἄν τις ὑπὸ τῆς τῶν ὑδάτων κακίας ἐνοχλοῖτο, ὅταν αὐτῷ τῷ ὕδατι μιγνύῃ χυλοὺς συνήθεις τε καὶ πλείους ἐναντιουμένους τῇ τοῦ ὕδατος κακίᾳ καὶ τὸ πᾶν ὑγρὸν μὴ πλεῖον προσφέρηται. συμμεταβάλλειν δὲ καὶ τὰ ἐν τῇ διαίτῃ προσφερόμενα ἁρμοζόντως πρὸς τὴν τοῦ ὕδατος 〈κακίαν, οὐ μόνον δὲ τὴν τοῦ ὕδατοσ〉 μεταβολὴν ἐπιβλέπειν τοὺς ἀποδημοῦντας, ἀλλὰ καὶ τὴν τῶν προσφερομένων ἁπάντων· τὰ γὰρ μέλλοντα νοσοποιεῖν ἢ ἐν τῷ πλήθει τῆς τροφῆς τὴν αἰτίαν λήψεται ἢ ἐν τῇ κακοχυμίᾳ ἢ ἐν τοῖς ἀπὸ τῆς ἀναπνοῆς γινομένοις.”
159 (1t)
Athenaeus Dipnosoph. II 46c p. Desrousseaux Ἐρασίστρατος δέ φησιν ὡς “δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ 〈τοῦ〉 ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου. τοῦ δὲ χρηστοῦ ὄντος, οὐ δή τίς ἐστι διαφορὰ κατὰ τὸ σταθμόν.”
161 (1t)
Gal. De plenitudine VII 537, 9 K εἰ δέ τις ἀληθείας μὲν οὐ πεφρόντικεν. ἐξαπατᾶν δὲ βούλεται τοὺς πέλας. ὅτι εἴη γνούς τι σοφόν, ἕτοιμον τούτῳ. κἀν εἰ μηδὲν ἄλλο, τὰ γοῦν Ἐρασιστράτου κατὰ τὸ πρῶτον Ὑγιεινῶν αὐτὸν μαθεῖν· ἐν ἄλλῳ μὲν γὰρ οὐδὲ ἐπεχείρησε πλήθους εἰπεῖν σημεῖα. προσχῶμεν οὖν αὐτοῦ τοῖς ῥήμασι, πρῶτον μὲν ἐν οἷς ἥτίς ποτέ ἐστιν ἡ γένεσις τῆς πληθώρας φησίν, οὕτως γὰρ αὐτὸς ὀνομάζει τὸ κατὰ τὰς φλέβας πλῆθος, εἶθʼ ἑξῆς ἐν οἷς τὰ σημεῖα τῆς διαγνώσεως ἐξηγεῖται. ἡ μέντοι γένεσις αὐτῷ τοιάδε· “τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης, μήτε ἐκπονουμένης κατὰ τὸ εἰθισμένον ἑκάστῳ. μήτε ἄλλως πως ἐκκρινομένης. ἀναγκαῖον δὴ πληροῦσθαι τὰ ἀγγεῖα. τῆς πέψεως καὶ τῆς ἀναδόσεως [καὶ] τὰς κατʼ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν. καὶ τῆς μὲν προϋπαρχούσης τροφῆς ἐν τοῖς ἀγγείοις οὐδαμῶς καταναλισκομένης. τῆς δʼ ἀπὸ τῶν προσφερομένων ἐπιγιγνομένης. τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπὶ πλεῖον διατείνεται. ὅταν δὲ μηκέτι ἐπίσαξιν ἐπιδέχηται τὰ ἀγγεῖα. ἐπιφέρηται δʼ ἐκ τῆς κοιλίας ἑτέρα τροφή. ὁρμὴν λαμβάνει τὰ ὑπάρχοντα εἰς τὰ παρακείμενα τοῦ πνεύμονος ἀγγεῖα”. (…) μικρὸν δὲ 〈..〉 ὑπὲρ τῆς διαγνώσεως αὐτοῦ τάδε γράφει “δεῖ οὖν, καθάπερ εἴρηται, πειρᾶσθαι διαγινώσκειν τὴν κατὰ πληθώραν διάθεσιν, κατʼ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον· ἐπὶ πλέον δὲ πληρώσεως ἐρχομένης, παρεμπίμπλανται βραχίονές τε καὶ κνῆμαι καὶ χεῖρες. ὥσπερ τοῖς ἀπὸ τῶν γυμνασίων εἰς διάτασιν ἐρχομένοις· ἐπὶ πολὺ δὲ τῆς πληρώσεως προαγούσης. ἑλκώδεις τε καὶ βραδύτεροι καὶ δυσκινητότεροί εἰσι. καὶ ὅλη ἡ ἁφὴ τείνεται. ὡς κόπου φαινομένου. πλησίον δὲ ἤδη νόσου ἡ τοιαύτη διάθεσις, ἐὰν μὴ πάνυ ἐπιδεξίως τε καὶ συνετῶς αὐτήν τις λύῃ.”
162 (1t)
Gal. Adv. Erasistrateos XI 236, 13 K p. 72 et 150 Kotrc οὕτω δὲ κἀν τῷ προτέρῳ τῶν Ὑγιεινῶν μετὰ τὸ εἰπεῖν ὅπερ ἄν τις γνωρίζοι πλῆθος ἐφεξῆς ἰάματα γράφων, πάντων μᾶλλον ἢ φλεβοτομίας ἐμνημόνευσεν, ἔχει δὲ ἡ ῥῆσις ὧδε· “μέγιστον δὲ ἔχει τισὶν πρὸς ὑγείας Φυλακήν, ὡς ἔμπροσθεν 〈εἴρηται〉, συμβαλλόμενον τὸ γνῶναί τε καὶ φυλάξασθαι δύνασθαι τὴν κατὰ πληθώραν διάθεσιν, διὸ μὴν δεῖ μὲν ἀρχομένης [αὐτῆς] διαλύειν, εἰ δὲ μή, προελθούσης πρὸ τοῦ ἀρχὴν ἀρρωστίας ποιῆσαι, πλείους δὲ τρόποι τοῦ διαλύειν τὴν τοιαύτην διάθεσις εἰσὶν καὶ οὐχ οἱ αὐτοὶ πᾶσιν ἁρμόζουσιν, περὶ ὧν ἐφεξῆς εἴη τὸ λέγειν, τοῖς μὲν οὖν εἰθισμένοις διαπονεῖν τῷ σώματι κράτιστον ἂν εἴη τοὺς συνήθους πόνους μικρῷ πλείους ποιοῦσι διαλύειν πειρᾶσθαι τὴν τοιαύτην διάθεσιν, μετὰ δὲ τὰ γυμνάσια ἱδρῶτάς τε ἐν βαλανείῳ ἐκκρίνειν ἢ διὰ πυριάσεως ἐξηράνθαι συνήθους καὶ λουτρῷ πλείονι χρῆσθαι, καὶ μετὰ ταῦτα πάντα ἐν ἡσυχίᾳ [πλείονι] γίγνεσθαι πλείω χρόνον μηδὲν προσφερόμενον, οὗτος γὰρ 〈ὁ〉 καιρὸς μάλιστα συναιρεῖ τὴν πληθώραν ὁ ἀπὸ τῶν γυμνασίων καὶ τοῦ λουτροῦ, ἐὰν μηδενὸς προσενεγκάμενός τις ἡσυχάζῃ πλείω χρόνον. μετὰ ταῦτα ἄριστον μὲν ἀφαιρεῖσθαι, τὸ δὲ δεῖπνον ἔλασσον λαμβάνειν καὶ ὄγκους ἀτρόφους εἶναι τοὺς προσφερομένους, εἴη δʼ ἂν τοιαῦτα λαχάνων τε γένη ὠμῶν καὶ ἑφθῶν καὶ κολοκύνται καὶ σικυοί, πέπονές τε οἱ ἁπαλοὶ καὶ σῦκα χλωρὰ καὶ τῶν ὀσπρίων τινὰ μετὰ λαχάνων ἑψόμενα, ἄρτος τε μὴ πεπονημένος, ἅπαντα γὰρ τὰ τοιαῦτα τὴν μὲν κοιλίαν εὐέκκριτον ποιοῦσι, τὰ δʼ ἀναδιδόμενα ἀπʼ αὐτῶν οὔτε πολλὰ οὔτε ἰσχυρά ἐστι, κρεῶν καὶ ἰχθύων καὶ τῶν ἑψημάτων τῶν μετὰ γάλακτος χόνδρου τε καὶ ἀμύλου καὶ πάντων τῶν τοιούτων, ἀφεκτέον ἐν τῷ εἰρημένῳ καιρῷ ἢ ὀλίγοις παντάπασι 〈χρηστέον〉, χρῆσθαι δὲ τῇ ἀγωγῇ τῆς ἐπιμελείας ταύτης, ὡς ἂν ἀσφαλῶς καθαιρεθῇ ἡ γενομένη πληθώρα, οἷς δὲ μὴ σύνηθες τὸ [μὴ] διαπονεῖν τῷ σώματι οὐκ ἐπιτήδειον γυμνάσια πλείω ἐμβάλλειν, μή ποτε κόπου προσγενομένου τῇ προϋπαρχούσῃ διαθέσει ἀρχὴ ἀρρωστίας γίγνηται, ἀλλʼ ἱδρωτοποιίας τε καὶ λουτρὰ καὶ ἀσιτίας ἐμβάλλειν, ταῦτα γὰρ ὁμοίως τοῖς πλείστοις ἀσφαλεῖς ποιεῖται τὰς κενώσεις. χρήσιμον δὲ πᾶσι κοινὸν ὅσοι τυγχάνουσιν εὐεμεῖς ὄντες, τοὺς ἀπὸ τοῦ δείπνου ἐμέτους ποιεῖσθαι, ἐὰν μὴ πρὸς ἄλλο τι ἀνάρμοστοι ὦσιν, μὴ πολὺν χρόνον διαλείποντας ἀπὸ τῆς προσφορᾶς, ἵνα μετέωρά τε τὰ σιτία λαμβάνωνται πρὸς τὸ ἐμεῖν καὶ μὴ πολλὰ πρὸ τοῦ ἐμεῖν τὰ ἀναδιδόμενα ἀπʼ αὐτῶν 〈ᾖ〉· τῇ δὲ ὑστεραίᾳ ἀριστᾶν τε καὶ ἱδρῶτας καὶ λουτρὰ ποιεῖσθαι. κενωθέντος δὲ τοῦ σώματος καὶ τῆς πληθώρας ἀποκατάστασιν λαβούσης, συντόμως ἐπὶ τὰ εἰθισμένα ἐπαναγαγεῖν.” ἔν τε οὖν τούτῳ τῷ λόγῳ πάντα σαφῶς ὁ Ἐρασίστρατος ἐδήλωσεν ἄλλοις μὲν τοῖς βοηθήμασιν ἑαυτὸν χρώμενον ἐπὶ τῆς πληθωρικῆς διαθέσεως, οὐ χρώμενον δὲ φλεβοτομίᾳ, καὶ πάλιν ἐν τοῖς κατωτέρω τοῦ συγγράμματος, ἔνθα φησίν· “ἐννοεῖν δὲ χρὴ καὶ τὰ τοιαῦτα διότι οὐ πάντες ἄνθρωποι ἐπὶ ταὐτὰ φέρονται πάθη, ἀλλὰ γενομένου περὶ πλείους τοῦ αὐτοῦ συμπτώματος, λέγω δὲ πληθώρας, οὐ πᾶσιν ἐπὶ τοὺς αὐτοὺς τόπους εἴθισται ἡ ὁρμὴ φέρεσθαι, ἀλλὰ τοῖς μὲν ἐπὶ τὸ ἧπαρ, ἐνίοις δὲ ἐπὶ τὴν κοιλίαν, ἄλλοις [δὲ εἰς ἐπιληπτικὰ πάθη, τοῖς] δὲ ἐπὶ τὰ ἄρθρα, ἕκαστον οὖν δεῖ συναρθροῦντα τὰ εἰθισμένα ἑαυτῷ συμβαίνειν τὴν ἁρμόζουσαν φυλακὴν γιγνομένοις πάθεσι ποιεῖσθαι. οὐ γὰρ ὡσαύτως φυλακτέον τῶ εἰθισμένῳ εἰς ἐπιληπτικὰ φέρεσθαι καὶ τῷ εἰς αἱμοπτυικά, ἀλλὰ τῷ μὲν εἰς πόνους ἀφειδῶς δοτέον, τῷ δὲ φυλακτέον τὰ ἐπιπονώτερα γυμνάσια. κίνδυνος γὰρ ἂν ἦν ἐν τῷ διαπονεῖν ἀρχὴν ῥήξεως γενέσθαι. ὁμοίως δὲ τῷ μὲν εἰς ἐπιληπτικὰ
162 (50)
φερομένῳ ἀφειδῶς αὐτὸν διδόναι εἰς ἀσιτίαν τε καὶ ὀλιγοσιτίαν, τὰ δὲ πλείω λουτρὰ καὶ μεταβολὴν ἰσχυρὰν ποιοῦντα φυλακτέον. τῷ δὲ ἐπὶ νεφριτικὰ πάθη φερομένῳ σιτία μὲν ἐλαφρὰ ποιεῖν, λουτροῖς τε ἀφειδῶς χρῆσθαι, τὸ δὲ πινόμενον οὐκ ἐπιτήδειον συστέλλειν, ἵνα μὴ δριμέων τῶν οὔρων γιγνομένων, ἀναδάκνωνται οἱ τόποι διʼ ὧν φέρεται ἡ ἔκκρισις, ἐργῶδές τε καὶ τὸ διαπονεῖν πλείω τοῖς τοιούτοις. οἷς δʼ ἐπὶ σπλῆνα ἢ τὸ ἧπαρ εἴθισται φέρεσθαι, κόπους τε καὶ ψυχρολουσίαν εὐλαβητέον, ἀσιτίαις δὲ καὶ ὀλιγοσιτίαις καὶ λουτροῖς τὸ ἐπίπαν τὴν φυλακὴν ποιεῖσθαι”.
163 (1t)
Gal. In Hipp. Epid. librum VI comm. CMG V 10 2, 2 p. 129, 6 WenkebachPfaff δύναται δὲ μετὰ τὰ γυμνάσια τὴν ἡσυχίαν γεγραφέναι περὶ τῶν καθʼ ἑκάστην ἡμέραν γυμνασίων καὶ τῆς ἐπʼ αὐτοῖς ἡσυχίας ποιούμενος τὸν λόγον, ἵνʼ οἱ γυμναζόμενοι μὴ προσφέρωνται τὰ σιτία εὐθέως, καθάπερ ἔθος, ἔτι διασῴζοντες ἐν τῷ σώματι τὴν ἐκ τῶν γυμνασίων θερμασίαν, ἀλλὰ τελέως ἀπεψυγμένοι. καὶ γὰρ καὶ τοῦτʼ ἐν τοῖς Ὑγιεινοῖς ἐμάθετε λελεγμένον ὀρθῶς ἄλλοις τε καὶ Ἐρασιστράτῳ …
168,col1 (1t)
Pseudo—plutarchus Περὶ ὑγείας καὶ νόσου καὶ γήρως Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ ἀπεψίας καὶ φθοράν, τὴν δὲ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείας περιποιητικά.
168,col2 (1t)
Stobaeus Ἐρασίστρατος ἔλεγε “πλῆθος καὶ διαφθορὰ τἀνωτάτω αἴτια”
169 (1t)
[Gal.] Introductio XIV 728, 17 K κατὰ δὲ Ἐρασίστρατον καὶ Ἀσκληπιάδην ὡς ἐπίπαν μίαν αἰτίαν ἐπὶ πάσης νόσου, καθʼ ὃν μὲν ἡ παρέμπτωσις εἰς τὰς ἀρτηρίας τοῦ αἵματος.
170 (1t)
[Gal.] Introductio XIV 698, 18 οἱ μὲν μόνοις τοῖς χυμοῖς τῶν τε κατὰ φύσιν τὴν σύστασιν καὶ τῶν παρὰ φύσιν τὴν αἰτίαν ἀνέθεσαν, ὡς Πραξαγόρας καὶ Ἡρόφιλος· οἱ δὲ τὰ στερεὰ σώματα τὰ ἀρχικὰ καὶ στοιχειώδη ὑποθέμενοι, τά τε φύσει συνεστῶτα ἐκ τούτων καὶ τῶν νόσων τὰς αἰτίας ἐντεῦθεν λαμβάνουσιν ὡς Ἐρασίστρατος καὶ Ἀσκληπιάδης· οἱ δὲ περὶ Ἀθήναιον καὶ Ἀρχιγένην μόνῳ τῷ διήκοντι διʼ αὐτῶν πνεύματι καὶ τὰ φυσικὰ συνεστάναι τε καὶ διοικεῖσθαι, καὶ τὰ νοσήματα πάντα τούτου πρωτοπαθοῦντος γίνεσθαι ἀπεφήναντο, ὅθεν καὶ πνευματικοὶ χρηματίζουσι
171 (1t)
[Gal.] De optima secta I 184, 1 K οὕτω δὲ δύσκριτα οἱ ἀρχαῖοι ἐνόμιζον εἶναι σύντηξίν τε καὶ διάκρισιν, ὡς ὁ μὲν Ἐρασίστρατος καὶ ἄντικρυς τὴν χαλεπότητα τῆς κρίσεως ὁμολογεῖ. λέγει δὲ οὕτως· χαλεπὸν δὲ πάνυ ἐστὶ διακρίνειν ἔκκρισίν τε καὶ σύντηξιν.
173 (1t)
Anonymus Parisinus p. 552 Fuchs Ἀτροφίας αἰτία Ἐρασίστρατος μὲν κατὰ κένωσίν φησι γίνεσθαι τῶν φλεβῶν τὴν ἀτροφίαν ὥσπερ κατὰ πλήρωσιν τούτων τὴν θρέψιν. εἴη δʼ ἂν αἰτία τούτων ὁτὲ μὲν ἀσθένεια τῶν φλεβῶν, ὁτὲ δὲ τῶν χυμῶν παχύτης· διʼ ἀμφότερα γὰρ ταῦτα δύνανται κενοῦσθαι αἱ φλέβες.
174 (1t)
Anonymus Parisinus p. 543 (80) Fuchs Ἀποπληξίας αἰτία Ἱπποκράτης δὲ καὶ Ἐρασίστρατός φασιν περὶ τὸν ἐγκέφαλον φλέγματος ψυχροῦ καὶ παγετώδους γίνεσθαι σύστασιν. ὑφʼ οὗ καὶ τὰ ἀπὸ τούτου πεφυκότα νεῦρα πληρούμενα μὴ παραδέχεσθαι τὸ ψυχικὸν πνεῦμα, ἀλλʼ ἐγκαταπνιγόμενον τοῦτο κινδυνεύειν ἀποσβησθῆναι.
176 (1t)
Anonymus Parisinus p. 540 (73) Fuchs Φρενίτιδος αἰτία Ἐρασίστρατος μὲν ἐξ ἀκολουθίας τῶν ἑαυτοῦ δογμάτων φησὶ τὴν φρενῖτιν κατά τι πάθος τῶν κατὰ τὴν μήνιγγα ἐνεργειῶν· οὗ γὰρ τόπου κατʼ αὐτὸν ἡ νόησις φρόνησις, ἐπὶ τούτου ἡ παρανόησις παραφρόνησις ἂν εἴη.
177 (1t)
Anonymus Parisinus p. 541 (73) Fuchs Ληθάργου αἰτία Ἐρασίστρατος μὲν κατὰ τὸ ἀκόλουθον αὑτοῦ φησι γίνεσθαι τὸν λήθαργον κατά τι πάθος τῶν περὶ τὴν μήνιγγα ψυχικῶν δυνάμεων, ἀφʼ ὧν δὴ γίνεσθαι τὸν λήθαργον . *[crux: τὸν λήθαργον]*
179 (1t)
[Gal.] De diaeta Hippocratis in morbis acutis CMG V 9, 1 p. 370, 17 Westenberger ὥστε μὴ παρʼ Ἐρασιστράτου μηδὲ παρά τινος τῶν νεωτέρων μανθάνειν 〈ἀναγκαῖον〉 ἡμῖν, ὡς καὶ ὀφθαλμία καὶ ὠταλγία περιοδίζουσιν, ἀλλὰ παρὰ τοῦ εὑρόντος ἅμα καὶ τελειώσαντος τὴν ἰατρικήν.
180 (1t)
Anonymus Parisinus p. 544 (93) Fuchs Πλευρίτιδος αἰτία Τὴν πλευρῖτιν Ἐρασίστρατος μέν φησι τοῦ ὑπεζωκότος τὰς πλευρὰς ὑμένος εἶναι φλεγμονήν, ὁ δὲ Διοκλῆς καὶ τῶν περὶ τὰς πλευρὰς φλεβῶν ἔμφραξιν. αἵπερ κατὰ τὰ ἐξημμένα τῶν ὀστῶν τέτανται. πιστοῦνται δὲ ἀμφότεροι πλευρᾶς τὸ πάθος τῷ ἐπίπονον εἶναι τὸ νόσημα καὶ τῷ τὰ ἀλγήματα διήκειν μέχρι κλειδὸς καὶ τρίτον 〈τῷ〉 εἰ μὴ ἀναπτυσθείη ἐν ταῖς κυρίαις ἡμέραις, ἀπόστημα περὶ τὰς πλευρὰς γίνεσθαι [καὶ 〈ἐὰν〉 ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέραις, ἀφʼ ἧς ἂν ῥῆξις γένηται, παύονται, εἰ δὲ μὴ, εἰς φθίσιν μεθίστανται.]
185 (1t)
Anonymus Parisinus p. 554 Fuchs Ἐρασίστρατος ἔμφραξιν ἡγεῖτο γίνεσθαι [ἀπὸ] τοῦ τείνοντος ἀπὸ τῆς χοληδόχου κύστεως ἐπὶ τὰ ἔντερα πόρου· μέθʼ ἣν ἀναχεῖσθαι τὴν χολὴν διὰ τῆς κοίλης εἰς ὅλον τὸ σῶμα
189 (1t)
[Gal.] De optima secta I 168, 1 K ἰσχουρία γὰρ ἕν τι πάθος ἐστίν, ἀλλʼ ἂν μὲν διὰ λίθον γένηται, λιθοτομοῦμεν, ἂν δὲ διὰ φλεγμονήν, καταπλάσσομεν, ἂν δὲ διʼ ὑπερδιάτασιν κύστεως, καθετῆρι χρώμεθα, [ἢ] ὥσπερ ὁ Ἐρασίστρατος, ἀναστήσαντες ἐπὶ γόνατα τὸν ἀρρωστοῦντα, 〈καὶ〉 ἀφρονίτρῳ ἄκρον τοῦ οὐρητῆρος προσαψάμενοι, καὶ τὰ ἑξῆς.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top