17a 5 (13)
μόνον προγνώσεται τὰς γινομένας νόσους ἐν ἑκάστῃ τῶν καταστάσεων, 〈ἀλλὰ〉 καὶ κωλύσει γίνεσθαι, ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀμέτροις κράσεσι τὴν ἐναντίαν ἐπιτεχνώμενος δίαιταν. εὔδηλον γὰρ ὡς, εἴπερ εὐκρασία τῶν πρώτων 〈σωμάτων〉 ἐστὶν ἡ ὑγεία, διαφθαρήσεται μὲν ὑπὸ τῆς τοῦ περιέχοντος δυσκρασίας, φυλαχθήσεται δʼ ὑπὸ τῆς κατὰ τὴν δίαιταν ἐναντιώσεως. [15]
17a 6
κακῶς οὖν ὁ Κόιντος ἐξηγεῖται καὶ ταῦτα τὰ βιβλία καὶ τὰ τῶν Ἀφορισμῶν, 〈ἐν〉 οἷς ὧδέ πως ἔγραψε· “περὶ δὲ τῶν ὡρέων, ἢν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, ἀνάγκη τοῦ θέρους πυρετοὺς ὀξεῖς καὶ ὀφθαλμίας καὶ δυσεντερίας γίνεσθαι.” τῇ πείρᾳ γὰρ μόνῃ τοῦτο ἐγνῶσθαί φησιν ὁ Κόιντος ἄνευ τοῦ κατὰ τὴν αἰτίαν λογισμοῦ, πρῶτον μὲν αὐτὸ τοῦθʼ ἁμαρτάνων, ** ὅτι τὰς αἰτίας, ὧν εἶπε κατὰ τοὺς Ἀφορισμοὺς τούτους ὁ Ἱπποκράτη c, αὐτὸς αὖθις ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἔγραψεν, εἶθʼ ὅτι τὸ χρήσιμον μέρος τῆς διδασκαλίας ὑπερέβαινεν. ἀρεταὶ μὲν γάρ εἰσιν ἐξηγητῶν δύο αὗται, τό τε τὴν γνώμην φυλάσσειν τοῦ συγγράμματος καὶ τὸ τὰ χρήσιμα διδάσκειν τοὺς ἀναγνωσομένους αὐτοῦ τὰ ὑπομνήματα, διέφθειρε δὲ ἀμφοτέρας ὁ Κόιντος ἐν τῷ μὴ συνάπτειν τῇ καταστάσει τοῦ περιέχοντος ἡμᾶς ἀέρος τὰ πλεονάσαντα νοσήματα, συνάπτεσθαι μὲν αὐτὰ βουλομένου τοῦ Ἱπποκράτους αὐτοῦ, προγνῶναι δʼ ἐσόμενα καὶ κωλῦσαι συνιστάμενα καὶ ἰᾶσθαι γενόμενα μὴ δυνησομένων ἡμῶν ἄνευ τοῦ γνῶναι τὴν γενομένην ἐν τῷ σώματι διάθεσιν ἐκ τῆς δυσκρασίας τοῦ περιέχοντος. [15]
17a 7
οὕτως γὰρ καὶ τῶν ἄλλων ἁπασῶν καταστάσεων τὰς δυνάμεις αὖθις ἐξευρίσκειν δυνησόμεθα. ὅστις οὖν βούλεται μεγάλως εἰς τὴν τέχνην ἐκ τῆς ἀναγνώσεως τῶν Ἐπιδημιῶν ὠφεληθῆναι, προαναγνῶναι τούτῳ βέλτιόν ἐστι τὸ Περὶ φύσεως ἀνθρώπου καὶ τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ἔτι 〈τε〉 τῶν Ἀφορισμῶν ἐκείνους, ἐν οἷς περὶ τῶν ὡρῶν διέρχεται καὶ τὰς δυνάμεις διδάσκει τῶν ψυχρῶν καὶ θερμῶν καὶ ξηρῶν καὶ ὑγρῶν καταστάσεων. 〈καὶ〉 ἀναγκαῖον δʼ ἐστὶ πρὸς τοῖς εἰρημένοις αὐτοῦ τὸ Προγνωστικὸν ἀνεγνωκέναι. οἷς γὰρ ἐδίδαξεν ἐν οἷς εἴρηκα βιβλίοις ἀκολουθεῖ 〈πάντα〉 τὰ κατὰ 〈τὰ〉 τῶν Ἐπιδημιῶν γεγραμμένα, πρῶτον μὲν ὅτι τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συμμετρία τίς ἐστι τῶν πρώτων σωμάτων ἡ ὑγεία, δεύτερον δὲ ὅτι τὸ μὲν ἔαρ εὐκρατότατόν ἐστιν, ὅταν γε τὴν οἰκείαν κρᾶσιν φυλάττῃ, καὶ διὰ τοῦτʼ ἐν αὐτῷ πλεονάζει τὸ αἷμα, καθάπερ γε καὶ τὸ 〈μὲν〉 θέρος θερμότερον καὶ ξηρότερον τοῦ προσήκοντος, ὁ 〈δὲ〉 χειμὼν ὑγρότερος καὶ ψυχρότερος, ἀνώμαλον δὲ τῇ κράσει τὸ φθινόπωρον, ἐπικρατούμενον ὑπὸ τοῦ ξηροῦ τε καὶ ψυχροῦ, καὶ ὅτι πλεονάζει καθʼ ἑκάστην τῶν ὡρῶν εἷς τις χυμός, ὡς ὀλίγον ἔμπροσθεν εἶπον. [15]
17a 8
ἐπὶ 〈δὲ〉 τούτοις τρίτον τε καὶ τέταρτον ἐν ἐκείνοις τοῖς βιβλίοις ἐδιδάχθη, κατὰ μὲν τὸ Περὶ φύσεως ἀνθρώπου τῶν ἐπιδημίων νοσημάτων αἴτιον εἶναι τὸ περιέχον, ἐν δὲ τῷ Προγνωστικῷ τῶν σημείων, διʼ ὧν αἱ προγνώσεις γίνονται, ἥτις ἑκάστου δύναμίς ἐστι κατά τε ποιότητα καὶ μέγεθος. ἀξιῶ δέ σε τὸν ἀναγνωσόμενον τὴν προκειμένην πραγματείαν ὧν διῆλθον ἁπάντων πρόχειρον ἔχειν τὴν μνήμην, ἵνα τοῖς ὑφʼ ἡμῶν λεχθησομένοις ἀκολουθῇς ἑτοιμότερον. ἁπάντων δὲ μάλιστα τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων ἀνεγνωκέναι σε βούλομαι, ὅπως ἴδῃς ἐν *** οἷς Ἱπποκράτης αὐτὸς ἔγραψε *** καὶ πιστώσομαι τὰ γένη τῶν νοσημάτων, ὧν διῆλθον, Ἱπποκράτει διῃρημένα εἶναι οὕτως, αἴτιόν γε τὸν ἀέρα 〈τῶν〉 ἐπιδημίων νοσημάτων ἀποφαινομένῳ· κατὰ μὲν γὰρ τὸ Περὶ φύσεως ἀνθρώπου ταυτὶ γράφει· “αἱ δὲ νοῦσοι γίνονται αἱ μὲν ἀπὸ διαιτημάτων, αἱ δὲ ἀπὸ τοῦ πνεύματος, ὃ ἐσαγόμενοι ζῶμεν. [15]
17a 9
τὴν δὲ διά γνωσιν ἑκατέρων ὧδε χρὴ ποιέεσθαι· ὁκόταν μὲν ὑπὸ ἑνὸς νοσήματος πολλοὶ ἁλίσκωνται κατὰ τὸν αὐτὸν χρόνον, τὴν αἰτίην χρὴ ἀνατιθέναι τούτῳ ὅ τι κοινότατόν ἐστι καὶ [ὅ τι] μάλιστα αὐτῷ πάντες χρεώμεθα· ἔστι δὲ τοῦτο ὃ ἀναπνέομεν. φανερὸν γὰρ δή, ὅτι οὐ τὰ διαιτήματα ἑκάστου ἡμέων ἐστὶν αἴτια τῆς νόσου, ὅτε ἅπτεται πάντων ἑξῆς καὶ τῶν νεωτέρων καὶ τῶν πρεσβυτέρων καὶ γυναικῶν καὶ ἀνδρῶν, ὁμοίως καὶ τῶν θωρησσομένων καὶ τῶν ὑδροποτεόντων καὶ τῶν μάζαν ἐσθιόντων καὶ τῶν ἄρτον σιτεόντων καὶ τῶν ὀλίγα ταλαιπωρεόντων καὶ τῶν πολλὰ καμνόντων. οὐκοῦν οὐ τὰ διαιτήματα αἴτια 〈ἂν〉 εἴη γε, ὁκόταν διαιτώμενοι πάντα τρόπον οἱ ἄνθρωποι ἁλίσκωνται ὑπὸ τῆς αὐτέης νούσου. ὁκόταν δὲ αἱ νοῦσοι γίνωνται παντοδαπαὶ κατὰ τὸν αὐτὸν χρόνον, δῆλον ὅτι τὰ διαιτήματα αἴτιά ἐστιν 〈ἕκαστα〉 ἑκάστοισιν.” ἐν ταύτῃ 〈μὲν οὖν〉 τῇ ῥήσει πάντων τῶν ἐπιδημίων 〈νοσημάτων αἰτίαν〉 εἶναί φησι 〈τὴν τοῦ περιέχοντος κρᾶσιν, ἐν δὲ τῷ δευτέρῳ τῶνδε τῶν Ἐπιδημιῶν, ἔνθα φησίν, ὡς “οἱ ἐν Αἴνῳ ἐν λιμῷ ὀσπριοφαγέοντες σκελέων ἀκρατέες ἐγένοντο, ἀτὰρ οἱ ὀροβοφαγέοντες γονυαλγέες”〉, οὐ τὴν κατάστασιν, ἀλλὰ τὴν δίαιταν αἰτιᾶται. δύναται δὲ ἐνίοτε καὶ ὕδατος μοχθηροῦ πόσις ἐργάσασθαι πάγκοινον νόσημα καὶ ἱστορεῖται καὶ τοῦτο γεγονὸς ἐπὶ στρατοπέδου 〈παντός〉, ὥσπερ γε καὶ διὰ τὴν τοῦ χωρίου φύσιν, ἔνθα πάντες ὁμοῦ στρατοπεδευόμενοι διετέλεσαν, 〈ἐνίοτε μὲν ἐξ ἑλῶν τε καὶ τελμάτων κατʼ αὐτὸ τοῦτο τὸ χωρίον ἢ πλησίον,〉 ἐνίοτε δὲ ἐκ βαράθρων τῶν καλουμένων Χαρωνείων 〈ὀλεθρίων〉 πνευμάτων πλεοναζόντων. [5]
17a 10
ταῦτα μὲν οὖν τῷ βλάπτειν τὸν ἀέρα καὶ τὰς νόσους ἐργάζεται καὶ εἴη ἂν ἐν τῷ προγεγραμμένῳ λόγῳ περιεχόμενα, τὰ δὲ ἀπὸ τῶν ἐδεσμάτων τε καὶ πομάτων σπάνιά τέ ἐστι καὶ γνωσθῆναι ῥᾷστα 〈τοῖς ἐν τῷ Περὶ φύσεως ἀνθρώπου γεγραμμένοις〉. [ἐν μὲν οὖν τῶι Περὶ φύσεως ἀνθρώπου βιβλίωι τὸ αἴτιον τοῦ κοινοῦ πολλοῖς νοσήμασιν ὠνόμασε “κοινότατον”.] ἐν δὲ τῷ Περὶ ἀέρων καὶ ὑδάτων καὶ τόπων *** [τὰ οὕτω γινόμενα νοσήματα “πάγκοινα” προσηγόρευσεν ὧδέ πως εἰπών· “τοῦ δὲ χρόνου προιόντος καὶ τοῦ ἐνιαυτοῦ λέγοι ἄν, ὁκόσα νοσήματα μέλλοι πάγκοινα τὴν πόλιν κατασχήσειν ἢ θέρους ἢ χειμῶνος.” καὶ πάλιν οὐ μετὰ πολλά· “ταῦτα μὲν τὰ νοσήματα ἐπιχώρια αὐτέοισίν ἐστιν, καὶ, ἤν τι πάγκοινον κατάσχοι νόσημα ἐκ μεταβολῆς τῶν ὡρέων, καὶ οὗτοι μετέχουσιν. [15]
17a 11
” καὶ πάλιν μετʼ ὀλίγα· “τοῖσι μὲν ἀνδράσι ταῦτα τὰ νοσή ματα ἐπιχώριά ἐστι, καὶ χωρίς, ἤν τι κοινὸν κατάσχηι ἐκ μεταβολῆς.” καὶ κατωτέρω πάλιν· “τοῦτο μὲν τὸ νόσημα αὐτέοισι σύντροφόν ἐστι καὶ θέρεος καὶ χειμῶνος.” ἀλλὰ μηδὲ τοῦτό σε παρέλθηι ἐν ταῖς προγεγραμμέναις ῥήσεσιν εἰρημένον ἐν ἄλλοις τέ τισι τῶν Ἱπποκράτους,] 〈καὶ τοίνυν τὰ μὲν ἔνδημα νοσήματά ἐστιν,〉 ὅσα πλεονάζει διὰ παντὸς ἔν τινι χώρᾳ, [ἅπερ δὴ καὶ ἔνδημα προσαγορεύεται,] τῶν κοινῶν πολλοῖς ὄντα καὶ αὐτά, καθάπερ καὶ ὁ λοιμός. ἔστι γὰρ καὶ οὗτος ἐκ τῶν κοινῶν νοσημάτων, ὡς αὐτὸς αὖ καὶ περὶ τοῦδε σαφῶς ἐδήλωσεν ἐν τῷ Περὶ διαίτης ὀξέων, [ὧδέ πως εἰπών· “ὅταν γὰρ μὴ λοιμῶδες νόσου τρόπος τις κοινὸς ἐπιδημήσηι, ἀλλὰ σποράδες ὦσιν αἱ νοῦσοι καὶ μὴ παραπλήσιαι αὐτέοισιν, ὑπὸ τούτων τῶν νοσημάτων οἱ πλείους ἀπόλλυνται ἢ ὑπὸ τῶν ἄλλων τῶν συμπάντων.” δῆλον οὖν] ὡς ἐκ τοῦ γένους τῶν ἐπιδημίων νοσημάτων, ὅσα κακοηθέστατα γίνεται καὶ λοιμώδη καλεῖται· τὸ δὲ τῶν ἐπιδημίων ἐκ τοῦ τῶν πανδήμων τε καὶ παγκοίνων γένους ἐστίν, ὃ ταῖς σποράδεσι νόσοις ἀντιδιαιρεῖται· ταῦτα μὲν οὕτως αὐτὸς 〈διεῖλε καὶ〉 ὠνόμασεν, τοὺς λοιμοὺς δὲ πάντες ἄνθρωποι καλοῦσί τε καὶ γινώσκουσιν ὄντας ὀλέθρια νοσήματα καὶ πέμπουσί γε πολλάκις εἰς θεοὺς περὶ τῆς ἰάσεως αὐτῶν πυνθανόμενοι. [15]
17a 12
[οὐ μόνον δὲ ἐνταῦθα τὸ ἐπιδημήσειν γέγραφεν, ἀλλὰ καὶ κατὰ τὸ Προγνωστικόν, ἐν ᾧ φησι· “χρὴ δὲ καὶ τὰς φορὰς τῶν νοσημάτων τῶν ἀεὶ ἐπιδημεόντων ταχέως ἐνθυμέεσθαι καὶ μὴ λανθάνειν τῆς τε ὥρης τὴν κατάστασιν.” ἐν αὐτοῖς δὲ τοῖς τῶν Ἐπιδημιῶν ποτὲ μέν ἐστιν ἀκοῦσαι λέγοντος αὐτοῦ· “ἐπεδήμησαν δὲ καὶ δυσεντερίαι κατὰ θέρος πολλαί·” ποτὲ δὲ “καὶ ἄλλαι πυρετῶν ἐπεδήμησαν ἰδέαι”. “καὶ γὰρ ἄλλοις τὸ νόσημα ἐπιδήμιον ἦν.”] γέγραπται δὲ τοῦτο τοὔνομα τὸ ” ἐπίδημο ν” ἐν τισὶ μὲν τῶν ἀντιγράφων διὰ τεσσάρων συλλαβῶν, τῆς τελευταίας ἐκ τοῦ μ καὶ ο καὶ ν συνεστηκυίας, ἐν τισὶ δὲ διὰ πέντε, διά τε τοῦ μ καὶ ι κἄπειτα καθʼ ἑτέραν συλλαβὴν τὴν τελευταίαν τοῦ ο καὶ ν. μεμνῆσθαι 〈δὲ〉 χρὴ τούτων εἰς 〈τὸ〉 τὰ μέλλοντα λέγεσθαι γιγνώσκειν, ὡς ἔνια μὲν τῶν νοσημάτων κοινῇ πολλοὺς καταλαμβάνει, ἃ δὴ λέγεται κοινά, ἔνια δʼ ἕκαστον ἰδίᾳ, τὰ σποραδικὰ προσαγορευόμενα. τῶν δὲ κοινῶν τὰ μὲν ἔνδημά [τε] ἐστι, τὰ δὲ ἐπίδημά τε καὶ ἐπιδήμια, διὰ τεττάρων ἢ πέντε συλλαβῶν, ὡς εἴρηται, γραφόμενα καὶ λεγόμενα. [15]
17a 13
τούτων δὲ τὰ χαλεπώτατα λοιμώδη καλεῖται, τὴν αἰτίαν ἐκ τῆς περὶ τὸν ἀέρα καταστάσεως ἔχοντα καὶ αὐτά, καθάπερ ὅλον τὸ γένος τῶν ἐπιδημίων νοσημάτων. γέγραφε δὲ 〈κατὰ τοῦτο τὸ βιβλίον〉 καὶ λοιμώδεις τινὰς καταστάσεις, ὥσπερ καὶ τὴν ἐν τῷ τρίτῳ[, διότι καὶ τῷ γένει ὁ λοιμὸς ἐπιδήμιόν ἐστι νόσημα]. ταῦτα μὲν οὖν ἄμεινόν ἐστι διωρίσθαι 〈πρὸ〉 τῆς μελλούσης ἔσεσθαι τῶν κατὰ μέρος ἐξηγήσεως. μετὰ ταῦτα δὲ εἰς ἐκείνην ἤδη τρέψομαι, τοσοῦτον ἔτι προειπών, ὅπερ καὶ ἐν 〈ἄλλοις〉 πολλοῖς τῶν ὑπʼ ἐμοῦ γεγραμμένων βιβλίων εἰρῆσθαι φθάνει, προτρέποντός μου γυμνάζεσθαι τοὺς ἐκμαθεῖν θέλοντας τὴν ἰατρικὴν τέχνην ἐν τοῖς κατὰ μέρος αἰσθητοῖς, ὡς διαγινώσκειν αὐτούς, ἃ καθόλου προμεμαθήκασιν. ταῦτα δὲ αὐτὰ τὰ κατὰ μέρος ἀρχὴν τῆς 〈τῶν〉 καθόλου συστάσεως οἱ ἐμπειρικοί φασιν εἶναι, λέγοντες ἀληθῆ ἐκεῖνα τῶν θεωρημάτων ὅσα τὴν σύστασιν ἐξ ἐμπειρίας ἔσχηκεν. ἡμῖν δὲ οὐχ οὕτως, ἀλλὰ καὶ διὰ λόγου δοκεῖ πολλὰ τῶν θεωρημάτων εὑρῆσθαι, κρίνεσθαι μέντοι καὶ τούτων τὴν ἀλήθειαν ὑπὸ τῆς πείρας βεβαιουμένην τε καὶ μαρτυρουμένην. [15]
17a 14
οὕτως γοῦν καί〈τοι〉 τοῖς περὶ μεγεθῶν 〈καὶ〉 ἀποστημάτων ἡλίου καὶ σελήνης καὶ γῆς ἀποδεδειγμένοις ἤδη πιστεύοντες, ὅταν πρὸς αἰσθητῶν τε πολλῶν ἄλλων, ὅσα κατὰ γεωμετρικοὺς λόγους εὑρίσκεται, [ὅταν ὑπὸ] 〈καὶ〉 τῶν καταλελογισμένων ἐκλείψεων μαρτυρῆται, βεβαιοτέραν ἴσχομεν τὴν πίστιν. ὅπου τοίνυν τὰ διὰ γεωμετρίας ἀποδειχθέντα πιστότερα γίνεται μαρτυρούμενα πρὸς τῶν κατὰ μέρος ἀποβαινόντων καὶ πιστότερα γενόμενα 〈μείζονα〉 βεβαιότητʼ ἔχει, πολλῷ 〈δὴ〉 μᾶλλον [ἢ] ὅσα *** ὑπὸ τὴν κατὰ μέρος *** πίστιν. ταῦτʼ οὖν 〈οὕτως〉 ἡμεῖς ἐπιδειξόμεθα ἐν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις γινόμενα. Ἐν Θάσῳ φθινοπώρου περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα ὕδατα πολλ ά , συνεχέ α , μαλθακῶ c , ἐν νοτίοις ι . [12]
17a 15
Ὅτι μὲν καὶ ἡ τοῦ χωρίου γνῶσις εἰς τὴν τῶν ἐπιδημίων νοσημάτων διδασκαλίαν ὠφέλιμός ἐστιν ὕστερον λέξω. νυνὶ δὲ τὴν λέξιν αὐτὴν πρότερον ἐξηγήσομαι, τοῦ συγγραφέως εἰπόντος περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδ α. δυοῖν γὰρ οὐσῶν ἰσημεριῶν καὶ δυοῖν πλειάδων ἐπισημασιῶν, αὐτὸς ἐδήλωσεν, ὁποίαν αὐτῶν λέγει, προσθεὶς τῷ λόγῳ τὸ φθινοπώρο υ. κατὰ μὲν γὰρ τὸ ἔαρ ἡ ἑτέρα γίνεται καὶ ἡ ἀρχή 〈γʼ〉 αὐτοῦ κατὰ τὴν ἡμετέραν οἴκησίν ἐστιν αὕτη, 〈ἣν νῦν οὐ λέγομεν〉· καθάπερ καὶ τελευτὴ πάλιν ἦρος τῶν πλειάδων 〈ἡ〉 ἐπιτολή. κατὰ δὲ τὸ φθινόπωρον ἡ ὑπόλοιπος ἰσημερία γίνεται καὶ ἡ τῶν πλειάδων δύσις. οὐδὲν δὲ διοίσει λέγειν ἤτοι κατὰ τὸν πληθυντικὸν ὀνομαζόμενον ἀριθμὸν τὰς πλειάδας ἢ κατὰ τὸν ἑνικὸν τὴν πλειάδ α. γίνεται δὲ ἡ τῆς πλειάδος δύσις 〈κατὰ τὴν ἡμετέραν οἴκησιν〉 ὡς με τὰ πεντήκοντα ἡμέρας τῆς φθινοπωρινῆς ἰσημερία c, εἰδότων ἡμῶν τὰς μὲν ἰσημερίας καὶ τροπὰς ἑνὶ καιρῷ γινομένας ἐν ἁπάσαις ταῖς οἰκήσεσιν, τὰς δὲ ἐπιτολὰς καὶ δύσεις τῶν ἀστέρων ὑπαλλασσομένας, ὡς καθʼ ἑκάστην οἴκησιν ἰδίαν εἶναι. [5]
17a 16
μόνοις γὰρ τοῖς ὑπὸ τὸν αὐτὸν οἰκοῦσι πόλον κοιναὶ τῶν ἄστρων αἵ τʼ ἐπιτολαὶ καὶ δύσεις γίνονται. καλοῦσι μὲν οἱ Ἕλληνες ὡς τὰ πολλὰ τὸ συγκείμενον ἐκ πολλῶν ἀστέρων ἄστρον, οἷον τὸν ταῦρον ὅλον ἤ τι μέρος αὐτοῦ, τὰς ὑάδας ἢ τὰς πλειάδα c. ὅμως μὴν ἔστιν ὅτε καὶ τῶν ἀστέρων ἕκαστον ὀνομάζουσιν ἄστρον, οὐ μὴν τόν γε συγκείμενον ἐκ πολλῶν ἀστέρα καλοῦσιν, ἀλλʼ ἄστρον ἀεὶ μόνως οὕτως, ἕνα δὲ ἕκαστον οὐκέτι ἀστέρα μόνον, ὡς εἶπον, ἀλλὰ καὶ ἄστρον, οἷον τὸν ἀρκτοῦρον, τὸν σείριον, τὸν ἑωσφόρον, τὸν ἑσπέριον. ἀναγκαιότατον δʼ ἐστὶν εἰς ὅλην τὴν ἐνεστῶσαν πραγματείαν ἐπίστασθαι τὴν κατὰ τὰς χώρας, ἐν αἷς ἂν ἰατρεύειν μέλλωμεν, ἑκάστου τῶν ἄστρων ἐπιτολήν τε καὶ δύσιν, ἐπειδὴ περιγράφουσιν αὗται τὰς ὥρας, αὐτίκα γέ τοι κατὰ τὸν διʼ Ἑλλησπόντου παράλλη λον ἀρχὴ μὲν τοῦ ἦρός ἐστιν ἡ κατʼ ἐκεῖνον τὸν καιρὸν ἰσημερία, τελευτὴ δὲ τῶν πλειάδων ἡ ἐπιτολή. [15]
17a 17
αὕτη δὲ καὶ θέρους ἐστὶν ἀρχή, καθάπερ γε καὶ τελευτὴ μὲν τοῦ θέρους, ἀρχὴ δὲ τοῦ φθινοπώρου ἡ ἐπιτολὴ τοῦ ἀρκτούρου, προλαμβάνουσα τὴν φθινοπωρινὴν ἰσημερίαν ἡμέραις ὡς δώδεκα. καὶ μέν γε καὶ ἡ δύσις τῆς πλειάδος ἀρχὴ μὲν τοῦ χειμῶνός ἐστι, τελευτὴ δὲ τοῦ φθινοπώρο υ. θαυμάζειν δʼ, οἶμαι, δεῖ καὶ ζητεῖν τὴν αἰτίαν τοῦ παραλελεῖφθαι κατὰ τὸν λόγον ἐπιτολὴν ἀστέρος τοῦ ἐπισημοτάτου γινομένην ἐν θέρει τοῦ καλουμένου σειρίου. ὀνομάζουσι δὲ αὐτὸν ἔνιοι καὶ κύνα, καταχρώμενοι τῇ τοῦ παντὸς ἄστρου προσηγορίᾳ· κύων μὲν γὰρ τὸ σύμπαν ἄστρον, ὁ δʼ ἐπὶ τῆς γένυος αὐτοῦ σείριος, ὃν ὀρθῶς ἄν τις ὀνομάζοι τὸν πρόκυνα, οὐ τὸν κύνα. καὶ ἀρχή γε τῆς καλουμένης ὀπώρας ἡ ἐπιτολὴ τούτου τοῦ ἀστέρος ἐστίν. καὶ ὅσοι τὸν ἐνιαυτὸν εἰς ἑπτὰ τέμνουσιν ὥρας, ἄχρι μὲν ἐπιτολῆς τοῦ κυνὸς ἐκτείνουσι τὸ θέρος, ἐντεῦθεν δὲ μέχρις ἀρκτούρου τὴν ὀπώραν. οἱ δʼ αὐτοὶ καὶ τὸν χειμῶνα τριχῇ τέμνουσι, μέσον μὲν αὐτοῦ ποιοῦντες τὸν περὶ τὰς τροπὰς χρόνον, τοὺς δʼ ἑκατέρωθεν τοῦδε σπορητὸν μὲν τὸν πρόσθεν, φυταλιὰν δὲ τὸν ἕτερον, αὐτοὶ γὰρ οὕτως ὀνομάζουσι. [15]
17a 18
καὶ μέντοι κἀν τῷ Περὶ ἑβδομάδων Ἱπποκράτους ἐπιγραφομένῳ βιβλίῳ διῃρημένον ἔστιν εὑρεῖν τὸν ἐνιαυτὸν εἰς ἑπτά, τοῦ μὲν φθινοπώρου καὶ τοῦ ἦρος ἀτμήτων πεφυλαγμένων, τετμημένων δὲ τοῦ μὲν χειμῶνος εἰς τρία μέρη, τοῦ δὲ θέρους εἰς δύο. χρησίμη μὲν οὖν ἐστι καὶ ἡ τοιαύτη διαίρεσις, ὡς προιὼν ὁ λόγος δείξει, χρησίμη δὲ καὶ 〈ἡ〉 εἰς τέσσαρας ὥρας, ὡς καὶ τοῦτο δέδεικται πρότερον 〈ὑπʼ〉 αὐτοῦ τοῦ Ἱπποκράτους ἐν οἷς τάς τε τῶν χυμῶν ἐπικρατείας διδάσκει καὶ τὰς τῶν νοσημάτων ἰδέας καὶ τὰς ἀμφοτέρων τούτων ἡγουμένας κράσεις τοῦ περιέχοντος, τέτταρας ἐχούσας διαφοράς. ἐὰν γὰρ καὶ ὅτι μάλιστα δίχα τις τέμνῃ τὸν μεταξὺ πλειάδων ἐπιτολῆς καὶ ἀρκτούρου χρόνον, ἀλλά τι κοινόν ἐστιν αὐτῷ παντὶ τὸ ξηροτέρῳ 〈τε καὶ θερμοτέρῳ〉 τοῦ συμμέτρου εἶναι, καθάπερ γε καὶ τῷ χειμῶνι τὸ ψυχροτέρῳ τε καὶ ὑγροτέρῳ, κἂν τριχῇ τέμνηται. αἱ μὲν οὖν μεγάλαι διαφοραὶ τῆς κράσεως, ἃς καὶ γενικὰς ἄν τις εἴποι προσηκόντως, εἰς τέτταρας διαι ροῦσιν ὥρας τὸν ἐνιαυτόν, [ἤτοι γʼ ἑτερογενεῖς ἢ ἑτεροειδεῖς ἀλλήλων, ὡς ἂν ἐθέλῃ τις ὀνομάζειν,] αἱ δὲ καθʼ ἑκάστην τῶν διαφορῶν τούτων εἰς τὸ μᾶλλόν τε καὶ ἧττον τομαὶ τὸ θέρος μὲν εἰς δύο, τὸν χειμῶνα δʼ εἰς τρεῖς μοίρας τέμνουσιν. [5]
17a 19
〈αἰτία〉 δὲ 〈τῆς〉 τῶν ὡρῶν τούτων τομῆ〈c ἐστι τὸ μῆ〉κος τοῦ κατʼ αὐτὰς χρόνου· τεσσάρων γὰρ μηνῶν ὁ μεταξὺ πλειάδος τε καὶ ἀρκτούρου χρόνος ἐστί, πλειόνων δʼ ἢ καὶ τεσσάρων ὁ μεταξὺ πλειάδος τε δύσεως καὶ τῆς ἐαρινῆς ἰσημερίας, ὁ δὲ τοῦ ἦρος οὐδʼ ὅλων δύο μηνῶν. ὥστʼ ἄτμητος εἰκότως ἐφυλάχθη, διὰ ταὐτὰ δὲ καὶ 〈ὁ〉 τοῦ φθινοπώρου, μείζων μὲν ὢν ἤπερ τὸ ἔαρ (ἐκτείνεται γὰρ εἰς δύο μῆνας), ἀπολειπόμενος δὲ τῷ μεγέθει πάμπολυ τοῦ κατὰ τὸ θέρος τε καὶ τὸν χειμῶνα χρόνου. ταῦτʼ οὖν εἰς ἅπαξ μὲν εἰρήσθω μοι νῦν, εἰς δὲ τὸν ἑξῆς ἅπαντα λόγον μνημονευέσθω πρὸς τὸ μετάγεσθαι 〈τὰς ὥρας〉 ῥᾳδίως εἰς τοὺς ἐν ἑκάστῳ τῶν ἐθνῶν μῆνας, ἄλλους παρʼ ἄλλοις ὄντας· ὡς εἰ πάντες εἶχον τοὺς αὐτούς, οὐκ ἂν ἀρκτούρου καὶ πλειάδος καὶ κυνὸς ἰσημεριῶν τε καὶ τροπῶν ἐμνημόνευσεν ὁ Ἱπποκράτη c, ἀλλʼ ἤρκεσεν ἂν εἰπεῖν αὐτῷ, κατὰ Μακεδόνας εἰ οὕτως ἔτυχεν ὀνομάζοντι, τοῦ Δίου μηνὸς ἀρχομένου τοιάνδε τινὰ γενέσθαι κατάστασιν ἐν τῇ τοῦ περιέχοντος κράσει. [15]
17a 20
νυνὶ δʼ ἐπειδὴ τὸ 〈τοῦ〉 Δίου Μακεδόσι μὲν μόνοις σαφές, Ἀθηναίοις δὲ καὶ τοῖς ἄλλοις ἀνθρώποις οὐ σαφές, Ἱπποκράτης δʼ ἐβούλετο τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν ὠφελεῖν, ἄμεινον ἦν αὐτῷ γράψαι μόνην τὴν ἰσημερίαν ἄνευ τοῦ μνημονεῦσαί τινος μηνός. ἡ μὲν γὰρ ἰσημερία κοσμικόν ἐστι πρᾶγμα, οἱ δὲ μῆνες ἐπιχώριοι καθʼ ἕκαστον ἔθνος. ὅστις γοῦν ἀστρονομίας ἀπείρως ἔχει, μάλιστα μὲν ἴστω μὴ πειθόμενος Ἱπποκράτει προτρέποντι πρὸς αὐτὴν ἕνεκα τῆς τῶν εἰρημένων χρήσεως. ἐπεὶ δὲ φιλάνθρωπον εἶναι δοκεῖ καὶ τοὺς τοιούτους ὠφελεῖν, ἐγὼ πειράσομαι τὴν ἐνδεχομένην ὑπογράψαι βοήθειαν, ᾗ προσέχοντες τὸν νοῦν ἁπάντων ὧν Ἱπποκράτης λέγει 〈κατὰ ταύτην τὴν ῥῆσιν〉 καρπώσονται τὴν χρῆσιν. τεμνομένου δὴ τοῦ παντὸς ἔτους εἰς τέσσαρα μέρη κατʼ ἰσημερίας τε καὶ τροπὰς ἅπας τις ἐρωτήσας ἀστρονομικὸν ἄνδρα, τὰ τέσσαρα μέρη ταῦτα ἐν τίσι γίνονται μησίν 〈καὶ πόστῃ καθʼ ἕκαστον αὐτῶν,〉 εἶτα εἰδὼς αὐτὰ δυνήσεται καὶ περὶ τῶν ἄλλων ἐπισημασιῶν τῶν καθʼ ἕκαστον ἄστρων ἀκούων ἕπεσθαι. [15]
17a 21
οἷον εἰ οὕτως ἔτυχεν, ἐὰν προμάθῃ τις κατὰ τὴν ἀρχὴν τοῦ Δίου μηνὸς τοῦ φθινοπώρου γίνεσθαι 〈τὴν〉 ἰσημερίαν, εἴσεται τὴν μὲν χειμερινὴν τροπὴν ὡς μετὰ τρεῖς μῆνας ἐσομένην ἐν ἀρχῇ τοῦ κατὰ 〈τὸ τοῦ〉 ἐνιαυτοῦ πέρας 〈Περιτίου〉 μηνός· (τοῦτο γὰρ σημαίνει κατὰ Μακεδόνα c·) τὴν δὲ ἐαρινὴν ἰσημερίαν 〈τοῦ〉 Ἀρτεμισίου, καθάπερ γε καὶ τὴν θερινὴν 〈τροπὴν〉 τοῦ Λώου. κατὰ γὰρ τὰς ἀρχὰς τῶν εἰρημένων μηνῶν αἵ τʼ ἰσημερίαι καὶ αἱ τροπαὶ γίνονται κατὰ Μακεδόνα c, 〈οὕτως αὐτῶν〉 ἀριθμούντων τε καὶ ὀνομαζόντων τοὺς μῆνας. ὁ τοίνυν ταῦτα μαθὼν ἐὰν προσεπιμάθῃ τὸν μὲν ἀρκτοῦρον ἐπιτέλλοντα πρὸ ἡμερῶν ὡς δώδεκα τῆς φθινοπωρινῆς ἰσημερίας, πλειάδας δὲ δυομένας ὡς μετὰ πεντήκοντα, γνώσεται, πόστῃ τίνος καθʼ ἕκαστον τόπον μηνὸς ἑκάτερον τῶν ἄστρων ἐπιτέλλει, παραφυλάξει τε βουλόμενος ἀκολουθεῖν Ἱπποκράτει τὴν μεταβολὴν τῆς περὶ τὸν ἀέρα κράσεως ὁποία τις 〈καθʼ ἑκάστην ὥραν〉 γίνεται. χρὴ δὲ δηλονότι τοὺς μῆνας οὐ πρὸς σελήνην ἀριθμεῖσθαι, καθάπερ ἐν ταῖς πλείσταις νῦν τῶν Ἑλληνίδων πόλεων καὶ ἐν ἁπάσαις δὲ τὸ ἀρχαῖον, ἀλλὰ πρὸς ἥλιον, ὡς καὶ ἐν πολλοῖς τῶν ἐθνῶν ἀριθμεῖται καὶ 〈δὴ καὶ〉 παρὰ Ῥωμαίων ὁ σύμπας ἐνιαυτὸς εἰς δώδεκα 〈μῆνας〉 διαιρούμενος, ἑνὸς μὲν αὐτῶν ὀκτὼ καὶ εἴκοσιν ἡμερῶν ὄντος, ὃν δεύτερον 〈κατα〉λέγουσι μετὰ τὰς τροπὰς χειμερινάς, αὐτοῦ δὲ τοῦ πρώτου μετὰ τὰς τροπὰς, ὃν καὶ πρῶτον ὅλου τοῦ ἔτους ἀριθμοῦσιν, μίαν ἐπὶ ταῖς τριάκοντα προσειληφότος, ὥσπερ γε καὶ τοῦ τρίτου μετὰ τὰς τροπάς. [5]
17a 22
καὶ γὰρ καὶ οὗτος αὐτός ἐστι μιᾶς καὶ τριάκοντα ἡμερῶν, ὁ δὲ τέταρτος τριακονθήμερος, ὁ δὲ πέμπτος μίαν ἐπὶ ταῖς τριάκοντα προσείληφεν, ὁ δὲ ἕκτος τριάκοντα, 〈οἱ δὲ〉 μετὰ τὸν ἕκτον δύο 〈μῆνες〉 μιᾶς καὶ τριάκοντα, ὁ δὲ μετὰ τούτους τριάκονθʼ ἡμερῶν, ὁ δʼ ἐφεξῆς τῷδε μιᾶς καὶ τριάκοντα, δέκατος ὢν τὸν ἀριθμὸν ὅλου τοῦ ἔτους, καὶ ὁ μὲν ἑνδέκατος τριάκονθʼ ἡμερῶν, ὁ δὲ δωδέκατος μιᾶς ἐπὶ ταῖς τριάκοντα. συναριθμοῦντι δέ σοι τὰς καθʼ ἕκαστον τῶν μηνῶν γενομένας ἡμέρας αἱ πᾶσαι γίνονται πέντε καὶ ἑξήκοντα καὶ τριακόσιαι. καὶ τεσσάρων [δʼ] οὕτως ἀριθμηθέντων [τῶν] ἐτῶν ἐν τῷ τετάρτῳ τὸν τρίτον ἀπὸ τῆς 〈τροπῆς χειμερινῆς μῆνα〉 ποιοῦσι 〈αʹ〉 δεουσῶν τριάκοντα ἡμερῶν, ἵνʼ ἕκαστος τῶν ἐνιαυτῶν γένηται τριακοσίων καὶ ἑξήκοντα 〈καὶ〉 πέντε ἡμερῶν καὶ προσέτι τετάρτης μοίρας ἡμέρας μιᾶς. [15]
17a 23
τοῖς δὲ κατὰ Παλαιστίνην ἀριθμοῦσιν οἱ δώδεκα μῆνες ἀριθμὸν ἡμερῶν γίνονται τριακοσίων πεντήκοντα τεσσάρων. ἐπειδὴ γὰρ ὁ ἀπὸ συνόδου τῆς πρὸς ἥλιον σελήνης χρόνος ἄχρι πάσης ἄλλης συνόδου πρὸς τὰς ἐννέα καὶ εἴκοσιν ἡμέρας ἔτι καὶ ἄλλης μέρος ἥμισυ προσλαμβάνει, διὰ τοῦτο τοὺς δύο μῆνας ἡμερῶν γινομένους ἐννέα καὶ πεντήκοντα τέμνουσιν εἰς ἄνισα μέρη, τὸν μὲν ἕτερον αὐτῶν τριάκοντα ἡμερῶν ἐργαζόμενοι, τὸν δʼ ἕτερον ἐννέα καὶ εἴκοσιν. ἀναγκάζονται τοιγαροῦν οἱ οὕτως ἄγοντες τοὺς μῆνας ἐμβόλιμόν τινα ποιεῖν, ὅταν πρῶτον ἀθροισθῇ τὸ τῶν ἔμπροσθεν ἐνιαυτῶν ἔλλειμμα καὶ γένηται χρόνος ἑνὸς μηνός. καὶ γέγραπταί γε τῶν ἀστρονόμων καὶ ἄλλοις τισὶ καὶ Ἱππάρχ ῳ, ὁπηνίκα χρὴ τοὺς ἐμβολίμους μῆνας ἐμβάλλεσθαι. διόπερ, ὡς ἔφην, ἐπὶ μὲν τῶν οὕτως ἀριθμούντων τοὺς μῆνας οὐκ ἔστιν ὁρίσαι τὰς ἡμέρας, ἐν αἷς αἱ ἰσημερίαι τε καὶ τροπαὶ καὶ τῶν ἐπιφανῶν ἄστρων αἱ ἐπιτολαὶ γίνονται. κατὰ δὲ τοὺς πρὸς ἥλιον ἄγοντας ὁρίσαι δυνατόν, ὥσπερ ἔφην ἐπί τε Ῥωμαίων καὶ Μακεδόνων Ἀσιανῶν τε τῶν ἡμετέρων καὶ πολλῶν ἄλλων ἐθνῶν. [15]
17a 24
ὁπότʼ οὖν εἴρηταί μοι ταῦτα κοινὰ τῶν ἐφεξῆς λόγων ἁπάντων ὄντα, πάλιν ἐπὶ τὴν προκειμένην ἀνήξω ῥῆσιν, ἐν ᾗ τῆς γενομένης ἐν Θάσῳ καταστάσεως ἀρχόμενος ἔφη φθινοπώρου 〈περὶ〉 ἰσημερίην καὶ ὑπὸ πληιάδα πολὺν ὑετὸν γενέσθαι. ὄντος γὰρ τοῦ φθινοπώρου περὶ ἰσημερίην καὶ δυοῖν μηνῶν, οὐκ εὐθέως ἀπʼ ἀρχῆς συνεισέβαλεν ἡ εἰρημένη κατάστασις, ἀλλὰ περὶ τὴν ἰσημερίαν ἤρξατο καὶ παρέτεινεν ἄχρι πλειάδος δύσεως ἡμέραις ὡς πεντήκοντα. Ἐν Θάσῳ φθινοπώρο υ. κατὰ μὲν οὖν τὸν Κόϊντον οὔθʼ ἡ χώρα συνενδείκνυταί τι πρὸς τὴν τῶν 〈ἐπιδημίων〉 νοσημάτων πρόγνωσιν οὔθʼ ὅλως δυνατόν ἐστι τὰ γενησόμενα προγνῶναι, μόνον δὲ 〈διαγνῶναι〉 τὸ γεγενῆσθαί τινα νοσήματα, διεφθαρμένης τῆς κατὰ φύσιν ἐν ταῖς ὥραις κράσεως· ἐνίοτε δὲ καὶ τὴν ἰδέαν αὐτῶν οὐκ ἐκ μεθόδου λογικῆς, ἀλλʼ ἐκ πείρας μόνης φησὶν ἐγνῶσθαι. καὶ τάς γε τῶν δυσκρασιῶν ἐπιπλοκάς, ἃς συνδρομὰς ὀνομάζουσιν οἱ ἐμπειρικοὶ τῶν ἰατρῶν, ἐξηγούμενοι τοὺς Ἀφορισμοὺς ἐκ πείρας ἔλεγον εὑρῆσθαι τῶνδέ τινων νοσημάτων αἰτίας γινομένας, οἷον· “ὅταν μὲν ὁ χειμὼν αὐχμηρὸς καὶ βόρειος γένηται, τὸ δὲ ἔαρ ἔπομβρον καὶ νότιον, κατὰ τὸ θέρος ἔσονται πυρετοὶ ὀξεῖς καὶ ὀφθαλμίαι καὶ δυσεντερίαι. [15]
17a 25
” καὶ πάλιν· “ἢν μὲν ὁ χειμὼν ἔπομβρος καὶ νότιος γένηται, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ χειμέριον, αἱ μὲν γυναῖκες, ᾗσιν οἱ τόκοι πρὸς τὸ ἔαρ, ἐκ πάσης προφάσιος ἐκτιτρώσκουσι·” καὶ τἄλλα ὅσα τούτων ἐφεξῆς κατέλεξε, τέσσαρας μόνας διαφορὰς καταστάσεων γράψας, καίτοι παμπόλλων οὐσῶν, ὅπερ ἐχρῆν ἐνθυμηθέντα τὸν Κόϊντον ἐπισκέψασθαί τε καὶ ζητῆσαι πρῶτον μὲν αὐτὸ δὴ τοῦτο 〈περὶ τὸ〉 τῶν παρὰ φύσιν ἐκτρεπομένων τῶν ὡρῶν, 〈εἰ πλείους εἰσὶ τεττάρων,〉 εἶθʼ εὑρόντα πλείους ζητῆσαι τὸν ἀριθμὸν ἁπασῶν, εἶτα σκέψασθαι, διὰ τί τῶν τεττάρων ἐμνημόνευσε μόνων ὁ Ἱπποκράτη c, ἐφʼ οἷς ἅπασιν εὑρεθεῖσι ζητῆσαί τινα μέθοδον, ᾗ χρώμενοι τὰς τῶν ἄλλων ἁπασῶν καταστάσεων γνωσόμεθα δυνάμεις· (μόνως γὰρ ἂν οὕτως ἱκανοὶ προγινώσκειν γινοίμεθα καὶ τὰς μελλούσας ἐπιδημήσειν νό σους) ἀλλὰ καὶ προφυλάσσεσθαι, καθʼ ὅσον οἷόν τε, πρὸς τὸ μηδʼ ὅλως αὐταῖς περιπεσεῖν διὰ τῆς εἰρημένης ὁδοῦ προελθόντες ἱκανῶς εἰσόμεθα, ἢ εἰ τοῦτʼ ἀδύνατον εἴη ποτὲ διὰ τὸ μέγεθος τῆς αἰτίας, ὡς μετριωτάταις γοῦν ταύταις ἁλῶναι. [5]
17a 26
ὅτι δὲ τὴν θεραπείαν τῶν νοσημάτων ὁ γυμνασθεὶς τὸν λογισμὸν οἷς εἶπον ἅπασιν ἄμεινον εὑρήσει τῶν μηδὲν προεσκεμμένων, οὐδὲ τοὺς ἐπιτυχόντας ἀγνοεῖν ἡγοῦμαι, μήτοι γε μὴν τοὺς νομίμως πεπαιδευμένους. ὅτι μὲν οὖν αὐτὸς ὁ Ἱπποκράτης οἶδε πλείους τῶν ἐν Ἀφορισμοῖς γεγραμμένων τεσσάρων καταστάσεων, ἐξ αὐτῶν τῶνδε τῶν βιβλίων, ἃ νῦν ἡμῖν ἐξηγεῖσθαι πρόκειται, γένοιτʼ ἂν ἱκανῶς σαφές. ἐν μὲν γὰρ τῷ πρώτῳ τῶνδε τὴν πρώτην ἔγραψε κατάστασιν, ὑπὲρ ἧς αὐτὸς εἶπεν ἐπὶ τῇ τελευτῇ· “γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετʼ αὐχμῶν.” δευτέραν δέ, ἐν ᾗ πάλιν ἔφη· “γενομένου δὲ τοῦ ἔτεος ὅλου ψυχροῦ καὶ ὑγροῦ καὶ βορείου.” τρίτην δὲ ἀνώμαλόν τε καὶ ποικίλην, ἀρξαμένην μὲν ὀλίγον πρὸ τοῦ ἀρκτούρου ψυχρὰν καὶ ὑγράν, ἐφεξῆς δὲ γενομένην ἀπὸ τῆς φθινοπωρινῆς ἰσημερίας ἄχρι πλειά δων δύσεως 〈παντ〉άπασι νότιον ἅμα μετρίαις ὑγρότησιν· εἶτʼ ἐφεξῆς ψυχρὰν καὶ ξηρὰν ἅμα πνεύμασι βορείοις μεγίστοις ὅλῳ σχεδόν τι τῷ χειμῶνι· κἄπειτα ψυχρὰν καὶ ξηρὰν ἄχρι κυνὸς ἐπιτολῆς, ἐντεῦθεν ἀθρόως καύματα μεγάλα μέχρις ἀρκτούρου, καθʼ ὃν ὕδατα νότια μέχρι τῆς ἰσημερίας. [5]
17a 27
ταύτης οὖν τῆς καταστάσεως ἀνωμάλου γενομένης ὅμως ἐπεκράτει τὸ ψυχρὸν καὶ ξηρόν. ἐν δὲ τῷ τρίτῳ τῶν βιβλίων τούτων ἔγραψεν 〈ἄλλην〉 κατάστασιν, ἣν εἰς ἓν πάλιν ἀναγαγὼν κεφάλαιον ἔφησεν· “ἔτος νότιον ἔπομβρον, ἄπνοια διὰ τέλεος.” ἄλλην δὲ 〈πάλιν〉 ἐν τῷ δευτέρῳ κατάστασιν ἐν ἀρχῇ γράφων εἶπεν· “ἄνθρακες ἐν Κρανῶνι θερινοί, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου, ἐγένοντο μᾶλλον νότῳ.” 〈ἐξ〉 ὧνπερ 〈γιγνώσκομεν, ὅτι〉 καὶ αὕτη θερμοτάτη ἐστὶ καὶ ἀμέτρως ὑγρά, [ὡς] κατὰ μίαν ὥραν γενομένη, τὸ θέρος, ὥσπερ καὶ ἡ κατὰ τὸ τρίτον βιβλίον ἐν ὅλῳ τῷ ἔτει. γεγραμμέναι δʼ εἰσὶ καὶ ἄλλαι καταστάσεις ἐν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις, ἃς οὐκ εἶπεν 〈ἐν τοῖς〉 Ἀφορισμοῖς. ἀλλʼ ὡς συνεχέστερόν τε τῶν ἄλλων γινομένας τὰς τέσσαρας ἀρκούσας τε παραδείγματα γίγνεσθαι μετὰ τῆς ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων αἰτιολογίας ἠξίωσε〈ν ἐν〉 τοῖς Ἀφορισμοῖς γραφῆναι. [15]
17a 28
ἀλλὰ καί, εἰ [μὴ] παρελελοίπει τελέως τὴν αἰτιολογίαν, ἡμεῖς ἂν αὐτὴν εὕρομεν ἐκ τῶν ἐν τοῖς Ἀφορισμοῖς ὑπʼ αὐτοῦ γεγραμμένων, ἱκανῶν ὄντων ἀνδρὶ λογικῷ πρὸς τὴν τῶν εἰρημένων εὕρεσιν. ἐπίστασθαι γάρ σε χρὴ τοῦτο δεδειγμένον μὲν ὑφʼ ἡμῶν ἤδη πολλάκις ἐν πολλοῖς αὐτάρκως, εἰρησόμενον δὲ καὶ νῦν, εἰς ὅσον ἀναγκαῖόν ἐστιν αὐτοῦ μνημονεύειν, ὡς τὰς κατὰ μέρος ἐν ἁπάσαις τέχναις συμπλοκὰς αὐτῶν τῶν πραγμάτων ἀδύνατόν ἐστι διʼ ἐμπειρίας γνωσθῆναι διὰ τὸ πλῆθος, ἀλλʼ ἐπὶ πάσαις αὐταῖς ὁδὸς μία τῆς εὑρέσεώς ἐστιν, ἡ διὰ τῶν οἰκείων στοιχείων, ὥσπερ καὶ ἐν γραμματικῇ. τίνα τοίνυν οἰκεῖα στοιχεῖα τῶν καταστάσεών ἐστιν, ἴδωμεν ἀπὸ τοῦ πράγματος τῆς οὐσίας ὁρμηθέντες, ὡς ἐν τοῖς Περὶ ἀποδείξεως δεδιδάχαμεν. ἀναλαβὼν οὖν ἀπʼ ἀρχῆς τὸν λόγον ἤδη σοι δίειμι πάντα κατὰ τὸ συνεχές, μηδὲν παραλιπών· αἱ ὧραι τοῦ ἔτους διαφέρουσιν ὑγρότητι καὶ θερμότητι καὶ ψυχρότητι καὶ ξηρότητι, τοῦ μὲν χειμῶνος ὑγρότητι καὶ ψυχρότητι τὰς ἄλλας ὑπερβάλλοντος, ὥσπερ γε τοῦ θέρους θερμότητι καὶ ξηρότητι, τοῦ δʼ ἦρος ἀκριβῶς ἀμφοῖν ὄντος ἐν τῷ μεταξύ. [15]
17a 29
κρατεῖ γὰρ οὐδέτερον ἐν αὐτῷ κατʼ οὐδετέραν ἀντίθεσιν, οὔτε τοῦ ξηροῦ τὸ ὑγρὸν οὔτε τοῦ θερμοῦ τὸ ψυχρόν, 〈οὐδʼ ἐναντίως οὔτε τοῦ ὑγροῦ τὸ ξηρὸν οὔτε τοῦ ψυχροῦ τὸ θερμόν,〉 ἀλλʼ οἷον ἰσομοιρία τις ἀμφοτέρων ἐστὶ τῶν ἀντιθέσεων ὁμοιότης τε τῶν ὡρῶν ἁπασῶν ὅλης τῆς ἡμέρας ὡς ἔγγιστα καὶ τῆς νυκτός, μηδεμιᾶς μεγάλης μεταλλαγῆς ἢ ὑπεροχῆς ἐν αὐταῖς γινομένης, ὁποία κατὰ φθινόπωρον ὁρᾶται, κρύους μὲν ἕωθεν ὄντος, ἀμφὶ δὲ τὸ μέσον τῆς ἡμέρας θάλπους ἰσχυροῦ, μεταπίπτοντος αὖ πάλιν εἰς κρύος καὶ τοῦδε δείλης ὀψίας. ** ἐπικρατεῖ δʼ ὅμως αὐτῶν τὸ μὲν ξηρὸν τοῦ ὑγροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ. τοιαύτη μὲν ἡ κρᾶσίς ἐστι τῶν ὡρῶν τοῦ ἔτους ὡς ἐπὶ τὸ πολύ, μεταβολῆς γινομένης κατὰ βραχὺ μέν, ὡς μηδʼ αἰσθάνεσθαί τινα διὰ παντὸς τοῦ χρόνου, κατὰ μείζονα δὲ καὶ αἰσθητῶς, οὐ μὴν ἀθρόως γε οὐδʼ ἀμέτρως ἐν ταῖς τῶν ὑγρῶν καὶ 〈θερμῶν〉 κατὰ φύσιν μεταβολαῖς. ἀρκτούρου γοῦν ἐπιτέλλοντος ὡς τὸ πολὺ σὺν ἀνέμοις ψυχροῖς ὑετὸς γίνεται κἀντεῦθεν ἤδη 〈τὸ〉 φθινόπωρον μὲν ἄρχεται, παύεται δὲ τὸ θέρος. εἶτʼ ἐν τῷ μετὰ ταῦτα χρόνῳ κατὰ βραχὺ καὶ ἀνεπαισθήτως γινομένης τῆς ἐπὶ τὸ ψυχρότερον μεταβολῆς ἡ τῆς πλειάδος δύσις αἰσθητὴν ἐργάζεται τὴν τροπὴν ἐντεῦθέν τε πάλιν 〈ὁ χειμὼν〉 ὁμοίως ἐπὶ τὴν ἐαρινὴν ἰσημερίαν ἀφικνεῖται, καί ποτε μὲν ὁμοία προσθήκη μέχρι πλειάδος ἐπιτολῆς γίνεται, πολλάκις δʼ αἰσθητὴ μέν τις ἐν τῷ περὶ τὴν ἰσημερίαν χρόνῳ, σύμμετρος δέ. [5]
17a 30
καὶ μέντοι καὶ μετὰ τὴν τῆς πλειάδος ἐπιτολὴν αὐξάνεται τὸ θερμὸν καὶ τὸ ξηρὸν ἄχρι κυνὸς ἐπιτολῆς συμμέτρως καὶ κατὰ βραχύ, ἐλθόντος τε τούτου γενήσεται νότια μὲν ὀλίγα, ἐπʼ αὐτοῖς δʼ ὑετοὶ ἐπίσης τοῖς ἐτησίοις πνεύμασιν ἄχρι τῆς κατὰ τὸν ἀρκτοῦρον ἐπιτολῆς. καὶ τοίνυν ἥ τε πεῖρα καὶ ὁ λόγος ἡμᾶς ἐδίδαξεν, ὅταν οὕτως αἱ ὧραι τοῦ ἔτους προέρχωνταί τε καὶ εἰς ἀλλήλας μεταβάλλωσι, μήτε λοιμόν τινα μήθʼ ὅλως ἐπιδήμια νοσήματα γινόμενα, μόνας δὲ τὰς ὀνομαζομένας ὑπʼ αὐτοῦ σποράδας νόσους, τὰς κατὰ τὴν δίαιταν ἑπομένας. ἐπειδὴ 〈δὲ〉 καθʼ ἑκάστην τῶν ὡρῶν ἴδιος μὲν ἐπικρατεῖ χυμός, ὡς αὐτὸς ἐδίδαξε, τοῦ μὲν χειμῶνος τὸ φλέγμα, τοῦ δὲ ἦρος τὸ αἷμα, τοῦ δὲ θέρους 〈ἡ πικρὰ〉 χολή, φθινοπώρου δὲ ἡ ὀξεῖα, διὰ τοῦτο τοῖς κακῶς διαιτωμένοις οὐ τὰ αὐτὰ πλεονάζουσι νοσήματα κατὰ πάσας τὰς ὥρας, ἀλλὰ 〈ὡς〉 αὐτὸς ἐδίδαξε “τοῦ μὲν ἦρος τὰ μελαγχολικὰ καὶ τὰ μανικὰ καὶ ἐπιληπτικὰ καὶ αἵματος ῥύσιες” καὶ τἄλλα, ὅσα τούτων ἐφεξῆς καταλέγει, τοῦ δὲ θέρους ἔτους *** ὁμοίως καὶ τοῦ φθινοπώρου, χειμῶνος δʼ ἄλλα γινόμενα μὲν ἐκ τῶν κατὰ τὴν δίαιταν ἁμαρτημάτων, ὑπαλλασσόμενα δὲ ταῖς ἰδέαις διά τε τὴν ὥραν τοῦ ἐνιαυτοῦ καὶ τὴν ἡλικίαν τοῦ 〈ἁλισκομένου〉 καὶ φύσιν. [5]
17a 31
ἐπειδὴ γὰρ καὶ κατὰ τὰς φύσεις καὶ κατὰ τὰς ἡλικίας αἵ τε κράσεις τῶν σωμάτων ἕτεραι γίνονται καὶ αἱ τῶν χυμῶν ἐπικράτειαι διαφέρουσι, διὰ τοῦτο καὶ κατὰ ταύτας νῦν ὑπαλλάσσεται τῶν νοσημάτων ἡ ἰδέα. περὶ μὲν οὖν τῶν ἐν ταῖς ἡλικίαις διαφορῶν ὡδί πως ἔγραψεν· “ἐν δὲ ταῖς ἡλικίαις 〈τοιάδε〉 συμβαίνει· τοῖσι μὲν σμικροῖσι καὶ τοῖς νεογενέσι παιδίοισιν ἄφθαι, ἔμετοι” καὶ τἄλλα τὰ τούτων ἐφεξῆς γεγραμμένα κατὰ πᾶσαν ἡλικίαν. περὶ δὲ τῶν φύσεων ὡδί πως· “τῶν φύσεων αἱ μὲν πρὸς θέρος, αἱ δὲ πρὸς χειμῶνα εὖ καὶ κακῶς πεφύκασι.” φαίνεται τοίνυν καὶ ἴσον μὲν ἔχον λόγον τὸ σῶμα τοῦ κάμνοντος πρὸς τὸ αἴτιον ποιητικόν, τὸ περιέχον. [15]
17a 32
ἐξ ἀμφοῖν δὲ συνελθόντων ἡ ἐπίκτητος ἀποτελεῖται κρᾶσις, ἐφʼ ᾗ τῶν ἐπιδημησάντων νοσημάτων ἡ γένεσις. ἐὰν οὖν ἴδωμεν, 〈ὁπ〉οῖόν τι πέφυκεν εἰς τὸ σῶμα δρᾶν τῶν ἀνθρώπων ἡ τοῦ περιέχοντος θερμότης, ὁποῖον δὲ ἡ ψυχρότης τε καὶ ξηρότης καὶ ὑγρότης, ἴδωμεν δὲ καὶ τὴν ὕλην αὐτὴν τὴν πάσχουσαν ὁποία τίς ἐστιν, οὐκέτι χαλεπὸν εὑρεῖν καὶ προγνῶναι τὰ γενησόμενα νοσήματα. καὶ τούτων αὐτῶν ἔτι πρότερον εἰσόμεθα καλῶς εἰρημένον τὸ “ἐν τοῖσι καθεστῶσι καιροῖσιν, ἢν αἱ ὧραι τὰ ὡραῖα ἀποδιδῶσι, εὐσταθέσταται καὶ εὐκρινέσταται αἱ νοῦσοι γίνονται, ἐν δὲ τοῖσιν ἀκαταστάτοισιν ἀκατάστατοι καὶ δύσκριτοι.” τίνες οὖν αἱ δυνάμεις εἰσὶ τῶν εἰρημένων ποιοτήτων, ὑγρότητος καὶ ξηρότητος, θερμότητος καὶ ψυχρότητος, ἀκούσωμεν αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τοῖς Ἀφορισμοῖς λέγοντος· “τῶν δὲ καταστάσεων τοῦ ἐνιαυτοῦ τὸ μὲν ὅλον οἱ αὐχμοὶ τῶν ἐπομβριῶν εἰσιν ὑγιεινότεροι καὶ ἧσσον θανατώδεις. νοσήματα δʼ ἐν ταῖς ἐπομβρίαις ὡς τὰ πολλὰ γίνονται πυρετοί τε μακροὶ καὶ κοιλίης ῥύσιες καὶ σηπεδόνες, ἐπίληπτοι καὶ ἀπόπληκτοι καὶ κυνάγχαι, ἐν δὲ τοῖς αὐχμοῖσι φθινώδεις ὀφθαλμίαι, ἀρθρίτιδες, στραγγουρίαι, 〈δυσεντερίαι〉. [15]
17a 33
” ταῦτα μὲν οὖν αὐτῷ λέλεκται περὶ τῶν εἰς πλείονα χρόνον ἐκτεταμένων καταστάσεων. ὥσπερ δὲ καὶ περὶ τῆς καθʼ ὑγρότητα καὶ ξηρότητα διαφορᾶς ἐν τούτοις ἐδίδασκεν, οὕτως 〈καὶ〉 περὶ τῆς κατὰ θερμότητα καὶ ψυχρότητα διʼ ὧν ἔγραψε περὶ τῶν βορείων τε καὶ νοτίων καταστάσεων. ἐπὶ γὰρ τῆς ἡμετέρας οἰκήσεως ὁ μὲν βορρᾶς ψυχρός, ὁ δὲ νότος θερμός ἐστι, πλὴν εἴ που σπανίως ἐν ἀρχῇ τοῦ ἦρος ψυχρὸς ἢ κατʼ ἄλλην τινὰ ὥραν ἐπὶ βραχὺ πνεύσειε τοιοῦτος, οὐδὲ τότε τοῦ βορρᾶ ψυχρότερος. ἄκουσον οὖν ἑξῆς, ὡς καὶ περὶ τούτων ἐν Ἀφορισμοῖς ἔγραψεν ἀρξάμενος ὧδε· “νότοι βαρυήκοοι, ἀχλυώδεις, καρηβαρικοί, νωθροί, διαλυτικοί. ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀρρωστίῃσι πάσχουσιν. ἢν δὲ βόρειον ᾖ, βῆχες, φάρυγγες, κοιλίαι σκληραί, δυσουρίαι φρικώδεις, ὀδύναι πλευρέων, στηθέων· ὅταν οὗτος δυναστεύῃ, τοιαῦτα ἐν τῇσιν ἀρρωστίῃσι προσδέχεσθαι.” ταῦτα μὲν οὖν αὐτῷ λέλεκται περὶ τῶν ἰσχυρῶν νοτίων καὶ βο ρείων καταστάσεων τῶν ἐν πλείονι χρόνῳ γινομένων. [15]
17a 34
ἐνδείκνυται γὰρ 〈ταύτην τὴν γνώμην〉 διὰ τοῦ δυναστεύειν ὀνόματος, ὡς οὐκ ἂν 〈ὑπὲρ ἀνέμου τινὸς〉 ἐπὶ τοῦ ἦρος οὔτʼ 〈ἐν〉 βραχεῖ χρόνῳ πνεύσαντος οὔτʼ ἐπὶ πλείοσιν ἡμέραις, ἀλλʼ ἀσθενοῦς εἰπὼν τοῦτο τοὔνομα. περὶ δὲ τῶν ἐφημέρων νοτίων τε καὶ βορείων πνευμάτων ἄκουσον αὖθις ἃ λέγει· “αἱ μὲν καθημεριναὶ καταστάσιες αἱ μὲν βόρειοι τά τε σώματα συνιστῶσι καὶ εὔτονα καὶ εὐκίνητα καὶ εὔχροα καὶ εὐηκοώτερα ποιέουσι καὶ τὰς κοιλίας ξηραίνουσι καὶ τὰ ὄμματα δάκνουσι καὶ περὶ τὸν θώρακα ἄλγημα, ἤν τι προϋπάρχῃ, μᾶλλον πονέουσιν. αἱ δὲ νότιοι διαλύουσι τὰ σώματα καὶ ὑγραίνουσι καὶ βαρυ〈η〉κοΐας 〈καὶ καρηβαρίας〉 καὶ ἰλίγγους ἐμποιέουσιν ἔτι τοῖς ὀφθαλμιῶσιν καὶ ἐν τῷ σώματι δυσκινησίαν καὶ τὰς κοιλίας ὑγραίνουσιν.” εἴρηται δὲ ἐν Ἀφορισμοῖς ὑπʼ αὐτοῦ καὶ ἄλλα γέ τινα περί τε φύσεως ὡρῶν καὶ τῆς ἀθρόας εἰς ἀλλήλας μεταβολῆς, ὧν ἕκαστον κατὰ τὸν προσήκοντα καιρὸν μνημονεύσομεν. ἐν 〈δὲ〉 τῷ παρόντι τοῦτο μόνον ἀρκεῖ διδαχθὲν[τας] τὰς [πρώτας] στοιχειώδεις δυνάμεις τῶν καταστάσεων ὑπʼ αὐ τοῦ τοῦ Ἱπποκράτους εἰρῆσθαι, καθʼ ἃς χρὴ περὶ πασῶν τῶν ὁπωσοῦν γενομένων καταστάσεων ὁδῷ καὶ τάξει προϊόντας ἡμᾶς ἐξευρίσκειν, ὁποῖά τέ τινα γενήσεται νοσήματα καὶ ὅπως αὐτὰ 〈συνίστασθαι〉 κωλυτέον ἐστὶν ἢ συστάντα θεραπευτέον· οὗτος γὰρ μέγιστος καρπὸς τῆς ἐνεστώσης πραγματείας. [5]
17a 35
ἐν δὲ τοῖς στοιχειώδεσι τούτων ἔστι καὶ ἡ χώρα συνενδεικνυμένη καὶ αὐτή τι πρὸς τὴν τῶν νοσημάτων γένεσιν, ὥσπερ ἥ τε φύσις ἑκάστου καὶ ἡ ἡλικία καὶ τὸ ἐπιτήδευμα καὶ ἡ δίαιτα. δέδεικται δʼ ὑπʼ αὐτοῦ σαφῶς ἐν τῷ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων, ὁποῖά τινα καθʼ ἑκάστην χώραν πλεονάζει νοσήματα. δυνήσῃ τοιγαροῦν, ὅταν ἡ τοῦ περιέχοντος ἡμᾶς κατάστασις ἀμέτρως ψυχρὰ καὶ ὑγρὰ γενομένη κατὰ τὴν ἑαυτῆς φύσιν ἐργάζεσθαι μέλλῃ τὰ ὑπʼ αὐτοῦ δεδειγμένα νοσήματα, καὶ τὴν παρὰ τῆς οἰκήσεως ἔνδειξιν λαβεῖν ὁμοίαν τῇ παρὰ τῆς 〈ἡλικίας〉 τε καὶ τῆς φύσεως καὶ τῶν ἐπιτηδευμάτων καὶ τῆς ὅλης διαίτης. τὰ μὲν γὰρ ὑγρὰ καὶ ψυχρὰ τῇ φύσει 〈σώματα〉 κατὰ τὰς ἔξωθεν περιστάσεις ῥᾷον ἁλώσεται τοῖς ὑπὸ τῆς ὑγρᾶς καὶ ψυχρᾶς καταστάσεως ἐσομένοις νοσήμασι, τὰ δὲ ἐναντία δυσχερέστερον. [15]
17a 36
ἐὰν οὖν οἴκησις ὑγρὰ καὶ ψυχρὰ κατὰ τὸν ἑαυτῆς λόγον καὶ τὴν κατάστασιν ἔχῃ τοιαύτην, ἕτοιμος τῶν οἰκείων τῇ καταστάσει νοσημάτων ἡ γένεσις ἔσται, συντελούσης τι καὶ τῆς οἰκήσεως, ὥσπερ γε 〈κἂν〉 πάλιν ἡ ἀμέτρως θερμή ποτε γένοιτο καὶ ὑγρὰ κατάστασις, οἵαν ἐν τῇ δευτέρᾳ τῶν Ἐπιδημιῶν ἔγραψεν ἐν ἀρχῇ λέγων· ”〈Ἄνθρακες ἐν Κρανῶνι θερινοί·〉 ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου.” συντελέσει δέ τι πρὸς τὴν τῶν εἰρημένων σηπεδονωδῶν νοσημάτων γένεσιν ἡ χώρα μάλιστα μέν, ἐὰν κατʼ ἄμφω δύσκρατος ᾖ, θερμοτέρα καὶ ὑγροτέρα καθεστῶσα, συντελέσει δὲ κἂν κατὰ τὸ ἕτερον τούτων [εἰ] ἀμέτρως ᾖ κεκραμένη, καθάπερ ἡ Κρανὼν ἐν κοίλῳ καὶ μεσημβρινῷ χωρίῳ κειμένη καὶ διὰ τοῦτο μάλιστα σηπεδονώδεσι νοσήμασι, τοῖς ἄνθραξιν, ἁλοῦσα, πρὸς τοῖς ἄλλοις ἀτόποις ἔτι καὶ διὰ τὸ τὰ βόρεια τῶν πνευμάτων ἀπεστράφθαι καύμασι καὶ ταῖς καλουμέναις νηνεμίαις κατεχομένη. Κρανὼν μὲν οὖν τοιαύτη, Θάσος δὲ τοὔμπαλιν. ἔστραπται γὰρ πρὸς τὰ βόρεια καὶ ψυχρὰ πνεύματα καταντικρὺς τῆς Θρᾴκης κειμένη. [15]
17a 37
γενομένης οὖν τῆς καταστάσεως ὅλης ἐπὶ τὰ νότια καὶ μετʼ αὐχμῶν, οὐκ ἦν εὐάλωτον τὸ χωρίον, ὅσον ἐφʼ ἑαυτῷ, τῇ καταστάσει. εἰ γὰρ μεσημβρινὸν ἦν ἔτι καὶ κοῖλον, ἐσχάτως ἂν ἡ εἰρημένη κατάστασις ἐγεγόνει λοιμώδης αὐτῇ. Ὕδατα πολλ ά , συνεχέα μαλθακῶ c . Τρισσῶς ὕδατα γίνεται πολλ ά, ποτὲ μὲν διὰ τὸν ὑετὸν αὐτὸν ἀθρόως ἐκρηγνύμενον, ἐνίοτε δὲ τῷ μήκει τοῦ χρόνου, κἂν ψεκάδες ὦσι μόναι καθʼ ἑκάστην ἡμέραν γινόμεναι, καί ποτʼ ἀμφοῖν ἅμα συνελθόντων. ἔχεις δὲ αὐτῶν πάντων παραδείγματα γεγραμμένα κατὰ τὰ τῶν Ἐπιδημιῶν βιβλία, τοῦ μὲν πρώτου τρόπου τὴν κατάστασιν, ἧς ἄρχεται τόνδε τὸν τρόπον· “ἐν Θάσῳ πρὸ ἀρκτούρου 〈ὀλίγον καὶ ἐπʼ ἀρκτούρῳ〉 ὕδατα πολλά, 〈μεγάλα ἐν βορείοις·〉” δηλοῖ γὰρ τοῦτο τὸ “μεγάλα” πλῆθος ὕδατος ἀθρόου. τοῦ δὲ δευτέρου τρόπου παράδειγμα τὸ νῦν εἰρημένον ἐστίν· ὕδα τα πολλ ά , συνεχέα μαλθακῶ c· τὸ γὰρ πλῆθος αὐτῶν ἠθροίσθη διὰ τὸ συνεχῶς ἐν χρόνῳ πλείονι γενέσθαι καὶ μὴ καθάπαξ λάβρως ἐν ἑνὶ καιρῷ. [10]
17a 38
τοῦ δὲ τρίτου τρόπου παράδειγμά ἐστι τὸ κατὰ τὸ δεύτερον τῶν Ἐπιδημιῶν ἐν ἀρχῇ γεγραμμένον· “ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ διόλου.” τὸ μὲν γὰρ “λάβρον” πρὸς τὸν προειρημένον τρόπον κοινόν ἐστι, τὸ δὲ “διόλου” πρὸς τὸν δεύτερον. περὶ μὲν οὖν ἐκείνων τῶν καταστάσεων αὖθις ἐροῦμεν κατὰ τὸν οἰκεῖον καιρόν, ἡ δὲ προκειμένη νῦν ἐν τῷ λόγῳ μεταξὺ τῆς φθινοπωρινῆς ἰσημερίας καὶ τῆς ἀρχῆς τοῦ χειμῶνος γενομένη 〈τὰ〉 ὕδατα καθʼ ὅλην αὐτὴν ἔσχε 〈συνεχῆ〉 μαλθακῶ c, ὡς αὐτὸς ἔφη〈σε〉ν, ὅπερ ἀντίκειται τῷ ἀθρόως καὶ λάβρως καὶ σφοδρῶς. Χειμὼν νότιο c . Ὅτι φθινοπώρου πέρας οἶδε καὶ αὐτὸς τὴν τῆς πλειάδος δύσιν ἣν διὰ συντόμου φωνῆς ὀνομάζει καὶ “πλειάδα”. [13]
17a 39
σα φῶς ἐδήλωσε [εἰπὼν] μετὰ τὸ προειπεῖν “περὶ ἰσημερίην καὶ ὑπὸ πληιάδα” γράψας τούτων ἐφεξῆς χειμὼν νότιο c, ὡς οὐδενὸς ὄντος μεταξὺ χρόνου διηγήσεως ἰδίας δεομένου, συνάπτοντος δὴ χειμῶνος τῇ δύσει τῆς πλειάδος. Μικρὰ πνεύματα βόρει α . Μικρά φησι πνεύματα γενέσθαι τοῦ χειμῶνος. εἰ δέ γε κατὰ τὴν ἑαυτοῦ φύσιν ὁ χειμὼν ἐπεραίνετο, πάντως ἂν ἐγένετο μεγάλα. καὶ κατὰ διττὸν τρόπον ὑπῆρξεν ἂν αὐτοῖς τοῦτο, καθάπερ γε νῦν ἔοικε γεγονέναι σμικρ ά, κατά τε τὸ ἴδιον μέγεθος αὐτῶν καὶ κατὰ τὸ μῆκος τοῦ χρόνου. καὶ γὰρ ὀλίγαις ἡμέραις ἐγένετο βόρεια καὶ οὐκ ἰσχυρά, τοῦ χειμῶνος εἰθισμένου μέγαν ἴσχειν βορρᾶν ἐν χρόνῳ πολλῷ. Αὐχμο ί . [13]
17a 40
Τὴν ξηροτέραν τοῦ προσήκοντος κατάστασιν αὐχμὸν ὠνόμασεν οὐ πάνυ τι συνήθως. εἰώθαμεν γὰρ οὐ τὴν ἁπλῶς ξηροτέραν, ἀλλὰ τὴν ἄκρως ξηρὰν ὀνομάζειν οὕτως. ἀμήχανον δέ ἐστι καὶ ἄπιστον εἰς τοσοῦτον γενέσθαι τὸν χειμῶνα ξηρόν, ὡς αὐχμηρὰν ἀπεργάζεσθαι τὴν γῆν, ὥσπερ ἐν θέρει. οὐ〈δὲ〉 γὰρ 〈οὐδʼ〉 ἐν ἦρι τοιαύτη γίνεται κατάστασις, ᾗ νῦν ὅμοιον γεγονέναι φησὶ τὸν χειμῶνα. Τὸ σύνολον ἔς γε χειμῶνα οἷον ἔαρ γίνετα ι . Ξηρότερον μέντοι γʼ ἑαυτοῦ φησι γεγονέναι τὸν χειμῶνα, οὐ μὴν ὡσαύτως τῷ θέρει ξηρόν, ὥς γε καὶ τὸν αὐχμόν, ὃν ὀλίγον ἔμπροσθεν ἔφαμεν οὐ πάνυ τι κυρίως εἰρῆσθαι. [10]
17a 41
λε κτέον οὖν ἐστιν οὐχ ἁπλῶς ὑπʼ αὐτοῦ 〈τοῦτʼ〉 εἰρῆσθαι νῦν, ἀλλʼ ἐν τῷ πρός τι, καθάπερ μύρμηκα μέγαν ἢ ὄρος μικρόν. ὥστε ὁ χειμὼν ἐγένετο νῦν οὐχ ἁπλῶς αὐχμηρός, ὥσπερ οὐδὲ μέγας μύρμηξ ἁπλῶς μέγας, ἀλλʼ ὡς μέγας μύρμηξ, οὗτός τε οὖν τοῦ ὄρους τοῦ σμικροῦ σμικρότερός ἐστιν ὅ τε χειμὼν ὁ αὐχμηρὸς ὑγρότερος τοῦ θέρους, ὥσπερ καὶ τὸν νῦν γεγενημένον χειμῶνα παραβάλλων εἶπε· τὸ σύνολον ἔς 〈γε〉 χειμῶνα οἷον ἔαρ γίνετα ι. Ἔαρ δὲ νότιον ψυχεινό ν , μικρὰ ὕσματ α . *** Ἔοικεν οὖν εἰρηκέναι τὸ ἔαρ νότιον, οὐχ ὡς οὐδʼ ὅλως ἐν αὐτῷ γενομένων τῶν βορείων, ἀλλʼ ὡς ὀλιγίστων ἐν ἀρχῇ καὶ οὕτως ὀλίγων, ὥστε τὴν ὅλην κατάστασιν τῆς ὥρας ἐκείνης νότιον εἰπεῖν. Θέρος ὡς τὸ πολὺ ἐπινέφελον · ἀνυδρίαι · ἐτησίαι ὀλίγα σμικρὰ διεσπασμένως ἔπνευσα ν . [14]
17a 42
Εἴ τις ἅπαντα τὰ περὶ τοῦ θέρους εἰρημένα συνθείη, φαίη ἂν καὶ τοῦτο νότιόν τε καὶ αὐχμηρὸν ἅμα γεγονέναι. Γενομένης δὲ τῆς ἀγωγῆς ὅλης ἐπὶ τὰ νότια καὶ μετὰ αὐχμῶ ν . Οὐχ ὡς οὐδέποτε γενομένης ἐκδοχῆς ὑδάτων ἐν ὅλῳ τῷ ἔτει τὸ μετʼ αὐχμῶν εἶπεν, ἀλλʼ ὡς ὀλιγίστων παντάπασιν. πλὴν γὰρ τοῦ πρώτου χρόνου τοῦ μετὰ τὴν φθινοπωρινὴν ἰσημερίαν ἄχρι πλειάδος πᾶς ὁ λοιπὸς ἐπικρατοῦσαν ἔσχηκεν ἱκανῶς τὴν ἀνυδρίαν. ἀγωγὴν δὲ δηλονότι τὴν κατάστασιν ὠνόμασε τοῦ περιέχοντος. εἴπερ οὖν ἀληθές ἐστιν ὡσαύτως τῷ περιέχοντι συνεξαλλοιοῦσθαι τὰ τῶν ζῴων σώματα, κατὰ μὲν τοὺς ὄμβρους ὑγρότερα γενήσονται, κατὰ δὲ τοὺς αὐχμοὺς ξηρότερα, καὶ κατὰ μὲν τὰς θερμότητας ἐπικρατούσας ἡ κεφαλὴ καρωδεστάτη, κατὰ δὲ τὰς ψυχρότητας αὕτη μὲν ἔσται κουφοτάτη, τὰ δὲ κατὰ θώρακα καὶ πνεύμονα μόρια πονήσει. [5]
17a 43
τῇ τοίνυν εἰρημένῃ καταστάσει, περὶ ἧς πρόκειται σκοπεῖσθαι, μεταξὺ τὴν φύσιν ἐχούσῃ τῆς τε αἰθρίου καὶ καθαρᾶς ἀκριβῶς καὶ τῆς μετʼ ὄμβρων ὁμοιούμενα τὰ σώματα μέσην ἕξει κατάστασιν κράσεως, ἣν ἐπίτρεψόν μοι καλέσαι νεφελώδη. τοιούτου γὰρ ὄντος τοῦ περιέχοντος, ὑποκειμένου δὲ καὶ τοῦ συναλλοιοῦσθαί τε καὶ συνεξομοιοῦσθαι τούτῳ τὰ σώματα, σαφηνείας ἕνεκεν οὐδὲν ἂν εἴη χεῖρον ὠνομάσθαι τὴν ἐν αὐτοῖς γενομένην κατάστασιν οἷον νεφελώδη τινά. καθάπερ οὖν, ὅταν ὁ χειμὼν φυλάττῃ τὴν οἰκείαν κρᾶσιν, ἀναγκαῖόν ἐστιν 〈τὸν〉 ὑγρὸν καὶ ψυχρὸν χυμὸν γεγενῆσθαι, τὸ φλέγμα, τοῦ θέρους δʼ ἔμπαλιν τὸν θερμὸν καὶ ξηρόν, τὴν ὠχρὰν χολήν, οὕτως, ὁπότε νεφελῶδές ἐστι τὸ περιέχον, ἐπικρατεῖ τις τῶν χυμῶν ἐν μὲν ταῖς φλεγματικαῖς φύσεσι καὶ ἡλικίαις 〈τὸ〉 ὁμιχλῶδές τε καὶ νεφελῶδες, ὡς ἂν εἴποι τις, φλέγμα, κατὰ δὲ τὰς πικροχόλους αὖ πάλιν ἡ ὁμιχλώδης τε καὶ νεφελώδης χολή. [15]
17a 44
διὰ παντὸς μὲν γὰρ ἀπορρεῖ τι τοῦ σώματος ἡμῶν ἀτμῶδες, ἀλλʼ ἐν μὲν ταῖς ξηραῖς καταστάσεσι πλεῖστον, ἐν δὲ ταῖς ὑγραῖς ὀλίγιστον. ἀθροιζόμενον οὖν ἔνδον τοῦτο παραπλήσιον ὁμίχλῃ καὶ ἀχλύι τὸ σύμφυτον ἡμῖν ἐργάζεται πνεῦμα· ὁποῖον γάρ ἐστιν ἐν τῷ περιέχοντι τὰ ζῷα 〈τὸ ὁμιχλῶδες, τοιοῦτος τοῦ〉 πνεύματος ὁ ἀτμός, ὥστε κἀνταῦθα θαρρήσας ἂν εἴποι τις ἐν τοιαύτῃ καταστάσει γίνεσθαι τῷ ἐν ἡμῖν πνεύματι 〈ταὐτὸ καὶ τῇ ὁμίχλῃ καὶ ἀχλύι.〉 καὶ μὴν ὅταν ὁμίχλη τις ἢ ἀχλὺς ἐν ἑνὶ χρόνῳ συμπάσχῃ δύο ταυτὶ 〈τὰ〉 παθήματα, τό τʼ ἀναφέρεσθαι καὶ τὸ πιλοῦσθαι, νεφέλη γίνεται λευκή 〈τε καὶ μέλαινα〉. ἄνευ μὲν γὰρ ὑγρότητος βορείου τοῦ ἀέρος ἀκριβῶς ὄντος οὐκ ἄν ποτε γένοιτο νέφος· ἤτοι δὲ λαμπρὸν ἢ μέλαν ἀποτελεῖται τοῦτο διʼ ἀραίωσιν ἢ πίλησιν. ἀραιούμενον γοῦν τὸ νέφος εἰς ἑαυτὸ καταδέχεται τὸ τοῦ ἡλίου φῶς καὶ διὰ τοῦτο φαίνεται λαμπρόν, ὡς ἂν ἐλλαμπούσης 〈ἐν〉 αὐτῷ τῆς ἡλιακῆς αὐγῆς, ὥσπερ ἐν τοῖς διαφανέσι σώμασιν. [15]
17a 45
πιληθέντος δὲ καὶ πυκνωθέντος τοῦ νέφους οὐ διεισέρχεται μὲν αὐτὸ τὸ ἡλιακὸν φῶς, μέλαν δὲ εἰκότως φαίνεται τὸ τοιοῦτον, ὥσπερ καὶ αὐτὸς ὁ ἀὴρ τῆς νυκτός, ἀπολιπόντος αὐτὸν τοῦ παρʼ ἡλίου φωτός. καὶ φαίνεται 〈δὲ〉 σαφῶς ὁμίχλη πολλάκις μὲν ἐπὶ τὴν γῆν καταρρέουσα καὶ καλεῖται τὸ τοιοῦτον δρόσος, ἐνίοτε δὲ εἰς ὕψος αἰρομένη καὶ προφανῶς γινομένη νέφος ἤτοι λευκὸν ἢ μέλαν, λευκὸν μέν, ὅταν, ὡς εἶπον, εἰς ὅλον αὑτὸ δέξηται τὴν ἡλιακὴν αὐγήν, μέλαν δέ, ἐπειδὰν μηδʼ ὅλως ὑποδέξηται. τὰ δʼ ἄλλα τὰ μεταξὺ τούτων χρώματα κατὰ τὸ ποσὸν τῆς κεραννυμένης αὐγῆς τὰ νέφη λαμβάνει. καί σοι τάχα δόξει διαφέρεσθαι πρὸς ἑαυτὸν ὁ λόγος, ἀναφέρεσθαί τε λέγων εἰς ὕψος τὴν ὑγρότητα καὶ πιλοῦσθαι. τὸ μὲν γὰρ ἀναφέρεσθαι θερμότητος ἔργον ἐστί, τὸ δὲ πιλοῦσθαι ψυχρότητος. ἀδύνατον δέ ἐστι ταὐτὸν ἅμα θερμὸν εἶναι καὶ ψυχρόν. ἀλλʼ ἐὰν ἐννοήσῃς αὐτὴν μὲν τὴν ἀναφερομένην ἀτμίδα θερμὴν εἶναι καὶ διὰ τοῦτο πρὸς τὸ μετέωρον αἴρεσθαι, τὸν δʼ ὑποδεχόμενον αὐτὴν ἀέρα ψυχρόν, οὐκέτι ἀπορήσεις, ὅπως ἀναφέρεταί τε ἅμα καὶ πιλεῖται. [15]
17a 46
τὸ μὲν γὰρ ἀναφέρεσθαι παρʼ ἑαυτῆς ἕξει, τὸ δὲ συνάγεσθαι καὶ σφίγγεσθαι διὰ τὸν ὑποδεχόμενον ἀέρα, καὶ ὅσῳ γʼ ἂν ᾖ ψυχρότερος οὗτος, τοσούτῳ μᾶλλον πιλήσει τε καὶ συνάξει τὴν ἀναφερομένην ὁμίχλην. ὅταν οὖν ὁ ἀὴρ μήτε θερμότητʼ ἐναργῆ μήτε ψυχρότητʼ ἔχῃ, τοιαύτην ἀναγκαῖόν ἐστιν ἐν αὐτῷ διαμένειν τὴν ὑψωθεῖσαν ὁμίχλην, οἵαπερ ἦν ἐξ ἀρχῆς, καὶ γίγνεσθαι λευκὸν μὲν ἀκριβῶς ἐξ αὐτῆς νέφος, ἐπειδὰν ὑπὸ τῆς ἡλιακῆς αὐγῆς νικηθῇ, μεταξὺ δὲ λευκοῦ τε καὶ μέλανος, ὅταν μὴ τελέως αὐτὴν ὁ ἥλιος καταλάμπῃ. μὴ τοίνυν θαύμαζε, διὰ τί τὰ σώματα τῶν ζῴων ὁμοίαν ἴσχει ποτὲ τοιᾷδε καταστάσει τὴν ἐν αὐτοῖς διάθεσιν, ἀλλὰ πείθου λέγοντος Ἱπποκράτους “νότοι βαρυήκοοι, ἀχλυώδεες, καρηβαρικοί, νωθροί, διαλυτικοί”. διηγεῖται γὰρ ἐν τῷ λόγῳ τῷδε τὰ παθήματα τοῦ σώματος, ἃ πάσχει μὲν ἐν ταῖς νοτίοις καταστάσεσιν, ὥστε, ὥσπερ τὸ ” 〈καρηβαρικοὶ καὶ〉 βαρυήκοοι καὶ διαλυτικοὶ καὶ νωθρο ί” κατὰ τῶν ὑπὸ τοῦ νότου γινομένων ἐν τοῖς ἡμετέροις σώμασιν εἴρηται προδήλως, οὕτως ἡγεῖσθαι χρὴ καὶ τὸ ” ἀχλυώδεε c” λελέχθαι, τῆς ἐν ἡμῖν ἀθροιζομένης ἀχλύος διὰ νότου δηλωτικὸν ὄν, οὐ τῆς τοῦ περιέχοντος. [15]
17a 47
Πρωῒ μὲν τοῦ ἦρος ἐκ τῆς πρόσθεν καταστάσιος ὑπεναντίης καὶ βορείου γενομένης ὀλίγοισιν ἐγένοντο καῦσοι καὶ τούτοισι πάνυ εὐσταθεῖ c , καὶ ὀλίγοις ᾑμορράγησε ν , οὐ δ ’ ἀπέθνῃσκον ἐκ τούτω ν . Ὅτι μὲν ὀλιγοχρόνιος ἡ βόρειος κατάστασις ἐγένετο πρωὶ τοῦ ἦρο c, εὔδηλόν ἐστιν ἐκ τοῦ τὴν ὅλην τοῦ 〈ἦρος〉 κρᾶσιν προειρῆσθαι πρὸς αὐτοῦ “νότιον”, οὐκ ἂν οὕτως εἰπόντος, εἴπερ ἐπὶ πολλὰς ἡμέρας ἔπνευσεν ὁ βορρᾶς. ὅμως δὲ καίπερ ὀλίγας ἡμέρας γενομένου βορείου τοῦ περιέχοντος, καυσώδη τινὰ νοσήματα συνέπεσεν ὀλίγοι c, ἐπιεικῆ πάνυ καὶ ταχέως καθιστάμενα. φησὶ γὰρ καὶ τούτοισι πάνυ εὐσταθεῖ c. γράφουσι δʼ ἔνιοι [οὐ] πάνυ εὐσταθ ῆ, τινὲς δὲ εὐσταθέα κατὰ τὴν Ἰωνικὴν γλῶτταν, ἐν ἴσῳ τῷ μέτρια καὶ οὐδὲν ὀλέθριον ἔχοντα. [15]
17a 48
καὶ μέντοι καὶ ὀλίγοις αἱμορραγῆσαί φησιν, ὅπερ ἦν ἴδιον τῶν σφοδρῶν καύσω ν, ὥσπερ καὶ τὸ παραληρεῖν καὶ τὸ ἀποθνῄσκειν, ἅπερ οὐδʼ αὐτὰ τοῖς τότε γενομένοις συνέπεσεν, ἀλλὰ μετριώτατοί τε καὶ ὀλιγίστοις ἐγένοντο, τοῦ σφοδροῦ καὶ ὡς ἂν εἴποι τις γνησίου καύσου τὴν γένεσιν ἐπὶ τῇ ξανθῇ χολῇ λαμβάνοντος, ἣν δὴ καὶ ὠχρὰν χολὴν ὀνομάζουσιν. ταύτην δʼ, ὡς ἐδείκνυμεν, ἐν τῇ προκειμένῃ καταστάσει μόνον κατὰ τὸ προγεγονὸς θέρος ἔσχον οἱ φύσει χολώδεις οὐ πολλήν, οὐκ ἐν τῷ μετὰ ταῦτα χρόνῳ διὰ τὸ τὴν εἰρημένην κατάστασιν ὑγρὰν οὖσαν ἔτι καὶ μᾶλλον ἀχλυώδη τε καὶ ὁμιχλώδη γενέσθαι. εἰκότως οὖν ὀλιγίστοις συνέπεσεν ὁ καῦσο c, οἳ πάνυ χολώδεις ἦσαν, καὶ τούτοις οὐκ ἀκριβὴς οὐδὲ σφοδρός, ἀλλʼ ἐπιεικὴς καὶ λυθῆναι ῥᾴδιος. οἷς δʼ οὖν συνέβη, διὰ τήνδε τὴν αἰτίαν ἐγένετο. προήγητο μὲν δὴ τὸ θέρος τοῦ φθινοπώρου κατὰ φύσιν ἔχον. ἄρχεται γὰρ ὁ Ἱπποκράτης τῆς τῶν καταστάσεων διηγήσεως, ὅταν πρῶτον εἰς τὸ παρὰ φύσιν ἐκτραπῇ τὸ περιέχον. [15]
17a 49
ἀναγκαῖον δʼ ἦν ἐν τῷ κατὰ φύσιν θέρει τοῖς πάνυ χολώδεσιν ἠθροῖσθαι πλείονα τὸν χυμὸν τοῦτον. ἐφεξῆς οὖν ἡ γενομένη κατάστασις ἐν ἅπαντι τῷ χειμῶνι μέχρι τοῦ ἦρος οὔτʼ ηὔξησέ τι τὸν χυμὸν τοῦτον, οὐ γὰρ ἦν θερμὴ σφοδρῶς καὶ ξηρά, καθάπερ τὸ θέρος, οὔτʼ ἐμείωσέ τι, οὐ γὰρ 〈ἦν〉 ἱκανῶς ψυχρά, καθάπερ ὁ κατὰ φύσιν ἔχων χειμών, ἀλλʼ οὐδὲ διεφόρησεν, οὐ γὰρ ἦν ἀκριβῶς ξηρά. λείπεται τοίνυν αὐτὸν διαφυλαχθῆναι προσλαβόντα τὴν οἷον ἀχλυώδη τε καὶ ὁμιχλώδη διὰ τὴν τοῦ περιέχοντος ὀλίγην ὑγρότητά τε καὶ θερμότητα συντραφεῖσαν ἀτμίδα. πρωὶ δὲ τοῦ ἦρος ἐξαίφνης ἀήθως γενομένου τοῦ βορρ ᾶ, πρὸς τὸ βάθος τοῦ σώματος ὠθουμένων ὑπʼ αὐτοῦ τῶν χυμῶν ὁ λεπτότατος πρῶτος ἐρρύη καὶ οὕτως εἰργάσατο τὸν καῦσο ν. οὐ γὰρ ἐν οἷς ἔτυχε μορίοις ἀθροιζόμενος τοῦ σώματος ὁ χυμὸς οὗτος ἐργάζεται 〈τὸν〉 καῦσο ν, ἀλλὰ περί τε τὴν γαστέρα καὶ ταύτης μάλιστα τὸ στόμα καὶ τοῦ ἥπατος τὰ σιμά. καὶ ὁμοίως οὐχ ᾑμορράγει ** ἴδιον εἴπερ ἄλλο τι τῶν ἀκριβῶν καύσων ἐστὶ τὸ διʼ αἱμορραγίας κρίνεσθαι. [10]
17a 50
καλεῖ δʼ αἱμορραγίας ὁ Ἱπποκράτης ἄνευ τοῦ προσθεῖναι τὸ μέρος, ἐξ οὗ κενοῦται τὸ αἷμα, τὰς ἐκ τῶν μυκτήρων ἀποτελουμένας. οὐδὲν δέ ἐστι θαυμαστὸν ἀναστομοῦσθαί τε καὶ ἀναρρήγνυσθαι τὰς ἐνταῦθα φλέβας ὑπὸ τοῦ αἵματος ἐπὶ τὸ μετέωρον ἀναφερομένου διὰ τὴν θερμασίαν, ὑφʼ ἧς ἀναγκαῖόν ἐστιν αὐτὸ καὶ πνευματοῦσθαι καὶ τότε τὰς φλέβας ἀναστομοῦσθαί τε καὶ ἀναρρήγνυσθαι διὰ τὸ τοῦ πνεύματος πλῆθος, ὃ καὶ τοὺς ἀσκούς τε καὶ τοὺς πίθους ῥήγνυσιν ἀθροιζόμενον ἐν τῷ γλεύκει ζέοντι. τοῦτʼ οὖν τὸ σύμπτωμα τοῖς τότε γενομένοις καύσοις οὐκ ἠκολούθησεν, οὖσί γε μετρίοις, ὡς προείρηται. Ἐπάρματα δὲ παρὰ τὰ ὦτα πολλοῖσιν ἑτερόρροπα ἦν καὶ ἐξ ἀμφοτέρω ν , τοῖσι πλείστοισιν ἀπύροισιν ὀρθοστάδην · ἔστι δ ’ οἳ σμικρὰ ἐπεθερμαίνοντ ο . κατέσβη πᾶσιν ἀσινέως οὐ δ ’ ἐξεπύησεν οὐδενὶ ὥσπερ τὰ ἐξ ἄλλων προφάσεω ν . [15]
17a 51
ἦν δ ’ ὁ τρόπος αὐτῶν χαῦν α , μεγάλ α , κεχυμέν α , οὐ μετὰ φλεγμονῆ c , ἀνώδυνα · πᾶσιν ἀσήμως ἠφανίσθ η . Τὰ εἰρημένα πάντα διὰ τὴν πλεονεξίαν ἐγένετο τῆς ἀχλυώδους οὐσίας, ὑφʼ ἧς τὰ μὲν ἅμα τῷ φλέγματι πέφυκε γίνεσθαι, τὰ δὲ ἅμα τῇ ξανθῇ χολῇ, τὰ [δὲ] ἐρυσιπελατώδη, ὅταν δʼ ἅμα τῷ αἵματι, τὰ φλεγμονώδη. καθίσταται δὲ ἅπαντα ῥᾳδίως, διαφορουμένης τῆς τοιαύτης οὐσίας ἑτοίμως. ἔμπαλιν δʼ αὐτοῖς ὅσα διὰ παχὺν καὶ γλίσχρον γίνεται χυμὸν δυσδιαφόρητα δεινῶς ὑπάρχει. τὰ δʼ ἐν τῇ προκειμένῃ καταστάσει γεγενημένα χαῦνά τε ἦν, τουτέστι μαλακὰ καὶ ὑπείκοντα τοῖς δακτύλοις καὶ κατὰ τὴν ἐπίθλιψιν αὐτῶν βοθρούμενα, καὶ οὐ μετὰ φλεγμονῆ c, ὅπερ ἐστὶν οὐ μετὰ φλογώσεως, ἀνώδυνά τε διὰ τὸ μηδέτερον αὐτοῖς συνεῖναι τῶν τὰς ὀδύνας ἐργαζομένων. ἔστι δὲ ταῦτα τάσις τῶν σωμάτων καὶ δυσκρασία σφοδρά. τάσις μὲν οὖν γίνε ται διὰ τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς ἐμφρασσομένους δυσλύτως τοῖς πάσχουσι μέρεσι, δυσκρασία δʼ ἰσχυρὰ διὰ τὸ θερμοὺς ἄγαν ἢ ψυχροὺς ὑπάρχειν αὐτούς, ὥστʼ εἰκότως ἀνώδυνα τὰ χαῦνα καὶ χωρὶς ἑλκώσεώς ἐστιν οἰδήματα. [10]
17a 52
διότι δὲ τοιαῦτʼ ἦν καὶ ῥᾳδίως ἐλύετο, διὰ ταῦτʼ οὐκ ἐξεπύησε ν , ὥσπερ τὰ ἐ π ’ ἄλλαις προφάσεσι ν. ὀνομάζει δὲ προφάσεις ὁ Ἱπποκράτης ἐνίοτε μέν, ὡς ἔθος ἐστὶ τοῖς πολλοῖς, ἐπὶ τῶν ψευδῶς λεγομένων αἰτιῶν φέρων τοὔνομα, πολλάκις δὲ τὰς φανερὰς αἰτίας οὕτως καλεῖ, καί ποτε καὶ πάσας 〈αὐ〉τὰς ἁπλῶς. ἀλλὰ νῦν γε τὰς ἐ π ’ ἄλλαις προφάσεσιν ἐκπυήσεις εἴρηκεν ὅσας ἐδίδαξεν αὐτὸς ἐν πυρετοῖς γινομένας, ἐν οἷς μὲν ἠθροισμένοι εἰσὶ χυμοὶ πολλοὶ παχεῖς καὶ ὠμοί· διὰ δὲ τὴν σφοδρότητα καὶ τὴν ὀξύτητα καὶ τὸ πλῆθος τῆς θερμασίας τῆς πυρετώδους ἀναφέρονται πρὸς τὴν κεφαλήν, εἶτʼ ἀποτιθεμένης αὐτοὺς τῆς φύσεως εἰς τοὺς ἐπὶ τοῖς ὠσὶν ἀδένας αἱ καλούμεναι γίνονται παρωτίδες. οὔτʼ οὖν τοιαύτη τις ἦν περιουσία χυμῶν εἰς τὴν νῦν γενομένην κατάστασιν, 〈ὡς αὐτὰς ἐλθεῖν πρὸς ἐκπύησιν〉, καὶ φθάσαντα διεφορήθη τὰ συστάντα παρὰ τοῖς ὠσὶν οἰδήματα διὰ τὸ πνευματῶδες τῆς οὐσίας. [15]
17a 53
εὔδηλον οὖν ὅτι τὰ μὲν καυσώδη κατὰ τὴν ἀρχὴν τοῦ ἦρος ἐγένετο τῶν βορείων 〈ἀνέμων〉 πνευσάντων, αἱ δʼ εἰρημέναι παρωτίδες ἐν τῷ λοιπῷ χρόνῳ παντί. μετριώταται δʼ ἦσαν εἰκότως διʼ ἃς εἶπον αἰτίας, ὥστε καὶ ὀρθοστάδην ὑπʼ αὐτῶν ἐνοχλεῖσθαι τοὺς ἀνθρώπους, ὅπερ ἐστὶ φέρειν αὐτὰς ἀλύπως περιερχομένους καὶ πράσσοντας τὰ συνήθη καὶ μὴ καταναγκαζομένους κλινήρεις γίνεσθαι, καθάπερ ἐν τοῖς σφοδροτέροις νοσήμασιν. τότε γὰρ οἱ κάμνοντες οὐδʼ ἐπύρεσσον ἀξιολόγως, ἀλλʼ εἰ καὶ πού τις ἐξ αὐτῶν ἐγένετο θερμότερος, ἐπὶ βραχὺ τοῦτʼ ἔπασχε διὰ τὴν τοῦ πλεονάσαντος, ὡς εἴρηται, χυμοῦ φύσιν, ἀερώδους τὸ πλέον ὄντος καὶ ψυχροῦ. Ἐγίνετο δὲ ταῦτα μειρακίοις ι , νέοισι ν , ἀκμάζους ι , καὶ τούτων τοῖσι περὶ παλαίστρην καὶ γυμνάσια πλείστοις ι · γυναιξὶ δ ’ ὀλίγῃσιν ἐγένετ ο . Κοινὸν τοῦτο 〈τὸ〉 αἴτιον ἐπὶ πάντων τῶν ἀποσκημμάτων ἐπίστασθαι χρὴ λελεγμένον ὑπʼ αὐτοῦ διʼ ἄλλων, ὡς οἱ μὲν θερμότεροι τῶν χυμῶν εἰς τὰ μετέωρα τοῦ σώματος ἀποσκήπτουσιν, οἱ δὲ ψυχρότεροι κάτω. [14]
17a 54
ἐπεὶ τοίνυν ὁ πλεονάσας ἐν τῇ 〈νῦν〉 καταστάσει χυμὸς ὑπόψυχρός τε καὶ ἀερώδης ἦν ἐν τῷ μέσῳ τὴν φύσιν καθεστὼς τῶν τʼ ἄνω ῥᾳδίως φερομένων καὶ τῶν κάτω ῥεπόντων, διὰ τοῦτο μόνοις τοῖς θερμοτέροις τὴν κρᾶσιν ἢ διὰ τὴν ἡλικίαν ἢ διὰ τὸ ἐπιτήδευμα τὴν ὁρμὴν ἔσχεν ἐπὶ τὴν κεφαλήν. ἴσμεν δʼ ὅτι τὰ μειράκια διὰ τὴν ἡλικίαν, οὐ διὰ τὸ ἐπιτήδευμα θερμά, καθάπερ γε καὶ οἱ ἀκμάζοντε c , οἱ δὲ περὶ παλαίστραν καὶ γυμνάσια διατρίβοντες ἐκ τῶν ἐπιτηδευμάτων. εἰκότως γοῦν ὀλίγαις γυναιξὶν ἐγένετο, ταῖς δηλονότι νέαις τε καὶ φύσει θερμοτέραις καὶ μὴ πάνυ τι βίον ἀργὸν ἐζηκυίαις. Πολλοῖσι δὲ βῆχες ξηραὶ βήσσουσι καὶ οὐδὲν ἀνάγουσι καὶ φωναὶ βραγχώδεες οὐ μετὰ πολ ύ . [13]
17a 55
Τίνες μὲν αἱ ξηραὶ βῆχές εἰσιν, αὐτὸς ἐδήλωσεν εἰπὼν οὐδὲν ἀνάγους ι. γίγνονται δʼ αὗται ποτὲ μὲν ὑπὸ τραχύτητος μόνης τῶν κατὰ τὴν φάρυγγα καὶ 〈τὸν〉 λάρυγγα μορίων, οὐδεμιᾶς ἐν τῷ πνεύμονι περιουσίας ὑγρῶν οὔσης. οὗτοι μὲν οὖν οὐδὲν ἀναπτύουσι τῷ μηδʼ ὅλως ἔχειν τι περισσὸν ἀναγωγῆς τε καὶ κενώσεως δεόμενον. ἕτεραι δὲ βῆχες γίνονται ξηραὶ διὰ δυσκρασίαν τῶν ἀναπνευστικῶν ὀργάνων, ἐφʼ ὧν οὐδʼ αὐτῶν ἐστί τι ἀναπτυσθῆναι δεόμενον. ἄλλαι δʼ αὖ γίνονται πρὸς ὑγρῶν περιεχομένων 〈ἐν〉 αὐτοῖς ἐκκριθῆναι δεομένων, ἀλλʼ οὐκ ἐκκρίνεται ταῦτα διὰ διττὴν αἰτίαν, ἢ τῷ γλίσχρα τʼ εἶναι καὶ παχέα καὶ δυσαπολύτως ἐμπεπλάσθαι τοῖς κατὰ τὸν πνεύμονα βρόγχοις, ὅπερ ἐπὶ τῶν ἀπτύστων ὀνομαζομένων γίνεται πλευριτίδων, ἢ τῷ τὸ καταφερόμενον ὑγρὸν ἀπὸ τῆς κεφαλῆς λεπτὸν εἶναι κατὰ τὴν σύστασιν, οἷόνπερ τὸ ὕδωρ. [10]
17a 56
φθάνει γὰρ τὸ τοιοῦτον ἐν τῷ καταφέρεσθαι διά τε τοῦ λάρυγγος καὶ τῆς τραχείας ἀρτηρίας ἐν τῷ πνεύμονι γίνεσθαι, πρὶν ὑπὸ τοῦ κατὰ τὰς βῆχας ἀνενεχθῆναι πνεύματος, ὅπερ καὶ τότε τοῖς Θασίοις ἔοικε γεγονέναι, πεπληρωμένης μὲν ὑπὸ τῆς νοτίου καταστάσεως τῆς κεφαλῆς αὐτῶν, ἐπιπεμπούσης δὲ ῥεῦμα τοῖς κατὰ θώρακα πᾶσι χωρίοις. ὅτι δὲ τοιαύτη 〈τις〉 ἦν ἡ βή ξ, μαρτυρεῖ καὶ τὸ συνεδρεῦον αὐτῇ σύμπτωμα. βραγχώδεις γάρ, φησίν, οὕτω βήσσοντες ἐγένοντο, διαβρεχομένων δηλονότι τῶν ὀργάνων τῶν φωνητικῶν πρὸς τῆς καταφερομένης ὑγρότητος, ὡς ἐν τοῖς Περὶ φωνῆς ἐπιδέδεικται. Τοῖσι δὲ καὶ μετὰ χρόνον φλεγμοναὶ με τ ’ ὀδύνης εἰς ὄρχιν ἑτερόρροπο ι , τοῖσι δ ’ εἰς ἀμφοτέρου c . Τοῦ κατενεχθέντος ἐκ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα μέρος τι κατὰ τὴν κοινωνίαν τῶν ὀργάνων εἰς τοὺς ὄρχεις ἀφίκετο. [14]
17a 57
λέλεκται δʼ αὐτῷ περὶ τῆς κοινωνίας τῶν γεννητικῶν μορίων πρὸς τὰ κατὰ θώρακα διʼ ἑτέρων γραμμάτων. ἀλλὰ τοῦτό γε τὸ κατασκῆψαν εἰς τοὺς ὄρχεις κακοηθέστερον ἦν ἤδη, οὐκέθʼ ὅμοιον τῷ ἐξ ἀρχῆς, ὡς ἂν ἐν χρόνῳ πλείονι διασεσηπὸς ἐν τοῖς κατὰ πνεύμονα χωρίοις. εἰκότως τοιγαροῦν αἱ κατὰ τοὺς ὄρχεις φλεγμοναὶ με τ ’ ὀδύνης ἐγένοντο καὶ οὐχ ὥσπερ αἱ παρωτίδες ἀνώδυνοι. τοῦ δʼ ἤτοι τὸν ἕτερον ὄρχιν ἢ ἀμφοτέρους δέξασθαι τὴν περιουσίαν τῶν ὑγρῶν αἴτιον ἦν τὸ ποσὸν ἐν αὐτοῖς. οἷς 〈μὲν〉 γὰρ ὀλίγον ἀφίκετο, κατὰ τὸν ἕτερον ὄρχιν ἐστηρίζετο, οἷς δὲ πλέον, κα τ ’ ἀμφοτέρου c. Πυρετοὶ τοῖσι μέ ν , τοῖσι δ ’ ο ὔ . Τοὺς πλεονάσαντας χυμοὺς ἔφαμεν οὔτε θερμοὺς ἰσχυρῶς οὔτε ψυχροὺς ἄγαν εἶναι, μεταξὺ δʼ ἀμφοῖν τῇ φύσει καὶ μέσους τῇ κράσει, ὥστε παρά τε τὰς ἡλικίας καὶ τὰς φυσικὰς κράσεις καὶ τὰ ἐπιτηδεύματα τῶν νοσούντων τοῖς μὲν ἐπὶ τὸ θερμότερον ἔρρεπε καὶ κατὰ τοῦτʼ ἐπύρεξαν, ἔνιοι δὲ τὴν ἐξ ἀρχῆς ἐφύλαξαν κρᾶσιν, οὐχ ἱκανὴν οὖσαν ἐγεῖραι πυρετού c. [5]
17a 58
Ἐπιπόνως ταῦτα τοῖσι πλείστοισι Κατὰ πάντων ὧν εἶπεν ἐπιπεφώνηκε τοῦτο. προειρήκει δὲ βῆχάς τε καὶ φωνὰς βραγχώδεις καὶ ἀποστάσεις εἰς ὄρχιν καί τισιν αὐτῶν καὶ πυρετούς. ταῦτʼ οὖν φησι τὰ συμπτώματα τοῖς πλείστοις τῶν καμνόντων ἐπιπόνως συμβῆναι, τουτέστιν οὐκ εὐφόρως οὐδʼ ὥστε ῥᾳδίως ἀνέχεσθαι περιιόντας ὀρθοστάδην, ἀλλὰ τοὺς πλείστους αὐτῶν γενέσθαι κλινήρεις, ὡς ἂν ἀεὶ καὶ μᾶλλον ἐν χρόνῳ προιόντι τῶν ἠθροισμένων περιττωμάτων δριμυτέρων τε καὶ κακοηθεστέρων γενομένων. αἱ γάρ τοι νότιοι καταστάσεις χρονίζου σαι σηπεδόνας ἐργάζονται, καὶ μάλισθʼ ὅταν ὦσιν ὑγραί. [10]
17a 59
τῆς δὲ νῦν καταστάσεως οὐ γενομένης ὑγρᾶς μέχρι πλείστου μὲν οὐδὲν ἀνιαρὸν ἔπασχεν τὰ σώματα, τῷ χρόνῳ δʼ εἰς τὸ πάσχειν ἀφίκετο, καὶ τοιαῦτα συνέβη τισὶν αὐτῶν ὕστερον, οἷα κατʼ ἀρχὰς εὐθέως πᾶσιν ἂν ἦν, εἰ ἡ νότιος κατάστασις ὑγρὰ ἐγένετο. Τὰ δὲ ἄλλα ὁκόσα κα τ ’ ἰητρεῖον ἀνόσως διῆγο ν . Διχῶς ἔστιν ἐν τοῖς ἀντιγράμμασιν εὑρεῖν τὴν κα τ ’ ἰητρεῖον φωνήν, ἐν τισὶ μέν, ὡς εἴρηται νῦν, τῆς ἐσχάτης συλλαβῆς διὰ τοῦ ο γραφομένης, ἐν τισὶ δὲ διὰ τοῦ η, σημαινούσης τῆς μὲν προτέρας γραφῆς τὰ κατὰ τὸ ἰατρεῖον πραττόμενα, τῆς δὲ δευτέρας γραφῆς τὰ κατὰ τὴν ἰατρικὴν ὅλην, ὥστʼ ἤτοι τῶν κατὰ τὸ ἰατρεῖον ἔργων ἐπὶ τοῖς κάμνουσι γινομένων ἔξω καθεστηκέναι τοὺς Θασίους ἢ τῶν καθʼ ὅλην τὴν ἰατρικὴν 〈τοὺς〉 τὰ προειρημένα πάσχοντας τῶν καμνόντων. [10]
17a 60
καθʼ ἑκατέραν δὲ τήν τε γραφὴν καὶ τὴν διάνοιαν φαίνεται τὸ μετρίως ἐνοχληθῆναι τοὺς ἀνθρώπους ἐν τῷ χρόνῳ τοῦ ἦρος, ὡς ἂν τῆς τὰς νόσους ἐργαζομένης αἰτίας οὐδέπω τι κακόηθες ἐχούσης, ὃ προιόντος ἔσχε τοῦ χρόνου. Πρωὶ δὲ τοῦ θέρεος ἀρξάμενοι καὶ διὰ θέρεος καὶ [ το ῦ ] κατὰ τὸν χειμῶνα πολλοὶ τῶν ἤδη πολὺν χρόνον ὑποφθειρομένων φθινωδῶς κατεκλίνησα ν , ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότ ε . Οὓς ἔμπροσθεν εἶπε βήσσειν μέν, ἀνάγειν δὲ οὐδὲν ἐν τῷ ἦρι, τούτους ἐν τῷ θέρει φησὶ καὶ τῷ μετὰ θέρος χρόνῳ φθινώδεις γενέσθαι, συμφωνοῦν τι τοῦτο ἀεὶ τοῖς ὁρωμένοις διηγούμενος. ὅσα γὰρ ἀπὸ κεφαλῆς ῥεύματα βηχώδεις μὲν καὶ βραγχώδεις κατʼ ἀρχὰς ἐργάζεται τοὺς ἀνθρώπους, ἐν δὲ τῷ χρόνῳ προιόντι μὴ καθίσταται, ταῦτα τὴν ἑτέραν διαφορὰν τῶν φθίσεων ἐργάζεται. [15]
17a 61
δύο γὰρ αὐτῶν εἰσιν αἱ μέγισται διαφοραί, μία μὲν 〈ἡ〉 ἐκ τῶν ἀπὸ τῆς κεφαλῆς ῥευμάτων συνισταμένη, ἑτέρα δὲ ἡ ἐκ τῶν κατʼ αὐτὸν τὸν πνεύμονα παθῶν ὁρμωμένη, τοὐπίπαν μὲν ἐπὶ ταῖς τοῦ αἵματος πτύσεσι, μάλισθʼ ὅταν ἀγγεῖον ῥαγῇ, πολλάκις δὲ καὶ ῥευματισθέντος τοῦ σπλάγχνου διά τινα ἄλλην αἰτίαν ἐκ μορίων ἑτέρων, οὐκ [ἐκ τῶν] ἐκ τῆς κεφαλῆς. εἰ μὲν οὖν ἐπὶ τῷ ἦρι νοτίῳ γενομένῳ τὸ θέρος εἰς βόρειον μετέπεσε κατάστασιν, οὐκ ἂν ἐξηλέγχθησαν οἱ φθινωδῶς ὑποφθειρόμενοι καὶ τελέως ἐγένοντο φθινώδει c. ἐπεὶ δʼ οὐ μόνον οὐ μετέπεσεν ἡ νότιος κατάστασις ἐπὶ τὴν βόρειον, ἀλλὰ καὶ τὸ πλεῖστον τοῦ θέρους ἐπινέφελον ἐγένετο, διὰ τοῦτο τὰ ἀπὸ τῆς κεφαλῆς ῥεύματα παρέμεινεν οἵ τʼ ἐν τῷ ῥεύματι χυμοὶ πάντες καὶ μάλιστα κατὰ τὸν πνεύμονα διεσάπησαν, ὥστε μηδὲν ἐλλείπειν εἰς ἀκριβοῦς φθίσεως γένεσιν. Ἔστι δ ’ οἷσιν ἤρξατο πρῶτον τότ ε , οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδε c . [14]
17a 62
Φθινώδεις ὀνομάζουσιν οἱ παλαιοὶ τῶν ἰατρῶν ὅσοι τὴν φθινώδη νόσον, ἣν καὶ φθόην τινὲς ὀνομάζουσιν, ἐπιτήδειοι παθεῖν. τοιοῦτοι δʼ ὑπάρχουσι φανερώτατα μέν, ὅταν ὁ θώραξ στενὸς 〈ᾖ〉 καὶ ἀβαθὴς εἰς τοσοῦτον, ὡς τὰς ὠμοπλάτας ἐξέχειν ὀπίσω δίκην πτερύγων, ἐντεῦθεν δὲ καὶ πτερυγώδεις ὀνομάζουσι τοὺς τοιούτους. ἀλλὰ καὶ ὅσοι τὴν κεφαλὴν εὐπλήρωτοί τέ εἰσι καὶ ῥεύματα πολλὰ τοῖς ἀναπνευστικοῖς μορίοις ἐπιπέμπουσαν ἔχουσι, καὶ οὗτοι φθινώδεις ῥᾷστα γίνονται. συνελθόντων δʼ εἰς ταὐτὸν ἀμφοῖν, τῆς τε κατὰ τὸν θώρακα διαπλάσεως καὶ τῆς κατὰ τὴν κεφαλὴν ἀσθενείας, ἀκριβῶς αἱ τοιαῦται φύσεις φθινώδεις εἰσὶ κατʼ ἀμφοτέρας τῆς φθίσεως τὰς αἰτίας. καὶ γὰρ οἱ ἀπὸ τῆς κεφαλῆς εἰς τὸν πνεύμονα ῥευματιζόμενοι τῷ χρόνῳ φθινώδεις γίνονται, καὶ ἀναρρήγνυται πολλάκις αὐτοῖς ἀγγεῖον ἐν τῷ πνεύμονι διά τε τὴν στε νότητα τοῦ σπλάγχνου καὶ τὴν ἀσθένειαν. [10]
17a 63
τοιοῦτοι μέν τινες οἱ φθινώδει c. εἰρηκότος δὲ τοῦ Ἱπποκράτους “ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε”, τουτέστι κατὰ τὸ θέρος, εἶτʼ ἐπιφέροντος ἔστι δ ’ οἷσιν ἤρξατο πρῶτον τότ ε , οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδε c, οὔ μοι δοκεῖ τὸ εἰρημένον εὔλογον εἶναι. πολὺ γὰρ ἦν πιθανώτερον ἐν τῷ ἦρι τοὺς τοιούτους ἄρχεσθαι μᾶλλον ἢ κατὰ τὸ θέρος. οἱ γὰρ ἐπιτήδειοι πάθεσιν ἁλίσκεσθαί τισιν ἑτοιμότερον τῶν ἀνεπιτηδείων αὐτοῖς περιπίπτουσιν. ἔοικεν οὖν, ὥσπερ καὶ ἄλλα τινὰ κατὰ τῶν Ἐπιδημιῶν τὰ βιβλία ταυτὶ τὴν τάξιν ὑπηλλαγμένην ἔχει, τοῦ 〈μετα〉γράψαντος αὐτὰ πρώτου σφαλέντος, εἶτα φυλαχθείσης τῆς ἁμαρτίας, οὕτως καὶ ταύτῃ τῇ ῥήσει συμβεβηκέναι καὶ εἶναι τὸ συνεχὲς τῇ λέξει τοιόνδε· “ἐπεὶ καὶ τοῖσιν ἐνδοιαστῶς ἔχουσι πολλοῖσιν ἐβεβαίωσε τότε, οἷσιν ἔρρεπεν ἡ φύσις ἐπὶ τὸ φθινῶδε c”, εἶτʼ ἐφεξῆς· ἔστι δ ’ οἷσιν ἤρξατο πρῶτον τότ ε. καὶ μετὰ ταῦτα πάλιν ἐφεξῆς· Ἀπέθανον δὲ πολλοὶ καὶ πλεῖστοι τούτω ν . [16]
17a 64
Τῶν φθινωδῶν δηλονότι. τοῦτο γὰρ ἀκοῦσαι χρὴ κατὰ τὸν εἰρημένον τρόπον τῆς ῥήσεως ὅλης γεγραμμένης. [“ἀπέθανον δʼ ὀξυτέρως νοσήσαντες ἢ ὡς εἴθισται.”] καὶ γὰρ αὖ καὶ 〈τὰ〉 μετὰ τοῦτο πάλιν ἐφεξῆς εἰρημένα πάντα φθινωδῶν ἐστι κοινά. μαθήσῃ δὲ προσέχων τὸν νοῦν ταῖς ῥήσεσιν, ὧν πρῶτον ἄρξομαι τῆς ἐφεξῆς γεγραμμένης. Ἀπέθνῃσκον δ ’ ὀξυτέρως ἢ ὡς εἴθισται διάγειν τὰ τοιαῦτ α . Τοὺς φθινώδεις φησὶ παρὰ τὸ εἰωθὸς ἀποθανεῖν ὀξύτερον. εἶτʼ αὐτὸς ἐφεξῆς ἐρεῖ τὴν αἰτίαν, ἔνθα φησί· “ἦν δὲ τοῖς πλείστοισιν αὐτῶν 〈τὰ〉 παθήματα τοιάδε· φρικώδεες πυρετοί, συνεχέες, ὀξέες. [10]
17a 65
” οὐ γὰρ εἰθισμένον τοῦτο συνυπάρχειν ταῖς φθίσεσι φαίνεται τότε γεγενημένον. αἰτία δὲ τοῦ συνελθεῖν εἰς ταὐτὸν ἄμφω, τήν τε φθίσιν καὶ τὸν τοιοῦτον πυρετόν, ἡ τῆς γενομένης καταστάσεως πρὸς τὰ σώματα πάσχοντα σχέσις. ἐλέχθη γάρ μοι καὶ μικρὸν ἔμπροσθεν ἐκείνους ἁλῶναι μάλιστα τοῖς ἀπὸ τῆς κεφαλῆς κατάρροις, [τοῖς] ὅσοι θερμότεροι τὴν κρᾶσιν ἦσαν· οὗτοι γὰρ καὶ μάλιστα ἐπληρώθησαν αὐτὴν ἐν τῇ νοτίῳ καταστάσει. τοῖς αὐτοῖς δὲ τούτοις ἐπὶ πλέον ἐκταθείσης τῆς νεφελώδους διαθέσεως συνέβη σαπῆναι τοὺς ἐν τῷ σώματι χυμούς, κἀντεῦθεν συνέβη κακοήθεια τῶν πυρετῶν. οἷς δʼ ἧττον ἦν ἡ κρᾶσις θερμή, τούτοις οὔθʼ ἡ τῶν χυμῶν σῆψις οὔθʼ ἡ τῆς κεφαλῆς πλήρωσις ἐγένετο, πλὴν ὀλίγοις τισὶν αὐτῶν ἐπὶ τῷ προήκοντι χρόνῳ. ὃ γὰρ ἐν ὀλίγῳ χρόνῳ πάσχουσιν αἱ παθεῖν ἐπιτήδειοι φύσεις, τοῦτʼ ἐν πλείονι ταῖς ἄλλαις συμβαίνει. καὶ οὐδὲν ἦν θαυμαστὸν ἐπὶ νοτίῳ τῇ πρόσθεν καταστάσει τὸ θέρος οὐ νότιον μόνον, ἀλλὰ καὶ νεφελῶδες γενόμενον ἐργάσα σθαί τινα σῆψιν χυμῶν, οὐ μόνον ἐν τοῖς θερμοτέροις, ἀλλὰ καὶ [ἐν] ψυχροτέροις σώμασιν. [15]
17a 66
Ὡς τά γε ἄλλα καὶ μακρότερα καὶ ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκο ν , περὶ ὧν γεγράψετα ι . Ἄλλ α, φησί, νοσήματα χωρὶς τῶν φθινωδῶν, ὑπὲρ ὧν ὁ λόγος ἦν αὐτῷ, καίτοι μακρότερα γενόμενα καὶ μετὰ πυρετῶ ν , ὅμως εὐφόρως ἠνέχθ η. καὶ εἴρηται ἡ αἰτία μικρὸν ἔμπροσθεν ὑφʼ ἡμῶν, ὅτι τούτοις ἧττον κακοήθης ὁ χυμὸς ἐκ τῆς σήψεως ἐγένετο. Μοῦνον γὰρ καὶ μέγιστον τῶν τότε γενομένων νοσημάτων τοὺς πολλοὺς τὸ φθινῶδες ἔκτεινε ν . Εἴρηται τούτου μικρὸν ἔμπροσθεν ἡ αἰτία, τὴν κρᾶσιν τοῦ σώματος ἡμῶν αἰτιασαμένων, διʼ ἧς τοῖς φθινώδεσιν ἑάλωσαν νοσήμασι καὶ τοῖς κακοήθεσι πυρετοῖς, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ. [13]
17a 67
Ἦν δὲ τοῖς πλείστοισιν αὐτῶν τὰ παθήματα 〈τοιάδε 〉 · φρικώδεες πυρετο ί , συνεχέε c , ὀξέε c , τὸ μὲν ὅλον οὐ διαλείποντε c · ὁ δὲ τρόπος ἡμιτριταῖο c · [ τὴ ν ] μίαν κουφότερο ι , τῇ δ ’ ἑτέρῃ ἐπιπαροξυνόμενο ι , καὶ τὸ ὅλον ἐπὶ τὸ ὀξύτερον ἐπιδιδόντε c . Τοῖς πλείστοις τῶν φθινωδῶν, ὑπὲρ ὧν ἐποιεῖτο 〈τὸν〉 λόγον, 〈τὰ〉 παθήματα γενέσθαι φησίν, ἃ κατέλεξεν αὐτὸς ἐφεξῆς. καλοῦσι δὲ παθήματα πάντες οἱ Ἕλληνε c, ὅσα παρὰ φύσιν ἐν τοῖς σώμασιν ἡμῶν γίνεται. μέμνηται δὲ πρῶτον μὲν αὐτῶν τοῦ 〈φρίττειν, εἴ γε〉 ” φρικώδεε c, φησίν, ἦσαν οἱ πυρετοί”· σημαίνει δὲ τοῦτʼ αὐ τὸ τὸ μέχρι πλείστου τῆς ἀναβάσεώς τε καὶ ἐπιδόσεως καλουμένης τοῦ παροξυσμοῦ τὰς φρίκας γενέσθαι τοῖς νοσοῦσιν. [10]
17a 68
οὐ γὰρ δὴ τούς γε κατὰ τὴν ἀρχὴν τῆς ἐπισημασίας φρικώδεις γενομένους οὕτως ὠνόμασεν, ἀλλʼ ἐφʼ ὧν ἐπὶ πλεῖστον ὅλου τοῦ παροξυσμοῦ τὸ τῆς φρίκης ἐκτέταται σύμπτωμα. καὶ γίνεται διττῶς, ἐνίοτε μὲν ἀναδιπλώσεις ποιούσης τῆς ἐπιτάσεως, ἐνίοτε δʼ αὐτὸ τοῦτο μόνον, ἀνώμαλον ἀνάβασιν. ἡ διαφορὰ δέ ἐστιν ἐν τῷ ποσῷ τοῦ χρόνου. βραχέσι μὲν γὰρ πάνυ διαλείμμασι διοριζομένων ἀπʼ ἀλλήλων τῶν φρικωδῶν κινήσεων, ἀνώμαλός τε καὶ φρικώδης ἀνάβασις λέγεται· μειζόνων δὲ τῶν διαλειμμάτων ὄντων ἀναδίπλωσις γίνεταί τε καὶ ὀνομάζεται τὸ τοιοῦτον σύμπτωμα. καὶ γίνεται μάλιστα αὕτη κατὰ τοὺς ἡμιτριταίους ὀνομαζομένους πυρετοὺς δὶς καὶ τρὶς [ἐστὶν] ὡς τὸ πολὺ καὶ τετράκις ἔστιν 〈ὅτε〉. δέδεικται δὲ [τοῦτο] ἡμῖν ἐν τοῖς Περὶ 〈διαφορᾶς〉 πυρετῶν λόγ[ισμ]οις ὁ ἡμιτριταῖος ἐπʼ ἀνωμάλῳ συνιστάμενος χυμῷ τὸ μέν τι πικρόχολον δριμύ, τὸ δέ τι φλεγματῶδες σηπόμενον ἔχοντι. [15]
17a 69
τοιούτους οὖν τότε συνεδρεῦσαί φησι τοὺς φρικώδεις πυρετοὺς διὰ τὴν γενομένην κατάστασιν, ὡς προείρηταί μοι. συνεχεῖς δʼ αὐτοὺς ὠνόμασεν, ἐνδεικνύμενος τὸ μὴ λήγειν εἰς ἀπυρεξίαν, ὃ δὴ καὶ αὐτὸς ἐξηγούμενος ἐρεῖ· τὸ μὲν ὅλον οὐ διαλείποντε c . διαλείποντας γὰρ ἐκείνους ὀνομάζειν 〈εἴωθεν〉 ἰδίως πυρετούς, ὅσοι μετὰ τὴν ἀκμὴν ἀπυρεξίαν τινὰ φέρουσιν· ὅσοι δʼ αἰσθητὴν μὲν ποιοῦνται παρακμήν, ἀπυρεξίαν δὲ οὐδεμίαν ἔχουσιν, ὀξεῖς καὶ συνεχεῖς καλεῖ, τὴν μὲν ὅλην περίοδον ἔχοντας ὀκτὼ καὶ τεσσαράκοντα ὡρῶν τοὐπίπαν, ὅσασπερ καὶ ὁ ἡμιτριταῖο c, ἀλλʼ οὔτʼ εἰς ἀπυρεξίαν λήγοντας ἔν τε τῇ ἑτέρᾳ τῶν ἡμερῶν τῇ κουφοτέρᾳ φέροντας πάλιν ἕτερον παροξυσμόν, μικρότερον μὲν θατέρου τοῦ τῆς ὅλης περιόδου οὐδὲ τὰς ἀναδιπλώσεις ἔχοντα, δυσεκθέρμαντον δὲ καὶ μόλις ἐπὶ τὴν ἀκμὴν ἀνιόντα. ἴδιον δʼ αὐτοῦ καὶ τὸ τὰς ἐφεξῆς τῇ πρώτῃ περιόδους οὔτε ἀλλήλαις ἴσας 〈οὔτε〉 τῇ πρώτῃ γίνεσθαι κατὰ τὴν ὀξύτητα, παραυξάνεσθαι δὲ ἀεὶ καὶ σφοδρύνεσθαι μέχρι τῆς ὅλου τοῦ νοσήματος ἀκμῆς. Ἱδρῶτες αἰε ί , οὐ δ ι ’ ὅλου · ψῦξις ἀκρέων πολλὴ καὶ μόγις ἀναθερμαινόμεν α . [15]
17a 70
Ὅτι ταῦτα τὰ συμπτώματα κακοήθων ἐστὶ πυρετῶν, ἐν τῷ Προγνωστικῷ μεμαθήκαμεν. Κοιλίαι ταραχώδεες χολώδεσι ν , ὀλίγοισι ν , ἀκρήτοις ι , λεπτοῖς ι , δακνώδες ι · πυκνὰ ἀνίσταντ ο . Ἀκρήτους ἐκκρίσεις εἴωθεν ὀνομάζειν τὰς ἀκριβῶς χολώδεις, ὅταν 〈δὲ〉 μεθʼ ὑγρότητος ὑδατώδους μιχθῇ καὶ ἐκκενῶται, τὸν τοιοῦτον χυμὸν οὐκέτι ἄκρητον ὀνομάζει. ἐμάθομεν δὲ καὶ αὐτὸ τοῦτο τὸ περὶ τῶν ἀκράτων ἐκκρίσεων, ὧν εἶπε 〈τὴν〉 κακοήθειαν, ἐν τῷ Προγνωστικῷ καὶ περὶ τῶν λεπτῶν τὴν σύστασιν χυμῶν, ὅτι πάντες ἄπεπτοι καὶ δεόμενοι ῥωμαλέας φύσεώς 〈εἰσιν〉 εἰς τὸ πεφθῆναι. [10]
17a 71
δακνώδεις δʼ εἰκότως ἦσαν, εἴπερ γε καὶ χολώδεις καὶ ἄκρατο ι. τούτῳ δʼ αὖ πάλιν εἵπετο τῷ δακνῶδες εἶναι τὸ συνεχῶς ἐξανίστασθα ι, ὥστε καὶ κατὰ τοῦτο τὸ σύμπτωμα κάμνειν τῶν νοσούντων τὴν δύναμιν. Οὖρα 〈ἢ〉 λεπτὰ καὶ ἄχροα καὶ ἄπεπτα καὶ ὀλίγα ἢ πάχος ἔχοντα καὶ σμικρὴν ὑπόστασι ν , οὐ καλῶς καθιστάμεν α , ἀλ λ ’ ὠμῇ τινι καὶ ἀκαίρῳ ὑποστάσε ι . Καὶ περὶ τῶν οὔρων ἐμάθομεν, ὅτι τὰ λεπτὰ καὶ ἄχροα καὶ [ὀλίγα ἢ] ἄπεπτα καὶ [τὰ] ὀλίγα μοχθηρά, καθάπερ καὶ τὰ παχέα μέν, ὑπόστασιν δʼ οὐδʼ ὅλως ἢ πάνυ σμικρὰν ἔχοντ α. καὶ τοῦτο αὐτοῖς συμβαίνει διὰ τὸ μὴ καλῶς καθίστασθα ι. τοῦτο δʼ 〈ἐν〉 αὐτοῖς πάλιν ἐκείνοις γίνεται τοῖς πυρετοῖς, ἐν οἷς θερμασία πολλὴ καὶ φλογώδης τῶν ὠμῶν χυμῶν καὶ παχέων ἐργάζεταί τινα ζέσιν. [10]
17a 72
εἰκότως οὖν 〈 ὑπόστασις 〉 ἐπʼ αὐτῶν ἢ οὐδʼ ὅλως γίνεται, ἢ καὶ 〈πάνυ σμικρ ά, καὶ〉 αὕτη, καθάπερ αὐτὸς εἶπεν, ὠμὴ καὶ ἄπεπτος. λέλεκται δʼ αὐτῷ περὶ τῶν μοχθηρῶν ὑποστάσεων ἐν τῷ Προγνωστικῷ. Ἔβησσον δὲ σμικρ ά , πυκν ά , πέπον α , κα τ ’ ὀλίγα μόγις ἀνάγοντε c · οἷσι δὲ τὰ βιαιότατα συμπίπτο ι , οὐ δ ’ ἐ π ’ ὀλίγον πεπασμένα ἦ ν , ἀλλὰ διετέλεον ὠμὰ πτύοντε c . Ταῖς μὲν κακοηθεστάταις φθίσεσι καὶ αἷς ἐγγύς ἐστιν ὁ θάνατος, οὐ δ ’ ἐ π ’ ὀλίγον πέττεται τὰ πτυόμεν α. ταῖς δʼ ἄλλαις, ὅσαι μέτριαί τε καὶ εἰς πλείονα χρόνον ἐκπίπτουσι, διʼ αὐτὸ τοῦτο πέττεται καλῶς ἡ περὶ τὸν πνεύμονα περιουσία τῶν χυμῶν καὶ ἀποπτύεται ῥᾳδίως. ἀλλὰ τοῖς τότε γεγενημένοις φθινώδεσιν οὐδὲν τούτων ὑπῆρχεν. ἤτοι γὰρ παντάπασιν ἄπεπτον ἔπτυον ἢ πεπεμμένον μέν, μικρὸν δὲ καὶ κατὰ βραχὺ μόγις ἀναφερόμενον. [10]
17a 73
εἴρηκε δὲ καὶ περὶ τῆς τοιαύτης πτύσεως ἐν τῷ Προγνωστικῷ. Φάρυγγες δὲ τοῖσι πλείστοισι τούτων ἐξ ἀρχῆς καὶ διὰ τέλεος ἐπώδυνοι · ἔχοντες ἔρευθος μετὰ φλεγμονῆ c · ῥεύματα σμικρ ά , λεπτ ά , δριμέα · ταχὺ τηκόμενοι καὶ κακούμενο ι . Τὰ συμπτώματα προειπών, ὅσα τοῖς τότε φθινώδεσιν ἐφαίνετο περὶ τὴν φάρυγγα, τὴν αἰτίαν αὐτὸς προσέθηκεν ἐν τῷ φάναι ῥεύματα σμικρ ά , 〈λεπτ ά ,〉 δριμέ α. διὰ γὰρ τὴν τῶν ῥευμάτων κακοήθειαν ἀπὸ τῆς κεφαλῆς δηλονότι καταφερομένων αἱ φάρυγγες ἐπώδυνοι μὲν ἦσαν, τῷ δάκνεσθαι δὲ πρὸς αὐτῶν ἔρευθος καὶ φλεγμονὴν ἔσχο ν, ὅτι καὶ αὐτὸ τὸ ῥεῦμα θερμὸν ἦν. οὐδὲν οὖν θαυμαστόν, εἰ θᾶσσον τῶν ἄλλων φθινωδῶν οἱ οὕτως ἔχοντες εἰς ἐσχάτην ἰσχνότητα παρεγένοντο. Ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεο c . [10]
17a 74
Οὐχὶ τοὺς ἀνορέκτους ἀσίτους ὀνομάζουσιν οἱ Ἕλληνε c, 〈ἀλλὰ〉 τοὺς μὴ προσενηνεγμένους σιτία, τοὺς δʼ ἀπεστραμμένους 〈τοῦ〉 προσίεσθαι καλοῦσιν ἀποσίτου c. πρόδηλον δʼ ὅτι καὶ τουτὶ τὸ τῆς ἀνορεξίας σύμπτωμα τοῖς φθινώδεσιν ἐγένετο, τοῦ τὴν φάρυγγα καὶ τὸν πνεύμονα κακοῦντος ῥεύματος μέρους τινὸς εἰς γαστέρα καταρρέοντος. Ἄδιψο ι . Οὐ κατὰ τὴν κακοήθειαν τῶν ῥευμάτων, ἅπερ αὐτὸς ὠνόμασε “δριμέα”, τουτὶ τὸ σύμπτωμα τοῖς φθινώδεσι συνέπεσεν. διό μοι δοκεῖ καὶ ὁ Ἱπποκράτης ἐπισημαινόμενος αὐτῶν τὸ παράλογον αὐτὸς προσγράψαι τὸ ἄδιψο ι. [10]
17a 75
κακοη θείας γάρ ἐστι μεγίστης σημεῖον, ὅταν ἤτοι θερμοῦ καὶ διακαοῦς ὄντος τοῦ πυρετοῦ μὴ διψῶσιν ἢ ῥεύματος εἰς γαστέρα καταφερομένου δριμέος. καὶ δηλοῦται πρὸς τοῦ συμπτώματος ἡ αἰσθητικὴ τοῦ μορίου δύναμις ἀπολωλέναι καὶ νενεκρῶσθαι, εἴ γε τῆς κατὰ 〈τὸ〉 μέρος διαθέσεως οὐκ αἰσθάνεται. Καὶ παράληροι πολλοὶ περὶ θάνατο ν . Οὐδὲ τοῦτο τοῖς ἄλλοις φθινώδεσιν εἴωθε συμπίπτειν, ἀλλὰ διὰ τὴν κακοήθειαν τῶν τότε γενομένων πυρετῶν ἠκολούθησε τοῖς ἐν τῇ προκειμένῃ καταστάσει νοσήμασιν. Κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ ξυνεχέες οὐ βιαίω c , μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα [ · ἀλλ ὰ ] δυσφόρως διάγουσιν ἐγένοντ ο . [10]
17a 76
Εἰρήκει δὲ καὶ πρόσθεν, ὡς τὸ φθινῶδες μόνον ὀλέθριον ἐγένετο, καὶ ἡμεῖς τὴν αἰτίαν προσπαρεθήκαμεν. ἀκόλουθα τοίνυν ἐστὶν ἐκείνοις τά τε κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένα καὶ τὰ τούτων ἐφεξῆς, ἐν οἷς φησιν· Κοιλίαι ταραχώδεες τοῖσι πλείστοισι πάνυ εὐφόρως καὶ τἄλλα ἃ περὶ τῶν οὔρων εἶπεν. ὥσπερ γὰρ τὰ πρόσθεν, ὅσα περὶ τῶν φθινωδῶν κατέλεξεν, ἦν κακοήθη, οὕτω καὶ τὰ νῦν λεγόμενα πάνυ ἐστὶ μέτρια. Βηχώδεες οὐ λίη ν . [11]
17a 77
οὐδὲ τὰ βησσόμενα δυσκόλω c · [ ὑπήκοντα ἀνὴ ρ ] οὐδὲ ἀπόσιτο ι , ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετ ο . Οἱ πλεῖστοι τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπὶ τοὺς φθινώδεις αὐτὸν ἐν τῇδε τῇ ῥήσει μεταβεβηκέναι φασίν. ἐγὼ δὲ ἡγοῦμαι ἔτι περὶ τῶν ἄλλων πυρετῶν ὧν διηγεῖται καὶ ταῦτα λέγεσθαι. πῶς γὰρ ἂν εἰρηκὼς ἔμπροσθεν ἐπὶ τῶν φθινωδῶν, ὡς “ἀπόσιτοι πάντων γευμάτων διὰ τέλεος” ἦσαν, ἐνταυθὶ νῦν ἔλεγεν· οὐ δ ’ ἀπόσιτο ι , ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετ ο; τί δή ποτʼ οὖν ἔγραψεν ἐν τῷδε τῷ λόγῳ βηχώδεες οὐ λίη ν; (τοῦτο γάρ ἐστι τὸ τὴν φαντασίαν παρασχὸν τοῦ λέγεσθαι ταῦτα περὶ τῶν φθινωδῶν αὐτῶν.) ἐγὼ δὲ νομίζω περὶ τῶν ἄλλων ἔτι πυρετῶν τοῦ λόγου γιγνομένου προσγεγράφθαι. γίνονται γὰρ βηχώδεις συνεισβαλλούσης τῆς βηχὸς αὐτοῖς λόγῳ συμπτώματος, οὐ μὴν φθινώδεις γε πάντως εἰσὶν οὗτοι. θαυμαστὸν οὖν οὐδὲν ἅμα πυρέσσειν ἄρξασθαί τινας τῶν Θασίων ἐπὶ τῇ προγεγραμμένῃ καταστάσει καὶ πληρωθεί σης αὐτοῖς τότε τῆς κεφαλῆς, συνελθόντος τοῦ πυρετοῦ τῇ καταστάσει, βηχώδεις γενέσθαι. [15]
17a 78
ἄλλʼ οὔτε λίαν αὐτοῖς ἠνώχλει τὸ σύμπτωμα, οὔτε τὰ βησσόμενα δυσχέρειαν εἶχεν, οὐ γὰρ ἦσαν οὗτοι φθινώδεις. Τὸ μὲν ὅλον ὑπενόσεον οἱ φθίνοντες οὐ τὸν φθινώδεα τρόπον *** Αὕτη πᾶσα ἡ ῥῆσις ἐπαγομένη τῇ προειρημένῃ τὴν φαντασίαν βεβαιοτέραν εἰργάσατο τοῖς πλείστοις τῶν ἐξηγητῶν [ὑπὲρ] τοῦ καὶ τὴν ἔμπροσθεν ῥῆσιν ὑπὲρ τῶν φθινωδῶν αὐτῶν λελέχθαι. ἀλλʼ ὅτι μὲν ἐκείνην ἀδύνατόν ἐστιν ἐπʼ αὐτῶν εἰρῆσθαι, δέδεικταί μοι διʼ ὧν ἀπεδείκνυον ἀποσίτους μὲν ὠνομάσθαι πρὸς αὐτοῦ τοὺς φθινώδεις, οὐκ ἀποσίτους δὲ τούτους. [10]
17a 79
ἡ δʼ ἐφεξῆς ῥῆσις ἡ νῦν προκειμένη κατὰ διττὸν ἂν τρόπον ἐξηγήσεως τύχοι, καθʼ ἕνα μὲν ὧδέ πως ἡμῶν λεγόντων· ἀναλήψομαι δὲ τὴν προγεγραμμένην ῥῆσιν, εἶτα συνάψω τῇ νῦν, παρενθεὶς αὐτῇ μίαν συλλαβὴν ἕνεκα σαφηνείας· “βηχώδεες οὐ λίην· οὐδὲ τὰ βησσόμενα δυσκόλως. οὐδʼ ἀπόσιτοι, ἀλλὰ καὶ διδόναι πάνυ ἐνεδέχετο. τὸ μὲν γὰρ ὅλον ὑπενόσεον οἱ φθίνοντες οὐ τὸν φθινώδεα τρόπο ν.” ἐνδέχεται δʼ αὐτὸν οὕτως εἰρηκέναι περὶ τῶν ἄλλων πυρεττόντων, γράφοντα κοινὸν σύμπτωμα τῶν νοσούντων ἐχόντων τὰ βηχώδη συμπτώματα, μὴ μέντοι καὶ αὐτῶν φθινωδῶν ὄντω ν. ἐπαναλαβεῖν γὰρ αὖθις εἰκός ἐστι τὸν περὶ τῶν φθινωδῶν λόγον εἰς ἀνάμνησιν τοῦ διαφέρειν τοὺς ἀρρώστους τούσδε, περὶ ὧν νῦν διέρχεται, τῶν ἔμπροσθεν, τῶν φθινωδῶν. καὶ γάρ τοι καὶ τὰ συμπτώματα πάλιν εἶπε τὰ αὐτὰ τοῖς ἔμπροσθεν εἰρημένοις. μία μὲν αὕτη παραμυθία τῆς κατὰ τήνδε τὴν ῥῆσιν ἐπαναλήψεως τοῦ περὶ τῶν φθινωδῶν λόγου, ἑτέρα δʼ ἣν ἴσμεν πολλάκις γιγνομέ νην ἐπὶ πολλῶν συγγραμμάτων. [10]
17a 80
ἐνίοτε γάρ, ὑπὲρ ἑνὸς πράγματος διττῶς ἡμῶν γραψάντων, εἶτα τῆς μὲν ἑτέρας γραφῆς κατὰ τὸ ὕφος οὔσης, τῆς δʼ ἑτέρας ἐπὶ θάτερα τῶν μετώπων, ὅπως κρίνωμεν αὐτῶν τὴν ἑτέραν ἐπὶ σχολῆς δοκιμάσαντες, ὁ πρῶτος μεταγράφων τὸ βιβλίον ἀμφότερα ἔγραψεν, εἶτα μὴ προσσχόντων ἡμῶν τοῖς γεγονόσι μηδʼ ἐπανορθωσαμένων τὸ σφάλμα, διαδοθὲν εἰς πολλοὺς τὸ βιβλίον ἀνεπανόρθωτον ἔμεινεν. Ἔκρινε δὲ τουτέω ν , οἷσι τὰ βραχύτατα γίνοιτ ο , περὶ εἰκοστή ν , τοῖσι δὲ πλείστοισι περὶ τεσσαρακοστή ν , πολλοῖσι δὲ περὶ τὰς ὀγδοήκοντ α . ἔστι δ ’ οἷσιν οὐ δ ’ οὕτω c , ἀλλὰ πεπλανημένως τε καὶ ἀκρίτως ἐξέλιπο ν . τούτων δὲ τοῖσι πλείστοισιν οὐ πολὺν διαλείποντες χρόνον ὑπέστρεψαν οἱ πυρετοὶ πάλι ν , ἐκ δὲ τῶν ὑποστροφέων ἐν τῇσιν αὐτῇσι περιόδοισιν ἐκρίνοντο · πολλοῖσι δὲ αὐτῶν ἀνήγαγο ν , ὥστε 〈καὶ〉 ὑπὸ χειμῶνα νοσεῖ ν . Τίνων δή ποτʼ οὖν κριθῆναί φησι τὸ νόσημα περὶ τὴν εἰκοστὴν ἡμέραν; 〈δηλον〉ότι περὶ ὧν ἐποιεῖτο τὸν λόγον, ὡς ἐγώ φημι, τῶν ἄλλων νοσησάντων, οὐχὶ τῶν φθινωδῶν. [17]
17a 81
ὁμολογεῖ δὲ τούτῳ καὶ τὰ ἐφεξῆς ἅπαντα. καὶ γὰρ ἄχρι τῆς ὀγδοηκοστῆς ἡμέρας ἐκταθῆναί φησι τὸ νόσημά τισιν αὐτῶν, ἄλλοις δὲ πεπλανημένως τε καὶ ἀκρίτως ἐκλιπεῖ ν , καὶ τούτων τοῖς πλείστοις ὑποστρέψαι πάλι ν , τοὺς δ ’ ἐκ τῶν ὑποστροφῶν πυρετοὺς ἐν ταῖς αὐταῖς περιόδοις πάλιν κριθῆναι καὶ πολλοῖς αὐτῶν καὶ μέχρι τοῦ χειμῶνος ἐκταθῆναι τὸ νόσημ α. ταῦτα δὲ πάντα τοῖς ἀνωτέρω εἰρημένοις ὁμολογεῖν σαφές ἐστιν ἐν οἷς ἔλεγε· “κατὰ δὲ θέρος ἤδη καὶ φθινόπωρον πυρετοὶ πολλοὶ συνεχέες οὐ βιαίως, μακρὰ δὲ νοσέουσιν οὐδὲ περὶ τὰ ἄλλα δυσφόρως διάγουσιν ἐγένοντο.” ταῦτα μὲν οὖν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν εἰρημένοις ὑπʼ αὐτοῦ συμπτώμασιν. ὅσα δὲ περὶ τῶν φθινωδῶν εἶπεν, οὐχ ὁμολογεῖ. μάθοις δʼ 〈ἂν〉 ἀναμνησθεὶς βραχέος μορίου τῆς ὑπὲρ αὐτῶν διηγήσεως, ἔνθα φησίν· “ἀπέθνῃσκον δʼ ὀξυτέρως ἢ ὡς εἴθισται τὰ τοιαῦτα διάγειν. [15]
17a 82
” τοῦτο μὲν γὰρ αὐτῷ περὶ τῶν φθινωδῶν εἴρηται, καί φησιν αὐτοὺς ὀξυτέρως ἀποθανεῖν. περὶ δὲ τῶν ἄλλως νοσησάντων ἐφεξῆς τούτοις ὡδέ πως· ”〈ὡς〉 τά γε ἄλλα καὶ μακρότερα 〈καὶ〉 ἐν πυρετοῖσιν ἐόντα εὐφόρως ἤνεγκαν καὶ οὐκ ἀπέθνῃσκον, περὶ ὧν γεγράψεται.” ταῦτʼ οὖν ὁμολογεῖ τοῖς κατὰ τὴν προκειμένην ῥῆσιν τὴν τῶν πυρεξάντων διὰ τοῦ φθινοπώρου καὶ τοῦ χειμῶνος. ἀλλὰ καὶ 〈διὰ〉 τὸ προειπεῖν μὲν αὐτὸν “περὶ ὧν γεγράψεται”, μηδεμίαν δʼ ἄλλην ἡμᾶς ἔχειν δεῖξαι γραφὴν ὅτι μὴ τὴν νῦν προκειμένην ἐπʼ αὐτοῖς γενομένην, ἀναγκαῖόν ἐστι περὶ τῶν ἄλλως νοσησάντων, οὐ φθινωδῶς ἅπαντα τοῦτον αὐτῷ τὸν λόγον εἰρῆσθαι. Ἐκ πάντων δὲ τῶν ὑπογεγραμμένων ἐν τῇ καταστάσει ταύτῃ μόνοισι τοῖσι φθινώδεσι θανατώδεα συνέπεσεν · ἐπεὶ τοῖσί γε ἄλλοισιν 〈εὐφόρως πᾶς ι , καὶ θανατώδεες ἐν τοῖσιν ἄλλοισι〉 πυρετοῖσιν οὐκ ἐγένοντ ο . Ἐσχάτη ῥῆσίς ἐστιν αὕτη τῶν εἰρημένων αὐτῷ περὶ τῆς πρώτης καταστάσεως, οὐδὲν μὲν πλέον διδάσκουσα, ἀνακεφαλαίωσιν δέ τινα ἔχουσα τῶν προειρημένων, ὅπερ εἴωθεν ὁ ἀνὴρ πολλάκις ποιεῖν. [15]
17a 84 (t1)
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΡΩΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ Ἐν Θάσῳ πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρό ν , ἀλ λ ’ ἐξαίφνη c . Ἐν τῷ πρὸ τούτου βιβλίῳ λέλεκται περὶ τῆς τῶν ὡρῶν εἰς ἀλλήλας μεταβολῆς, εἴρηται δὲ καὶ ἡ κατὰ φύσιν ἑκάστης κρᾶσις αἵ τε προθεσμίαι τῆς ἀρχῆς αὐτῶν καὶ τῆς τελευτῆς. ὡς ἂν οὖν ἐκείνων μεμνημένων ἡμῶν, ὅσα τῶν νῦν λεγομένων ἐξηγήσεως δεῖται προσθήσω, στοχαζόμενος οὔτε μόνων τῶν ἐσχάτως ἀμαθῶν οὔτε μόνων τῶν ἱκανὴν ἐχόντων τὴν παρασκευήν· πρὸς ἅπαντας γὰρ ὁ τοιοῦτος λόγος ἕξει μετρίως. [5]
17a 85
τῶν δʼ ἄλλων ὁ μὲν τοῖς ἐσχάτως ἀμαθέσιν οἰκεῖος ἀνιάσει τοὺς ἐν ἕξει διὰ τὸ μῆκος, ὁ δὲ τούτοις ἐπιτήδειος ἀσαφὴς ἔσται τοῖς ἀμαθέσιν. ἀλλʼ οὐδὲ χρὴ τοῖς τοιούτοις ὑπομνήμασιν ἐντυγχάνειν ἀγαπῶντας, ἀλλʼ ἄλλο παρʼ ἄλλου καὶ ἄλλως ἀκούσαντες πλατύτερον πολλάκις ταὐτὰ δυνηθεῖεν 〈ἂν〉 ἄνευ παρακοῆς ἐκμανθάνειν τι χρηστόν. 〈Ἐν Θάσῳ〉 πρωὶ τοῦ φθινοπώρου χειμῶνες οὐ κατὰ καιρό ν , ἀλ λ ’ ἐξαίφνης ἐν βορείοισι καὶ νοτίοισι πολλοῖσιν ὑγροὶ καὶ προεκρηγνύμενο ι . Τὸ φθινόπωρον εἶπον ἄρχεσθαι τῇ ἐπιτολῇ τοῦ ἀρκτούρου γινομένῃ πρὸ τῆς φθινοπωρινῆς ἰσημερίας. [11]
17a 86
τηνι καῦτα οὖν ἔφη γενέσθαι χειμῶνας μεγάλους πρὸ τοῦ δέοντος. τοῦτο γὰρ αὐτῷ τὸ οὐ κατὰ καιρὸν καὶ τὸ προεκρηγνύμενοι σημαίνει. τὸ μὲν οὖν οὐ κατὰ καιρὸν τοῦ προφθάσαι μόνον δηλωτικὸν ὑπάρχει, τὸ δὲ προεκρηγνύμενοι καὶ τοῦ μεθʼ ὑετῶν ἀθρόων αὐτοὺς γενέσθαι. Ταῦτα δὲ ἐγίνετο μέχρι πληιάδων καὶ ὑπὸ πληιάδ α . Ὅτι τῆς πλειάδος ἡ δύσις ὁρίζει τὸ φθινόπωρον, εἴρηται πρόσθεν, ἀλλὰ καὶ ὅτι δύο μῆνές εἰσιν ἀπʼ ἀρκτούρου μέχρι πλειάδος ὅτι τε μία ἐπισημασία κατὰ τὸ περιέχον ἀπʼ ἀρκτούρου γίνεται, δύο δʼ ἀπὸ πλειάδο c, 〈καταδυομένης〉 μία μὲν ὁπότε συνάπτει τῷ φθινοπώρῳ χειμών, ἐπιτελλούσης ἑτέρα δὲ ὁπότε ἔαρ τῷ θέρει. τοῦ δʼ ἀρκτούρου τῆς ἐπιτολῆς μόνης ὧδε μνημονεύειν εἴωθεν Ἱπποκράτη c, ἐπειδὴ κατʼ αὐτὸν ἀρχὴ μὲν γίνεται τοῦ φθινοπώρου, τελευτὴ δὲ τοῦ θέρους. εἴρηται δʼ ἔμπροσθεν ἤδη περί τε τῆς εἰς τὰς τέτταρας ὥρας διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ καὶ περὶ τῆς εἰς ἑπτά, καὶ ὅτι θέρος μὲν ὁρίζουσιν ἐπιτολαὶ πλειάδος 〈καὶ ἀρκτούρου, τὴν δὲ δευτέραν μοίραν τοῦ δίχα τεμνομένου θέρους ἐπιτολαὶ κυνὸς〉 καὶ ἀρκτούρου καὶ ὥς ἐστιν αὕτη μόριόν τι τῆς εἰς ἑπτὰ διαιρέσεως ὅλου τοῦ ἐνιαυτοῦ, διχῆ μὲν τοῦ θέρους τεμνομένου, τριχῆ δὲ τοῦ χειμῶνος. [15]
17a 87
εἴρηται δὲ καὶ ὡς οὐδὲν διαφέρει πλειάδα λέγειν ἑνικῶς ἢ πληθυντικῶς πλειάδα c. Χειμὼν 〈δὲ〉 βόρειο c . Ἐφεξῆς τῇ πλειάδι χειμῶνος μνημονεύει, σαφῶς ἐνδεικνύμενος ὅρον εἶναι τοῦ φθινοπώρου τὴν πλειάδα. προσέχωμεν οὖν αὐτῷ διηγουμένῳ περὶ τοῦ τότε γενομένου χειμῶνο c. Ὕδατα πολλ ά , λάβρ α , μεγάλ α , χιόνε c · μιξαίθρια τὰ πλεῖστ α . ταῦτα δ ’ ἐγένετο μὲν πάντ α , οὐ λίην δ ’ ἀκαίρως τὰ τῶν ψυχέω ν . [10]
17a 88
ἤδη δὲ με θ ’ ἡλίου τροπὰς χειμερινὰς καὶ ἡνίκα ζέφυρος πνέειν ἄρχετα ι , ὀπισθοχειμῶνες μεγάλο ι , βόρεια πολλ ά , χιὼν καὶ ὕδατα πολλὰ συνεχέω c , οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελο c . ταῦτα δὲ 〈συνέτεινε καὶ οὐκ ἀνίει〉 μέχρι ἰσημερίη c . ἔαρ 〈δὲ〉 ψυχρό ν , βόρειο ν , ὑδατῶδε c , ἐπινέφελο ν . θέρος οὐ λίην καυματῶδες ἐγένετο · ἐτησίαι συνεχῶς ἔπνευσα ν . ταχὺ δὲ περὶ ἀρκτοῦρον ἐν βορείοις πολλὰ πάλιν ὕδατ α . Πολλὰ λέγομεν ὕδατα γίνεσθαι κατά τινα καιρὸν διὰ τὸ τοῦ χρόνου μῆκος, εἰ καὶ μὴ λάβρον ἐν αὐτῷ καταρρήσσοιτο. λέγομεν δὲ πολλ ά, κἂν ἐν ὀλίγῳ χρόνῳ κατέλθῃ λάβρα. δύναται δὲ ταῦτα καὶ μεγάλα καλεῖσθαι, ἀλλʼ ὅταν γʼ ἐφεξῆς ἀλλήλων εἴπῃ τις ὕδατα λάβρα καὶ μεγάλα γεγονέναι, καθάπερ Ἱπποκράτης 〈ἐνταῦθα〉 συνέγραψεν, ἀκουσόμεθα λάβρα μὲν τὰ ἐξαιφνίδια, σφοδρά τε καὶ ὀλιγοχρόνια, μεγάλα δὲ τὰ μήτʼ ἐξαιφνίδια μήτʼ ὀλιγοχρόνια παντάπασιν, ὥσπερ γε μηδὲ πολυχρόνια. [15]
17a 89
σαφηνείας δʼ ἕνεκεν οὐδὲν κωλύσει καὶ μακροτέρᾳ βραχεῖ χρήσασθαι διηγήσει. γιγνέσθω τοίνυν ἐξαίφνης ὑετὸς πάμπολυς ὥραις τρισὶν ἢ τέτταρσιν, εἶτʼ εὐθέως παυέσθω, λάβρον τοῦτον ὀνομάσομεν. ἄλλος δέ τις κατὰ βραχὺ μὲν ἀρξάσθω, κατὰ βραχὺ δʼ αὐξηθήτω καὶ τοῦτο ταθήτω διʼ ὅλης ἡμέρας καὶ νυκτός, εἶτʼ ἀκμάσας πάλιν ἀφαιρεθήτω τὸ πλῆθος κατὰ βραχὺ διʼ ὅλης τῆς ὑστέρας ἡμέρας, εἶτα παυσάσθω, τὸν τοιοῦτον ὑετὸν οὐκ ἐροῦμεν λάβρον, ἀλλὰ μέγα ν. ὁ τοίνυν χειμών, ὃν διηγεῖται, ποτὲ μὲν λάβρους ἔσχεν ὑετούς, ποτὲ δὲ μεγάλους ἐκ διαλειμμάτων, καθαροῦ δηλονότι γενομένου πολλάκις ἐν τῷ μεταξὺ τοῦ περιέχοντος. τοῦτʼ οὖν ὁμολογεῖ καὶ τοῖς γεγραμμένοις ὑπʼ αὐτοῦ μιξαίθρια τὰ πλεῖστ α. καὶ χιόνας δέ φησι γεγενῆσθαι ἐν τῷ χειμῶνι, μὴ προσθεὶς αὐτὰς πολλὰς ἢ ὀλίγας, ὡς ἂν οὐθέτερον ἱκανῶς ἐσχηκυίας, ἀλλὰ κατὰ τὸ τῆς πόλεως ἔθος μᾶλλον γενομένας. διὸ καὶ προσέθηκεν αὐτὸς οὐ λίην δ ’ ἀκαίρως τὰ τῶν ψυχέω ν. [10]
17a 90
καὶ τἄλλα δὲ τούτων ἐφεξῆς πάντα τὸν χειμῶνα ψυχρὸν καὶ ὑγρὸν γεγονέναι δηλοῖ, κατὰ φύσιν μόνον αὐτὸν γενόμενον τοιοῦτον, μᾶλλον δὲ τοῦ προσήκοντος ὑγρὸν τηνικαῦτα συμβάντα. καὶ μέντοι καὶ τὸ ἔαρ ὑδατῶδες ψυχρόν τε καὶ βόρειον ἔφη γεγονέναι, πρὸς δὲ τούτῳ καὶ ἐπινέφελον, εἶτα τὸ θέρος μέτριόν πως, ἐφʼ ᾧ πάλιν ἐν βορείοις τισὶ περὶ ἀρκτοῦρον ὕδατα γενέσθαι πολλ ά. καὶ μετὰ ταῦτα τὸ κεφάλαιον ὅλης τῆς καταστάσεως ἐρεῖ κατὰ τὴν λέξιν· “γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείου”. οὐρανὸς λαιλαπώδης καὶ ἐπινέφελο c . οὐρανὸν εἴρηκε κατὰ τὸ τῶν ἰδιωτῶν ἔθος τὸν ὑπὲρ ἡμᾶς ἀέρα μέχρι τῆς χώρας τῶν νεφελῶν. ὁ δʼ ὑπὸ τῶν ἀστρονόμων τε καὶ φιλοσόφων οὐρανὸς ὀνομαζόμενος ἀπὸ τῶν κατὰ τὴν σελήνην ἄρχεται τόπων. λαίλαπας δὲ τοὺς ἐξαιφνιδίους καὶ σφοδροὺς ἀνέμους οἱ Ἕλληνες ὀνομάζουσι, καὶ μάλισθʼ ὅταν ὑετὸς ἅμα ἐν αὐτοῖς γίγνηται λάβρο c. Γενομένου δὲ τοῦ ἔτεος ὅλου ὑγροῦ καὶ ψυχροῦ καὶ βορείο υ , κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστ α , πρωὶ δὲ τοῦ ἦρος πολλοί τινες καὶ οἱ πλεῖστοι διῆγον ἐπινόσω c . [15]
17a 91
Δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, 〈δι〉ὰ τί εἴωθεν ὁ Ἱπποκράτης τῆς διηγήσεως τῶν γενομένων περὶ τὸν ἀέρα καταστάσεων ἄρχεσθαι κατʼ ἐκεῖνον τὸν χρόνον, ὅταν πρῶτον ἐκτραπῇ τῆς κατὰ φύσιν κράσεως, καὶ οὐκ ἄπο τοῦ λόγου ἐστὶ τοῦτο πράττειν τῷ μέλλοντι συνάψειν τῇ τοῦ περιέχοντος ἀέρος δυσκρασίᾳ τὰς τῶν ἐπιδημησάντων νοσημάτων ἰδέας. ἐπεὶ τοίνυν ἀπὸ φθινοπώρου τὴν ἀρχὴν ἐποιήσατο, δηλονότι τὸ πρὸ αὐτοῦ θέρος ἐστὶ καὶ ἕπεται τὸ πρὸ αὐτοῦ ** . καὶ τοίνυν ὅσον ἐπὶ ταῖς ὥραις κατὰ φύσιν ἔχοντα τὰ σώματα παραλαβὸν τὸ φθινόπωρον ὑγρὸν καὶ ψυχρὸν γενόμενον οὐδὲν εἰργάσατο φαῦλον, ἀλλʼ ἴσως ἔνια σώματα καὶ προσωφέλησεν, ὅσα θερμότερα καὶ ξηρότερα ταῖς κράσεσιν ὄντα κατὰ τὸ θέρος εἴωθεν εἰς ἀμετρίαν ἀφικνεῖσθαι. [10]
17a 92
τούτων οὖν ὥσπερ ἴαμά τι τὸ φθινόπωρον ἐγένετο, ψυχρὰν καὶ ὑγρὰν σχὸν τὴν κατάστασιν. οὐ μὴν οὐδὲ κατὰ τὸν χειμῶνα νόσος ἐπιδήμιος ἐγεννήθη διηγήσεως ἀξία. τοιοῦτον γὰρ ἐπισημαίνει λέγων· κατὰ χειμῶνα μὲν ὑγιηρῶς εἶχον τὰ πλεῖστ α. καὶ γὰρ ὁ χειμὼν ὑγρότερος μὲν ἐγένετο, ψυχρότερος δʼ οὐκ ἐπὶ πλέον ἢ κατὰ φύσιν αὐτῷ συμβέβηκεν εἶναι ψυχρῷ. διὸ δὴ καὶ διηγούμενος ὑπὲρ τῆς ἐν αὐτῷ καταστάσεως εἶπεν· “οὐ λίην δὲ ἀκαίρως τὰ τῶν ψυχέων”. πρῶτον δὲ εὔλογον ἦν ἄρξασθαι νόσους ἐκ τῆς τοῦ περιέχοντος ἐπὶ πλέον ἐξαλλαγῆς, ἡνίκα φησὶν αὐτός· “ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον”. ἔαρ γὰρ εὔκρατον εἶναι χρή, οὐ ψυχρόν 〈οὐδὲ βόρειον〉 ὥσπερ οὐδʼ ἐπινέφελον οὐδʼ ὑδατῶδες. ὅτι δʼ ἀπὸ τῆς ἰσημερίας ἄρχεται τῆς μετὰ τὸν χειμῶνα τὸ ἔαρ ἡμῖν ἐρρέθη κατὰ τὸ πρόσθεν ὑπόμνημα, καὶ αὐτὸς δὲ σαφῶς ὁ Ἱπποκράτης ἐνεδείξατο κατὰ τὴν προκειμένην διήγησιν· εἰπὼν γὰρ τὸ ὀπισθοχειμῶνες κἄπειτα προσθεὶς “ταῦτα δὲ συνέτεινε καὶ οὐκ ἀνίει μέχρι ἰσημερίης”, ἐφεξῆς προσέγραψεν· “ἔαρ δὲ ψυχρόν, βόρειον, ὑδατῶδες, ἐπινέφελον”. [15]
17a 93
ἴδωμεν οὖν, ὁποῖα τῇ καταστάσει τοῦ περιέχοντος ἠκολούθησε νοσήματα. Ἤρξαντο μὲν οὖν τὸ πρῶτον ὀφθαλμίαι ῥοώδεε c , ὀδυνώδεε c , ὑγρα ί , ἄπεπτοι · λημία σμικρὰ καὶ δυσκόλως πολλοῖσιν ἐκρηγνύμενα · τοῖσι πλείστοισιν ὑπέστρεφον · ἀπέλιπον ὀψὲ πρὸς τὸ φθινόπωρο ν . Καὶ διὰ τί μὲν ἐν ἦρι τῶν ἐπιδημίων νοσημάτων ἡ γένεσις ἤρξατο, προείρηται· διὰ τί δʼ ὀφθαλμίαι μᾶλλον τῶν ἄλλων παθῶν ἐγένοντο, μάθοις ἄν, εἰ τῆς ἐν αὐτῷ καταστάσεως ἀναμνησθείης. ψυχρὸν γὰρ ἔφη καὶ βόρειον καὶ ὑδατῶδες καὶ ἐπινέφελον γεγονέναι αὐτό. εἰ μὲν οὖν ὑπὸ τῶν 〈ψυχρῶν〉 ἀνέμων μόνον ἐπλήγησαν οἱ ὀφθαλμοί, χωρὶς ῥεύματος ἂν αἱ ὀφθαλμίαι συνέπεσον αὐτοῖς. [10]
17a 94
ἐπεὶ δὲ μεθʼ ὑγρότητος πολλῆς ἐγένετο τὰ βόρεια πνεύματα, εἰκότως ῥοώδεις ἔφη τὰς ὀφθαλμίας γεγονέναι, τουτέστιν ὑγρά c, ὡς ἀπὸ καταστάσεως ὑγρᾶς γεννηθείσας. ὀδυνώδεις δʼ ἑκατέρως ἦσαν καὶ μετὰ ῥεύματος συνιστάμεναι καὶ χωρὶς τούτου τῷ διαμένειν τὴν ψῦξιν· ἱκανὴ γὰρ καὶ αὕτη τοὺς ὀφθαλμοὺς ὀδυνώδεις ἐργάσασθαι. νυνὶ δʼ εἰκὸς αὐξηθῆναι τὰς ὀδύνας, τῆς ψύξεως τῶν ὀφθαλμῶν ἅμα τῷ κατʼ αὐτοὺς ῥεύματι συνελθούσης. ἄπεπτοι δʼ ἐγίνοντο καὶ χρόνῳ πολλῷ παρέμενον διά τε τὴν ὑγρότητα καὶ τὴν ψύξιν. τὸ γάρ τοι πέττεσθαι τοῖς ῥεύμασι γίνεται κρατουμένοις ὑπὸ τῆς ἐμφύτου θερμασίας. κρατεῖται δὲ ῥᾷον, ὅταν ὀλίγον τε ᾖ τὸ ὑγρὸν καὶ μὴ πάνυ ψυχρόν, ὅταν δὲ καὶ πολὺ καὶ ψυχρόν, δυσκόλως πέττεται. καὶ μὲν δὴ καὶ ἡ κατὰ φύσιν ἐν τοῖς ζῴοις θερμότης ἰσχυρὰ μὲν οὖσα θᾶττον ἐκπέττει τὰς ἐν αὐτοῖς περιττὰς ὑγρότητας· εἰ δʼ ἀσθενής, μόγις ἐν χρόνῳ πλείονι περιγίνεται καὶ κρατεῖν δύναται τῶν ὑγρῶν. διὸ καὶ εἴ τινες ἐθεραπεύθησαν, ὑπέστρεφον αὖθις. [15]
17a 95
ἠσθενηκότας γὰρ ἐν ταῖς ὀφθαλμίαις τοὺς ὀφθαλμοὺς τὸ περιέχον ψυχρὸν καὶ βόρειον 〈καὶ〉 ὑδατῶδες καὶ ἐπινέφελον γενόμενον εἰκότως ἔβλαπτεν. εἴωθε δὲ ταῖς τοιαύταις ὀφθαλμίαις λημία γίνεσθαι μικρ ά, μόγις ἐκπίπτοντα, 〈 μικρὰ μὲν διὰ τὴν δυσπεψίαν τῆς ἐν τοῖς ὀφθαλμοῖς ὑγρότητος, μόγις δʼ ἐκπίπτοντα〉 διὰ τὴν πύκνωσιν τῶν χιτώνων, ἣν ἐκ τῆς τοῦ περιέχοντος ψυχρότητος ἔσχον. 〈ἐν〉 ὅλῳ μὲν οὖν τῷ ἦρι χείρους ἀναγκαῖον ἦν 〈τοῖς〉 ἐν Θάσῳ γενέσθαι τοὺς ὀφθαλμούς, ἐν δὲ τῷ θέρει τὴν γενομένην ἐν αὐτοῖς σκιρρώδη διάθεσιν εἰς πέψιν ἀχθῆναι κατὰ βραχύ. τὰ γὰρ ἐν χρόνῳ κατασκευασθέντα νοσήματα, καὶ μάλιστα ὑπὸ ψυχρῶν τε καὶ ὑγρῶν 〈αἰτίων〉, οὐκ ἐνδέχεται λυθῆναι ταχέως. εἰκότως οὖν ἔφη τελέως παύσασθαι τὰ κατὰ τοὺς ὀφθαλμοὺς πάθη κατὰ τὸ φθινόπωρο ν. Κατὰ 〈δὲ〉 θέρος ἤδη καὶ φθινόπωρον καὶ δυσεντεριώδεες καὶ τεινεσμοὶ καὶ λειεντεριώδεες καὶ διάρροιαι χολώδεες λεπτοῖσι πολλοῖσι ν , ὠμοῖσι καὶ δακνώδες ι , ἔστι δ ’ οἷσι καὶ ὑδατώδεε c . [15]
17a 96
πολλοῖσι δὲ καὶ περίρροιαι μετὰ πόνου χολώδεε c , 〈ὑδατώδεε c ,〉 [ κα ὶ ] ξυσματώδεε c , πυώδεες καὶ στραγγουριώδεε c . Οὐ ταῦτα μόνον ἐγένετο 〈τότε τὰ〉 νοσήματά τε καὶ συμπτώματα τοῖς Θασίοι c, ἀλλὰ καὶ ἄλλα τινά, περὶ ὧν ἐφεξῆς ἐρεῖ. ποικιλώτατα γὰρ ἐνόσησαν, ἑτερογενέσι περιπεσόντες νοσήμασιν. τὸν κοινὸν δʼ οὖν λόγον, ὃς καὶ πρὸς τὸ μὴ νοσῆσαι πάντας τοὺς ἐν τοιαύτῃ καταστάσει γενομένους ἐστὶ χρήσιμος, ἐρῶ πρότερον, εἶθʼ ἑξῆς ἐπὶ τὰ κατὰ μέρος ἀφίξομαι νοσήματα, σκοπεῖσθαι δέον ἐν πάσαις ταῖς καταστάσεσι τὴν ἡλικίαν καὶ τὴν φύσιν ἑκάστου τῶν ἀνθρώπων ὅπως ἔχει σχέσεως πρὸς τὴν κατάστασιν. ἤτοι γὰρ εὐάλωτον ἢ δυσάλωτον ἢ μετρίως ἔχοντα πρὸς αὐτὴν εὑρήσεις αὐτόν. εἶθʼ ἑξῆς ἁρμόσεις τά τʼ ἐπιτηδεύματα καὶ σύμπασαν τὴν ὑγιεινὴν δίαιταν ὑπεναντίον τῇ καταστάσει. τὸ μὲν οὖν εὐάλωτόν τε καὶ δυσάλωτον εἶναι τὸ σῶμα τοῖς ἔξωθεν αἰτίοις εἴρηται πολλάκις ἡμῖν διά τε τὴν ὁμοιότη τα καὶ τὴν ἀνομοιότητα τῆς κράσεως γίνεσθαι. [10]
17a 97
τῆς γὰρ ὑγείας ἐκ συμμετρίας γινομένης τῶν τεττάρων στοιχείων, εἴτε ποιοτήτων εἴτε δυνάμεων θέλεις ὀνομάζειν, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, ἔνια τῶν σωμάτων καὶ φύσιν καὶ ἡλικίαν ἐστὶ δύσκρατα. τούτοις οὖν αἱ μὲν ὅμοιαι καταστάσεις νοσώδεις εἰσίν, αἱ δʼ ἐναντίαι συμφέρουσιν αὐτοῖς. τοῖς δʼ εὐκράτοις σώμασιν αἱ μὲν εὔκρατοι καταστάσεις ὑγιειναί, βλαβεραὶ δʼ αἱ δύσκρατοι. ἀλλʼ ὥσπερ οὐδεμία τῶν δυσκράτων καταστάσεων ἀγαθὴ τοῖς εὐκράτοις ἐστίν, οὕτως οὐδὲ μεγάλως βλαβερά, καθάπερ τοῖς δυσκράτοις. αἱ μὲν γὰρ ἰσχυρῶς ὑγραὶ καὶ ψυχραὶ καταστάσεις ἐσχάτως βλάπτουσι τὰ δύσκρατα σώματα καθʼ ὑγρότητα καὶ ψυχρότητα, καθάπερ γε καὶ αἱ ὑγραὶ καὶ [αἱ] θερμαὶ καταστάσεις τὰς ὑγρὰς καὶ θερμὰς τῶν κράσεων βλάπτουσιν, καὶ κατὰ τὸν αὐτὸν λόγον αἱ θερμαὶ καὶ ξηραὶ τὰς ὁμοίας. ὅσα γὰρ ἐγγὺς ἤδη τοῦ νοσεῖν ἐστι σώματα νόσον τοιάνδε διὰ τὴν οἰκείαν δυσκρασίαν, 〈τούτοις ἡ νόσος ἐπικρατούσης τῆς δυσκρασίας〉 ἐξελέγχεται. [15]
17a 98
τὰ δʼ ἐναντίως κεκραμένα τῷ περιέχοντι πρὸς τῷ μηδὲν ἀδικεῖσθαι γίνεται βελτίω τῆς ἀμετρίας κολαζόμενα. “τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα.” ταῖς οὖν θερμαῖς καὶ ξηραῖς κράσεσιν ἡ ὑγρὰ καὶ ψυχρὰ κατάστασις ὠφέλειαν μᾶλλον ἢ βλάβην παρέχει, διὰ τῆς εἰς τοὐναντίον ἀγωγῆς μεσότητα κράσεως ἐργαζομένη. καὶ τοῦτό ἐστιν αἴτιον τοῦ μὴ νοσεῖν ἅπαντας ἐν ταῖς δυσκράτοις καταστάσεσιν. ἐὰν οὖν τις τοῦτο γινώσκῃ, τὴν ὑγείαν φυλάξει, τοῖς σώμασι τἀναντία διαιτήματα προσάγων. ἐὰν γὰρ ὑγρὸν καὶ ψυχρὸν ᾖ τὸ περιέχον, ἡμᾶς δεήσει θερμαίνειν τὰ σώματα, καὶ μάλισθʼ ὅσα ψυχρότερά τέ ἐστι καὶ ὑγρότερα. γυμνάσιά τε οὖν πλείω τοῖς τοιούτοις ὠφέλιμα καὶ οἶνος ὀλίγος τῇ θερμοτέρᾳ φύσει 〈τῶν〉 ὑγρῶν ἑλκτικὸς ἐδέσματά τε ἐκθερμαίνοντα. καὶ μέντοι καὶ τὸ καθʼ ἕκαστον αὐτῶν ποσὸν ἔκ τε τῆς τοῦ σώματος κράσεως εἰσόμεθα καὶ τῆς τοῦ περιέχοντος, ἐφʼ ὅσον ἑκάτερον ἐκτέτραπται τῆς εὐκρασίας ἐπισκοπούμενοι. κατὰ γὰρ τὸ μέγεθος τῆς ἐκτροπῆς καὶ τὸ ποσὸν τῆς διαίτης ὑπαλλακτέον, οἷον εἴ τί ἐστι σῶμα τῆς εὐκρασίας ἐπὶ πλεῖστον ἀποκεχωρηκὸς πρὸς ὑγρότητά τε καὶ ψυχρότητα, τοῦτο κατὰ τὴν προκειμένην κατάστασιν ἐπὶ πλέον αὐτοὶ ξηρανοῦμέν τε καὶ θερμανοῦμεν. [15]
17a 99
εἰ δὲ μετρίως εἴη τοιοῦτον, ἄλογον ἂν εἴη ἐσχάτως αὐτὸ τοῦτο ποιεῖν [ἀναλόγως ἂν]. πολὺ δὲ δὴ μᾶλλον ἐπὶ τῶν ξηρῶν καὶ θερμῶν σωμάτων οὐ χρὴ τὰ διαιτήματα σφοδρῶς εἶναι θερμὰ καὶ ξηρά (παρʼ ἑαυτῶν γὰρ ἔχει τοῦτο)· σκοπεῖσθαι δὲ μόνον, ὁπόσον τὸ περιέχον ἐκτέτραπται τῆς προσηκούσης εὐκρασίας. εἰ μὲν γὰρ ὀλίγον, οὐδʼ ὅλως ὑπαλλάξομεν τὴν μέσην δίαιταν ἐπὶ τῶν θερμῶν καὶ ξηρῶν σωμάτων· εἰ δʼ ἐπὶ πλέον, ἀρκέσει τὸ μετρίως ὑπαλλάξαι. ταῦτʼ οὖν ὅστις ἐστὶν ἐπιστάμενος, τὰς αἰτίας τῆς ἑκάστου τῶν νοσημάτων γενέσεως ἐν ἑκάστῃ καταστάσει φυλάξει. Κόιντος δὲ τοῖς ἐμπειρικοῖς ὁμοίως ἀρνούμενος ἐπίστασθαι τῶν οὕτως γινομένων παθῶν τὰς αἰτίας, ἀναφέρων δʼ εἰς πεῖραν μόνην αὐτὰς τῶν προσηκόντων βοηθημάτων τῆς εὑρέσεως ἠπόρει, καίτοι διʼ αὐτὸ τοῦτο χρησίμης οὔσης ἐγνῶσθαι τῆς γενέσεως τῶν ἐπιδημίων νοσημάτων. [10]
17a 100
ἐπισκεψώμεθα οὖν ἡμεῖς τὴν προκειμένην κατάστασιν, ἀναλαβόντες ἐξ ἀρχῆς. ἐγένετο δή, καθάπερ ὁ Ἱπποκράτης ἐδήλωσεν, ὑγρὰ καὶ ψυχρά, τὴν ἀρχὴν ἀπὸ φθινοπώρου ποιησαμένη. διὰ τοῦτʼ οὖν ἐν μὲν αὐτῷ τῷ φθινοπώρῳ καὶ τῷ μετʼ αὐτὸν χειμῶνι μετρίως διῆγον οἱ Θάσιο ι. κατὰ δὲ τὸ ἔαρ, ἐπειδὴ καὶ αὐτὸ ψυχρόν τε καὶ ὑγρὸν ἐγένετο, πρῶτοι πάντων ἐνόσησαν οἱ ὀφθαλμοί, διότι μὴ μόνον ὑγρὸν ἦν καὶ ψυχρὸν τὸ περιέχον, ἀλλὰ καὶ λαιλαπῶδες ἔμπροσθεν ἐγεγόνει. πληττομένους οὖν ὑπὸ τῶν ψυχρῶν ἀνέμων τοὺς ὀφθαλμοὺς εἰκὸς ἦν πρώτους τῶν ἄλλων μερῶν νοσῆσαι τοῦ σώματος κατὰ τὴν τοῦ δρῶντος αἰτίου φύσιν, ὥστʼ οὐκ ἀλόγως αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ ῥεύματα συνέπεσεν. ἐπειδὴ δʼ οὐκ ἤχθη πρὸς 〈τὴν〉 ἐσχάτην ἡ κατάστασις ὑγρότητα 〈καὶ ψυχρότητα〉, διὰ τοῦτο τῶν ἄλλων παθημάτων οὐδὲν ἠκολούθησεν, ὅσα πλεονεκτούσης ἐν τῷ περιέχοντι τοιαύτης κράσεως εἴωθε γίγνεσθαι, λέγω δὲ ἀποπληξίας καὶ σπασμοὺς καὶ παλμοὺς καὶ τετάνους, περιπνευμονίας τε καὶ πλευρίτιδας. ἀλλʼ ὕστερόν γε νοσήματα πληθωρικὰ μετὰ διαφθορᾶς ἐγένετο, σηπομένων ἤδη τῶν χυμῶν διὰ τὴν πολυχρόνιον ἔνδον μονήν. καὶ γὰρ τὰ ψυχρὰ τῶν αἰτίων πυκνοῦντα τὸ δέρμα κω λύει διαφορεῖσθαι τοὺς χυμούς, ἥ θʼ ὑγρότης ἡ ἐκ τοῦ περιέχοντος οὐ μόνον οὐδὲν ἀπάγει τοῦ σώματος, ἀλλὰ καὶ προσδίδωσιν. [15]
17a 101
ἀμφοτέρων οὖν ὁμοῦ γενομένων ἐν τῇ προκειμένῃ καταστάσει, πλῆθος ἠθροίσθη κατὰ τὰ σώματα τῶν νοσησάντων οὐχ ὅμοιον ἅπασιν. οἷς μὲν γὰρ ἦν ἐν τῷ σώματι χολῶδες περίττωμά τι 〈μὴ〉 διαφορηθέν, τοῦτο χολῶδες τὸ πάθος ἐποίησεν, οἷς δὲ φλεγματικὸν ἢ μελαγχολικὸν ἢ αἱματικόν, αὐτίκα καὶ τὸ πάθος ἦν ὅμοιον τῷ μὴ κενωθέντι. διαφθείρεσθαι δὲ πεφυκυίας ἐν τῷ σώματι καὶ σήπεσθαι τῆς τοιαύτης περιουσίας, εὔλογον ἦν ἄλλους ἄλλοις ἁλῶναι νοσήμασιν, πρὸς τῷ καὶ τὰ μέρη τοῦ σώματος οὐχ ὁμοίως διακείμενα πάντας ἔχειν, ἀλλὰ τῷ μὲν ἧπαρ ἀσθενέστερον εἶναι, τῷ δὲ σπλῆνα, τῷ δὲ γαστέρα, τῷ δὲ ἔντερον, τῷ δὲ ἄλλο τι. δεχομένων οὖν ἀεὶ τῶν ἀσθενεστέρων μορίων τὴν ἐκ τῶν ἰσχυροτέρων περιουσίαν, ἀκόλουθον ἦν καὶ κατὰ τὴν τῶν τόπων φύσιν ἄλλον ἄλλο παθεῖν τῶν Θασίω ν. αἱ μὲν οὖν δυσεντερίαι καὶ οἱ τεινεσμοὶ καὶ αἱ διάρροιαι καὶ λειεντερίαι ῥυέντων εἰς 〈τὰ〉 ἔντερα τῶν περιττῶν ἐγένοντο, δυσουρίαι δʼ εἰς τὴν κύστιν τραπομένων, ἔμετοι δʼ ἐπὶ τὸ στόμα τῆς γαστρὸς ἀφικομένων. [10]