17a 480 (t1)
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΤΡΙΤΟΝ ΒΙΒΛΙΟΝ ΤΩΝ ΕΠΙΔΗΜΙΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ 〈Πρῶτος ἄρρωστο c .〉 Πυθίω ν , ὃς ᾤκει παρὰ Γῆς ἱερόν · ἤρξατο τρόμος ἀπὸ χειρῶ ν . Προγεγράφθαι νοήσας αὐτὸ καθʼ ἑαυτὸ τὸ Πυθίω ν , ὃς ᾤκει παρὰ Γῆς ἱερόν, ἀπʼ ἄλλης ἀρχῆς τῶν γενομένων αὐτῷ τὴν διήγησιν ἀναγίνωσκε. βέλτιον γὰρ οὕτως ἡγεῖσθαι γεγράφθαι τὴν ῥῆσιν ἢ τὸ σχῆμα σόλοικον ἐξεπίτηδες εὐθέως ἐν ἀρχῇ πεποιῆσθαι τὸν Ἱπποκράτην, μηδὲν ἄλλο τοιοῦτον σχῆμα καθʼ ὅλον τὸ βιβλίον γράψαντα, μήτʼ ἐν τῇ τῶν ἀρρώστων μήτʼ ἐν τῇ τοῦ λοιμοῦ διηγήσει. [5]
17a 481
τινὲς μέντοι κατὰ δοτικὴν πτῶσιν ἔγραψαν· Πυθίων ι , ὃς ᾤκει παρὰ Γῆς ἱερόν, ἐκφεύγειν τὴν περὶ τοῦ σολοικισμοῦ ζήτησιν βουλόμενοι. Ἤρξατο τρόμος ἀπὸ χειρῶ ν , τῇ πρώτῃ πυρετὸς ὀξύ c , λῆρο c . Τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς ἅμα τῷ πυρέττειν ὀξέως δύο συμπτώματα γενέσθαι φησὶ τῷ Πυθίων ι , τρόμον τῶν χειρῶν παραφροσύνην τέ τινα βραχεῖαν. εἴωθε γὰρ αὐτὸς ἄλλοτε ἄλλοις ὀνόμασιν ἐνδείκνυσθαι τὸ ποσὸν τῆς παραφροσύνης, ληρῆσαι καὶ παραληρῆσαι καὶ παραφρονῆσαι καὶ παρενεχθῆναι λέγων ἢ πάλιν παρακόψαι καὶ ἐκστῆναι, μανῆναί τε καὶ ἐκμανῆναι. εἴπερ οὖν ἐλήρησεν ὁ Πυθίων, εὔδηλον ὅτι με τρίως παρεφρόνησεν. [10]
17a 482
ἐμάθομεν δὲ τοῦ μὲν τρόμου τὴν αἰτίαν ἀρρωστίαν εἶναι τῆς κατὰ τοὺς μῦς δυνάμεως, παραφροσύνην δὲ γίνεσθαι βλαβέντος ἐγκεφάλου κατὰ φλεγμονὴν ἢ πλεονεξίαν χολώδους χυμοῦ, τὸν δʼ ὀξὺν πυρετὸν ἕπεσθαι σηπεδόνι χυμῶν. εἰ μὲν οὖν καὶ τὰ προηγησάμενα τῆς νόσου, καθάπερ ἐπʼ ἄλλων ἔγραψεν, οὕτω κἀπὶ τοῦ Πυθίωνος ἐγεγράφει, τάχʼ ἂν ἐξ ἐκείνων [ἂν] ἡμῖν ἔνδειξίς τις ἐγένετο τῆς κατασκευῆς τοῦ νοσήματος. ἐπεὶ δʼ οὐ προσέθηκεν, ἐξ ὧν [προς]ἔγραψε μόνων [καὶ] ἡμεῖς πειρασόμεθα τὴν εὕρεσιν αὐτῆς ποιήσασθαι σὺν τῷ κἀξ αὐτοῦ τοῦ μηδὲν γεγράφθαι περὶ τῶν προηγησαμένων τῆς νόσου γίνεσθαι τὴν ἔνδειξιν τῆς ἐν τῷ σώματι διαθέσεως. εἴτε γὰρ ἐκ γυμνασίων ἀκαίρων ἢ πότων ἢ ἀφροδισίων, ὡς εἴωθε γράφειν, εἴτʼ ἐξ ἄλλου τινὸς ἐξηλλαγμένου πολὺ τῆς συνήθους διαίτης ἤρξατο πυρέττειν ὁ Πυθίων, οὐκ ἂν εἰπεῖν αὐτὸ παρέλιπεν. εὔδηλον οὖν ὅτι κατὰ βραχὺ 〈συχνῷ〉 χρόνῳ λεληθότως ἡ κατασκευὴ τοῦ νοσήματος ἐγένετο. τῶν τοίνυν τρόμων τὴν μέν, ὡς ἂν εἴποι τις, αἰτίαν ἐχόντων συν εκτικὴν ἀρρωστίαν τῆς δυνάμεως, ἀρρωστούσης δʼ αὐτῆς ἤτοι κατὰ τὸν ἴδιον λόγον ἢ διὰ πλῆθος βαρῦνον, ὁ μὲν τῇ βλάβῃ τῆς δυνάμεως ἑπόμενος τρόμος οὐδέποτʼ ἐν ἀρχῇ νόσου γίνεται χωρὶς ἰσχυρᾶς ναυσιάσεως ἢ λιμοῦ καὶ κόπων ἀγρυπνιῶν τε καὶ φροντίδων, ἔτι τε πρὸς τούτοις ἀφροδισίων ἀμέτρων· ὧν εἴπερ ἐγεγένητό τι, πάντως ἂν ὁ Ἱπποκράτης ἐμνημόνευσεν αὐτοῦ κατὰ τὴν γραφήν, ὡς εἴωθεν. [5]
17a 483
ἐπεὶ τοίνυν οὐδὲν ἔγραψε τοιοῦτον, διὰ πλῆθος ὑπολαβεῖν εὔλογόν ἐστι βαρύνεσθαι τὴν δύναμιν. ἐπεὶ δʼ οἵ τε τρόμοι περὶ τὰς χεῖρας ἐγένοντο τὴν ἀρχὴν τῶν νεύρων ἐκ τοῦ κατὰ τὸν τράχηλον ἐχούσας νωτιαίου ἔκ τε τοῦ ληρῆσαι τὸν ἄνθρωπον ἔνδειξίς ἐστι τοῦ καὶ τὸν ἐγκέφαλον αὐτὸν ἤδη τινὰ δεδέχθαι μοχθηρὸν χυμόν, ἐχρῆν ἐννοήσαντα τὸν Ἱπποκράτην κινδυνωδῶς ἔχειν τὸν ἄνθρωπον ἐπὶ φλεβοτομίαν ἐλθεῖν ἤτοι κατὰ τὴν πρώτην ἡμέραν, εἰ μηδὲν ἄπεπτον ἐν τῇ γαστρὶ περιείχετο σιτίον, ἢ πάντως γε κατὰ τὴν δευτέραν, ἔτι δὲ μᾶλλον, ὅτι μετὰ τὴν τῆς πρώτης ἡμέρας διήγησιν αὐτὸς ἔγραψε· “Δευτέρῃ πάντα παρωξύνθη. [15]
17a 484
” φαίνεται γὰρ αὐξανόμενον, ὡς οὐ σμικρὸν οὐδʼ ἐπὶ τῇ τυχούσῃ διαθέσει τὸ νόσημα γεγονός, ἀλλʼ αὐτό τε μέγα καὶ τὴν αἰτίαν οὐκ εὐκαταφρόνητον ἔχον. ἐπεὶ δʼ οὐκ ἐπὶ Πυθίωνος μόνον, ἀλλὰ καὶ πολλῶν ἄλλων ἀρρώστων φαινομένων δεῖσθαι φλεβοτομίας ἐξ ὧν αὐτὸς ἔγραψε τεκμαιρομένοις ἡμῖν οὐχ εὑρίσκεται προσγράφων αὐτήν, ἀναγκαῖόν ἐστι δυοῖν θάτερον ὑπονοεῖν, ἢ μὴ φλεβοτομηθῆναι τοὺς ἀνθρώπους ἐκείνους ἢ παραλελεῖφθαι τὴν διήγησιν τοῦ βοηθήματος. τὸ μὲν οὖν μηδένα τῶν δεηθέντων αὐτοῦ φλεβοτομηθῆναι τῶν ἀπιθάνων ἐστίν, ὡς οὐ φεύγοντος τἀνδρὸς τὸ βοήθημα τοῦτο, καθάπερ ἐν τοῖς γνησιωτάτοις ἐδήλωσε βιβλίοις, 〈τοῖς〉 Ἀφορισμοῖς τε καὶ τῷ Περὶ διαίτης ὀξέων καὶ τῷ Περὶ ἄρθρων, ἐν αὐτῷ τε τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἐπί τινος ἀρρώστου γράψας· “ὀγδόῃ ἀγκῶνα ἔταμον, ἐρρύη πολύ, οἷον ἔδει. [10]
17a 485
” ὅπου γὰρ ὀγδοαῖον αὐτὸν ἐφλεβοτόμησε, πολὺ δή που μᾶλλον ἐν ταῖς προειρημέναις ἡμέραις εὔδηλός ἐστι χρώμενος τῷ βοηθήματι. τὸ δὲ μὴ γράψαι 〈αὐτὸν〉 καθʼ ἕκαστον ἄρρωστον, ἐφʼ ᾧ προσήχθη τὸ βοήθημα, τῶν μικροτέρων αὐτοῦ μνημονεύοντα μέχρι καὶ βαλάνου προσθέσεως ἀπίθανόν ἐστιν. εἰ τοίνυν ἀτόπου τοῦ λόγου καθʼ ἑκάτερον ὄντος ἑλέσθαι χρὴ τὸ ἧττον ἄτοπον, ἡγοῦμαι παρειλῆφθαι μὲν ἐπὶ πολλῶν τὸ βοήθημα, παραλελεῖφθαι δʼ ὡς σαφὲς ἐν τῇ διηγήσει. καί με προσάγει τούτῳ μάλιστα τὸ προσγεγραμμένον ἐπὶ τοῦ φλεβοτομηθέντος ὀγδοαίου. φαίνεται γὰρ ὡς σπάνιον μὲν τοῦτο γράψας, ὡς σύνηθες δὲ τὸ πρὸ τῆς ὀγδόης παραλιπών. εἰ γὰρ ἔν γε τοῖς γνησίοις συγγράμμασιν ἐπὶ τῶν μεγάλων νοσημάτων ἀεὶ χρῆται τῇ φλεβοτομίᾳ, συνεπιβλέπων αὐτῇ δύο ταῦτα μόνα, τήν θʼ ἡλικίαν καὶ τὴν δύναμιν τοῦ κάμνοντος, ἔν τε τούτοις αὐτοῖς τῶν Ἐπιδημιῶν ὀγδοαῖόν τινα φλεβοτομηθῆναί φησιν, οὐδὲν ἄλλο δυνατὸν ὑπονοεῖν ἐστιν ἢ ὅτι παρε λήφθη μὲν ἐπὶ τῶν καμνόντων τὸ βοήθημα, παρελείφθη δʼ ὡς σαφὲς ἐν τῇ διηγήσει. [10]
17a 486
περὶ μὲν δὴ τῆς φλεβοτομίας, ἐπεὶ κοινὸς ὁ λόγος ἁπάντων τῶν ἀρρώστων ἐστίν, ἅπαξ ἀρκέσει λελέχθαι, καθάπερ καὶ τὰ ἄλλα ὅσα κοινά. περὶ δὲ τῶν ἰδίων καθʼ ἕκαστον ἡ ἐξήγησις ἔσται, τὴν ἀρχὴν ἀπὸ τοῦ Πυθίωνο c, ὡς ἐνεστησάμεθα, ποιησαμένοις ἡμῖν. Δευτέρῃ πάντα παρωξύνθ η . τρίτῃ τὰ αὐτ ά . τετάρτῃ ἀπὸ κοιλίης ὀλίγ α , ἄκρητ α , χολώδεα διῆλθ ε . πέμπτῃ πάντα παρωξύνθ η , [ τρόμοι παρέμενον, ] ὕπνοι λεπτο ί , κοιλίη ἔστ η . ἕκτῃ πτύελα ποικίλ α , ὑπέρυθρ α . ἑβδόμῃ στόμα παρειρύσθ η . ὀγδόῃ πάντα παρωξύνθ η , τρόμοι [ καὶ πάλι ν ] παρέμενο ν , οὖρα δὲ κα τ ’ ἀρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης λεπτ ά , ἄχρο α , ἔχοντα ἐναιώρημα ἐπινέφελο ν . δεκάτῃ ἵδρως ε , πτύελα ὑποπέπον α , ἐκρίθ η , οὖρα ὑπόλεπτα περὶ κρίσι ν . μετὰ δὲ κρίσι ν , τεσσαρακοστῇ ἡμέρῃ ὕστερο ν , ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασι c . [15]
17a 487
Τὰ μὲν ἄλλα 〈τῶν〉 τῆς ῥήσεως συμπτωμάτων ἔχει διήγησιν καὶ τῇ λέξει καὶ τῇ διανοίᾳ σαφῆ· πολλάκις γὰρ εἴωθε γίνεσθαι τοῖς ὀξέως νοσοῦσι καὶ μεμαθήκαμεν αὐτῶν τὰς δυνάμεις κατά τε τὸ Προγνωστικὸν καὶ τὸ πρῶτον αὐτῶν τούτων τῶν Ἐπιδημιῶν, εἴρηται δʼ οὐκ ὀλίγα κἀν τῷ δευτέρῳ χρήσιμα πρὸς τὴν ἐπὶ τῶν ἀρρώστων ἐξήγησιν. ἐπὶ δὲ τῆς κατὰ τὴν ἕκτην ἡμέραν διηγήσεως εἰπών· πτύελα ποικίλ α , ὑπέρυθρα, μὴ προσθεὶς δὲ μήτε πλευριτικὸν τὸν Πυθίωνα μήτε περιπνευμονικὸν γεγονέναι, ζήτησιν ἡμῖν ὑπέλιπε, πότερον καὶ ἄλλως δύναται γίνεσθαι τοιαῦτα πτύσματα τοῖς νοσοῦσιν ὀξέως ἢ μόνοις τοῖς περιπνευμονικοῖς καὶ πλευριτικοῖς. καί μοι φαίνεται καὶ ἄλλως δύνασθαι γίγνεσθαι τοιαῦτα, ῥυέντων μέν τινων εἰς τὸν πνεύμονα χυμῶν μοχθηρῶν, ἀλλʼ ὀλίγων παντάπασιν, ὡς μὴ φλεγμῆναι τὸ σπλάγχνον. ὅτι μὲν γὰρ οὐκ ἦν οὔτε πλευριτικὸς οὔτε περιπνευμονικός, εὔ δηλόν ἐστιν ἐκ τοῦ μὴ μνημονεῦσαι τὸν Ἱπποκράτην μήτʼ ὀνομαστὶ τῶν παθῶν τούτων, ἀλλὰ μηδʼ ἀπʼ 〈αὐτῶν〉 τινος ἀχωρίστου συμπτώματος· εἰρήκει γὰρ ἂν ἢ πλευρᾶς ὀδύνην ἢ δύσπνοιαν. [10]
17a 488
οὐ μὴν οὐδʼ ἀπὸ κεφαλῆς πεπονθυίας 〈καταρρυείσης κακοχυμίας〉 ὤφθη ποτὲ τοιαῦτα πτυσθέντα. μετὰ μέντοι βηχὸς καὶ δυσπνοίας καὶ πλευρᾶς ἀλγήματος ὁρᾶταί ποτε τοιαῦτα πτύσματα. καί τινας δύο καὶ χωρὶς πυρετοῦ πτύσαντας ἐθεασάμην ὠχρὰ μετὰ βηχός· ἀλλὰ τῷ μὲν ἑτέρῳ κατὰ βραχὺ πυρετῶν μικρῶν γενομένων εἰς 〈πλείονα〉 χρόνον ἡ διάθεσις ἐκταθεῖσα, παραμεινάντων τῶν πυρετῶν, φθινώδη τὸν ἄνθρωπον ἀπέδειξε, τῷ δʼ ἑτέρῳ χωρὶς πυρετοῦ τῶν τοιούτων πτυσθέντων ἡμέραις ἐφεξῆς ὀλίγαις οὐδὲν ἄτοπον ἠκολούθησεν. εἰκὸς οὖν ἐστι κατὰ τὰ πρῶτα μέρη τοῦ θώρακος, καθʼ ἃ συνάπτει τοῖς ἐσχάτοις τοῦ τραχήλου σπονδύλοις, γεγονέναι τινὸς χυμοῦ περιουσίαν οὐ πολλήν, ἐφʼ ᾗ μηδὲ δύσπνοιαν ἀπαντῆσαι διὰ τὸ μὴ συντελεῖν τι σαφὲς εἰς τὴν τῆς ἀναπνοῆς ἐνέργειαν τὸ πρῶτον μεσοπλεύριον, ἐν αὐ ταῖς δὲ ταῖς ῥίζαις τῶν ἐπὶ τὰς χεῖρας ἀφικνουμένων νεύρων τῆς διαθέσεως γενομένης, βαρυνομένων τῶν νεύρων, τρομώδεις ἐργάσασθαι τὰς χεῖρα c. [15]
17a 489
ἐκ γὰρ τοῦ πρώτου μεσοπλευρίου καὶ τῶν ὑπερκειμένων [δὲ] σπονδύλων τὰ τοὺς μῦς τῶν χειρῶν κινοῦντα φύεται νεῦρα. μαρτυρεῖ δὲ τούτοις καὶ τὸ παραμεῖναι τοὺς τρόμους σὺν τοῖς πτύσμασι τοῖς ἐπιγενομένοις, ἡνίκα δʼ ἐν ἐκείνοις ἐφάνη τι πέψεως σημεῖον, οὔτε τοὺς τρόμους ἔτι γενέσθαι καὶ παύσασθαι τὸ νόσημα, κρίσεως τῆς διʼ ἱδρώτων ἐπιγενομένης. καίτοι γε ἀπέπτων ὄντων τῶν οὔρων, ὅμως ἡ πέψις τῶν ἀναπτυομένων ἤνεγκε τὴν κρίσιν, ὥσθʼ ἑκάτερον τῶν σημείων ὃ πέφυκε δηλοῦν μὴ διαψεύσασθαι. διττῆς γὰρ διαθέσεως τῷ νοσοῦντι γενομένης, μιᾶς μὲν τῆς πυρετώδους ἐπὶ τοῖς ἐν ταῖς φλεψὶ χυμοῖς, ἑτέρας δὲ τῆς εἰρημένης ἄρτι κατὰ τὸν θώρακα, τὴν προτέραν συνέβη μὴ παύσασθαι τελέως ἱδρῶσιν, ὡς ἂν ἔτʼ ἄπεπτον οὖσαν, παύσασθαι δὲ τὴν ἑτέραν τῷ μηδʼ ὅλως ὑπολειφθῆναί τι τοῖς περὶ τὸν θώρακα. γράφει γοῦν αὐτὸς οὕτως· δεκάτῃ ἵδρως ε , πτύελα ὑποπέπον α , ἐκρίθ η , οὖρα ὑπόλεπτα περὶ κρίσι ν, ἐνδεικνύμενος ἃ κατὰ τὸ Προγνωστικὸν ἔγραψε περὶ τῶν λεπτῶν οὔρων ὄντα διττά, πρῶτον μὲν ταυτί· “ἔστʼ ἂν πυρρόν τε ᾖ τὸ οὖρον καὶ λεπτόν, ἄπεπτον σημαίνει τὸ νόσημα. [15]
17a 490
” δεύτερον δὲ τάδε· “ὅσοι δʼ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν καὶ τὰ ἄλλα ὡς περιεσομένοισιν ᾖ σημεῖα, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία.” διὰ τοῦτʼ οὖν ἐπὶ τῇ τελευτῇ τῶν συμβάντων τῷ Πυθίωνι κατὰ λέξιν οὕτως ἔγραψε· μετὰ δὲ κρίσιν τεσσαρακοστῇ ἡμέρῃ ὕστερον ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασι c. ἐπεὶ δὲ καὶ τρόμου χειρῶν καὶ λήρου κατὰ τὴν πρώτην εὐθέως ἡμέραν ἐμνημόνευσε καὶ κατὰ τὰς ἑξῆς ἔγραψε· πάντα παρωξύνθη, κατὰ δὲ τὴν ἑβδόμην ἡμέραν προσέθηκε στόμα παρειρύσθ η, διορίσασθαι χρή, πότερον αὐξανομένης τῆς περὶ τὸν ἐγκέφαλον κακώσεως ἢ μεθισταμένης κάτω τὸ στόμα κατεσπάσθη. φαίνεται δʼ ἐκ τῶν ἐφεξῆς εἰρημένων μετάστασις εἰς τὰ κάτω χωρία μᾶλλον, οὐ συμπάθεια πρὸς τὸν ἐγκέφαλον αὐτοῖς γεγονέναι, τάχα καὶ φλεβοτομηθέντος τἀνθρώπου καὶ διὰ τοῦτο μεγάλως ὠφεληθέντος. [15]
17a 491
ἀλλὰ γὰρ κατὰ τὰς πρώτας ἡμέρας οὐδέπω τῶν πτυσμάτων οὐδὲ μικρὸν ἐφαίνετο 〈γενομένων ὕστερον διὰ τὴν ὀλιγότητα〉 τῆς ἐν τῇ πλευρᾷ διαθέσεως, οὐ διὰ τὴν κακοήθειαν αὐτῆς· ἴσμεν γὰρ ὅτι χαλεπώταται περιπνευμονίαι τε καὶ πλευρίτιδές εἰσιν αἱ ἄπτυστοι, καθότι καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐδίδαξεν. ἀλλὰ νῦν οὐ διὰ χαλεπότητα νομιστέον ἐν ταῖς πρώταις ἡμέραις πτυσθῆναι μηδέν, ἀλλὰ διότι περὶ τὸ πρῶτον μεσοπλεύριον μόνον ἡ διάθεσις ἦν. εἰ δὲ καὶ χαλεπὴ καὶ κατὰ τοῦτο μόνον ἐγεγόνει, καὶ διὰ τοῦτο οὐδὲν 〈ἔδει〉 πτύεσθαι. τῷ γοῦν τῆς φλεβοτομίας βοηθήματι δυνατόν ἐστιν ἀντισπασθέντων τῶν ἐνταῦθα πλεονεκτούντων χυμῶν ἀρχὴν πέψεως γεγονέναι τῇ διαθέσει κατὰ τὴν ἕκτην ἡμέραν, ἐν ᾗ πρῶτον ἐμνημόνευσε τῶν πτυσμάτων. ὃ δὲ περὶ τῆς δεκάτης ἡμέρας ἀνεβαλόμην ἐρεῖν, ἐστὶ τοιοῦτον· οὔ τ ’ ἐν τοῖς τῶν Ἐπιδημιῶν τούτοις βιβλίοις ἐκρίθη τις βεβαίως δεκαταῖος οὔτʼ αὐτὸς ἀπεφήνατό που τὴν δεκάτην ἡμέραν εἶναι κρίσιμο ν, ὥσπερ τὴν ἑνδεκάτην εἴρηκεν οὐκ ὀλιγάκις. [15]
17a 492
ἔχεις δὲ τὰς ῥήσεις αὐτοῦ πάσας ἠθροισμένας ἐν τοῖς Περὶ τῶν κρισίμων ἡμερῶν ὑπομνήμασιν, ἔνθα καὶ ἡ τεσσαρακοστὴ δείκνυται κρίνουσα τὰς νόσους, οὐχ ἡ τεσσαρακοστὴ δευτέρα, καθάπερ ᾠήθησαν ἔνιοι τῶν ὁλοκλήροις ἑβδομάσι τὰς περιόδους γίνεσθαι τῶν κρισίμων ἡμερῶν ὑπολαβόντων. εἰ δὲ διὰ μόνον τοῦτό τις ἡγεῖται τὸ νόσημα μὴ τελέως κριθῆναι, διότι δεκαταῖος ἵδρωσε ν, οὐχ ἑνδεκαταῖος ὁ Πυθίων, οὐκ ὀρθῶς γινώσκει. τὸ γὰρ ἐλλιπὲς τῆς κρίσεως ἐκ τοῦ μηδέπω πεπέφθαι τὴν νόσον ἀναγκαῖον γίνεσθαι. πολλοὺς γοῦν καὶ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ ἡμεῖς ἐθεασάμεθα κριθέντας ἐν κρισίμοις ἡμέραις ἐλλιπῶς διὰ μόνην τὴν τῶν οὔρων ἀπεψίαν. ἀμφοτέρων δʼ ἀλλήλοις συνελθόντων, τοῦ τε κατὰ τὴν δεκάτην ἡμέραν ἀσθενοῦς καὶ τῆς τῶν οὔρων ἀπεψίας, ἐχρῆν ἴσως 〈μᾶλλον〉 μηδʼ 〈ὅλως〉 κεκρίσθαι τὸν ἄνθρωπον ἢ [μὴ] ἐπὶ καλῷ τε καὶ χρησίμῳ. τάχʼ οὖν “ἑνδεκάτῃ” γεγραμμένον, οὐ δεκάτῃ κατʼ ἀρχὰς εὐθέως ἡμαρτήθη, καθάπερ καὶ ἄλλα τινὰ φαίνεται πολλὰ διὰ τοὺς πρώτους ταῦτα 〈μετα〉γράψαντας ἀμεληθέντα διαμεῖναι μέχρι παντός. [15]
17a 493
ἀλλὰ περὶ μὲν τῆς δεκάτης ἡμέρας ἱκανὰ καὶ ταῦτα. σκέψασθαι δʼ ἄμεινόν ἐστι μὴ κατὰ τὸ πάρεργον, ὁποῖόν τι τὸ ἐπινέφελον ἐναιώρημα νομιστέον ὑπάρχειν. ἐν μὲν γὰρ τῷ Προγνωστικῷ γέγραπται· “νεφέλαι δʼ ἐμφερόμεναι ἐν τοῖσιν οὔροισι λευκαὶ μὲν ἀγαθαί, μέλαιναι δὲ φλαῦραι.” οὔτʼ οὖν οὖρον ἐπινέφελον οὔτʼ ἐναιώρημα κατὰ τὸ Προγνωστικὸν εἴρηται, καίτοι γʼ ἀκριβῶς ἅπασαν ἐν ἐκείνῳ τῷ βιβλίῳ διδάξαντος αὐτοῦ τὴν ἀπὸ τῶν οὔρων πρόγνωσιν ἐν τοῖς ὀξέσι νοσήμασιν. οὐ μὴν οὐδὲ τῶν ἐξηγησαμένων τὸ προκείμενον βιβλίον ἐζήτησέ τις, ὁποῖον εἶναι βούλεται τὸ ἐπινέφελον οὖρον ὁ Ἱπποκράτη c. ἐγὼ τοίνυν ἅ μοι δοκεῖ ζητήσαντι περὶ αὐτοῦ λέγειν οὐκ ὀκνήσω· τὸ τῆς νεφέλης ὄνομα κατὰ μεταφορὰν ἀπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἐπὶ τῶν οὔρων εἰώθασιν οἱ ἰατροὶ λέγειν, εἴτε τοῦ Ἱπποκράτους πρώτου τὴν προσηγορίαν τήνδε κατά τινος ἰδέας ἐναιωρημάτων ἢ οὔρων εἴτε καὶ ἄλλου τινὸς 〈πρὸ〉 αὐτοῦ θεμένου. ὥσπερ οὖν ἐν τῷ περιέχοντι ποτὲ μὲν ζοφώδης γί νεται κατάστασις, πεπυκνωμένου νεφέλαις μελαίναις αὐτοῦ, ποτὲ δὲ 〈λαμπρὸν〉 ἀκριβῶς καὶ ἀνέφελον φαίνεται, ποτὲ δὲ καὶ διεσπασμέναι τινὲς ὁρῶνται κατʼ αὐτὸ νεφέλαι καὶ λέγεται τηνικαῦτα τὸ περιέχον ἐπινέφελον, ἐν ᾧ καιρῷ καὶ τὴν χροιὰν τῶν νεφελῶν οὔτε μέλαιναν ἀκριβῶς οὔτε λαμπρὰν ὁρῶμεν, ἀλλʼ ἐν τῷ μεταξὺ τούτων, οὕτω μοι δοκεῖ καὶ οὖρον καὶ ἐναιώρημα καλεῖν ἐπινέφελον ὁ Ἱπποκράτη c, ὃ μήτε λευκόν ἐστι τὴν χροιὰν μήτʼ ἤδη μέλαν ἀκριβῶς, ἀλλʼ ἐν τῷ μεταξὺ τούτων. [5]
17a 494
ὥσπερ οὖν τὸ μὲν λευκὸν ἐναιώρημα τῶν ἀγαθῶν ἐστι, τὸ δὲ μέλαν τῶν μοχθηρῶν, οὕτω καὶ τὸ μεταξὺ τούτων οὔτε ἀγαθόν ἐστιν ἀκριβῶς οὔτε μοχθηρόν, ἀλλʼ ἐν τῷ μεταξύ. καὶ τοίνυν ἐπὶ τοῦ Πυθίωνος ὑπολαβεῖν χρὴ τοιοῦτον ἐναιώρημα γεγονέναι. λευκὸν μὲν γὰρ εἴπερ ἦν, οὐκ ἂν ἐλλιπῆ τὴν κρίσιν εἰργάσατο, καθάπερ γʼ, εἰ καὶ μέλαν, οὐκ ἂν ἀγαθήν. ἐπεὶ δʼ οὖν ἦν μέσον λευκοῦ τε καὶ μέλανος, ἀγαθὴ μὲν ἐγένετο κρίσις, ἀλλʼ ἐλλιπής. τὸ δὲ ὑπόλοιπον 〈τῆς διαθέσεως〉 κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν εἰς ἀπόστασιν ἧκε διττήν, ἣν οὐδʼ αὐτὴν ὀρθῶς ἐξηγοῦνται, κατὰ συμπάθειαν τῆς εἰς τὴν ἕδραν ἀποστάσεως οἰόμενοι γεγονέναι τῷ Πυθίωνι τὴν στραγγουρία ν , Ἱπποκράτους αὐτοῦ ποτὲ μὲν ἁπλῶς γράφοντος γενέσθαι τὴν στραγγουρίαν, ἐνίοτε δʼ οὐχ ἁπλῶς, ἀλλὰ προστιθέντος αὐτῇ τὸ τῆς ἀποστάσεως ὄνομα, καθάπερ κἀν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἐν τῇ δευτέρᾳ καταστάσει. [5]
17a 495
γράφει γοῦν ὧδε· “μόνον δὲ χρηστὸν καὶ μέγιστον τῶν γενομένων σημείων καὶ πλείστους ἐρρύσατο τῶν ὄντων ἐν τοῖσι μεγίστοισι κινδύνοισιν, οἷσιν ἐπὶ τὸ στραγγουριῶδες ἐτράπετο καὶ ἐς τοῦτο ἀποστάσιες ἐγίνοντο.” προσαγορεύοντος γὰρ ἀποστάσεις αὐτοῦ καὶ τὰς κατʼ ἔκκρισιν τῶν λυπούντων χυμῶν γιγνομένας, οὐ μόνον τὰς κατʼ ἀπόθεσιν, εἰκότως, ὥσπερ εἰς δυσεντερίαν ἐν ἑτέροις, οὕτως νῦν εἰς στραγγουρίαν ἀπόστασις εἴρηται γεγονέναι, καθαιρομένης τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας διʼ ἀμφοτέρων τῶν ἐκκρίσεων. 〈διὰ〉 τοῦτο γοῦν ἐν αὐτῇ τῇ δευτέρᾳ καταστάσει περὶ τῶν οὔρων ὀλίγον ἔμπροσθεν ἧς ἄρτι παρεθέμην ῥήσεως αὐτὸς ἔγραψεν ὡδί· “στραγγουριώδεες, οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντʼ ἄλλων ἄλλα.” γινομένης γὰρ ἐν νοσήμασι στραγγουρίας ἐπὶ νεφρῶν διαθέσει, διορίζων ἀπʼ αὐτῆς τὴν ἐν τῇ δευτέρᾳ καταστάσει γενομένην ἀπόστασιν 〈τῷ〉 λόγῳ προσέθηκε τὸ ” στραγγουριώδεε c, οὐ νεφριτικά, ἀλλὰ τούτοισιν ἀντʼ ἄλλων ἄλλα”, τουτέστιν ἀντὶ τῆς ἐν ταῖς φλεψὶ κακοχυμίας καὶ τῶν ταύτῃ πυρετῶν ἀκολου θούντων αἱ καθάρσεις ἐγίγνοντο, τῶν μοχθηρῶν χυμῶν ἐκκρινομένων διὰ τῆς κύστεως, ὥσπερ ἐνίοτε διὰ τῶν ἐντέρων. [15]
17a 496
ἡ τοίνυν δῆξις ἡ ἀπὸ τῶν ἐκκρινομένων 〈χυμῶν〉 δριμέων ὄντων εἰργάζετο τὴν στραγγουρία ν. ἐδείχθη γὰρ ἡ κύστις ἐπὶ τὴν ἀπόκρισιν ὁρμῶσα τῶν οὔρων ἐν ταῖς στραγγουρίαι c, πρὶν ἀξιολόγως ὑπʼ αὐτῶν πληρωθῆναι, διὰ διττὴν αἰτίαν, ἤτοι τὸ μὴ φέρειν αὐτῶν τὴν ποιότητα 〈τῶν δριμέων〉 καὶ δακνωδῶν γενομένων ἢ τὸ διʼ ἀρρωστίαν βαρύνεσθαι πρὶν ἀθροισθῆναι, κἂν ὀλίγον παντάπασιν ᾖ. τοιαύτην οὖν ἔφη τινὰ καὶ τῷ Πυθίωνι τὴν ἀπόστασιν ἤδη γενέσθαι, μὴ γράψας ἁπλῶς οὑτωσί· ‘ στραγγουριώδης ἐγένετοʼ, ἀλλὰ προσθεὶς τὸ ἀπόστασι c· ἔχει γὰρ ἡ λέξις οὕτως· ” ἐμπύημα περὶ ἕδρην καὶ στραγγουριώδης ἐγένετο ἀπόστασι c.” ἀλλὰ τὰ μὲν τοιαῦτα, δυοῖν θάτερον, ἢ παρατρέχουσιν ἢ κακῶς ἐξηγοῦνται πολλοὶ τῶν ἐξηγητῶν, χρονίζουσι δʼ οὐκ ἀναγκαίως, ὑπὲρ ὧν ἅπαξ ἐνταῦθα διαλεχθῆναι βούλομαι. ΠΕΡΙ ΤΩΝ ΜΟΧΘΗΡΩΣ ΕΞΗΓΟΥΜΕΝΩΝ Ἐγὼ μὲν ᾤμην ἄμεινον εἶναι τὰ πολλῷ χρόνῳ ζητηθέντα μοι καὶ μετὰ κρίσεως ἀσφαλοῦς εὑρεθέντα μόνα γράφειν, ἄνευ τῶν εἰς τοὺς κακῶς ἐξηγησαμένους ἐλέγ χων. [17]
17a 497
ἐπεὶ δʼ ἔνιοι μὲν διὰ τὸ μηδʼ ὅλως πεπαιδεῦσθαι κατὰ μηδὲν τῶν παιδείων μαθημάτων, ἔνιοι δὲ καὶ φύσει νωθροὶ τὴν διάνοιαν ὄντες, ἀναγινώσκοντες ἐνίοτε παρά τισι τῶν γραψάντων ἐξηγήσεις ξένας, αὐτῷ τούτῳ μόνῳ τῷ ξένῳ συναρπασθέντες ἐπαινοῦσιν αὐτάς, διὰ τοῦτʼ ᾠήθην ἄμεινον εἶναι κἂν ἅπαξ αὐτῶν που μνημονεῦσαι τῶν οὕτως ἐξηγουμένων, εἰρηκότος γε καὶ αὐτοῦ τοῦ Ἱπποκράτου c· “τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες 〈εἰ χρηστὸν〉 μᾶλλον ἐπαινέουσιν ἢ τὸ σύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστόν, καὶ τὸ ἀλλόκοτον μᾶλλον ἢ 〈τὸ〉 εὔδηλον.” ὅπως οὖν προειδότες οἱ τοῖς ἡμετέροις ὑπομνήμασιν ἐντυγχάνοντες, ὁποῖοι γοῦν τινες οἱ τρόποι τῶν μοχθηρῶν ἐξηγήσεών εἰσιν, γνωρίζειν αὐτοὺς δύνωνται, μακρότερον ἐνταῦθα περὶ πασῶν αὐτῶν ἔγνων γράψαι. καί μοι μηδεὶς ἀχθεσθῇ τῷ μήκει τοῦ λόγου, μέλλων ἔχειν αὐτὸν ἀεὶ βοηθὸν εἰς τὴν τῶν φαύλων ἐξηγήσεων διάγνωσιν. ἓν μὲν οὖν εἶδός ἐστιν αὐτῶν, ὁποῖόν τι καὶ κατὰ τὸν προκείμενον ἄρρωστον ἐποιήσαντό τινες, ὧν ἑνὸς παραγράψω τὴν ῥῆσιν αὐτοῖς ὀνόμασιν, ἵνα μή τις οἰηθῇ με καταψεύδεσθαι τἀνδρό c· “τὸ μέντοι τῆς Γῆς ἱερὸν τὸ τῆς Δήμητρος λέγει. παρείληφε μὲν 〈τοῦ〉το τὸ ἱερὸν μήποτε ὑπὲρ τοῦ δεῖξαι τὴν αἰτίαν, ἀφʼ ἧς 〈ὁ〉 τρόμος τῶν χειρῶν καὶ τὸ νοσεῖν αὐτῷ ἐγένετο, ὡς τῇ 〈 Μελιδίᾳ τῇ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν γεγραμμένῃ, ἣ κατέκειτο παρὰ τὸ τῆς Ἥρας ἱερόν,〉 διὰ τὴν ἐποχὴν τῶν ἐπιμηνίων γενομένην, ὡς εἰκός, διὰ τὴν τοῦ μορίου ἀργίαν. [5]
17a 498
καὶ πάλιν ἐν τῷ ἕκτῳ ἱστορεῖ, τἀνδρὸς ἀποδήμου γενομένου, ἀργευσαμένην τῷ μορίῳ τὴν γυναῖκα ἀναληφθέντων τῶν ἐπιμηνίων εἰς τὸ στόμα φῦσαι πώγωνα. καὶ τί γὰρ ἄλλο ἢ ἀνδρωθῆναι τὴν γυναῖκα; οὕτως οὖν καὶ Πυθίων ἀποσχόμενος συνουσίας διὰ τὴν πρὸς μόνον ἐπιμέλειαν τὸ ἱερὸν 〈τὴν〉 νόσον ὑπομένει.” αὕτη μὲν ἑνὸς τῶν ἐξηγητῶν ἐστι ῥῆσις ἑαυτὸν καταβάλλοντος ἐκ τοῦ πολλάκις μὲν ὀνομαστὶ μνημονεῦσαί τινων οἰκήσεων τὸν Ἱπποκράτην, μὴ πασῶν δʼ αὐτῶν, ἀλλʼ ὀλιγίστων παντάπασιν ἐξήγησιν γράψαι. εἰ γὰρ οὐκ ἀργῶς αἱ οἰκήσεις τῶν νοσησάντων ἐγράφησαν, ἀλλὰ συνενδείκνυνταί τι τῶν εἰς τὴν τέχνην χρησίμων, οὐκ ὀρθῶς ἐποίησεν ἐπʼ ὀλίγων μὲν ἀρρώστων ἐξηγησάμενος αὐτῶν τὴν δύναμιν, ἐπὶ δὲ τῶν ἄλλων καίτοι παμπόλλων ὄντων παραλιπών, οἷον εὐθέως ἐπὶ τοῦ πρώτου γραφέντος κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν· ” Φιλίσκο c”, γάρ φησιν, “ᾤκει παρὰ τὸ τεῖχος”. εἶθʼ ἑξῆς πάλιν· ” Ἐπικράτεος γυναῖκα, ἣ κατέκειτο παρὰ ἀρχηγέτην”. [15]
17a 499
καὶ πάλιν· ” Ἐρασῖνος ᾤκει παρὰ Βοώτου χαράδρην.” εἶθʼ ἑξῆς· “τὸν Κλαζομένιον, ὃς κατέκειτο παρὰ τὸ Φρυνιχίδεω φρέαρ”. εἶτʼ αὖθις ἐπί τινος γυναικός· “τὴν Δρομεάδε ω”, φησί, “γυναῖκα θυγατέρα τεκοῦσαν”. εἶτʼ ἐπʼ ἄλλης πάλιν “γυναικός, ἣ κατέκειτο ἐν ἀκτῇ.” ἐν αὐτῷ δὲ τούτῳ τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἑτέρους πολλοὺς ἂν εὕροις γεγραμμένους ἀρρώστους μετὰ τῶν οἰκήσεων, ἐν αἷς ᾤκουν, ἃς οὐδʼ ὅλως ἐξηγοῦνται. ” Χαιρίω ν”, οὖν φησιν, “ὃς κατέκειτο παρὰ Δημαινέτ ῳ·” μετʼ αὐτὸν ἑξῆς· “τὴν Εὐρυάνακτος θυγατέρα παρθένον πῦρ ἔλαβεν”· εἶθʼ ἑξῆς· “ἡ κυναγχικὴ παρὰ 〈τὰ〉 Βίτωνο c”. καὶ μετὰ ταύτην πάλιν· “τὸ μειράκιον, ὃ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ.” καὶ τί δεῖ πολλὰ παραγράφειν, ὅλου σχεδὸν τοῦ βιβλίου πεπληρωμένου τῆς τοιαύτης γραφῆς; ἀλλʼ ἐπὶ τὸ προκείμενον ἰτέον· παμπόλλων γὰρ ἀρρώστων οὕτω γεγραμμένων 〈ἤτοι γʼ〉 ἐπὶ πάντων ἐχρῆν πεποιῆσθαι τὴν ἀπὸ τῶν οἰκήσεων ἐξήγησιν ἢ μηδʼ ἐφʼ ἑνός. ἀλλʼ ἔνιοί γε τῶν ἐξηγουμένων τὰ βιβλία κατεγνώκασιν εἰς τοσοῦτον τῶν ἀκροατῶν, ὥστʼ ἐγώ ποτε ἐν Ἀλεξανδρείᾳ καὶ τοιαύτης ἐξηγή σεως ἤκουσα περί τινος ἐν τῷ πρώτῳ τῶν Ἐπιδημιῶν ἀρρώστου γεγραμμένου κατὰ τὴν ῥῆσιν, ἧς ἡ ἀρχή· ” Σιληνὸς ᾤκει ἐπὶ τοῦ πλαταμῶνος”. [15]
17a 500
ἐν γὰρ τῷ διηγεῖσθαι τὰ συμβάντα τούτῳ καὶ τοιαύτην τινὰ ῥῆσιν ἔγραψεν ὁ Ἱπποκράτη c· “νυκτὸς οὐδὲν ἐκοιμήθη, λόγοι πολλοί, γέλως, ᾠδή”. τούτοις οὖν ἐπεφώνησεν “ἰού” ὁ ἐξηγούμενος τὸ σύγγραμμα, ” Σιληνὸς γὰρ ἦν.” οἱ μαθηταὶ δʼ ἀναπηδήσαντες ἐκεκράγεσαν ὑπερθαυμάζοντες. ἔνιοι δὲ τῶν ἐξηγουμένων εἰς τοσοῦτον ἥκουσι περιεργίας, ὥστε ζητοῦσι, πότερον ἐπὶ τοῦ πλαταμῶνος 〈ἢ τοῦ πλατανῶνος〉 ὁ Σιληνὸς ᾤκει, τινὲς μὲν διὰ τοῦ μῦ “πλαταμῶνος” ἀξιοῦντες γράφειν, ἔνιοι δὲ διὰ τοῦ νῦ “πλατανῶνος”. ὡσαύτως δὲ ζητοῦσιν οἱ τοιοῦτοι τῶν ἐξηγητῶν, ὅταν ὁ Ἱπποκράτης εἴπῃ· “κατέκειντο παρὰ τὸ θέητρον”, ἆρά γε “θέρετρον” ἄμεινον γράφειν ἢ “θέητρον”. ἀλλὰ τῶν μὲν εἰς τὰ τοιαῦτα τὸν χρόνον ἀναλισκόντων κατεγνώκασι, τοὺς δὲ διὰ τῶν ἔν τε τῷ Προρρητικῷ καὶ ταῖς Κωακαῖς προγνώσεσι γεγραμμένων ἐξηγουμένους τὰ κατὰ τοὺς νοσοῦντας ἐν 〈τούτοις〉 τοῖς βιβλίοις εἰρημένα πολλοὶ θαυμάζουσιν. ἐδείχθη δʼ ἐπὶ πλεῖστον ἡ μοχθηρία τῶν ἐν τῷ Προρρητικῷ γεγραμμένων ἐν τρισὶν ὑπομνήμασιν, οἷς ἐποιησάμην εἰς αὐτό. [15]
17a 501
φαίνεται γὰρ ὁ γράψας ἐκεῖνο τὸ βιβλίον πολλάκις ἐξ ἑνὸς ἢ δυοῖν τῶν κατὰ μέρος ὀφθέντων αὐτῷ καθολικὰς ἀποφάσεις ποιούμενος. ἐδείχθη δὲ καὶ συνδρομὰς γράφων πολλὰς ἐξ ἀνομογενῶν σημείων ἠθροισμένας. ἐδείχθη δὲ καὶ ὡς ἡ τοιαύτη διδασκαλία τοσοῦτον πλῆθος ἔχει συνδρομῶν, ὡς μηδʼ ἀριθμηθῆναι δύνασθαι. καὶ πρὸς τούτοις γʼ ἔτι καὶ τοῦτʼ ἐδείχθη κατὰ τὴν ἐξήγησιν ὧν ἔγραψεν ὁ τὸ Προρρητικὸν συνθείς, ὡς οὐκ ἐνδέχεται διδασκαλίαν ἑτέραν ἀμείνονα γενέσθαι τῆς κατὰ τὸ Προγνωστικὸν ὑφʼ Ἱπποκράτους γεγονυίας, ἑνὸς ἑκάστου σημείου τὴν δύναμιν αὐτοῦ διδάξαντος ἰδίᾳ. μηδὲ γὰρ ἄλλως δύναται πολλῶν ἅμα συνελθόντων προγνωσθῆναί τι. τοῖς μὲν οὖν ἀνεγνωκόσιν ἀμφότερα τὰ βιβλία, τό τε Προγνωστικὸν καὶ τὸ Προρρητικόν, οἶδʼ ὅτι σαφῆ τὰ νῦν εἰρημένα πάντʼ ἐστίν. εἰ δὲ καὶ τοῖς ἡμετέροις ὑπομνήμασι 〈τοῖς〉 εἰς αὐτὰ προεντετυχηκώς τις εἴη, καὶ χωρὶς τῶν νῦν εἰρημένων ὑπʼ ἐμοῦ γινώσκειν δύναται τὸ μοχθηρὸν τῆς τοιαύτης ἐξηγήσεως. [15]
17a 502
τοὺς δʼ οὐκ ἀνεγνωκότας ἐπʼ ἐκεῖνα μὲν ἀφικέσθαι πρότερον ἀξιῶ, μετὰ ταῦτα δὲ πάλιν ἐνταῦθα παραγενομένους ἀκοῦσαί τε καὶ κρῖναι τὰ πρὸς ἐμοῦ νῦν εἰρημένα. λαβὼν γὰρ ἔναγχός τι τῶν εἰς τὸ προκείμενον βιβλίον ὑπὸ Λύκου τοῦ Μακεδόνος ὑπομνημάτων γεγονότων εὗρον ἐν τῇ τοῦ Πυθίωνος ἐξηγήσει τρεῖς ῥήσεις ἐκ τοῦ Προρρητικοῦ γεγραμμένας, ὧν ἐπὶ μὲν τῆς πρώτης κατὰ λέξιν οὕτως ἔλεγεν· “αἱ τρομώδεες, ἀσαφέες, ψηλαφώδεες παρακρούσιες πάνυ φρενιτικαί, ὡς καὶ Διδυμάρχῳ ἐν Κ ῷ.” ἐπὶ δὲ τῆς δευτέρας ὧδε· “τὰ τρομώδεα γενόμενα ἐφιδρῶσι φιλυπόστροφα.” καὶ ἡ τρίτη δὲ κατὰ τήνδε τὴν λέξιν ἐγέγραπτο· “τὰ [δʼ] ἐπὶ ταραχώδεσιν ἀγρύπνοις οὖρα ἄχροα, μέλασιν ἐναιωρεύμενα, παρακρουστικά.” αὗται μὲν αἱ ἐκ τοῦ Προρρητικοῦ ῥήσεις ὑπὸ τοῦ Λύκου προσεγράφησαν, ὡς εἰρηκότος οὕτως Κοΐντου κατὰ τὴν ἐξήγησιν τοῦ προκειμένου Πυθίωνο c. ἐμοὶ δέ, ἐπειδήπερ ἠναγκάσθην τὰ κακῶς εἰρημένα διελέγχειν, καίτοι διὰ τῶν ἔμπροσθεν ὑπομνημάτων πεφυλαγμένος αὐτὸ πρᾶξαι, βέλτιον εἶναι δοκεῖ τὴν τῶν τοιούτων ἐξηγήσεων μοχθηρίαν δηλῶσαι. [15]
17a 503
πρῶτον μὲν οὖν οὐδʼ ἐφαρμόττει τοῖς νῦν εἰρημένοις ἐπὶ τοῦ Πυθίωνος ἡ τοῦ Προρρητικοῦ ῥῆσις. οὔτε γὰρ μετὰ σιγῆς ἐφρενίτισεν οὔτε πάνυ φρενιτικὸς ἐγένετο. δέδεικται δʼ ἡμῖν ἐξηγουμένοις τὸ Προρρητικόν, ὁποῖαί τέ τινές εἰσιν αἱ μετὰ σιγῆς παραφροσύναι καὶ διὰ τί “πάνυ φρενιτικὰς” εἶπεν αὐτάς, ὧν οὐδέτερον ἐπὶ τοῦ Πυθίωνος ἐγένετο· καὶ γὰρ οὐκ ἄνευ σιγῆς ἐλήρει καὶ μετρίως ἐφρενίτισεν. ἡ δὲ δευτέρα ῥῆσις, καθʼ ἣν λέγει· “τὰ τρομώδεα γινόμενα ἐφιδρῶσι φιλυπόστροφα”, τοὐναντίον ἐνδείκνυται τοῦ συμβάντος τῷ Πυθίωνι, μὴ γενομένων 〈ἐφʼ ἱδρῶσιν αὐτῷ τῶν τρόμων 〉, ἀλλʼ ἐξ ἀρχῆς μὲν συνεισβαλόντων, ὕστερον δὲ κατὰ τὴν δεκάτην ἡμέραν ἱδρώσαντος αὐτοῦ, ὥστʼ οὐκ ἐπὶ τοῖς ἱδρῶσιν οἱ τρόμοι φαίνονται γεγονότες, ἀλλʼ ἐπὶ τοῖς τρόμοις οἱ ἱδρῶτε c. ἡ λοιπὴ δὲ καὶ τρίτη ῥῆσις, ἐν ᾗ φησι· “τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις οὖρα 〈ἄχροα〉, μέλασιν ἐναιωρεύμενα, παρακρουστικά”, προσηκόντως ἂν ὑπὸ τοῦ Λύκου παρείληπτο τοῦ Πυθίωνος ἀγρυπνήσαντος μὲν πρῶτον οὐκ ἄνευ ταραχῆς, οὐρήσαντος δʼ οὖρον ἔχον ἐναιώ ρημα μέλαν, εἶθʼ οὕτως παραφρονήσαντος ὕστερον. [15]
17a 504
ἐπεὶ δʼ οὔτʼ οὔρησε τοιαῦτα, (τὸ γὰρ ἐπινέφελον ἐναιώρημα πάμπολυ διαφέρει τοῦ μέλανος,) οὔτʼ ἐπʼ ἀγρυπνίαις ταραχώδεσιν ἐφρενίτισεν, ἀλλʼ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἐλήρησε ν, οὐκ ὀρθῶς παρείληπται. τί γὰρ ἐκώλυεν αὐτὸν εἰπεῖν ἐναιώρημα μέλαν, εἶτα τὴν ἀγρυπνίαν μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ, μετὰ δὲ ταύτας ἐν τῇ τρίτῃ πάλιν καὶ ταῖς ἐφεξῆς τὴν παραφροσύνην; ἀλλὰ καὶ αὐτὸς ὁ Λύκος ἐξηγούμενος τὴν ” ἐπινέφελο ν” φωνὴν οὐκ ἐτόλμησεν εἰπεῖν δηλοῦσθαι πρὸς αὐτῆς τὸ μέλαν. ἐκ περιττοῦ τε οὖν ταῦτα προσέθηκεν, εἰ χρὴ λέγειν ἐκ περιττοῦ τὰ μὴ μόνον ἄχρηστα πρὸς τὸ προκείμενον, ἀλλὰ καὶ παντάπασι ψευδῆ, παρέλιπέ τε τὰ κυριώτατα τῶν ὑφʼ Ἱπποκράτους εἰρημένων ἐπισκέπτεσθαι, τίς μὲν ἡ τῶν τρόμων ἐστὶ διάθεσις, ὅστις δʼ ὁ πεπονθὼς τόπος ἐπὶ ταῖς τρομώδεσι χερσί ν, ἢ πόθεν τὰ ποικίλα πτύσματα τὰ πολλὰ τούτοις ἑπόμενα, περὶ ὧν ἐγὼ διῆλθον. ὅλως γὰρ οὐδὲν τούτων ἐπισκεψάμενος ἑαυτῷ προὔβαλεν ὡς ζήτημα τὸ μηδʼ ὅλως ὂν ζήτημα κατὰ λέξιν οὕτως· “τῇ ἑβδόμῃ ἡμέρῃ τὸ στόμα παρειρύσθ η”. [15]
17a 505
καὶ δοκεῖ ἡ ἱστορία αὕτη μαχομένη εἶναι τῇ ἀποφάσει τῇ οὕτως ἐν Ἀφορισμοῖς ἐχούσῃ· “ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ἢ ῥὶς ἢ ὀφθαλμὸς ἢ ὀφρὺς διαστραφῇ, ἢ μὴ βλέπῃ, ἢ μὴ ἀκούῃ, 〈ἤδη〉 ἀσθενέος ἐόντος 〈τοῦ σώματος〉 ἢ ὅ τι ἂν τούτων γένηται, ἐγγὺς ὁ θάνατος.” αὕτη ἡ τοῦ Λύκου ῥῆσις ἑαυτῷ προβαλόντος ὡς ζήτημα τὸ μηδʼ ὅλως ἔχον ἀμφιβολίαν. ἐν μὲν γὰρ τοῖς Ἀφορισμοῖς εἴρηκεν· “ἤδη ἀσθενέος ἐόντος 〈τοῦ σώματος〉”, ὁ Πυθίων δʼ οὐκ ὢν ἀσθενὴς παρειρύσθη τὸ στόμ α. καὶ μέντοι καὶ λύων, ὃ προὔβαλεν αὐτὸς ὁ Λύκο c, οὐδὲν ἄλλο εἶπεν εἰς τὴν λύσιν αὐτοῦ 〈πλὴν〉 τοῦδε τοῦ νῦν ὑπʼ ἐμοῦ λελεγμένου. τὸ μὲν οὖν πρόδηλον ὂν ὡς ζήτημα προὔβαλεν, οὐδὲν δὲ τῶν ἄλλων, ἃ χρήσιμα τοῖς ἔργοις τῆς τέχνης, ἐζήτησεν, οὔτε τίς ἦν ἡ διάθεσις τῷ Πυθίωνι, διʼ ἣν ἐγένετο τὰ προγεγραμμένα συμπτώματα, 〈οὔτε〉 τίς τῶν τόπων ἢ τίνες ἐπεπόνθεσαν. ἀλλʼ οὐδὲ περὶ τῆς φλεβοτομίας ὡς παραλελειμμένης ἐπεσημήνατο, χυμῶν δὲ καὶ κράσεων οὐ μόνον νῦν, ἀλλʼ οὐδὲ κατʼ ἄλλην τινʼ ἐξήγησιν ἀρρώστων ἢ καταστάσεων ἐμνημό νευσεν, ἃ μάλιστα ἐχρῆν ἐπισκοπεῖσθαι τὸν ἐξηγούμενον Ἱπποκράτειον βιβλίον, ὥσπερ καί, εἴ τις Ἀσκληπιάδειον ἐξηγοῖτο, πόρους καὶ ὄγκους ἄναρμά τε στοιχεῖα καὶ τὴν πρὸς τὸ λεπτομερὲς φοράν ἐστιν αὐτῷ ῥητέον· εἰς ταύτας γὰρ τὰς ἀρχὰς ἐκεῖνος ἀνάγει πάντα. [5]
17a 506
θερμὸν δὲ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν Ἱπποκράτης αἰτιᾶται, καθάπερ τὸ περιέχον ἐν τοῖς τῶν ζῴων σώμασιν. οὕτω δὲ καὶ τέτταρας χυμοὺς ἀλλήλων τὴν κρᾶσιν διαφέροντας αἰτίους εἶναί φησι τῆς θʼ ὑγείας καὶ τῶν νοσημάτων, τῆς μὲν ὑγείας, ὅταν συμμέτρως ἔχωσι πρὸς ἀλλήλους, τῶν νοσημάτων δʼ, ὅταν πλεονάζωσιν ἢ ἐλλείπωσιν ἢ μεταστῶσιν ἐξ οἰκείας χώρας εἰς ἀλλοτρίαν. εἰς ταύτας γοῦν τὰς ἀρχὰς καὶ οἱ πρὸ Λύκου καὶ Κοΐντου τῶν Ἱπποκράτους ἐξηγησάμενοί τι βιβλίον ἐμπειρικοὶ πάντʼ ἀνάγειν πειρῶνται, καθάπερ ἐν δράματι φυλάττοντες ἔνιοι τὴν οἰκείαν ὑπόκρισιν τοῦ περικειμένου προσώπου. ὥσπερ γὰρ Ἐρασίστρατον ἐξηγούμενός τις ὀρθῶς ἂν ἀπέχοιτο τοῦ περὶ χυμῶν λέγειν ἢ κράσεων, οὕτως ὁ λέγειν ἐπιχειρῶν ὁτιοῦν εἰς Ἱπποκράτειον σύγγραμμα τὴν ἐκείνου γνώμην ὀρθῶς ἂν ποιοῖτο σκοπὸν τῆς ἐξηγήσεως. [15]
17a 507
ἴσως οὖν ἄμεινόν ἐστι Λύκῳ μὲν συγγινώσκειν ὡς νόθῳ τῆς Ἱπποκράτους αἱρέσεως ἐν οἷς ἂν ἁμαρτάνων φαίνηται, πλὴν εἴ τις αὐτῷ τοῦτο μέμφοιτο τὸ γράφειν ἐξηγήσεις μὴ δυνάμενον ὑποκρίνασθαι τὸ δρᾶμα. παραπλήσιον γὰρ τοῦτο τῷ κωμῳδίαν ἢ τραγῳδίαν ἐπιχειρεῖν ὑποκρίνεσθαι μὴ δυνάμενον. ἐπὶ δὲ τοὺς Ἱπποκρατείους ἑαυτοὺς ὀνομάσαντας ἐλθών τις οὐκ ἂν εἰκότως αὐτοῖς συγγνοίη παραπλησίως τοῖς ξένοις τε καὶ νόθοις τῆς αἱρέσεως ἐσφαλμένοις. ὅταν δὲ καὶ τὰ σφάλματʼ αὐτῶν οὐ μόνον ἀποχωρῇ τῆς Ἱπποκράτους γνώμης, ἀλλὰ καὶ τῆς ἐν τοῖς πράγμασιν ἀληθείας, διπλασίως ἄν τις αὐτοῖς μέμψαιτο. κάλλιστον μὲν γάρ ἐστιν ἀμφοτέρων ἔχεσθαι τῶν σκοπῶν τῶνδε τὸν [ἀκόλουθον] ἐξηγητήν, ἀκόλουθά τε λέγοντα τῷ συγγραφεῖ καὶ ἀληθῆ. θάτερον δὲ μόνον φυλάττοντι μεμπτέον ὡς τοῦ ὅλου τὸ ἥμισυ διεφθαρκότι. τὸν δὲ μήτʼ ἀληθῆ λέγοντα μήτʼ ἀκόλουθα τῷ γεγραφότι τὸ βιβλίον ἐξηγητὴν ἐσχάτως ἁμαρτάνειν ὑποληπτέον. οἱ τοίνυν περὶ τὸν Σαβῖνον καὶ τὸν μαθητὴν αὐτοῦ Μητρόδωρον, ἀκριβέστεροι δόξαντες εἶναι τῶν ἔμπροσθεν Ἱπποκρατείων, ὅμως καὶ αὐτοὶ φαίνονται μοχθηρῶς ἐξηγούμενοι πολλάκις τὸν Ἱπποκράτη ν. [15]
17a 508
αὐτίκα γέ τοι κατὰ τὸν προκείμενον ἄρρωστόν φασιν αὐτοῖς ὀνόμασιν· “ὥσπερ ʼὁ σπασμὸς γίνεται καὶ ὑπὸ πληρώσεως καὶ ὑπὸ κενώσεωςʼ, οὕτως καὶ ὁ τρόμος μικρὸς ὢν σπασμὸς ὑπὸ τῶν ἐναντίων ἀποτελεῖται.” περὶ μὲν οὖν τῆς αἰτίας, ὑφʼ ἧς γίνεται τὰ τοιαῦτα παθήματα, δογματικῶν ἀνδρῶν ἐστιν, οὐκ ἐμπειρικῶν ἐπισκέπτεσθαι· τὸ μέντοι γνωρίζειν αὐτὰ καὶ διακρίνειν ἀπʼ ἀλλήλων ἀναγκαῖόν ἐστι καὶ τοὺς ἐμπειρικοὺς δύνασθαι. φαίνονται δʼ ἐν αὐτῷ τούτῳ πρῶτον οἱ περὶ τὸν Σαβῖνον ἐσφαλμένοι, μικρὸν σπασμὸν εἰπόντες εἶναι τὸν τρόμο ν. ὅλῳ γὰρ τῷ γένει διενήνοχεν ἀλλήλων τὰ πάθη ταῦτα. διαφερέτω δὲ μηδὲν ἔν γε τῷ παρόντι πάθη καλεῖν ἢ συμπτώματα τὰς βλάβας τῶν ἐνεργειῶν. οὐ γὰρ διαθέσεις γέ τινες ἐν τοῖς στερεοῖς τοῦ ζῴου μορίοις εἰσίν, ὡς οἴδημα καὶ φλεγμονὴ καὶ σκίρρος, ἀλλʼ ὥσπερ αἱ ἐνέργειαι κατὰ τὸ γίνεσθαι λαμβάνουσι τὴν ὕπαρξιν, οὐ κατὰ τὸ μονίμως καθʼ ἕξιν ὑπάρχειν, οὕτω καὶ τὰ παθήματα αὐτῶν. [15]
17a 509
ἁπάσης γὰρ κινήσεως ἐν τῷ γίνεσθαι τὸ εἶ ναι κτωμένης οὔσης τέ τινος ἐν τοῖς ζῴοις προαιρετικῆς κινήσεως, ὥσπερ ἑτέρας ἀπροαιρέτου καὶ φυσικῆς, αἱ βλάβαι τῆς προαιρετικῆς ἐν ταῖς τῶν μυῶν γίγνονται κινήσεσιν, ὑφʼ ὧν καὶ τὰς κατὰ προαίρεσιν ἴσμεν ἀποτελουμένας. ἀλλὰ τὸ μὲν κατὰ φύσιν ἐν αὐταῖς ἓν 〈καὶ〉 ἁπλοῦν ἐστι, τὸ δὲ παρὰ φύσιν ἐν πρώταις μὲν γίγνεται δύο διαφοραῖς, ἤτοι χωρὶς προαιρέσεως κινουμένων τῶν μορίων, ἃς ἔμπροσθεν ἐκινοῦντο κινήσεις καθʼ ὁρμήν, ἢ κατὰ προαίρεσιν. [ἔστι μὲν οὐ κατὰ φύσιν,] διαφέρει δʼ οὐδὲν ἤτοι καθʼ ὁρμὴν εἰπεῖν ἢ κατὰ προαίρεσιν εἴς γε τὸ παρόν. αὐτῶν δὲ τῶν ἄνευ προαιρέσεως γιγνομένων κινήσεων ἐν τοῖς προαιρετικῶς πεφυκόσι κινεῖσθαι τὸ μέν τι σπασμὸς ὀνομάζεται, τὸ δὲ παλμός, τὸ δὲ ῥῖγος, ἀλλήλων διαφέροντα. καθόλου δὲ περὶ τούτων λέλεκται διʼ ἑνὸς ὅλου βιβλίου. τῆς δὲ κατὰ προαίρεσιν μέν, οὐ κατὰ φύσιν δὲ κινήσεως γινομένης ἓν εἶδός ἐστιν, ὃ καλεῖται τρόμο c, ὑπὲρ οὗ νῦν ἀναγκαῖόν ἐστιν εἰπεῖν, ἐπεὶ καὶ περὶ τῶν ἄλλων ἕνεκα τούτου λέλεκταί τι. γίνεται τοίνυν ὁ τρόμος οὐ μόνον ἐπὶ νοσοῦσι μυσί τε καὶ νεύροις, ἀλλὰ καὶ κατὰ φύσιν ἔχουσιν, ὅταν ὑπὲρ τὴν δύναμίν τις αἴρειν ἐπιχειρήσῃ βάρος ὁτιοῦν ἢ ταῖς χερσὶ βαστάζων ἢ τοῖς ὤμοις ἀναθέμενος. [15]
17a 510
ὁρῶνται γοῦν ἔνιοι τῶν ἰσχυροτάτων νεανίσκων ἐν τῷ βαστάζειν ὑπέρβαρύ τι τρομώδεις τοῖς σκέλεσι γιγνόμενοι, καὶ μάλισθʼ ὅταν ἀναβαίνειν ἐπιχειρήσωσι κλίμακας. ὅπερ δʼ ἐκείνοις ἐπὶ μεγίστοις ἄχθεσι, τοῦτο γέρουσί τε καὶ τοῖς ἄλλοις ἀσθενέσιν ἐπὶ τοῖς ἐλάττοσι γίνεται· βαρέα γὰρ ἤδη καὶ ταῦτα τοῖς ἀσθενέσι. καὶ τοίνυν καὶ πάθη τινὰ ψυχικὰ τρομώδεις ἐργάζεται. λέλεκται γοῦν κἀν τῷ Περὶ χυμῶν ”〈παρά τε κοῖλον〉 καὶ παρὰ κρημνὸν παριόντι τὰ σκέλεα τρέμειν”, διὰ τὸν φόβον δηλονότι καταλύοντα τὴν δύναμιν, ὥσπερ εἰ καὶ ἄλλος τις ἔδεισεν ἐπερχόμενον ἰδὼν θηρίον ἢ λῃστὰς ἢ πολεμίους. εἰκότως οὖν ἡμῖν ἀποδέδεικται κατὰ τὸ Περὶ τρόμου 〈καὶ παλμοῦ〉 καὶ σπασμοῦ καὶ ῥίγους ὑπόμνημα διʼ ἀρρωστίαν δυνάμεως ἀεὶ γίγνεσθαι τρόμον. ἐπεὶ δʼ ἐνίοτε μὲν αὐτὴ καθʼ ἑαυτήν ἐστιν ἄρρωστος, ἐνίοτε δὲ διὰ πάθος ψυχικὸν ἢ καὶ μηδʼ ὅλως πεπονθυῖα κατὰ τὸν ἴδιον λόγον ὑπὸ βαρέος φορτίου τοῦτο πάσχει, τρεῖς αὐ τοῦ φαμεν εἶναι διαφορὰς τῶν αἰτίων, δυσκρασίαν τῶν προαιρετικῶν ὀργάνων 〈ἢ〉 πάθος ψυχικὸν ἢ βαρὺ φορτίον. [15]
17a 511
ὅταν οὖν μήτε δείσαντι μήτε βαστάζοντι φορτίον ὁ τρόμος 〈τινὶ〉 γίνηται, δυοῖν θάτερον, ἢ δυσκρασία τῶν ὀργάνων ἐστὶν ἤ τι βάρος ἐν αὐτῷ τῷ σώματι περὶ τοὺς μῦς ἢ τὰ νεῦρα. παράκειται δέ τις ἀπάτη τῷ λόγῳ, περὶ ἧς εἴρηται κατὰ τὸ Περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους ὑπόμνημα. φαίνονται γάρ τινες καὶ ταῖς χερσὶ καὶ τῇ κεφαλῇ τρομώδεις ἄνευ τοῦ προελέσθαι κινεῖν τὰ μόρια καὶ δοκεῖ κατὰ τοῦτο ψευδῶς εἰρῆσθαι προελομένοις ἐνεργεῖν τι γίγνεσθαι. ἀλλʼ ἐὰν ἐννοήσῃς, ὡς ἐπὶ προσκεφαλαίου καταθέμενός τις τὸν αὐχένα παύεται τρέμων τὴν κεφαλὴν ἀποθέμενός τε τὰς χεῖρας οὐκέτʼ οὐδὲ ταύτας τρέμει, πιστεύσεις ὀρθῶς εἰρῆσθαι τοῖς ἀργοῦσι παντάπασι μόριον ὁτιοῦν οὐ γίγνεσθαι τρόμον ἐν αὐτῷ, ἐὰν δʼ ἐξαίρωσιν ἢ φυλάττωσιν ἐξηρμένον αὐτό, τηνικαῦτα γίνεσθαι τὸ σύμπτωμα. τοσούτου γὰρ δέουσιν ἡσυχάζειν τοῖς μυσὶν οἱ οὕτως ἐνερ γοῦντες, ὥστε τοὺς ἀντιτεταγμένους ἀλλήλοις ἅμα κινοῦσιν, οἷον ἐπὶ χειρός, ὅσοι τʼ ἐξαίρουσι καὶ ὅσοι κατασπῶσι τὸ μόριον ἐκτείνουσί τε καὶ κάμπτουσι, καὶ ῥωμαλεωτέρας γε τῆς δυνάμεώς ἐστι χρεία τοῖς ἐπηρμένην ἐγγώνιον τὴν χεῖρα φυλάττουσι τῶν ἐκτεινόντων ἢ καμπτόντων αὐτήν. [5]
17a 512
οἱ μὲν γὰρ ἐκτείνοντες ἑνὶ γένει τῶν μυῶν ἐνεργοῦσι τῷ τοῦτο πεφυκότι δρᾶν, ἀργούντων τηνικαῦτα τῶν καμπτόντων αὐτήν· οἱ δὲ κάμπτοντες ἐνεργοῦσι μὲν τοῖς κάμπτειν πεφυκόσιν, ἀργοῦσι δὲ τοῖς ἐκτείνειν δυναμένοις. ἐὰν δʼ ἐπάρας τις ἐγγώνιον ὑψηλὴν ἔχῃ τὴν χεῖρα, μήτε κάμπτων μήτε ἐκτείνων, ἰσοσθενῶς ἀμφοτέροις τοῖς μυσὶν ἐνεργεῖ, καθάπερ ἐν τοῖς καλουμένοις τετάνοις. οὔκουν ἐλάττονός ἐστιν ἰσχύος χρεία τοῖς ἐπὶ ταὐτοῦ σχήματος ἢ τὸ σκέλος ἢ τὸν τράχηλον ἢ τὴν χεῖρα φυλάττουσιν ἄνευ τοῦ κατά τινος ἐρηρεῖσθαι στερεοῦ σώματος ὀχοῦντός τε καὶ βαστάζοντος τὸ κῶλον 〈ἢ τοῖς ἐκτείνουσί τε καὶ κάμπτουσιν ὁτιοῦν μόριον〉. ἀλλʼ ὅταν μὲν ὑπερέχῃ πολλῷ τοῦ βάρους τῶν βασταζομένων μορίων ἡ κινοῦσα δύναμις αὐτά, ῥᾳδίως μὲν ἐξαίρει, ῥᾳδίως δʼ ἐξηρμένα φυλάττει. [15]
17a 513
ὅταν δὲ ὑπερέχηται πολλῷ, καθάπερ ἐπὶ τῶν παραλελυμένων, οὐδʼ ὅλως ἐξᾶραι δύναται. ὅταν δʼ ἰσοσθενής πως ὑπάρχῃ, νικᾷ τε καὶ νικᾶται κατὰ μέρος· νικῶσα μὲν ἐπὶ τοῦ αὐτοῦ σχήματος φυλάττει τὴν ἀνατεταμένην χεῖρα, νικωμένη δὲ ὑπορρεῖν ἐᾷ κάτω. νόησον δή μοι τοῦτο γίνεσθαι συνεχῶς οὕτως, ὡς ἅμα μὲν τῷ νικῆσαι ταύτην ἀναφέρειν τὸ κῶλον, εὐθέως 〈δὲ〉 νικηθεῖσαν ὑπὸ τοῦ βάρους τῶν ἀναφερομένων ἐπιτρέπειν αὐτοῖς φέρεσθαι κάτω, ἅμα δʼ αὖ πάλιν τῷ νικᾶν ἐκεῖνα τὴν δύναμιν ἀντιλαμβανομένην αὐτῶν αὖθις ἀναφέρειν ἐπιχειρεῖν, εἶτʼ 〈ἐν〉 ἐλαχίστῃ χρόνου ῥοπῇ τῆς ἀμοιβῆς ταύτης γινομένης καὶ τῆς μὲν ἐπὶ τὸ κάτω κινήσεως ἀντισπωμένης εὐθέως ἄνω, τῆς δʼ ὑψούσης τὸ κῶλον ἀνθελκομένης κάτω παραχρῆμα, μήτʼ ἀκριβῶς ἄκλονόν τε καὶ ἀρρεπὲς φυλάττεσθαι τὸ κῶλον, ἀλλὰ μηδʼ ἀξιολόγους ἔχειν ἐφʼ ἑκάτερα τὰς κινήσεις ἐν βραχέσι διαστήμασι καὶ χρόνων καὶ τόπων φυλαττομένας. ὁ μὲν δὴ τρόμος τοιαύτη τίς ἐστι κίνησις, ὡς ἐν ὀλίγῳ περιλαβεῖν ἃ διὰ μακροτέρων εἴρηται κατὰ τὸ προδεδηλωμένον βιβλίον. [15]
17a 514
ὁ δʼ ἐν τῷ νοσώδει ῥίγει γινόμε νος κλόνος τῶν μορίων ἄνευ τε προαιρέσεως ἀποτελεῖται καὶ κατὰ μεγάλα διαστήματα τῶν ἐναντίων κινήσεων ἀλλήλας διαδεχομένων ἅμα ψύξεως αἰσθήσει. παραπλήσιον δʼ ἐστί πως τούτῳ πάθος ἄλλο μυῶν τε καὶ νεύρων, ὃ καλεῖται σπασμός, ὁμοίας μὲν κατὰ πάντα καὶ διὰ τῶν αὐτῶν ὀργάνων γιγνομένης ἐν αὐτῷ τῆς κινήσεως, ἣ κἀν τῷ καθʼ ὁρμὴν αὐτὰ κινεῖσθαι γίνεται, διαφερούσης δὲ μόνῳ τῷ μὴ καθʼ ὁρμήν, ὁπότε σπᾶται, κινεῖσθαι. περὶ δὲ παλμοῦ περιττόν ἐστί μοι λέγειν ἐνταῦθα, μή πως ἀναγκασθῶ καὶ περὶ σφυγμοῦ λέγειν, τινὰ κοινωνίαν ἔχειν φαινομένου πρὸς παλμόν. ἱκανῶς γὰρ ἤδη μοι καὶ τὰ περὶ τοῦ τρόμου μεμήκυνται παρὰ τὴν ἐμὴν προαίρεσιν ἐν ἐξηγητικῷ βιβλίῳ. τῷ βουλομένῳ δʼ ἀκριβῶς ὑπὲρ ἁπάντων τῶν εἰρημένων συμπτωμάτων ἐκμαθεῖν τῆς τε διαγνώσεως καὶ τῆς γενέσεως ἔξεστιν ἀναγινώσκειν τὸ βιβλίον, ἐν ᾧ τελέως ὑπὲρ ἁπάντων αὐτῶν διῆλθον, ἐπεί τοι καὶ περὶ λυγγὸς καὶ βηχὸς καὶ πταρμοῦ καί τινων ἑτέρων τοιούτων κινήσεων ἐμοὶ μὲν ἐν τοῖς 〈Περὶ〉 τῶν συμπτωμάτων αἰτίων διώρισται τάς τε διαγνώ σεις καὶ τὰς διαφορὰς τῶν κινήσεων καὶ τὰς αἰτίας αὐτῶν ὑφʼ ὧν γίγνονται διελθόντι. [15]
17a 515
τοῖς δὲ περὶ τὸν Σαβῖνον ἐν ἅπασι τοῖς τοιούτοις ἢ μεῖζον ἢ μεῖόν τι παρῶπται, ὥστε πάλιν ἑτέρῳ τρόπῳ τοὺς περὶ τὸν Κοΐντον καὶ Λύκον ὡς φρονιμωτέρους ἐκείνων ἀποδεκτέον ἐστίν, ὅτι μηδʼ ἐπεχείρησαν εἰπεῖν τι περὶ τῶν τοιούτων, ἀλλʼ ὡς ἐμπειρικοὶ τὰς ἐξηγήσεις ἐποιήσαντο. καίτοι καὶ τῶν ἐμπειρικῶν ἔνιοι, καθάπερ ἔφην, ὡς ἐν δράματι τὸ περικείμενον ὑποκρίνονται πρόσωπον, Ἱπποκράτειον μὲν ἐξηγούμενοι βιβλίον ὡς Ἱπποκράτειοι, τῶν δʼ Ἐρασιστράτου τι καὶ Ἡροφίλου καὶ Ἀσκληπιάδου καὶ τῶν ἄλλων 〈ὡς〉 ἀπʼ ἐκείνων ἑκάστου τῆς αἱρέσεως ὄντες. ὅπερ οὖν ἀεὶ λέγω, καὶ νῦν εἰπὼν ἐπʼ ἄλλο τι μεταβήσομαι, τὴν ὑπὲρ ἑκάστου διδασκαλίαν ὧν ἐπίστασθαι χρὴ τὸν ἰατρὸν ἰδίᾳ ποιησάμενον, οὕτως ἐπὶ τὰς ἐξηγήσεις ἔρχεσθαι προσήκειν τῶν Ἱπποκρατείων βιβλίων, τὰ μὲν συμπεράσματα ἀποδείξεων καθʼ ἕκαστον αὐτῶν ἀναμιμνῄσκοντα, τῶν δʼ ἀποδείξεων αὐτῶν μὴ καταμνημονεύοντα. τοῦτʼ οὖν ἡμεῖς μὲν ἐποιήσαμεν, ἄλλος δʼ οὐδεὶς τῶν γεγρα φότων ἐξηγήσεις Ἱπποκρατείων συγγραμμάτων, ἀλλʼ ἥμαρτον ἐν τούτοις ἅπαντες. [15]
17a 516
ἄλλη μὲν γάρ ἐστιν ἡ διδάσκουσα τὰ πράγματα διδασκαλία κατὰ διέξοδον ἀκριβῶς γινομένη, διαφέρει δʼ αὐτῆς ἡ κατὰ τὰς ἐξηγήσεις τῶν συγγραμμάτων, οὐ ταὐτὸν ἑκατέρα τὸ προκείμενον ἔχουσα. τῆς μὲν γὰρ κατὰ διέξοδον σκοπός ἐστιν ἀληθείας εὕρεσις, ἐν δὲ ταῖς ἐξηγήσεσι πρόκειται γνῶναι τὴν δόξαν τοῦ παλαιο ῦ. προμεμαθηκότα γοῦν ἀκριβῶς ἕκαστα μετὰ ταῦτα χρὴ πρὸς τὰς ἐξηγήσεις ἔρχεσθαι τῶν παλαιῶν συγγραμμάτων, τὸν μὲν πρῶτον ἔχοντα 〈σκοπὸν〉 εὑρεῖν τὴν γνώμην τοῦ παλαιο ῦ, 〈τὸν〉 δεύτερον δʼ ἐπʼ αὐτῷ, πότερον ὀρθῶς ἢ οὐκ ὀρθῶς εἴρηται, καὶ τοῦτό 〈γε〉 ποιεῖν ἀναμιμνῄσκοντα τῶν ἀποδεδειγμένων ἐν ταῖς πραγματείαις ὑπὲρ ἑκάστου τῶν κατὰ τὴν ἰατρικὴν θεωρημάτων. ὅσοι δὲ τῶν ἐξηγουμένων ἀπόδειξιν οἷς λέγουσιν ἐπιφέρειν οὐ δύνανται, περιλαλήσαντες τοὺς ἀκροατὰς ἀποστεροῦσι τῆς δόξης τοῦ συγγραφέως, ἀξιοῦντες οἷς λέγουσι διʼ ἐκεῖνον πιστεύεσθαι. καὶ διὰ τοῦτο μεταβαίνουσιν ἀπὸ ῥήσεων ἐπὶ ῥήσεις οὐδʼ οὖν οὐδὲ ταύτας οὐδέν τι συντελούσας τοῖς προκειμένοις. [15]
17a 517
ὅτι δʼ ἀδύνατόν ἐστι τὰς ἀποδείξεις τῶν ἐπιστημονικῶν λόγων ἐν ταῖς ἐξηγήσεσι γράφειν, καὶ ἐξ αὐτῶν τῶν νῦν εἰρημένων ἐστὶ δῆλον. οὐ μόνον γὰρ ἐπὶ Πυθίωνο c, ἀλλὰ καὶ 〈ἄλλων〉 πολλῶν ἀρρώστων Ἱπποκράτους μεμνημένου τῶν εἰρημένων συμπτωμάτων, εἰ μὲν ἐπὶ πάντων τις ἀναποδείκτως ἀποφαίνοιτο τὰ δόξαντα, διδασκαλίαν οὐδεμίαν ἐπιστημονικὴν ἐνθήσει ταῖς ψυχαῖς τῶν μαθητῶν, εἰ δὲ ἐπὶ τινῶν μὲν ἀρρώστων ἐρεῖ τὰς ἀποδείξεις, ἐπὶ τινῶν δὲ σιγήσει, κατὰ μὲν τὸ πρῶτον τῶν Ἐπιδημιῶν εἰ οὕτως ἔτυχεν αὐτὰς εἰπὼν ἁπάσας, ἐν δὲ τοῖς ἄλλοις ἀναπέμψας εἰς ἐκείνας, τὸ πρὸς ἡμῶν εἰρημένον ἐργάσεται, καθʼ ἓν μέντοι βιβλίον εἰπὼν τὸν τελειότατον ἅμα ταῖς ἀποδείξεσι λόγον, ἐν δὲ τοῖς ἄλλοις τὰ συμπεράσματα αὐτῶν γράψας. ἄτοπον δʼ αὐτὸ τοῦτο καθʼ ἑκάτερον ἔσται τρόπον· εἰς μὲν γὰρ τὸ πρῶτον τῶν Ἐπιδημιῶν, ἐὰν τοῦτό τις ἐξηγῆται πρῶτον, ἀναγκαῖον ἔσται πεντήκονθʼ ἡμῖν ὑπομνήματα γράψαι, δύο δὲ ἢ ἓν εἰς ἕκαστον τῶν ἄλλων· ὥστε, κἂν τὸ Προγνωστικὸν βούληταί τις ἢ Ἀφορισμοὺς ἀναγνῶναι, πρότερον ἀναγκαῖον αὐτῷ γίνεσθαι τὰς πεντήκοντα βίβλους ἀναγινώσκειν ἐξηγητικὰς τοῦ πρώτου τῶν Ἐπιδημιῶν. [15]
17a 518
οὕτως δὲ καί, ἐὰν ἀπʼ ἄλλου τινὸς ἄρξηταί τις ὑπομνήματα γράφειν, εἰς ἐκεῖνο μὲν γράψει τὰ πεντήκοντα, τῷ δʼ ἀναγνῶναί τι τῶν ἄλλων βουληθέντι πρότερον ἀναγκαῖον ἔσται τὰ πεντήκοντα ἐκεῖνα βιβλία προαναγνῶναι. καὶ μὴν μακρῷ βέλτιον ἕκαστον τῶν προβλημάτων ἢ θεωρημάτων ἢ ὅπως ἄν τις ἐθέλῃ καλεῖν ἰδίᾳ 〈σὺν ἀποδείξεσι〉 γεγραμμένον ἔχοντα πρὸς ἐκεῖνο παραγενέσθαι μόνον, ὅταν βουληθῇ τις ἐπιστημονικῶς διδαχθῆναι περὶ τῶν ἐν αὐτῷ γεγραμμένων. διὰ τοῦτʼ οὖν καὶ ἡμεῖς ὡς περὶ τρόμου καὶ σπασμοῦ καὶ παλμοῦ καὶ ῥίγους, οὕτως καὶ περὶ τῶν ἄλλων ἁπάντων ἰδίᾳ πραγματευσάμενοι τοῖς συμπεράσμασι τῶν ἀποδειχθέντων χρώμεθα κατὰ τὰς ἐξηγήσεις. ἀλλʼ οἵ γε περὶ τὸν Σαβῖνον οὔτʼ ἰδίᾳ 〈διʼ ἄλλων〉 ἀποδείξαντες, ὅπῃ διαφέρει τὰ τέτταρα ταῦτα πάθη, τρόμος καὶ σπασμὸς καὶ παλμὸς καὶ ῥῖγος, οὔτʼ ἐνταῦθά τινα λόγον, εἰ καὶ μὴ βέβαιον ἢ ἀληθῆ ἢ ἀποδεικτικόν, ἀλλὰ πιθανόν 〈γʼ〉 εἰπόντες, ἐν ἀρχῇ μὲν ἀπεφήναντο, μικρὸν εἶναι σπασμὸν τὸν τρόμον, ὀλίγον δὲ προελθόντες εἶδος σπασμοῦ τὸν τρόμον ἔφασαν ὑπάρχειν. [15]
17a 519
ἀλλὰ γὰρ ἕνεκα τοῦ θᾶττον ἀπαλλαγῆναι τῶν παρὰ γνώμην ἐλέγχων εἰς τοὺς μοχθηρῶς ἐξηγησαμένους ὑποκείσθω τὸν τρόμον εἶναι 〈μικρὸν〉 σπασμὸν ἢ εἶδος σπασμοῦ. πῶς οὖν ἐπὶ τοῦ Πυθίωνος ἐγένετο, μάθωμεν παρʼ αὐτῶν. “ὁ στόμαχος”, φασίν, “ἐπεπόνθει τἀνθρώπῳ κἀξ ἐκείνου κατὰ συμπάθειαν αἱ χεῖρες ἔτρεμο ν.” οὔτε δʼ ὅτι πάθος ἦν τι περὶ τὸν στόμαχον αὐτῷ τις δεῖξαι δύναται, μηδενός γε συμπτώματος εἰρημένου κατὰ τὴν διήγησιν τῶν συμβάντων τῷ Πυθίωνι, δυναμένου τὴν ἔνδειξιν ἡμῖν ποιήσασθαι τοῦ περὶ τὸν στόμαχον πάθους, οὔθʼ ὅτι κοινωνία τίς ἐστι τῷ στομάχῳ πρὸς τὰς χεῖρας ἔδειξαν. αὐτοὶ γὰρ λέγουσι τὰς κοινωνίας γίνεσθαι τριχῶς, ἢ διὰ γειτνίασιν ἢ διὰ τὴν κατὰ γένος ἢ ἔργον οἰκειότητα· κατὰ γένος μέν, ὅταν τὸ νευρῶδες τῷ νευρώδει καὶ τὸ φλεβῶδες τῷ φλεβώδει καὶ τὸ ἀρτηριῶδες τῷ ἀρτηριώδει συμπάσχῃ, κατʼ ἔργον δʼ, ὅταν οἱ τιτθοί τε καὶ ὁ θώραξ τοῖς γεννητικοῖς μορίοις. [15]
17a 520
ἀλλʼ οὐδὲ κατὰ μίαν τούτων τῶν κοινωνιῶν αἱ χεῖρες τῷ στομάχῳ δύνανται συμπάσχειν. οὔτε γὰρ ἔργον τι κοινὸν αὐτῶν ἐστιν οὔτε κατὰ τὰ νεῦρα κοινωνία, διʼ ἣν τὸ νευρῶδες ἐν ταῖς χερσὶ γένος εἰς συμπάθειαν ἀφίξεται τῷ στομάχῳ παθόντι. τῷ μὲν γὰρ στομάχῳ παρὰ τῆς ἕκτης τῶν ἀπʼ ἐγκεφάλου συζυγιῶν παραγίνεται νεῦρα, ταῖς δὲ χερσὶν ἀπὸ τῆς κατὰ τὸν ἕκτον καὶ τὸν ἕβδομον καὶ τὸν ὄγδοον σπόνδυλον χώρας ἐπὶ τοῦ νωτιαίου μυελοῦ. εὔλογον οὖν ἦν ὅσα παρὰ τῆς ἕκτης συζυγίας νενεύρωται μόρια συμπάσχειν τῷ στομάχῳ καὶ μὴ τὰς χεῖρα c. περὶ μὲν δὴ τοῦ τρόμου τοιαῦτα ληροῦσιν οἱ διὰ τὴν τῶν ἀφροδισίων ἀποχὴν ἀθροῖσαι πλῆθος ἡγούμενοι τὸν Πυθίων α. καίτοι τὰ μὲν ἀφροδίσια, κἂν εἰ τῷ κενοῦν οὐκ ἐᾷ πληθώραν ὑποτρέφεσθαι (δῶμεν γὰρ αὐτοῖς τοῦτο), τὸν γοῦν στόμαχον ἱκανῶς ἐκλύει, τῆς ἀποχῆς τῶν ἀφροδισίων εὐρωστότατον ἀπεργαζομένης αὐτόν, εἰ καὶ πλῆθος ἀθροίζοιτο. μοχθηρὸν δʼ ἱκανῶς ἐστι καὶ τὸ νομίζειν, εἴ τις ἐγκρατῶς διαιτᾶται, πλῆθος ἀθροίζειν αὐτόν· οὐ γὰρ τούτοις, ἀλλὰ τοῖς ἀργοῦσιν ἀθροίζεται τὸ πλῆθος. [15]
17a 521
εἰ δʼ ἀπέχοιτό τις ἀφρο δισίων, γυμναζόμενος οὕτως, ὥσπερ οἵ τʼ ἀθληταὶ καὶ οἱ σκάπτοντες καὶ θερίζοντες 〈ἢ ἄλλως γεωργοῦντες ἢ οἱ φορτία βαστάζοντες〉 ἤ τινα χειρωνακτικὴν τέχνην μετιόντες, οὐκ ἀθροίζει τὸ πλῆθος, 〈πλὴν εἰ διὰ τὸ τοῦ βίου μῆκος.〉 ἀλλʼ ἐκ τοῦ μηδὲν ὧν ἴσασι δύνασθαι σιγῆσαι συμβαίνει τοῖς ὀψιμαθέσιν ἐναντιώματα λέγειν ἀκαίρως φλυαροῦσιν. τίς γὰρ ἦν ἀνάγκη γράφειν Δημόκριτον μὲν εἰρηκέναι μικρὰν ἐπιληψίαν εἶναι τὴν συνουσίαν, Ἐπίκουρον δὲ μηδέποτε μὲν ὠφελεῖν ἀφροδισίων χρῆσιν, ἀγαπητὸν δʼ, εἰ μὴ βλάψειεν; ἐπὶ γὰρ τῶν ἐξ ἀφροδισίων ἀμέτρων νοσησάντων ἐχρῆν εἰρῆσθαι τοὺς λόγους, οὐκ ἐπὶ τῶν ἐναντίως αὐτοῖς διαιτηθέντων. ἀλλʼ ὅμως καὶ ταῦτʼ ἔγραψαν οἱ περὶ τὸν Σαβῖνον, οὐκ αἰσθανόμενοι τῆς ἐναντιολογίας. ἀτοπώτατον δὲ καὶ τὸ παραφρονῆσαι διὰ τὴν συνουσίας ἀποχὴν τὸν Πυθίων α· φασὶ γάρ τοι τὸ ἀθροισθὲν ἐν τῷ ἐγκεφάλῳ σπέρμα τῷ πλήθει βαρῦνον αὐτὸν ἐργάσασθαι τὸ τῆς παραφροσύνης σύμπτωμα, καθάπερ ὀστοῦν εἴωθε θλῖβον ἐπὶ τῶν καταγμάτων τῆς κεφαλῆς ἥ θʼ ἡμετέρα χεὶρ ἐργάζεσθαι παραφροσύνην· ἐν ᾧ πάλιν ἐνδείκνυνται μηδʼ ἀνατιτραμένῳ τινὶ παραγεγονό τες. [15]
17a 522
ὅταν γὰρ ἢ τοῖς δακτύλοις ἐπιθλίψῃ τις ἅμα ταῖς μήνιγξι τὸν ἐγκέφαλον ἢ διὰ τῶν καλουμένων μηνιγγοφυλάκων ἢ καὶ πρὸ τῆς ἀνατρήσεως ὀστοῦν ἐμπιεσθὲν θλίβῃ τὰ μόρια ταῦτα, παραφροσύναι μὲν οὐ γίγνονται, καταφοραὶ δὲ βαθεῖαι καὶ ἀκινησίαι καὶ ἀναισθησίαι συμβαίνουσι, καρουμένων ἰσχυρῶς ἐνίοτε τῶν οὕτω πασχόντων, ὥσπερ ἐν ταῖς ἰσχυραῖς ἀποπληξίαις. ὅταν δὲ καὶ τὰ ποικίλα πτύσματα 〈τοῦ Πυθίωνος 〉 διὰ τὴν ἐποχὴν τοῦ σπέρματος λέγωσι γεγονέναι, κάλλιόν ἐστι μηδὲν ἀντιλέγειν αὐτοῖς. ὑβρίζειν γὰρ ἑαυτόν ἐστιν ἐλέγχοντα μετὰ σπουδῆς τὰ μηδεμιᾶς σπουδῆς ἄξια. λέλεκται δʼ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ ἄλλα πολλὰ γελοίως αὐτοῖς, ὧν ἓν καὶ τοῦτʼ ἐστί· τὴν εἰς ἕδραν ἀπόστασίν φασι γενέσθαι τῷ Πυθίωνι διὰ τὴν γειτνίασιν τοῦ χωρίου, καθʼ ὃ τοῦ σπέρματος ἡ ἀπόκρισις γίνεται, διὰ δὲ τὴν εἰς ἕδραν ἀπόστασιν ἀκολουθῆσαι τὴν στραγγουρία ν. καὶ μέντοι καὶ ἄλλα τινὰ λέγουσιν, ἐξ ὧν ἐγκράτειαν ἀφροδισίων ὑποπτεύσειεν ἄν τις οὔτʼ ὀλίγων οὔτε μικρῶν νοσημάτων αἰτίαν γίγνεσθαι. [15]
17a 523
καὶ ταῦτα γράφουσιν αὐτοὶ μνημονεύσαντες ἐν τῇ τῶν προκειμένων ἐξηγήσει Δημοκρίτου τε καὶ Ἐπικούρου, μηδέπω μηδὲν ἀγαθὸν ἐξ ἀφροδισίων γενέσθαι φασκόντων. τὸ δὲ δὴ πάντων σοφώτατον· “ὥσπερ ὁ σπασμός”, φασίν, “ἐπὶ πληρώσει καὶ κενώσει γίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἕπεται ταῖς λαγνείαις καὶ ταῖς ἐγκρατείαις κοινὰ συμπτώματα, λογισμοῦ τε καὶ νεύρων πασχόντων.” ἐκ ταύτης οὖν τῆς σοφίας αὐτῶν ὁρμηθέντες ἡμεῖς καὶ πιστεύσαντες ἀληθῆ λέγειν οὐδὲ τοῖς ἀθληταῖς ἐπιτρέψομεν ἀπέχεσθαι συνουσίας, μή πως ἐκ τούτου σπασθῶσιν ἢ παραφρονήσωσιν. καὶ ταῦτά γε πάντα καὶ πρὸς τούτοις ἔτι τἄλλα, ὅσα κατὰ τὴν διήγησιν ἔγραψεν ὁ Ἱπποκράτη c, γενέσθαι τῷ Πυθίωνί φασιν, ὡς ἀκριβῶς πεπεισμένοι τὴν τῶν ἀφροδισίων ἀποχὴν αὐτοῦ προηγήσασθαι τῆς νόσου, καίτοι κατʼ ἀρχὴν εἰπόντες εἰκὸς εἶναι ταῦτα γεγονέναι τῷ Πυθίωνι διὰ τὴν ἀποχὴν τῆς συνουσίας· αὐτοὶ γὰρ ἀποχὴν αὐτὴν ὀνομάζουσιν. ἀλλʼ ὕστερον ἐπιλαθόμενοι τὸ μετρίως ἐν ἀρχῇ λελεγμένον ὑφʼ ἑαυτῶν “εἰκὸς” ὡς πάντως τούτου γεγενημένου τὸν λόγον ποιοῦνται. [15]
17a 524
καίτοι γʼ εἰ παρὰ Γῆς ἱερὸν ὁ Πυθίων ᾤκε ι, τίς ἀνάγκη τῆς ἀποχῆς αὐτῷ τῶν ἀφροδισίων, μήθʼ ἱερεῖ μήτε προπόλῳ τῆς θεᾶς ὄντι; πάντως γὰρ ἂν ἐπʼ αὐτοῦ τοιοῦτόν τι μᾶλλον ὁ Ἱπποκράτης ἔγραψεν ἢ ὅτι παρὰ Γῆς ἱερὸν ᾤκε ι. ἀλλʼ εἰ καὶ πρόπολος ἢ ἱερεὺς ὑπῆρχεν, οὐκ ἦν ἀναγκαῖον αὐτῷ διὰ παντὸς ἀπέχεσθαι τῶν ἀφροδισίων, ὥσπερ εἰ Ἀρτέμιδος ἢ Ἀθηνᾶς ἦν ἱερεύς. ἀλλʼ ὅπερ ἔφην ἀρτίως, ἐλέγχειν σπουδῇ τὰ μὴ σπουδῆς ἄξια τῶν ἀτόπων ἐστίν. καὶ τοίνυν ἤδη παυσάμενος τῶν εἰς Πυθίωνα κακῶς εἰρημένων τοῖς ἐξηγηταῖς 〈καὶ〉 ἐπὶ τὸν ἑξῆς ἄρρωστον, Ἑρμοκράτην, μεταβὰς κατὰ τὸ συνηθέστερον ἐμαυτῷ τὰς ἐξηγήσεις ποιήσομαι, μὴ πάνυ φροντίζων ὧν ἔνιοι γεγράφασιν οὐκ ὀρθῶς, εἰ μὴ μεγάλη τις ἀνάγκη γένοιτο. πρότερον δὲ περὶ τῶν χαρακτήρων ἐρῶ τι 〈τῶν προσγεγραμμένων ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένων ἀρρώστων.〉 ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΓΕΓΡΑΜΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ ΕΚΑΣΤΩΙ ΤΩΝ ΑΡΡΩΣΤΩΝ Οὐκ οἶδʼ ὅπως ἐδυστύχησε καὶ τοῦτο τὸ βιβλίον, ὥσπερ καὶ ἄλλα πολλὰ τῶν Ἱπποκράτου c, τὰ μὲν ἄλλως διεσκευα σμένα, τὰ δὲ τοῖς ὑπʼ αὐτοῦ γεγραμμένοις παρεγκείμενά τι〈νʼ〉 ἔχοντα. [17]
17a 525
βέλτιον δʼ ἦν ἴσως φάναι μὴ τὸ βιβλίον ἐν δυστυχίᾳ γεγονέναι, τοὺς δʼ ἀναγινώσκοντας ἡμᾶς αὐτὸ χρόνον ἀπολλύντας εἰς ἄχρηστον πρᾶγμα. προσγέγραπται γοῦν ἐπὶ τῷ τέλει τῆς διηγήσεως τῶν συμβάντων τῷ Πυθίωνι πρῶτον μὲν ὁ τοῦ πεῖ γράμματος χαρακτὴρ ἔχων ὀρθίαν μέσην γραμμήν, ὡς ἔνιοι γράφουσι τὸν τῶν ἐνακοσίων χαρακτῆρα. μετὰ ταῦτα δʼ ἐφεξῆς γέγραπται τοῦ πεῖ γράμματος ὁ χαρακτὴρ οὐδὲν ἔχων ἐν μέσῳ, καὶ μετὰ τοῦτον 〈ὁ〉 τοῦ ου καὶ μετʼ ἐκεῖνον τοῦ μ, ὑστάτου δὲ τοῦ υ. ζητεῖν οὖν ἠναγκάσθημεν, ὅ τί ποτε σημαίνουσιν οἱ χαρακτῆρες οὗτοι, μετὰ τοῦ μηδὲ γινώσκειν ἡμᾶς, εἴθʼ Ἱπποκράτης ἦν ἤ τις ἄλλος ὁ γράψας τὰ τοιαῦτα καθʼ ἕκαστον τῶν ἀρρώστων. ἀλλὰ καὶ τοῦτο αὐτὸ ζητεῖν ἀναγκασθέντες ἐνοήσαμεν, 〈ὡς,〉 εἰ μέν, ὥσπερ ἐν τούτῳ τῷ βιβλίῳ τοὺς τοιούτους χαρακτῆρας εὑρήκαμεν, οὕτω κἀν τοῖς ἄλλοις ἅπασι τῶν Ἐπιδημιῶν ἐφαίνοντο προσγεγραμμένοι τῇ διηγήσει τῶν συμβάντων τοῖς ἀρρώστοις, ἴσως ἂν ἦν εὔλογον ὑφʼ Ἱπποκράτους αὐτοῦ προσγεγράφθαι φάναι. μήτε δʼ ἐν τοῖς ἄλλοις βι βλίοις αὐτῶν εὑρισκομένων, ἀλλὰ μηδʼ ἐν αὐτῷ τῷ τρίτῳ διὰ πάντων ὁμαλῶς τῶν ἀντιγράφων, ὑποψία τις εὔλογος εἰσῆλθεν οὐχ ἡμᾶς μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἡμῶν ὑπό τινος αὐτοὺς προσγεγράφθαι τάχα μὲν ἐπιτρίβοντος τοῖς μαθηταῖς, ἵνʼ ἔχῃ σαφηνίζειν ὥς τι μέγα τὸ καθʼ ἕκαστον αὐτῶν δηλούμενον, ἴσως δέ τινος αὑτῷ μόνῳ πεποιημένου τῆς καθʼ ἕκαστον ἄρρωστον ὠφελείας 〈ἢ ἀπωλείας〉 ἐπιτομήν. [5]
17a 526
εὐθὺς γοῦν ἐν αὐτῷ τούτῳ τῷ προγεγραμμένῳ Πυθίωνι τὸ μὲν τὴν διὰ μέσου γραμμὴν ἔχον δοκεῖ σημαίνειν πιθανόν, τὸ δʼ ἑξῆς αὐτῷ Π πλῆθο c, ᾧ πάλιν ἐφεξῆς τὸ ου γεγραμμένον οὖρον δοκεῖ σημαίνειν, ὡς ἐξ ἀμφοτέρων δηλοῦσθαι πλῆθος οὔρω ν. εἶτʼ ἐφεξῆς τὸ μὲν μ τῆς τεσσαρακοστῆς ἡμέρας ἀναμιμνῄσκειν ἡμᾶς 〈δοκεῖ〉, τὸ δὲ υ τῆς ὑγεία c, 〈ὡς〉 ἐξ ἀμφοῖν μὲν τούτων δηλοῦσθαι 〈τὸ〉 κατὰ τὴν τεσσαρακοστὴν ἡμέραν ὑγιασθῆνα ι, τὴν δʼ ἐξ ἁπάντων τῶν χαρακτήρων ἀθροιζομένην διάνοιαν γίνεσθαι τοιαύτην· πιθανὸν εἶναι διὰ τὸ πλῆθος τῶν ἐκκριθέντων οὔρων αὐτὸ λυθῆναι τὸ νόσημα καὶ ὑγιῆ γενέσθαι τὸν ἄνθρωπον ἐν τῇ τεσσαρακοστῇ τῶν ἡμερῶ ν. [15]
17a 527
ὅτι μὲν οὖν οὐκ ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκεται τὰ προσγεγραμμένα κατὰ τοῦτον τὸν τρόπον, εἴρηταί μοι καὶ πρόσθεν. ἀλλὰ νῦν φημι μηδʼ ἐν οἷς εὑρίσκεται, μηδʼ ἐν τούτοις ἅπασι τὸν πρῶτον ἄρρωστον ἔχειν τινὰ τοιοῦτον χαρακτῆρα. τὰ δʼ οὖν ἔχοντα τῶν ἀντιγράφων αὐτοὺς τοὺς ἐπὶ τῷ τέλει τῆς κατὰ τὸν Πυθίωνα διηγήσεως χαρακτῆρας ὡδί πως ἔχει γεγραμμένους· ΠΟΥΜΥ . ὅτι δʼ εὔλογόν ἐστιν ἕκαστον τῶν χαρακτήρων σημαίνειν ὃ διῆλθον ἄρτι, μαρτυροῦσιν οἱ τοῖς ἄλλοις ἀρρώστοις προσγεγραμμένοι. πανταχόθι μὲν γὰρ πρόκειται τὸ πεῖ τὴν διὰ μέσου γραμμὴν ἔχο ν. ἐπὶ δὲ τῇ τελευτῇ τοῖς μὲν σωθεῖσιν 〈τὸ〉 υ προσγέγραπται, τὴν ὑγείαν σημαῖνον, τοῖς δ ’ ἀποθανοῦσι τὸ θ, καὶ τοῦτο δηλονότι τὸν θάνατον ἐνδεικνύμενον. 〈τῶν μὲν οὖν δυοῖν〉 ἐν ἀρχῇ καὶ 〈τέλει χαρακτήρων〉 τοιούτων σημαίνειν φαινομένων τὰ λεγόμενα, τῶν δʼ ἐν τῷ μεταξὺ πιθανῶν ὄντων ὡς ἐφαρμόζεσθαι δυναμένων τοῖς ἐπὶ τῶν ἀρρώστων εἰρημένοις ὑφʼ Ἱπποκράτου c, ἡμῖν μὲν ὁ μάταιος ἆθλος ἐπὶ τοῦ Πυθίωνος ἤνυσται καὶ κατὰ τοὺς ἄλλους ἀνυσθήσεται, τὸν χρόνον εἰκῇ κατατρίβουσιν. οἱ σοφισταὶ δὲ καὶ διὰ τὴν τοιαύτην ἐξήγησιν ὡς προφῆταί τινες ὑπὸ τῶν μαθητῶν θαυμάζονται. [15]
17a 528
Δεύτερος ἄρρωστο c . Ἑρμοκράτη ν , ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχο c , πῦρ ἔλαβε ν . ἤρξατο δ ’ ἀλγέειν κεφαλή ν , ὀσφῦν · ὑποχονδρίου ἔντασις λαπαρῶ c · γλῶσσα δ ’ ἀρχομένῳ ἐπεκαύθη · κώφωσις αὐτίκα · ὕπνοι οὐκ ἐνῆσαν · διψώδης οὐ λίην · οὔρει παχέ α , ἐρυθρ ά , κείμενα οὐ καθίστατο · ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα συγκεκαυμένα διῄε ι . Οὐδὲ ἐνταῦθα ληρεῖν ἀπέσχοντό τινες τῶν ἐξηγησαμένων τὸ βιβλίον, ἀλλὰ διὰ τοῦτό φασι γεγράφθαι παρὰ τὸ καινὸν τεῖχο c, ὅτι νεοκονίατον ὂν ἔβλαψε τὸν ἄνθρωπον. [10]
17a 529
ἕτεροι δὲ τούτοις ἀντιλέγοντες σπουδῇ πειρῶνται δεικνύειν, οὐ διὰ τὴν τίτανον ἐμνημονευκέναι τοῦ καινοῦ τείχους αὐτόν, ἀλλὰ διότι παρὰ τὸ ἔθος ἀποφραχθέντων τῶν ἀνέμων καὶ τῆς εὐπνοίας τῶν οἰκημάτων, ἐν οἷς Ἑρμοκράτης ᾤκει, διαφθαρείσης ἡ νόσος ἐγένετο τῷ ἀνθρώπῳ. περὶ μὲν οὖν τοῦ χωρίου καὶ ταῦθʼ ἱκανά, μᾶλλον δʼ ὡς τἀληθὲς εἰπεῖν καὶ περιττά. περὶ δὲ τῶν συμβάντων αὐτῷ σκεπτέον ἐφεξῆς ἀναμιμνῃσκομένους τῶν ἐν ἑτέροις ἀποδεδειγμένων, ὧν καὶ τόδʼ ἐστί, τρία γένη τὰ πρῶτα τῶν πυρετῶν εἶναι, τὸ μέν τι τῶν ἐφημέρων ὀνομαζομένων, τὸ δέ τι τῶν ἑκτικῶν, τὸ δὲ τρίτον οὓς ὀνομάζουσιν ὀξεῖς, ἐπὶ χυμοῖς σηπομένοις γινομένους. ὅτι μὲν ἐκ τοῦ τρίτου γένους τούτων ὁ πυρετὸς ἐγένετο τῷ Ἑρμοκράτει, δῆλον εὐθέως ἐκ τοῦ φάναι τὸν Ἱπποκράτην κατὰ τὴν ἀρχὴν τῆς διηγήσεως ἐπʼ αὐτοῦ τὸ πῦρ ἔλαβε ν. ὥσπερ γὰρ ἐφʼ ἑτέρας διηγήσεως ἔγραψεν· “ἄνθρωπος θερμαινόμενος ἐδείπνησεν”, ἐνδείξασθαι βουλόμενος διὰ τοῦ “θερμαινόμενος” ὀνόματος τὴν μετριότητα τοῦ γενομένου τῷ δειπνήσαντι πυρετοῦ, κατὰ τὸν αὐτὸν δὴ τρόπον νῦν ὠνόμασε πῦρ τὸν ἰσχυρὸν πυρετόν. [15]
17a 530
ἀλλὰ καὶ κεφαλὴν ἀλγεῖν ἤρξατο μετὰ κωφώσεω c. εὔδηλον οὖν ἐκ τούτων ἐστὶν ἐπὶ τὴν κεφαλὴν ἀνηνέχθαι τι πλῆθος χυμῶν. ἐδείχθη δʼ, ὅτι τοῖς μὲν ψυχροτέροις καὶ φλεγματικωτέροις ὕπνοι τε καρώδεις ἕπονται καὶ τὰ ληθαργικὰ πάθη, τοῖς δὲ θερμοτέροις ἢ ὅλως δακνώδεσιν ἀγρυπνίαι τε καὶ παραφροσύναι. γενομένης οὖν ἀγρυπνίας αὐτῷ μετά τε κωφώσεως καὶ κεφαλῆς ἀλγήματος καὶ ὀσφύος ὑποπτεύειν εὔλογον ἦν τοὺς πληρώσαντας τὴν κεφαλὴν χυμοὺς δακνωδεστέρους εἶναι. συμβαίνει δʼ ἐπὶ τοῖς τοιούτοις, ὅταν ἅμα πυρετῷ θερμῷ καὶ διακαεῖ βλαβῶσι τὴν κεφαλήν, ἕπεσθαι παραφροσύνας, ὡς ἔμαθες. ὅταν δὲ καὶ παραμένῃ μέχρι δύο ἢ τριῶν ἢ τεττάρων ἡμερῶν τὰ συμπτώματα, βεβαιότερον ἔτι προγνώσῃ τὴν παραφροσύνην, ὥσπερ ἀμέλει καὶ νῦν ἐπὶ τοῦ Ἑρμοκράτους ἐγένετο. κατὰ γὰρ τὴν τῆς πέμπτης ἡμέρας διήγησιν ἔγραψε παραφρονῆσαι τὸν ἄνθρωπον. ὅτι δʼ ὁ πυρετὸς ἦν, οἷος εἴρηται, δηλοῖ καὶ τὸ τῆς γλώσσης σύμπτωμα. τί γάρ φησι; γλῶσσα δʼ ἀρχομένῳ ἐπεκαύθ η. σημαίνει δὲ τοὔνομα τοῦτο ξηρὰν μὲν αὐτὴν γεγονέναι πάντως, ἐγχωρεῖ δὲ καὶ μέλαιναν. [15]
17a 531
ἐπὶ δὲ τοιαύτῃ γλώττῃ καὶ τοιούτῳ πυρετῷ τὸ μὴ σφοδρῶς διψῆν ἐνδείκνυται δυοῖν θάτερον, ἢ τὴν διάνοιαν βεβλάφθαι τοῦ κάμνοντος ἢ τὴν ἐν τῇ γαστρὶ δύναμιν φυσικήν, ᾗ πομάτων τε καὶ σιτίων ὀρεγόμεθα, νεκροῦσθαι. προσκειμένης δὲ τῇ διηγήσει καὶ τοιᾶσδε λέξεως ὑποχονδρίου ἔντασις λαπαρῶ c, ὑποληπτέον ἐν ἥπατι γεγονέναι τὴν ἀρχὴν τῆς πυρεκτικῆς διαθέσεως. ἐκ μὲν γὰρ τοῦ κατὰ τὸν ἑνικὸν ὀνομαζόμενον ἀριθμὸν 〈αὐτὸν〉 εἰπεῖν ὑποχονδρίου δῆλον, ὡς θατέρου μόνου καὶ οὐκ ἀμφοτέρων αὐτῶν ἔντασις ἦν. ἐπεὶ δʼ ἀναγκαῖον ἢ τὸ δεξιὸν ἢ τὸ λαιὸν ὑποχόνδριον ἡμᾶς ἀκούειν, εὐλογώτερόν ἐστι τὸ δεξιὸν ἡγεῖσθαι τετάσθαι διὰ τὴν ὑπεροχήν, ἣν ὑπερέχει θατέρου. τὰ γὰρ τοιαῦτα χωρὶς προσθήκης τε καὶ διορισμοῦ λέγουσιν. καὶ μέντοι καὶ ὁ τρόπος αὐτοῦ τοῦ πυρετοῦ καὶ τῆς γλώττης αὐτῆς ἡ ἐπίκαυσις ἱκανὰ τὴν καθʼ ἧπαρ ἐνδείξασθαι διάθεσιν. ἡ δὲ λαπαρῶς εἰρημένη γεγονέναι κατὰ τὸ ὑποχόνδριον ἔντασις εὔδηλός ἐστιν, ὅτι τὴν οἷον κενὴν δηλοῖ· τὸ γὰρ κενὸν ἐκ τοῦ λαπαροῦ σημαίνεται, τοῦτο δʼ ἀντίκειται τῷ μετʼ ὄγκου, καθάπερ τὸ τεταμένον τῷ χαλαρῷ, ὡς εἰ καὶ οὕτως εἶπε· ʼδεξιοῦ ὑποχονδρίου ἔντασις, ὄγκος δʼ οὔʼ, ἢ τῷ μὴ γεγονέναι μεγάλην τὴν φλεγμονὴν τοῦ ἥπατος ἢ τῷ κατὰ τὰ σιμὰ μόνον, οἷς περιλαμβάνει τὴν γαστέρα, τῶν κυρτῶν οὐδέπω συνεξηρμένων αὐτοῖς. [5]
17a 532
ἀλλὰ καὶ τὸ τὴν κοιλίαν συγκεκαυμένα διαχωρεῖν ἐνδεικτικόν ἐστι τῆς κατὰ τὸ σπλάγχνον τοῦτο πυρώσεως. εἰ μὲν οὖν ἐπὶ τούτοις οὖρα θανατώδη συνέβη γενέσθαι, τάχιστʼ ἂν ὁ ἄνθρωπος ἀπέθανεν· ἐπεὶ δʼ ὡς ἐν τοῖς τοιούτοις ἦν μέτρια, δυνατὸν ἄν τις ἐλπίσειεν ἔσεσθαι χρονίσειν αὐτῷ 〈τὸ νόσημα〉. ἀγαθὰ μὲν γὰρ οὖρα κατὰ τὴν εἰρημένην διάθεσιν οὐκ ἂν γένοιτο, τὰ δʼ ἐρυθρὰ χρόνῳ μὲν πολλῷ νοσήσειν τὸν ἄνθρωπον ἐνδείκνυται πάντως, οὐκ ἐξ ἅπαντος δὲ τεθνήξεσθαι, καθότι κἀν τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν ἔν τε τοῖς Περὶ κρίσεων 〈ἡμῖν〉 ἐδείχθη· 〈προεξηγησάμην δὲ ταύτην τὴν ῥῆσιν κἀν τοῖς Εἰς τὸ προρρητικὸν ὑπομνήμασι,〉 μεμψάμενος τὸν γράψαντα τὸ βιβλίον ἐκεῖνο· τὰ γὰρ διʼ ἕτερόν τι συμβάντα τοῖς νοσοῦσιν εἰς ἕτερον ἀναφέρων ἁμαρτάνει. λέλεκται δʼ ἡμῖν ἐπὶ πλέον ἐν ἐκείνοις τοῖς ὑπομνήμασι καὶ τὰ τῆς φρενίτιδος ἴδια σημεῖα, καὶ ὡς ἐν τοῖς ὁμολογουμένοις Ἱπποκράτους εἶναι γνησίοις, ὧν ἐστι καὶ τὸ Προγνωστικόν, ἑκάστου τῶν σημείων ἡ δύναμις ἀκριβῶς εἴρηται κατὰ μόνας αὐτῷ. [15]
17a 533
περὶ μὲν οὖν ἐρυθρῶν ἢ ἐξερύθρων οὔρων οὐδὲν εἶπεν, ὑπερύθρου δὲ μνημονεύσας οὔρου καὶ 〈τῶν ἐρυθρῶν καὶ〉 τῶν ἐξερύθρων τὴν δύναμιν ἐνεδείξατο. γράφει δὲ περὶ τῶν ὑπερύθρων οὔρων αὐτοῖς ὀνόμασιν ὡδί· “εἰ δʼ ἔστι τὸ οὖρον ὑπέρυθρον καὶ ἡ ὑπόστασις ὑπέρυθρός 〈τε καὶ λ〉είη, πολυχρονιώτερον μὲν τοῦτο τοῦ προτέρου γίνεται, σωτήριον δὲ κάρτα.” τοῦ τοίνυν ὑπερύθρου σωτηρίου μὲν ὄντος ἐν τοῖς μάλιστα, πολυχρονιωτέρου δὲ τῶν προειρημένων, ἃ διὰ ταχέων εἴρηκε τὴν λύσιν ἔχειν, τὰ λίαν ἐρυθρὰ μακρότερον μὲν ἐνδείξεται χρόνον, οὔτε δὲ θάνατον, ὅσον ἐφʼ ἑαυτοῖς, οὔτε παραφροσύνην, εἴ γε διὰ ξανθὴν χολὴν ἐν ἐγκεφάλῳ πλεονάζουσαν αἱ παραφροσύναι γίγνονται, καθάπερ γε καὶ κατοπτηθείσης αὐτῆς, ὡς εἰς μέλαιναν ἤδη μεταπίπτειν, αἱ μανιώδεις. αἷμα δὲ πλεονάζειν ἀπεπτότερον καὶ ὀρρωδέστερον ἐνδείκνυται τὸ ἐρυθρὸν οὖρον, ἐν ταῖς φλεψὶ δηλονότι περιεχόμενον, ὅσαι καθʼ ἧπάρ τʼ εἰσὶ καὶ τὰ μέσα τοῦ σώματος, ὥσπερ γε καὶ ξανθὴν χολὴν τὰ πυρρὰ καὶ 〈μέλαιναν τὰ〉 μέλανα. [15]
17a 534
πόθεν οὖν ἐπῆλθεν ἄλλοις τέ τισι καὶ τοῖς περὶ Λύκον ἀποδέξασθαι τοῦ γράψαντος ἐν 〈τῷ〉 Προρρητικῷ 〈τάδε〉· “κώφωσις καὶ οὖρα ἐξέρυθρα ἀκατάστατα, ἐναιωρηθέντα, παρακρουστικά, τοῖς τοιούτοις ἰκτεροῦσθαι κακόν;” ἔοικε μὲν γὰρ ἐκ τῶν ἐνταῦθα γεγραμμένων ἐφʼ Ἑρμοκράτους ὁ γράψας τὸ βιβλίον ἐκεῖνο καθολικόν τι συνθεῖναι θεώρημα· πάμπολυ δʼ ἔσφαλται καὶ τῆς τοῦ πράγματος αὐτοῦ φύσεως καὶ τῆς Ἱπποκράτους γνώμης καὶ τῶν ἐπὶ τοῖς ἀρρώστοις ὁρωμένων. ἡ μὲν γὰρ τοῦ πράγματος φύσις ἐνδείκνυται τοὺς ξηροὺς τῇ κράσει καὶ δακνώδεις τῇ ποιότητι χυμοὺς εἰς ἐγκέφαλον ἀνενεχθέντας αἰτίους ἀγρυπνίας τε καὶ φρενίτιδος γίγνεσθαι, καθότι κἀν τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασιν ἐδείκνυον. Ἱπποκράτης δὲ τοιούτους μὲν εἶπε χυμοὺς τόν τε τῆς ξανθῆς καὶ 〈τὸν τῆς〉 μελαίνης 〈χολῆς〉, ὑγρὸν δὲ καὶ ψυχρὸν τὸν τοῦ φλέγματος, ἀδηκτότατον δὲ καὶ μάλιστα οἰκεῖον ἡμῖν τὸ αἷμα. [15]
17a 535
καὶ μέντοι καὶ ὡς ὀρρός ἐστι τῶν κατὰ τὰς φλέβας χυμῶν τὸ οὖρον, αὐτὸς ἡμᾶς ἐδίδαξεν, ὥστʼ εὔλογόν ἐστιν, ὅταν αἷμα πλέον 〈καὶ ὑδατῶδες καὶ λεπτὸν καὶ〉 ἡμίπεπτον ᾖ, καθαιρόμενον διʼ οὔρων, ἐρυθρὰ ταῦτʼ ἐργάζεσθαι καὶ διὰ τοῦτο χρόνιον μὲν ἔσεσθαι τὸ νόσημα, δεομένου γε τοῦ αἵματος εἰς πέψιν χρόνου πλείονος, εἴπερ ἐκ τῶν χρόνων οἱ πεπασμοί, μήτε δʼ ὀλεθρίου ποτὲ τοιούτου νοσήματος, ὅσον ἐπὶ τοῖσδε τοῖς οὔροις, ἐσομένου μήτε φρενιτικοῦ. ἀλλʼ οὐ χρὴ μηκύνειν ἐνταῦθα, φθανόντων ἡμῶν τὴν ἀτοπίαν τῶν τοιούτων λόγων ἐν τοῖς εἰς τὸ Προρρητικὸν ὑπομνήμασιν ἐπιδεδειχέναι. ἐπεὶ δὲ καὶ παχέα δηλοῖ γεγονέναι τὰ οὖρα καὶ μὴ καθιστάμενα, πάντως μὲν δήπου τὰ τοιαῦτα τῶν ἀνατεταραγμένων τε καὶ θολερῶν ἐστιν, ὡς οὗτος εἴωθεν ὀνομάζειν· ἔστι δʼ ἀεὶ τὰ τοιαῦτα ταραχῆς ἀπέπτου δηλωτικά, πολὺ τὸ φυσῶδες ἐχούσης πνεῦμα, καθάπερ τὸ γλεῦκος. διὰ τοῦτο δὲ καὶ κεφαλαλγίαι συμπίπτουσι τοῖς τὰ τοιαῦτα οὐροῦσιν, ἐπὶ τὴν κεφαλὴν ἀναφερομένου τοῦ πνεύματος ἅμα τοῖς θερμοτέροις χυμοῖς, ὑφʼ ὧν εἰκός ἐστι καὶ τὴν ἀγρυπνίαν αὐξηθῆναι καὶ κίνδυνον ἔσεσθαι παραφροσύνη c, ἐὰν οἱ χυμοὶ δριμύτητά τινα σχῶσιν. [15]
17a 536
ταῦτʼ εὐθέως ἐν ἀρχῇ πάντα τὰ συμπτώματά τε καὶ σημεῖα γεγονέναι τῷ Ἑρμοκράτει διελθὼν ὁ Ἱπποκράτη c, εἶτα μηδὲν γράψας περὶ τῶν ἑξῆς ἡμερῶν ἄχρι τῆς πέμπτης ἐνδείκνυται διαμεμενηκέναι ταῦτα πάντα καὶ τότε πρῶτον αὖθις ἄρχεται τῆς τῶν ἄλλων διηγήσεως, ὁπότε μεταβολή τις ἐν αὐτοῖς ἐγένετο. κατὰ τὴν πέμπτην γοῦν ἡμέραν φησὶν 〈αὐτὸν〉 οὐρῆσαι λεπτ ά. καὶ τοίνυν μεταβῶμεν ἤδη πρὸς τὴν ἐκείνης διήγησιν. Πέμπτῃ οὔρησε λεπτ ά , εἶχεν ἐναιώρημ α , οὐχ ἵδρυτ ο , ἐς νύκτα παρέκρουσε ν . Ὁπότε πρῶτον ἥ τε τῶν ἐξ ἀρχῆς οὔρων ἐγένετο μεταβολὴ καὶ παρεφρόνησεν ὁ ἄνθρωπος, ἔγραψεν ὁ Ἱπποκράτης κατὰ τὴν πέμπτην ἡμέραν, ὑπερβάς, ὡς εἴρηται, τὴν τῆς δευτέρας καὶ τρίτης καὶ τετάρτης διήγησιν, ὡς τῶν αὐτῶν ἐν αὐταῖς συμπτωμάτων μεινάντων. ἀναμνησθῶμεν οὖν ἃ περὶ τῶν λεπτῶν οὔρων εἶπεν ἐν Προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν· “ὁκόσοι δʼ ἂν οὖρα λεπτὰ καὶ ὠμὰ οὐρέωσι πολὺν χρόνον, ἢν τὰ ἄλλα ὡς περιεσομένοισιν ᾖ, τούτοισιν ἀπόστασιν δεῖ προσδέχεσθαι ἐς τὰ κάτω τῶν φρενῶν χωρία.” ὥστε καθʼ ἕτερον τρόπον ἄπε πτον εἶναι σημαίνεται τὸ νόσημα διὰ τῶν λεπτῶν οὔρων, ὥσπερ καὶ διὰ τῶν παχέων, ὁπότε μὴ καθίσταιτ ο. [15]
17a 537
τὰ γὰρ ἀνατεταραγμένα μέν, ἀλλʼ ἐν τῷ κεῖσθαι καθιστάμενα πέψεώς τινος ἀρχὴν ἐνδείκνυται, καὶ μάλισθʼ ὅταν ἐν τάχει καθίστηται. τὰ δὲ μὴ καθιστάμενα πρὸς τῇ φυσώδει ταραχῇ πάχος εἶναι σημαίνει χυμῶν ἀπέπτων. ἐκ μὲν δὴ τούτων ἤδη δῆλόν ἐστι χρονίζειν τὸ νόσημα καὶ μέντοι καὶ κινδυνῶδες εἶναι διά τε τὴν κακίαν τοῦ πυρετοῦ καὶ τὸ παρακροῦσαι τὸν ἄνθρωπον εἰς νύκτ α. τὰ δʼ ἐφεξῆς ἴδωμεν εἰ τούτοις ἀκόλουθα φαίνεται. 〈Ἕκτῃ〉 ἰκτερώδη c , πάντα παρωξύνθ η , οὐ κατενόε ι . Διορισμὸς ἐντεῦθέν σοι γιγνέσθω τῆς κατὰ τὸ ὑποχόνδριον ἐντάσεως ἐφʼ ἥπατι συμβάσης. γίγνεται μὲν γάρ ποτε χολῆς ὠχρᾶς ἀνάχυσις εἰς ὅλον τὸ σῶμα λόγῳ κρίσεως, ὡς κἀν τοῖς εἰς τοὺς Ἀφορισμοὺς ὑπομνήμασιν εἴρηται κατʼ ἐκεῖνο τοῦ βιβλίου τὸ χωρίον, ἔνθα φησίν· “ἴκτερος πρὸ ἑβδόμης κακόν.” ἀναμνήσθητι δὲ καί, ὡς πρὶν πεφθῆναι τὸ νόσημα πολλάκις ἤκουσας οὔτʼ ἄλλην τινὰ ἀπόστασιν γίγνεσθαι χρηστῶς οὔτε τὴν ἰκτερώδ η. [15]
17a 538
σημαίνει γὰρ ἡ τοιαύτη κωλύεσθαι τὴν χολὴν ἐκκαθαίρεσθαι τοῦ σπλάγχνου καὶ κενοῦσθαι διὰ τῆς γαστρὸς ἤτοι διʼ ἔμφραξιν ἢ διὰ φλεγμονὴν αὐτοῦ. πεπεμμένου δὲ τοῦ νοσήματος ἐνίοτε κριτικῶς εἰς τὰ κατὰ τὸ δέρμα μόρια τοῦ σώματος ἀποτίθεται τὸ περιττεῦον ἡ φύσις ἄλλων τέ τινων χυμῶν καὶ τῆς ξανθῆς χολῆς· οὐδὲν γὰρ ἐν τῷ παρόντι διαφέρει ξανθὴν ἢ ὠχρὰν ὀνομάζειν. ὅτι δὲ τῆς κατὰ τὸ ἧπαρ διαθέσεως αὐξανομένης ἡ ἰκτερώδης διάθεσις ἐγένετο, δηλοῖ καὶ τὸ πάντα παροξυνθῆναι κατὰ τὴν ἕκτην ἡμέραν ἅμα τῷ μὴ κατανοεῖν τὸν ἄνθρωπον, ὅπερ ἐστὶ παραφρονεῖν. Ἑβδόμῃ δυσφόρω c , οὖρα λεπτ ά , ὅμοι α . τὰς ἑπομένας παραπλησίω c . Ἐν τῇ πέμπτῃ τῶν ἡμερῶν ἀρξάμενα χείρω γίγνεσθαι τὰ οὖρα παρέμενε φυλάττοντα τὴν κακίαν ἕως πολλῶν ἡμερῶν. [12]
17a 539
οὐ γὰρ ἐπὶ τῆς ἑβδόμης 〈μόνον〉, ἀλλὰ καὶ κατὰ τὰς ἑπομένας ἄχρι τῆς ἑνδεκάτης ἐν τοῖς αὐτοῖς γενέσθαι συμπτώμασί τε καὶ σημείοις τὸν Ἑρμοκράτην φησίν. Περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆνα ι . Καλῶς εἶπεν ” ἔδοξε ν”. οὐ γὰρ οἷόν τʼ ἐστὶν ἐπὶ κινδυνωδεστάτοις σημείοις εὐθέως αὐτὸν ἐν ἀμείνονι καταστάσει γενέσθαι, τῆς αὐτῆς ἀπεψίας διαμεινάσης τῶν χυμῶν, μετὰ τοῦ μηδὲ κρίσιμον ἐπιφανῆναί τι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ὃ πολλάκις εἴωθεν ἐπιφαίνεσθαι, τῆς φύσεως ἤτοι διʼ αἵματος ἐκκρίσεως ἢ 〈διὰ λαπάξεως〉 γαστρὸς ἢ ἐμέτων ἢ ἱδρώτων ἢ παρωτίδος ἤ τινος ἀποσκήμματος ἐκ τοῦ κινδύνου ῥυσαμένης τὸν ἄνθρωπον. ἐπισκεψώμεθα οὖν ἐφεξῆς τὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν. Κῶμα ἤρξατ ο , οὔρει παχύτερ α , ὑπέρυθρ α , κάτω λεπτ ά , οὐ καθίστατ ο . Ἓν ὅλον γέγονε βιβλίον 〈ἡμῖν〉 ἐξηγουμένοις τὸ σημαινόμενον ἐκ τῆς κῶμα φωνῆς, ἐν ᾧ δείκνυται τὴν εἰς ὕπνον καταφορὰν οὕτως ὀνομάζων ὁ Ἱπποκράτη c. [16]
17a 540
εἰς ὕπνον δὲ λέγω καταφοράν, ὅταν ἐγρηγορέναι μὲν ἀδυνατῶσιν οἱ κάμνοντες, οὐκ ἀναπεπταμένους ἔχοντες τοὺς ὀφθαλμούς, μύσαντες δʼ αὐτοὺς ἤτοι βαθέσιν ὕπνοις ἢ λεπτοῖς ἢ ἀγρυπνίαις συνέχωνται. διὸ καὶ διορισμοῦ δεῖται καὶ πολλῆς συνέσεώς τε καὶ τριβῆς, ἵνα γνῶμεν, ἐπὶ τίνι διαθέσει κωματώδης ὁ νοσῶν ἐγένετο. πολλάκις μὲν γὰρ ὑγρότητι πολλῇ τοῦ πρώτου αἰσθητικοῦ μορίου, καθʼ ὃ καὶ τὸν ὕπνον ὀρθῶς Ἀριστοτέλης ἔδειξε γιγνόμενον, ἕπεται κῶμα, καθάπερ ἐνίοις τῶν μεθυσθέντων γίγνεται, πολλάκις δὲ διὰ ψῦξιν μόνην 〈ἀμέτρως ἐπικρατοῦσαν κατὰ τοῦτο τὸ μόριον〉, ἔστι δʼ ὅτε καὶ διʼ ἄμφω ταῦτα συμπίπτει βαθὺς καὶ κωματώδης ὕπνος. ἀλλὰ καὶ διʼ ἀρρωστίαν δυνάμεως ἡ τοιαύτη γίγνεται διάθεσις, οὕτως ἤδη νεκρουμένης αὐτῆς, ὡς ἐπηρμένα τὰ βλέφαρα φυλάττεσθαι μὴ δύνασθαι. καὶ συμβαίνει 〈δὲ〉 τοὺς οὕτως ἔχοντας, ἐπειδὰν μύσωσι τοὺς ὀφθαλμούς, ἢ μηδʼ ὅλως ἢ βραχύ τι κοιμηθέντας ἀγρυπνεῖν, οὐδὲ τότε διαίρειν τὰ βλέφαρα δυναμένους· ἥντινα διάθεσιν ἀπὸ τῆς γιγνομένης διʼ ὑγρότητα καὶ ψῦξιν οἱ σφυγμοὶ μάλιστα διορίζουσιν ἀμυδρότατοί τε καὶ βραδεῖς καὶ ἀραιοὶ καὶ μικροὶ γινόμενοι. [15]
17a 541
καὶ εἴπερ ταύτην τὴν θεωρίαν ὁ Ἱπποκράτης ἐξείργαστο παραπλησίως ταῖς ἄλλαις ἢ ἐγεγράφει γε τὸ τῶν σφυγμῶν εἶδος ἐπὶ τῶν καμνόντων, ἀκριβεστέραν 〈ἂν〉 οὕτως καὶ ἡμεῖς τῶν συμβαινουσῶν αὐτοῖς διαθέσεων εἴχομεν τὴν γνῶσιν· ἐπεὶ δὲ παρέλιπεν αὐτήν, ὥσπερ ἐνίοτε τὴν τῶν οὔρων, ἐξ ὧν ἔγραψεν, ἐκ τούτων χρὴ τεκμαίρεσθαι περὶ τῶν ἀρρώστων. φλεγματώδη μὲν οὖν χυμὸν ἐπὶ τὸν ἐγκέφαλον ἀφικέσθαι κατὰ τὴν ἑνδεκάτην ἡμέραν οὐκ εὔλογον ἐν νοσήματι ξηρῷ καὶ θερμῷ κατὰ τὴν ἀρχὴν εὐθέως εἰσβαλόντι. καὶ γὰρ ἡ τῆς γλώττης ἐπίκαυσις ἥ τʼ ἀγρυπνία καὶ ὁ πυρετὸς ἰσχυρὸς ὢν ἥ τε κατὰ τὴν ἕκτην ἡμέραν ἰκτεριώδης ἀνάχυσις τά τε διαχωρήματα συγκεκαυμένα πυρώδη γε τὴν ἐν ὅλῳ τῷ σώματι διάθεσιν εἶναι δηλοῖ σὺν τῷ καὶ εἴ τι πλῆθος ἤθροιστο χυμῶν ἐν ἥπατι μόνῳ καὶ κατὰ τὰς ἐνταῦθα φλέβας, οὐ καθʼ ὅλον τὸ σῶμα περιέχεσθαι τοῦτο, δηλωθὲν εὐθέως ἐν ἀρχῇ διὰ τοῦ τῶν οὔρων πάχους. [15]
17a 542
ὑπολείπεται τοίνυν ἤτοι ψῦξιν σφοδρὰν κατὰ τὸν ἐγκέφαλον 〈ἐπικρατοῦσαν〉 ἢ ἀρρωστίαν δυνάμεως αἰτίαν τοῦ κώματος τῷ Ἑρμοκράτει γεγονέναι κατὰ τὴν ἑνδεκάτην ἡμέραν. ὁπότερον δʼ ἂν ᾖ τούτων, ἐσχάτως ἐστὶν ὀλέθριον. ἀνίατοι γὰρ ἐδείχθησαν αἱ τοιαῦται ψύξεις, ὅταν ἀκολουθήσωσι θερμοῖς καὶ ξηροῖς νοσήμασιν. εἰκότως οὖν ἔγραψεν ὁ Ἱπποκράτη c· “ἔδοξε πάντα κουφισθῆναι”. χαλεπωτάτου γὰρ σημείου τοῦ κατὰ τὸ κῶμα λαβόντος ἀρχὴν ἐπὶ τῆς ἑνδε κάτης ἡμέρα c , ἀδύνατον ἦν ἀναλαμβάνειν τὸ σῶμα τηνικαῦτα τὴν ὑγιεινὴν ἕξι ν . οὐ μὴν οὐδὲ μέση τίς ἐστιν ἐν τοῖς τοιούτοις διάθεσι c , ἀλ λ ’ ἐὰν ἐκπέσῃ τῆς ὑγιεινῆς καταστάσεω c , ἡ τοιαύτη τῶν πυρετῶν ἰδέα πρὸς τὴν ἐναντίαν ἀφικνεῖτα ι , τὴν ὀλεθρία ν , ἐν ᾗ σβέννυται τὸ ἔμφυτον θερμό ν . τοῦ τοίνυν κώματος οὕτως ὀλεθρίου συμπτώματος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας γενομένου προσσχῶμεν τοῖς οὔροι c. εἰ μὲν γὰρ ὀλέθρια καὶ αὐτὰ φαίνοιτο, διὰ ταχέων δηλώσει τεθνήξεσθαι τὸν ἄνθρωπον, εἰ δὲ μέτρια, 〈τὴν νόσον〉 εἰς χρόνον ἐκταθήσεσθαι πλείονα. τὰ μὲν γὰρ ἄριστα τῶν οὔρων ἐν ταῖς τοιαύταις δια θέσεσιν ἀδύνατον γενέσθαι. [15]
17a 543
τίνα δὲ λέγει περὶ αὐτῶν ἀκούσωμεν. οὔρε ι, φησί, παχύτερ α. συνάπτουσι δʼ ἐνταῦθά τινες 〈τὰ〉 μετὰ τὸ κῶμα τὸ ἔμπροσθεν εἰρημένον ” ἤρξατ ο” τῷ οὔρει προστιθέντες. ἐν γὰρ τῷ μεταξὺ τεταγμένον αὐτὸ τοῦ τε κώματος καὶ τῶν οὔρων ἔνεστιν ὁποτέρῳ τις βούλεται προσνέμειν, ὡς γίγνεσθαι τὴν ἀνάγνωσιν διττήν, μίαν μὲν τοιαύτην· “κῶμα ἤρξατο”, μίαν δʼ ἄλλην τοιάνδε· “ἤρξατο οὐρεῖν παχύτερα”· καὶ γὰρ προστιθέασι τῷ “οὔρει” ῥήματι κατὰ τὴν ὁριστικὴν καλουμένην ἔγκλισιν εἰρημένῳ τὸ νῦ γράμμα καὶ γράφουσιν “οὐρεῖν” μετὰ τοῦ ν κατὰ τὴν ἀπαρέμφατον καλουμένην, ἵνα τῷ “ἤρξατο” σύμφωνος ἡ γραφὴ γένηται. πιθανώτερον δʼ ἐστὶ τῷ “κῶμα” ῥήματι τὸ “ἤρξατο” προσκεῖσθαι, νῦν αὐτοῦ πρῶτον ἀρξαμένου. τὰ δʼ οὖρα παχέα κατʼ ἀρχὰς εὐθὺς ἦν· ἐν γὰρ τῇ τῶν πρώτων ἡμερῶν διηγήσει γέγραπται κατὰ τήνδε τὴν λέξιν· “οὔρει παχέα, ἐρυθρά, κείμενα οὐ καθίστατο”, ὥστʼ οὐκ ἐνδέχεται νῦν ἄρξασθαι λέγειν αὐτὸν τὰ οὖρα γενέσθαι παχέα, μέχρι τῆς πέμπτης ἡμέρας ἀπʼ ἀρχῆς τοιαῦτα γεγονότα· κατὰ γὰρ τὴν πέμπτην μεταπεσόντα λεπτά φησιν αὐτὰ γεγονέναι, κἄπειτα καὶ κατὰ τὴν ἑβδόμην ὡς τοιούτων ὄντων αὐτῶν ἐμνημόνευσεν. [15]
17a 544
κατὰ τὴν ἑνδεκάτην οὖν εἰκότως εἶπεν· ” οὔρει παχύτερ α”, παραβαλὼν αὐτὰ τοῖς ἀπὸ τῆς πέμπτης ἡμέρας ἕως ταύτης γενομένοις τοῖς λεπτοῖς. ἀλλὰ καὶ ὑπέρυθρά φησιν αὐτὰ γενέσθαι καὶ κάτω λεπτὰ μικρὰ σχεῖν ὑφιστάμενα· προσυπακοῦσαι γὰρ δεῖ τῷ κάτω λεπτὰ 〈τὸ〉 μικρὰ σχεῖν ὑφιστάμενα. μέσα τοίνυν φαίνεται τὰ οὖρα γεγονέναι τῶν τʼ ἀγαθῶν καὶ τῶν ὀλεθρίων. 〈 Ἡσυχῇ κατενόε ι.〉 Τὸ [δʼ] ἐπὶ τῇ τελευτῇ λεγόμενον αὐτῷ διττῶς ἀναγινώσκουσιν, ἔνιοι μὲν οὕτως· ” οὐ καθίστατο ἡσυχ ῇ”, προστιθέντες τὸ ” ἡσυχ ῇ” τοῖς μὴ καθισταμένοις οὔροι c, ἔνιοι δʼ οὕτως· ” 〈οὐ〉 καθίστατ ο”, καὶ πάλιν ἀφʼ ἑτέρας ἀρχῆς· ” ἡσυχῇ κατενόε ι”, καὶ φαίνεται τοῦτο μᾶλλον ἔχειν διάνοιαν. τὸ γὰρ ἡσυχῇ προειρημένου μὲν τοῦ καθίστασθαι τὰ οὖρα συνήθως οὕτω λέγουσιν οἱ Ἕλληνε c, ἐπὶ δὲ τῶν μὴ καθισταμένων οὐ πάνυ τι προστιθέασι τὰ τοιαῦτα τῶν ὀνομάτων. τὰ μὲν οὖν κατὰ τὴν ἑνδεκάτην γενόμενα σημεῖα καὶ συμπτώματα ταῦτʼ ἐστίν. ἴδωμεν δʼ ἐφεξῆς ὅσα περὶ τῆς τεσσαρεσκαιδεκάτης ἔγραψεν. Τεσσαρεσκαιδεκάτῃ ἀπύρετο c , οὐχ ἵδρωσε ν , ἐκοιμήθ η , κατενόει πάντ α . [15]
17a 545
Μάτην δόξει προσκεῖσθαι τὸ οὐχ ἵδρωσε ν, ὅμοιον ὂν τῷ “οὐχ ᾑμορράγησεν”, “οὐκ ἤμεσεν”, 〈“οὐ διεχώρησεν,”〉 “οὐ παρωτίδας ἔσχεν”. ἀλλʼ ὥσπερ ὀλίγῳ πρόσθεν ἔφη· “περὶ δὲ ἑνδεκάτην ἐόντι πάντα ἔδοξε κουφισθῆναι”, δυνάμενος μὲν ἁπλῶς εἰπεῖν “ἐκουφίσθη πάντα”, προσθεὶς δὲ τὸ “ἔδοξεν” ἕνεκα τοῦ τῶν ἐν ἑτέροις αὐτῷ γεγραμμένων ἀναμιμνῄσκειν, ὡς τοῖς μὴ κατὰ λόγον κουφίζουσιν οὐ χρὴ πιστεύειν, οὕτω καὶ νῦν οὐκ ὤκνησεν ἐκ περιττοῦ προσθεῖναι τὸ οὐχ ἵδρωσεν ἀναμνήσεως ἕνεκα τοῦ κατὰ τὴν ῥᾳστώνην ἀπίστου. τὸ γὰρ ἐνδεχόμενον ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν ἡμερῶν εἴπερ ἐγένετο, ἔσωσεν ἂν τὸν ἄνθρωπον. ἐκ γοῦν τοῦ μὴ γενέσθαι τῆς κακοηθείας τοῦ νοσήματος ἀνέμνησεν ἡμᾶς. ἀγνοοῦνται δὲ πολλοῖς τῶν ἰατρῶν αἱ τοιαῦται διαθέσεις, καὶ χαίρουσιν ἐπὶ τοῖς ἄμεινον ἔχειν δόξασιν, κἂν ἐπʼ ὀλεθρίοις τοῖς ἔμπροσθεν σημείοις τε καὶ συμπτώμασι τοῦτο γενέσθαι συμβῇ, μὴ γινώσκοντες, ὡς νεκρουμένης τῆς φύσεως καὶ σβεννυμένου τοῦ ἐμφύτου θερμοῦ τὰς τοιαύτας διαθέσεις συμβαίνει γίνεσθαι παραπλησίως τοῖς εἰς ὄγκον αἰρομένοις μορίοις ἐκ κακοήθους ῥεύματος, ὅταν ἡ φύσις ἀρρωστοῦσα μηδʼ ὅλως ἐπιχειρῇ τῇ πέψει τοῦ τὸν ὄγκον ἐργασαμένου χυμοῦ. [5]
17a 546
“περὶ γὰρ τὰς γενέσεις τοῦ πύου”, φησίν, “οἵ τε πόνοι καὶ οἱ πυρετοὶ γίνονται”, μεταβαλλομένων ὑπὸ τῆς ἐμφύτου θερμασίας τῶν τὸν ὄγκον ἐργασαμένων χυμῶν. ὅταν οὖν αὕτη μηκέτʼ ἐγχειρῇ τῇ πέψει διʼ ἀρρωστίαν, οὔτε πονοῦσιν οὔτε πυρέττουσιν εἰ μὴ πάνυ μικρόν. ἐπὶ μὲν οὖν τοῖς ἐκπυήσασιν ἐκκριθέντος τοῦ πύου σῷον φυλάττεται τὸ μόριον, εἰς ὃ τὸ ῥεῦμα κατέσκηψεν· ἐφʼ ὧν δʼ οὔτʼ ἐκπύησις οὔτʼ ὀδύνη τις ἀξιόλογος οὔτε πυρετὸς γίγνεται, σήπεται τὸ μόριον, ὡς ἀναγκαῖον ἡμῖν γενέσθαι παντελῶς ἐκκόψαι ποτʼ αὐτό. παραπλήσιον οὖν τι καὶ τούτῳ συμβαίνει 〈γενέσθαι〉 κἀπὶ τῶν ἀσήμως τε καὶ ἀλόγως ἀπυρέτων γενομένων ἐπὶ θανατώδεσι σημείοις. ὅτι δὲ τοιαύτη διάθεσις ἦν τῷ Ἑρμοκράτει, καὶ τὰ τοῦ γενομέ νου κώματος ἐπὶ τῆς ἑνδεκάτης ἡμέρας ἐδήλου. [15]
17a 547
τὸ γὰρ ἅμα πυρετῷ διακαεῖ καὶ χυμὸν ἔχοντι δηλονότι δακνώδη καὶ δριμὺν ἐξαίφνης σύμπτωμα σχεῖν ὑγροῖς καὶ ψυχροῖς καὶ ἀδήκτοις ἑπόμενον χυμοῖς ἐνδεικτικόν ἐστιν οὐ τοῦ πεπαῦσθαι τὴν ἔμπροσθεν διάθεσιν, οὐδενός γε κρισίμου γεγονότος, ἀλλὰ τοῦ νεκροῦσθαί τε καὶ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν. εἴρηται μὲν οὖν περὶ τούτων ἐπὶ πλέον ἐν ἑτέροις, ἀλλὰ νῦν ἐν κεφαλαίοις ἅπαξ ἀρκείτω λελέχθαι περὶ τῶν ἀλόγως ἐπὶ χαλεποῖς νοσήμασιν ἀπυρέτων γενομένων· ὅσῳ γὰρ ἂν ὀλεθριωτέρων προηγησαμένων σημείων ἄμεινον ἔχειν δόξωσι, τοσούτῳ τὴν νόσον ὀλεθριωτέραν ἔχουσιν, ἅθʼ, ὡς οἱ περὶ τὸν Σαβῖνον εἰρήκασι, λοχῶντος τοῦ νοσήματος ὥσπερ θηρίου τινὸς ἢ ἀνθρώπου πονηροῦ· διάνοιαν γὰρ ἔχοντός ἐστι ζῴου τὸ λοχᾶν, 〈ὅταν〉 ἐξαίφνης ἐπιθῆται λάθρᾳ μὴ προσδοκῶσι τοῖς ἐνεδρευομένοις ὑπʼ αὐτοῦ. ἀλλὰ τὰ μὲν οὕτως εἰρημένα προσηκόντως ἄν τις ὀνομάσειε περιλάλησιν. οὐδὲν γὰρ εἰπόντες ἐπιστημονικόν, ἀλλὰ περιλαλήσαντες μόνον οἴονται τὸ προκείμενον ἀποδε δειχέναι διὰ παραδείγματος οὐδὲν οὐδὲ τοῖς παραβαλλομένοις ὅμοιον ἔχοντός τι. [15]
17a 548
καταλιπόντες οὖν αὐτοὺς αὐτοὶ συμπληρώσωμεν ἤδη τὰ προκείμενα. καί μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς ἐνταῦθα καὶ μὴ θαύμαζε, πῶς ἐγὼ πολλάκις ὀλεθρίως εἰπὼν ἔχειν τινά, μεταξὺ καλῶς αὐτοῦ σχόντος ἐξαίφνης, ὡς καὶ λούσασθαι, καταγελώμενος οὐ μόνον ὑπὸ τῶν ἰδιωτῶν, ἀλλὰ καὶ τῶν ἰατρῶν, ἐμμείνας τῇ προρρήσει, μετὰ ταῦθʼ ὑποστρέψαντος εἰς τὸ νόσημα τοῦ δόξαντος ἐσχηκέναι καλῶς, εἶτʼ ἀποθανόντος, ἐκ μαντικῆς ἐνομίσθην, οὐκ ἰατρικῆς θεωρίας προειρηκέναι, καὶ ταῦτα τῶν θαυμαστῶν τούτων ἰατρῶν οὐδαμόθι γεγράφθαι λεγόντων αὐτά. πόθεν οὖν ὅτι 〈προσδοκητέον〉 κατὰ τὴν ἑνδεκάτην ἡμέραν ἢ τεθνήξεσθαί τινας ἢ κριθήσεσθαι προεῖπον; ἔστι μέν μοι κἀν τοῖς Περὶ κρίσεων αὐτάρκως γεγραμμένα τὰ περὶ τῶν τοιούτων προρρήσεων, ἔστι δὲ κἀν τοῖς Περὶ κρισίμων ἡμερῶν, καὶ πάντων αὐτῶν ἡγεμών ἐστιν ὁ θαυμάσιος Ἱπποκράτη c. ἀλλὰ τὰ μὲν ἄλλα διά τε τῶν εἰρημένων ἄρτι βιβλίων ἐξείργασμαι καί τινων ἑτέρων. ἐν δὲ τῷ παρόντι τοῖς ἀνεγνω κόσιν ἐκεῖνα σαφῆ τὸν περὶ τῶν ἐνεστώτων ἀπεργάσομαι λόγον. [15]
17a 549
ἐπὶ μὲν γὰρ τῆς ἑνδεκάτης ἡμέρας ἔδοξεν ὁ Ἑρμοκράτης κεκουφίσθαι, τῇ δὲ τεσσαρεσκαιδεκάτῃ ἀπηλλάχθαι τελέως. ὡρισμένου δʼ ἤδη καὶ προεγνωσμένου τοῦ πάντως 〈αὐτὸν〉 ὑποστρέψειν τε καὶ τεθνήξεσθαι, τὴν ἑπτακαιδεκάτην ἡμέραν ἀκόλουθον ἦν τοῖς κατὰ τὴν ἑνδεκάτην τε καὶ κατὰ τὴν τεσσαρεσκαιδεκάτην γενομένοις ἐνεγκεῖν τὴν ὑποστροφήν, ὡς ἂν κατὰ τὰς κρισίμους ἡμέρας τῆς τοῦ νοσήματος μεταβολῆς γενομένης. ἐμάθομεν γὰρ ἔν τε τῷ Προγνωστικῷ καὶ τοῖς Ἀφορισμοῖς τὰς κατὰ τετράδα περιόδους τῶν ἡμερῶν εἰς τὴν εἰκοστήν, οὐ τὴν εἰκοστὴν πρώτην ἀφικνεῖσθαι, καὶ διὰ τοῦτο τὴν μὲν ἑνδεκάτην τῆς τεσσαρεσκαιδεκάτης ἐπίδηλον εἶναι, τὴν δὲ ἑπτακαιδεκάτην τῆς εἰκοστῆς. ὑποστρέψαι μὲν οὖν τῷ Ἑρμοκράτει εὐλογώτατον τὸ νόσημα κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν, ἀκολουθῆσαι δὲ κατὰ τὴν εἰκοστὴν ἑτέραν μεταβολήν. οὐ μὴν ἤδη γε πρόδηλον ἡμῖν τοῖς ἀναγινώσκουσι τὰ γεγραμμένα πρὸς Ἱπποκράτου c, ὁποία τις ἡ κατὰ τὴν εἰκοστὴν ἡμέραν ἔσοιτο μεταβολή, διὰ τὸ μήτε τὴν δύναμιν ὅπως εἶχε τοῦ κάμνοντος ἐπίστασθαι μήτε τὸ βεβαιότατον αὐτῆς σημεῖον, τοὺς σφυγμούς, ὑπʼ αὐτοῦ γεγράφθαι. [15]
17a 550
σὺν μὲν γὰρ τῇ τούτων γνώσει ῥᾷστον ἦν εἰπεῖν, εἴτε κατὰ τὴν εἰκοστὴν ἡμέραν ὁ κάμνων ἕξει τὴν τελευτὴν εἴτε καὶ εἰς πλείονας ἐκταθήσεται τὸ νόσημα, μὴ γινωσκομένων δʼ ἐκείνων ἄδηλον. ἀκούσωμεν οὖν ὧν περὶ τῆς ἑπτακαιδεκάτης καὶ ὧν περὶ τῆς εἰκοστῆς εἶπεν αὐτός. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι ὑπέστρεψε ν , ἐθερμάνθ η . τὰς ἑπομένας πυρετὸς ὀξύ c , οὖρα λεπτ ά , παρέκρουσε ν . Τὰ μὲν ἄλλα τῆς ὑποστροφῆς ἐστι συμπτώματα, τὰ δʼ οὖρα λεπτὰ δηλοῖ τὴν νόσον ἄπεπτον ὑπάρχειν, ὥστʼ οὐδʼ, εἰ καὶ μὴ μεγάλως ἦν τὰ φανέντα σημεῖα ὀλέθρια, σωθήσεσθαι τὸν ἄνθρωπον εἶπεν ἄν τις ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας, ὁρῶν τὴν ἀπεψίαν τῶν οὔρων. [10]
17a 551
αὐτὸς γὰρ εἶπεν ἐν τοῖς τοιούτοις “κίνδυνον εἶναι, μὴ οὐ δυνήσεται τῷ χρόνῳ τοῦ νοσήματος ὁ κάμνων ἐξαρκέσαι.” Πάλιν δ ’ εἰκοστῇ ἐκρίθ η , ἀπύρετο c , οὐχ ἵδρωσε ν . Ἐν ᾗ κατὰ λόγον ἦν ἡμέρᾳ παροξυνθῆναι τὸν πυρετόν, εἴπερ ὅλως ἡ φύσις ἐνεχείρησε τῇ πέψει τῶν χυμῶν ὠμῶν ὄντων, ὡς ἐδήλου τὰ οὖρα λεπτὰ διαμένοντα, κατὰ ταύτην ἐπαύσατο τελέως ὁ πυρετός. οὐδὲ γὰρ κατὰ τὴν ἑπτακαιδεκάτην ἐγεγόνει τῷ λόγῳ τῆς ἐμφύτου θερμασίας, ἀλλὰ μόνῳ τῷ τῆς σήψεως, ἐκθερμανθέντων πυρετωδῶς τῶν χυμῶν. τὸ τοίνυν ζέσαν αὐτῶν διαπνευσθὲν ἀπύρετον ἂν εἰργάσατο τὸν ἄνθρωπον. ἀλλὰ μενόντων τῶν ὀλεθρίων συμπτωμάτων, ὧν ἐφεξῆς ἐρεῖ, σαφὲς ἦν ἀπολεῖσθαι τὸν Ἑρμοκράτη ν. ὥσπερ δʼ ἐπὶ τῆς τεσσαρεσκαιδεκάτης ἡμέρας ἔγραψεν οὐχ ἵδρωσε ν, οὕτως καὶ κατὰ τὴν εἰκοστὴν αὐτὸ προσέθηκεν, ἀναμιμνῄσκων γε τῆς ἀσήμως γενομένης ῥᾳστώνης. [10]
17a 552
ὅτι δὲ διέμενε τὰ συμπτώματα τοῦ νεκροῦσθαι τὴν φύσιν τοῦ κάμνοντος, εὔδηλόν ἐστιν ἐξ ὧν ἐφεξῆς ἔγραψε τῶν κατὰ τὴν εἰκοστὴν ἡμέραν εἰρημένων, οἷς ἤδη πρόσεχε τὸν νοῦν. Ἀπόσιτος παρὰ πάντα 〈τὸν〉 χρόνο ν , κατενόε ι , διαλέγεσθαι οὐκ ἠδύνατ ο , γλῶσσα ἐπίξηρο c , οὐκ ἐδίψη · κατεκοιμᾶτο σμικρ ά , κωματώδη c . Πάντα τὰ εἰρημένα νεκρουμένης ἐστὶν ἤδη τῆς ζωτικῆς δυνάμεως γνωρίσματα, οἷον εὐθέως ἡ ἀποσιτία τὴν ἀνορεξίαν δηλοῦσα ποτὲ μὲν διὰ τὸ στόμα τῆς κοιλίας γίγνεται κεκακωμένον ὑπό τινος ἀλλοτρίας ποιότητος χυμῶν, ἔστι δʼ ὅτε διὰ τὴν τῆς δυνάμεως αὐτῆς νέκρωσιν, ἧς, ὅθʼ ὑγίαινεν, ἦν ἔργα τό τε τῆς ἐνδείας 〈τῆς ξηρᾶς οὐσίας〉 αἰσθάνεσθαι καὶ τὸ τῶν ἰασομένων αὐτὴν ὀρέγεσθαι. τῆς δʼ αὐτῆς ταύτης ἔρ γον καὶ ἡ 〈αἴσθησις κατὰ τὴν〉 τῆς ὑγρᾶς οὐσίας ἔνδειάν τε καὶ ἀναπλήρωσιν. [10]
17a 553
ὅπως οὖν εἶχε καὶ περὶ ταῦτα, σαφῶς ἐδήλωσεν ὁ Ἱπποκράτης εἰπὼν οὐκ ἐδίψ η. καὶ τῷ μὲν ἀπόσιτος 〈παρ〉ὰ πάντα τὸν χρόνον ἐφεξῆς ἔγραψε κατενόει, τῷ δὲ γλῶσσα ἐπίξηρος τὸ οὐκ ἐδίψ η, τὸ μὲν κατενόει πρὸς τὸν κοινὸν ἀμφοτέρων διορισμὸν παραλαβών, τὸ δʼ οὐκ ἐδίψη πρὸς τὸν ἑτέρου. ὁ μὲν οὖν κοινὸς διορισμὸς τοῦτό φησιν· οὐκ ᾐσθάνετο τῆς ἐνδείας οὔτε τῆς κατὰ τὸ ξηρὸν οὐσίας οὔτε τῆς κατὰ τὸ ὑγρόν, οὐ διὰ τὸ μὴ παρακολουθεῖν, ἀλλὰ διὰ τὸ νεκροῦσθαι τὴν δύμαμιν αὐτοῦ. τὸ δʼ οὐκ ἐδίψη προσέθηκε τῷ γλῶσσα ἐπίξηρος εἰς διορισμὸν τοῦ μὴ διʼ ὑγρότητα τὸν ἄνθρωπον ἄδιψον γεγονέναι, καθάπερ ἔνιοι τῶν ὑγρὸν καὶ ψυχρὸν ἠθροικότων χυμόν, ἀλλὰ 〈διότι〉 καίτοι διαθέσεως οὔσης διψωδεστάτης ἡ δύναμις οὐκ ᾐσθάνετο νεκρουμένη. μή τι δὲ καὶ τὸ διαλέγεσθαι μὴ δύνασθαι κατὰ τὴν ταύτης ἐγένετο κάκωσιν. εἴπερ οὖν πάντα τὰ συμπτώματα ταῦτα καὶ κατὰ τὴν εἰκοστὴν ἡμέραν ὑπῆρχεν αὐτῷ καὶ σχεδὸν ἐν ὅλῃ τῇ νόσῳ, δῆλον ὅτι σβεννυμένης τῆς ἐμφύτου θερμασίας ὁ πυρετὸς ἐπαύσατο κατὰ τὴν εἰκοστὴν ἡμέραν. [15]
17a 554
ὁμολογεῖ δὲ τούτοις καὶ τὸ κατεκοιμᾶτο σμικρ ά , κωματώδη c. οὐ γὰρ ὡς οἱ κατὰ φύσιν ἔχοντες ἐκάθευδεν, ἀλλὰ διʼ ἀρρωστίαν τῆς δυνάμεως ἄκων ἔμυεν, ὡς μὴ δυνάμενος τοὺς ὀφθαλμοὺς ἀνεῳγότας ἔχειν, ἔκλειέ τε αὐτοὺς καὶ σμικρὰ κατεκοιμᾶτ ο. προσέθηκε γὰρ τῷ κατεκοιμᾶτο τὸ σμικρ ά, διότι καὶ τοῦτο γνώρισμα τῆς κατὰ τὴν δύναμιν ἀρρωστίας ἦν, οὐ τοῦ κατὰ φύσιν ὕπνον τινὰ γενέσθαι τῷ κάμνοντι κατὰ τὸν καιρὸν τοῦτον. εἰ 〈δὲ〉 διʼ ὑγρότητα τῆς αἰσθητικῆς ἀρχῆς ὑπνῶδες ἦν τὸ κῶμ α, θαυμαστέον ἐστὶν οὐ διὰ τί τέθνηκεν ὁ Ἑρμοκράτη c, ἀλλὰ διότι μέχρι τῆς ἑβδόμης καὶ εἰκοστῆς ἡμέρας ἐξήρκεσεν. εὔλογον γὰρ ἦν οὐ μετὰ πολὺ τῆς εἰκοστῆς ἀκολουθῆσαι τὸν θάνατον αὐτῷ. δῆλον οὖν, ὅτι νέος τις ἦν εὔρωστός τε φύσει καὶ διὰ τοῦτʼ ἀντέσχετο, κατὰ βραχὺ μαραινόμενος. ἔνεστι γὰρ ἐξ ἁπάντων τῶν συμβάντων αὐτῷ τεκμήρασθαι τὸν καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν μαρασμὸν περιφρυγῆ γεγονέναι. διέφθειρε δὲ αὐτὸν ἐπὶ τῆς εἰκοστῆς ἑβδόμης ὁ διὰ τὴν τῶν χυμῶν σηπεδόνα γενόμενος πυρετὸς ἐπὶ τῆς εἰκοστῆς τετάρτης, ὃν διὰ τῆς ἐχομένης ῥήσεως ἐδήλωσεν. [15]
17a 555
ἄξιον δʼ ἐπισημήνασθαι, διὰ τί κατὰ τὴν προκειμένην λέξιν ἔγραψε· κατενόει πάντ α. φαίνεται γὰρ οὐ πάντα κατανοήσας, αὐτοῦ τοῦ Ἱπποκράτους ἐν τῇ τῆς πέμπτης ἡμέρας διηγήσει γράψαντος αὐτὸν παρακροῦσαι καὶ μετὰ ταῦτα πάλιν ἐπὶ τῆς ἕκτης προσθέντος “οὐ κατενόει” καὶ πάλιν ἐπὶ τῆς ἑπτακαιδεκάτης “παρέκρουσε”. δυοῖν τοίνυν θάτερον, ἢ ὅτι μόναις ταύταις ταῖς ἡμέραις παρέκρουσε, τῷ δʼ ἄλλῳ παντὶ χρόνῳ κατενόει, δηλῶσαι βουλόμενος ἔγραψε κατενόει πάντ α, ἢ ὅτι κατὰ τὴν εἰκοστὴν ἡμέραν, ἧς ἐν τῇ προκειμένῃ ῥήσει τὴν διήγησιν ἔγραψε, κατενόει πάντ α, τουτέστιν οὐδὲ μικρὸν παρεφέρετο. διὰ τί δὲ τοῦτο προσέθηκεν, ὀλίγον ἔμπροσθεν εἶπον. ἀδίψων γὰρ καὶ ἀνορέκτων γινομένων τινῶν ἐν νόσοις, ἤτοι διὰ τὸ παραφρονεῖν ἀναισθήτως ἐχόντων ὧν πάσχουσιν ἢ διὰ 〈τὴν〉 νέκρωσιν τῆς ἐν τῇ κοιλίᾳ δυνάμεως φυσικῆς, ἐπειδὰν οὕτω πάσχωσιν ἄνευ τοῦ παραφρονεῖν, ὑπολείπεται νενεκρῶσθαι τὴν φυσικὴν δύναμιν αὐτῶν. Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην ἐπεθερμάνθ η , κοιλίη ὑγρὴ πολλοῖσι λεπτοῖς ι . [16]
17a 556
καὶ τὰς ἑπομένας πυρετὸς ὀξύ c , γλῶσσα συνεκαύθ η . ἑβδόμῃ καὶ εἰκοστῇ ἀπέθαν ε . Τούτῳ τῷ ἀρρώστῳ καὶ ἡ τετάρτη καὶ εἰκοστὴ τῶν κατὰ περίοδον οὖσα κρισίμων, ὡς ἐδείχθη, καὶ ἡ ἑβδόμη καὶ εἰκοστὴ πολὺ μᾶλλον ἔτι ταύτης ἐξ ἀναλογίας ἤνεγκέ τινας νεωτερισμούς. ὥσπερ γὰρ ἐπὶ τῆς ἑπτακαιδεκάτης ἡμέρας ὑποστρέψας κατὰ τὴν εἰκοστὴν ἔδοξεν ἔχειν ἄμεινον, οὐ σχὼν οὕτως κατά γε τὴν ἀλήθειαν, ἀλλὰ φαντασίαν τοῖς πολλοῖς ποιήσας, σβεννυμένης 〈τε〉 τῆς ἐμφύτου θερμασίας ἀπύρετος ἐγένετο, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς εἰκοστῆς τετάρτης ἀρξάμενος πυρέττειν ἐκ σηπεδόνος τῶν ὑπολοίπων χυμῶν, ἐξ ἧς καὶ διεχώρησε κάτω πολλὰ καὶ λεπτὰ καὶ κακοήθη, κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν ἀπέθανε ν , ὀξέος αὐτῷ γενομένου καὶ ξηροῦ τοῦ πυρετο ῦ, διʼ ὃν καὶ ἡ γλῶττα συνεκαύθ η. [10]
17a 557
Τούτῳ κώφωσις διὰ τέλεος παρέμενε ν , οὖρα ἢ παχέα καὶ ἐρυθρ ά , οὐ καθιστάμεν α , ἢ λεπτὰ ἄχρω ἐναιώρημα ἔχοντα · γεύεσθαι οὐκ ἠδύνατ ο . Καὶ μετὰ τὴν τῆς εἰκοστῆς ἡμέρας διήγησιν ἐφεξῆς ἐγεγράφει τῷ μὲν νῦν εἰρημένῳ τῷ γεύεσθαι οὐκ ἠδύνατο ταὐτὸ σημαίνουσαν τὴν “ἀπόσιτος” φωνήν. οὖρα δʼ ἀπὸ τῆς ἑπτακαιδεκάτης ἄχρι τῆς εἰκοστῆς ἔφη γεγονέναι λεπτ ά, προειρήκει δʼ, εἴ τι μεμνήμεθα, καὶ περὶ τῶν ἐρυθρῶν καὶ ἀκατάστατον ἐχόντων ἐναιώρημ α. νῦν οὖν ἐπαναλαβὼν ἅμα περὶ πάντων 〈τούτ〉ων ἀπεφήνατο. 〈ἃ δʼ ἀπεφήνατʼ, ἐστὶ〉 δυνάμει ταὐτά, ἃ λέγω 〈καὶ αὐτός〉, ὡς οὔρησεν ἄλλοτʼ ἀλλοῖα, χρηστὸν δʼ ἀκριβῶς οὐδέποτʼ οὐδέν. ἀλλὰ καὶ ὅτι διὰ παντὸς αὐτῷ τοῦ νοσήματος ἡ κώφωσις παρέμεινεν, οὐκ εἰρημένον ἔμπροσθεν, εἰκότως νῦν προσέθη κεν. [15]
17a 558
οὐκ οἶδα δʼ ὅπως οὐκέτʼ οὐδὲν εἶπε περὶ τῆς ἰκτεριώδους ἀναχύσεως. ἀκόλουθον γὰρ ἦν καὶ ταύτης μνημονεῦσαι. τάχʼ οὖν ὡς πρόδηλον ὅτι παρέμεινεν ἐσιώπησεν· ὅπου γὰρ οὔθʼ ἱδρὼς ἐγένετο τῷ Ἑρμοκράτει οὔτε διὰ γαστρὸς ἢ οὔρων ἢ ἐμέτων ἠκολούθησε κένωσις χολωδῶν, ἀδύνατον ἦν παύσασθαι τὸν ἴκτερον. ἐκ πάντων οὖν τῶν εἰρημένων φαίνεται παθεῖν αὐτῷ τὸ ἧπαρ ἰσχυρῶς, ἀρχὴ τῆς φυτικῆς τε καὶ φυσικῆς ὀνομαζομένης ψυχῆς ὑπάρχον, ἧς ἐδείχθησαν εἶναι τέτταρες δυνάμεις, ἑλκτική τε καὶ καθεκτικὴ καὶ ἀλλοιωτικὴ καὶ ἀποκριτική, καθʼ ἃς καὶ τρέφεσθαι καὶ αὐξάνεσθαι τοῖς σώμασιν ὑπάρχει, καὶ παθούσης ταύτης ἀνορεξίαι δειναὶ καταλαμβάνουσιν, ὡς 〈τὸν τοιοῦτον〉 τεθνάναι μᾶλλον ἐθέλειν ἢ γεύσασθαί τινος. ΠΕΡΙ ΤΩΝ ΠΡΟΣΚΕΙΜΕΝΩΝ ΧΑΡΑΚΤΗΡΩΝ 〈ΤΟΥΤΩΙ ΤΩΙ ΑΡΡΩΣΤΩΙ〉 Τὰ μὲν παλαιότερα τῶν ἀντιγράφων τὴν ἀρχὴν τῶν προσκειμένων χαρακτήρων τοῖς ἀρρώστοις εἶχεν ἀπὸ τῆς παρὰ 〈τὰ〉 Βίτωνος κυναγχικῆς, ἑβδόμης ἀπὸ τῆς ἀρχῆς γεγραμμένης. [14]
17a 559
ἀμέλει καὶ οἱ ἐξηγησάμενοι τοὺς προσγεγραμμένους τῷ βιβλίῳ τούτῳ χαρακτῆρας ἀπʼ ἐκείνης ἤρξαντο πάντες, τοῖς πρώτοις ἀρρώστοις λέγοντες αὐτοὺς μὴ προσκεῖσθαι. κατʼ ἔνια μέντοι τῶν νῦν εἰς χεῖρας ἡμῖν ἡκόντων εὑρίσκονται καὶ τοῖς πρώτοις ἀρρώστοις προσκείμενοι χαρακτῆρες, ὥς γε καὶ ἡ κατὰ Διοσκορίδην ἔκδοσις προσκειμένους αὐτοὺς ἔχει. καὶ τούτῳ γε τῷ Ἑρμοκράτει πρῶτον ὑπογέγραπται τὸ πεῖ ἐν μέσῳ γραμμὴν ἔχο ν, ἁπάντων τῶν χαρακτήρων, ὧν ἐπὶ πάντων τῶν ἀρρώστων ἔφαμεν εὑρίσκεσθαι, προγεγραμμένον. ἐφεξῆς δὲ τὸ ε γέγραπται καὶ μετʼ αὐτὸ τὸ δέλτα κάτωθεν ὀρθὴν γραμμὴν ἀπεστιγμένην ἔχο ν, ὥσπερ τὸ ἰῶτα γράφομεν. εἶτα μετʼ αὐτὸ τὸ κ καὶ ζ καὶ μετὰ ταῦτα τὸ θ, κατὰ τόνδε τὸν τρόπον Ε Δͅ ΚΖΘ . ὁ μὲν οὖν πρῶτος χαρακτήρ, ὡς καὶ πρόσθεν, σημαίνει τὸ πιθανόν, ὥσπερ γε καὶ τὸ ὕστατον γράμμα ποτὲ μὲν υ, ποτὲ δὲ θ γεγραμμένο ν , ὑγείας μὲν τὸ υ , θανάτου δὲ τὸ θ σημεῖόν ἐστιν. [15]
17a 560
τὸ δὲ πρὸ τούτου τὸν ἀριθμὸν τῶν ἡμερῶ ν , ἐν αἷς ἤτοι ἀπέθανεν ὁ ἄνθρωπος ἢ τελέως ὑγιάσθ η, σημαίνει, τὰ δὲ μεταξὺ τὸν τρόπον, καθʼ ὃν ἤτοι σωθῆναι τὸν ἄρρωστον ἢ ἀπολέσθαι συνέβη. καὶ νῦν οὖν ὁ τὸ ε μετὰ τοῦ κάτωθεν ἀπεστιγμένου δέλτα γράψας ἐπισχεθέντων τῶν διαχωρημάτων πιθανὸν εἶναί φησι κατὰ τὴν εἰκοστὴν ἑβδόμην ἡμέραν ἀποθανεῖν τὸν Ἑρμοκράτη ν. τινὲς δὲ τῶν ἐξηγητῶν διὰ τὸ ῥυῆναι κατὰ τὴν εἰκοστὴν καὶ τετάρτην ἡμέραν τὴν γαστέρα τὸν θάνατον αὐτῷ γεγονέναι φασί, παρατιθέμενοι τὸ ἐκ τοῦ Προρρητικοῦ κατὰ λέξιν οὕτως ἔχον· “κώφωσις καὶ οὖρα ἐξέρυθρα, ἀκατάστατα, ἐναιωρηθέντα, παρακρουστικά. τοῖς τοιούτοις ἰκτεροῦσθαι κακόν. τούτους ἀφώνους 〈μέν,〉 αἰσθανομένους δὲ συμβαίνει γίνεσθαι. οἶμαι δὲ καὶ κοιλίαι καταρρήγνυνται, οἷον Ἑρμίππῳ καὶ ἀπέθανεν.” αὕτη μὲν ἡ ἐκ τοῦ Προρρητικοῦ λέξις, καὶ εἴρηται περὶ αὐτῆς, ὁπότʼ ἐξηγούμεθα τὸ βιβλίον ἐκεῖνο. νυνὶ δὲ τοσοῦτον εἰπεῖν ἐξαρκέσει πάλιν ἀναμνήσεως ἕνεκεν ὧν τʼ ἐν ἐκείνοις ἐξηγησάμεθα καὶ ὧν ἐν τῷδε τῷ βιβλίῳ μέχρι δεῦρο. συνέβη γὰρ τὸν Ἑρμοκράτην μήτε διʼ ἐπί σχεσιν γαστρὸς μήτε διʼ ἔκκρισιν ἀποθανεῖν, ἀλλὰ ταῦτα μὲν ἐπιφανῆναι συμπτώματα τῆς διαθέσεως, ὥσπερ καὶ ὁπότε πρόσθεν ἀπέκρινε συγκεκαυμένα, ταῖς κατὰ τὸ ἧπαρ διαθέσεσιν ἀμφοτέρων ἑπομένων, ὡς ἐδείξαμεν ἐν ἄλλοις τέ τισι κἀν τοῖς Περὶ τῶν πεπονθότων τόπων ὑπομνήμασιν. [5]
17a 561
φαίνεται δὲ καὶ ὁ θάνατος αὐτῷ γεγονέναι μάλιστα μὲν διὰ τὸ ἧπαρ, ἔτι δὲ καὶ 〈διὰ〉 τὸ τὰ κατὰ τὴν κεφαλὴν οὐκ ἔχειν κατὰ φύσιν. ἔτι δʼ ἀλογώτερον ἐξηγοῦνται τὸν ἄρρωστον οἱ φάσκοντες 〈αὐτὸν〉 διὰ τοῦτο γεγράφθαι μόνον, ἵνα τὴν τῶν κρισίμων ἡμερῶν δύναμιν ἐξετάσωμεν, ὥσπερ οὐκ ἐπὶ πάντων μὲν τῶν νοσούντων κοινῶς τούτων παρατετηρημένων, ἀλλὰ καθʼ ἕκαστον ἰδίως κατὰ τὰς συμβάσας αὐτοῖς διαθέσεις. Τρίτος ἄρρωστο c . Ὁ κατακείμενος ἐν τῷ Δεάλκους κήπ ῳ . Κἀνταῦθα πάλιν οἱ περὶ τὸν Σαβῖνόν φασι τὸν κῆπον προσκεῖσθαι συναίτιον τῆς νόσου γενόμενον τἀνθρώπῳ, καὶ γράφουσί γε κατὰ λέξιν οὕτως· “διὰ τοῦτο γὰρ μήποτε καὶ τὸν κῆπον παρέθετο, 〈ἵνα〉 κἀντεῦθεν τὴν ἀφορμὴν τοῦ πυρε〈τὸν αὐ〉τῷ γεγονέναι ὑπεμφήνῃ. [14]
17a 562
οὐ γάρ ἐστι ποηφάγον ζῷον ὁ ἄνθρωπος, ὥστε τῇ ἀλλοκότῳ διαίτῃ 〈χρώμενος〉 δικαίως 〈τὸν〉 νεωτερισμὸν ὑπομένειν.” καὶ ταῦτα μὲν ἐκεῖνοι γεγράφασιν, ἐπεὶ δʼ ἐν τούτῳ τῷ ὑπομνήματι παρὰ τὴν ἐμαυτοῦ προαίρεσιν εἰς ἔλεγχον ἀλλοκότων ἐξηγήσεων ἐπείσθην τοῖς ἑταίροις γράψαι τινά, καὶ νῦν ὀλίγα προσθήσω ταὐτὸν εἶδος ἔχοντα. πρῶτον μὲν οὖν οὔτε διὰ παντὸς οἰκεῖν ἔφη τὸν ἄνθρωπον ἐν τῷ Δεάλκους κήπ ῳ , κατακεῖσθαι δὲ μόνον ἔγραψεν, ἐνδεχόμενον ἔμπροσθεν μέν, ὅθʼ ὑγίαινεν, οἰκεῖν αὐτὸν ἑτέρωθι, νοσήσαντα δὲ καταγωγῆς ἐπιτηδειοτέρας δεηθέντα τοιαύτην ἔχειν ἐν τῷ Δεάλκους κήπ ῳ. δεύτερον 〈δʼ〉 οὐδʼ ἀναγκαῖόν ἐστι τὸν ἐν κήπῳ καταγωγὴν ἔχοντα λάχανα σιτεῖσθαι διὰ παντὸς ὡς ποηφάγον ζῷον, ὥσπερ οὐδʼ εἰ πλησίον εἴη τῶν αἴγεια κρέα πιπρασκόντων ἢ προβάτεια, ταῦτʼ ἐσθίειν ὁσημέραι, καθάπερ οἱ λέοντες. [15]
17a 563
οὐδὲ γὰρ εἰ γείτων εἴη τῶν 〈ὕε〉ια κρέα πιπρασκόντων, ἀναγκαῖον αὐτῷ πλεῖστα προσφέρεσθαι ταῦτα, καθάπερ ἀθλητῇ. τρίτον 〈δʼ〉 ἐπὶ τούτοις ἔτι 〈καίτοι〉 πολλὴν ἀφθονίαν ἔχοντες λόγων εἰς τὸ διαβάλλειν τὸν ἐν τοῖς κήποις ἀέρα τοῦτο μὲν ὅλον τὸ μέρος ἐξέλιπον, ἐξετράποντο δʼ ἐπὶ τὰ λάχανα, δυνάμενοι καὶ τῶν ὀχετῶν μνημονεύειν ὡς τὰ πολλὰ τοὺς ἀποπάτους ἐκκαθαιρόντων εἰς τοὺς κήπους ἅπασάν τε τὴν τοιαύτην δυσωδίαν ἔτι τε τὴν ἀπὸ τῶν λαχάνων καὶ δένδρων καὶ θάμνων ἀναθυμίασιν, ὥσπερ ἀπό τε κράμβης καὶ καρύας καὶ πύξου· φανερῶς γὰρ ὁ πέριξ ἀὴρ μοχθηρὸς ἀπὸ τῆς τούτων ὁμιλίας γίγνεται. ἀλλὰ γὰρ ἅλις ἤδη μοι καὶ τῶν περὶ τὰς τοιαύτας ἐξηγήσεις ἀντιλογιῶν. ἐπὶ δὲ τὰ χρήσιμα μεταβὰς ἀκολουθήσω ταῖς Ἱπποκράτους λέξεσιν. Κεφαλῆς βάρος καὶ κρόταφον δεξιὸν ἐπωδύνως εἶχε χρόνον πολύ ν . μετὰ δὲ προφάσιος πῦρ ἔλαβ ε , κατεκλίν η . Πῦρ μὲν ὁ Ἱπποκράτης τὸν πυρετὸν ὀνομάζει, καθότι δέδεικταί μοι πολλάκις ἤδη. [16]
17a 564
καὶ μέντοι καὶ ὅτι κυριώτερον, ὥσπερ καὶ πᾶσιν ἀνθρώποις ἔθος ἐστὶ τὰ μικρὰ τῶν αἰτίων προφάσεις καλεῖν, οὕτω καὶ αὐτὸς ἐνίοτε προσαγορεύει, καὶ τοῦτο δέδεικται. τινὰ μὲν γὰρ αὐτὰ καθʼ ἑαυτὰ νόσον οὐχ οἷά τέ ἐστιν ἐργάσασθαι, προϋπαρχούσῃ δὲ παρασκευῇ νοσώδει πλησιάσαντα τῆς ὅλης νόσου τὴν αἰτίαν ἔχειν ἐδοξάσθη, καθάπερ ἐπὶ τοῦδε τοῦ νῦν ἀρρώστου προκειμένου. τῷ γὰρ ἐκ πολλοῦ γε βαρύνεσθαι τὴν κεφαλὴν καὶ τὸν 〈δεξιὸν〉 κρόταφον ἀλγεῖν ἐνεδείκνυτο διάθεσίν τινα νοσώδη γεννᾶσθαι τῷ ἀνθρώπῳ. καὶ δῆλον, ὅτι καλῶς ἂν ἐπεποιήκει, πρὶν νοσῆσαι διά τινα βραχεῖαν ἔξωθεν αἰτίαν ἐξελέγξασαν αὐτοῦ τὸ ἐπίκαιρον τῆς διαθέσεως, ἑαυτὸν ἐγχειρίσας ἰατρῷ προφυλάξασθαι δυναμένῳ τὴν μέλλουσαν ἔσεσθαι νόσον. Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύ η . Οὐ κατευθὺ τοῦ δεξιοῦ κροτάφου, περὶ οὗ προεῖπεν ὡς ὀδυνωμένου, ῥυῆναί φησιν ὀλίγον ἄκρατον, ἀλλʼ ἐξ ἀριστερο ῦ. [14]
17a 565
τὸ δʼ ἄκρατον, ὅταν μὲν ἐπὶ χολῆς ξανθῆς ἢ μελαίνης ἢ ἰώδους λέγηται, πρόδηλον ἴσχει τὸ σημαινόμενον, ὡς πολλάκις ἤδη λέλεκται· τὴν γὰρ οἰκείαν χροιὰν καὶ σύστασιν ὅταν ἕκαστος τῶν χυμῶν εἰλικρινῆ διαφυλάττῃ, τηνικαῦτα κενοῦσθαι λέγομεν ἄκρατον αὐτόν. ἐπὶ δὲ τοῦ αἵματος ἴσως ἐξ ὑπεναντίου χρὴ νοεῖν ὑπʼ αὐτοῦ λέγεσθαι τὸ ἄκρατον ἐν ἴσῳ τῷ “κακόκρατον”. εὔδηλον δʼ ὅτι τὸ μὲν τοῦ κατὰ φύσιν αἵματος χρῶμα τὸ ἐρυθρόν ἐστι, τὸ δʼ ἄχρουν οὐ τοιοῦτον, ἀλλʼ ἤτοι μελάντερον ἢ πυρρότερον ἐπισήμως, ὡς τὸ πολὺ δὲ μᾶλλον εἰθίσμεθα λέγειν ἄκρατον αἷμα τὸ μέλαν, ὅπερ εὐθέως καὶ παχὺ κατὰ τὴν σύστασίν ἐστιν. ὅτι μὲν οὖν ἔδει τὸν προκείμενον ἄρρωστον, εἴπερ ἦν ἰσχυρὸς τὴν δύναμιν, φλεβοτομηθῆναι πρόδηλον. ὅτι δʼ οὐκ ἔγραψε περὶ τοῦ βοηθήματος ὁ Ἱπποκράτης οὐδέν, ἡ αὐτὴ ζήτησις ἔσται σοι τῇ κατὰ τὸν πρῶτον ἄρρωστον γεγραμμένῃ. Ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθ ε . [16]
17a 566
Τοῦτο μόνον αὐτῷ φαίνεται μέτριον ἐν ἀρχῇ τῆς νόσου γεγονέναι. τὰ δʼ ἄλλα πάντα μοχθηρὰ τὰ κατὰ τὴν ἑξῆς λέξιν γεγραμμένα. Οὖρα λεπτ ά , ποικίλ α , ἐναιωρήματα ἔχοντα κατὰ σμικρὰ οἷον κρίμν α , γονοειδέ α . τρίτῃ πυρετὸς ὀξύ c , διαχωρήματα μέλαν α , λεπτ ά , ἔπαφρ α , ὑπόστασις πελιδνὴ διαχωρήμασι ν , ὑπεκαροῦτ ο , ἐδυσφόρει περὶ τὰς ἀναστάσια c , οὔροισιν ὑπόστασις πελιδν ή , ὑπόγλισχρο c . Ὅτι πάντα τὰ εἰρημένα συμπτώματά τε καὶ σημεῖα μοχθηρὰ γέγονεν αὐτῷ, τοῖς μεμνημένοις τῶν ἐν τῷ Προγνωστικῷ γεγραμμένων εὔδηλόν ἐστιν, εἴρηται δʼ οὐκ ὀλίγα κἀν τοῖς Εἰς τὸ πρῶτον τῶν Ἐπιδημιῶν ὑπομνήμασιν. [10]
17a 567
Τετάρτῃ ἤμεσε χολώδεα ξανθὰ ὀλίγ α , διαλιπὼν ἰώδε α , ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐρρύ η , διαχωρήματα ὅμοι α , οὖρα ὅμοι α , ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληῖδα c , σπλὴν ἐπήρθ η , μηροῦ ὀδύνη κα τ ’ ἴξι ν , ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρο c , νυκτὸς οὐκ ἐκοιμήθ η , παρέκρουσε σμικρ ά . Καὶ ταῦτα πάντα τὰ εἰρημένα συμπτώματα μοχθηρά, πλὴν τῆς εἰς σπλῆνά τε καὶ ἀριστερὸν μηρὸν ὑποφαινομένης ἀποστάσεως. Πέμπτῃ διαχωρήματα πλεί ω , μέλαν α , ἔπαφρ α , ὑπόστασις μέλαινα διαχωρήμας ι , νυκτὸς οὐχ ὕπνως ε , παρέκρουσε ν . Ἔτι καὶ ταῦτα πάντα μοχθηρά. [13]
17a 568
προσσχῶμεν οὖν τοῖς ἐφεξῆς. Ἕκτῃ διαχωρήματα μέλαν α , λιπαρ ά , ἔπαφρ α , δυσώδε α . ὕπνως ε , κατενόει μᾶλλο ν . Ἐν τούτοις τὰ 〈μὲν〉 ὕπνως ε , κατενόει μᾶλλον ἐπιεικῆ, τὰ δʼ ἄλλα καὶ αὐτὰ μοχθηρά. Ἑβδόμῃ γλῶσσα ἐπίξηρο c , 〈διψώδη c ,〉 οὐκ ἐκοιμήθ η , παρέκρουσε ν , οὖρα λεπτ ά , οὐκ εὔχρο α . ὀγδόῃ διαχωρήματα μέλανα ὀλίγ α , συνεστηκότ α , ὕπνως ε , κατενόε ι , διψώδης οὐ λίη ν . Μέχρι δεῦρο φαίνεται πάντʼ αὐτῷ τὰ συμπτώματα σφαλερά. Ἐνάτῃ ἐπερρίγως ε , πυρετὸς ὀξύ c , ἵδρως ε , ψῦξι c , παρέκρους ε , δεξιῷ ἴλλαιν ε , γλῶσσα ἐπίξηρο c , διψώδη c , ἄγρυπνο c . [10]
17a 569
δεκάτῃ τὰ αὐτ ά . ἑνδεκάτῃ κατενόει πάντ α , ἄπυρο c , ἵδρωσε ν , οὖρα λεπτὰ περὶ κρίσι ν . Ἔοικεν ἰσχυρός τις 〈ὁ〉 ἄνθρωπος οὗτος γεγονέναι τὴν δύναμιν, ὡς μεγίστῳ νοσήματι διαπαλαίουσαν αὐτὴν ἀντισχεῖν. οὐδενὸς γοῦν ἀγαθοῦ μέχρι δεῦρο γεγονότος αὐτῷ, φαίνεται κατὰ τὴν ἐνάτην ἡμέραν ῥίγους κριτικοῦ γενομένου καὶ μετʼ αὐτό, καθάπερ εἴωθεν, ὀξέος πυρετοῦ καὶ μετὰ τὸν πυρετὸν ἱδρῶτος οὐκ εὐθέως μὲν ἀπύρετος γεγονέναι διὰ τὸ μέγεθος τοῦ νοσήματος, ὅμως δʼ οὖν, ἐπιμεινάντων τῶν αὐτῶν, (ἔφη γὰρ δεκάτῃ τὰ αὐτ ά,) κατὰ τὴν ἑνδεκάτην εὐθέως ἀπύρετος γενέσθαι. τὸ δʼ ἐν τῇ κρίσει παρακροῦσαί τε καὶ ἐν τῷ δεξιῷ ὀφθαλμῷ ἰλλῆναι τῶν γιγνομένων ἐστὶν ἐν κρίσεσιν. καὶ γὰρ οὐδʼ ἀθρόα τις ἔοικεν αὐτῷ συμβῆναι κατὰ τὴν ἐνάτην ἡμέραν ἡ κρίσις, ἀλλὰ μέχρι τῆς ἑνδεκάτης ἐκταθῆναι, καθʼ ἣν ἤδη φησί· κατενόει πάντ α. [10]
17a 570
προσέθηκε δὲ τὸ οὖρα λεπτὰ περὶ κρίσι ν, ἵνα μὴ πιστεύωμεν αὐτῇ μηδὲ βεβαίαν εἶναι νομίζωμεν, ἀλλʼ ὑποστρέψειν ἐν τάχει τὸ νόσημα προσδοκῶμεν. διά τε γὰρ 〈τ〉ἄλλα καὶ διὰ τὸ μέγεθος αὐτοῦ τὴν τοιαύτην προσδοκίαν εὔλογον ἦν ἔχειν. Δύο διέλιπεν ἄπυρο c , ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ αὐτίκ α , τὴν νύκτα οὐκ ἐκοιμήθ η , πάντα παρέκρους ε . Συμπληρωθείσης τῆς ἡμιρρόπου τε καὶ ἀπίστου κρίσεως κατὰ τὴν ἑνδεκάτην ἡμέραν, δύο διαλιπεῖν αὐτῷ φησι, τουτέστι τήν τε δωδεκάτην καὶ τὴν τρισκαιδεκάτην, εἶτα πάλιν ὑποστρέψαι κατὰ τὴν τεσσαρεσκαιδεκάτην καὶ πάλιν 〈αὐτὸν〉 ἐν παραπλησίοις γενέσθαι συμπτώμασιν. Πεντεκαιδεκάτῃ οὖρον θολερό ν , οἷον ἐκ τῶν καθεστηκότων γίνετα ι , ὅταν ἀναταραχθ ῇ , πυρετὸς ὀξύ c , πάντα παρέκρουσε ν , οὐκ ἐκοιμήθ η , γόνατα καὶ κνήμας ἐπωδύνως εἶχεν · ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ μέλανα κόπρανα 〈δι〉ῆλθε ν . [5]
17a 571
Εἰς ὀξύτητα πάλιν ὑποστρέψας ἀφίκετο διά τε τὸ μέγεθος τοῦ νοσήματος, ὅπερ ἐξ ἀρχῆς εἶχε, καὶ διότι κατὰ τὴν ἑνδεκάτην ἡμέραν, ἡνίχʼ ἡ πρώτη κρίσις ἐγένετο, μηδέπω τοῖς οὔροις τὰ τῆς πέψεως ὑπῆρχε σημεῖα. τὰ μέντοι κατὰ τὰ γόνατα καὶ 〈τὰς〉 κνήμας ἀλγήματα τῆς κάτω ῥοπῆς τῶν τὴν νόσον ἐργαζομένων χυμῶν ὄντα σημεῖα τῶν ἀγαθῶν ἐστι δηλονότι. τὸ δὲ βάλανον αὐτῷ προσθεμένῳ μέλανα καὶ κοπρώδη 〈διελθεῖν αὐτὸ καθʼ αὑτὸ καλὸν ὂν ὅμως ἦν〉 μοχθηρὸν διὰ τὴν χροιάν. Ἑξκαιδεκάτῃ οὖρα λεπτ ά , εἶχεν ἐναιώρημα ἐπινέφελο ν , παρέκρους ε . Καὶ ταῦτα τῆς καταλαβούσης αὐτὸν ἐκ δευτέρου πάλιν ὀξύτητος σημεῖά τε καὶ συμπτώματά ἐστιν, εἴ τι μεμνήμεθα τῶν ἐν τῷ Προγνωστικῷ δεδειγμένων καὶ κατὰ τὸ πρῶτον τῶν Ἐπιδημιῶν. [16]