15 418 (t1)
ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΠΡΩΤΟΝ Οἱ συγγράψαντες τὰς Κνιδίας καλεομένας γνώμας ὁκοῖα μὲν πάσχουσιν οἱ κάμνοντες ἐν ἑκάστοισι τῶν νοσημάτων ὀρθῶς ἔγραψαν καὶ ὁκοίως ἔνια ἀπέβαινεν αὐτῶ ν , καὶ ἄχρι μὲν τουτέων καὶ μὴ ἰητρὸς δύναι τ ’ ἂν ὀρθῶς συγγράψα ι , εἰ εὖ παρὰ τῶν καμνόντων ἑκάστου πύθοιτ ο , ὁκοῖα πάσχουσιν · ὁκόσα δὲ προσκαταμα θεῖν χρὴ τὸν ἰητρὸν μὴ λέγοντος τοῦ κάμνοντο c , τουτέων [ τ ὰ ] πολλὰ παρεῖτα ι , ἄλλα ἐν ἄλλοισι καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσι ν . [5]
15 419
Οὐ μόνον οὐδὲν ὧν οἱ κάμνοντες πάσχουσι παρέλιπον οἱ τὰς Κνιδίας γράψαντες γνώμας, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ἐνίων ἐμνημόνευσαν, ὡς ὀλίγον ὕστερον δείξω. καὶ οὔπω τοῦτο τῆς τέχνης ἔργον, εἰ μηδὲν παρέλιπον τῶν καὶ τοῖς ἰδιώταις γνωσθῆναι δυναμένων, (οὐ γὰρ οὗτος ὁ σκοπὸς τοῖς τεχνίταις ἐστίν), ἀλλὰ τὸ τὰ χρήσιμα πρὸς τὴν θεραπείαν ἅπαντα γράφειν, ὥστε καὶ προσθεῖναί τινα δεήσει πολλάκις, ὧν μὴ γινώσκουσιν οἱ ἰδιῶται πάντως, ἀφελεῖν τε πολλὰ τῶν γινωσκομένων αὐτοῖς, ἐὰν μηδὲν φαίνηται συνεργοῦντα πρὸς τὸ τῆς τέχνης τέλος. καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσι ν . τέκμαρσίς ἐστιν ἡ διὰ τεκμηρίου γνῶσις, τεκμήριον δʼ ὀνομάζουσιν οἱ παλαιοὶ τὸ συλλογιστικὸν σημεῖον, οὐχ ἁπλῶς ἅπαν σημεῖον, ὡς ἐν τῷ περὶ τεκμηρίου καὶ σημείου δέδεικται λόγῳ. [10]
15 420
τὰ οὖν εἰς τὴν τοιαύτην γνῶσιν ἀναγκαῖά τε καὶ χρήσιμα τοῖς ἰατροῖς οὐχ ἅπαντά φησι γεγράφθαι κατὰ τὰς Κνιδίας γνώμας, ἀλλὰ παραλελεῖφθαι πολλά. Ὁκόταν δὲ ἐς τέκμαρσιν λέγητα ι , ὡς χρὴ ἕκαστα ἰητρεύει ν , ἐν τούτοισι πολλὰ ἑτεροίως γινώσκω ἢ ὡς ἐκεῖνοι ἐπεξῄεσα ν . Ἐπειδὴ πολλὰ παραλελεῖφθαι τοῖς Κνιδίοις ἰατροῖς εἶπεν εἰς τέκμαρσιν χρήσιμα, τίνα λέγει τέκμαρσιν αὐτὸς ἐφεξῆς ἐδίδαξεν εἰπὼν ὡς χρὴ ἕκαστα ἰητρεύειν· εἰς γὰρ τὴν τούτων εὕρεσιν ὅ τί περ ἂν ᾖ χρήσιμον, ἐκ τῆς τέχνης ἐστίν. ἴσως οὖν τις δόξει παραλελεῖφθαι τὰ πρὸς τὴν διάγνωσίν τε καὶ πρόγνωσιν διαφέροντα τεκμήρια· τὸ δʼ οὐχ οὕτως ἔχει· περιέχεται γὰρ ἐξ ἀνάγκης ταῦτα τοῖς εἰς θεραπείαν διαφέρουσιν, ὡς, εἴ γε μηδὲν εἰς τὴν τῆς ἀρίστης θεραπείας εὕρεσιν ἡ διάγνωσις τῶν νοσημάτων ἢ ἡ πρόγνωσις τῶν ἀποβησομένων συνετέλουν, παντάπασιν ἂν ἦσαν περιτταί, νυνὶ δʼ ὅτι συντελοῦσι, διὰ τοῦτʼ εἰσὶ χρήσιμοι. [10]
15 421
ὅτι μὲν οὖν ἡ διάγνωσις τῶν παθῶν ἀναγκαιοτάτη πρὸς τὴν θεραπείαν ἐστίν, οὐδὲ λόγου δεῖται· πρῶτον γὰρ διαγνῶναι χρή, τί ποτʼ ἐστὶ τὸ πάθος, εἶθʼ οὕτως ἐπιχειρεῖν αὐτὸ θεραπεύειν. ὅτι δὲ καὶ ἡ πρόγνωσις εἰς τὴν θεραπείαν χρήσιμος, κατὰ τὸ προοίμιον αὐτὸς ἐδίδαξε τοῦ Προγνωστικοῦ. ὥστʼ ἐάν τις λέγῃ πάντα τὰ κατὰ τὴν ἰατρικὴν ἤτοι γʼ εἰς διάγνωσιν ἢ εἰς πρόγνωσιν ἢ εἰς θεραπείαν εἶναι χρήσιμα, δυνάμει λέγει ταὐτόν· ἡ μὲν γὰρ θεραπεία διʼ ἑαυτὴν ἀσκεῖται τοῖς ἰατροῖς, ἡ δὲ πρόγνωσις καὶ ἡ διάγνωσις ἕνεκα τῆς θεραπείας· ὅθεν οὐδὲ τὸ τέλος τῆς τέχνης διάγνωσιν ἢ πρόγνωσιν εἶπεν εἶναί τις ὥσπερ τὴν θεραπείαν. ἄκουε δὲ νῦν θεραπείαν τὴν τῶν νοσημάτων ἀναίρεσιν ἤδη γεγενημένην, οὐ γινομένην ἔτι. γέγραπται δὲ περὶ τούτων ἁπάντων ἱκανῶς ἐν τῷ Περὶ τοῦ τέλους τῆς ἰατρικῆς βιβλίῳ καὶ νῦν οὐ χρὴ τὸ πάρεργον ἔργον ποιεῖσθαι, τὴν γνώμην τοῦ παλαιοῦ κατανοήσαντας ἤδη καὶ χωρὶς τῆς περὶ τοῦ τέλους ἀκριβολογίας. [15]
15 422
γεγραμμένης δὲ τῆς προκειμένης ῥήσεως καὶ καθʼ ἕτερον τρόπον ἐν πολλοῖς τῶν ἀξιοπίστων ἀντιγράφων οὐκ ἄκαιρόν ἐστι κἀκείνης μνημονεῦσαι· διαφέρει δὲ τῆς προγεγραμμένης ἑνὶ γράμματι τῷ η κατὰ τόνδε τὸν τρόπον ἔχουσα· ὁκόταν δὲ ἐς τέκμαρσιν λέγηται ἢ ὡς χρὴ ἕκαστα ἰητρεύει ν. οἱ δʼ οὕτω γράφοντες τέκμαρσιν μὲν τὴν διάγνωσίν τε καὶ πρόγνωσιν ἀκούουσι, τὸ δʼ ὡς χρὴ ἕκαστα ἰατρεύειν τὴν θεραπείαν, οὐ βουλόμενοι ταύτην τῷ τῆς τεκμάρσεως ὀνόματι περιέχεσθαι. εἰ δέ γε τοῦθʼ οὕτως ἔχει, κατὰ τὴν προγεγραμμένην ῥῆσιν, ἐν ᾗ φησι πολλὰ παρεῖσθαι “ἄλλα ἐν ἄλλοισι καὶ ἐπίκαιρα ἔνια ἐόντα ἐς τέκμαρσιν”, οὐκ ὀρθῶς ἔσται παραλελοιπὼς τὸ θεραπευτικὸν μέρος τῆς τέχνης. εὔδηλον δʼ ὅτι φήσουσιν ἐκεῖνοι διʼ αὐτὸ τοῦτο πάλιν ἐπαναλαβεῖν καὶ γράψαι τὴν ἑξῆς ῥῆσιν, ἵνα προσθῇ καὶ τὸ θεραπευτικόν. ἔνθα δʼ οὐκ ἔστι περὶ πράγματος εἰς θεραπείαν χρησίμου διαφωνία, πε ριττὸν τὸ μακρολογεῖν· ἐπʼ ἐκεῖνα τοίνυν σπεύσωμεν, ἐν οἷς διδάσκει τὰ πρὸς τὴν θεραπείαν χρήσιμα. [15]
15 423
Καὶ οὐ μόνον διὰ τοῦτο οὐκ ἐπαινέ ω , ἀλ λ ’ ὅτι καὶ ὀλίγοισι τὸν ἀριθμὸν τοῖσιν ἄκεσιν ἐχρέοντο · τὰ γὰρ πλεῖστα αὐτέοισιν εἴρητα ι , πλὴν τῶν ὀξέων νούσω ν , φάρμακα ἐλατήρια διδόναι καὶ ὀρὸν καὶ γάλα ἐς τὴν ὥρην πιπίσκει ν . εἰ μὲν οὖν ταῦ τ ’ ἦν ἀγαθὰ καὶ ἁρμόζοντα τοῖσι νοσήμασι ν , ἐ φ ’ οἷσι παρῄνεον διδόνα ι , ἔτι ἂν ἀξιώτερα ἐπαίνου ἦ ν , ὅτι ὀλίγα ἐόντα αὐτάρκεά ἐστιν · νῦν δὲ οὐχ οὕτως ἔχε ι . Καὶ ὀλίγοις τὸν ἀριθμὸν τοῖς ἰάμασιν αὐτούς φησι κεχρῆσθαι πλὴν τῶν ὀξέων νοσημάτων, ὡς ἐν τούτοις εἰρηκότων πολλά· καὶ γὰρ ὄντως εἰρήκασι· τὰ δʼ ἐπὶ τῶν χρο νίων τοὔμπαλιν· καὶ γὰρ καὶ ταῦτα διʼ ἐλατηρίων καὶ ὀροῦ καὶ γάλακτος ὡραίως πινομένων αὐτοῖς περαίνεται. [10]
15 424
Οἱ μέντοι ὕστερον ἐπιδιασκευάσαντες ἰητρικώτερον δή τι ἐπῆλθον περὶ τῶν προσοιστέων ἑκάστοισι ν . Ἐπιδιεσκευάσθαι λέγεται βιβλίον ἐπὶ τῷ προτέρῳ γεγραμμένῳ τὸ δεύτερον γραφέν, ὅταν τὴν ὑπόθεσιν ἔχον τὴν αὐτὴν καὶ τὰς πλείστας τῶν ῥήσεων τὰς αὐτὰς τινὰ μὲν ἀφῃρημένα τῶν ἐκ τοῦ προτέρου συγγράμματος ἔχῃ, τινὰ δὲ προσκείμενα, τινὰ δʼ ὑπηλλαγμένα· παράδειγμα δʼ εἰ βούλει τούτου σαφηνείας ἕνεκα, τὸν δεύτερον Αὐτόλυκον Εὐπόλιδος ἔχεις ἐκ τοῦ προτέρου διεσκευασμένον. οὕτω δὲ καὶ τὰς Κνιδίας γνώμας ἐπὶ ταῖς προτέραις δευτέρας ἐξέδοσαν οἱ ἀπὸ τῆς Κνίδου ἰατροί, τινὰ μὲν ἐχούσας τὰ αὐτὰ πάντῃ, τινὰ δὲ προσκείμενα, τινὰ δὲ ἀφῃρημένα, καθάπερ γε καὶ ὑπηλλαγμένα· τοῦτʼ οὖν τὸ δεύτερον βι βλίον ὁ Ἱπποκράτης ἰατρικώτερον συγκεῖσθαί φησι τοῦ προτέρου. [10]
15 425
Ἀτὰρ οὐδὲ περὶ διαίτης οἱ ἀρχαῖοι συνέγραψαν οὐδὲν ἄξιον λόγο υ , καίτοι μέγα τοῦτο παρῆκα ν . Ἡ διὰ τῶν συνήθων ὑλῶν ἀγωγὴ τῆς θεραπείας ὀνομάζεται δίαιτα, καθάπερ ἡ διὰ τῶν συνήθων τομῶν τε καὶ καύσεων καὶ τῶν ἄλλων, ὅσα διὰ τῶν χειρῶν ἐνεργεῖται, χειρουργία, καὶ τρίτη γʼ ἐπʼ αὐταῖς μοῖρα τῆς ἰατρικῆς ἐστιν ἡ φαρμακευτικὴ διὰ φαρμάκων καὶ αὐτὴ περαινομένη. μέμφεται δὲ τοῖς ἔμπροσθεν αὑτοῦ ὁ Ἱπποκράτη c, ὡς οὐδὲν ἄξιον λόγου περὶ διαίτης γεγραφόσι· τοῦτο δʼ εἶπεν, οὐχ ὡς οὐδὲν αὐτῶν συγγραψάντων διαιτητικὸν θεώρημα, (γεγράφασι γάρ), ἀλλʼ ὡς οὐκ ἄξιον λόγου· δείξει δʼ αὐτός, ὁποῖόν τι τὸ ἄξιον λόγου, διὰ τῶν ἐφεξῆς. Τὰς μέντοι πολυτροπίας τὰς ἐν ἑκάστῃσι τῶν νούσων καὶ τὴν πολυσχιδίην αὐτῶν οὐκ ἠγνόουν ἔνιο ι . [12]
15 426
Οὐ μόνον οὐκ ἠγνόουν τὰς πολυτροπίας τῶν νοσημάτων, ἀλλὰ καὶ περαιτέρω τοῦ προσήκοντος ὑπὲρ αὐτῶν ἔγραψαν, ὡς ἐφεξῆς δείξω. Τοὺς δ ’ ἀριθμοὺς ἑκάστου τῶν νοσημάτων σάφα ἐθέλοντες φράζειν οὐκ ὀρθῶς ἔγραψα ν . μὴ γὰρ οὐκ εὐαρίθμητον ᾖ , εἰ τουτέῳ τις σημαίνεται τὴν τῶν καμνόντων νοῦσο ν , τῷ ἕτερον ἑτέρου διαφέρειν τ ι , μὴ τωὐτὸ δὲ νόσημα δοκέειν εἶνα ι , ἢν μὴ τὠυτὸ ὄνομα ἔχ ῃ . ἐμοὶ δὲ ἁνδάνει μὲν [ ἐ ν ] πάσῃ 〈τῇ〉 τέχνῃ προσέχειν τὸν νόον · καὶ γὰρ ὁκόσα ἔργα καλῶς ἔχει ἢ ὀρθῶ c , καλῶς ἕκαστα χρὴ ποιεῖν καὶ ὀρθῶ c , καὶ ὁκόσα ἔργα ταχέω c , ταχέω c , καὶ ὁκόσα καθαρίω c , καθαρίω c , καὶ ὁκόσα ἀνωδύνως δεῖ διαχειρίζεσθα ι , ὡς ἀνωδυνώτατα ποιεῖ ν , καὶ τὰ ἄλλα πάντα τὰ τοιουτότροπα διαφερόντως τῶν πέλας ἐπὶ τὸ βέλτιον ποιεῖν χρ ή . [10]
15 427
μάλιστα δὲ ἂν ἐπαινέσαιμι ἰητρό ν , ὅστις ἐν τοῖσιν ὀξέσι νοσήμασι ν , ἃ τοὺς πλείστους τῶν ἀνθρώπων κτείνε ι , ἐν τούτοισι διαφέρων τι τῶν ἄλλων εἴη ἐπὶ τὸ βέλτιο ν . ἔστι δὲ ταῦτα ὀξέ α , ὁκοῖα ὠνόμασαν οἱ ἀρχαῖοι πλευρῖτιν καὶ περιπνευμονίην καὶ φρενῖτιν [ καὶ λήθαργο ν ] καὶ καῦσον καὶ τὰ ἄλλα νοσήματ α , ὁκόσα τούτων ἐχόμενά [ ἐστι ν] , ὧν οἱ πυρετοὶ τὸ ἐπίπαν συνεχέες [ ὄντες κτείνουσι ν] . Εἶπον ὀλίγον ἔμπροσθεν κατʼ ἀρχάς, ὅτι ἔγραψαν οἱ ἀπὸ τῆς Κνίδου *** “χολῆς νοῦσοι ἑπτά”, κατὰ δὲ τὸν αὐτὸν τρόπον πάλιν κατωτέρω “ἀπὸ τῆς κύστεως νοῦσοι δώδεκα”, καὶ πάλιν ἔτι κατωτέρω “νεφρῶν νοσήματα τέσσαρα”, καὶ μετὰ τοῦτο πάλιν “ἀπὸ τῆς κύστεως νοῦσοι στραγγουριῶν τέσσαρες”, εἶτα πάλιν ἐφεξῆς “τέτανοι τρεῖς”, καὶ μετὰ ταῦτα πάλιν “ἴκτεροι τέσσαρες”, εἶτα μετὰ τοῦτο “φθίσιες τρεῖς”. [15]
15 428
εἰς γὰρ τὰς τῶν συμπτωμάτων ποικιλίας ἔβλεπον ὑπὸ πολλῶν αἰτίων ἐξαλλασσομένας παρέντες σκοπεῖσθαι τῶν διαθέσεων τὴν ταυτότητα, καθάπερ ὁ Ἱπποκράτης ἐποίησε μεθόδῳ χρησάμενος εἰς τὴν εὕρεσιν αὐτῶν, ᾗ μόνον δυνατόν ἐστιν ἀριθμὸν εὑρεῖν νοσημάτων. ἐπιδέδεικται δʼ ἡμῖν ἡ μέθοδος αὕτη κατʼ ἀρχὰς εὐθέως τῶν τῆς Θεραπευτικῆς μεθόδου βιβλίων, εἴρηται δὲ κἀν τῷ Περὶ τῶν καθʼ Ἱπποκράτην στοιχείων ἐπʼ ὀλίγον, ἐν συντόμῳ δὲ λόγῳ Περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἓν ἔχεις ὑπόμνημα ἡμέτερον. νυνὶ δʼ ἀκολουθεῖν προσήκει ταῖς ῥήσεσιν· οὗτος γὰρ ὁ σκοπὸς τῆς ἐξηγήσεως, ὡς, εἴ γέ τις ἐν ταῖς ἐξηγήσεσι τὰς ἀποδείξεις γράφοι, μακρὸν ἀνύσας λόγον, ἕνεκα τῆς τῶν νοσημάτων ἰάσεως, τὸ κυριώτατον ἀφεὶς ἔσται μέρος ὅ τί περ ἂν εἰς τὴν ἴασιν τῶν ὀλεθριωτάτων νοσημάτων διαφέρῃ. τὸ μὲν οὖν κεφάλαιον τῆς προκειμένης ῥήσεως τοῦτʼ ἔστι, τὰ δὲ κατὰ μέρος τῆς λέξεως ἐφεξῆς δίειμι. Ὅταν γὰρ μὴ λοιμώδεος νούσου τρόπος τις κοινὸς ἐπιδημής ῃ , ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιο ι , ὑπὸ τούτων τῶν νοσημάτων ἀποθνῄσκουσι πλείους ἢ ὑπὸ τῶν ἄλλων τῶν συμπάντω ν . [16]
15 429
Δηλοῖ διὰ τοῦ λόγου τούτου τὰ μέν τινα πολλοῖς γίνεσθαι νοσήματα καθʼ ἕνα χρόνον, ἅπερ ὅταν μὲν ὀλέθρια γένηται, λοιμὸν ὀνομάζουσιν, ὅταν δʼ ἐπιεικέστερα, ἑτέρᾳ τινὶ προσηγορίᾳ δηλοῦσιν ἐπίδημα καλοῦντες· ὥστʼ εἶναι τὸ μὲν ἐπίδημον νόσημα τὸ κατὰ χρόνον τινὰ πλεονάσαν ἔν τινι χωρίῳ, τὸν δὲ λοιμὸν ἐπιδημίαν ὀλέθριον. ἔστι δὲ καὶ ἄλλο γένος νοσημάτων κοινὸν πολλοῖς, τὰ ἔνδημα καλούμενα. τούτοις δʼ ἀντίκεινται πᾶσιν αἱ σποράδες νόσοι, διαφερόντως ἐνοχλοῦσαι τοὺς νοσοῦντας, οὐ κατὰ τὸν κοινὸν τρόπον συνιστάμεναι. τί ποτʼ οὖν ἐστι τὸ λεγόμενον ὑπʼ αὐτοῦ ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ παραπλήσιο ι; τοὐναντίον γὰρ ἐχρῆν εἰρῆσθαι καὶ μὴ παραπλησίας αὐτὰς ἀλλήλαις ὑπάρχειν, ὅπερ ἔστι μὴ ὁμοίας, εἴ γε τῇ τῶν νοσημάτων ὁμοιότητι τὸ ἔνδημον καὶ τὸ ἐπίδημον καὶ τὸ λοιμῶδες ἐκρίνετο. [10]
15 430
δυοῖν οὖν θάτερον, ἢ βελτίονα νομιστέον τὴν τοιαύτην γραφὴν ἀλλὰ σποράδες ἔωσιν αἱ νοῦσοι καὶ μὴ παραπλήσιο ι, ἢ παραπλησίας αὐτὰς εἰρῆσθαι χρὴ δοκεῖν οὐκ ἀλλήλαις, ἀλλὰ ταῖς ἔμπροσθεν εἰρημέναις, τουτέστι ταῖς συνήθεσιν, ἐπειδὴ σπανιώτερον μὲν ἐπίδημά τε καὶ λοιμικὰ γίνεται νοσήματα, τὰ δʼ ὑπʼ αὐτοῦ καλούμενα σποραδικὰ συνήθως· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγος αὐτῷ γενήσεται, καθάπερ ὑπὲρ τῶν ἐπιδήμων μὲν ἐν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις, τῶν ἐνδήμων δὲ κατὰ τὸ Περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων. ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίησε σύγγραμμα περὶ λοιμωδῶν, ἐπειδὴ τῶν ἐπιδήμων ἓν ὑπάρχον αὐτὸ διʼ ἐκείνων ἐδίδαξεν. Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώσκουσι τοὺς ἐς ταῦτα διαφέροντας τῶν πέλα c . Τοὺς εἰς ταῦτα τὰ νοσήματα διαφέροντας τῶν πέλας ἰατροὺς οὐ πάντῃ γινώσκειν τοὺς ἰδιώτας φησίν· δῆλον δʼ, ὅτι τὰ ὀξέα λέγει, περὶ ὧν προειρήκει. [15]
15 431
Ἑτεροίων τε μᾶλλον ἐπαινέται ἰημάτων καὶ ψέκται εἰσί ν . Οὐ τῶν προσηκουσῶν οὐδὲ τῶν ἀξίων ἐπαινεῖσθαι θεραπειῶν διαγνωστικοὺς εἶναί φησι τοὺς ἰδιώτας, ἀλλὰ τῶν ἑτέρων μᾶλλον, ὅθεν οὐδʼ ἐπαινεῖν αὐτοὺς ὀρθῶς οὐδὲ ψέγειν· εἶτʼ ἐφεξῆς ὡς προστιθεὶς ἀπόδειξιν ὧν εἶπε τάδε γράφει· Ἐπεί τοι μέγα σημεῖον τόδ ε , ὅτι οἱ δημόται ἀσυνετώτατοι αὐτοὶ ἑωυτῶν περὶ τούτων τῶν νοσημάτων εἰσί ν , ὡς μελετητέα ἐστίν · οἱ γὰρ μὴ ἰητροὶ ἰητροὶ δοκέουσιν εἶναι μάλιστα διὰ ταύτας τὰς νόσου c . [10]
15 432
ῥηΐδιον γὰρ τὰ ὀνόματα ἐκμαθεῖ ν , ὁκοῖα νενόμισται προσφέρεσθαι πρὸς τοὺς τὰ τοιάδε κάμνοντα c · ἢν γὰρ ὀνομάσῃ τις πτισάνης χυλὸν καὶ οἶνον τοῖον ἢ τοῖον καὶ μελίκρητο ν , ἅπαντα τοῖσι δημότῃσι δοκέουσιν οἱ ἰητροὶ τὰ αὐτὰ λέγειν οἵ τε βελτίους καὶ οἱ χείρου c · τὰ δὲ οὐχ οὕτως ἔχε ι , ἀλ λ ’ ἐν τούτοισι καὶ πάνυ διαφέρουσιν ἕτεροι ἑτέρω ν . Ἐπεὶ ταῖς αὐταῖς ὕλαις τῶν διαιτημάτων οἵ τε βελτίους ἰατροὶ καὶ οἱ χείρους χρῶνται, διὰ τοῦτο τοῖς ἰδιώταις ἀδιάγνωστός ἐστιν ὁ βελτίων, οὐκ εἰδόσι διακρῖναι, τίνες μὲν ἐν καιρῷ καὶ μετὰ τῆς δεούσης ποσότητος τὰς ὕλας τῶν βοηθημάτων τοῖς κάμνουσι προσφέρουσι, τίνες δὲ ἄνευ τούτων. ἀλλʼ οὖν ἐνταῦθα περιγράψας ὁ Ἱπποκράτης τὸ δεύτερον προοίμιον ἄρχεται τῶν ἐχομένων ἀπὸ τῆς προκειμένης ῥήσεως. Δοκεῖ δέ μοι ἄξια γραφῆς εἶναι μάλιστ α , ὁκόσα τε ἀκαταμάθητά ἐστι τοῖς ἰητροῖ c , ἐπίκαιρα ἐόντα εἰδένα ι , καὶ ὁκόσα μεγάλας ὠφελείας φέρει ἢ μεγάλας βλάβα c . [13]
15 433
ἀκαταμάθητα οὖν καὶ τάδε ἐστ ί , διὰ τί ἄρα ἐν τῇσιν ὀξείῃσι νούσοισιν οἱ μὲν τῶν ἰητρῶν ἅπαντα τὸν αἰῶνα διατελοῦσι πτισάνας διδόντες ἀδιηθήτους καὶ νομίζουσιν ὀρθῶς ἰητρεύει ν , οἱ δέ τινες περὶ παντὸς ποιέοντα ι , ὅπως κριθὴν μηδεμίαν καταπίῃ ὁ κάμνων ( μεγάλην γὰρ βλάβην ἡγέονται εἶνα ι) , ἀλλὰ δ ι ’ ὀθονίου τὸν χυλὸν διηθεῦντες διδόασιν · οἱ δὲ αὖ τινες αὐτῶν οὔ τ ’ ἂν πτισάνην παχεῖαν δοῖεν οὔτε χυλό ν , οἱ μὲν μέχρις ἂν ἑβδομαῖος γένηται ὁ κάμνω ν , οἱ δὲ καὶ διὰ τέλεο c , ἄχρις ἂν κριθῇ ἡ νοῦσο c . Δόξει μὲν εἶναι λογικώτερον τὸ προβεβλημένον ὑπʼ αὐτοῦ, δυναμένων ἡμῶν καὶ χωρὶς τῶν τοιούτων σκεμμάτων ἰατρεύειν ὀρθῶς· ἐκ γὰρ τοῦ μαθεῖν τὰ ποιητέα τὸ καλῶς ἰᾶσθαι τὰς νόσους περιγίνεται τοῖς ἰατροῖς, οὐκ ἐκ τοῦ ζητῆσαι τὴν αἰτίαν τῆς διαφωνίας τῶν διαφόρους θεραπείας γραψάντων ἐπὶ τοῖς αὐτοῖς νοσήμασιν· ἔστι δὲ κατʼ ἀλήθειαν οὐ μόνον χρησιμώτατον, ἀλλὰ καὶ πρῶτον ἁπάντων ζητεῖσθαι δεόμενον, ὡς δείξω προϊόντος τοῦ λόγου. [5]
15 434
πρότερον γάρ, ὅτι τε ζητήσεως ἄξιόν ἐστιν ὃ προβάλλει καὶ ὅπως αὐτὸ λύει, διελθεῖν ἄμεινον. ὅτι μὲν οὖν ἄξιόν ἐστι ζητήσεως, ἐντεῦθεν μαθήσῃ. τῆς μὲν τῶν φιλοσόφων διαφωνίας οὐδὲν ἔχομεν ἐμφανὲς τεκμήριον· οὔτε γὰρ εἰ γενητὸς ὁ κόσμος οὔτʼ εἰ φθαρτὸς οὔτʼ εἰ μὴ κενόν ἐστιν ἔξωθεν αὐτοῦ οὔτʼ εἰ ἄπειρος οὔτʼ εἰ μόνος οὗτος εἷς ἐστιν οὔτʼ εἰ πλείους οὔτε πόσοι τὸν ἀριθμόν, εἴπερ πλείους, οὔτʼ εἰ πλῆθος ἀπερίληπτον ἢ ἄπειρον αὐτῶν, ἐναργεῖ τεκμηρίῳ χρήσασθαι δυνατόν· οὕτω δὲ καὶ ἄλλα πολλὰ τῶν κατὰ φιλοσοφίαν ζητουμένων ἔνια μὲν οὐδʼ ὅλως ἐπικρῖναι δυνάμεθα, τινὰ δὲ μετὰ πολλῆς ἐπισκέψεως. περὶ δὲ τῶν ὠφελούντων ἢ βλαπτόντων τοὺς κάμνοντας οὐχ ὁμοίως ἔχει· τὸ μὲν γὰρ εὑρεῖν αὐτὰ χρόνου δεῖται μακροῦ διαφέροντός τε τῶν πολλῶν ἀνδρός· ὅσα δʼ εὑρηκέναι τινὲς ἐπαγγέλλονται, δόξει ταῦτα ῥᾳδίαν ἔχειν τὴν κρίσιν. [15]
15 435
εἰ μὲν γὰρ ὠφέλησε προσαχθέντα τοῖς κάμνουσιν, ἐπαινεῖν αὐτὰ χρὴ καὶ προσίεσθαι, βλάψαντα δὲ φεύγειν τε καὶ ἀποτρέπεσθαι, μηδὲν δʼ ἀξιόλογον εἰς βλάβην ἢ εἰς ὠφέλειαν ἐργασάμενα τῶν οὐδετέρων ὑπολαμβάνειν· ἀλλὰ καὶ τοὺς ἰατροὺς αὐτοὺς ἐχρῆν ἀφίστασθαι τῶν ἐναργῶς βλαπτόντων. ὅσα μὲν οὖν ὀλίγην ἔχει τὴν διαφοράν, οὐδὲν θαυμαστὸν ἐπιμένειν αὐτοῖς τοὺς ὁπωσοῦν ἐξ ἀρχῆς δοξάσαντας· ὅσα δὲ διέστηκε πάμπολυ, ὡς ἐπαινεῖσθαι μὲν ὑφʼ ἑτέρων, ψέγεσθαι δʼ ὑπʼ ἐνίων, ἐπὶ τούτων ἄν τις θαυμάσειεν ἢ τοὺς ἐπαινοῦντας τὰ μεγάλην ἔχοντα βλάβην ἢ τοὺς ψέγοντας τὰ κατʼ ἀλήθειαν ὠφέλιμα. τοῦτʼ οὖν ἐστιν αὐτὸ τὸ νῦν προβαλλόμενον ὑφʼ Ἱπποκράτους ἐφʼ ἑνὸς τῶν κατὰ μέρος ὑποδειγμάτων. εἴρηται δὲ καὶ ὑπʼ Ἐρασιστράτου κατὰ τὸ πρῶτον βιβλίον Περὶ πυρετῶν αὐτό τε καὶ ἡ λύσις αὐτοῦ διὰ ταχέων τε καὶ σαφῶς, ἀκολουθήσαντος αὐτοῦ τῷ Ἱπποκράτει πάντως. [15]
15 436
διελθὼν γὰρ ἐν τῷ προειρημένῳ βιβλίῳ τοὺς ἐναντιωτάταις ἀγωγαῖς ἐπὶ τῶν πυρεττόντων χρωμένους ἰατρούς, τούς τε μακραῖς ἀσιτίαις καταπονοῦντας τοὺς κάμνοντας καὶ Πετρωνᾶν τὸν κρέα τε καὶ οἶνον διδόντα, ἐπιφέρων φησὶ κατὰ λέξιν οὕτως· “ἐπὶ πολλῶν μὲν οὖν πάνυ μεγάλαις πληγαῖς περιέπιπτον· εἰ δὲ πάντες κακῶς ἀπηλλάττοντο πυρέττοντες ἐν τῇ τοιαύτῃ ἀγωγῇ τῆς θεραπείας, πεπαυμένοι ἂν ἦσαν τοῦ ἰατρεύειν οὕτως οἱ θεραπεύοντες· ἀλλʼ ὡς ἔοικεν οὐκ ἐφαρμόζει πᾶσι τοῖς πυρετοῖς ἡ αὐτὴ ἀγωγὴ τῆς θεραπείας.” ἐπαινεῖν οὖν χρὴ καὶ τὸν Ἐρασίστρατον καὶ τοὺς ἄλλους, οἳ προβάλλοντες τοῦτο τὸ ζήτημα καὶ τὴν λύσιν ἔγραψαν· ἐπαινεῖν δὲ καὶ τὸν πρῶτον αὐτὸ προβαλόντα καὶ γινώσκειν οὐ μᾶλλόν τι περὶ τῶν ὀξέων νοσημάτων ἢ τῶν ἄλλων ἁπάντων προβάλλεσθαι καὶ λύεσθαι τοῦτο τὸ ζήτημα· καὶ γὰρ ἡ ἀπορία κοινὴ περὶ πάντων ἐστίν· οὐ γὰρ ἐπὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων νοσημάτων ἐν τῇ θεραπείᾳ διεφώνησαν οἱ ἰατροὶ καὶ διὰ τοῦτο μέχρι πολλοῦ ταῖς ἑαυτῶν ἀγωγαῖς ἕκαστοι προσμένουσιν, ὅτι θεῶνταί τινας ὑπʼ αὐτῶν ἐναργῶς ὠφελουμένους. [15]
15 437
ἐπὶ τῶν ἄλλων οὖν, ὅσοι μηδὲν ὀνίνανται, τάχα μὲν ὑπονοοῦσι καὶ τοὺς κάμνοντάς τι λαθραίως ἁμαρτάνειν· οὐ μὴν ἀλλʼ ὅπερ εἶπε καὶ αὐτὸς ὁ Ἱπποκράτης ἐν τῷ Περὶ ἀγμῶν ἐπὶ τῶν κακῶς ἐπιδούντων τὰ μεθʼ ἕλκους κατάγματα καὶ διὰ τοῦτο βλαπτόντων, (“οὐ γὰρ οἴονται” φησί “τὴν ἐπίδεσιν αἰτίην εἶναι, ἀλλʼ ἄλλην τινὰ ἀτυχίην”), τοῦτο καὶ ἐπὶ τῶν κατὰ τὴν δίαιταν εἰκὸς αὐτοὺς ὑπολαμβάνειν. ὃ δʼ εἶπε νῦν ἐν τῇ προκειμένῃ ῥήσει, πρόδηλόν ἐστιν, ἐάν τις αὐτὴν ἀναγνῷ δὶς καὶ τρὶς αὐτὸς ἐφʼ ἑαυτοῦ προσέχων τὸν νοῦν· εὑρήσει γὰρ ἐπὶ μερικοῦ παραδείγματος τὸν κοινὸν διδασκόμενον λόγον, ὃν δὴ καὶ καθόλου καλεῖν εἰώθασιν οὐχ οἱ φιλόσοφοι μόνον, ἀλλὰ καὶ σχεδὸν οἱ ἀπὸ πασῶν ἤδη τῶν λογικῶν τεχνῶν. ὁ μὲν οὖν Ἐρασίστρατος ἐναντιωτάτων ἀγωγῶν ἐμνημόνευσεν, ὁ δʼ Ἱπποκράτης τὰς ἀλλοκότους ἐάσας ἐπὶ τὰς μετριωτέρας ἧκεν. ἀλλόκοτοι γάρ εἰσιν ὄντως αἱ διὰ λιμαγχονίας ἐσχάτης καὶ αἱ διὰ τοῦ πληροῦν ἀμέτρως, ὡς ὁ Πετρωνᾶ c· μέτριαι δὲ τούτων, ὧν ἐμνημό νευσεν ὁ Ἱπποκράτη c, ἐπὶ τῶν ὀξέων νοσημάτων γινόμεναι ὑπὸ τῶν ἀξιολογωτέρων ἰατρῶν. [15]
15 438
ἔνιοι μὲν γὰρ τὴν κριθώδη πτισάνην ἐπʼ αὐτῶν διδόασιν, ἔνιοι δὲ τὸν χυλὸν μόνον, ἔνιοι δὲ οὐδὲ τοῦτον, ἄχρις ἂν ἡ νοῦσος κριθ ῇ, διαιτῶντες ἐν τῷ μεταξὺ πόμασι μόνοις, ὕδατί τε καὶ μελικράτῳ καί, εἰ δεήσειεν, ὀξυμέλιτι. ἡ μὲν οὖν αἰτία τῆς διαφωνίας ἐστίν, ἣν αὐτὸς ὁ Ἱπποκράτης ἐφεξῆς ποιήσεται, καὶ καλῶς ἔφην αὐτὴν ὑπʼ Ἐρασιστράτου κατὰ τὸ πρῶτον εἰρῆσθαι Περὶ πυρετῶν· ἔστι δὲ αὕτη τὸ τινὰς μὲν τοῦ χυλοῦ μόνου δεῖσθαι τῆς πτισάνης, τινὰς δὲ καὶ τῆς κριθώδους πτισάνης, ἐνίους δὲ μηδετέρου τούτων, ἀλλʼ ἐπὶ πομάτων μόνον ἄχρι τῆς κρίσεως ὠφελίμως διαφυλάττεσθαι. καὶ δείξει γʼ ἐφεξῆς, τίνες μέν εἰσιν οἱ τῆς κριθώδους πτισάνης δεόμενοι, τίνες δʼ οἱ τοῦ χυλοῦ τῆς πτισάνης, τίνες δʼ οἱ μηδετέρου τούτων. Μάλα μὲν οὖν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἰθισμένοι εἰσὶν οἱ ἰητρο ί . [13]
15 439
ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκετα ι . Ὅτι πρῶτος αὐτός ἐστιν ὁ τὸ ζήτημα προβαλὼν τοῦτο καὶ λύσας, εὔδηλόν ἐστιν ἐκ ταύτης τῆς ῥήσεως· οὐδὲ γὰρ εἰθίσθαι φησὶ τὰ τοιαῦτα προβάλλεσθαι παρὰ τοῖς ἰατροῖς· εἰ δὲ καὶ προβάλλοι τις αὐτοῖς, ἴσως οὐδὲ τὴν λύσιν εὑρεθήσεσθαι. Καίτοι διαβολήν γε ἔχει ὅλη ἡ τέχνη πρὸς τῶν δημοτέων μεγάλη ν , ὡς μὴ δοκέειν ὅλως ἰητρικὴν εἶνα ι . Καὶ κατὰ ταύτην τὴν ῥῆσιν ἐπὶ μερικοῦ παραδείγματος διδάσκει τινὰ τῶν καθόλου, πρῶτον μέν, ὡς ἡ τῶν με τιόντων ὁτιοῦν ἐπιτήδευμα διαφωνία δικαίαν ὑποψίαν ἀγνοίας ἐνδείκνυται, δεύτερον δʼ αὖ πάλιν, ὡς ἡ συμφωνία μεγάλην ἐλπίδα γνώσεως, ὅπερ μεγάλα καὶ ταῖς γραμμικαῖς ἀποδείξεσι συνετέλεσεν· οὐ μόνον γὰρ αὐτοὺς τοὺς μανθάνοντας πείθουσιν, ἀλλὰ καὶ παρὰ τοῖς ἰδιώταις δόξαν ἔχουσιν ὡς ἀληθέσταται. [5]
15 440
γραμμικαῖς οὖν ἀποδείξεσι κεχρῆσθαί φασι τοὺς ἐναργῶς τι καὶ ἀναμφιλέκτως δείξαντας. ἐξεργάζεται δὲ τὸν περὶ τῆς διαφωνίας λόγον ἐπὶ τῆς ἐχομένης ῥήσεως. Ὥς τ ’ ἔν γε τοῖσιν ὀξυτάτοισι τῶν νοσημάτων τοσόνδε διοίσουσιν ἀλλήλων οἱ χειρώνακτε c , ὥστ ε , ἃ ὁ ἕτερος προσφέρει ἡγεύμενος ἄριστα εἶνα ι , ταῦτα νομίζειν δὴ τὸν ἕτερον κακὰ εἶνα ι . καὶ σχεδὸν ἂν κατά γε τοῦτο τὴν τέχνην φαῖεν ὡμοιῶσθαι μαντικ ῇ , ὅτι καὶ οἱ μάντιες τὸν αὐτὸν ὄρνιθ α , εἰ μὲν ἀριστερὸς εἴ η , ἀγαθὸν εἶναι νομίζουσι ν , εἰ δὲ δεξιό c , κακόν · καὶ ἐν ἱεροσκοπίῃ δὲ τὰ τοιάδε ἄλλα ἐ π ’ ἄλλοισιν · ἀλ λ ’ ἔνιοι τῶν μάντεων τὰ ἐναντία τούτω ν . [10]
15 441
φημὶ δὴ πάγκαλον εἶναι τοῦτο τὸ σκέμμα καὶ ἠδελφισμένον τοῖσι πλείστοισι τῶν ἐν τῇ τέχνῃ καὶ ἐπικαιροτάτοις ι . Μαντικὴν μὲν ὠνόμασε τὴν οἰωνιστικήν, ἱεροσκοπίαν δὲ τὴν θυτικὴν καλουμένην, ἣν ὄντως καὶ οἱ ἄλλοι παλαιοὶ καλοῦσιν ἱεροσκοπίαν, ἐπειδὴ σκοποῦντες τὰ ἱερεῖα προλέγουσιν ἐξ αὐτῶν οἱ περὶ ταῦτα δεινοὶ τὰ γενησόμενα· ἱερεῖα δʼ ἴσμεν ὀνομαζόμενα πάντα τὰ τοῖς θεοῖς εἰς τιμὴν γινόμενα, οἷα τὰ τῶν θυομένων ἱερείων, ὧν τὰ σπλάγχνα θεώμενοι προλέγουσιν οἱ ἱεροσκόποι. τοὺς δὲ διὰ τῆς τῶν ὀρνίθων πτήσεως μαντευομένους, οὓς οἰωνιστάς τε καὶ οἰωνοσκόπους ὀνομάζουσι, τούτους νῦν μάντεις ἐκάλεσεν ὁ Ἱπποκράτη c, καίτοι τὸ τοῦ μάντεως ὄνομα καὶ ἡ μαντικὴ κατὰ πασῶν τῶν οὕτω προλεγουσῶν τεχνῶν ἐπιφέρεται· μάντεις μὲν γὰρ καλοῦνται οἵ τε ἱεροσκόποι καὶ οἱ οἰωνισταὶ καὶ οἱ γενεθλιαλογικοὶ προσαγορευόμε νοι καὶ οἱ διὰ συμβόλων καὶ οἱ διὰ ἱερείων προλέγοντες τὰ ἐσόμενα πρὸς τούτοις τε χρησμολόγοι καὶ θεομάντεις· ἔνιοι δὲ καὶ τοὺς ὀνειροπόλους ὑπὸ τοῦ ποιητοῦ κληθέντας ἐν τοῖς μάντεσι καταλέγουσιν. [10]
15 442
ἀλλʼ ὅ γε Ἱπποκράτης δῆλος ὅτι τοὺς οἰωνιστὰς μόνους ὀνομάζει μάντεις ὡσαύτως τῷ ποιητῇ· καὶ γὰρ κἀκεῖνος ἐν πολλοῖς μέρεσι τῆς ποιήσεως ἐνδεικνύμενος τὴν οἰωνιστικὴν τέχνην προγνωστικὴν εἶναι τῶν γενησομένων ὅμως ἐν ἀρχῇ τοῦ ἄλφα φησίν· ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα, ἢ καὶ ὀνειροπόλον—καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν— ἱερέα μὲν λέγων τὸν ἱεροσκόπον, ὀνειροπόλον δὲ τὸν περὶ τοὺς ὀνείρους ἔχοντα, μάντιν δὲ τὸν οἰωνιστὴν δηλονότι· οὐ γὰρ δὴ παρέλιπεν αὐτὸν εἰς τὰ μέγιστα πολλαχόθι τῆς ποιήσεως καὶ τῇ περὶ τοὺς οἰωνοὺς τέχνῃ χρώμενος. ἀλλὰ ταῦτα μὲν ἴσως καὶ πλείω τοῦ δέοντος εἴρηταί μοι περὶ τῆς τοῦ μάντεως προσηγορίας. ἐπʼ αὐτὸ δὲ τὸ λεγόμενον μεταβαίνειν ἤδη καιρός. ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν· οἱ τὰς μαντικὰς τέχνας μετιόντες οὐδὲν ἧττον διαφέρονται τῶν ἰατρῶν ἐν πολλοῖς τῶν κατὰ μέρος ἀλλήλοις. [15]
15 443
ἐγὼ γοῦν ποτε διαφερομένους οἰωνιστὰς εἶδον ἐπʼ αὐτῶν τούτων τῶν πτήσεων, ὧν καὶ νῦν ὁ Ἱπποκράτης ἐμνημόνευσεν, ἀριστερᾶς τε καὶ δεξιᾶς· ἦν δʼ ὁ μὲν ἕτερος αὐτῶν Ἄραψ, ὁ δʼ ἕτερος Ἕλλην ἐξ Ἀσίας τῆς ἡμετέρας. ἔλεγεν οὖν ὁ μὲν Ἄραψ τὸν δεξιὸν οἰωνὸν γυναῖκας σῴζειν νοσούσας, τὸν ἀριστερὸν δʼ ἄνδρας· ὁ δʼ ἐκ τῆς Ἀσίας τὸν μὲν δεξιὸν ἐπʼ ἀνδρῶν νοσούντων φανέντα τοῖς ἐρωτῶσιν, εἰ σωθήσεται, καταφάσκειν τὴν ἐρώτησιν. ἀποφάσκειν δὲ τὸν ἀριστερόν. ἠρόμην οὖν αὐτούς, εἰ τὸν ὁπωσοῦν πετόμενον ἀριστερὸν ἢ δεξιὸν ὄρνιθα ταύτην ἔχειν φασὶ τὴν δύναμιν, οὐδὲν ἡγούμενοι διαφέρειν, εἰ ὑψηλότατός ἐστιν ἢ προσγειότατος ἢ μεταξύ· καὶ εἰ ἐν τῷ μεταξύ, ἐγγυτέρω ἆρα τοῦ ὑψηλοτάτου ἢ ἐν μέσῳ· ὡσαύτως δὲ καὶ περὶ τοῦ πλησίον τε καὶ πόρρω διεστάναι τὸν οἰωνὸν ἠρόμην, εἰ μηδὲν αὐτοῖς διαφέρει. ὁ μὲν οὖν Ἄραψ ἔφασκεν, ὅπως ἂν ἔχῃ τῆς εἰς ὕψος ἢ πλάτος ἢ μῆκος ἀποστάσεως, οὐδὲν διαφέρειν· ὁ δʼ Ἕλλην διωρίζετο καὶ περὶ τοῦ συμμέτρου δεξιοῦ τε καὶ ἀριστεροῦ, καὶ γεγράφθαι ταῦτα τοῖς οἰωνισταῖς ἔλεγε, τὰς δʼ ἀμέτρους ἀποστάσεις ἐναντίας εἶναι ταῖς ἐμμέτρως ἐχούσαις· ἐδείκνυε δὲ καὶ 〈τὰς〉 Πόλλητος καὶ Ἀθηναίου καὶ Χαιρήμονος καὶ Ἀρτεμιδώρου τοῦ Φωκᾶ ἄλλων τέ τινων οἰωνιστῶν ἐνδόξων βίβλους αὐτῷ συμμαρτυρούσας. [5]
15 444
ἔγνων οὖν ἀδιόριστον μὲν τὸν Ἄραβα, διωρισμένον δὲ καὶ τεχνικὸν τὸν Ἕλληνα· τέχνης γὰρ ἐμπειρίᾳ τὴν κρίσιν τῶν θεωρημάτων ἐχούσης ἡ διαφωνία κατὰ τὸ διωρισμένον τε καὶ ἀδιόριστον γίνεται. καὶ τοῦτο μεμαθηκὼς ἐγὼ παρʼ Ἱπποκράτους ἔκρινα τὸν Ἕλληνα τεχνικώτερον ἀποφαίνεσθαι περὶ τῆς πτήσεως τῶν οἰωνῶν· ἐξ ἐπιμέτρου δὲ τοὺς ἐνδοξοτάτους τῶν οἰωνιστῶν μάρτυρας παρεχόμενος ἔτι μᾶλλον ἦν ἀξιόπιστος. ἐπαγομένου δὲ καὶ τοῦ Ἄραβος πολλοὺς μάρτυρας ὧν προεῖπεν ἀληθῶς ἐπὶ νοσούντων, εἶπον αὐτῷ τῆς ὡς τὸ πολὺ γεγενημένης ἐπιτυχίας τὴν αἰτίαν· εἰ γὰρ ὁ μὲν ἔμμετρος δεξιὸς σῴζει τοὺς ἄνδρας, οἱ δʼ ἄμετροι τὰς γυναῖκας, εἰσὶ δὲ πάμπολλοι μὲν οἱ ἄμετροι, μόνος δʼ εἷς ὁ ἔμμετρος, εἰκότως ἐπὶ πολλῶν μὲν ἐπέτυχεν, ὀλιγάκις δʼ ἀπέτυχεν. [15]
15 445
ὅ γε μὴν Ἕλλην οἰνωνιστὴς καὶ ἄλλους τινὰς διορισμοὺς προσετίθει, καθʼ οὕς, κἂν ὁ δεξιὸς ἄμετρος ᾖ, δηλώσει ποτὲ σωθήσεσθαι τὸν νοσοῦντα· τὸν γὰρ κίναιδον καὶ τὸν γυναικεῖον ἐπιτήδευμα μετιόντα, καθάπερ τὸν ἐριουργόν, τοῖς τῶν γυναικῶν ἔφη σχήμασι σῴζεσθαι, καὶ τοῦτʼ αὖ πάλιν ἐδείκνυε παρὰ τοῖς ἀρίστοις οἰωνισταῖς γεγραμμένον. ἔτι δὲ πρὸς τούτοις καὶ ἄλλους τινὰς διορισμοὺς προσετίθει, περὶ ὧν οὐδὲν ἐφαίνετο γινώσκων ὁ Ἄραψ. εἴρηται δέ μοι ταῦτα διὰ τὴν ἐφεξῆς ῥῆσιν, ἣν οὐδεὶς ἐξηγήσατο προσηκόντως, ὥσπερ οὐδὲ τὴν προγεγραμμένην αὐτῆς, ἔνθα φησί· “μάλα μὲν οὐδὲ προβάλλεσθαι τὰ τοιαῦτα ζητήματα εἴθισται τοῖς ἰατροῖς, ἴσως δὲ οὐδὲ προβαλλόμενα εὑρίσκεται”· σαφῶς γὰρ εἰπόντος αὐτοῦ τὸ “τοιαῦτα”, ὃ ἔστι τὸ οὕτω διαφωνούμενα, τινὲς μὲν ἐπὶ τῆς πτισάνης μόνης ἤκουσαν οὐκ ὀρθῶς, ἔνιοι δὲ βραχεῖ τούτων ἄμεινον ἐπὶ τῆς τῶν ὀξέων διαίτης, ἔνιοι δʼ ἐπὶ πάσης ἁπλῶς, ἔνιοι δʼ ἐπὶ θεραπείας ἁπάσης, βέλτιον μὲν τῶν προτέρων, οὔπω δὲ οὐδʼ αὐτοὶ τελέως· αἰτίαν γάρ, ὡς εἶπον, ὁ Ἱπποκράτης ἐπεζήτησεν ἁπάσης διαφωνίας ἐπὶ πάσης τέχνης τῇ πείρᾳ κριθῆναι δυναμένης. [15]
15 446
ὅτι δʼ οὕτως ἔχει τοῦτο, μαθήσῃ σαφῶς διὰ τῆς ἐφεξῆς ῥήσεως. Καὶ γὰρ τοῖς νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύναται καὶ τοῖσιν ὑγιαίνουσιν ἐς ἀσφάλειαν καὶ τοῖσιν ἀσκέουσιν ἐς εὐεξίην καὶ ἐς ὅ τι ἕκαστος ἐθέλε ι . Οὗτος ὁ λόγος ἐξελέγχει καὶ τοὺς περὶ πτισάνης οἰομένους μόνης αὐτὸν προβεβληκέναι τὴν προγεγραμμένην ῥῆσιν καὶ τοὺς περὶ διαίτης, ἤτοι τῆς ἐπὶ τῶν ὀξέων ἢ καὶ πάσης ἁπλῶς, ὡσαύτως δὲ καὶ τοὺς περὶ θεραπείας ἁπάσης ὑπειληφότας εἶναι τὸ πρόβλημα. προδήλως γὰρ ἡ νῦν ἡμῖν προκειμένη ῥῆσις ἐλέγχει τοὺς ἤτοι περὶ πτισάνης ἢ τῆς ἐπὶ τῶν ὀξέων διαίτης μόνης ἢ τῆς ἐπὶ πάντων τῶν νοσημάτων οἰομένους εἶναι τὸν λόγον ἐν τῷ προσγεγράφθαι καὶ γὰρ τοῖσι νοσέουσι πᾶσιν ἐς ὑγείην μέγα τι δύνατα ι· πάντες γὰρ οἱ νοσοῦντες ὑπὸ διαίτης μόνης οὐ θεραπεύονται διὰ τὸ πολλοὺς δεῖσθαι καὶ χειρουργίας καὶ φαρμακείας, ἔτι δὲ μᾶλλον οὐδʼ ὑπὸ πτισάνης μόνης· οὔτʼ οὖν περὶ διαίτης ὀξέων μόνης οὔτε περὶ διαίτης ἁπλῶς τῆς ἐπὶ πάντων τῶν νοσημάτων ὁ λόγος αὐτῷ νῦν ἐστιν, οὐδὲ περὶ τῆς ἐν τούτοις διαφωνίας μόνης, ἀλλὰ περὶ πάσης ἁπλῶς τέχνης τῇ πείρᾳ κρίνεσθαι πεφυκυίας. [10]
15 447
ὁ γὰρ τὸ κοινὸν καὶ καθόλου κριτήριον εὑρὼν ἐκείνῳ κρίνει τὰ κατὰ μέρος· ἓν δέ τι τῶν κατὰ μέρος ἐστὶ καὶ τὸ περὶ πτισάνης τοῖς ἰατροῖς διαπεφωνημένον, ὥσπερ γε καὶ τὸ περὶ τῆς διαίτης οὐ μόνον τῆς ἐπὶ τῶν ὀξέων, ἀλλὰ καὶ τῶν ἄλλων νοσημάτων, ἔτι τε γενικώτερον ὑπὲρ ἁπάσης θεραπείας καὶ τούτου γενικώτερον ὑπὲρ ἁπάσης προνοίας σώματος, κἂν ἐφʼ ὑγιαινόντων γίνηται· δέονται γὰρ καὶ οὗτοι τῆς τέχνης ἐπιστατούσης, οὐκ εἰς τὸ κτήσασθαι τὴν ὑγίειαν, ἀλλʼ εἰς τὸ φυλάττειν, ὅπερ Ἱπποκράτης εἶπε καὶ τοῖς ὑγιαίνουσιν ἐς ἀσφάλεια ν· τὸ γὰρ φυλάττειν ὁτιοῦν ἀσφαλείας δεῖται. [15]
15 448
χρήσιμον δʼ εἶναί φησι τὸ σκέμμα καὶ τοῖς ἀσκέουσιν ἐς εὐεξίη ν· ὥσπερ γὰρ ἡ τῶν νοσούντων θεραπεία τοῦ προβεβλημένου νῦν ὑπʼ αὐτοῦ δεῖται σκέμματος, οὕτως καὶ ἡ τῶν ὑγιαινόντων ἀσφάλεια φυλακῆς ἕνεκα τῆς ὑγιείας καὶ ἡ τῶν ἀσκούντων πρόνοια κτήσεως ἕνεκα τῆς εὐεξίας. ταῦτα μὲν οὖν πάντα τῆς περὶ τὸ σῶμα τέχνης ἐστί, τὸ δʼ ἐφεξῆς εἰρημένον ἐπὶ πᾶσαν τέχνην ἐκτέταται· τί γάρ φησι καὶ ἐς ὅ τι ἕκαστος ἐθέλε ι; καὶ γὰρ καὶ οἰωνιστὴς καὶ ἱεροσκόπος καὶ μουσικὸς καὶ ῥήτωρ καὶ πᾶς τεχνίτης ἁπλῶς τῆς κατὰ τὴν ἑαυτοῦ τέχνην διαφωνίας τὴν αἰτίαν εἴσεται μίαν οὖσαν, ὅταν ἕκαστος τὸ κατὰ μέρος ἐπὶ τὸ καθόλου μεταφέρῃ. οὕτω γοῦν καὶ τὴν τῶν οἰωνιστῶν διαφωνίαν ἔγνων γεγονυῖαν ἔκρινά τε τὸν ἀληθέστερα λέγοντα, καὶ τούτου χάριν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα τοῦ τε Ἄραβος καὶ τοῦ Ἕλληνος οἰωνιστοῦ. [15]
15 449
πάσης γὰρ τέχνης σύστασις ἐν διορισμῷ γίνεται τῶν ἰδίων ἀπὸ τῶν κοινῶν· ὁ γὰρ ταῦτα διορίσασθαι δυνάμενος ἄριστος τεχνίτης ἐστίν. ὥσπερ δʼ ἡ σύστασις, οὕτω καὶ ἡ κρίσις ἐν τῷ διορισμῷ τὴν ὕπαρξιν ἔχει· σφάλλονται γὰρ οἱ συνιστάμενοι τὰς τέχνας, ὅταν τό τινι συμβεβηκὸς ἤτοι γʼ ἐπὶ πάντας ἐκτείνωσιν ἢ πλείονάς γε τοῦ προσήκοντος· τὸ μὲν γὰρ ὅλως μηδενὶ συμβεβηκὸς οὐδεὶς ἂν ἐν τέχνῃ τοιαύτῃ πείσειεν ἑαυτὸν ἀληθὲς εἶναι· κατὰ τοῦτο γὰρ ἡ ὄντως γίνεται διαφωνία, κατὰ τὸ πείθειν ἕκαστον ἑαυτόν, οὐ κατὰ τὸ προσποιούμενον καὶ πλαττόμενον ἐρίζειν φιλονικοῦντα, καθάπερ ἔνιοι περί τινων ἑτέρως ἢ ὡς κατὰ τὴν ψυχὴν διάκεινται, ** καὶ οἱ φάσκοντες ἄδηλον εἶναι, πότερον ἐγρηγόραμεν ἢ κοιμώμεθα καὶ σωφρονοῦμεν ἢ μαινόμεθα· κἂν εἰ τοῦτό γε συγχωρηθείη δῆλον εἶναι, ἀλλʼ ὁπότεροί γε μᾶλλον ἀληθεύουσιν ἄδηλον εἶναί φασιν, εἴθʼ οἱ ἐγρηγορότες τῶν κοιμωμένων εἴτε τῶν μαινομένων οἱ μὴ μαινόμενοι· πεπεισμένος γὰρ οὐδεὶς οὕτως οὐδὲ δοξάζων ἐν τῇ ψυχῇ τοὺς λόγους τούτους, ἀλλʼ ἐρίζων ποιεῖται. [10]
15 450
κατὰ τὴν ἰατρικὴν δὲ τέχνην τινὲς μὲν ἐπεχείρησαν καινοτομεῖν, οὐ δυνάμενοι βέλτιόν τι τῶν ἔμπροσθεν εὑρηκέναι, κατανενοηκότες δὲ τὸ τῶν ἰδιωτῶν πάθος, ὅπερ Ἱπποκράτης εἶπε· “τὸ γὰρ ξενοπρεπὲς οὔπω ξυνιέντες εἰ χρηστὸν ἐπαινοῦσι μᾶλλον ἢ τὸ σύνηθες, ὃ οἴδασιν ὅτι χρηστόν.” ἔνιοι δὲ καὶ διὰ τῆς τῶν ἡδίστων διαιτημάτων ἐπαγγελίας ἀναπείθοντες προσάγονται τοὺς κάμνοντας, εἰδότες μέν, ὅτι πανουργοῦσιν, ἀλλʼ ἤτοι διὰ φιλοχρηματίαν ἢ διὰ φιλοδοξίαν ἐπιχειροῦντες πανουργεῖν τὰ τοιαῦτα. τῆς οὖν ἄχρι λόγου διαφωνίας, ὁποία καὶ ἡ τῶν τοιούτων ἀνδρῶν ἐστίν, ἐξῃρημένης ἡ κατʼ ἀλήθειάν τε καὶ ὄντως διαφωνία γίνεται, διὰ τὸ μὴ διορισθῆναι τὴν ἀπόφασιν, ἀλλʼ ἤτοι περὶ πλειόνων ἢ προσῆκεν ἢ περὶ πάντων ὡς ὁμοίως ἐχόντων ἀποφήνασθαι. καὶ κατὰ τοῦτʼ ἐπαινεῖσθαι δίκαιόν ἐστι τὸν Ἱπποκράτην τῆς ὄντως διαφωνίας μνημονεύσαντα μόνης, ἣν οἱ κατʼ ἀλήθειαν ἐθέλοντες τέχνην τινὰ συστήσασθαι πάσχουσιν, ἐν ταῖς ἑαυτῶν ψυ χαῖς διαφόρως δοξάζοντες, οὐκ ἄχρι λόγου προσποιητῶς ὑπὸ πανουργίας διὰ φιλοδοξίαν ἢ φιλοχρηματίαν. [15]
15 451
οὐδεὶς γὰρ ὄντως τῇ πείρᾳ κρίνων τὰς ἐπινοίας ἐπὶ τὴν Πετρωνᾶ ἀγωγὴν ἀφίξεται, κρέα διδοὺς ὀπτὰ καὶ οἶνον μέλανα τοῖς ὀξέως πυρέττουσιν, ὥσπερ γε οὐδὲ δίψει τοσούτῳ κολάζων αὐτούς, ὡς κοτύλης ὕδατος εἰκοστὸν μέρος διδόναι· τὰ γὰρ τοιαῦτα διαιτήματα παντάπασιν ἄτοπα, καὶ δυοῖν θάτερον, ἢ διὰ τὸ ξενοπρεπὲς ἐπιτηδευόμενα πανούργοις ἀνθρώποις ἢ διʼ ἐμπληξίαν ἐσχάτην, εἴπερ ὄντως ᾤοντο μόνοι τὴν ἀλήθειαν εὑρηκέναι. τὰ δʼ ὑφʼ Ἱπποκράτους εἰρημένα καὶ περὶ τοὺς ἀληθῶς σπουδάζοντας τέχνην συστήσασθαι φρονίμους ἄνδρας γίνεσθαι δύναται διὰ τὸ μὴ φέρειν μεγίστην βλάβην, ὅταν οἷς οὐ χρὴ προσενεχθῇ. τὰ μὲν οὖν τοιαῦτα δυσδιόριστον ἔχει τὴν ἐκ τῆς πείρας κρίσιν, τὰ δὲ πολὺ διαφέροντα ῥᾳδίαν· τὴν οὖν ἐν τοῖς ὀλίγον ἀλλήλων ὑπερέχουσι κρῖναι διαφωνίαν καὶ δεῖξαι, τίσι μὲν ἐπὶ πτισάνης μόνης διαιτητέον ἐστὶ τῶν ὀξέως νοσούντων, τίσι δὲ κριθώδους δοτέον, τίσι δʼ οὐδʼ ὅλως, ἀλλʼ ἐπὶ ποτοῦ μόνου διαιτητέον ἐστὶν ἄχρι κρίσεως, ἄξιόν ἐστι τῆς Ἱπποκράτους συνέσεως. [10]
15 452
Πτισάνη μὲν οὖν ὀρθῶς μοι δοκέει προκεκρίσθαι τῶν σιτηρῶν γευμάτων ἐν τουτέοισι τοῖσιν [ ὀξές ι ] νοσήμας ι , καὶ ἐπαινέω γε τοὺς προκρίναντα c . τὸ γὰρ γλίσχρασμα αὐτῆς λεῖον καὶ ξυνεχὲς καὶ προσηνές ἐστι καὶ ὀλισθηρὸν καὶ πλαδαρὸν μετρίως καὶ ἄδιψον καὶ εὐέκκριτο ν , εἴ τι καὶ τούτου προσδέο ι , καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον κακό ν , οὔτε ἀνοιδίσκεται ἐν τῇ κοιλίῃ · ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσε ι , ὁκόσον πλεῖστον ἐπεφύκει διογκοῦσθα ι . Τοῦτον τὸν λόγον ἀναγνῶναί μοι δοκοῦσι μόνον οἱ Περὶ πτισάνης ἐπιγράψαντες τὸ βιβλίον, ὥσπερ αὖ πάλιν οἱ Πρὸς τὰς Κνιδίας γνώμας τὸ πρῶτον προοίμιον· ἐδείχθη γὰρ ἐν τῷ δευτέρῳ μηκέτι πρὸς τοὺς Κνιδίους ἰα τροὺς τὸν λόγον ποιούμενος, ἀλλὰ προτρέπων ἐπὶ τὴν ἄσκησιν τῆς τῶν ὀξέων νοσημάτων θεραπείας. [11]
15 453
ὁ δὲ δὴ τρίτος λόγος, ὃν ἄχρι δεῦρο διῆλθεν, αὐτῆς ἤδη τῆς διαιτητικῆς τέχνης τῶν ὀξέων νοσημάτων ἐστίν, οὐ μὴν εἰς μόνην γʼ αὐτὴν χρήσιμος, ἀλλʼ ὑποπεπτωκὼς ἑτέρῳ γενικωτέρῳ. δέδεικται δέ μοι κἀν τῷ Περὶ ἀγμῶν καὶ ἄρθρων ἔθος Ἱπποκράτει τοὺς ὑποπεπτωκότας λόγους ἑτέροις τισὶ καθολικωτέροις ἐπισημαίνεσθαι καὶ τήν γε διδασκαλίαν τῶν καθόλου διʼ αὐτῶν ποιεῖσθαι προκειμένων ὡς παραδειγμάτων· οὕτως γὰρ οὔτε ἀποχωρεῖ τοῦ προκειμένου σκέμματος οὔτε πολλαχῶς διδάσκει τὸ κοινὸν πολλῶν. ὥσπερ δʼ ἐπὶ τῆς πτισάνης τὸν λόγον ἐποιήσατο τὴν αἰτίαν τῆς περὶ αὐτῆς διαφωνίας καὶ ζητήσας καὶ κρίνας, οὕτω καὶ περὶ διαίτης ἁπάσης τῶν ὀξέων τὴν κρίσιν ὀρθὴν ἐποιήσατο. καὶ γὰρ καὶ περὶ φλεβοτομίας καὶ καθάρσεως καὶ βαλάνου καὶ κλυστῆρος χρήσεως, ὡσαύτως δὲ καὶ περὶ καταπλασμάτων τε καὶ πυριαμάτων οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος καὶ λουτροῦ χρήσεως οὐ σμικρὰ γέγονε διαφωνία τοῖς ἰατροῖς, ὑπὲρ ὧν ἁπάντων ὁ Ἱπποκράτης ἐν τούτῳ τῷ βιβλίῳ διῆλθε κατὰ μίαν μέθοδον ἣν ἀρτίως εἶπον, ἧς τὴν δύναμιν ἐοίκασιν ἐγνωκέναι καὶ οἱ ἐμπειρικοὺς ἑαυτοὺς ὀνομάζοντες, διορισμοῖς χωρίζοντες ἀπὸ τῶν κοινῶν τὰ ἴδια· καλεῖν δʼ εἰώθασι “διαστολὰς” μᾶλλον ἢ διορισμοὺς τοὺς ἀπὸ τοῦ κοινοῦ τὸ ἴδιον ἀποκρίνοντάς τε καὶ χωρίζοντας λόγους. [5]
15 454
ἴδωμεν οὖν ἤδη τὰ περὶ τῆς πτισάνης εἰρημένα τῷ Ἱπποκράτε ι. δοκοῦσιν οὖν μοι, φησίν, οἱ πρόσθεν ἰατροὶ προκρῖναι πτισάνην ὀρθῶς τῶν σιτηρῶν γευμάτων ἐν τοῖς ὀξέσι νοσήμασι. σιτηρὰ δὲ γεύματα λέγει τὰ ἐκ σίτου γινόμενα· σῖτον δʼ ὀνομάζουσιν οἱ ἄνθρωποι μάλιστα μὲν τοὺς πυρούς, ἤδη δὲ καὶ τὰς κριθὰς τούτοις προσνέμουσι καὶ τὰς ζειάς· ἐπὶ πλεῖον δʼ ἐκτείνοντες τὴν προσηγορίαν καὶ τὰ δημήτρια καλούμενα σπέρματα συγκαταλέγουσι, φακοὺς δηλονότι καὶ θέρμους καὶ κυάμους καὶ λαθύρους ἔλυμόν τε καὶ κέγχρον καὶ πισὸν καὶ τῆλιν καὶ βρόμον καὶ τίφας ἐρεβίνθους τε καὶ ὅσα ἄλλα τοιαῦτα. τούτων οὖν πάντων τῶν σιτηρῶν γευμάτων τὰ μὲν ἄλλα καὶ πρὸς τῶν ἰδιωτῶν κατέγνωσται διὰ τὸ παραχρῆμα μεγάλην ἐπιφέρειν βλάβην, ἄρτος δὲ μόνος καὶ χόνδρος ἐπὶ τῶν ὀξέως νοσούντων δίδονται καὶ πρὸς ταῦτʼ ἔστι μόνα παραβάλλειν τὴν πτισάνην· ἡ γάρ τοι φακῆ καὶ ἡ κέγχρος καὶ ἡ τῆλις ὡς φάρμακά ποτε προσφέρεται διά τινα τῶν κατὰ κοιλίαν νοσημάτων, οὐχ ὡς σιτία τροφῆς ἕνεκα. [5]
15 455
τῶν οὖν σιτηρῶν ἐδεσμάτων ὀρθῶς προκεκρίσθαι φησὶ τὴν πτισάνην, ἄρτου δηλονότι καὶ χόνδρου καὶ ζειῶν, ἐξ ὧν ὁ καλούμενος τράγος γίνεται. τοὺς γὰρ οἰομένους μηδέπω χόνδρον εἶναι κατὰ τοὺς Ἱπποκράτους χρόνους ἀγνοοῦντας ἐλέγξεις ἐκ τοῦ τῶν παλαιῶν κωμικῶν ἐνίους ἐμνημονευκέναι χόνδρου, καὶ αὐτὸν δὲ τὸν Ἱπποκράτην ἐν τῷ Περὶ διαίτης ὑγιεινῷ· εἰ γὰρ καὶ μὴ Ἱπποκράτους ἐστὶν ἐκεῖνο τὸ βιβλίον, ἀλλʼ Εὐρυφῶντος ἢ Φαῶντος ἢ Φιλιστίωνος ἢ Ἀρίστωνος ἤ τινος ἄλλου τῶν παλαιῶν, (εἰς πολλοὺς γὰρ ἀναφέρουσιν αὐτό), πάντες ἐκεῖνοι τῶν παλαιῶν ἀνδρῶν εἰσιν, ἔνιοι μὲν Ἱπποκράτους πρεσβύτεροι, τινὲς δὲ συνηκμακότες αὐτῷ· μνη μονεύω δʼ Ἱπποκράτους νῦν τοῦ Ἡρακλείδα υἱέος, οὗ τοῦτʼ ἐστὶ τὸ βιβλίον· ὁ γάρ τοι πάππος αὐτοῦ, ὁ Γνωσιδίκου υἱὸς Ἱπποκράτη c, κατὰ τινὰς μὲν ὅλως οὐδὲν ἔγραψεν, κατὰ τινὰς δὲ δύο μόνα, τὸ Περὶ ἀγμῶν καὶ τὸ Περὶ ἄρθρων. [15]
15 456
διὰ τί δʼ ὀρθῶς ἡ πτισάνη προκέκριται τῶν σιτηρῶν ἐδεσμάτων, ἀποδειχθήσεται διʼ ὧν ἐπιφέρων αὐτὸς εἶπεν· ὅσα μὲν γὰρ αὐτῇ πρόσεστιν ἀγαθὰ πρὸς τὴν τῶν ὀξέων νοσημάτων ἴασιν, οὐδενὶ τῶν ἄλλων ὑπάρχοντα εὑρήσεις· ὀρθὴ δʼ ἄν σοι γένοιτο κρίσις ἐννοήσαντι τήν τε τῶν ὀξέων νοσημάτων φύσιν καὶ τὴν τῆς πτισάνης δύναμιν. ἡ μὲν οὖν τῶν ὀξέων νοσημάτων φύσις ἐστίν, ὡς αὐτὸς εἶπεν ὀλίγον ἔμπροσθεν, “ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς”· ἡ δὲ τοῦ πυρετοῦ γένεσις ἐκτροπὴ τῆς ἐμφύτου θερμασίας ἐπὶ τὸ πυρῶδές ἐστιν, ὡς ἐν ἄλλοις τέ τισιν ἔδειξε καὶ νῦν δηλώσει λέγων ἐπʼ αὐτοῦ, ἄρχεσθαι μὲν [γὰρ] ἐκ τοῦ θώρακος, εἰς τὴν κεφαλὴν δʼ ἀναπέμπειν τὴν φλόγα. καὶ μὲν δὴ κἀν τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις τὸν μέγαν πυρετὸν ὀνομάζειν εἴωθε “πῦρ”, ὡς οὐκ ἄλλην τινὰ φύσιν ἔχοντα παρὰ τὴν τοῦ πυρὸς οὐσίαν. [15]
15 457
εἴπερ οὖν “τἀναντία τῶν ἐναντίων ἰάματα”, τὸ τῶν πυρετῶν ἴδιον ἴαμα δύναμιν ἔχειν χρὴ ψύχουσάν τε καὶ ὑγραίνουσαν· τοῦτο γὰρ ὑπεναντίον ἐστὶ τῇ φύσει τοῦ πυρετοῦ θερμῇ τε οὔσῃ καὶ ξηρᾷ· τοιοῦτον γὰρ καὶ τὸ πῦρ. καὶ μὲν δὴ καὶ διὰ τὴν τῶν χυμῶν σηπεδόνα γινομένων τῶν πυρετῶν οὐ σμικρὰν φροντίδα πεποιῆσθαι χρὴ τοῦ πεφθῆναι μὲν αὐτῶν ὅσον ἂν ἐγχωρῇ δέξασθαι τὴν πέψιν, ἐκκριθῆναι δὲ τὸ κατωπτημένον ἤδη καὶ μηκέθʼ οἷόν τε πεφθῆναι. καὶ εἴπερ τοῦ ταῦτʼ ἐργάσασθαι δυναμένου σιτίου τοῖς πυρέττουσίν ἐστι χρεία, ἐὰν καὶ τὸ ῥᾳδίως πέττεσθαί τε καὶ ἀναδίδοσθαι παρῇ, πάντʼ ἂν ἤδη τὰ τοιαῦθʼ ὧν χρῄζομεν ἔχοι. τίς οὖν ἐστιν ἡ τῆς πτισάνης δύναμις, ἀκούσωμεν αὐτοῦ. τὸ γὰρ γλίσχρασμα αὐτῆ c, φησί, λεῖο ν. τὸ λεῖον ἀντίκειται τῷ τραχύνοντι· τραχύνει δὲ τὰ δριμέα καὶ ὀξέα καὶ στύφοντα. δριμέα μὲν οὖν ἅπαντʼ ἐστὶ τὰ θερμαίνοντα, καθάπερ ὄροβοι καὶ τῆλις· ὀξέα δὲ τὰ μὲν ἄλλα παρείσθω, τὸ δʼ ὀξύμελι μόνον ἐν λόγῳ γιγνέσθω, καθάπερ γε καὶ τῶν στυφόντων παρείσθωσαν ἀχράδες τε καὶ μέ σπιλα καὶ ὅσα τοιαῦτα, τῶν δὲ σιτηρῶν ἡ φακῆ [ἐστι] καὶ τὰ τοιαῦτα. [15]
15 458
ἐκπέφευγεν οὖν ἡ πτισάνη τῶν τραχυνόντων τὴν κακίαν, ἔχουσα πρὸς τῷ κατὰ τὴν ἁφὴν λείῳ καὶ τὸ κατὰ δύναμιν λεῖον. ἔστι δὲ καὶ συνεχὴς ἡ γλισχρότης αὐτῆς, ὁμοίας ἑαυτῇ κατὰ πάνθʼ ὑπαρχούσης τὰ μόρια διὰ τὸ τῆς ἑνώσεως ἀκριβές, ὅπερ οὐχ ὑπάρχει τοῖς λοιποῖς ζωμοῖς. ἔπαινος δʼ οὐ σμικρὸς τῆς πτισάνης καὶ τὸ προσηνὲς ἐναντίον ὑπάρχον τῷ ἀπηνεῖ, τουτέστι τῷ κατὰ τὴν λῆψιν ἀηδίαν τινʼ ἐμποιοῦντι, καθάπερ ἀμέλει καὶ ὁ ἄρτος ἀηδής ἐστι λαμβανόμενος, εἰ μὴ διαβρέξειας αὐτὸν ἱκανῶς· ἀλλὰ καὶ οὗτος ἀπολείπεται τοῦ κατὰ τὴν πτισάνην προσηνοῦς, ὡς ἂν μηδὲ μασήσεως δεομένην, ἀλλʼ ὁμοίως τοῖς ποτοῖς καταπίνεσθαι δυναμένην. οὐ σμικρὸν δὲ πλεονέκτημα καὶ τὸ ὀλισθηρὸν αὐτῆς καὶ μάλιστα τοῦ χυλοῦ· διεξέρχεται γὰρ τὸν θώρακα, μηδαμόθι μέρος αὑτοῦ καταλείπων μηδὲν ἐν τῇ διόδῳ, καθάπερ τὰ δυσαπολύτως ἐμπλαττόμενα· καὶ σχεδὸν ἅπαντα τὰ γλίσχρα, πλὴν τῆς πτισάνης, πέπονθε τοῦτο, ὅπου γε καὶ τὸ ἐκ τοῦ χόνδρου ῥόφημα τὸ μὲν γλίσχρον ἔχει, τὸ δʼ ὀλισθηρὸν οὐκ ἔχει· τῇ πτισάνῃ δʼ ὑπάρχει τὸ ὀλισθηρὸν καὶ τὸ ῥυπτικόν. [15]
15 459
οἱ γοῦν ἰατροὶ πρὸς τὸ ἀπορρύψαι γλίσχρον χυμὸν ἐμπεπλασμένον τῇ γαστρὶ τοῖς ἀπὸ τοῦ χυλοῦ τῆς πτισάνης ἐμέτοις χρῶνται καθὰ τοῖς ἀπὸ τοῦ μελικράτου, καὶ ὠμὴν δὲ λειοῦντες ἐπιχρίουσι τοῖς προσώποις οἱ ἀνδραποδοκάπηλοι ῥύψεως ἕνεκα τῆς ἐν αὐτοῖς ἀχροίας κατὰ τὸ δέρμα συνισταμένης. τοῦτʼ οὖν τὸ ῥυπτικὸν αὐτῆς καὶ πρὸς τὴν ὑποχώρησίν ἐστιν ἐπιτήδειον καὶ πρὸς τὴν ἀνάδοσιν, καὶ μάλισθʼ ὅταν ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτὰ δέῃ μεταληφθῆναι τὴν ἀναδιδομένην τροφήν· ἐνταῦθα γὰρ ἐμπλάττεται τὰ παχύχυμα καὶ κολλώδη πάντα, καὶ διὰ τοῦτο χόνδρος οὐκ ἐπὶ τῶν μόνον τοῦτο τὸ σπλάγχνον πεπονθότων βλαβερώτατός ἐστιν, ἀλλὰ κἀπὶ τῶν μηδέπω μὲν ἐχόντων αὐτὸ βεβλαμμένον, ἐν δὲ τῇ φυσικῇ διαπλάσει στενόπορον· ὅσοι γὰρ οὕτω διάκεινται φύσει, τὰ κολλώδη καὶ παχύχυμα πάντα αὐτοῖς ἐμπλάττεται καὶ διὰ τοῦτο καὶ βάρους αἰσθάνονται κατὰ τὸ σπλάγχνον ἐν ταῖς ἀναδόσεσιν αὐτῶν. καὶ μὲν δὴ καὶ πλαδαρόν ἐστι τὸ γλίσχρασμα τῆς πτισάνης, οὐ σφοδρῶς ὡς ὕδωρ καὶ μελίκρατον καὶ πρὸς τούτοις γε τό τʼ ἐκ χόνδρου ῥόφημα καὶ τὰ ῥοφούμενα τῶν ᾠῶν· ἅπαντα γὰρ ταῦτα τὸν στόμαχον ἐργάζεται ὕπτιον τοῖς κάμνουσιν αὐτοῖς ἐπιδήλως, ὡς ἀνατετράφθαι φάσκειν αὐτόν· ἡ δὲ πτισάνη τὸ ὑγραίνειν ἔχουσα τὸ ἀνατρέπειν τὸν στόμαχον οὐκ ἔχει. [5]
15 460
στόμαχον δὲ ἀκουστέον νῦν, ὡς ἔθος τοῖς νῦν ἀνθρώποις ἐστίν, οὐ μόνον τὸν πόρον, ἀλλὰ καὶ τὸ στόμα τῆς γαστρός. ὅταν οὖν ἄτονον τοῦτο καὶ ἔκλυτον γένηται, μέχρι πολλοῦ μένει κατʼ αὐτὸ τὸ ἐδηδεσμένον ἐπιπολάζον αὐτῷ· τοὐναντίον δὲ συμβαίνειν πέφυκεν, ὅταν ἐπιστραφὲν ὑπό τινος τῶν εὐστομάχων ἐδεσμάτων ἀπώσηται τὸ περιεχόμενον· αὐτίκα γὰρ ὁ πλάδος αὐτῷ συναπέρχεται καὶ πέττεται καὶ ὑποχωρεῖ τὸ οὕτως ἀπωσθέν, ὥσπερ ἄπεπτόν τε μένει καὶ οὐ διαχωρεῖται ταχέως τὸ κατὰ τὸ στόμα τῆς γαστρὸς ἐπιπολάζον· ὀρέγεσθαι γὰρ ἔργον, οὐ πέττειν ἐστὶ τοῦδε τοῦ μορίου. τὰ μὲν οὖν στύφοντα τῶν ἐδεσμάτων ὥσπερ ἔχουσι τὸ ῥωννύειν τὸ στόμα τῆς γαστρός, οὕτω καὶ τὸ ξηραίνειν περαιτέρω τοῦ προσήκοντος· οὕτω δὲ καὶ ῥόφημα τὸ ἐκ χόνδρου καθάπερ ὑγραίνειν, οὕτω καὶ ὑπτιάζειν πέφυκεν. [15]
15 461
ἡ τοίνυν πτισάνη τὴν ἀρετὴν τῶν ὑγραινόντων ἔχουσα τὴν κακίαν ἐκπέφευγεν. ἐφεξῆς δὲ τί φησιν ὁ Ἱπποκράτης καὶ ἄδιψον αὐτὴν εἶναι, μέγιστον καὶ τοῦτο μαρτυρῶν ἐν νοσήματι διακαίοντί τε καὶ ξηραίνοντι πᾶν τὸ σῶμα. κατὰ τοῦτο μὲν οὖν καὶ τοῦ μελικράτου πολὺ κρείττων ἐστὶν ἡ πτισάνη, καίτοι τὸ εὐέκκριτον, ὅπερ ἐφεξῆς εἶπεν ὑπάρχειν αὐτῇ, παραπλησίως τῷ μελικράτῳ κεκτημένη· καὶ εἴ γε παραβαλεῖς πτισάνην μελικράτῳ, πλεονεκτοῦσαν εὑρήσεις ἐπὶ τῶν ὀξέων νοσημάτων. ἀλλὰ τοῦτο μὲν ἐπὶ προήκοντι τῷ λόγῳ δείξω, τὸν δὲ περὶ πτισάνης λόγον ἐπὶ τέλος ἀγαγεῖν καιρός. εὐέκκριτον γὰρ αὐτὴν εἶπε μετὰ τοῦ προσθεῖναι εἴ τι καὶ τούτου προσδέο ι, ὡς οὐκ ἐπὶ πάντων τῶν ὀξέων νοσημάτων χρῃζόντων ἡμῶν ἐδέσματος εὐεκκρίτου. τὰ μὲν γὰρ ἄλλα πάντα τὰ εἰρημένα τῆς πτισάνης ἀγαθὰ διὰ παντός ἐστι χρήσιμα τοῖς ὀξέσι νοσήμασι, τὸ δʼ εὐέκκριτον ἐφʼ ὧν ὑπιέναι βουλόμεθα τὴν γαστέρα βραδυνόντων κατὰ τὴν διέξοδον τῶν σιτίων ἐπιτήδειόν ἐστιν. [15]
15 462
οὔκουν ὡς ἐναντίον τῇ διαθέσει τοῦ πυρετοῦ τὸ εὐέκκριτον οὐδʼ ὡς ἕν τι τῶν οἰκείων βοηθημάτων, ἀλλʼ ὡς ἐπανορθούμενόν τι σύμπτωμα χρήσιμον ὑπάρχει. ἐφεξῆς δέ φησι· καὶ οὔτε στύψιν ἔχον οὔτε ἄραδον κακόν, τὸ γλίσχρασμα δηλονότι τῆς πτισάνης· οὕτω γὰρ ἤρξατο τοῦ περὶ αὐτῆς λόγου. τὸ μὲν δὴ μὴ ἔχειν στύψιν ἀγαθόν ἐστιν ἐν τοῖς μάλιστα· πλὴν γὰρ ἢ διὰ σύμπτωμα συγκοπτικὸν ἢ γαστρὸς ἄμετρον ῥύσιν οὐκ ἄν τις χρήσαιτο τῶν στυφόντων ἐδεσμάτων οὐδενί· συνάγει γὰρ καὶ σφίγγει τὰ σώματα καὶ μύειν ἀναγκάζει τὰς διεξόδους τῆς ἀναδόσεως καὶ τῆς τροφῆς καὶ τῆς εἰς τοὐκτὸς διαπνοῆς, ἃς ἀνεῷχθαι συμφέρει. τὸ δὲ μηδʼ ἄραδον ἔχειν, τουτέστι τὸ μηδεμίαν ἐν τῷ πέττεσθαι ταραχὴν ἐμποιεῖν, εἰς ἔπαινον καὶ αὐτὸ διαφέρει τῆς πτισάνης· ὅπερ ἐπὶ πολλῶν ἐδεσμάτων γίνεται, τῶν μὲν δακνόντων τὴν γαστέρα, τῶν δὲ φυσώντων, ἐνίων δὲ καὶ ἐκ μαχομένων ταῖς δυνάμεσι μερῶν συγκειμένων, ὅπερ ἀμέλει κἀπὶ τῆς φακῆς ἐστι καὶ τῆς κράμβης· αὐτὸ μὲν γὰρ αὐτῶν τὸ στερεὸν σῶμα τῶν ἐφεκτικῶν γαστρός ἐστιν, ὁ δὲ χυλὸς τῶν ἐρεθιστικῶν τε καὶ ὑπακτικῶν. [15]
15 463
οὕτω δὲ καὶ οἱ τὸν ἐγκέφαλον ἀρτύοντες ἐλαίῳ καὶ γάρω τὸ σύμπαν ἐξ αὐτῶν ἀνομοιομερές τε καὶ στασιάζον ἑαυτῷ ποιοῦσι, τοῦ μὲν ἐγκεφάλου τὸ στάσιμον καὶ βραδύπορον ἔχοντος, τῶν δὲ μιχθέντων αὐτῷ πρὸς τὴν ἔκκρισιν ἐξορμώντων. ὡσαύτως δὲ καὶ ᾠὸν εἴτε μετὰ μέλιτος εἴτε μεθʼ ἁλῶν εἴτε μετὰ γάρου λαμβάνοιτο, τὸ συγκείμενον ἐξ αὐτῶν διαφόρους ἕξει τὰς δυνάμεις οἵ τε ζωμοὶ σχεδὸν ἅπαντες. ὅθεν καὶ κατὰ τὴν ἀρχὴν τοῦ λόγου τὸ γλίσχρασμα τῆς πτισάνης ἐπαινῶν ἔφη συνεχές, ὅπερ οὐκ ἂν γένοιτο χωρὶς τοῦ τὸ σύμπαν ὁμοιομερὲς εἶναι. νυνὶ δὲ τῷ ἀράδῳ καὶ τὸ κακὸν προσέγραψεν, οὐχ ἁπλῶς εἰπὼν οὐκ ἔχειν ἄραδον τὴν πτισάνην, ἀλλὰ προσθεὶς τὸ κακόν· οὐδὲν γὰρ τοῦδε μᾶλλον ἐναντιοῦται πέψει τῶν σιτίων. ὥστε καὶ οἱ περὶ πέψεως γράψαντες τὴν ποικιλίαν τῶν ἐδεσμάτων, καὶ μάλισθʼ ὅταν ἐξ ἐναντίων ταῖς δυνάμεσι συγκέηται, βλαβερωτάτην εἶναί φασι, κωλύουσαν τὰ ληφθέντα πέττεσθαι καλῶς. [15]
15 464
φυλάττονται δʼ αὐτὸ μάλιστα καὶ οἱ γυμνασταί, καὶ οἵ γε νομίμως ἀθλοῦντες ἐπὶ μὲν τοῦ ἀρίστου τὸν ἄρτον μόνον ἐσθίουσιν, ἐπὶ δὲ τοῦ δείπνου τὸ κρέας. ἐπὶ πλέον δʼ ἄν σοι περὶ τούτων ἔλεγον, εἰ μὴ καὶ κατὰ σεαυτὸν δυνατὸς ἦσθα εὑρίσκειν αὐτὰ ὁρμώμενος ἐκ τῶν εἰρημένων περὶ πέψεως ἐν τοῖς τῶν Φυσικῶν δυνάμεων ὑπομνήμασιν· εἰ δʼ οὐκ ἐξεμελέτησας ἐκεῖνα, μάτην καὶ τούτοις ὁμιλεῖς. διὸ περὶ μὲν ἀράδου παύομαι λέγων. ἐπὶ δὲ τὸ πάντων ὕστατον εἰρημένον ὑπʼ αὐτοῦ μεταβήσομαι λέγοντος ἔτι περὶ πτισάνης οὔ τ ’ ἀνοιδίσκεται ἐν τῇ κοιλί ῃ. γινώσκων γὰρ ὅτι μέμφονται πολλοὶ τῆς πτισάνης τὸ φυσῶδες, εἰκότως προσέθηκεν· ἀνῴδηκε γὰρ ἐν τῇ ἑψήσε ι , ὅσον πλεῖστον ἐπεφύκει διογκοῦσθα ι, τῇ προσθήκη ταύτῃ καὶ τὸ ἔγκλημα συνενδειξάμενος καὶ τὴν λύσιν εἰπὼν αὐτοῦ καὶ τὴν ἕψησιν διδάξας. γράφει δʼ οὐδὲν ἧττον ἔτι κἀν τοῖς ἐχομένοις περὶ τῆς ἑψήσεως· ἀλλὰ νῦν γε τοσοῦτον προσθήσω τῷ περὶ πτισάνης λόγῳ. [15]
15 465
πτισάνην μὲν ἑψήσας ἐπὶ πλεῖστον ἄφυσον ἔδεσμα ποιήσεις. ἔτνος δὲ κυάμινον οὐδʼ εἰ τρισὶν ἡμέραις καθεψήσαις, ἄφυσον ἐργάσῃ ποτέ· ἐκ γὰρ τῆς οἰκείας οὐσίας ἔχει τὸ φυσῶδες, οὐχ ὥσπερ ἡ πτισάνη διὰ τὸ τῆς ἑψήσεως ἐλλιπές. εἰθισμένοι γοῦν εἰσιν οἱ ἕψοντες αὐτὴν ἀφίστασθαι θᾶττον ἢ δεῖ καὶ μάλισθʼ οἱ τῶν πλουσίων μάγειροι· τρίβοντες γὰρ αὐτὴν ὠμὴν ἐν θυείᾳ, μετὰ ταῦτα θερμήναντες ἐπʼ ὀλίγον, οὐ γὰρ ἑψήσαντές γε, προσφέρουσι τοῖς δεσπόταις. ἀλλὰ περὶ μὲν ἑψήσεως πτισάνης, ὡς ἔφην, καὶ αὖθις εἰρήσεται· νυνὶ δʼ ἐπεὶ τὴν δύναμιν ἐδήλωσεν αὐτῆς, ἑξῆς ἐρεῖ τὸν διορισμὸν τῆς χρήσεως, ἐφʼ ὃν κἀγὼ μεταβήσομαι, προαναμνήσας, ὅτι τὸν περὶ τῆς παραβολῆς πρός γε μελίκρατον καὶ τἄλλα τῆς πτισάνης λόγον ἐν τοῖς ἑξῆς ὑπέσχημαι τελέως ποιήσασθαι. Ὁκόσοι μὲν οὖν πτισάνῃ χρέονται ἐν τούτοισι τοῖσι νοσήμας ι , οὐδεμιῇ ἡμέρῃ κενεαγγητέο ν , ὡς ἔπος εἰρῆσθα ι , ἀλλὰ χρηστέον καὶ οὐ διαλειπτέο ν , ἢν μή τι δέῃ ἢ διὰ φαρμακείην ἢ κλύσιν διαλείπει ν . [10]
15 466
Ἐντεῦθεν ἄρχεται τῆς τοῦ ζητουμένου λύσεως· ἀλλʼ ἐλλιπῶς χρησάμενος τῇ κατὰ τὴν λέξιν ἑρμηνείᾳ, διὰ τοῦτʼ ἀσαφῆ ἐποίησε τὸν λόγον. ἐγὼ τοίνυν εἰπεῖν πειράσομαι, καθʼ ὃν μάλιστα τρόπον ἑρμηνευθεὶς οὐδὲν ἂν ἔσχεν ἀσαφές· ἀναλήψομαι δὲ ἀπʼ ἀρχῆς αὐτὸν ὧδέ πως. τίς ἡ αἰτία τῆς διαφωνίας ἐστίν, ὥστε τοὺς μὲν ταῖς κριθώδεσι πτισάναις ἐπὶ τῶν ὀξέων χρῆσθαι, τοὺς δὲ τῷ χυλῷ μόνῳ, τοὺς δʼ οὐδὲ τούτῳ μέχρι κρίσεως; τουτὶ μὲν οὖν τὸ πρόβλημα, τῆς λύσεως δʼ ἐφεξῆς ἄκουε. τῶν ὀξέως νοσούντων ἔνιοι μὲν ὑπὸ τοῦ χυλοῦ μόνου, ἔνιοι δʼ ὑπὸ τῆς πτισάνης, ἔνιοι δʼ ὑπʼ οὐδετέρου τούτων ὠφελοῦνται· προπετέστερον οὖν ἀπεφήνατο περὶ πάντων τῶν ὀξέως νοσούντων ἕκαστος τῶν ἰατρῶν, ἐξ ὧν οὐκ ἐπὶ πάντων ἐπειράθη· ἀλλʼ ἐγὼ διοριοῦμαι καὶ δείξω, τίνες μὲν ὑπὸ τῆς πτισάνης ὀνίνανται, τίνες δʼ ὑπὸ τοῦ χυλοῦ μόνου, τίνες δʼ οὐδετέ ρου τούτων χρῄζουσιν. [10]
15 467
ὅλαις μὲν οὖν πτισάναις δέονται χρῆσθαι τῶν νοσούντων ὀξέως, οἳ μήτε βοηθείας ἑτέρας χρῄζουσι πρότερον, ἤτοι διὰ φλεβοτομίας ἢ γαστρὸς ὑπαγωγῆς ἤ τινος τοιούτου, μήτʼ οὖν ἐστιν αὐτοῖς τι κινδυνῶδες σύμπτωμα· χυλῷ δὲ οἱ τούτων ἔχοντές τι σφαλερώτερον· οὓς δʼ ἤτοι κενῶσαι διὰ φλεβοτομίας ἢ γαστρὸς ἀναγκαῖόν ἐστιν ἢ ὀδυνωμένους παῦσαι, τούτοις μὴ πρότερον διδόναι πτισάνην ἢ χυλὸν αὐτῆς, πρὶν ἂν ὧν εἶπόν τι πράξῃς. ταῦτʼ οὖν ἐχρῆν προγράψαντα τὸν Ἱπποκράτην, τῶν κατὰ μέρος ἀφʼ ἑκάστου πάλιν ἀρξάμενον, οὕτω πεποιῆσθαι τὸν λόγον, εἴπερ ἔμελλεν ἔσεσθαι σαφής· ἐπεὶ δʼ οὐκ ἐποίησεν, εἰκότως ἀσαφὴς ἐγένετο τὴν προσήκουσαν ἀποβαλὼν τάξιν. ἀκολουθήσαντες οὖν αὐτοῦ ταῖς λέξεσιν ἀνάγωμεν ἑκάστην εἰς τὰ προειρημένα κεφάλαια, καὶ πρώτην γε τὴν προκειμένην ῥῆσιν ἐξεργαστέον. ἄκουσον δέ μου παραφράζοντος αὐτοῦ τὴν ῥῆσιν ἅμα τῷ παρεντιθέναι τινὰ ῥήματα σαφηνείας ἕνεκεν· ʼὅσοι μὲν οὖν ἄρρωστοι πτισάνῃ χρῶνται ἐν τούτοις τοῖς νοσήμασινʼ, (ἐρῶ δʼ ὀλίγον ὕστερον, τίνες εἰσὶν οἱ χρη σόμενοι), ʼτούτοις οὐδεμιᾷ ἡμέρᾳ κενεαγγητέον ἐστίν, ὡς ἔπος εἰρῆσθα ι , εἰ μή τι δέοι διὰ φαρμακείην ἢ κλύσιν διαλείπει ν. [15]
15 468
τούτοις οὖν καὶ δὶς διδούς, ἂν δεήσῃ, καλῶς πράξεις καὶ πλῆθος, ὅσον ἂν ἡ τοῦ σώματος δύναμις φέρῃ· ὑφηγήσομαι δέ σοι σκοπούς, πρὸς οὓς ἀποβλέπων ἢ διὰ γαστρὸς ἢ διὰ φλεβὸς αὐτοὺς κενώσεις ἢ πυρίαις ἢ καταπλάσμασι χρήσῃ.ʼ ταῦτʼ εἴπερ οὕτω προεῖπεν, εἶθʼ ἕκαστον αὐτῶν ἐφεξῆς ἀναλαμβάνων κατὰ τὴν προσήκουσαν τάξιν ἡρμήνευσεν, οὐκ 〈ἂν〉 ἀσαφὴς ὁ λόγος ἐγεγόνει· νυνὶ δὲ τὸ παρεμπῖπτον ἀεὶ τελέως διεξέρχεσθαι προαιρούμενος ἄχρι πολλοῦ τὸν λόγον αἰωρούμενον ἐάσας εἰκότως ἐποίησεν ἀσαφῆ· μαθήσῃ δʼ ἀληθεύοντα τὰς κατὰ μέρος ῥήσεις ἁπάσας εὑρίσκων σαφεῖς, τὸν δʼ ὅλον λόγον ἀσυνάρτητόν τε καὶ διὰ τοῦτʼ ἀσαφῆ. Καὶ τοῖσι μέν γε εἰθισμένοισι δὶς σιτέεσθαι τῆς ἡμέρης δὶς δοτέο ν , τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέον τὴν πρώτη ν , ἐκ προσαγωγῆς δ έ , ἢν ἐνδέχητα ι , καὶ τούτοισι δὶς διδόνα ι , ἢν δοκέῃ προσδεῖ ν . [12]
15 469
Δὶς αὐτοὺς σιτεῖσθαί φησιν, εἴπερ οὕτως εἰθισμένοι εἰσὶ διαιτᾶσθαι· χρείας δʼ οὔσης δὶς λαμβάνειν καὶ τοῖς ἅπαξ εἰθισμένοις ἐσθίειν δὶς δώσεις τὴν πτισάνην, ἀρξάμενος μὲν ἀπὸ τοῦ ἅπαξ, κατὰ βραχὺ δὲ προελθὼν ἐπὶ τὸ δίς· τὸ γὰρ ἐκ προσαγωγῆς τοῦτο δηλοῖ καὶ γίνεται τὸν τρόπον τοῦτον· ἅπαξ μὲν δώσεις αὔταρκες, ἐλάχιστον δὲ τὸ κατὰ τὴν ἑτέραν δόσιν, εἶτα παραυξήσεις κατὰ βραχὺ καὶ τοῦτο, μέχρις ἂν εἰς ἴσον ἀμφοτέρας τὰς τροφὰς καταστήσῃς. ἡ δὲ τοῦ λόγου πίστις οὔπω σαφής ἐστι τῷ τὸ βιβλίον ἀναγινώσκοντι τοῦ Ἱπποκράτους διὰ τὸ μὴ προδεδηλῶσθαι παρʼ αὐτοῦ τίνες εἰσὶν οἱ πτισάνῃ χρησόμενοι συμφερόντως. ἀλλʼ ἐγὼ προειρηκὼς μικρὸν ἔμπροσθεν τοὺς μετρίως νοσοῦντας οὕτως ὑπʼ αὐτοῦ διαιτᾶσθαι δείξω μικρὸν ὕστερον καὶ αὐτὸν τὸν Ἱπποκράτην τοῦτο βουλόμενον. [10]
15 470
αὕτη μέν σοι τῆς προ κειμένης ῥήσεως ἡ ἐξήγησις· οἱ πλείους δὲ γράφουσιν αὐτὴν κατὰ τήνδε τὴν λέξιν· τοῖσι δὲ μονοσιτέειν εἰθισμένοισιν ἅπαξ δοτέο ν , τὴν πρώτην ἐκ προσαγωγῆ c · ἢν δ ’ ἐνδέχητα ι , καὶ τούτοις δὶς διδόνα ι , ἢν δοκέῃ προσδεῖ ν. ἀλλʼ οὐκ ἔχει νοῦν ἡ λέξις αὕτη· τὸ γὰρ τὴν πρώτην ἐκ προσαγωγῆς ἀδύνατόν ἐστι γενέσθαι, τοῦ ἐκ προσαγωγῆς ἐν πλείοσι προσφοραῖς γίνεσθαι πεφυκότος, οὐχ ἅπαξ οὐδʼ εὐθέως ἐν τῇ πρώτῃ. Πλῆθος δ ’ ἀρκέει κα τ ’ ἀρχὰς διδόναι μὴ πολὺ μηδὲ ὑπέρπαχ υ , ἀλ λ ’ ὅσον ἕνεκα τοῦ ἔθεος εἰσιέναι τι καὶ κενεαγγείην μὴ γίνεσθαι πολλή ν . Ὅσοι τοὺς νοσοῦντας ἐμπιπλάναι φασὶ τὸν Ἱπποκράτην διὰ τὸ καθʼ ἑκάστην ἡμέραν τοῖς ἀκινδύνως διάγουσι δὶς διδόναι τῆς πτισάνης, εἰ προσέσχον ᾧ κατὰ τήνδε τὴν ῥῆσιν εἴρηκε, κατέγνωσαν ἂν ἑαυτῶν· τοσοῦτον γὰρ ἀξιοῖ δίδοσθαι τοῦ ῥοφήματος, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι τροφὴν τῷ σώματι καὶ μὴ πολλὴν γίνεσθαι τὴν κένωσι ν. [12]
15 471
ἐὰν οὖν συγχωρήσωσιν ὀξύβαφον πτισάνης δὶς ἑκάστης ἡμέρας διδόμενον ἄχρι τῆς ἑβδόμης ἢ τῆς ἐνάτης ἐλάττονα δύναμιν ἔχειν ἧς αὐτοὶ τρέφουσιν ἅπαξ τροφῆς, ἡγοῦμαι παύσασθαι φλυαροῦντας αὐτούς. ἀλλὰ τοῦτό γε μικρὸν ὕστερον δείξω· νῦν δʼ ἐξηγήσομαι τὸ κα τ ’ ἀρχά c. οὐ τοῦτο γάρ φησιν, ὅτι κατὰ τὴν ἀρχὴν τοῦ νοσήματος, ἀλλά τι γενικώτερον ἄκουε σημαινόμενον ἐκ τοῦ κα τ ’ ἀρχά c· ὅταν γάρ σοι δόξῃ πρῶτον ὁ κάμνων δεῖσθαι τῆς πτισάνης, τηνικαῦτα μὴ πολὺ μη δ ’ ὑπέρπαχυ δίδου παραχρῆμα· φυλάττεται γὰρ ὁ Ἱπποκράτης ἀεὶ τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν. Περὶ δὲ τῆς ἐπιδόσιος ἐς πλῆθος τοῦ ῥοφήματο c , ἢν μὲν ξηρότερον ᾖ τὸ νόσημα ἢ ὡς ἄν τις οἴοιτ ο , οὐ χρὴ ἐπὶ πλέον διδόνα ι , ἀλλὰ προπίνειν πρὸ τοῦ ῥοφήματος ἢ μελίκρητον ἢ οἶνο ν , ὁκότερον ἂν ἁρμόζῃ · τὸ δ ’ ἁρμόζον ἐ φ ’ ἑκάστοισι τῶν τρόπων εἰρήσετα ι . [12]
15 472
Ξηρότερον νόσημα πολυειδῶς γνωρίζεται, καίτοι τόν γε καθόλου καὶ κοινὸν λόγον ἔχον τὸν αὐτόν· ἡ μὲν περιπνευμονία καὶ ἡ πλευρῖτις καὶ ὅλως τὰ κατὰ τὸν πνεύμονα καὶ τὴν τραχεῖαν ἀρτηρίαν, ὅταν μηδὲν ἀπὸ τῶν πεπονθότων μορίων ἀποπτύηται· ἧπαρ δὲ πεπονθὸς ἢ μεσάραιον ἤ τι τῶν κατὰ κοιλίαν ἢ νῆστιν ἢ ἔντερα ἢ σπλῆνα γαστρὸς ἐπεχομένης τελέως ἢ πρὸς ἀνάγκην ἐκκρινούσης σκληρὰ καὶ ξηρὰ καὶ σπυραθώδη περιττώματα· τὰ δὲ κατὰ τὰς ἀρτηρίας καὶ τὰς φλέβας ξηρὰ νοσήματα γνωρίζεται τῇ τε τῆς γλώττης ξηρότητι καὶ τῷ τοῦ παντὸς δέρματος αὐχμῷ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπὶ τοῖς ἔξω καὶ προφανῶς ὁρωμένοις ἕλκεσιν αἱ φλεγμοναὶ γίνονται ξηραὶ μηδενὸς ἐξ αὐτῶν ἰχῶρος χωροῦντος. καὶ κατὰ τοὺς ὀφθαλμοὺς δὲ πολλάκις φλεγμοναὶ συνίστανται ξηραὶ μηδὲν ἐκκρίνουσαι· καὶ κατὰ τὸν ἐγκέφαλον ὡσαύτως πάθη μήτε διʼ ὑπερώας μήτε διὰ ῥινῶν ἐκκαθαιρόμενα ξηρὰ προσηκόντως ἂν λέγοιντο. [15]
15 473
καὶ τοῦτʼ οὖν ἴσθι ἁπάντων τῶν ξηρῶν νοσημάτων ὑπάρχον γνώρισμα, τὸ μηδὲν ἐκκρίνεσθαι τῶν περιττωμάτων. προσηκόντως οὖν ὁ Ἱπποκράτης ἐπʼ αὐτῶν πρὸ τῆς πτισάνης ἀξιοῖ λαμβάνεσθαί τι τῶν ὑγραινόντων, ἤτοι μελίκρατον ἢ οἶνον, ὡς μᾶλλον τούτων ὕδατος ὑγραινόντων· ἐπεὶ δʼ ἐπαγγέλλεται περὶ τῆς δυνάμεως αὐτῶν ἐρεῖν, ἀναβεβλήσθω καὶ ἡμῖν ἡ πρὸς ὕδωρ αὐτῶν παραβολὴ γενησομένη κατʼ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ἐν ᾧ διδάσκει τὰς δυνάμεις αὐτῶν. Ἢν δὲ ὑγραίνηται τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος ᾖ ὁκοῖα δε ῖ , ἐπιδιδόναι χρὴ ἐς πλῆθος τοῦ ῥοφήματο c , ὡς ἐν κεφαλαίῳ εἰρῆσθα ι . τὰ μὲν γὰρ θᾶσσον καὶ μᾶλλον πλαδῶντα ταχυτῆτα σημαίνει κρίσιο c , τὰ δὲ βραδύτερον πλαδῶντα καὶ ἧσσον βραδυτέρην σημαίνει τὴν κρίσι ν . [10]
15 474
Ἀπὸ τοῦ γένους τῶν ξηρῶν νοσημάτων ἐπὶ τἀναντία μεταβάς, εἶθʼ ἑνὸς μνημονεύσας ἄνευ τοῦ προσθεῖναι πάντα, παράδειγμα κοινὸν γενέσθαι τὸν ἑαυτοῦ λόγον ἁπάντων τῶν ὁμογενῶν οἰηθεὶς εἰκότως ἀσάφειαν εἰργάσατο. τὸ γὰρ ὑγραίνεσθαι τὸ στόμα καὶ τὰ ἀπὸ τοῦ πνεύμονος εἶναι ὁκοῖα δεῖ νοσήματος οὐχ ἁπλῶς ἐστιν ὑγροῦ γνωρίσματα παντὸς ἐν παντὶ μορίῳ τοῦ σώματος, ἀλλὰ μετὰ τοῦ πεπονθέναι τι τῶν ἀναπνευστικῶν ὀργάνων. διὰ τοῦθʼ, ὡς ἔφην, ἀσαφὴς ὁ λόγος ἐγένετο· τό γε μὴν εἰρημένον αὐτῷ παντὸς μᾶλλον ἀληθέστερόν ἐστιν, ὡς τὰ μὲν ἐκκαθαιρόμενα διὰ τῶν πτυσμάτων οἵων χρὴ πτυομένων ταχέως κρίνεται, τὰ δʼ ἐναντία δυοῖν θάτερον, ἢ εἰς ὄλεθρον ἢ εἰς μῆκος χρόνου τελευτᾷ. διδόναι οὖν χρὴ τοῖς καλῶς ἐκκαθαιρομένοις πτισάνης ἕνεκα τοῦ ῥωσθεῖσαν τὴν δύναμιν ἐξαρκεῖν ταῖς διὰ τῶν βηχῶν γινομέναις ἀναπτύσεσι τῶν ἐκ τοῦ πνεύμονος ὑγρῶν· τὸ γὰρ ὁκοῖα δεῖ τὰ τῆς πέψεώς ἐστιν ἔχοντα γνωρίσματα, περὶ ὧν τελεώτατα εἰρήκαμεν ἔν τε τοῖς Περὶ κρίσεων καὶ Περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἔν τε ταῖς ἐξηγήσεσι τῶν Ἀφορισμῶν, ἔνθα διδάσκων ὁ Ἱπποκράτη c, ὅπως χρὴ διὰ τῶν ἐπιφαινομένων τὰς προγνώσεις ποιεῖσθαι, παράδειγμα τοῦ λόγου τὴν πλευρῖτιν ἔγραψεν ὧδέ πως εἰπών· “οἷον ἐν πλευριτικοῖσι πτύελον ἢν μὲν αὐτίκα ἐπιφαίνηται, ἀρχομένου βραχύνει, ἢν δʼ ὕστερον ἐπιφαίνηται, μηκύνει. [5]
15 475
” Καὶ ταῦτα μὲν κα θ ’ ἑαυτὰ τοιάδε τὸ ἐπίπαν ἐστί · πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖτα ι , οἷσι προσημαίνεσθαι δε ῖ , ἃ εἰρήσεται ὕστερο ν . Εἶπον κἀγὼ λείπειν τῷ λόγῳ τῶν χρησίμων εἰς διορισμὸν οὐκ ὀλίγα, περὶ ὧν καὶ αὐτὸς ἐρεῖν ἐπαγγέλλεται· νυνὶ δʼ ἀξιοῖ περὶ τῶν εἰρημένων ἀκούειν μόνον· αὐτὰ γὰρ καθʼ ἑαυτὰ τοιαῦτʼ ἐστίν, οἷα διῆλθεν αὐτός. [11]
15 476
Καὶ ὅσῳ ἂν πλείων ἡ κάθαρσις γίνητα ι , τοσῷδε χρὴ πλεῖον διδόναι μέχρι κρίσιο c , μάλιστα δὲ κρίσιος ὑπερβολῆς δύο ἡμερέω ν , οἷσί γε ἢ πεμπταίοισιν ἢ ἑβδομαίοισιν ἢ ἐναταίοισι δοκεῖ κρίνει ν , ὡς καὶ τὸ ἄρτιον καὶ τὸ περισσὸν προμηθὲς ᾖ . μετὰ δὲ τοῦτο τῷ μὲν ῥοφήματι ἐς τὸ πρωῒ χρηστέο ν , ὀψὲ δὲ ἐς σιτία μεταβάλλει ν . Κρίσιν νῦν εἴρηκεν ἤτοι τὴν τελείαν λύσιν τοῦ νοσήματος ἢ τὴν εἰς τοσοῦτον ἀξιόλογον μεταβολήν, ὡς ἤδη κινδύνου παντὸς ἐκτὸς καθεστηκέναι· ἐπιμετρεῖν δʼ ἀξιοῖ τῇ κρίσει δύο ἡμέρα c, ἵνα καὶ τὰς ἐν ἀρτίαις καὶ τὰς ἐν περιτταῖς ἡμέραις περιόδους τῶν παροξυσμῶν φυλαξώμεθα· συμβαίνει γὰρ ἐνίοτε θαρσήσαντας, ὡς λελυμέ νου τοῦ νοσήματος ἀκριβῶς, εἶτα διαιτηθέντας ἀμελέστερον, ἀφορμὴν ἀναμνήσεως τοῦ κατὰ περίοδον γινομένου παροξυσμοῦ παρασχεῖν. [10]
15 477
ἀσφαλὲς γοῦν ἐστι φυλάττειν ἄχρι δυοῖν ἡμερῶν τὴν ἀκρίβειαν τῆς διαίτης, ᾗ χρώμενος ὁ κάμνων ἦν, κἂν ἤδη δοκῇ κεκρίσθαι τὸ νόσημα· παρελθουσῶν δὲ τῶν μετὰ τὴν κρίσιν δυοῖν ἡμερῶν ἀσφαλὲς ἤδη διαιτᾶν ἁδρότερον οὐδὲ τότε τὴν μεταβολὴν ἀθρόαν ποιουμένους, ἀλλʼ ἕωθεν μὲν τῷ ῥοφήματι χρωμένους, ὕστερον δὲ προϊούσης τῆς ἡμέρας ἤδη καὶ σιτώδη τροφὴν προσφέροντας. εὔδηλος οὖν ἐστι μήτʼ ἄλλο τι διδοὺς τοῖς κάμνουσι πρὸ τῆς εἰρημένης ἄρτι προθεσμίας μήτʼ ἄρτον, ἀλλὰ πτισάνῃ διὰ παντὸς ἀρκούμενος, ὅπερ οὐκ ἔστιν ἐμπιπλάντος, ἀλλὰ μᾶλλον, ἐγκαλεῖν εἴ τις βούλοιτο, λεπτότερον ἢ προσήκει διαιτῶντος. ἀλλʼ οὔτε λεπτότερον οὔθʼ ἁδρότερόν ἐστι τοῦ προσήκοντος οὕτω διαιτᾶν, ἀλλʼ ἀκριβῶς τὸ μέσον τῶν ὑπερβολῶν καὶ ἄριστον. ἀπόδειξις δὲ τοῦ μέσον ὑπάρχειν αὐτὸ ἡ τῶν ἐγκαλούντων τἀναντία φιλονικία· τούτων γὰρ οἱ μὲν περὶ τὸν Θες σαλὸν ἐγκαλοῦσιν ὡς ἐμπιπλάντι τοὺς κάμνοντας, οἱ δὲ περὶ τὸν Ἐρασίστρατον ὡς λιμαγχονοῦντι τῷ Ἱπποκράτε ι. [15]
15 478
τὰ γὰρ εἰς Ἀπολλώνιον καὶ Δέξιππον τοὺς Ἱπποκράτους μαθητὰς εἰρημένα κατὰ τὸ πρῶτον Περὶ πυρετῶν Ἐρασιστράτῳ τὴν διαβολὴν τῆς λιμαγχονίας εἰς Ἱπποκράτην τὸν διδάσκαλον ἀναφερομένην ἔχει. τούτοις οὖν μᾶλλόν ἐστι συγγνωστέον, ὡς εἰκότα λέγουσι· τοὺς δʼ ἐμπιπλάναι φάσκοντας αὐτὸν ἀξίους εἶναι Θεσσαλοῦ νομιστέον, ἄνδρας οὔτʼ ἄλλο τι τῶν Ἱπποκράτους γνόντας οὔτʼ αὐτὰ ταῦτα τὰ περὶ διαίτης αὐτῷ εἰρημένα. Συμφέρει δὲ τὰ τοιάδε ὡς ἐπὶ τὸ πολὺ τοῖσιν ὅλῃσι πτισάνῃσιν αὐτίκα χρεωμένοισι ν . Ἐάν τε ὅλας ἐάν τε κριθώδεις ἐάν τε ἁπλῶς εἴπῃ πτισάνας, ἓν καὶ ταὐτὸν ἐκ τῶν τριῶν σημαίνεται λέξεων, τὰς ἀδιηθήτους πτισάνας δηλοῦντος. [11]
15 479
μετὰ γὰρ τὴν ἕψησιν ἐάν τις αὐτὰς διηθήσας, ἔπειτʼ ἰδίᾳ τὸν χυλὸν ἀποκρίνας, ἐκεῖνον διδῷ, οὔθʼ ὅλαις πτισάναις οὔτε κριθώδεσι πτισάναις ὁ τοιοῦτος λεχθήσεται χρῆσθαι, χυλῷ δὲ μόνῳ πτισάνης. πάλιν δὲ καὶ νῦν ἀναμνήσω σε, τίνες εἰσὶν οἱ πτισάναις ὅλαις ἐξ ἀρχῆς δεόμενοι χρῆσθαι. σύντομος δὲ ἡ ἀνάμνησις, εἰ μὴ παντάπασιν ἀργῶς ἤκουσας τῶν προειρημένων, ὅτι τῶν ἀναπτυομένων χρηστῶν ὄντων, ἐὰν μήτε φαρμακείας μήτε κλύσματος ὁ κάμνων φαίνηται δεόμενος, ἐπὶ πτισάνης αὐτὸν ἀξιοῖ διαιτᾶσθαι· καὶ τὸν λογισμὸν δὲ τῆς βουλῆς αὐτὸς προσέθηκεν εἰπών· Αἵ τε γὰρ ὀδύναι ἐν τοῖσι πλευριτικοῖσιν αὐτίκα παύονται αὐτόματο ι , ὅταν ἄρξωνται πτύειν τι ἄξιον λόγου καὶ ἐκκαθαίρεσθα ι , αἵ τε καθάρσιες πολλὸν τελεώτεραί εἰς ι , καὶ ἔμπυοι ἧσσον γίνοντα ι , ἢ εἰ ἀλλοίως τις διαιτῴ η , καὶ αἱ κρίσιες ἁπλούστεραι καὶ εὐκριτώτεραι καὶ ἧσσον ὑποστροφώδεε c . [10]
15 480
Γίνεται ταῦτα πάντα καλῶς ὑπὸ τῆς πτισάνης διὰ τὸ ὑγραίνεσθαι καὶ τέμνεσθαι μετρίως τὰ δεόμενα τῆς ἀναπτύσεως ὑγρὰ καὶ διὰ τὸ τὴν δύναμιν ῥώννυσθαι· συνελθόντων γὰρ ἀμφοτέρων ἐκκαθαίρονται ταχέως τῶν ἀναπνευστικῶν ὀργάνων οἱ μοχθηροὶ χυμοί· ὧν τὸ μὲν ὑγραίνειν τε καὶ τέμνειν ὑπάρχει καὶ τῷ μελικράτῳ, τὸ δʼ ὁμοίως τῇ πτισάνῃ ῥωννύναι τὴν δύναμιν οὐχ ὑπάρχει· τἀναντία δʼ ἄρτῳ τε καὶ χόνδρῳ τὸ ῥωννύναι τὴν δύναμιν ἔχουσι τὸ ὑγραίνειν καὶ τὸ τέμνειν οὐχ ὑπάρχει, καθάπερ οὐδʼ ἄλλῳ τινὶ τῶν εἰθισμένων δίδοσθαι τοῖς ἀρρώστοις ὑπὸ τῶν νῦν ἰατρῶν, οἷον ᾠῶν καὶ ὄρχεων ἀλεκτρυόνων καὶ πτερῶν ἰχθύων τε καὶ περιστερῶν νεογνῶν ὅσα τʼ ἄλλα τοιαῦτα. καὶ ὁ τὴν φακῆν δὲ δοὺς ἰατρὸς ἐσκευασμένην διʼ ὄξους ἐπὶ πλευριτικοῦ τελέως ἤδη παρηκμακότος, ὡς μηδενὸς ἄλλου δεῖσθαι ἢ ἀναπτύσεως τῶν πεπεμμένων, εἰκότως ἔδοξεν αἴτιος θανάτου γενέσθαι τῷ κάμνοντι πνιγέντι διὰ τῆς ἑπομένης νυκτός. [10]
15 481
ἀλλὰ φακῆν μὲν οὐκ ἄν τις δοίη τῶν ἐχόντων νοῦν· ἀπεστραμμένου δὲ μελίκρατον καὶ πτισάνην τοῦ κάμνοντος οἱ πετραῖοι τῶν ἰχθύων ἐπιτηδειότατοι σκευαζόμενοι διʼ ὕδατος καὶ πράσου καὶ ἀνήθου καὶ ἁλῶν ἐλαίου τε συμμέτρου, τῶν δὲ μὴ πετραίων οἱ ὀνίσκοι. προδιδόναι δʼ αὐτῷ ὀξύμελι· κακοστόμαχον γὰρ οὐδὲν ἔχει τοῦτο, πλὴν εἰ πεπονθότων ἐπί τινος ἀρρώστου τῶν νεύρων καὶ τῆς μήτρας ἐπὶ γυναικὸς ἀντʼ αὐτοῦ βούλοιο τῶν ἄλλων τι διδόναι φαρμάκων, οἷόν ἐστι τὸ διὰ πρασίου τε καὶ ἴρεως· αὐτὴ μέν γε καθʼ ἑαυτὴν ἅμα μελικράτῳ πινομένη πέττει καλῶς τὰ κατὰ θώρακα καὶ πνεύμονα περιττώματα καὶ πρὸς τὰς ἀναπτύσεις παρασκευάζει. Τὰς δὲ πτισάνας χρὴ ἐκ βελτίστων κριθέων εἶναι καὶ ὡς βέλτιστα ἡψῆσθα ι , καὶ ἄλλως ἢν μὴ τῷ χυλῷ μούνῳ μέλλῃς χρέεσθα ι . Βέλτισται κριθαὶ πρὸ μὲν τῆς πείρας κριθήσονται διὰ μόνου τοῦ πλήρεις εἶναι καὶ μηδὲν ἔχειν ἐν ἑαυταῖς ῥυσόν, αἱ δὲ τῇ πείρᾳ κεκριμέναι διὰ τῆς ἑψήσεως, ὅταν ἐπὶ πλεῖστον ἀνοιδίσκωνται καὶ χυλὸν ποιῶσι πλεῖστον, ὅπερ δὴ καὶ βέβαιόν ἐστι τῆς ἀρετῆς αὐτῶν γνώρισμα· τὸ γὰρ ἀπὸ τῆς εὐτροφίας οὐκ ἐπιστημονικὸν οὐδὲ διὰ παντὸς ἀληθές, ἀλλʼ ὡς ἐπὶ τὸ πολὺ κατορθούμενον. [5]
15 482
ἀξιοῖ δὲ τὰς πτισάνας ἀεὶ μὲν εἶναι βελτίστας, μᾶλλον δʼ ἐὰν μὴ μόνῳ τῷ χυλῷ χρῆσθαι μέλλωμεν, ἀλλὰ καὶ ὅλαις αὐταῖς· διὰ τί δὲ τοῦτʼ ἀξιοῖ, σαφῶς αὐτὸς ἐδήλωσεν εἰπών· Μετὰ γὰρ τῆς ἄλλης ἀρετῆς τῆς πτισάνης τὸ ὀλισθηρὸν τὴν κριθὴν καταπινομένην ποιέει μὴ βλάπτειν · οὐδαμῇ γὰρ προσίσχεται οὐδὲ μένει κατὰ τὴν τοῦ θώρακος ἴξι ν . Ἴσμεν [δʼ] ὅτι ἴξιν ὡς τὸ πολὺ μὲν τὴν εὐθυωρίαν, ἐνίοτε δὲ καὶ αὐτὴν λέγει τὴν φοράν. [13]
15 483
ἡ δὲ διὰ τοῦ θώρακος εὐθυωρία τε καὶ φορὰ τῆς καταπινομένης πτισάνης ἄχρι τῆς γαστρὸς εὔδηλον ὅτι διὰ τοῦ στομάχου γίνεται, κἀν τούτῳ βούλεται μηδὲν αὐτῷ προσίζειν· ἐν γὰρ τοῖς κατὰ θώρακα καὶ πνεύμονα πάθεσι θερμασίας οὔσης πολλῆς, προσισχόμενον τούτῳ ξηραινόμενόν τε καὶ δυσαπολύτως προσπλαττόμενον ἄσην τέ τινα καὶ δίψαν ἐπιφέρει. Ὀλισθηροτάτη δὲ καὶ ἀδιψοτάτη καὶ εὐπεπτοτάτη καὶ ἀσθενεστάτη ἐστὶν ἡ κάλλιστα ἑφθ ή , ὧν πάντων δε ῖ . Τὴν καλῶς ἡψημένην πτισάνην οὐ μόνον ὀλισθηροτάτην τε καὶ ἀδιψοτάτην καὶ εὐπεπτοτάτην εἶναί φησιν, ἀλλὰ προσέθηκε τῷ τέλει καὶ ἀσθενεστάτ η. τὸ μὲν οὖν ὀλισθηροτάτην εἶναι τὴν καλῶς ἡψημένην ἤδη προείρηται· τὸ δὲ καὶ ἀδιψοτάτην αὐτὴν ὑπάρχειν ἐνταῦθα πρόσκειται διὰ τὴν τῆς κριθῆς φύσιν γιγνόμενον· ἔστι δὲ ψυχρὰ τὴν κρᾶσιν. [10]
15 484
ὅπως δὲ χρὴ κρίνειν ψυχρὰν καὶ θερμὴν οὐσίαν ἐπὶ μὲν τῶν ζῴων ἐν τοῖς Περὶ κράσεων εἴπομεν, ἐπὶ δὲ τῶν ἀψύχων ἐν τοῖς Περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. ἀλλὰ καὶ εὐπεπτοτάτην εἶναί φησι τὴν τοιαύτην πτισάνην, ὡς ἂν διαλελυμένην τε καὶ μηδὲν ἔτι σκληρὸν καὶ δυσκατέργαστον ἔχουσαν ἄφυσόν τε γεγονυῖαν ἤδη διὰ τὸ τῆς ἑψήσεως μῆκος. ὃ δʼ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἶπεν, ὀνομάσας ἀσθενεστάτην τὴν οὕτως ἡψημένην, εἰ μὲν μηδὲν προειρήκει περὶ αὐτῆς ὡς εὐπεπτοτάτης, ἕτοιμον ἂν ἦν φάναι πρὸς τὴν ἐν τῇ γαστρὶ κατεργασίαν ἀναφέρεσθαι τὸν λόγον, ἀσθενεστάτης αὐτῆς εἰρημένης, ὡς εἰ καὶ ῥᾷστα νικωμένην εἰρήκει καὶ κατεργαζομένην ὑπὸ τῆς γαστρὸς καὶ μεταβαλλομένην· ἐπεὶ δὲ τοῦτο προείρηται, τὴν ἀσθένειαν αὐτῆς ἤτοι διότι βραχεῖαν τροφὴν τῷ σώματι δίδωσιν ἀκουστέον ἐστὶν ἢ ὅτι ποιότητα μηδεμίαν ἔχει σφοδράν, ὡς ἤτοι τῶν νεύρων ἢ τῆς γνώμης ἅπτεσθαι, καθάπερ ὄξος τε καὶ οἶνος. Ἢν μὲν οὖν μὴ προστιμωρήσῃ τι c , ὁκόσων δεῖται αὐτάρκης εἶναι ὁ τρόπος τῆς τοιαύτης πτισανορροφίη c , πολλαχῇ βεβλάψετα ι . [16]
15 485
Ἄρχεται τοίνυν τῆς διδασκαλίας ὧδε, περὶ ὧν ἐρεῖν ἐπηγγείλατο μικρὸν ἔμπροσθεν, ἡνίκʼ ἔφη· “πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα παρεῖται, οἷς προσημαίνεσθαι δεῖ, ἃ εἰρήσεται ὕστερον.” ὅτι δὲ τὸ τιμωρῆσαι παρά τε τοῖς ἄλλοις παλαιοῖς καὶ αὐτῷ τῷ Ἱπποκράτει πολλάκις ἀντὶ τοῦ βοηθῆσαι λέλεκται καὶ κατʼ ἄλλα συγγράμματα, δέδεικται διὰ τῶν γεγενημένων ἡμῖν ἐξηγήσεων εἰς αὐτά. Οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλειστα ι , εἰ μή τις ὑποκενώσας τὸ ῥόφημα δοί η , τὴν ὀδύνην ἐνεοῦσαν προσπαροξύνειεν ἂν καὶ μὴ ἐνεοῦσαν εὐθὺς ἐμποιήσει ε , καὶ πνεῦμα πυκνότερον γένοι τ ’ ἄν · κακὸν δὲ τοῦτο · ξηραντικόν τε γὰρ πνεύμονος καὶ κοπῶδες ὑποχονδρίου καὶ ἤτρου καὶ φρενῶ ν . [10]
15 486
Σῖτον εἶπε τὸ ἀπὸ τῶν σιτίων περίττωμα περιεχόμενον ἐν τοῖς ἐντέροις, ὃ δὴ καὶ σκύβαλον ὀνομάζουσι καὶ κόπρον. εἰ τοίνυν ἐγκατακεκλεισμένου τούτου, τουτέστιν ἐκ πολλοῦ χρόνου μὴ διακεχωρηκότος, ἐπὶ τὴν τῆς πτισάνης ἀφίκοιτό τις προσφοράν, ἀναγκαῖόν ἐστι βλάβην γενέσθαι τῇ πλευρᾷ διὰ τὴν ἔμφραξιν τῶν ἐντέρων, ἣν ἐκ τῆς ἠθροισμένης ἐν αὐτοῖς ἔσχηκε κόπρου, μήτε φύσης διεξερχομένης ἐπὶ τῇ προσφορᾷ τῆς πτισάνης ἀναδόσεώς τε μοχθηρᾶς γινομένης ἐπὶ τὸ πεπονθὸς μέρος· ὥστε ἀναγκαῖόν ἐστι τὴν ὀδύνην, εἰ μὲν εἴη λελωφηκυῖα, παραυξηθῆναι πάλιν, εἰ δὲ πεπαυμένη, γεννηθῆναι. καὶ γὰρ ἀτμοὶ καὶ πνεῦμα φυσῶδες ἀναθυμιάσεις τε τῶν σκυβάλων ἐπὶ τὴν πλευρὰν ἀφικόμενα τὴν ὀδύνην αὐτῆς καὶ γεννήσουσι καὶ παραυξήσουσιν· ἐπὶ τούτοις δὲ καὶ ἡ ἀναπνοὴ πυκνοτέρα γενήσεται· κέκληκε δὲ τὴν ὅλην ἀναπνοὴν πνεῦμα κἀν τῷ Προγνωστικῷ συγγράμματι καὶ τοῖς τῶν Ἐπιδημιῶν. [15]
15 487
πυκνωθεῖσα δʼ ἡ ἀναπνοὴ θερμασίαν ἐν τοῖς ἀναπνευστικοῖς ὀργάνοις ἐργάζεται πλείονα διὰ τὸ συνεχὲς τῆς κινήσεως, ἐφʼ ᾗ θερμασίᾳ ξηραίνεται μὲν ὁ πνεύμων καὶ τὸ διάφραγμα, συγξηραίνεται δὲ καὶ συνθερμαίνεται καὶ τὰ καθʼ ὑποχόνδριόν τε καὶ περιτόναιον μόρια τοῦ ζῴου· πάντα γὰρ συγκινεῖται τῷ θώρακι κατὰ τὰς ἀναπνοάς. τὸ δʼ ἐν ἀρχῇ τῆς ῥήσεως εἰρημένον οἷσί τε γὰρ σῖτος αὐτίκα ἐγκατακέκλεισται τὴν αὐτίκα φωνὴν ἐνηλλαγμένην ἔχει κατὰ τὴν τάξιν· ἀπολαβούσης δʼ αὐτῆς τὴν οἰκείαν σύνθεσιν ὁ λόγος ἔσται τοιόσδε· ʼμὴ προσβοηθησάντων δὲ ἡμῶν τῷ προειρημένῳ τρόπῳ τῆς πτισανορροφίας πολλαχόθι γενήσεται βλάβη. αὐτίκα γοῦν οἷς σῖτος ἐγκατακέκλεισται, εἰ μή τις ὑποκενώσας πρότερον αὐτὸν οὕτω τὸ ῥόφημα δοίη, βλάβην ἐργάσεται μεγίστην.ʼ Τοῦτο δ έ , ἢν ἔτι τοῦ πλευροῦ τῆς ὀδύνης συνεχέος ἐούσης καὶ πρὸς τὰ θερμάσματα μὴ χαλώσης καὶ τοῦ πτυέλου μὴ ἀνιόντο c , ἀλλὰ καταγλισχραινομένου ἀσαπέω c , ἢν μὴ λύσῃ τις τὴν ὀδύνην ἢ κοιλίην μαλθάξας ἢ φλέβα ταμώ ν , ὁκότερον ἂν τούτων σημήν ῃ , τὰς δὲ πτισάνας ἢν οὕτως ἔχουσι διδ ῷ , ταχέες οἱ θάνατοι τῶν τοιούτων γίνοντα ι . [5]
15 488
Ἀναμνησθῶμεν, ὅτι περὶ πλευρίτιδος ἐποιεῖτο τὸν λόγον ὡς παραδείγματος· ἐδείχθη δʼ αὕτη γινομένη διὰ τὴν φλεγμονὴν τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος. ἐὰν οὖν ἀκμαζούσης τῆς φλεγμονῆς πτισάνην τις διδῷ, μεγάλως βλάψει τὸν κάμνοντα. τοῦ δʼ ἀκμάζειν αὐτὴν γνώρισμα τό τε συνεχὲς τῆς ὀδύνης καὶ τὸ μηδὲν ἐνδιδόναι πρὸς τὰ θερμάσματ α. πρόσκειται δὲ τῷ λόγῳ καὶ ἄλλο γνώρισμα πλευρίτιδος οὐ μόνον μεγάλης ἀλλὰ καὶ κακοήθους, τὸ γλίσχρον ἱκανῶς γιγνόμενον τὸ πτύελον εἴργεσθαι τῆς κενώσεως ἐμπλαττόμενόν τε καὶ προσισχόμενον τοῖς πεπονθόσι μέρεσι· τὸ γὰρ καταγλισχραίνεσθαι πλέον τι σημαίνει, τὴν σφοδρο τάτην γλισχρότητα ἐνδεικνυμένης τῆς λέξεως ἐν τῷ προσλαβεῖν τὴν ʼκατάʼ πρόθεσιν. [15]
15 489
ἤρκει μὲν οὖν καὶ διὰ τῆς προσθήκης αὐτῆς ἀφορίσαι τὸ οὕτω γλισχραινόμενον τοῦ πεττομένου· γλίσχρον μὲν γὰρ γίνεται κἀκεῖνο μετρίως, οὐ μὴν καταγλισχραίνεται, τουτέστιν οὐκ ἐσχάτως οὐδʼ ἄκρως πάσχει τοῦτο· τοῦ δὲ μὴ παρακοῦσαί τινα, τούτου χάριν οὐκ ὤκνησε τῷ λόγῳ προσγράψαι καὶ τὸ ἀσαπῶ c, ὅπερ αὐτῷ δηλοῖ τὸ ἀπέπτως· τὸ καταγλισχραινόμενον γὰρ ἀπέπτως μοχθηρόν. ἐν τούτῳ δὲ δὴ καθεστῶτος τοῦ κάμνοντος, εἰ πτισάνην τις προσφέρει πρὶν λῦσαι τὴν ὀδύνην ἤτοι διὰ φλεβοτομίας ἢ διὰ κενώσεως γαστρό c, ἀναιρήσει τὸν ἄνθρωπον. εἰρηκὼς γὰρ ἐπὶ τῆς προκειμένης κατὰ τὸν λόγον τόνδε πλευρίτιδος ὡς οὐδὲν ἐνδιδούσης πρὸς τὰ θερμάσματ α, δύο λοιπὰ ἔχει τὰ αὐτίκα βοηθοῦντα, κάθαρσιν καὶ φλεβοτομίαν· ἡ γὰρ τῶν διʼ ὀπίου καὶ μανδραγόρου καὶ ὑοσκυάμου σκευαζομένων φαρμάκων χρῆσις οὐ τὴν ὀδυνώδη διάθεσιν ἰᾶται τῆς πλευρίτιδος, ἀλλὰ τὴν αἴσθησιν νεκροῖ. νυνὶ μὲν οὖν ἁπλῶς ἐμνημόνευσε φλεβο τομίας τε καὶ καθάρσεως κοιλίας, ἐφεξῆς δὲ διοριεῖται περὶ τῆς ἑκατέρου χρήσεως. [15]
15 490
Διὰ ταύτας οὖν τὰς προφάσιας καὶ ἑτέρας τοιαύτας ἔτι μᾶλλον οἱ ὅλῃσι χρώμενοι πτισάνῃσιν ἑβδομαῖοι καὶ ὀλιγημερώτεροι θνῄσκουσι ν , οἱ μέν τι καὶ τὴν γνώμην βλαβέντε c , οἱ δὲ ὑπὸ τῆς ὀρθοπνοίης τε καὶ τοῦ ῥέγχεος ἀποπνιγέντε c . Ὅτι πολλάκις ὀνομάζει τὰς αἰτίας προφάσεις δέδεικται κἀν ταῖς τῶν ἄλλων συνταγμάτων αὐτοῦ ἐξηγήσεσι· τίνας δʼ ἑτέρας προφάσεις παρὰ τὰς εἰρημένας αὐτῷ συνεπιφέρειν φησὶ τοὺς ὀλιγημέρους θανάτους, προσθεῖναι τῷ λόγῳ χρή· νῦν μὲν γὰρ εἴρηκε τήν γε τῆς πτισάνης προσφορὰν πρὶν λῦσαι τὴν ὀδύνην καὶ τὴν ἐπὶ τῷ πυκνῷ πνεύματι γλισχρότητα τοῦ πτυέλου, διʼ ἣν καὶ ἀποπνίγονται, βλαβῆναι δʼ εἰκός, εἰ καὶ οἴνου προσενέγκαιντο, πρίν, ὡς ὑπέθετο, κενωθῆναι, καὶ μελικράτου καὶ ὀξυμέλιτος· περὶ γὰρ τῶν ἄλλων ἁπάντων οὐδὲ τοῖς ἰδιώταις ἄδηλον. [10]
15 491
εἰκότως οὖν ἔφη καὶ τὴν γνώμην βλαβέντας ἐνίους αὐτῶν ἀπόλλυσθαι οἴνῳ τε καὶ τοῖς οἰνώδεσιν ἀκαίρως προσενεχθεῖσιν. Μάλα δὲ τοὺς τοιούτους οἱ ἀρχαῖοι βλητοὺς ἐνόμιζον εἶναι διὰ τόδε οὐχ ἥκιστ α , ὅτι ἀποθανόντων αὐτῶν ἡ πλευρὴ πελιδνὴ εὑρίσκεται ἴκελόν τι πληγ ῇ . Καὶ διὰ τὸ τάχος μὲν τῆς ἀπωλείας ἡ τοιαύτη δόξα τοὺς ἀρχαίους εἰσῄει καὶ διὰ τὸ πελιδνοῦσθαι δ ’ ἐπὶ τῆς πλευρᾶς ἐνίους, ἔνθα δηλονότι τῆς φλεγμονῆς ἦν ἡ ῥίζα. τοῦ γὰρ ἐπʼ αὐτὴν αἵματος σφηνουμένου διὰ τὴν ὀδύνην, ὅσον ἐμερίσθη πρὸς τὸ δέρμα, τοῦτʼ ἐν τῷ θανάτῳ ψυχθὲν ἐμελάνθη, γινόμενον ἴκελον, τουτέστιν ὅμοιον, τοῖς ἐκ πληγῆς οὕτω διατεθεῖσιν. Αἴτιον δὲ τούτου ἐστί ν , ὅτι πρὶν λυθῆναι τὴν ὀδύνην θνῄσκους ι · ταχέως γὰρ πνευματίαι γίνοντα ι . [14]
15 492
Ὅτι δὲ τοιοῦτον ἀναπνέουσιν, αὐτὸς ἐφεξῆς ἐδήλωσεν εἰπών· Ὑπὸ δὲ τοῦ πολλοῦ καὶ πυκνοῦ πνεύματο c , ὡς ἤδη εἴρητα ι , γλισχραινόμενον τὸ πτύελον ἀπέπτως κωλύει τὴν ἐπάνοδον γίνεσθα ι , ἀλλὰ τὴν ῥέγξιν ποιέει ἐνισχόμενον ἐν τοῖσι βρογχίοισι τοῦ πνεύμονο c · καὶ ὅταν ἐς τοῦτο ἔλθ ῃ , θανατῶδες ἤδη ὡς ἐπὶ τὸ πολύ ἐστ ι . Τὸ ἔμπροσθεν αὐτῷ ῥηθὲν ʼἀσαπὲςʼ τοῦτο νῦν ἄπεπτον ὠνόμασε μαρτυρῶν ἡμῖν, ὅτι καλῶς καὶ τότε τὴν μετάληψιν ἐποιησάμεθα τῆς φωνῆς. Καὶ γὰρ αὐτὸ τὸ πτύελον ἐνισχόμενον κωλύει μὲν τὸ πνεῦμα ἔσω φέρεσθα ι , ἀναγκάζει δὲ ταχέως ἔξω φέρεσθα ι . [10]
15 493
Οὐ πᾶν τὸ πνεῦμα κωλύεται κατὰ τὰς τοιαύτας διαθέσεις ἔσω φέρεσθα ι· τοῦτο γὰρ εἰ γένοιτο, παραχρῆμα τὸν ἄνθρωπον ἀποθανεῖν ἀναγκαῖόν ἐστιν ὡσαύτως τοῖς ἀπαγξαμένοις. ἀλλὰ τὸ σύμμετρον δηλονότι τῇ χρείᾳ τῆς ἀναπνοῆς ἔσω φέρεσθαι κωλύεται, διὸ καὶ μέχρι μέν τινος ἐξαρκοῦσιν, ἐν δὲ τῷ χρόνῳ τῆς ἐνδείας ταύτης αὐξανομένης ἀπόλλυνται. Καὶ οὕτως ἐς τὸ κακὸν ἀλλήλοισι συντιμωρεῖ · τό τε γὰρ πτύελον ἐνισχόμενον πυκνὸν τὸ πνεῦμα ποιε ῖ , τό τε πνεῦμα πυκνὸν ἐὸν ἐπιγλισχραίνει τὸ πτύελον καὶ κωλύει ἀπολισθαίνει ν . Ὅτι τῷ τιμωρεῖν ἀντὶ τοῦ βοηθεῖν οἵ τʼ ἄλλοι παλαιοὶ καὶ ὁ Ἱπποκράτης κέχρηνται, πολλάκις ἔμπροσθεν εἴρηται· καὶ νῦν οὖν τὸ συντιμωρεῖν ἀλλήλοις εἰς τὸ κακὸν εἶπεν ἐπὶ τοῦ συμπράττειν καὶ συντελεῖν. [13]
15 494
πῶς δὲ συμπράττει καὶ συντελεῖ, σαφῶς μὲν αὐτὸς ἐδήλωσεν, εἰρήσεται δὲ καὶ πρὸς ἡμῶν. τὸ πτύελον ἰσχόμενον ἐν τοῖς τοῦ πνεύμονος βρόγχοις στενοχωρίαν ἐργάζεται ταῖς διεξόδοις τοῦ πνεύματος καὶ διὰ ταύτην τὴν στενοχωρίαν ἧττον εἰσπνέουσιν οἱ κάμνοντες· ὅσῳ δʼ ἂν ἧττον εἰσπνέωσι, τοσῷδε μᾶλλον ἀπλήρωτον ἐργάζονται τὴν χρείαν τῆς ἀναπνοῆς καὶ διὰ τοῦτο πρωιαίτερον ἐπὶ τὴν δευτέραν εἰσπνοὴν ἀπὸ τῆς προτέρας ἥκουσιν, ὅπερ ὀνομάζουσι πυκνὸν πνεῦμα. Καταλαμβάνει δὲ ταῦτ α , οὐ μόνον ἢν πτισάνῃσιν ἀκαίρως χρήσωντα ι , ἀλλὰ πολὺ μᾶλλον ἤν τι ἄλλο φάγωσιν ἢ πίωσι πτισάνης ἀνεπιτηδειότερο ν . Εἴρηται μικρὸν ἔμπροσθεν περὶ τούτου, ἡνίκα ἔλεγε· “διὰ ταύτας οὖν τὰς προφάσεις καὶ ἑτέρας τοιαύτας. [13]
15 495
” ἀλλʼ ἐκεῖ μὲν ἐμνημονεύσαμεν ἡμεῖς οἴνου τε καὶ μελικράτου καὶ ὀξυμέλιτος· ἐνταυθοῖ δὲ καὶ τῶν ἄλλων ἀκούειν προσήκει τῶν διδομένων τοῖς οὕτω κάμνουσιν ὑπὸ τῶν πολλῶν ἰατρῶν, ἃ δὴ καὶ μᾶλλον ἔβλαπτε μελικράτου καὶ ὀξυμέλιτος καὶ οἴνου. Μάλα μὲν οὖν τὰ πλεῖστα παραπλήσιοί εἰσιν αἱ τιμωρίαι τοῖσί τε ὅλῃσι πτισάνῃσι χρεομένοισι τοῖσί τε χυλῷ αὐτέων · τοῖσι δὲ μηδετέρῳ τούτω ν , ἀλλὰ ποτῷ μοῦνο ν , ἔστιν ὅπῃ καὶ διαφερόντως τιμωρητέο ν . Αἱ βοήθειαι, φησί, παραπλήσιοι γίνονται τοῖς πτισάνῃ τε καὶ τῷ χυλῷ χρωμένοις αὐτῆς· τοῖς δὲ ποτῷ μόνον ἔστιν ὅπῃ καὶ διαφερόντως χρὴ βοηθεῖ ν. ποία δέ τις ἡ διαφορὰ γενήσεται, διὰ τῶν ἑξῆς διδάσκει. Χρὴ δὲ τό γε πάμπαν οὕτω ποιέειν · ἢν μὲν νεοβρῶτι αὐτῷ ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετό c , ἤν τε σὺν ὀδύνῃ ἤν τε ἄνευ ὀδύνη c , ἐπισχεῖν τὴν δόσιν τοῦ ῥοφήματο c , ἔς τ ’ ἂν οἴηται κεχωρηκέναι εἰς τὸ κάτω μέρος τοῦ ἐντέρου τὸ σιτίο ν . [5]
15 496
Ἤισθηται δὴ καὶ αὐτὸς ἐσπαραχὼς κατὰ μόρια τὸν λόγον, οὐ συνεχῶς ἐφεξῆς ἐν τάξει τῇ προσηκούσῃ πεποιημένος· καὶ διὰ τοῦτο νῦν ἀναλαμβάνων αὐτὸν ἐπὶ τὴν προσήκουσαν ἀρχὴν ἀφικνεῖται. τοῦτο δὲ ἔπαθεν, ἐπειδὴ τὸ περὶ τῆς διαφωνίας ζήτημα λύειν ἐπιχειρήσας ἐμνημόνευσεν ἐν τῇ λύσει θεραπευτικῶν λογισμῶν. ἀλλʼ ἐχρῆν αὐτὸν αἰσθανόμενον οὗ πέπονθεν ἐξαμεῖψαι μὲν ἐκεῖνα, διελθεῖν δὲ ἑτέρως ἀπʼ ἀρχῆς τὸν λόγον· οὕτω γὰρ κἀμοὶ συμβαίνειν κάλλιον ἔδοξεν, ἄνωθεν ἑτέρως γράψαι περὶ τῶν αὐτῶν ἐξαμείψαντι τὰ πρότερον γεγραμμένα. πῶς οὖν ἐχρῆν αὐτὸν ἅμα τε λῦσαι τὸ προβληθὲν ὑπʼ αὐτοῦ ζήτημα καὶ τάξει δοῦναι τὸν λόγον, ἐγὼ διηγήσομαι τοῖς βουλομένοις ἑρμηνεύειν τὰ τοιαῦτα σαφῶς τὴν ὁδὸν ἐξηγούμενος. [10]
15 497
ἤδη τοίνυν πρόσεχέ μοι τὸν νοῦν, ὡς ἐξ ἀρχῆς ἀκουσόμενος τοῦ λόγου. διὰ τί τοῖς ἀξιολόγοις ἰατροῖς ἐνίοτε διαφωνεῖν συμβαίνει περὶ τῆς θεραπείας; ὅτι τὸ πειραθὲν ἐπί τινων ἐπὶ πάντων ᾠήθησαν ἁρμόττειν. οὕτω γοῦν κἀν τοῖς περὶ διαίτης τῶν ὀξέων νοσημάτων διεφώνησαν, ἔνιοι μὲν ἐπὶ χυλῷ πτισάνης ἄχρι κρίσεως φυλάττοντες τοὺς νοσοῦντας, ἔνιοι δὲ τὴν πτισάνην αὐτὴν διδόντες, ἔνιοι δὲ οὐδέτερον, ἐκ μέρους μὲν ἀληθεύοντες ἅπαντες, ἐκ μέρους δὲ σφαλλόμενοι· τινὲς μὲν γὰρ τῶν ὀξέως νοσούντων πτισάνης δέονται, τινὲς δὲ χυλοῦ, τινὲς δʼ οὐδετέρου τούτων ἄχρι κρίσεως. ἕνεκα δὲ σαφηνείας ἐφʼ ἑνὸς τῶν ὀξέων ὡς ἐπὶ παραδείγματος ἐγὼ ποιήσομαι τὸν λόγον. προκείσθω δὴ πλευρίτιδος εἰπεῖν θεραπείαν· εἴπερ οὐ πρὸ πολλοῦ χρόνου τοῦ κάμνοντος ἐδηδοκότος, οὐδέπω τῆς κοιλίας ὑποκεχωρηκυία c , ὁ πυρετὸς ἄρξαιτ ο , μὴ διδόναι τούτῳ ῥόφημ α , μέχρις ἂν ἡ δοθεῖσα τροφὴ δόξῃ σοι διεξελθοῦσα τὰ πλεῖστα τῶν ἐντέρων ἐν τοῖς ὑστάτοις αὐτῶν εἶναι. [15]
15 498
ταύτην τὴν ἀρχὴν τῷ λόγῳ ποιησάμενός τις, εἶθʼ ἑξῆς ἅπαντα κατὰ τὴν οἰκείαν τάξιν ἐπιὼν οὐκ ἂν ἀσαφῆ τὴν διδασκαλίαν ἐργάσαιτο. Χρῆσθαι δὲ ποτ ῷ , ἢν ἄλγημά τι ἔχ ῃ , ὀξυμέλιτ ι , χειμῶνος μὲν θερμ ῷ , θέρους δὲ ψυχρῷ · ἐὰν δὲ πολλὴ δίψα ᾖ , καὶ μελικρήτῳ καὶ ὕδατ ι . Διψώδους ὄντος τοῦ κάμνοντος, ἄλλως φυλασσόμενος ὀξύμελι διδόναι πάμπολυ, διὰ τοῦτʼ ἐφεξῆς τοῦ τε μελικράτου καὶ 〈τοῦ〉 ὕδατος ἐμνημόνευσεν. ὅσον μὲν γὰρ ἐπὶ τῷ πάθει, μᾶλλον ὀξυμέλιτι χρηστέον· εἰ δʼ αὔταρκες αὐτοῦ λαμβάνων ἔτι διψῶν ὁ κάμνων εἴη, μελίκρατον ἐπιδοτέον· εἰ δὲ καὶ μετὰ τοῦτο διψήσει, τὸ ὕδωρ προσενεκτέον· αὐτὸ γὰρ ἐφʼ ἑαυτοῦ τὸ ὕδωρ πινόμενον μέμφεται· μαθήσῃ δʼ ἐν τοῖς ἐφεξῆς τὰς αἰτίας, διʼ ἃς μέμφεται τὸ ποτὸν τοῦτο, κατʼ ἐκεῖνο τὸ μέρος τοῦ συγγράμματος, ὅταν ὁ λόγος αὐτῷ περὶ δυνά μεως ὕδατος γίγνηται. [10]
15 499
νῦν δʼ ἐπισκεψώμεθα περὶ τοῦ προτεθέντος αὐτῷ ἐν τῷ προκειμένῳ λόγῳ, κελεύοντος αὐτοῦ χειμῶνος μὲν χρῆσθαι θερμ ῷ , θέρους δὲ ψυχρῷ τῷ ὀξυμέλιτ ι. τοῦτο γὰρ ἡμᾶς ποδηγήσει πρὸς τὴν ἀγωνιστικῶς γιγνομένην ἐπὶ τῶν ὀξέως νοσούντων ὕδατος ψυχροῦ πόσιν, ἣν τελέως δοκεῖ παραλελοιπέναι. καὶ μέμψαιτο μὲν ἄν τις αὐτῷ κατὰ τοῦτο· διδασκαλίας γὰρ ἄξιος ἦν ὁ λόγος, οὐ κατὰ τὸ πάρεργον προσερρῖφθαι. ἣν οὖν γνώμην εἶχε περὶ ψυχροῦ πόσεως ὕδατος, ἐκ τοῦ νῦν λόγου κατανοῆσαι δυνατόν· οὗτος γὰρ εἰ ὀξύμελι διψῶσί ποτε δίδωσι ψυχρόν, εὔδηλον, ὅτι καὶ ὕδωρ δώσει. τοῦτο γάρ, εἰ καὶ μὴ ὅλως εἰρήκει τι περὶ ψυχροῦ πόματος, ἀκόλουθον ἂν ἦν αὐτοῦ τοῖς δόγμασι, τὸν μὲν πυρετὸν ἐκπυρουμένης τῆς ἐμφύτου θερμασίας ἡγουμένου γίνεσθαι, ʼτὰ δʼ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχεινʼ· θερμοῦ δὲ καὶ ξηροῦ τοῦ πυρὸς ὑπάρχοντος καὶ διὰ τοῦτο καὶ τοῦ πυρετοῦ, τὸ ὕδωρ ἐναντιώτατόν ἐστι τῇ φύσει τοῦ πυρετοῦ, ψῦχόν τε καὶ ὑγραῖνον τὸ σῶμα. καὶ τοίνυν καὶ φαίνονται σβεννύμενοι οἱ πυρετοὶ ὑπʼ αὐτοῦ παραχρῆμα δοθέντος ἐν καιρῷ. [15]
15 500
εἴρηται μὲν οὖν αὐτάρκως ἐν τοῖς τῆς Θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ νῦν τό γε κεφάλαιον αὐτοῦ. ὅταν οὖν ὁ πυρετὸς ᾖ, δυνάμεως οὔσης, οὐ μόνον οὐκ ἂν βλάψαις τηνικαῦτα δοὺς τὸ ψυχρόν, ἀλλὰ καὶ μεγάλως ὠφελήσαις. ἡ μὲν δὴ τοιαύτη πόσις τοῦ ψυχροῦ τοσαύτη τὸ πλῆθος ἔστω, ὅσον ὁ κάμνων αὐτὸς οἷός τʼ ἐστὶ πιεῖν τὸ ψυχρὸν ὕδωρ ἐπισπασάμενος ἀπνευστί, τὸ δʼ ὀξύμελι βραχύ, διδόμενον οὐ πλέον ἡμίσεος καθʼ ἑκάστην προσφοράν. οὐχ ὅμοιος οὖν ὁ τῆς δόσεως σκοπὸς ἐπὶ τούτου διὰ τὸ σβέσαι βούλεσθαι τὸν πυρετὸν ἀθρόως πινομένου ψυχροῦ μέχρι τοῦ πληρωθῆναι τὸν κάμνοντα. τὸ μὲν γὰρ ὕδωρ οὕτω πινόμενον ἰάσεως ἕνεκα πίνεται, τὸ δ ’ ὀξύμελι θέρους ὥρᾳ δίδοται ψυχρὸν ἕνεκα τοῦ μὴ παροξῦναι τὴν δίψαν τοῦ κάμνοντος· ἀλλά τι καὶ συντελεῖν οἷόν τε πρὸς τοὐναντίον. διὰ τοῦτο καὶ πρὶν πεφθῆναι τὴν νόσον ὀξυμέλιτος ψυχροῦ διδόναι φησίν, ὡς ὥρᾳ θέρους οὐκ ἂν δώσοντας ὕδωρ ψυχρὸν εἰς κόρον ἐν τῇ τοιαύτῃ διαθέσει· πυκνώσει μὲν γὰρ τὴν φλεγμονήν, ὅταν ἐπὶ φλεγμονῇ πυρέττωσιν, ἀπέπτους δʼ ἐργάσεται ψύξει τοὺς χυμούς, ὅταν ἐπὶ τούτοις νοσῶσιν· ἀλλὰ τό γε ὀξύμελι τηνικαῦτα δίδομεν ὀλίγον, ὡς ἂν ἐν τῇ γαστρὶ φθάνον χλιανθῆναι πρὶν διαδοθῆναι τὴν ἐξ αὐτοῦ ψύξιν ἄχρι τῆς πλευρᾶς· εἰ δὲ καὶ διαδοθείη τι βραχύ, ἀλλʼ ὑπὸ τοῦ γε ὀξυμέλιτος ἐπανορθωθήσεται δύναμιν ἔχοντος τμητικήν· ἐναντίον γάρ ἐστι τὸ τέμνον καὶ διεξερχόμενον τῷ πυκνοῦντι καὶ συνάγοντι τὰ σώματα. [5]
15 501
Ἔπειτα ἢν μὲν ἄλγημά τι ἐνῇ ἢ τῶν ἐπικινδύνων τι ἐμφαίνητα ι , διδόναι τὸ ῥόφημα μήτε παχὺ μήτε πολ ύ , μετὰ δὲ τὴν ἑβδόμη ν , ἢν ἰσχύ ῃ . Ταύτην τὴν ῥῆσιν οἱ ʼἐμπιπλᾶνʼ τοὺς πάσχοντας τὸν Ἱπποκράτην φάντες (οὕτω γὰρ αὐτοὶ κέχρηνται τῷ ῥήματι) παρελθεῖν μοι δοκοῦσιν, ὥσπερ αὖ πάλιν οἱ λιμοκτονεῖν αὐτὸν εἰπόντες ἀνεγνωκέναι μόνην φαίνονται ταύτην. [10]
15 502
εἰ δέ γε ἀμφοτέραις ἑκάτεροι προσέσχον τὸν νοῦν ἐμνημόνευόν τε τῶν καλῶς ὑπʼ αὐτοῦ λεγομένων, ʼὡς φύσιες φυσίων μέγα διαφέρουσινʼ, ἴσως ἂν ᾐδέσθησαν ἐγκαλεῖν αὐτῷ τἀναντία, εἰ καὶ μάλιστα καὶ τῶν ἄλλων ἐμνημόνευον, ὧν ἔδειξε καὶ χωρία χωρίων πάμπολυ διαφέρειν ἐπιδείξας καὶ ὥρας ὡρῶν καὶ ἡλικίας ἡλικιῶν καὶ ἔθη ἐθῶν καὶ τὴν πρὸ τοῦ νοσῆσαι δίαιταν ἑκάστῳ τῶν καμνόντων ἰδίαν γεγονυῖαν. ἐὰν οὖν παραβάλλῃς ἀλλήλοις τοὺς ἐναντίως ἔχοντας ἐν ἅπασι τοῖς εἰρημένοις, τὰς ἐν τῇ διαίτῃ μεγίστας διαφορὰς εὑρήσεις, ἃς καταντικρὺ τάξας ἀλλήλαις οὕτως ἤδη καὶ τὰς ἐν τῷ μέσῳ παμπόλλας οὔσας ἀκριβῶς θεωρήσεις. λέλεκται μὲν οὖν περὶ τῆς ἐν τούτοις διαφορᾶς τελέως ἐν τοῖς τῆς Θεραπευτικῆς μεθόδου γράμμασιν, εἰρήσεται δὲ καὶ νῦν τὸ κεφάλαιον αὐτῶν. ὑποκείσθω δή τις φύσει ξηρὸς μὲν τὴν ἕξιν τοῦ σώματος, πυκνὸς δὲ τὴν ἐπιφάνειαν καὶ φλέβας εὐρείας ἔχων καὶ τὴν ζωτικὴν δύναμιν ἰσχυρός, εἰθισμένος ἐσθίειν οὐ πολλά, νοσεῖν ἐν χειμῶνι μὴ πάνυ ψυ χρῷ κατὰ χωρίον τοιοῦτον, πρὶν νοσεῖν ἀργότερόν τε καὶ ἀπληστότερον ἐν πολυτρόφοις ἐδέσμασι διῃτημένος, ὑπαρχέτω δʼ αὐτῷ σὺν τούτοις ἰσχυρὸν τὸ στόμα τῆς γαστρός, ὅπερ καὶ στόμαχον ἔνιοι καλοῦσιν. [15]
15 503
ὁ δʼ ἐξ ὑπεναντίου τούτῳ διακείμενος ὑγρὸς μὲν καὶ μαλακὸς καὶ τὴν ζωτικὴν δύναμιν ἀσθενὴς καὶ πλείω προσφέρεσθαι σιτία μεμαθηκώς, νοσεῖν δὲ ἐν θέρει πνιγηρῷ καὶ χωρίῳ τοιούτῳ· συνυποκείσθω δὲ τούτοις καὶ τεταλαιπωρῆσθαι πρὸ τῆς νόσου τὸν ἄνθρωπον ἐν φροντίσι καὶ πράξεσι διηνεκέσιν, ἐδηδοκέναι τε παρὰ τὸ ἔθος ὀλίγα λαχανώδη τε καὶ ἄτροφα καὶ τὸ τῆς γαστρὸς στόμα μὴ ἰσχυρὸν ἀλλʼ ἀσθενὲς ἔχειν φύσει. καὶ τούτων οὕτως ἐχόντων ἀμφότεροι τὴν αὐτὴν νόσον ὑποκείσθωσαν νοσεῖν, εἰ βούλει, τὴν ὑφʼ Ἱπποκράτους προκεχειρισμένην ὡς ἐν παραδείγματι κατὰ τὸν λόγον τοῦτον πλευρῖτιν. ἆρά σοι δοκεῖ προσήκειν ἕνα κανόνα διαίτης ἐπʼ ἀμφοτέρων ὁρίζειν; ἢ τὸν μὲν δεύτερον εἰρημένον ἀπὸ τῆς πρώτης ἡμέρας τρέφειν, τὸν δὲ πρότερον ἄχρι τῆς ἑβδόμης ἐπὶ πομάτων μόνων διαιτᾶν, ὅταν γʼ ἐλπίζῃς μὴ προσωτέρω ταύτης ἀφίξεσθαι τὴν νόσον; ἐγὼ μὲν γάρ σοί φημι, πολυχρονίῳ τῇ πείρᾳ κεκρικὼς ἀμφότερα, βελτίστην οὕτως ἔσεσθαι τὴν δίαιταν· εἰ δʼ ὑπαλλάξαις ἐπὶ τἀναντία, τὸν μὲν πρῶτον εἰρημένον ἀπʼ ἀρχῆς τρέφειν ἐγχειρῶν, τὸν δὲ δεύτερον ἄχρι τῆς ἑβδόμης ἡμέρας φυλάττειν, ἀμφοτέρους ἀναιρήσεις πρὸ τῆς τετάρτης ἡμέρας, τὸν μὲν ἀποπνίξας τάχιστα, τοῦ δὲ συγκόψας τὴν δύναμιν. [5]
15 504
πρόσθες οὖν, εἰ βούλει, καὶ τὴν ἡλικίαν ἐναντίαν ἑκατέρῳ, τεσσαρακοντούτην μὲν ὑποθέμενος εἶναι τὸν πρότερον, παῖδα δὲ τὸν δεύτερον· οὕτω γὰρ ἔτι καὶ μᾶλλον ἐπειχθήσεται πρὸς τὸν ὄλεθρον ἑκάτερος αὐτῶν. ἀλλὰ ταῦτά γε πάντα τὰ νῦν εἰρημένα πρὸς ἕνα σκοπὸν ἀναφέρεται τὸν ὑφʼ Ἱπποκράτους ἑνὶ ῥήματι δηλωθέντα. τί γάρ φησι; διδόναι τὸ ῥόφημα μετὰ τὴν ἑβδόμη ν , ἢν ἰσχύ ῃ. ῥῆμα μὲν γάρ ἐστιν ἕν, εὑρίσκεται δʼ ἐξ ὧν εἶπον ἄρτι συμπάντων· εἰ γὰρ ἰσχύει μέχρι τῆς ἑβδόμης ἡμέρας ἐπʼ ὀξυμέλιτί τε καὶ μελικράτῳ καὶ ὕδατι διαιτώμενος ἐξαρκέσαι, διʼ ὧν εἶπον ἁπάντων εὑρεθήσεταί τε καὶ γνωσθήσεται· ὡς εἴ γε τὰ μὲν αὐτῶν παρείη, τὰ δʼ ἀπείη, τὴν δύναμιν τῶν παρόντων τῇ δυνάμει τῶν ἀπόντων ἀντιπαραβάλλων εἴσῃ, πόσαις ἡμέραις ὁ κάμνων ἐξαρκέσαι δυνήσεται τῷ τοιῷδε τῆς διαίτης εἴδει. [15]
15 505
ταῦτʼ οὖν ἀποδεδειγμένα κατὰ τὴν ἡμετέραν πραγματείαν εἰ μὲν ἀνέγνωκας, ἀναμνήσθητι νῦν· εἰ δʼ οὐκ ἀνέγνωκας, ἐπʼ ἐκεῖνα μετάβηθι πρότερον, εἰ βούλει τὴν ἀλήθειαν τῆς Ἱπποκράτους γνώμης κατανοῆσαι. πάντα γὰρ ὑφʼ ἡμῶν εἴρηται κατὰ πάσας τὰς πραγματείας ἑπομένων αὐτοῦ τοῖς δόγμασιν ἀληθεστάτοις οὖσιν. ἀλλὰ γὰρ οὐχ οἷόν τʼ ἐστὶν ἄνθρωπον ἕνα τὴν προσήκουσάν τε διδάξαι μέθοδον καὶ τὰ κατὰ μέρος ἐν αὐτῇ ἅπαντα. διὸ μηδὲ παρʼ Ἱπποκράτους ἀκούειν ἅπαντα τὰ κατὰ μέρος ἀξιώσῃς, ἀλλὰ μᾶλλον μέμφου τοῖς δέον ἐξεργάζεσθαι τὰ καλῶς ὑπʼ αὐτοῦ διδαχθέντα διὰ φιλοδοξίαν ἑτέραν αἵρεσιν συστησαμένοις. ἀλλʼ ἡμεῖς τιμῶντες τὴν ἀλήθειαν ἔν τε τοῖς ἄλλοις ἅπασιν ἐπαινοῦμεν Ἱπποκράτην κἀν τῷ τὸν οἰκεῖον ἑκάστῳ πράγματι διδάξαι σκοπόν, ὡς διὰ παντὸς ἀποβλέποντά τινα πρὸς αὐτὸν ὡρισμένην ἔχειν τὴν ὁδὸν τῆς εὑρέσεως τῶν βοηθημάτων. οὕτω γοῦν καὶ τοῦ τροφὴν προσφέρεσθαι σκοπὸν ἕνα κοινὸν ἐπὶ πάντων ἐδείξαμεν ὑγιαινόντων τε καὶ νοσούντων. [15]
15 506
ἔστι δʼ οὗτος ἡ φυλακὴ τῆς ζωτικῆς δυνάμεως, ἣν νῦν ἐνεδείξατο σαφῶς εἰπὼν ἢν ἰσχύ ῃ. διὰ ταύτην γάρ τοι τὴν δύναμιν ἐσθίομέν τε καὶ πίνομεν ὑγιαίνοντες ἅπαντά τε τἄλλα πράττομεν, ὅσα διαφέρει πρὸς τὴν ζωήν· διὰ δὲ τὴν αὐτὴν ταύτην καὶ νοσοῦντες ἐπὶ τροφὴν καὶ πόμα παραγινόμεθα. τὸ μὲν γὰρ νόσημα αὐτὸ τῆς ἑαυτοῦ διαθέσεως ἐνδείκνυται τὰ βοηθήματα, φλεβοτομίαν καὶ κλύσμα καὶ κατάπλασμα καὶ κάθαρσιν ὀξύμελί τε καὶ μελίκρατον ἕκαστόν τε τῶν ἄλλων, ἡ δὲ τῆς δυνάμεως φυλακὴ μόνην τὴν τροφὴν ἐνδείκνυται. εἰ μὲν οὖν μηδὲν ἔβλαπτε μηδέποτε τὴν νοσώδη διάθεσιν ἡ τροφή, πρὸς μόνην ἂν ἀποβλέποντες τὴν δύναμιν ὡς ἐπὶ τῶν ὑγιαινόντων ἐτρέφομεν τοὺς νοσοῦντας· ἐπεὶ δὲ βλάπτει πολλάκις, ὡς ἐδείξαμεν, ἐπισκοπούμεθα διὰ τοῦτο τῆς νόσου τὴν διάθεσιν, οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν τροφήν, ἀλλʼ ὡς κωλύουσαν. ὅταν οὖν μὴ κωλύῃ κελεύῃ τε ἡ δύναμις, τηνικαῦτα τρέφομεν· οὐδέποτε γὰρ ἡ τροφὴ κατὰ τὸν ἑαυτῆς λόγον ὀνίνησι τὴν νοσώδη διάθεσιν. [15]
15 507
εἶπον δὲ τοῦτο, διότι πολλάκις ὕλη μία καὶ τροφῆς καὶ φαρμάκου δύναμιν ἔχει, καθάπερ ἡ τῆς πτισάνης· καθʼ ὅσον μὲν γὰρ ῥώννυσι τὴν δύναμιν, ὡς τροφὴ τοῦτʼ ἐργάζεσθαι πέφυκεν, ἐπεὶ δὲ καὶ τέμνει καὶ ὑγραίνει τὰ τῆς ἀναπτύσεως δεόμενα, φαρμάκου λόγον ἔχει κατὰ τοῦτο. χόνδρος μὲν οὖν τροφὴ μόνον ἐστὶ πλευριτικῶν, ὀξύμελι δὲ φάρμακον· ἀμφοτέρων δʼ ἡ πτισάνη καὶ τὴν δύναμιν ἔχει καὶ τὴν χρείαν παρέχει τοῖς κάμνουσιν, ἀλλʼ ὡς τροφὴ μὲν φυλακῆς ἕνεκα τῆς δυνάμεως, ὡς φάρμακον δὲ λύσεως ἕνεκα τῆς νόσου προσφέρεται. ὅταν οὖν ἡ δύναμις ἐξαρκῇ μέχρι τῆς τοῦ νοσήματος κρίσεως, ἄνευ τοῦ ῥοφῆσαι πτισάνην ὀξύμελι καὶ μελίκρατον ἀρκεῖ, τὸ μὲν ὀξύμελι φαρμάκου μόνον δύναμιν ἔχον, τὸ μελίκρατον δὲ καὶ τροφῆς ὀλίγης τε καὶ ἀσθενοῦς. ἐὰν μὲν οὖν θᾶττον τῆς ἑβδόμης ἡμέρας ἐλπίζῃς ἔσεσθαι τὴν κρίσιν, οἷον εἰ τύχοι περὶ τὴν τετάρτην ἢ πέμπτην, πολλοὺς τῶν καμνόντων εὑρήσεις ἐξαρκέσαι δυναμένους ἄνευ τοῦ ῥοφῆσαι πτισάνην· ἐὰν δʼ εἰς τὴν ἑβδόμην ἐκτείνηται, παντάπα σιν ὀλίγους, ὅσοι τήν τε δύναμιν ἰσχυρὰν ἔχουσι καὶ τὴν τοῦ σώματος ἕξιν σκληρὰν καὶ δυσδιάπνευστον καὶ τοὺς χυμοὺς παχεῖς ἢ γλίσχρους, τό τε περιέχον μὴ εἴη θερμόν. [15]
15 508
εἰ μὲν γὰρ μηδὲν ἀπέρρει τοῦ σώματος ἡμῶν, οὐκ ἂν ἐδεόμεθα τροφῆς· ἐπεὶ δὲ ἀπορρεῖ, κατὰ τὴν ἀναλογίαν τοῦδε καὶ τὸ τῆς τροφῆς ποσὸν ὁριούμεθα. τοῖς γοῦν ὀλίγον διαπνεομένοις ἄκραν ἀσιτίαν ἐγχωρεῖ συμβουλεύειν, ἔτι δὲ μᾶλλον πρὸς τούτῳ, ἐὰν καὶ τὴν δύναμιν ἐξ ἀρχῆς ἔχωσιν ἰσχυράν· ὡς ἥ γε ἀσθενής, ὥσπερ ἐπὶ τῶν γερόντων ἔχει, κἂν ὀλίγον διαπνέηται τὸ σῶμα, ταχέως κάμνει· διὸ καὶ μικρὸν ἔμπροσθεν ἐμνημόνευσα τῶν ἔτη τεσσαράκοντα γεγονότων, οὐ τῶν ἑβδομήκοντα. Ἢν δὲ μὴ ὑπεληλύθῃ ὁ παλαιότερος σῖτος νεοβρῶτι ἐόντ ι , ἢν μὲν ἰσχύῃ τε καὶ ἀκμάζῃ τῇ ἡλικί ῃ , κλύσα ι , ἢν δὲ ἀσθενέστερος ᾖ , βαλάνῳ προσχρήσασθα ι , ἢν μὴ αὐτόματα διεξίῃ καλῶ c . Πάλιν κἀνταῦθα τὴν μὲν ἔνδειξιν τοῦ βοηθήματος ἀπὸ τῆς κατὰ τὸ σῶμα διαθέσεως ἔλαβε, συνεπεσκέψατο δὲ τὴν δύναμιν οὐχ ὡς ἐνδεικνυμένην ποτὲ τὴν χρῆσιν τοῦ βοηθήματος, ἀλλʼ ὡς ἀντενδεικνυμένην ἐνίοτε καὶ κωλύουσαν. [15]
15 509
οὐ γὰρ ὅτι τὴν δύναμιν ἰσχυρὸς ὁ κάμνων, διὰ τοῦτο δεῖται κλύσματος, ἀλλὰ τοῦ μὲν κλύσματος ἡ ἔνδειξις ἐκ τῆς κατὰ τὴν γαστέρα διαθέσεως· ἡ δύναμις δʼ ἰσχυρὰ μὲν ὑπάρχουσα συγχωρεῖ κενοῦν, ἄρρωστος δʼ οὖσα κωλύει. πρόσεχε δὲ πάλιν αὐτοῦ τῷ ἔθει ποτὲ μὲν τῆς δυνάμεως μόνης ἐπὶ τῶν τοιούτων μνημονεύοντος, ὥσπερ ἐπὶ τῆς προγεγραμμένης ῥήσεως, ποτὲ δὲ καὶ τὴν ἡλικίαν προστιθέντος· κυριώτατος μὲν γὰρ ὁ τῆς δυνάμεως σκοπός, εἰς δὲ τὴν διάγνωσιν αὐτοῦ καὶ ἡ τῆς ἡλικίας γνῶσις συντελεῖ, ταχέως μὲν ἐπὶ τῶν παίδων καμνούσης τῆς δυνάμεως διὰ τὸ τῆς ἀπορροίας πλῆθος, ἐπαρκούσης δʼ ἐπὶ πλέον ἐν τοῖς ἀκμάζουσιν. ἀλλʼ ὥσπερ ἐπὶ τῶν παίδων ἡ τοῦ σώματος οὐσία μαλακή τε οὖσα καὶ ὑγρὰ διαφορουμένη αἰτία γίνεται τοῦ καταλύεσθαι τὴν δύναμιν, οὕτω καὶ ἐπὶ τῶν χωρῶν ἔχει καὶ ὡρῶν. [15]
15 510
καὶ γὰρ καὶ τούτων αἱ θερμαὶ ταχέως τε καὶ εὐθέως καταλύουσι τὴν δύναμιν τῷ πλήθει τῆς κενώσεως. εἰκότως οὖν ἐνίοτε ἐπὶ μόνης τῆς δυνάμεως ὁ Ἱπποκράτης ποιεῖται τὴν διδασκαλίαν τῶν τοιούτων διορισμῶν, ἐνίοτε δὲ καὶ τῶν ἄλλων τι προστίθησι συναναμιμνῄσκων αὐτοῖς καὶ τὰ λοιπά. Καιρὸν δὲ τῆς δόσιος τοῦ ῥοφήματος τόνδε μάλιστα φυλάσσεσθαι κα τ ’ ἀρχὰς καὶ διὰ παντὸς τοῦ νοσήματο c · ὅταν μὲν οἱ πόδες ψυχροὶ ἔωσι ν , ἐπισχεῖν χρὴ τοῦ ῥοφήματος τὴν δόσι ν , μάλιστα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεσθα ι , ὅταν δὲ ἡ θέρμη καταβῇ εἰς τοὺς πόδα c , τότε διδόναι καὶ νομίζειν μέγα δύνασθαι τὸν καιρὸν τοῦτον ἐν πάσῃσι τῇσι νούσοισι ν , οὐχ ἥκιστα δ ’ ἐν τῇσιν ὀξείῃς ι , μάλιστα δ ’ ἐν τῇσι πυρετώδεσι καὶ ἐπικινδυνοτάτῃσι ν . Ὥσπερ ἔφην ἕνα μὲν ὑπάρχειν σκοπὸν τῆς τροφῆς τὴν φυλακὴν τῆς δυνάμεως, ἀναγκαῖον δʼ εἶναι συνεπισκοπεῖσθαι καὶ τοῦ νοσήματος τὴν διάθεσιν, οὕτως καὶ αὐτοῦ τοῦ καιροῦ τῆς προσφορᾶς ἡ εὕρεσις ἐκ τοῦ μὴ κωλύειν τὴν νόσον γίνεται. [13]
15 511
ὅσον μὲν γὰρ ἐπὶ τῷ πρώτῳ σκοπῷ, [ἡ] χρεία τροφῆς ἐνίοτε καὶ κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν ἐστιν, ὥσπερ ἐπὶ τῶν ὑγιαινόντων, ὁπότε πρῶτον ἐπὶ τῶν φυσικῶς γινομένων κενώσεων ἐγγύς ἐστί τις τοῦ κάμνειν, ἀναλήψεως αὐτῷ χρεία. ἐπεὶ δʼ ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἀναβάσεσι τῶν παροξυσμῶν ἡ προσενεχθεῖσα τροφὴ βλάπτειν πέφυκε μεγάλως, διὰ τοῦτʼ ἀναβαλλόμεθα τὴν δόσιν αὐτῆς, καίτοι τοῦ σώματος ἤδη δεομένου. τίς οὖν ἄριστός ἐστι καιρὸς τροφῆς ἐπὶ τῶν νοσούντων; ἐν ᾧ δηλονότι μετριώτατα διάκειται τὰ κατὰ τὸν θώρακα καὶ τὴν γαστέρα. τίς δὲ χείριστος; ἐν ᾧ χείριστα διάκειται ταῦτα. πότε γοῦν ἔχει χείριστα; κατὰ τὰς ἀρχὰς τῶν παροξυσμῶν. πότε δὲ μετριώτατα; κατὰ τὰς παρακμάς. εὔδηλον οὖν, ὅτι καιρὸς τροφῆς ἄριστός ἐστιν ἐν ταῖς παρακμαῖς τῶν νοσούντων. [15]
15 512
ἡ μὲν οὖν ἀρχὴ τῶν παροξυσμῶν γίνεται συντρέχοντος εἰς τὴν καρδίαν τε καὶ τὸν θώρακα ἐξ ὅλου τοῦ σώματος τοῦ θερμοῦ παντός, ἡ δʼ ἐπίδοσις ἐκτεινομένου κατὰ βραχὺ πρὸς τὰ πέρατα τοῦ σώματος, ἡ δʼ ἀκμὴ διʼ ὅλου τοῦ σώματος ὁμαλῶς ἐκτεινομένου· παρακμὴ δʼ ἔμπαλιν τῇ ἀρχῇ διαπνεομένης γε τῆς θερμασίας γίνεται καὶ τὰ μέσα τοῦ σώματος ἀπολειπούσης, ὅπερ ἐδήλωσε διʼ ἑνὸς ῥήματος εἰπών· ὅταν ἡ θέρμη καταβῇ εἰς τοὺς πόδα c. οὐ γὰρ ταὐτόν ἐστι τὸ θερμοὺς ἐκ ψυχρῶν γενέσθαι τοὺς πόδας καὶ τὸ καταβῆναι τὴν θερμασίαν εἰς αὐτούς. τὸ μὲν γὰρ καταβῆναι τὴν μετάστασιν δηλοῖ τῆς θερμασίας ἐξ ἑτέρου μέρους εἰς ἄλλο, τὸ δὲ θερμανθῆναι τοὺς πόδας ἐγχωρεῖ γενέσθαι καὶ μενούσης ἐν τοῖς μέσοις τῆς θερμασίας, ὅπερ ἐπὶ τῆς ἀκμῆς συμβαίνει. Χρῆσθαι δὲ πρῶτον μὲν χυλ ῷ , ἔπειτα δὲ πτισάν ῃ , κατὰ τὰ τεκμήρια τὰ προγεγραμμένα ἀκριβῶς θεωρῶ ν . Προειρηκώς, ὁπότε μὲν ἐπὶ ποτῷ μόνῳ χρὴ διαιτᾶν τοὺς κάμνοντας, ὁπότε δʼ ἐπὶ πτισάνη, νῦν διορίζει, πότε μόνῳ χυλῷ χρηστέον ἐστὶ καὶ πότε αὐτῇ τῇ πτισάν ῃ. [15]
15 513
σύντομος δὲ καὶ σαφὴς ὁ διορισμός. ὅταν γὰρ οἷς εἶπε τεκμηρίοις προσέχων εὕρῃς τινὰ τῶν καμνόντων δυνατὸν χρῆσθαι πτισάνῃ, τὴν ἀρχὴν ἀπὸ τοῦ χυλοῦ ποιησάμενος οὕτως ἐπὶ ταύτην μετάβηθι κατὰ βραχύ· λέγω δὲ κατὰ βραχύ, πρῶτον μὲν αὐτῷ μόνῳ τῷ χυλῷ χρησάμενος, εἶτα τούτου μὲν δοὺς πλεῖον, ὀλίγον δὲ τῆς πτισάνης, εἶτʼ ἴσον ἑκατέρου, κἄπειτα τῆς πτισάνης πλεῖον, εἶτα μόνην αὐτήν, ἐπιστάμενος εἰς μὲν τὴν θρέψιν τοῦ σώματος καὶ ῥῶσιν τῆς δυνάμεως τὴν πτισάνην πλεονεκτεῖν, εἰς δὲ τὸ πεφθῆναί τε καὶ κατεργασθῆναι ῥᾳδίως τὸν χυλό ν. ὅταν οὖν βλέπῃς προχωροῦσαν ἐπὶ τὰ βελτίω τήν τε τοῦ νοσήματος διάθεσιν καὶ τὴν τῆς δυνάμεως ἰσχύν, αὔξανε καὶ σὺ τὴν προσφορὰν τῆς πτισάνης. ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΔΙΑΙΤΗΣ ΟΞΕΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΥΠΟΜΝΗΜΑ ΔΕΥΤΕΡΟΝ Ὀδύνην δὲ πλευρο ῦ , ἤν τε κα τ ’ ἀρχὰς γένηται ἤν θ ’ ὕστερο ν , θερμάσμασι μὲν τὸ πρῶτον οὐκ ἀπὸ τρόπου χρησάμενον πειρηθῆναι διαλῦσα ι . [1]
15 514 (t1)
Ὅπερ εἴρηταί μοι πολλάκις, ἄμεινον ἀναμνῆσαι καὶ νῦν, ὡς ἡ μὲν ἐξήγησις ἐπὶ τῶν ἀσαφῶν γίνεται λέξεων, οὐ μὴν οἵ γʼ ἐξηγηταὶ τοῦτο μόνον ἐν τοῖς ὑπομνήμασι πράττουσιν, ἀλλὰ καὶ κατασκευάζουσι τὰ λεγόμενα διὰ τῶν συγγραμμάτων, εἰς ἃ τὰς ἐξηγήσεις ποιοῦνται. [3]
15 515
διʼ οὖν τοῦτο τὸ ἔθος ἀναγκάζομαι κἀγὼ συναγορεύειν οἷς οὐδαμῶς ἀρέσκομαι, προσαποφαίνεσθαί τε τοῖς ἐξηγήσεως δεομένοις ὡς τὰ πολλὰ καὶ τὴν ἐμαυτοῦ γνώμην· οὐ μὴν τὰς ἀποδείξεις γράφω τῶν ἀληθῶν μοι δοξάντων εἶναι κατὰ τὰ τοιαῦτα ὑπομνήματα· γέγραπται γὰρ ὑπὲρ τούτων ἰδίᾳ καθʼ ἕκαστον· ἀλλὰ τὰ κεφάλαια μόνα τῶν ἀποδεδειγμένων ἐν ἑτέραις πραγματείαις ἀναμιμνῄσκω, καθάπερ καὶ νῦν ἐπὶ τῆς ὀδύνης ποιήσω. περὶ οὖν ὀδύνης γενέσεως εἴρηται μέν μοι κἀν τῷ Περὶ τῶν καθʼ Ἱπποκράτην στοιχείων, εἴρηται δὲ κἀν ταῖς τῶν Συμπτωμάτων αἰτίαις, ὡς ἐν τοῖς αἰσθητικοῖς σώμασιν ἡ ὀδύνη γίνεται μεταβολὴν ἀθρόαν εἰς τὸ παρὰ φύσιν λαμβάνουσι, καὶ ὡς ἔστιν ἡ μεταβολὴ διττή, ποτὲ μὲν ἀλλοιουμένων αὐτῶν ἀθρόως τε καὶ βιαίως κατὰ ποιότητα, ποτὲ δὲ τῆς συνεχείας λυομένης. ἀλλοιοῦται μὲν οὖν ἀθρόως κατὰ τὰς δρα στικὰς ποιότητας θερμαινόμενα καὶ ψυχόμενα καὶ ξηραινόμενα καὶ ὑγραινόμενα, διαφθείρεται δʼ αὐτῶν ἡ συνέχεια τεινομένων σφοδρῶς ἢ θλιβομένων ἢ θλωμένων. [15]
15 516
οὕτως οὖν καὶ τῆς πλευρᾶς ἡ ὀδύνη γίνεται κατὰ τὰ πλευριτικὰ πάθη, περὶ ὧν ὁ λόγος ἦν αὐτῷ, τῆς ἐν τούτοις τοῖς χωρίοις φλεγμονῆς καὶ τῷ πλήθει τῆς παρὰ φύσιν θερμασίας ἀνιώσης τὰ μόρια κατὰ δυσκρασίαν καὶ τῇ πληρώσει δὲ τεινούσης τὰ φλεγμαίνοντα σώματα. πρώτης οὖν ἀξιοῖ βοηθείας εἰς τὴν τῆς ὀδύνης ἴασιν ἢ παρηγορίαν ἀποπειραθῆναι τῆς διὰ τῶν θερμασμάτω ν· ταῦτα γὰρ εἴωθεν ἀραιόν τε τὸ δέρμα ποιεῖν πρὸς τὰς διαπνοὰς καὶ τὸ κατὰ τὴν φλεγμονὴν αἷμα λεπτύνειν τε καὶ διαφορεῖν. εἰ μὲν οὖν ταῦτα πραχθείη κενωθείη τέ τι τοῦ αἵματος, ἧττον διατεινόμενα τὰ πεπονθότα μόρια πρὸς τοῦ λοιποῦ πραότερον ὀδυνήσεται· μὴ γενομένου δʼ ἐλάττονος τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος ἢ καὶ πνεύματος ἀτμώδους ἐκ τῆς θερμασίας γεννηθέντος αὐξάνεσθαι συμβαίνει τὴν ὀδύνην. οὐ γίνεται δʼ ἔλαττον τὸ αἷμα διὰ τὴν ἐν τῷ παντὶ σώματι περιουσίαν τῶν χυ μῶν· ἐπὶ γὰρ τὸ θερμαινόμενον μέρος ἕλκεται πλέον ἢ διαφορεῖται, φύσιν ἐχόντων τῶν θερμαινόντων ὥσπερ διαφορεῖν τὸ περιεχόμενον οἷς ἂν πλησιάζῃ μορίοις, οὕτως ἕλκειν τὸ περιττεῦον ἐκ τῶν γειτνιώντων. [15]
15 517
ὅταν οὖν τὰ θερμάσματα μὴ λύῃ τὴν ὀδύνην, προκενωτέον ἐστί σοι τὸ πᾶν σῶμα διὰ κενώσεως· ἀξιόλογος δὲ κένωσις ἐπὶ τῶν ὀξέως νοσούντων ἥ τε διὰ τῆς γαστρὸς καὶ ἡ διὰ τῆς φλεβοτομίας, ὧν τὴν ἑτέραν ἀξιοῖ παραλαμβάνειν ὁ Ἱπποκράτης διδάσκων σκοποὺς τῆς μᾶλλον ὠφελῆσαι δυναμένης. τὸ μὲν οὖν κεφάλαιον τοῦ προκειμένου λόγου τοῦτʼ ἔστι, τῶν δὲ κατὰ μέρος αὐτῷ λεγομένων ὅσα μὴ σαφῆ τοῖς πολλοῖς ἐστι διὰ τῶν ἐφεξῆς ἐξηγήσομαι· τοῖς πολλοῖς δʼ εἶπον, ἐπειδὴ τοῖς προγεγυμνασμένοις ἀκούειν λέξεως παλαιᾶς ὀλίγα παντάπασιν ἀσαφῆ γίνεται. ἀλλʼ οὐ στοχαζόμεθα τούτων μόνων ἐν τοῖς ὑπομνήμασιν. Θερμασμάτων δὲ κράτιστον μὲν ὕδωρ θερμὸν ἐν ἀσκῷ ἢ ἐν κύστει ἢ ἐν χαλκῷ ἀγγείῳ ἢ ἐν ὀστρακίν ῳ . [13]
15 518
Θερμάσματα δηλονότι καλεῖ τὰ θερμαίνοντα τὸ σῶμα καθʼ ὁντινοῦν τρόπον· ἔστι δʼ αὐτῶν ἔνια μὲν ὑγρὰ τελέως, ἔνια δὲ ξηρά, τινὰ δʼ ἐξ ἀμφοῖν μικτά, δακνώδη δʼ ἄλλα ἢ ἄδηκτα καί τινα τρίτα κἀνταῦθα σύμμικτα. τὸ μὲν οὖν πρῶτον εἶδος αὐτῶν, ὃ κατὰ τήνδε τὴν ῥῆσιν ἔγραψεν, ἄδηκτόν τʼ ἐστὶ καὶ ὑγρόν, τὸ δὲ δεύτερον μικτὸν ἐξ ἀμφοτέρων, ξηροῦ τε καὶ ὑγροῦ δακνώδους τε καὶ ἀδήκτου· τὸ δὲ τρίτον ξηρὸν μέν, ἀλλʼ ἤτοι δακνῶδες ἢ ἄδηκτον. εἰ δὲ καὶ τὰς διαθέσεις αὐτὸς εἰρήκει τὰς ἑκάστου τῶν εἰρημένων δεομένας, τοσούτῳ βελτίων ἂν ἦν ὁ λόγος, ὅσῳ καὶ ὠφελιμώτερος τοῖς ἀναγινώσκουσιν· ἐπεὶ δʼ οὐκ εἶπεν, ἦν μὲν οὐδʼ ἡμῖν ἀναγκαῖον ἀλλοτρίαν διδασκαλίαν σαφηνίζουσιν, οὐκ οἰκείαν διερχομένοις. ἐπεὶ δʼ ἔμπαλιν τοῖς ἄλλοις ἐξηγη ταῖς ἔχει τοὐμὸν (ἐκεῖνοι μὲν γὰρ ἐπεισκυκλοῦσι ταῖς ἐξηγήσεσι τὰ σοφιστικὰ ζητήματα μηδὲν εἰς τὸ τέλος τῆς τέχνης ὠφελοῦντα τοὺς μανθάνοντας, ἐγὼ δʼ ἀεὶ πειρῶμαι τὰ χρησιμώτατα διέρχεσθαι), διὰ τοῦτο καὶ νῦν οὐκ ὀκνήσω προσθεῖναι τῇ Ἱπποκράτους διδασκαλίᾳ τὰ παραλελειμμένα μὲν ὑπʼ αὐτοῦ, τῇ δʼ ὅλῃ γνώμῃ καὶ τοῖς δόγμασι καὶ τοῖς καθόλου παραγγέλμασιν ἑπόμενα. [5]