Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Galen: On Critical Days

Library › Greek: Science & Medicine › On Critical Days

On Critical Days is a treatise in three books by Galen of Pergamon (AD 129–c. 216), a companion to his On Crises. Galen sets out which days of an illness are critical, when a disease is most likely to resolve, with particular attention to the seventh, fourteenth and twentieth days, and which days only give warning of a coming crisis. In the final book he explains the regularity of these periods by the influence of the moon.

The work systematizes a Hippocratic doctrine that remained part of medical practice through the Middle Ages and beyond. Its lunar explanation of disease cycles shows how closely ancient medicine could be tied to astronomy, and it is an important source for the relations between the two sciences.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Kühn IX 769–941). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Science & Medicine
On Critical Days
Galen · Part 2 · every word parsed
9 856
ὅταν γὰρ ἐξ ἐκείνου μὲν καὶ πολλαὶ καὶ πολλάκις καὶ τελείως καὶ βεβαίως καὶ ἀγαθῶς καὶ ὀρθῶς εὑρίσκωνται κεκρικυῖαι, θατέρου δὲ τῶν στοίχων μηδεμία καθʼ ὅλον τὸ αʹ τῶν ἐπιδημιῶν ἀσφαλῆ κρίσιν ᾖ πεποιημένῃ, τὸ μὴ ὅτι τελείως ἢ ἀγαθῶς, ἀλλὰ μηδʼ ὥστε ἀποκτεῖναι, παμπόλλην τινα τὴν ὑπεροχὴν εἶναι νομιστέον. ἆρʼ οὖν ἐν τῷ πρώτῳ μὲν οὕτως, ἐν τῷ τρίτῳ δʼ ἑτέρως; ἢ κᾀκεῖ τοὺς μὲν ἐν τῇ καταστάσει διηγημένους ἑνὶ κεφαλαίῳ περιλαμβάνων εἶπεν ἅπαντας σχεδὸν τοὺς διασωθέντας τῇ πʹ κριθῆναι· τῶν δὲ κατὰ μέρος ὧν ἐμνημόνευσεν ὀνομαστὶ, τοὺς μὲν ἐν τῇ μʹ κριθῆναί φησι, καὶ ναὶ μὰ Δία γέ τινας ἐξ αὐτῶν οὐκ ἀγεννῶς οὐδὲ ἀσήμως, καθάπερ τὸν τρίτον ἀπὸ τῆς ἀρχῆς τοῦ βιβλίου γεγραμμένον, τὸν ἐν τῷ Δεάλκους κήπῳ κατακείμενον. τί γάρ φησι; μʹ διεχώρησε φλεγματώδη, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῶ, διόλου τελέως ἐκρίθη. τοὺς δέ τινας εἰς πάνυ μακρὸν ἐμπεσόντας, ὁμοίως καὶ αὐτοὺς κριθῆναι τῷ τῆς εἰκοστῆς ἡμέρας πολλαπλασιαζομένης λόγῳ, καθάπερ καὶ τὸν ἔννατον ἀπὸ τῆς καταστάσεως γεγραμμένον, Ἡρόπυθον, ὃν κʹ τε καὶ ἑκατοστῇ ἡμέρᾳ κριθῆναι τελέως φησίν. [15]
9 857
οὕτω δὲ καὶ κατὰ τὴν κδʹ καὶ κατὰ τὴν κζʹ καὶ προσέτι κατὰ τὴν λδʹ ἀνέγραψέ τινας κριθέντας ἀγαθῶς θʼ ἅμα καὶ ἀσφαλῶς καὶ τελέως. ἐν μὲν τῇ κδʹ τὸν δέκατον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ᾧδέ πως γράφων, τετάρτῃ καὶ κʹ οὔρησε πολὺ λευκὸν, πολλὴν ἔχον ὑπόστασιν, ἵδρωσε θερμῷ, διόλου ἀπύρετος. ἐν ἑβδόμῃ καὶ εἰκοστῇ τὴν ἐν Ἀβδήροις παρθένον, ἀλλὰ καὶ ταύτην ἱδρώσασαν πολλῷ, τελέως ἀπύρετον γενέσθαι φησί. γέγραπται δʼ αὕτη μετὰ τὴν κατάστασιν ἑβδόμη. ἐν δʼ αὖ τῇ δʹ καὶ λʹ τὸν ὄγδοον ἀπὸ τῆς αὐτῆς καταστάσεως, Ἀναξίωνα, καὶ αὐτὸν ἱδρώσαντα, τελέως ἀπύρετον διόλου γενέσθαι φησὶ καὶ κριθῆναι πιστῶς. οὐδεὶς δὲ οὐδʼ ἐν τούτῳ τῷ βιβλίῳ κέκριται κατά τινα τῶν ἐκ θατέρου στοίχου κρισίμων ἡμερῶν. ἀλλὰ τὴν μὲν Δεάλκους γυναῖκα κατὰ τὴν καʹ ἀποθανεῖν φησι, σωθῆναι δʼ οὐδένα κατʼ οὐδεμίαν ἡμέραν τῶν ἐκ τοῦ κατὰ τὴν ὀκτωκαιδεκάτην στοίχου. [15]
9 858
λέγεται μὲν οὖν κατὰ τὸ δεύτερον, ὡς καὶ πρόσθεν εἴρηται, σημαινόμενον οὐχ ὁ σωθεὶς μόνον, ἀλλὰ καὶ ὁ ἀποθανὼν κεκρίσθαι, ἀλλʼ ὡς εἶπον, οὐ μόνον οὐδεὶς ἐσώθη κατʼ ἐκείνας τὰς ἡμέρας, ἀλλʼ οὐδʼ ἀπέθανε, χωρὶς τῆς Δεάλκους γυναικός. ἐν δέ γε θατέρῳ στοίχῳ πάμπολλοι μὲν οἱ σωθέντες, οὐ μὴν ἀλλὰ καὶ ἀπέθανόν τινες, ὥσπερ ἑπτακαιδεκαταία μὲν ἡ ἐν Κυζίκῳ τεκοῦσα τὰς διδύμους θυγατέρας. ἐν τετάρτῃ τε καὶ εἰκοστῇ ὁ ἐν Μελιβοίῃ νεανίσκος, ὁ πάντων ὕστατος ἀναγεγραμμένος. ἑβδόμῃ δὲ καὶ εἰκοστῇ ὁ τρίτος ἀπὸ τῆς ἀρχῆς Ἑρμοκράτης. πρώτη δὲ καὶ τριακοστὴ ὁ ἐν Ἀβδήροις Ἀπολλώνιος, ὁ τρισκαιδέκατος ἀπὸ τῆς καταστάσεως γεγραμμένος, τριακοστῇ τετάρτῃ ἀπέθανε. ὡς οὖν ἑβδομαίους πολλοὺς ἀποθανόντας εἶδε καὶ εἰκοσταίους κατὰ τοῦτο τὸ βιβλίον, ὡς ἂν τῶν ἰσχυρὰν δύναμιν ἐχουσῶν ἡμερῶν οὐ μόνον σωζουσῶν, ἀλλὰ καὶ ἀπολουσῶν ἐνίοτε, κατὰ τὸν αὐτὸν τρόπον ἑκάστην τῶν εἰρημένων ἐθεάσατο καὶ σώζουσα πολλοὺς ἐνίοτε καί τινας ἀποκτείνουσαν. καὶ γὰρ οὖν καὶ τὸν δεύτερον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ὀγδοηκοστῇ φησιν ἀποθανεῖν, καὶ τὸν πρῶτον ἐν εἰκοστῇ καὶ ἑκατοστῇ, ὥσπερ, οἶμαι, καὶ τῆς πρώτης καταστάσεως τεσσαρεσκαιδεκαταῖον, τοὺς δὲ τρεῖς τοὺς πρὸς αὐτοῦ ἑβδομαίους. [15]
9 859
καὶ τί δεῖ πολλὰ λέγειν; οὐδεὶς γὰρ ἄλλος οὔτε ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν οὔτε ἐν τῷ τρίτῳ σωθεὶς ἢ ἀποθανὼν εὑρίσκεται κατὰ τὸν ἀπὸ τῆς ὀκτωκαιδεκάτης ἡμέρας στοῖχον, ἀλλὰ καὶ πάντες οἱ μὲν ἐντὸς τῶν ἑπτακαίδεκα, κατὰ τὰς ὁμολογουμένας κρισίμους ἡμέρας, ὑπὲρ ὧν οὐδεὶς τῶν περὶ ταῦτα ἐχόντων διαφέρεται· τῶν δὲ ἐξωτέρω προελθόντων εἷς μόνος ἄῤῥωστος εὑρίσκεται κατὰ τὴν πρώτην ἡμέραν καὶ εἰκοστὴν ἀποθανών. ἤρκει μὲν οὖν καὶ ταῦτα εἰς ἐπίδειξιν τοῦ μὴ λόγῳ τινὶ πεισθέντα τὸν Ἱπποκράτην τὴν ιζʹ ἡμέραν ὑποθέσθαι εἶναι κρίσιμον, τῆς δὲ εἰκοστῆς πρώτης ἀφελέσθαι τὸ δραστήριον, ἀλλʼ ὑπὸ τῆς πείρας διδαχθέντα τηνικαῦτα ζητῆσαι τὴν αἰτίαν. ἀλλʼ ἐπειδὴ καὶ τὸ δεύτερον καὶ τὸ τέταρτον καὶ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἢ αὐτοῦ τοῦ Ἱπποκράτους ἐστὶν, ἢ τοῦ υἱοῦ αὐτοῦ Θεσσαλοῦ γράμματα, καὶ τούτων ἐπὶ βραχὺ μνημονεύσωμεν. εὑρεθήσεται δὲ κᾀνταῦθα κατὰ μὲν τὸ δεύτερον τὴν κʹ τε καὶ μʹ ἡμέραν ἀναγράφων κεκρικυῖαν, οὔτε δὲ τὴν καʹ οὔτʼ ἄλλην τινὰ τῶν ἀπʼ αὐτῆς. [15]
9 860
κατὰ δὲ τὸ τέταρτον τῶν ἐπιδημιῶν οὕτως ὀξέων μνημονεύων, ὡς ὀλιγάκις μὲν ἕως τῆς εἰκοστῆς ἀφικέσθαι, προελθεῖν δʼ ἅπαξ ἐξωτέρω μέχρι τῆς κδʹ, ὥστε κᾀνταῦθα τὴν μὲν κʹ ὡσαύτως ἔστιν καὶ τὴν κδʹ ἐπίστασθαι κεκρικυῖαν, οὐ μὴν τῶν θατέρου στοίχου τινά. καὶ μὴν καὶ κατὰ τὸ ἕκτον τῶν ἐπιδημιῶν ὀλίγων μὲν ἀῤῥώστων καὶ καταστάσεων μέμνηται, φαίνεται δʼ οὐδʼ ἐνταῦθα γινώσκων τινὰ κατὰ τὰς ἐκ θατέρου στοίχου κεκριμένον. εἰ δέ τι δεῖ καὶ τοῦ πέμπτου τῶν ἐπιδημιῶν μνημονεῦσαι, ὅτου περ ἂν ᾖ, κᾀνταῦθα πεντήκοντα μέν εἰσιν οἱ σύμπαντες ἄῤῥωστοι, κέκριται δʼ οὐδεὶς αὐτῶν οὔτε κατὰ τὴν ιηʹ οὔτε κατὰ τὴν καʹ οὔθʼ ὅλως ἐν ἄλλῃ τινὶ τῶν ἐκ τοῦδε τοῦ στοίχου. τῆς πείρας οὖν ἀκριβῶς προεισαγούσης εἰς τὰς κρισίμους ἡμέρας τὴν ιζʹ καὶ τὴν εἰκοστὴν, ἔτι δὲ καὶ τὰς ἀπʼ αὐτῶν πάσας, ἔνιοι τῶν ἰατρῶν οὐ πάνυ τι τῷ φαινομένῳ προσέχοντες τὸν νοῦν, ὡς ἐφʼ ἕτοιμον ἀφίκοντο τὸν ἐκ τῆς τελείας ἑβδομάδος ἀριθμὸν, εἶτά που καὶ κριθέντα τινὰ κατὰ τὴν πρώτην καὶ εἰκοστὴν θεασάμενοι, πολὺ δὴ μᾶλλον ἐβεβαίωσαν τὴν ὑπόληψιν. [15]
9 861
Καὶ γὰρ οὖν καὶ τὸ διαγνῶναι ποίας ἐστὶν ἡμέρας ἴδιος ἡ κρίσις, ἐπειδὰν εἰς πλείονας τύχῃ μερισθεῖσα, διορισμοῦ δεῖται, καθότι κᾀν τῷ πρώτῳ δέδεικται λόγῳ. συμβαίνει δὲ καὶ χρονιζόντων τῶν νοσημάτων τὰς κρίσεις ἀποτίθεσθαι μὲν τὸ τῆς ταραχῆς σφοδρὸν καὶ τῆς ἀλλοιώσεως τὸ σύντομον, καὶ εἰς δύο δὲ πολλάκις ἡμέρας, ἢ τρεῖς ἐκτείνεσθαι. πρόχειρον οὖν ἐν τούτῳ προσνέμειν τὴν κρίσιν τῶν τριῶν ἡμερῶν ᾗ τις ἂν βουληθῇ. πολλοὶ μὲν γὰρ τῶν ἰατρῶν οὐδʼ ἀριθμοῦσιν ἔτι μετὰ τὴν ιδʹ ποσταῖος ὁ κάμνων ἐστὶ, καὶ μάλιστα ἢν ἐν τῷ μεταξὺ δόξας ἀπύρετος γεγονέναι πάλιν ἀναπυρέξειεν. ἔνιοι δὲ κᾂν ἀριθμήσωσι τὸ μερίζεσθαι τὰς κρίσεις εἰς πλείους ἡμέρας, ἀδιορίστως τε καὶ προπετῶς ᾗ βούλονται τῶν ἡμερῶν ἀνατιθέασι. διὰ ταῦτα γοῦν αὐτὰ καὶ ὁ Ἱπποκράτης ἐπὶ τῶν ἀῤῥώστων ἐνίοτε μὲν ζʹ φησὶν, ἢ ἑνδεκάτῃ, ἢ τεσσαρεσκαιδεκάτῃ κριθῆναι τὴν νόσον, ἐνίοτε δὲ περὶ τὴν εἰκοστὴν, ἢ μʹ, ἤ τινα ἄλλην, ὥσπερ εὐθὺς ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν. [15]
9 862
ἐν μὲν γὰρ τῇ πρώτῃ φησίν· ἔκρινε δὲ τούτων οἷσι τὰ βραχύτατα γένοιτο περὶ τὴν εἰκοστὴν, τοῖσι δὲ πλείστοισι περὶ τὴν μʹ, πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἐν δʼ αὖ τῇ δευτέρᾳ καταστάσει, ἔστι δʼ οἷσι, φησὶν, ἔκρινεν αὐτῶν ὀλίγοισιν, οἷσι τὰ βραχύτατα γένοιτο περὶ εἰκοστήν. ἐν δὲ τῇ τρίτῃ αἱμοῤῥαγέειν, φησὶ, μικρὸν ἤρξατο περὶ τετάρτην καὶ εἰκοστὴν, καὶ ἐγένοντο εἰς αἱμοῤῥαγίην αἱ ἀποστάσιες Ἀντιφῶντι Κριτοβούλου. ἀπεκρίθη καὶ ἐπαύετο τελείως περὶ τὴν τεσσαρακοστήν. οὐκ ἐμνημόνευσα δὲ κατʼ ἀρχὰς εὐθὺς τούτων τῶν ῥήσεων, ὁπότε κᾀκ τοῦ πρώτου τῶν ἐπιδημιῶν παρετιθέμην, ἄμεινον εἶναι νομίσας ἁπάσας πρότερον ἐκθέσθαι τὰς ἡμέρας ἐν αἷς ἀκριβῶς μόναις ἐθεάσατο τὰ νοσήματα κρινόμενα. διὰ τοῦτο οὐδὲ γέγραπται τοὐπίπαν οὐδαμόθι τῶν συγγραμμάτων αὐτοῦ περὶ τὴν εʹ ἢ τὴν ἑβδόμην, ἢ τὴν θʹ κριθεὶς οὐδεὶς, ἀλλʼ ἁπλῶς ἢ πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ ἐνναταῖος. [15]
9 863
ἀθρόως γὰρ αὗται κρίνουσιν. ὅσῳ δʼ ἂν ἐξωτέρω προΐῃ τὰ νοσήματα καὶ χρονίζῃ, παύεται μὲν ἡ πρὸ τῆς ὀξείας ἀλλοιώσεως ταραχὴ, κατὰ βραχὺ δὲ αἱ κρίσεις γινόμεναι δύο που ἢ τρεῖς ἡμέρας ἐπιλαμβάνουσι τοὐπίπαν. ὡς γὰρ οὐδὲ μετὰ ἐκκρίσεως εἴωθε λύεσθαι τὰ πλεῖστα τῶν χρονισάντων, ἀλλʼ ἤτοι διʼ ἀποστάσεων, ἢ πέψεων, οὕτως οὐδʼ ὅταν ἐπὶ σαφέσιν ἐκκρίσεσιν, ἢ ἀποστάσεσιν ἡ λύσις αὐτῶν γίνηται, διὰ μιᾶς ἡμέρας τελειοῦται μόνης. ὅθεν, οἶμαι, τῶν ἰατρῶν ἔνιοι τὴν ἀρχὴν οὐδὲ κρίνεσθαί φασι τὰ χρονίζοντα τῶν νοσημάτων. οὐ γὰρ τὴν λύσιν ἁπλῶς εἶναι κρίσιν, ἀλλʼ ἤτοι τὴν ἀθρόαν ἢ τὸν πρὸ ταύτης σάλον. ἀλλʼ ὅτι γε τὸ σημαινόμενον τῆς κρίσεως οὐκ ἀπηκριβωμένον φυλάττεται διὰ παντὸς, ἀλλὰ τὴν λύσιν αὐτὴν μόνην, ὅπως ἂν γένηται, κρίσιν ὀνομάζουσιν οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐξ αὐτῶν τε τῶν Ἱπποκράτους ἔνεστι μαθεῖν γραμμάτων, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ ἄλλοι παλαιοὶ γράφουσιν. οὕτως οὖν καὶ Διοκλῆς τὴν πρώτην ἡμέραν ἐν ταῖς κρινούσαις ἀριθμεῖ, σαφῶς ἐνδεικνύμενος ὡς οὐδὲν ἄλλο τὴν κρίσιν ὅ τι μὴ τὴν λύσιν ὀνομάζει τοῦ νοσήματος. [15]
9 864
ἔσται δὲ δῆλον ἐξ αὐτῆς τῆς λέξεως ἐχούσης ᾧδε· αὐτῶν δὲ τῶν πυρετῶν, ὧν τὰ αἴτια μήτʼ ἐν αὐτῷ τῷ σώματι διαλύεται κενούμενα καὶ μειούμενά πως μήτʼ ἐξικμάζεται μήτʼ ἀθρόως ὠμὰ ἐξάγεται, κατὰ δέ τινας χρόνων περιόδους πεφθέντα φαίνεται, ὁ μὲν ἐπιπολαιότατος ἐν νυκτὶ καὶ ἡμέρᾳ κρίνεται, ἐν ἐλαχίστῳ γὰρ χρόνῳ τούτῳ τὰ αἴτια αὐτῶν διαλύεται. καὶ γὰρ τὰ σηπόμενα καὶ πῦον γινόμενα, ἔτι δὲ καὶ γάλα καὶ σὰρξ πᾶσα ἀποτελουμένη καὶ ὅλως τὰ πολλὰ τῶν κατὰ τὸ σῶμα γινομένων καὶ κινουμένων καὶ ἀλλοιουμένων κατʼ εἶδος, ἐν τούτῳ τῷ χρόνῳ φαίνεται πρῶτον. καὶ ταυτὶ μὲν ὁ Διοκλῆς. ὁ δʼ Ἱπποκράτης οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις ἔν τε τῷ πρώτῳ τῶν ἐπιδημιῶν καὶ μάλιστα κᾀν τῷ τρίτῳ τὴν λύσιν μόνην τοῦ νοσήματος ὀνομάζει κρίσιν, οὐδεμιᾶς οὔτʼ ἐκκρίσεως οὔτʼ ἀποστάσεως σαφῶς προγεγενημένης. οὐ μὴν τούτου γʼ ἕνεκεν ἡγητέον ἄνευ ἐκκρίσεως πάσης φανερᾶς κρίνεσθαι τὰς χρονιζούσας νόσους, ὥσπερ οὐδὲ τὸ πλείους ἡμέρας ἐξ ἀνάγκης ἐπιλαμβάνειν. ὀγδοηκοστῇ γοῦν κριθῆναί τινα γράφων ὁ Ἱπποκράτης ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν, ῥιγῶσαί τέ φησιν αὐτὸν καὶ ὀξέως πυρέξαι καὶ ἱδρῶσαι πολλῷ. [15]
9 865
παρεθέμην δὲ τὴν λέξιν ὀλίγον ἔμπροσθεν, ὁπότε τοῦ Κλεονακτίδου, κατὰ τὸ πρῶτον τῶν ἐπιδημιῶν ἕκτου τὴν τάξιν γεγραμμένου, τὴν διήγησιν ἐποιούμην. εὕροις δʼ ἂν καὶ ἄλλους ἀῤῥώστους, οὕς τʼ ἤδη παρεθέμην ἐν τῷδε τῷ λόγῳ καὶ ὧν οὐδʼ ὅλως ἐμνημόνευσα κεκριμένους ἐναργῶς ἡμέρᾳ μιᾷ διʼ ἐκκρίσεως ἐπὶ προήκοντι καὶ χρονίῳ νοσήματι. ταύταις οὖν μάλιστα προσέχειν χρὴ τὸν νοῦν ὡς ἀκριβῶς διδασκούσαις τὴν τάξιν τῶν κρισίμων ἡμερῶν. εἰ γὰρ ὁ Κλεονακτίδης οὗτος ὀγδοηκοστῇ ῥιγώσας τε καὶ ὀξέως πυρέξας ἐκρίθη ἱδρώσας, δῆλον ὡς μεγάλην τινὰ δύναμιν ὁ τῆς εἰκοστῆς ἀριθμὸς ἔχει. τούτου γὰρ πολλαπλασιαζομένου τὴν ὀγδοηκοστὴν, ὥσπερ καὶ τὴν μʹ καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ἑκατοστὴν εἰκοστὴν γενέσθαι συμβέβηκεν. εὑρήσεις δὲ καὶ ἄλλους ἀῤῥώστους ἐξωτέρω τῆς ιδʹ κεκριμένους διʼ ἐκκρίσεως ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ὧν ἐνίους ἤδη παρεθέμην, οἵ γε τοὺς μὴ νομίζοντας ἀθρόαν γενέσθαι κρίσιν ἐξωτέρω τῆς μʹ ἐξελέγχουσι καὶ τῶν κρισίμων ἡμερῶν ἐνδείκνυνται τὴν τάξιν. [15]
9 866
ὅτι μὲν γὰρ ἐκλύεται κατὰ βραχὺ τὸ διʼ ἀγῶνός τε καὶ σάλου παύεσθαι τὰ νοσήματα χρονίζοντα καλῶς εἴρηται· τὸ δὲ μηδεπώποτε διὰ μιᾶς ἡμέρας ὀξεῖαν αὐτῶν γενέσθαι μεταβολὴν, οὐκέτʼ ὀρθῶς. ὅταν γὰρ καὶ ῥῖγος εἰσβάλλῃ σφοδρὸν, ἅμα τῷ παροξυσμῷ τέως οὐ γεγενημένον, ὅ τε πυρετὸς ὀξύτατός τε καὶ σφοδρότατος καὶ θερμότατος καὶ δύσφορος ἐπιγένηται, καὶ μετὰ ταῦθʼ ἱδρὼς ἐξεκρίθη πολὺς, ἀπύρετον ἀκριβῶς τὸν ἄνθρωπον ἐργαζόμενος, εἴ τις οὐ φήσει τοῦτο κρίσιν εἶναι, προδήλως ἐρίζει. ἐγὼ δʼ οὐκ εἴωθα τοῖς ἐριστικοῖς ἐπὶ πλέον ἀντιλέγειν, ἀλλʼ ἐκεῖνο χρὴ μᾶλλον εἰδέναι γινόμενον. ὡς ἡμῖν τε γὰρ παραφυλάττουσιν ἐφάνη πολλάκις ἔν τε τοῖς ὑφʼ Ἱπποκράτους ἀναγεγραμμένοις ἀῤῥώστοις ἔστιν εὑρεῖν, τὸ τὰς τοιαύτας λύσεις τῶν χρονιζόντων νοσημάτων, οὐχ ὅταν ἐφεξῆς εἴη μηδαμόθεν διακοπτόμενα, συμπίπτειν, ἀλλʼ ἐπειδὰν λελύσθαι δοκοῦντα, πάλιν δευτέρας ὑποστροφῆς ἐνάρξηται. συμβαίνει δὲ πολλάκις καὶ αὐτὰς τὰς κατὰ μέρος ὑποστροφὰς ἐν ἡμέραις τέ τισι κρισίμοις ἄρχεσθαι καί τινα κρισίμων ἡμερῶν ἀριθμὸν προελθούσας, αὖθις ἐν ἑτέρᾳ τινὶ τῶν κρισίμων ἡμερῶν κρίνεσθαι, καὶ οὕτω γίνεται τὰ μὲν κατὰ μέρος ἅπαντʼ ὀξέα, τὸ σύμπαν δὲ χρόνιον. [5]
9 867
ἐνίοτε δὲ καὶ τὰ διαλείμματα αὐτῶν ἀριθμῷ τινι τῶν κρισίμων ἡμερῶν περιγράφεται, καθάπερ εἴ τις ἑνδεκαταῖος κριθεὶς ἀτελῆ κρίσιν, ὑποστρέψειε τεσσαρεσκαιδεκαταῖος, εἶτʼ αὖθις εἰκοσταῖος κριθεὶς ἐλλιπῶς ὑποστρέψειεν ζʹ καὶ κʹ, κᾄπειτʼ ἐντεῦθεν ὀξέως πάλιν διανοσήσας αὖθις ἐν μʹ κριθείη. ταῦτα μὲν οὖν αὐτὸς ἕκαστος ἐπί γε τῶν νοσούντων ὄψεται, προσεδρεύειν αὐτοῖς ἐπιμελῶς ἐθελήσας ἔν τε τοῖς ὑφʼ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἐπισκοπούμενος. ὅτι δὲ καὶ τὴν ἑπτακαιδεκάτην μὲν τῆς ιηʹ καὶ τὴν εἰκοστὴν τῆς καʹ ἰσχυροτέραν ἡγητέον εἶναι δέδεικται σαφῶς ἤδη τῆς πείρας ἕνεκεν τῆς Ἱπποκράτους. εἰ δὲ καὶ τῆς ἐμῆς πείρας ἐφεξῆς ἀναμνημονεύσαιμι, μακρότερος μὲν ὁ λόγος ἔσται, πιστότερος δʼ οὐδὲν μᾶλλον. εἰ μὲν γάρ τις καὶ αὐτὸς παραφυλάττειν τὰ συμβαίνοντα τοῖς νοσοῦσιν ἐθέλοι καὶ πιστεύειν τοῖς ὑφʼ Ἱπποκράτους εἰρημένοις, οὐδὲν ἔτι τῆς ἡμετέρας πείρας ὁ τοιοῦτος δεήσεται. [15]
9 868
εἰ δʼ ἤτοι πιστότερα τῶν ἐναργῶς φαινομένων τὰ σοφίσματα νενόμικεν ἢ μηδὲν φροντίζει τῶν ὑφʼ Ἱπποκράτους εἰρημένων, οὐ μόνον οὐδὲν ἕξει πλέον ἐκ τῆς ἡμετέρας ἱστορίας ὁ τοιοῦτος, ἀλλὰ καὶ διαπαίζειν αὐτὴν ἐπιχειρήσει. τῶν μὲν δὴ τοιούτων εἴρηται πολλάκις ὡς χρὴ καταφρονεῖν· εἰ δέ τις ἀληθείας ἐρᾷ, τὸν μὲν λῆρον τῶν σοφιστῶν ἀφεὶς, ἐπὶ δὲ τὴν πεῖραν αὐτὸς ἀφικόμενος, ὅταν ὀκτακοσίους, ἢ χιλίους ἀῤῥώστους θεάσηται, σαφῶς οἶδα τοῦτον οὐκ ἄλλα τὰ περὶ κρισίμων ἡμερῶν ἀποφανούμενον ὧν Ἱπποκράτης ἐδήλωσεν. Οὔσης γὰρ καὶ χρείας καὶ φύσεως διττῆς τῶν κρισίμων ἡμερῶν, καὶ τὴν διδασκαλίαν αὐτῶν διπλῆν Ἱπποκράτης ἐποιήσατο, ἐν μὲν τοῖς ἀφορισμοῖς καὶ τῷ προγνωστικῷ τῶν κατὰ τετράδας τε καὶ ἑβδομάδας ἐπιπλεκομένων ἀλλήλαις μνημονεύσας, ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν οὐ τούτων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν τῶν παρεμπιπτουσῶν, ὧν τὴν μὲν αἰτίαν τῆς παρεμπτώσεως ἐν τοῖς ἐφεξῆς ἐρῶ, τὸ δὲ ὅτι καὶ φύσει καὶ χρείᾳ διαφέρουσιν ἀλλήλων ἤδη δηλώσω· φύσει μὲν, ὅτι καλῶς ἁπάντων γινομένων, εἰς τὰς κατὰ τετράδα περιόδους αἱ κρίσεις ἀφικνοῦνται τοὐπίπαν, πλημμεληθέντων δέ τινων εἰς τὰς παρεμπιπτούσας μεθίστανται· τῇ χρείᾳ δὲ, διότι πρὸς μὲν τὸ γνῶναι τὴν μέλλουσαν ἔσεσθαι κρίσιν ἡ κατὰ τετράδα περίοδος αὐτάρκης, εἰς δὲ τὸ κρῖναι τὴν ἤδη γεγενημένην ἁπασῶν οἷον ἀεὶ γινωσκομένων, ἵνα εἰ οὕτως ἔτυχεν ἀσφαλεστέραν μὲν τὴν κρίσιν τὴν ἐνναταίαν τῆς ὀγδοαίας, ἀπιστοτέραν δὲ τὴν ὀγδοαίαν τῆς ἐνναταίας ἡγούμεθα. [10]
9 869
τὸ μὲν οὖν πιστὸν ἢ ἄπιστον τῆς κρίσεως εἰς τὸ καλῶς διαιτᾷν τοὺς ἤδη κεκριμένους διαφέρει· τὸ δʼ ὁπηνίκα μάλιστα κριθήσεται προγινώσκειν εἰς τοὺς μήπω κεκριμένους διαφέρειν ἀναγκαῖον. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἐφεξῆς ὑπὲρ τούτου, ἀλλʼ ὁ σύμπας λόγος ἐκ τῆς θεραπευτικῆς ἐστι μεθόδου, καὶ νῦν ἡμεῖς οὐ περὶ χρείας κρισίμων ἡμερῶν ἥκομεν ἐροῦντες, ὅ τι μὴ πάρεργον, ἀλλὰ τὴν δύναμιν αὐτῶν ἅπασαν ἐξηγήσασθαι σπεύδομεν. ἀπόχρη τοίνυν εἴς γε τὸ παρὸν ἀναμνήσαντας τῶν Ἱπποκράτους ῥήσεων ἐπὶ τὰ ἐφεξῆς ἤδη μετιέναι. [15]
9 870
κατὰ μὲν δὴ τὸ προγνωστικὸν οὕτω φησίν· οἱ δὲ πυρετοὶ κρίνονται ἐν τῇσιν αὐτῇσι ἡμέρῃσι τὸν ἀριθμὸν ἐξ ὧν τε περιγίνονται οἱ ἄνθρωποι καὶ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβεῶτες τεταρταῖοι παύονται, ἢ πρόσθεν, οἵ τε κακοηθέστατοι καὶ ἐπὶ σημείων δεινοτάτων βεβεῶτες τεταρταῖοι κτείνουσιν, ἢ πρόσθεν. ἡ μὲν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ, ἡ δὲ δευτέρα τετρὰς εἰς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη εἰς τὴν ιαʹ, ἡ δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν. αὗται μὲν οὖν ἤδη διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ πολλαπλασιασμοῦ ἐκ προσθέσιος ἀφικνέονται. οὐ δύναται δʼ ὅλῃσι ἡμέρῃσι ἀριθμέεσθαι οὐδὲν τουτέων ἀτρεκέως. οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσι ἡμέρῃσι ἀριθμέεσθαι πεφύκασιν. μετὰ δὲ ταύτας ἤγουν τὰς κʹ τὰς ἐν τῷ αὐτῷ τρόπῳ καὶ κατὰ τὴν αὐτὴν πρόσθεσιν ἡ πρώτη περίοδος διὰ τεσσάρων καὶ τριάκοντα ἡμερῶν, ἡ δὲ δευτέρα μʹ ἡμερῶν, ἡ δὲ τρίτη ξʹ, αὕτη μὲν ἡ ἐκ τοῦ προγνωστικοῦ ῥῆσις. ἐν δʼ αὖ τοῖς ἀφορισμοῖς προειπὼν ὡς τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, ἑξῆς ἐπιφέρει· τῶν ἑπτὰ ἡ τετάρτη ἐπίδηλος. [15]
9 871
ἑτέρας ἑβδομάδος ἡ ηʹ ἀρχή. θεωρητὴ δὲ πάλιν ἡ ιαʹ. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρας ἑβδομάδος. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη. αὕτη γάρ ἐστι τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς ιαʹ. ἐν μὲν δὴ τούτοις ἀμφοτέροις τοῖς συγγράμμασιν ἑβδόμασί τε καὶ τετράσιν ἀνατίθησιν ἁπάσας τῶν κρισίμων ἡμερῶν τὰς περιόδους· ἐν δʼ αὖ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἁπασῶν ἐφεξῆς μνημονεύει γράφων ᾧδε· ἔστι δὲ πρώτη κρίσιμος τῶν περιόδων τῶν ἐν ἀρτίῃσι κρινουσῶν τετάρτη, στʹ, ιʹ, ιδʹ, ιηʹ, κʹ, κδʹ, κηʹ, λʹ, λδʹ μʹ, ξʹ, πʹ, ρʹ, ρκʹ, τῶν δὲ ἐν τῇσι περισσῇσι περιόδοισι κρινουσῶν πρώτη γʹ, εʹ, ζʹ, θʹ, ιαʹ, ιζʹ, καʹ, κζʹ, λαʹ. δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἁπάσας ἐν τούτῳ τῷ λόγῳ τὰς κρινούσας περιλαβὼν ἡμέρας· ὑπομνήματι γὰρ ἡ τοιαύτη παρασκευὴ προσήκουσα. [15]
9 872
δέδεικται γὰρ ἡμῖν πολλάκις ὡς πρότερον γέγραπται τῶν ἐπιδημιῶν βιβλία τοῦ τε προγνωστικοῦ καὶ τῶν ἀφορισμῶν, ὅτι δύναμιν ὑπομνημάτων ἔχει. κατὰ λόγον οὖν ἐνταῦθα ἁπάσας μὲν ἔγραψε τὰς κρισίμους ἡμέρας. ἐν ἐκείνοις δὲ μόνας τὰς μεγίστην δύναμιν ἐχούσας καὶ τῷ λόγῳ τῆς αὐτῶν φύσεως ἀποτελουμένας, ὡς ἐν τοῖς ἐφεξῆς ἀποδείξομεν, ἔτι τε πρὸς τούτοις οὐ σμικρὰν χρείαν εἰς τὴν τῆς μελλούσης ἀκμῆς τε καὶ κρίσεως πρόγνωσιν παρεχομένας. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ Ἱπποκράτης οὐ μίαν ἐν ἅπασι τοῖς βιβλίοις ἐποιήσατο κρισίμων ἡμερῶν διδασκαλίαν ἤδη δέδεικται σαφῶς. οὐκ ἄδηλον δὲ οὐδὲ διότι τοῖς ἄλλοις ἰατροῖς εἰς διαφωνίαν ἀφικέσθαι συνέβη περὶ τῶν κρισίμων ἡμερῶν. οἱ μὲν γὰρ ὅτι διττὴ φύσις αὐτῶν ἐστιν οὐδʼ ὅλως ἐνόησαν, οἱ δὲ τὴν ἀρχὴν οὐδὲ παρεφύλαξαν, ἀλλὰ τῷ λόγῳ τὸ σύμπαν ἐπέτρεψαν. ἔνιοι δὲ ἐπὶ μὲν τὸ διὰ τῆς πείρας ἐξευρεῖν αὐτὰς ἧκον, ἀλλʼ ἐσφάλησαν διττῶς, ἢ τῷ μηδὲν ὅλως διορίζεσθαι πρὸ τῆς πείρας, ἢ τῷ προπετέστερον ἀποφαίνεσθαι. Ἀλλʼ ἡμῖν γε καὶ τίνα χρὴ διορίζεσθαι πρὸ τῆς πείρας εἴρηται, καὶ οὐ χρὴ σπεύδειν ἀποφήνασθαι περὶ κρισίμων ἡμερῶν οὐδὲν, ἄχρις ἂν ἐπὶ πολλῶν ἀῤῥώστων ἔτεσι πολλοῖς ἀκριβῶς τις παραφυλάξῃ· τά τε γὰρ ἄλλα καὶ τῶν ἐπετείων καταστάσεων αἱ διαφοραὶ παμπολλαί τινες ὑπάρχουσιν. [5]
9 873
ἐν γοῦν ὅλῳ θέρει ποτὲ πλέον ἢ τετρακοσίους ἀνθρώπους ὀξέως νοσήσαντας ἐθεασάμην ἅπαντας ἢ ἑβδομαίους, ἢ ἐνναταίους κριθέντας. ἐν ἑτέρῳ δʼ αὖθις ἔτει τοὺς μὲν τεσσαρεσκαιδεκαταίους, τοὺς δʼ εἰκοσταίους, τοὺς πλείστους δʼ ἐξ ὑποστροφῶν. ἐν ἄλλῳ δὲ πεμπταίους μὲν αἱμοῤῥαγήσαντας παμπόλλους, τελέως δʼ ἑβδομαίους, ἢ ἐνναταίους κριθέντας. οἶδα δὲ καὶ φθινοπώρῳ ποτὲ πάντας ἑνδεκαταίους κριθέντας. ἀλλὰ τοῦτο μὲν ἀγαθὴν τὴν κρίσιν ἤνεγκεν, ἕτερον δὲ φθινόπωρον ἑκταίους ἔντινεν ἅπαντας οὐκ ἀγαθῶς. διὸ καὶ μᾶλλον ἐπῄει μοι θαυμάζειν τοὺς ὅλως οὐδεμίαν ἐν ταῖς ἡμέραις ἡγουμένους εἶναι διαφορὰν, ἀλλʼ ὁμοτίμους ἁπάσας ὑπάρχειν. ὅλαι γὰρ καταστάσεις πολλάκις ἢ θερινῶν, ἢ μετοπωρινῶν νοσημάτων ἓν εἶδος ἔχουσι κρίσεων, ὡς κᾀν ταῖς ὑφʼ Ἱπποκράτους γεγραμμέναις ἐστὶ δῆλον, ἐν αἷς εἴ τις μὴ παντάπασίν ἐστι ῥᾴθυμος, ἄλλοτε μὲν ἄλλην τῶν κρισίμων ἡμερῶν ὄψεται πλεονάζουσαν, οὐ μὴν ὀγδόην τε καὶ ιβʹ ἢ ἑκκαιδεκάτην, ἤ τινα τῶν τοιούτων. [5]
9 874
ἐοίκασιν οὖν εἰς ἄμφω τὰ συνεστῶτα τὴν ὅλην ἰατρικὴν οἱ σοφισταὶ παρανομεῖν, τὴν πεῖράν τε καὶ τὸν λόγον. οὔτε γὰρ ἐν οἷς τῆς πείρας ἐστὶ χρεία, ταύτην ἀναμένουσιν, ἀλλʼ ὡς ἂν ἑκάστῳ παραστῇ, ληροῦσιν, οὔτε τῶν ἐναργῶς φαινομένων ἐξευρίσκουσι τὰς αἰτίας. διὰ τοῦτο τοίνυν ὁ μέν τις αὐτῶν οὔτε κρίσιμον ἡμέραν οὔθʼ ὅλως κρίσιν ὑπάρχειν φησὶν, ὁ δὲ κρίσιν μὲν εἶναί τινα, οὐ μὴν καὶ κρισίμους ἡμέρας, ὥσπερ δέον λόγῳ μᾶλλον, ἀλλʼ οὐ πείρᾳ τὰς κρισίμους ἡμέρας καὶ τὰς κρίσεις ἐξευρίσκειν, ἢ φαυλοτέρων ὄντων τῶν ὅσοι διὰ τῆς πείρας ἄμφω μεμαθηκέναι φασίν. ἡμῖν μὲν τοίνυν ὅσοι μεθʼ Ἡρόφιλόν τε καὶ Ξενοφῶντα καὶ Ἀσκληπιάδην ἐγενόμεθα τάχʼ ἂν εἴη τις εἰς τοὺς ἄνδρας ἐκείνους ἢ φθόνος, ἢ φιλονεικία· τῷ πρώτως δʼ ἀκριβῶς αὐτὰς ἐξευρόντι διὰ τῆς πείρας, ὡς τὰ τῶν ἐπιδημιῶν ἐνδείκνυται γράμματα, πόθεν ἂν ἐπῆλθε τὸ προγνῶναί τινας ἔσεσθαι ἐξ ὑστέρου τοιούτους σοφιστάς; οὐδὲ γὰρ ἐν τοῖς καθʼ Ἱπποκράτην χρόνοις ἦσάν πώ τινες ὅμοιοι τούτοις, ἀλλʼ ἕκαστος ἐκείνων ἐξευρεῖν τι καὶ συντελεῖν εἰς τὴν τέχνην ἔσπευδεν, οὐ λυμαίνεσθαι τοῖς ὀρθῶς εὑρημένοις. [5]
9 875
καὶ μὴν καὶ τοὺς ἐμπειρικοὺς ὀνομαζομένους ἰατροὺς ἔστι μὲν ἰδεῖν ὥσπερ τινὰς κοινοὺς ἐχθροὺς τῶν δογματιζόντων ἁπάντων ἐπιτηροῦντας ὃ καταμέμψονται, μὴ μέντοι μήτε κρισίμους ἡμέρας μήτε κρίσεις ἀναιροῦντας, ἀλλʼ ὡς ἂν καὶ ἄλλο τι τῶν ἐναργεστάτων καὶ ταῦτα ἄμφω τιθέντας. ἅλις ἤδη μοι σοφιστῶν ληρούντων. Ἀλλʼ ἐπὶ τὰ συνεχῆ τῶν εἰρημένων αὖθις ἐπάνειμι, πρότερόν γε κεφαλαιώσας εἰς ἓν ἅπαντα τὰ προειρημένα. κρίσιμος μὲν γὰρ ἰσχυροτάτη πασῶν ἡ ζʹ. προδηλοῖ δʼ αὐτὴν ἡ τετάρτη δύο ταῦτʼ ἔχουσα, τό τε κρίσιμος εἶναι μικροτέρα καὶ τὸ τῆς ἑβδόμης ἐπίδηλος. ἐφεξῆς δʼ ἑνδεκάτη τε καὶ ιδʹ, τὴν αὐτὴν ἀναλογίαν τε καὶ φύσιν ἀποσώζουσαι πρὸς ἀλλήλας ἥν περ ἡ δʹ πρὸς τὴν ζʹ, κᾄπειθʼ ἑξῆς πολλάκις μὲν ἡ ιζʹ πρὸς τὴν κʹ, ὀλιγάκις δὲ ἡ ιηʹ πρὸς τὴν καʹ τὸν αὐτὸν ἔχει λόγον ὅνπερ ἡ τετάρτη πρὸς τὴν ἑβδόμην καὶ ἡ ιαʹ πρὸς τὴν ιδʹ. [5]
9 876
αὗται μὲν οὖν, ὡς Ἱπποκράτης ἔλεγε, διὰ τεσσάρων εἰς τὴν κʹ ἐκ προσθέσιος ἀφικνέονται, παρεμπίπτουσι δʼ αὐταῖς ἐννάτη καὶ πέμπτη καὶ τρίτη, πλείστους μὲν ἡ θʹ κρίνουσα, δευτέραν δὲ ἔχουσα δύναμιν ἡ εʹ, καὶ μετὰ ταύτην ἡ γʹ. περὶ δὲ τῆς στʹ εἴρηταί μοι καὶ πρόσθεν ὡς κακὴ κρίσιμός ἐστιν. ἡ μέντοι τρισκαιδεκάτη πασῶν μὲν τῶν κρινουσῶν ἀσθενεστάτη, πασῶν δὲ τῶν μὴ κρινουσῶν ἰσχυροτάτη, καθάπερ ἐν μεθορίῳ τινὶ τεταγμένη τῆς ἑκατέρων δυνάμεως. ἀγωνιστικώταται μὲν οὖν κρίσεις, ὡς καὶ πρόσθεν εἶπον, αἱ μέχρι τῆς ιδʹ ἡμέρας, ἧττον δὲ αὐτῶν αἱ μέχρι τῆς κʹ. ἐντεῦθεν δʼ ἄχρι τῆς μʹ ἔτι δὴ καὶ μᾶλλον ἐκλύεται τὸ σφοδρὸν, ἀπʼ ἐκείνης δὲ τελέως ἔκλυτος γίνεται. Ἡ δʼ ἀναλογία τῶν κρινουσῶν ἡμερῶν ἄχρι παντὸς διαφυλάττεται. [15]
9 877
καθάπερ γὰρ ἡ ιδʹ καὶ πέρας ἐστὶ τῆς δευτέρας ἑβδομάδος καὶ ἀρχὴ τῆς γʹ, οὕτω καὶ ἡ λδʹ πέρας θʼ ἅμα τῆς πέμπτης ἐστὶ καὶ ἀρχὴ τῆς στʹ, ὥστε ἀεὶ τὰς τρεῖς ἑβδομάδας εἴκοσιν ἡμέραις περιγράφεσθαι, καὶ διὰ τοῦτο τὴν ξʹ, ὡς καὶ πρόσθεν ἔφαμεν, οὐ τὴν ξγʹ γενέσθαι κρίσιμον· ὡσαύτως δὲ καὶ τὴν πʹ τε καὶ ρκʹ. ὡς γὰρ τὸ τῶν κρίσεων ἀγωνιστικὸν ἐκλύεσθαι κατὰ βραχὺ τοῦ χρόνου προϊόντος, οὕτω καὶ τὰς ἀσθενεῖς κρισίμους ἀμαυροῦσθαι καὶ τελέως συμπίπτειν· μόνας δʼ ἄχρι παντὸς διαρκεῖν ὅσαι περιγράφουσι τελείαν περίοδον ἀριθμῶν κρισίμων. ἔοικε δʼ, ὅσα γε διὰ τῆς πείρας ἔνεστι μαθεῖν, πρώτη περίοδος τελεία ἡ τῶν εἴκοσιν ἡμερῶν ὑπάρχειν. εἰ μὲν γὰρ ἀεὶ κατὰ διάζευξιν ὁ τῆς ζʹ ἀριθμὸς προὐχώρει, καθάπερ ἐπὶ τῶν πρώτων ἔχει δυοῖν, ἦν ἂν οὕτω γε καὶ αὕτη ἡ ζʹ τελεία πρώτη περίοδος. ἐπεὶ δʼ ἡ μὲν δευτέρα τῆς πρώτης διέζευκται, συνῆπται δʼ ἡ τρίτη τῇ βʹ, δῆλον ὡς οὐκ ἔτι φυλάττεται μετὰ τὴν ιδʹ ἡμέραν ἡ ἐξ ἀρχῆς ἀναλογία. μετὰ μέντοι τὴν κʹ ἡ αὐτὴ τῶν περιόδων τάξις ἄχρι παντὸς διαμένει, τῆς μὲν λδʹ ἀνάλογον τῇ τεσσαρεσκαιδεκάτῃ γενομένης ἐκ δυοῖν ἑβδομάδων διεζευγμένων, τῆς δʼ αὖ τεσσαρακοστῆς ἀνάλογον τῇ κʹ τὴν τρίτην ἑβδομάδα τὴν συνημμένην πληρούσης. [15]
9 878
τοῦτʼ οὖν αὐτὸ διδάσκων ἡμᾶς Ἱπποκράτης ἐν τῷ προγνωστικῷ μετὰ τὸ περὶ τῆς εἰκοστῆς ἡμέρας διελθεῖν ἐφεξῆς ἐρεῖ· μετὰ δὲ ταύτας ἐν τῷ αὐτέῳ τρόπῳ καὶ κατὰ τὸν αὐτὸν κόσμον ἡ πρώτη διὰ τεσσάρων καὶ τριάκονθʼ ἡμερῶν. πρώτην γὰρ εἶπε μετὰ τὴν εἰκοστὴν ἡμέραν εἶναι τὴν λδʹ ὡς περίοδον, οὐχ ὡς ἡμέραν κρίσιμον, ἐπεὶ καὶ κδʹ καὶ κζʹ καὶ τὴν λαʹ μετὰ τὴν εἰκοστήν ἐστι κρίσιμος. ἀλλʼ ἐπειδὴ περί τε τῶν μικροτέρων περιόδων, αἳ δὴ τετράδες εἰσὶν, αὐτάρκως ἐδίδαξεν καὶ περὶ τῶν ἑβδομάδων αὐτῶν ἱκανῶς διεξῆλθεν, εὐθὺς ἐβουλήθη ἑξῆς τὰς ὑπολοίπους δύο περιόδους ἐπιδιδάξαι, τήν τε ἐκ τῶν δύο ἑβδομάδων συγκειμένην καὶ τὴν ἐκ τῶν τριῶν, ἀλλὰ τὴν μὲν ἐκ τῶν δύο οἷον ἡμιτελῆ τινα, τὴν δʼ ἐκ τῶν τριῶν ἀκριβῶς τελείαν. εἴ γε δὴ καὶ τὴν τεσσαρακοστὴν καὶ τὴν ξʹ καὶ τὴν πʹ καὶ τὴν ρκʹ ἐκ τῆς εἰκοστῆς πολλαπλασιαζομένης γίνεσθαι συμβέβηκε. τοῦτο οὖν αὐτὸ καὶ οὐκ ἄλλο γνώρισμα τελείας ἐστὶ περιόδου, ἤτοι συντεθειμένης ἀεὶ καὶ πολυπλασιαζομένης αὐτῆς ἐφʼ ἑαυτὴν, ἄλλης μηκέτι δεῖσθαι περιόδου. [15]
9 879
καὶ μὴν οὐδεμιᾷ τῶν πρὸ τῆς εἰκοστῆς ὑπάρχει τοῦτο. ἥ τε γὰρ ζʹ εἴπερ ἑαυτὴν ἐπολυπλασίαζε διὰ παντὸς, εἴς τε τὴν εἰκοστὴν πρώτην ἂν ἐξέπιπτε καὶ τὴν κηʹ καὶ τὴν λεʹ καὶ τὴν μβʹ, ἡ τεσσαρεσκαιδεκάτη τήν τε κηʹ ὡσαύτως ἂν ἐποίει καὶ τὴν μβʹ. ἀλλὰ καὶ ἡ τετρὰς, καὶ ἥδε, εἰ τὴν σύνθεσιν αὐτῆς πρὸς ἑαυτὴν ἂν ἐποιεῖτο, τὴν ὀγδόην ἂν ἀπειργάσατο καὶ τὴν ιβʹ καὶ ιστʹ ἰσχυρὰς κρισίμους, ὥστʼ αὐτὴ μὲν ἡ τετάρτη ἐναργῶς οὐδὲ περίοδός ἐστιν, ἀλλʼ οἷον ἥμισυ περιόδου. τῆς γὰρ ἑβδομάδος διχῇ τμηθείσης ἡ τετάρτη δεξαμένη τὴν τομὴν πέρας μέν ἐστι τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας ἐγένετο. τάχα δʼ ἂν ἡ ἑβδομὰς αὕτη δόξειεν ἤδη τελεία περίοδος ὑπάρχειν. οὐ γὰρ δὴ κᾀπὶ ταύτης γε τὴν ἑβδόμην ἡμέραν ἀρχὴν τῆς δευτέρας ἑβδομάδος εἶναι συμβέβηκεν. οὕτω γὰρ ἂν εἰς τὴν τρισκαιδεκάτην, οὐκ εἰς τὴν ιδʹ ἐνέπιπτε τὸ τέλος αὐτῆς. ἀλλʼ ἐπεὶ πάλιν ἡ ιδʹ πέρας θʼ ἅμα τῆς δευτέρας ἑβδομάδος ἀρχή τε τῆς τρίτης ἐστὶν, οὐκέτʼ ἂν οὕτως γε τελεία περίοδος ἡ ἑβδομὰς ὑπάρχῃ. [15]
9 880
δὶς μὲν γὰρ ἑαυτὴν ἐπολυπλασίαζε, τὸ τρίτον δὲ οὐκ ἠδυνήθη. καὶ μὴν εἰ διὰ μὲν τὰς δύο τὰς πρώτας ἑβδομάδας ἐν διαζεύξει γενομένας ὁλόκληρόν τινα περίοδον ὑπολαμβάνειν χρὴ τὴν ἑβδομάδα, διὰ δὲ τὴν γʹ συναφθεῖσαν οὐκέθʼ ὁλόκληρον, ἤτοι τελείως εἰς ἀπορίαν καταστῆναι ἀνάγκη τὸν λόγον ἢ τὴν ἑβδομάδα πρώτην γέ τινα τῇ τάξει καὶ ἁπλῆν περίοδον ἡγητέον εἶναι, τὴν δὲ ἐκ τῶν κʹ ἡμερῶν συγκειμένην δευτέραν τε ἅμα καὶ σύνθετον καὶ τελείαν. Ἅπτεται δή πως οὗτος ὁ λόγος τοῦ σκοπεῖσθαι, τίς τούτων ἐστὶ τῶν ἡμερῶν ἡ κρίνουσα τὰς ὀξείας νόσους. Ἱπποκράτους γὰρ εἰπόντος ἐν ἀφορισμοῖς, τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν ιδʹ ἡμέρῃσιν, ἀφορμὴν ἐντεῦθεν ἐσχήκασιν οἱ σοφισταὶ λήρων μακρῶν, ὧν ἁπάντων χωρὶς οἷον τέ ἐστι καὶ προγνῶναι τὰς μελλούσας ἔσεσθαι κρίσεις καὶ δοκιμάσαι τὰς ἤδη γεγενημένας. εἰ γὰρ εἰκοσταῖον εἰ τύχοι προγνοὺς, κριθήσεσθαι τὸ νόσημα τὴν δίαιταν ὁμολογοῦσαν αὐτῷ συστήσαιο, μέγιστα μὲν ἂν ὠφελήσῃς τὸν κάμνοντα, καλεῖν δʼ ἐξέσται σοι καὶ ὀξὺ καὶ χρόνιον αὐτὸ, μηδεμιᾶς ὠφελείας ἢ βλάβης ἐκ τῆς προσηγορίας εἰς τὸν νοσοῦντα γινομένης. [15]
9 881
ἔστω γὰρ ὀξὺ καλεῖσθαι τὸ τοιοῦτον νόσημα, πάντων ὀρθῶς τῶν κατὰ τὴν δίαιταν ἐπὶ τοῦ κάμνοντος γεγενημένων· τί παρὰ τοῦτο χεῖρον, ἢ βέλτιον ἔσται; πάλιν οὖν εἰ βούλει, χρόνιον αὐτὸ προσαγόρευσον, ἵνʼ εἰδῇς ὅτι μηδὲν ἐκ τούτου βελτίων, ἢ χείρων ὁ κάμνων γίνεται. καθάπερ οὖν καὶ ἄλλα πολλὰ περὶ ὀνομάτων ἐρίζοντες οἱ σοφισταὶ τῶν μανθανόντων κατατρίβουσι τὸν χρόνον, οὕτω κᾀν τῷ περὶ τῶν ὀξέων καὶ χρονίων διορίζεσθαι. εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐ δύο μόνας οἴεσθαι χρὴ νοσημάτων διαφορὰς, ἀλλὰ πάνυ πολλὰς, εἴ γε καὶ τεταρταῖος πυρετὸς εἰς ἐτῶν ἀριθμὸν ἐξέπεσε τοσοῦτον, ἐν ὅσαις ἡμέραις ἕτερος ἐκρίθη καί τις ἄλλη νόσος εἰς μῆνας ἐξικνεῖται πολλούς. αὕτη μὲν οὖν ἡ πρώτη διαφορὰ τριττὴ, τῶν μὲν ἐν ἡμέραις, τῶν δὲ ἐν μησὶν, τῶν δὲ ἐν ἔτεσιν ὅλοις κρινομένων. κατὰ μέρος δὲ πάλιν ἐν μὲν τοῖς εἰς μῆνας ἐκπίπτουσι νοσήμασιν οὐχ ὅμοιον δήπουθέν ἐστι δυοῖν μηνῶν γενέσθαι τὴν λύσιν ἢ ἑπτά. [15]
9 882
οὕτω δὲ κᾀπειδὰν ἡμερῶν, ἢ ἐτῶν ἀριθμῷ λύεται τὰ νοσήματα, παμπόλλη διαφορά. τί γὰρ ὅμοιον ἢ τριταῖον, ἢ εἰκοσταῖον κριθῆναι, τί δʼ ὅμοιον εἰκοσταῖον, ἢ μʹ; εἰ μὲν δὴ τὴν φυσικὴν αὐτῶν ἐθέλεις ἐξευρίσκειν διαφορὰν, ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίοδοι, τοσαύτας ἀναγκαῖον ἔσται σοι ποιεῖσθαι καὶ τὰς νόσους. ἑτέρας μὲν οὖν φύσεως ὑποθεμένῳ, ὥσπερ οὖν δὴ καὶ ἔστιν ἑτέρας τὸ μὴ δυνάμενον ὑπερβαλεῖν τὴν πρώτην τετράδα, ἑτέρας δὲ τὸ τὴν ζʹ μὴ ὑπερβαῖνον, οὕτω δὲ καὶ τῆς ιαʹ καὶ τῆς ιδʹ καὶ τῆς ιζʹ καὶ τῆς κʹ ἁπασῶν τε τῶν ἐφεξῆς κρισίμων ἴδιον ἑκάστης ἡγήσασθαι νόσημα. Πρὸς μέντοι τὴν διδασκαλίαν ἄμεινον ἐν μείζοσιν ὅροις αὐτὰ περιλαμβάνειν, ὅπως μὴ πάμπολλα γίνοιντο· μὴ μέντοι μηδὲ πάλιν οὕτω μακροῖς ὡς ἐφεξῆς ἀλλήλων τάττειν τὰ πάμπολυ διαφέροντα, ὅθεν οὐδὲ τοὺς δύο τὰ πάντα τῶν νοσημάτων εἴδη τιθεμένους, εἶτʼ ἄτμητον αὐτῶν ἑκάτερον φυλάττοντας ἐπαινῶν, οὔτε τοὺς τοσαύτην εἶναι λέγοντας ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίοδοι. [15]
9 883
τίς ἂν οὖν ἡ ἀρίστη διδασκαλία γίνοιτο καὶ μάλιστα τῇ χρείᾳ τῆς τέχνης ἐπιτήδειος; εἴ τις τῶν σοφιστῶν ἰατρῶν ἐπιχειρήσειεν ἰατρεύειν ἐπιμελῶς, ἐάσας τὸν ὑψηλὸν ἐκεῖνον θρόνον ἐφʼ οὗ καθεζόμενος ὥσπερ τις μέγας βασιλεὺς ἐπιτρίβει τὰ μειράκια, τοῦτον εὖ οἶδʼ ὅτι πρὸς αὐτοῦ τοῦ πράγματος ἐκδιδαχθήσεται τὸ χρήσιμον. ὥσπερ οὖν καὶ ὁ πάντα θαυμαστὸς Ἱπποκράτης ἀπὸ τῶν ἐναργῶν αὐτῶν ὁρμώμενος ποτὲ μὲν οὕτω γράφει· ὅκου μὲν κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους ἔχει πόνους καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ποτὲ δʼ οὕτω· τὰ ὀξέα τῶν νοσημάτων κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν. εἶτʼ αὖθις· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὰς κʹ ἐκ προσθέσιος ἀφικνέονται. εἶτʼ αὖθις δὲ πάλιν εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν μʹ ἡμέρῃσι κρίνεται. καὶ μὲν δὴ καὶ τῆς ξʹ καὶ τῆς πʹ καὶ τῆς ρκʹ αὖθις μέμνηται καὶ ταύτας πάλιν καταλιπὼν τὰς μὲν θερινὰς νόσους χειμῶνος λύεσθαί φησι, τὰς δὲ χειμερινὰς θέρους. [15]
9 884
λέγει δὲ καὶ οὕτως· τὰ δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται μὲν ἐν μʹ ἡμέρῃσι, τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι τὰ δὲ πρὸς τὴν ἥβην προσάγουσιν αὗται πᾶσαι πρός τε διδασκαλίαν ἅμα σαφῆ καὶ πρὸς τὴν τῶν ἀῤῥώστων χρείαν ἱκανῶς ὠφέλιμοι διαφοραί. καὶ γὰρ οὖν καὶ τὸ τῆς διαίτης εἶδος ἕτερος ἐφʼ ἑκάστης ἐστίν. γνοίης δʼ ἂν μάλιστα τὸν αὐτὸν ἄῤῥωστον ἐν ἁπάσαις αὐταῖς ἐξ ὑποθέσεως ὑποβαλὼν τῷ λόγῳ. νεανίσκος δή τις ἰσχυρὸς ἑαλωκέτω νοσήματι κατὰ τὴν πρώτην τετράδα κριθήσεσθαι μέλλοντι, τὸν ἀφορισμὸν ἐπὶ τούτου μάλιστα προχειρισάμενος ἐκεῖνον. ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι, μήτε τροφήν τινα δῷς τούτῳ μήτε μελίκρατον ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ καὶ τοῦ ὕδατος ὅσον οἷόν τε φείδεσθαι κέλευε. τὸν αὐτὸν τοῦτον νεανίσκον ὑποθέμενος ἑβδομαῖον κριθήσεσθαι, βραχύ τι τῆς προειρημένης διαίτης ὑπάλλαξον, ἤτοι μελίκρατον διδοὺς ἤ τι τοιοῦτον ἕτερον πόμα τῇ φύσει τοῦ νοσήματος οἰκεῖον, ὡς Ἱπποκράτης ἐδίδαξε. προσδιοριεῖς δὲ καὶ ταῦτα τὰ μὲν αὐτὸς ἀπό τινων σημείων, οἷον κράσεως, ἔθους καὶ ἡλικίας ἀνευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος, εἰ στόμαχον ἰσχυρὸν ἔχει μακρὰς ἀσιτίας φέρειν δυνάμενον, ἢ κακούμενον ἑτοίμως καὶ ῥᾳδίως διαλυόμενον. [15]
9 885
οὕτω δὲ καὶ τὴν ἕξιν ἐπισκοπῶν τἀνθρώπου τὰ μὲν αὐτὸς ἐξ ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων ἐξευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος. εἰσὶ γάρ τινες ἱκανῶς εὐδιαφόρητοι καὶ διὰ τοῦτο μακροτέρας ἀσιτίας οὐ φέρουσιν, οὐδʼ ἂν ἰσχυροὶ τὴν δύναμιν ἔμπροσθεν ὦσιν. εἰ δή σοί τι τοιοῦτον ἀνερωτῶντι καὶ αὐτῷ στοχαζομένῳ φαίνοιτο καὶ ῥᾳδίως μὲν ὁ κάμνων διαφοροῖτο, ῥᾳδίως δʼ ὁ στόμαχος αὐτοῦ πάσχοι, πτισάνης χυλὸν ἀκριβῶς διηθημένον ἑκάστης ἡμέρας ὀλίγον διδόναι καὶ μνημονεύων πάλιν ἐνταῦθα τοῦ πρὸς Ἱπποκράτους εἰρημένου, ὅσον ἕνεκα τοῦ ἔθους εἰσιέναι τι καὶ κεναγγείην μὴ γίνεσθαι πολλὴν, αὐτῆς δὲ ἑβδόμης ἐπιστάσης μηκέτι τρέφειν, ἀλλὰ πρὸ μιᾶς, ἢ πρόσθεν ἔλαττον διδόναι. καὶ γὰρ οὖν καὶ περὶ τούτων ἀκριβῶς ἡμᾶς ἐδίδαξεν ὁ παλαιὸς ἐν τῷ περὶ διαίτης ὀξέων. εἰ μέντοι τριταῖος ἢ τεταρταῖος ὁ τοιοῦτος νεανίσκος ἐλπίζοιτο κριθήσεσθαι, μήτε τοῦ στομάχου τὴν κάκωσιν μήτε τῆς ἕξεως τὴν κένωσιν ὑπόπτευε. [15]
9 886
πρὸς μέντοι τῷ νέος ὑπάρχειν ἅμα καὶ ἰσχυρότατος εἶναι καὶ ῥᾳδίως ἀσιτιῶν ἀνέχεσθαι μακρῶν οὗτος ὁμολογήσει καὶ δυσδιαφόρητός σοι φαίνοιτο καὶ μηδὲν εἴη νόσημα νοσῶν τοιοῦτον ὡς ὀξυμέλιτος ἢ μελικράτου δεῖσθαι, τελέως ἀσιτεῖσθαι τοῦτον ἐγχωρεῖ μέχρι τῆς ζʹ· εἰ δʼ εἰς τὴν γʹ ἢ δʹ τετράδα κρίσιν ἔσεσθαι προσδοκήσειεν, οὐκέτʼ ἐγχωρεῖ τὸν τοιοῦτον οὔτʼ ἐπʼ ἀσιτίας φυλάττειν οὔτʼ ἐπὶ μόνου πόματος· ὥστε οὐ σμικρά τις ἡ μεταβολὴ τῆς διαίτης, οὔκουν οὐδὲ τῶν νοσημάτων ἡ διαφορὰ σμικρά. Καλείσθω δὴ τὸ μὲν ἄχρι τῆς ἑβδόμης ἐκτεινόμενον κάτοξυ, τὸ δὲ καὶ περαιτέρω που προϊὸν ἁπλῶς ὀξὺ, μεμνημένων ἡμῶν καὶ τῆς ἐν τῷ κατόξει διαφορᾶς. ἀκριβῶς μὲν γὰρ κάτοξυ τὸ μέχρι τῆς τετάρτης ἡμέρας, οὐκ ἀκριβῶς δὲ τὸ μέχρι τῆς ἑβδόμης ἐκτεινόμενον. οὕτω δὲ καὶ τῶν ὀξέων ἀκριβῶς μὲν ὀξὺ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης, οὐκ ἀκριβῶς δὲ τὸ μέχρι τῆς εἰκοστῆς, ὀξὺ μέντοι καὶ αὐτό. γένος δʼ ἄλλο νοσημάτων ἐπὶ τῷδε ἐκ μεταπτώσεως ὀξὺ μέχρι τῆς τεσσαρακοστῆς. [15]
9 887
καλεῖν γὰρ ἄμεινον οὕτως αὐτὸ, διότι τῶν ὀξέων τινὸς ἐλλιπῶς κριθέντος ἐντὸς τῆς εἰκοστῆς ἡμέρας, εἶτα θραυσθείσης τῆς σφοδρότητος, τὸ καταλειπόμενον ἐντὸς τῆς τεσσαρακοστῆς εἴωθε λύεσθαι. ἔνια δʼ εὐθὺς ἐξ ἀρχῆς οἷον κωλυόμενά τε καὶ βραδέως κινούμενα καὶ μηδεμίαν ἀθρόαν ἐν τῷ μεταξὺ ποιησάμενα μεταβολὴν εἰς τὴν τεσσαρακοστὴν ἐκτείνεται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ εἰς ἀπυρεξίαν ἀκριβῆ τὰς παρακμὰς τῶν παροξυσμῶν ἔχει τελευτώσας, ἢ συνεχὴς ὁ πυρετὸς ἀεὶ διαμένει. τὰ μὲν δὴ τοιαῦτα τῆς τῶν ὀξέων φύσεως ἔχεσθαι δοκεῖ, τὰ δὲ ἕτερα σαφῶς ἐστιν ἤδη χρόνια. πολλαχῇ μὲν δὴ καὶ ἄλλοθι τὸν Ἀρχιγένην δίκαιον ἐπαινεῖν, οὐχ ἥκιστα δὲ καὶ ταύτην ἄν τις γνωρίσειεν αὐτοῦ τὴν περὶ τὰ τῆς τέχνης ἔργα σπουδὴν, ὅτι μὴ τοῖς χρόνοις μόνοις ψιλοῖς, ἀλλὰ καὶ τῇ κινήσει τε καὶ φύσει μᾶλλον ὀξὺ ἢ κάτοξυ προσαγορεύει νόσημα. τὸ γὰρ ἀργῶς τε καὶ βραδέως καὶ μετὰ διαλειμμάτων ἀπυρέτων ἕως τῆς μὲν τεσσαρακοστῆς ἐκτεινόμενον οὐκ ἄν τις εὖ φρονῶν ἔτι καλέσειεν ὀξὺ, φησί. καὶ γὰρ εἰ θᾶττον τῆς μʹ παύοιτο τοιοῦτον ὑπάρχον, ἤδη χρόνιόν ἐστιν. [15]
9 888
ἕτερα δὲ νοσήματα βραχυχρόνια μὲν ὀνομάζει, δίκαιον δʼ εἶναί φησι μήτʼ ὀξέα μήτε χρόνια προσαγορεύεσθαι, καθάπερ τοὺς μικροὺς τούτους καὶ ἀκινδύνους πυρετούς. οὗτοι γὰρ ὅτι μὲν οὐκ εἰσὶ χρόνιοι πρόδηλον, ἀποκεχωρήκασι μέντοι τῆς τῶν ὀξέων φύσεως. ὀξὺ γὰρ δὴ τοῦτʼ εἶναί φησιν ὃ ᾖ διὰ ταχέων κινδυνῶδες. ὁρᾷς οὖν ὅτι καὶ λύσεως ἐνίοτε τὴν αὐτὴν ἐχούσης προθεσμίαν ἢ ὀξὺ τὸ νόσημα καλέσομεν ἢ οὐκ ὀξύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνίοτε τὸ μὲν ὀξὺ, τὸ δὲ χρόνιον, αὐτῇ τῇ κινήσει μόνῃ διορίζοντες. οἶδα γοῦν πολλοὺς ἕως τῆς τεσσαρακοστῆς ἡμέρας ἐν συνεχεῖ πυρετῷ γινομένους, οὕτω δὲ καλῶ δηλονότι τὸν μὴ παυόμενον εἰς ἀπυρεξίαν, ὥσθʼ ὅτι μὲν οὐκ ἦν χρόνιος ἡ τοιαύτη νόσος ἔχειν εἰπεῖν, οὐ μὴν οὐδʼ ἁπλῶς γʼ ὀξεῖαν αὐτὴν ὀνομάζειν εὔλογον. ἀλλὰ γὰρ ἐπειδὴ τά τʼ ἐκ μεταπτώσεως ὀξέα τῆς ἀκριβοῦς λύσεως ὅρον ἔχει τὸν ἐξωτάτω τὴν τεσσαρακοστὴν ἡμέραν, ἔνια δὲ διὰ παντὸς ἐν συνεχείᾳ πυρετοῦ μέχρι ταύτης ἐξετάθη· κείσθω καὶ οὕτως ὁ χρόνος ἐνίοτε μὲν ἤδη χρονίων σαφῶς νοσημάτων, τῶν ἐχόντων διάλειμμα, ὡς ἔμπροσθεν εἶπον, ἐνίοτε δʼ ὀξέων εἶναι κριτικός. [15]
9 889
οὕτως οὖν ὁ Ἱπποκράτης ἔλεγεν ἐν τῷ προγνωστικῷ· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται· οὐ γὰρ ἁπλῶς ὀξέων εἶπε καίτοι δυνάμενος εἰπεῖν, ἀλλὰ μετὰ προσθήκης τοῦ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ὄντων τινῶν ὀξέων, ἃ τῆς παντελοῦς λύσεως ἕνεκα εἰς αὐτὴν ἐκτείνεται τὴν ἡμέραν. τὰ μὲν οὖν ἁπλῶς ὀξέα τῆς τεσσαρεσκαιδεκάτης οὐκ ἂν ἐξωτέρω προβαίη μὴ κριθέντα, τὰ δὲ εἰς μʹ ἐκπίπτοντα ποτὲ μὲν αὐτὰ τοιαῦτά ἐστι, τὰ ἐντὸς τῆς τεσσαρεσκαιδεκάτης ἐλλιπῶς κριθέντα, ποτὲ δὲ ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα μὴ πάνυ τι πολλάκις γινόμενα. καὶ μὲν δὴ καὶ τρίτα τὰ σαφῶς ἤδη βραδέα τὰ τοῖς ὀξέσιν ἀντιδιαιρούμενα τὴν τεσσαρακοστὴν ἡμέραν ἔχει κρίσιμον. ἀλλὰ περὶ μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. [15]
9 890
ὅλον δὲ τὸ προειρημένον γένος τῶν ἐκ μεταπτώσεως ὀξέων ὀνομαζέσθω. δέδεικται μὲν οὖν ἡμῖν καὶ διʼ ἑτέρων καὶ μάλιστα ἐν τῷ τρίτῳ τῶν περὶ δυσπνοίας ὡς ἐν τῷ προγνωστικῷ γράμματι περί τε τῶν ἁπλῶς ὀξέων διαλέγεται καὶ προσέτι τῶν ἐκ μεταπτώσεως ἐκείνων ἀποτελουμένων. ὅταν οὖν ἐπὶ τῇ τελευτῇ μὲν τοῦ βιβλίου καθόλου ποιούμενος τὴν ἀπόφασιν εἴποι ταῦτα δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τουτέων γίνεται· κατὰ μέρος δὲ περὶ μὲν ὑδρώπων ὧδέ πως οἱ δὲ ὕδρωπες οἱ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενοι πάντες κακοί· κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅταν περὶ τῶν ἐμπύων τε καὶ φθισικῶν ὀνομαζομένων καὶ τῶν ἐξ ἀποστήματος εἰς χρόνον ἐμπιπτόντων μακρότερος ὁ λόγος αὐτῷ γίνηται, σαφῶς δηλοῖ ὡς οὐκ ἐπελάθετο μὲν τοῦ προκειμένου, τὰ δὲ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενα, κᾂν ᾖ χρόνια, διέρχεται. οὕτως οὖν κᾀκεῖνα εἴρηται· αἱ δʼ ἄλλαι ἐκπυήσιες αἱ πλεῖσται ῥήγνυνται, αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριακοσταῖαι, αἱ δὲ τεσσαρακοσταῖαι, αἱ δὲ πρὸς ἑξήκοντα ἡμέρας ἀφικνέονται. καὶ μὲν δὴ κᾀν τῷ καταλόγῳ τῶν κρισίμων ἡμερῶν τῶν κατὰ τὸ προγνωστικὸν ἕως τῆς ἑξηκοστῆς ἡμέρας προέβη δεόντως. [15]
9 891
ἐπεὶ γὰρ οὐ περὶ τῶν ὀξέων μόνον, ἀλλὰ καὶ τῶν ἐκ τούτων γινομένων ὁ λάγος ἦν αὐτῷ, προσηκόντως, οἶμαι, κᾀν ταῖς κρισίμοις αὐταῖς, κᾀν τῇ περὶ ῥήξεως τῶν ἀποστημάτων διδασκαλία τῆς ἑξηκοστῆς ἡμέρας ἐμνημόνευσε. ταύτην οὖν τὴν διδασκαλίαν οἱ μὴ νοήσαντες εἰκῇ καὶ μάτην ἐν τούτοις πλέκουσι ζητήματα, μάχεσθαι νομίζοντες τῷδε τῷ λόγῳ τῷ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένῳ τῷ φάσκοντι, τὰ ὀξέα τῶν νοσημάτων ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεται, ὥσπερ οὐκ αὐτοῦ τοῦ Ἱπποκράτους ἀκριβῶς ἐνδειξαμένου τῷ λόγῳ τῶν ἐκ μεταπτώσεως ὀξέων τὴν φύσιν ἑτέραν τῆς τῶν ἁπλῶς ὀξέων. αὐτὸ γὰρ δὴ τοῦτʼ ἐναντίον ἐστὶν ἢ ἐκεῖνοι νομίζουσιν. εἰ μὴ γὰρ διττὴν ἠπίστατο τῶν ὀξέων τὴν φύσιν, ἑτέραν μὲν τῶν ἁπλῶς ὀξέων, ἑτέραν δὲ τῶν ἐκ μεταπτώσεως, οὐκ ἂν διωρίσατο τῇ προσθήκῃ τὴν ἀπόφασιν, ἀλλʼ ἁπλῶς εἶπεν ἂν, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι. νυνὶ δὲ ἐπειδὴ τὴν τοιαύτην λέξιν ἠπίστατο τῶν ἁπλῶς ὀξέων ἐσομένην ἐνδεικτικὴν, οὐ μὴν ἐβούλετό γʼ οὕτως, ἀλλὰ σὺν αὐτοῖς καὶ τἄλλα περιλαβεῖν, εὐλόγως προσέθηκε πρῶτον μὲν τὸ ὁπόσα σὺν πυρετοῖς εἰσι, μηκέτι προσγράψας τοῖσι συνεχέσιν, ὅπερ ἴδιον ἦν τῶν ἁπλῶς ὀξέων· ἔπειτα δὲ καὶ τὸ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ἂν ἄλλων τινῶν ὄντων ὀξέων, ἃ οὐκ ἐν μʹ ἡμέρῃσι κρίνεται. [5]
9 892
πανταχόθεν οὖν αὐτῷ διώρισταί τε καὶ δέδεικται σαφῶς ἡ φύσις τῶν νοσημάτων, ὑπὲρ ὧν ὁ σύμπας ἐστὶ κατὰ τὸ προγνωστικὸν λόγος. οἱ δʼ ἐξηγηταὶ τὰ σαφῶς εἰρημένα ζητοῦσιν ἀσαφῆ ποιῆσαι. τὸ μὲν οὖν ὀνόματος προσθήκῃ λύειν ἐπιχειρεῖν ὃ πλέκουσι ζήτημα συγγνωστὸν, ἀλλὰ τοῦτο μὲν ποιήσουσιν οἱ οὕτω γράφοντες· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τινὲς δὲ καὶ μὴ προσγράφοντες ἐν τῇ ῥήσει τὸ καὶ ὁκόσα, συνυπακούειν δεῖ, φασὶν, ἵνʼ ὁ λόγος αὐτῷ γένηται διπλοῦς, ὁ μὲν ἕτερος περὶ τῶν ὀξέων νοσημάτων, ὑπὲρ ὧν ἀπεφήνατο κατὰ τοὺς ἀφορισμοὺς, ὁ δʼ ἕτερος ὑπὲρ τῶν ἄλλων, ὅσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τὸ δὲ μηδὲ ἐν τοῖς ἀφορισμοῖς οἴεσθαι τὴν ιδʹ ἡμέραν κρίσιμον, ἀλλὰ κᾀκεῖ δεκατέσσαρας τὰς πάσας ὑπολαμβάνειν ἀποφαίνεσθαι τὸν Ἱπποκράτην κρισίμους ἡμέρας ὑπάρχειν, εἶναι γὰρ τοσαύτας, εἴ τις ἀπὸ τῆς τρίτης, ἣ πρώτη πασῶν κρίνειν πέφυκεν, ἀριθμήσειεν ἄχρι τῆς μʹ, οὐ μικρᾶς καταγνώσεως ἄξιον. [5]
9 893
οὔτε γὰρ ὡς ἰατροὶ τοῦτο λέγουσιν οὔθʼ ὡς ἀριθμεῖν γινώσκοντες οὔθʼ ὡς ἀναγινώσκειν εἰδότες. ἰατροὶ γὰρ ὄντες ἠπίσταντό τε ἂν πρῶτον μὲν ὡς οὐδὲν τῶν ἀκριβῶς ὀξέων εἰς τὴν μʹ ἡμέραν ἀφικνεῖται μὴ προκριθέν· ἔπειτα δὲ καὶ ὡς οὐδὲ τεσσαρεσκαίδεκα τὸν ἀριθμόν εἰσιν αἱ μέχρι τῆς μʹ κρίσιμοι. κατὰ τοῦτο δὲ οὐδὲ ἀριθμεῖν ἄν τις αὐτοὺς ἐπίστασθαι φαίη. πλείους γάρ εἰσι τῶν δεκατεσσάρων τό τε ἀληθὲς αὐτὸ καὶ τὸ φαινόμενον ἐπὶ τῶν ἔργων σκοπουμένοις καὶ μέντοι καὶ τὸ πρὸς Ἱπποκράτους ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένον. ἔμπροσθεν δὲ παρέγραψα τὴν λέξιν ἐκείνην, ἐν ᾗ διδάσκει τὰς κρισίμους ἡμέρας ἁπάσας, εἴ τις ἀριθμεῖν ἐπίσταται, πλείους εὑρήσει τῶν ιδʹ μέχρι τῆς μʹ γενομένας. εἰ δὲ τὰς κατὰ τετράδα μόνας ἀριθμεῖ τις, ἴσως γὰρ ἐπὶ τούτῳ ἐξελεγχόμενοι πάλιν μεταβήσονται, ἐλάττους εἰσὶν, αἱ δὲ τῶν ιδʹ. [15]
9 894
ὅτι δʼ οὐδʼ ἀναγινώσκειν ἴσασιν οἱ τὰ τοιαῦτα λέγοντες ᾧδʼ ἂν μάλιστα γνοίης. εἰ μὲν οὖν ἐν τῷ προγνωστικῷ τὴν μʹ ἡμέραν κρίσιμον εἶπεν εἶναι τῶν ὀξέων, ἔπειτα ἐν τοῖς ἀφορισμοῖς ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι ταῖς πάσαις ἔλεγεν αὐτὰ κρίνεσθαι, τότε γʼ ἐνεχώρει τι τοιοῦτον οἷον ἐκεῖνοι λέγουσιν ἐπινοεῖν. ἐπεὶ δὲ κᾀν τῷ προγνωστικῷ ἐν τεσσαράκονθʼ ἡμέρῃσιν ἔφησιν αὐτὰ κρίνεσθαι, κᾀν τοῖς ἀφορισμοῖς ἐν τεσσαρεσκαίδεκα, γελοιότατόν ἐστι τῆς αὐτῆς λέξεως ἄλλοτʼ ἄλλως ἀκούειν. ἀμείνους δὲ τούτων οἱ μὴ ζητοῦντες τοὺς λόγους ἀποδεῖξαι, ὁμολογοῦντες ἄλλου μὲν εἶναι τοὺς ἀφορισμοὺς ἀνδρὸς, ἄλλου δὲ τὸ προγνωστικὸν, ἀλλʼ οὗτοι θαυμαστοὶ τῆς μεγαλοψυχίας. ὅτι δὲ τὸ χρήσιμον εἰς τὴν τοιαύτην διδασκαλίαν ὁ Ἱπποκράτης ἐπισκοπούμενος ἀεὶ τὰ μὲν ἁπλῶς ὀξέα τὴν ιδʹ ἡμέραν ὅρον ὀρθῶς ἔφησεν ἔχειν, τῶν δʼ ἐκ μεταπτώσεως ὀξέων τὰ μὲν τὴν μʹ, τὰ δὲ τὴν ξʹ, αὐτάρκως ἐπιδέδεικται. Χρὴ δὲ εἰδέναι καθόλου περὶ τῶν τοιούτων ἁπάντων ὡς ὅσα ποσοῦ τινος εἰς μόρια διαιρουμένου γίνεται, ἔχει τὴν σωριτικὴν ἀπορίαν ἑπομένην. [15]
9 895
δεῖ τοιγαροῦν οὕτω τέμνειν ἐπιχειρεῖν ὡς μήτε τὰ πολὺ διαφέροντα μόρια συνάπτειν ἀλλήλοις, ὅπερ εἰς ὀλίγα τεμνομένου τοῦ παντὸς ποσοῦ γίνεται, μήθʼ οὕτω πολλὰ ποιεῖν ὡς τὸ τῆς διδασκαλίας χρηστὸν ὑπερεκπίπτειν. ὡς οὖν ἐνδέχεται τὰ κάλλιστα διελεῖν, οὕτω μοι φαίνεται τέμνεσθαι τὰ πρὸς Ἱπποκράτους. πρῶτον μὲν γὰρ τὰ κατόξεα μέχρι τῆς ἑβδόμης ἐνδείκνυται προϊέναι, διʼ ὧν, ὡς ἔφην, ἐν ἀφορισμοῖς εἶπεν ἐσχάτως χρῆναι λεπτῶς διαιτᾷν αὐτά. εἶτα μετὰ ταῦτα ἐν τῷ περὶ διαίτης ὀξέων, ἄχρι τῆς ἑβδόμης τινὰς ἐν ἀσιτίᾳ φυλάττειν παντελεῖ. ἔπειτα δὲ καὶ τὴν ιδʹ τῶν ἁπλῶς ὀξέων τέλος ἔθετο, κᾄπειτα μέχρι τῆς κʹ προὔβη. αὖθις δὲ καθʼ ἑκάτερον εἶδος νόσου, ἄχρι τῆς μʹ, καὶ αὖθις δὲ καθʼ ἑκάτερον ἕως τῆς ξʹ, εἶτʼ αὖθις ὅρον ἔσχατον τῶν κρινουσῶν ἡμερῶν τὴν ρʹ τε καὶ εἰκοστὴν ἐποιήσατο, τεττάρων δηλονότι μηνῶν ὑπάρχοντα χρόνον. [15]
9 896
ἑξῆς δὲ τὰ μὲν ἐν μηνῶν ἀριθμῷ κριτικῶν, τὰ δὲ ἐν ἐτῶν λύεσθαι λέγει. τὸ μὲν οὖν εἰς τὴν διδασκαλίαν χρήσιμον τοῦτʼ ἔστι. παρεμπίπτει δέ τινα λογικὰ ζητήματα παραμυθίαν ἐπιζητοῦντα, καθάπερ, οἶμαι, καὶ τόδε, τῶν ὀξέων ὁμολογουμένων εἶναι νοσημάτων, ἔνια τὴν ιδʹ ἡμέραν ὑπερβαίνοντα φαίνεται, καὶ διὰ τοῦτο καὶ Διοκλῆς οὐ τὴν ιδʹ, ἀλλὰ τὴν εἰκοστὴν ὅρον αὐτῶν ἐτίθετο, κατὰ τοῦτο μὲν ἁμαρτάνων, ὅτι μὴ τὴν κʹ μᾶλλον, ἀλλὰ τὴν καʹ ὅρον αὐτῶν ἔτι ἐτίθετο, οὐ μὴν ἐκεῖνός γε πάντως σφαλλόμενος ἐν τῷ ιδʹ ὑπερβαίνειν. ἴσμεν γάρ τινας τῶν ὀξέως διανοσησάντων ἑπτακαιδεκαταίους τε καὶ εἰκοσταίους κριθέντας, ὥσπερ ἀμέλει καὶ παρʼ αὐτῷ τῷ Ἱπποκράτει ἐν αὐτοῖς τοῖς ἐπιδημίοις ἔστιν εὑρεῖν. πῶς οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, καὶ φαίνεταί τινα τῶν ὀξέων νοσημάτων ὑπερβαίνοντα τὴν ιδʹ ὅρον αὐτῶν, τήνδε τὴν ἡμέραν ἐν ἀφορισμοῖς ἐποιήσατο; πρόχειρον μὲν ἦν φάναι σπάνιον μὲν εἶναι τοῦτο, πλειστάκις δὲ θάτερον ἀποβαίνειν εἴωθεν. ἔστι δʼ ὅτε τὸν Ἱπποκράτην μόνον ἀποφαίνεσθαι τὸ πλειστάκις ὀφθὲν, ἐν οὐδενὶ λόγῳ τὸ σπάνιον τιθέμενον. [15]
9 897
ἀλλὰ καὶ βαθυτέρας τινὸς ἔχεται γνώμης ἡ ἀπόφασις, ἄν τις αὐτὴν ἐξετάζῃ προσηκόντως. ὅσα γὰρ εἰς τὴν ιζʹ ἡμέραν, ἢ τὴν εἰκοστὴν ἐξέπεσεν ἀκριβῶς ὀξέα νοσήματα, πάντως ἤρξατο ταῦτα καθάπερ ὑποβρύχια βραδέως τε καὶ οἷον μεμολυσμένως κινεῖσθαι. κᾄπειτα τὰ μὲν ἐν τῇ πρώτῃ τετράδι, τὰ δὲ ἐν τῇ δευτέρᾳ τὴν τῶν ἀκριβῶς ὀξέων ἀπολαμβάνοντα κίνησιν, εἰς τὴν ιζʹ τε καὶ κʹ ἐξέπεσεν, ἐντὸς τῆς ιδʹ καὶ ταῦτα τῆς ἑαυτῶν κριθέντα. τὰ γὰρ ἐν τῇ τετράδι τῶν ἡμερῶν ἀπαρξάμενα τῆς ὀξύτητος, ἔπειτα ἑπτακαιδεκαταῖα κριθέντα, δῆλον ὡς οὐχ ὑπερέβη τὴν ἑαυτῶν τεσσαρεσκαιδεκάτην. οἶδε δὲ τοῦτο καὶ αὐτὸς μὲν ὁ Διοκλῆς καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες οἱ παλαιοί. φρενιτικοὺς γοῦν εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας οὐ πάνυ τι γίνεσθαί φησιν. εἰ τοίνυν τις ἀρξάμενος φρενιτίζειν, ἤτοι πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ ἑπτακαιδεκαταῖος, ἢ εἰκοσταῖος κριθείη, πρόδηλον ὡς ἐντὸς τῆς ἑαυτοῦ ιδʹ ἐκρίθη. κατὰ τοῦτο δὴ καὶ μάλιστα νομίζω τὴν κʹ ἡμέραν εἰς ἀμφιβολίαν ἐμπεσεῖν, ἐπαμφοτερίζουσαν τῇ δυνάμει τῷ πολλάκις μὲν τὰ μετὰ τὰς πρώτας ἡμέρας, ὀξέα νοσήματα γενόμενα κρίνειν, ἐνίοτε δὲ ἐπικρίνειν τὰ προκριθέντα. [15]
9 898
τῶν γὰρ ἀπὸ τῆς πρώτης ἡμέρας ὀξέων οὐδὲν εἰς ταύτην ἐμπίπτει μὴ προκριθέν. εἰ δʼ ἔν τινι τῶν ἔμπροσθεν ἡμερῶν ἐλλιπῶς κεκριμένον αὕτη τελείως ἀπαλλάξειεν, οὐκ ἀναιρεῖ τὸ τῶν ὀξέων νοσημάτων τὴν ιδʹ εἶναι πέρας. ὅσα δὲ κατὰ τὴν ἀρχὴν ὑποβρύχιά τε καὶ μολυνόμενα φανεῖται καὶ μετὰ ταύτην ἕως τῆς μʹ τοιαῦτα μείναντα, πάλιν ἐπιταθῇ, ταῦτα χρόνια δικαίως ἄν τις ὀνομάσειεν. ὥσπερ γε τῶν ὀξέων μὲν σαφῶς παθῶν, ἀλλʼ ἔν τινι τῶν πρὸ τῆς κʹ κριθέντων οὐκ ἀσφαλῶς, εἶτα διαλιπόντων, κᾄπειθʼ ὑποστρεψάντων, εἶτʼ αὖθις ὀξέων γινομένων, κᾄπειτʼ ἐν τῇ μʹ κριθέντων, διαπορήσειεν ἄν τις, εἴθʼ ἁπλῶς ὀξέα καλεῖν αὐτὰ προήκει, εἴτʼ ἐκ μεταπτώσεως ὀξέα, πολὺ δὲ μᾶλλον εἰ χρόνια. ἐν μὲν δὴ τοῖς ἀμφιβόλοις τε καὶ ἀσαφέσιν οὐ χρὴ ζητεῖν ἀπόφασιν ἀσφαλῆ. κατὰ γὰρ τὴν τῶν πραγμάτων φύσιν ἀεὶ χρὴ γίνεσθαι τὰς ἀποφάσεις ἀσφαλεῖς. ἐν οἷς δέ ἐστιν ἡ τῶν πραγμάτων φύσις ἀκριβῶς ἁπλῆ, σαφῆ καὶ ἁπλῆν ἐνταῦθα χρὴ ποιεῖσθαι τὴν ἀπόφασιν. ἐπεί τοι καὶ κατʼ αὐτοὺς τοὺς ἀφορισμοὺς ὁ Ἱπποκράτης, ἡνίκα τὴν ιδʹ ἡμέραν ὅρον ἔθετο τῶν ὀξέων νοσημάτων, εὐθὺς καὶ τῆς ιζʹ ἐμνημόνευσε γράφων ὡδί· θεωρητὴ πάλιν ἡ ιζʹ· αὕτη γάρ ἐστι δʹ μὲν ἀπὸ τῆς ιδʹ, ζʹ δὲ ἀπὸ τῆς ιαʹ. [15]
9 899 [t2]
ἐμφαίνει γὰρ κᾀνταῦθα περὶ τῆς κʹ ὡς ἂν δευτέρου τινὸς ὅρου τῶν ὀξέων. ἀλλʼ ἐπεὶ καὶ τοῦτο τὸ βιβλίον αὔταρκες ἤδη μῆκος ἔχει, καταπαύσω τῇδε τὸν ἐνεστῶτα λόγον. ὅσον δʼ ὑπόλοιπόν ἐστι τῆς περὶ κρισίμων ἡμερῶν θεωρίας ἐν τῷ μετὰ τοῦτο σύμπαν εἰρήσεται. ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ ΒΙΒΛΙΟΝ Γ.
9 900 (t1)
Ὅτῳ δὲ καὶ τὰς αἰτίας ἐσκέφθαι κάλλιον εἶναι δοκεῖ διʼ ἃς οὐκ ἐν ἁπάσαις ἡμέραις αἱ νόσοι κρίνονται, τούτῳ καὶ τάδε σύγκειται. χρὴ μέντοι καὶ τὰς ἀρχὰς τῆς εὑρέσεως τῶν κρινουσῶν ἡμερῶν αὐτῶν ὁμολογεῖσθαι, καθότι κᾀν τῷ πρὸ τούτου γράμματι λέλεκται. διτταὶ δʼ εἰσὶν αὗται κατὰ γένος, ὑπὸ μὲν τῆς πείρας ἐναργῶς μαρτυρούμεναι, τῷ τε μὴ πᾶσαν ἡμέραν ὁμοίως εἶναι κρίσιμον, ἰσχυροτάτην δὲ δύναμιν ὑπάρχειν ταῖς καθʼ ἑβδομάδα περιόδοις, δευτέραν δὲ ταῖς κατὰ τετράδα, παρεμπίπτειν δέ τινας ἔξω τούτων. [5]
9 901
ἀλλὰ καὶ τὸ μήτε πάσας ἀλλήλων διεζεῦχθαι τὰς ἑβδομάδας, ἀλλὰ καί τινας ἐξ αὐτῶν καὶ συνάπτεσθαι, μήτε πάσας τὰς τετράδας, ἀλλὰ καὶ τούτων τὰς μὲν διαζεύγνυσθαι, τὰς δὲ καὶ συνάπτεσθαι καὶ τὸ τὰς κρίσεις γίνεσθαι τοὐπίπαν ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἐν περιτταῖς ἡμέραις, ἐν δʼ αὖ τοῖς χρονίοις ἐν ταῖς ἀρτίαις, ἅπαντά γε τὰ τοιαῦτα περὶ ὧν ἔμπροσθεν εἴρηται, πρὸς τῆς ἐμπειρίας ἱκανῶς μαρτυρεῖται. τῷ λόγῳ δʼ ἐξιχνεύουσιν ἡμῖν τὰς τούτων αἰτίας ἐφαίνετο δύο ἀρχὰς θέσθαι χρῆναι τὰς πρώτας ἁπάντων τῶν γινομένων, ἄτακτον μὲν τὴν ἐκ τῆς ἐνταῦθʼ ὕλης ὁρμωμένην, ἐν τάξει δέ τινι καὶ κόσμῳ προϊοῦσαν ἀεὶ τὴν ἐκ τῶν κατʼ οὐρανὸν, ἅπαντα γὰρ τὰ τῇδε πρὸς ἐκείνων κοσμεῖται. καὶ δὴ καὶ νῦν ἐπὶ συναμφοτέροις, τοῖς τε ἐκ τῆς πείρας γνωσθεῖσι καὶ οἷς ὁ λόγος ὑφηγήσατο, πειρᾶσθαι χρὴ πάντων τῶν κατὰ τὸν λόγον, καὶ κατʼ αὐτὴν πεῖραν τῶν κατὰ τὰς κρισίμους ἡμέρας ἐξευρίσκειν τὰς αἰτίας ἐνθένδε ποθὲν ἀρχομένους. Πάντων μὲν τῶν ἄνωθεν ἄστρων ἀπολαύομεν τῆς δυνάμεως, ἀλλʼ ὁ μάλιστα κοσμῶν τὰ τῇδε καὶ ῥυθμίζων καὶ διατάττων ὁ ἥλιός ἐστιν. [15]
9 902
οὐ γὰρ δὴ ἄλλος γέ τις ἦρος καὶ θέρους, φθινοπώρου τε καὶ χειμῶνος αἴτιος, οὐδʼ ἄλλος ἐπιφανῶς οὕτως οὔτʼ ἐξ ἰλύος γηΐνης ζῶα γεννᾷν πέφυκεν, οὔτε καρποὺς τελειοῦν, οὔτʼ εἰς ὀχείαν τε καὶ τὴν τοῦ γένους διαμονὴν ἐκκαλεῖσθαι τὰ ζῶα. μεγάλα μὲν καὶ τὰ τῆς σελήνης ἔργα περὶ τὴν ἐνταῦθα οὐσίαν, ἀλλὰ τῶν ἡλίου δεύτερα. καὶ γὰρ ἀεὶ τοὺς μῆνας αὕτη διατάττει, καὶ μάλιστʼ ἐπιφανῶς ἐν τοῖς θαλαττίοις ζώοις. ἀλλά τοι καὶ αὐτὸ τοῦτο διʼ ἥλιον ἔχει. νέον μὲν γὰρ αὐτῇ τὸ φῶς, ὅταν ἡλίου πρῶτον ἀπολαύει, τοσοῦτον δὲ αὐτῆς ἀεὶ πεφώτισται μέρος, ὁπόσον ὁ ἥλιος ὁρᾷ. τελέως δʼ ἐκλείπει καὶ ἀφώτιστος γίνεται τῆς γῆς ἐπισκοτούσης αὐτῇ, ὥστε ἐκ τῶν πρὸς ἥλιον ἀποστάσεων ἁπάσας ἔχει τὰς μεταβολάς. καὶ γὰρ καὶ πλήρης ἐστὶν, ἐπειδὰν διάμετρος ᾖ, καὶ διχότομος, ἐπειδὰν τετράγωνος, καὶ ἀμφίκυρτος, ἐπειδὰν τρίγωνος, καὶ μηνοειδὴς, ἐπειδὰν ἑξάγωνος, καὶ νέα τότε πρῶτον, ὅταν ἀπὸ συνόδου φαίνηται καὶ ἀφανὴς παντάπασιν, ἐπειδὰν ὑπʼ ἐκείνου περιλάμπηται. [15]
9 903
καὶ καρποὺς οὖν παχύνει καὶ τὰ ζῶα πιαίνει καὶ τὰς τῶν καταμηνίων ταῖς γυναιξὶ προθεσμίας διαφυλάττει καὶ τὰς τῶν ἐπιλήπτων τηρεῖ περιόδους, ἐξ ὧν ἡλίου πλέον, ἢ ἔλαττον μεταλαμβάνει. πάντα μὲν γὰρ ἃ δρᾷν πέφυκεν, ἀμυδρὰ γίνεται, μηνοειδοῦς γενομένης αὐτῆς· ἅπαντα δὲ ἰσχυρὰ πεπληρωμένης, ὥστε καὶ τοὺς καρποὺς ἐν τῷδε πεπαίνει καὶ αὐξάνει τάχιστα καὶ τὰ νεκρὰ σώματα διασήπει καὶ τοὺς ὑπὸ τὴν αὐγὴν αὐτῆς κοιμηθέντας, ἢ καὶ ἄλλως ἐπιπλέον διατρίψαντας, ὠχροὺς καὶ καρηβαρικοὺς ἀπεργάζεται. ὡς μὲν οὖν ἡλίου σελήνη τὰ πάντα δεῖται, οὕτω δʼ ἥλιος εἰς οὐδὲν τῶν μεγίστων οὔτʼ ἄλλου τινὸς ἄστρων οὔτʼ αὐτῆς τῆς σελήνης. οὐδεὶς γὰρ ὁ κωλύσων αὐτὸν οὐ θέρος δημιουργεῖν, ἡνίκα κατὰ κορυφὴν ἡμῶν ἱστῆται, οὐ κρύος ἐπιφέρειν, εἰ ταπεινὸς ἐπιφέρηται, οὐκ ἰσημερίας διατάττειν ἑκατέρας, εἰ συμμέτρως ᾖ λοξός· ἀλλʼ αὐτὸς μὲν οἷον βασιλεύς τις μέγιστός ἐστιν, ἡ σελήνη δʼ ὕπαρχος οὐ σμικρός. ἐν μέσῳ τε γὰρ ἐκείνου καὶ ἡμῶν τεταγμένη τὸν περίγειον εἰκότως ἐπιτροπεύει τόπον, οὐ δυνάμεως ὑπεροχῇ παρὰ τοὺς ἄλλους πλανήτας, ἀλλʼ ἐγγύτητι πλεονεκτοῦσα. [15]
9 904
διὰ τοῦτο πάντως μὲν κρύος κατέχει τὸν παρʼ ἡμῖν τόπον, ἐπειδὰν ὁ ἥλιος εἰς τὰ χειμέρια τρέπηται, καὶ πάντως θάλπος, ἐπειδὰν κατὰ κορυφὴν ἡμῶν ᾖ πλησίον τε ταύτης φέρηται. τὰς κατὰ μέρος δʼ ἐν ἑκάστῳ τῶν μηνῶν ἡμέρας ἡ σελήνη διατάττει, σμικρᾶς μεταβολῆς ἐξουσίαν ἔχουσα. καὶ ταύτην οὐχ ἁπλῶς, ἀλλʼ ἐξ ὧν ὑφʼ ἡλίου βλέπεται. Σφοδρότεραι μὲν οὖν αἱ μεταβολαὶ κατὰ τὰς πρὸς ἥλιον αὐτῆς εἰσι συνόδους καὶ προσέτι τὰς πανσελήνους φάσεις ὀνομαζομένας· ἐλάττους δὲ τούτων ἐν ταῖς διχοτόμοις, ἀμυδραὶ δʼ ἐν ταῖς ἀμφικύρτοις τε καὶ μηνοειδέσιν. ἰσχυροτάτων μὲν γὰρ εἰς ἀλλοίωσιν τῶν ἔμπροσθεν ὄντων τῷ συνεῖναί τε καὶ καταλάμπεσθαι, φαινομένη γὰρ τέως, ἀφανὴς νῦν ἐστιν, ἐφεξῆς δʼ ἡ διάμετρος στάσις, ὡς ἂν διορίζουσα καὶ δίχα τέμνουσα τὰς ἐναντιωτάτας τῆς σελήνης διαθέσεις, ἰσχυροτάτη τῶν ἄλλων ἐστίν. ὅτι δʼ ἐναντιωτάτη διάθεσις αὔξησις μειώσει, οὐδὲν δέομαι δεικνύειν. [15]
9 905
ἐφεξῆς δὲ ταύτης τῆς συνόδου τε καὶ τῆς πανσελήνου αἱ διχότομοι εἰς δύο μέσον ἑκάτερα τέμνουσα, τὸν μὲν τῆς αὐξήσεως χρόνον ἡ προτέρα, τὸν δʼ αὖ τῆς μειώσεως ἡ δευτέρα. πάντων δʼ ἔσχαταί τε καὶ ἀμυδρόταται τροπαὶ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἐν ταῖς μηνοειδέσι καὶ ταῖς ἀμφικύρτοις φάσεσι γίνονται, καὶ μᾶλλόν γε ἐν ταῖς ἀμφικύρτοις· οὐδεμία γὰρ ἐν αὐταῖς μεγάλη μεταβολὴ, καθάπερ ἐν ταῖς μηνοειδέσιν. ὥστε οὐδὲ Ἄρατος κακῶς αὐτῶν κατεφρόνησεν, ὡς ἂν ἀμυδρῶν ὑπαρχουσῶν, ἐπαινεῖν τε χρὴ τοὺς γράψαντας ὑπὲρ αὐτῶν ὡς οὐδὲ τὸ σμικρότατον παραλιπόντας. ἴδιον δʼ ἐξαίρετον αἵ τʼ ἐν ταῖς πανσελήνοις τροπαὶ καὶ τούτων ἔτι μᾶλλον αἱ κατὰ τὰς συνόδους ἴσχουσιν, αἱ μὲν γὰρ ὀξυτάτας εὐθὺς ποιοῦνται τὰς μεταβολὰς, αἱ σύνοδοι δʼ ἀνωμάλους τε καὶ χρονίας. οὐδὲν γὰρ ἔχεις σαφῶς ἀποφῆσαι, πρὶν φανῆναι τὴν σελήνην. πολὺς δʼ οὗτος ὁ χρόνος ὁ τῆς κρύψεώς ἐστιν ὅλου σχεδὸν τοῦ ζωδίου. τὴν δʼ ἐκ τῆς αὐξήσεως εἰς τὴν μείωσιν μεταβολὴν ἀκριβῶς διορίζει στιγμὴ, καὶ ταύτην ἡ σελήνη δῆλον ὡς ἐν ἀκαρεῖ χρόνῳ παραλλάττει. [15]
9 906
κατὰ λόγον μὲν οὖν ὀξεῖαι μὲν αἱ πανσέληνοι καὶ χρόνιαι δὲ αἱ συνοδικαὶ μεταβολαί. καὶ γὰρ ὁ τῆς κρύψεως χρόνος ὅμοιος ἑαυτῷ καὶ ὁ τῆς πρώτης φάσεως ἐγγὺς κρύψεως, καὶ τῇ σμικρότητι τοῦ φαινομένου τῆς πανσελήνου μορίου, καὶ τῇ τῆς αὐγῆς ἀμυδρότητι, καὶ τῷ βραχυχρονίῳ τῆς ὑπεργείου φορᾶς. Ἀσφαλὴς οὖν ἡ κρίσις ἀποτελεῖται τῆς ἐν ὅλῳ τῷ μηνὶ γενησομένης καταστάσεως ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν, ἐν ᾗ πρώτῃ καὶ σαφὴς ἡ σελήνη καὶ χρόνον ἀξιόλογον ὑπὲρ γῆς ἤδη φαίνεται καὶ φῶς αἰσθητὸν ἀποπέμπει καὶ σκιὰν ἐναργῶς δείκνυσιν. ἡ πρώτη δʼ ἡμέρα μέχρι τοσούτου τὴν σελήνην ὑπὲρ γῆς ἔχει φερομένην, μέχρις ἂν ἔτι καὶ τὸ τοῦ ἡλίου φῶς ἐπέχῃ τὸ μετὰ τὴν δύσιν, ὥστʼ ἐν ταύτῃ μὲν τῷ τοῦ ἡλίου συγκαταδύεται φωτὶ, πολλάκις δὲ καὶ προκαταδύεται. πρῶτον δὲ σαφὴς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν φαίνεται, καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δʼ ἧττον. καὶ τοῦτο δʼ αὐτῇ συμπίπτει παρὰ τὸ ποσὸν τῆς πρὸς ἥλιον ἀποστάσεως. αὐτὸ δὲ τὸ ποσὸν τῆς ἀποστάσεως διά τε τὴν ἰδίαν τῆς σελήνης γίνεται κίνησιν, οὐ γὰρ ἴσον ἀεὶ κινεῖται, καὶ διὰ τὴν τοῦ πλάτους ἐξάλλαξιν, καὶ διὰ τὴν τῶν ζωδίων δύσιν οὐκ ἰσόχρονον οὖσαν, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν τῆς προγεγονυίας συνόδου καιρὸν, ὥστʼ οὐκ ἀεὶ μὲν εἷς ὁ χρόνος ἐστὶν ἐν ᾧ φαίνεται σαφῶς ἡ σελήνη. [5]
9 907
τοὐπίπαν δὲ τρεῖς ἡμέρας τὰς περὶ σύνοδον ἢ ἀόρατος γίνεται τελέως, ἐν αἷς οὔπω τὰ παρʼ ἡμῖν ἀλλοιοῦν ἱκανή. καί πως εἰς ταὐτὸν ὁ χρόνος αὐτῆς συμβαίνει τῆς τʼ οἰκείας περιόδου τῆς τʼ εἰς ἡμᾶς ἐνεργείας. ἡ μὲν γὰρ περίοδος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ἐστιν, ἐπιλαμβανουσῶν τρίτον ἔγγιστα μέρος· ἐν τῷ τοσούτῳ γὰρ χρόνῳ τὸν τῶν ζωδίων κύκλον ἅπαντα διέρχεται· ἡ δὲ τῆς πρὸς ἡμᾶς φάσεως, ὅτι καὶ ἥδε πρὸς τὸν αὐτὸν ἀριθμὸν ὁμολογεῖ, σαφῶς εἴσῃ, τοῦ παντὸς χρόνου μηνιαίου τὸν τῆς κρύψεως ἀφελών. ὅτι δʼ ὁ μηνιαῖος χρόνος οὐ τελέως τριάκοντά ἐστιν ἡμερῶν, ἀλλʼ ἥμισύ που, καὶ τούτῳ προσδεῖ μιᾶς ἡμέρας, Ἱππάρχῳ μὲν ἀποδέδεικται διʼ ἑνὸς ὅλου βιβλίου, γινώσκεται δὲ ἤδη καὶ τοῖς ἰδιώταις σχεδὸν ἅπασιν ὡς τῶν μηνῶν ὁ μὲν ἕτερος ὁ κυλλὸς ὑπʼ αὐτῶν ὀνομαζόμενος ἐννέα καὶ κʹ ἡμερῶν ἐστιν, ὁ δʼ ἕτερος ὁ πλήρης τριάκοντα. [15]
9 908
χρὴ γὰρ ἀμφοτέρων ἐννέα καὶ πεντήκοντα γίνεσθαι τὰς πάσας, εἴπερ ὅλως ἐστὶν ἑκάτερος ἡμίσους ἀποδέων τριάκοντα. Ὥσπερ οὖν τὸν ὅλον ἐνιαυτὸν ὁ ἥλιος, οὕτως ἡ σελήνη διατάττει τὸν μῆνα, καθʼ ἑβδομάδας τῆς ἀλλοιώσεως ἐν αὐτῇ γιγνομένης. ἀπό τε γὰρ τῆς πρώτης φάσεως ἐπὶ τὴν διχότομον, ἀπό τε ταύτης ἐπὶ τὴν πανσέληνον ἑκάτερος μὲν ὁ χρόνος ἡμερῶν ἐστιν ἑπτὰ, συναμφότερα δὲ τεσσαρεσκαίδεκα. κατὰ ταὐτὰ δὲ κᾂν εἰ μετὰ τὴν διχοτομηνιαίαν ἕως τῆς δευτέρας διχοτόμου συναριθμήσῃς, ἑπτὰ καὶ ταύτας εὑρήσεις τὰς ἡμέρας, καὶ τὰς λοιπὰς δὲ τὰς μέχρι τοῦ παντελῶς ἀφανισθῆναι τὴν σελήνην ἑπτά. τὸ δʼ ὅτι μεταβάλλει μεγάλας μεταβολὰς ὁ περιέχων ἡμᾶς ἀὴρ ἔν τε τῷ πρώτως κρύπτεσθαι καὶ πάλιν αὖ πρώτως φαίνεσθαι τὴν σελήνην, οὔτʼ ἄλλος τις τῶν ἀνθρώπων ἀγνοεῖ καὶ μάλιστα πάντων οἷσπερ δὴ καὶ μάλιστα μέλει τούτων, γεωργοῖς τε καὶ ναύταις, καὶ στάσιν γε καλοῦσι τηνικαῦτα τοῦ ἀέρος, ἐπειδὰν ἡ σελήνῃ πρώτως φανεῖσα κατά τινα τῶν ἀνέμων ἱστῆται. [15]
9 909
λέγει γοῦν που καὶ ὁ Ἄρατος ἀληθέστατα λέγων, ἀπὸ τῆς πρῶτον ἀπὸ συνόδου φανείσης σελήνης· Εἰ δέ κεν οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι, Δειδέχθαι Βορέω, ὅτε δʼ ὑπτιά εἰσι, Νότοιο. Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλην περὶ κύκλος ἑλίσσῃ, Πάντῃ ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη. καὶ μὲν δὴ καὶ ταῦτα λέγει κατὰ τὴν αὐτὴν βίβλον· Σήματα δʼ οὔτʼ ἄρα πᾶσιν ἐπʼ ἤμασι πάντα τέτυκται. Ἀλλʼ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέληται, Μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπʼ αὐτὴν Σημαίνει διχόμηνον. ἀτὰρ πάλιν ἐκ διχομήνης Ἐς διχάδα φθιμένην. ἔχεται δέ οἱ αὐτίκα τετρὰς, Μηνὸς ἀποιχομένου, τῇ δὲ τετάρτῃ ἀπιόντος. οὐκ εἰς ἅπαντά φησι τὸν ἐξ ἀρχῆς χρόνον ἐξαρκεῖν τὰ σημεῖα τῆς πρώτης φάσεως, μεταβολὰς δέ τινας φέρειν τάς τε διχοτόμους καὶ παυσελήνους. [15]
9 910
ἅπασα δʼ ὀξύῤῥοπος μεταβολὴ κρίσις ὀνομάζεται. καὶ τήν γε σύστασιν ἐπὶ τῆς μηνοειδοῦς σελήνης μάλιστα λέγουσιν, ἐφεξῆς μεταφέρουσιν ἐπὶ τὴν πανσέληνον, ὡσαύτως ὀνομάζοντες. ἰσχυρὰς ἂν γὰρ καὶ ἥδε δυνάμεις ἔχῃ, ταύτης δʼ ἀσθενέστεραι μὲν, ἀλλὰ κρίνουσαι μὲν καὶ αὗται τὸ περιέχον αἱ διχότομοι στάσεις εἰσὶν, ὥσθʼ ὅτι μὲν ὁ μὴν ὑπὸ σελήνης ἀλλοιοῦται καθʼ ἑβδομάδας ἤδη πρόδηλον· ὅτι δὲ καὶ τὰ ἄλλα σύμπαντα πράγματα, τοῦτο μὲν οὐκέτι ὁμοίως ἅπασι γνώριμον, ἀλλὰ καὶ τοῖς τὰ τοιαῦτα παραφυλάξασιν ἐπιμελῶς ὁμολογεῖται· καὶ ἡ μετὰ τὴν σύλληψιν τοῦ σπέρματος ἅπασα κύησις, οὐδὲν δʼ ἧττον αὐτῆς καὶ ἡ μετὰ τὴν ἀποκύησιν αὔξησις, ἅπασά τε πράξεως ἀρχὴ τὰς μεγάλας ἀλλοιώσεις εἰς ἑβδομαδικὰς ἴσχει περιόδους. ὅσα γὰρ ἐφήμερα συμπίπτει πᾶσι τοῖς οὖσι, τούτων ἡ σελήνη τετήρηται τὴν αἰτίαν ἔχειν, καὶ μάλιστα ἀλλοιοῦσα αὐτὰ κατὰ τὰς τετραγώνους καὶ διαμέτρους στάσεις. εἰ γὰρ ἐν ταύρῳ τῆς σελήνης οὔσης ἐγένετο σύλληψις τοῦ σπέρματος, ἢ ἀποκύησις, ἤ τινος ὅλως ἀρχὴ πράγματος, ἐπειδὰν ἐν λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ περιερχομένη τοῦ ζωδιακοῦ γίνηται, τὰς μεγάλας αὐτοῦ ποιήσεται μεταβολάς. [15]
9 911
ἀλλʼ ἡ μὲν ἐν τῷ λέοντι τετράγωνος στάσις ἑβδομάδος ἐστὶ μιᾶς· ἡ δὲ διάμετρος ἡ ἐν τῷ σκορπίῳ δυοῖν. οὕτω δὲ καὶ ἡ κατὰ τὸν ὑδροχόον, ἡ δευτέρα τετράγωνος στάσις εἰς τὴν τρίτην ἑβδομάδα προήκει καὶ τοῦτʼ ἐξ ἀνάγκης γίνεται διὰ τὸ τὴν σελήνην, ὡς εἴρηται καὶ πρόσθεν, ὅλον τὸν ζωδιακὸν ἑπτὰ καὶ εἴκοσιν ἡμέραις διεξέρχεσθαι, μετά τινος ἐπικειμένου μορίου, τρίτου μάλιστα μιᾶς ἡμέρας. εἰ γὰρ δεῖ τὸν ὅλον κύκλον ἐν τοσούτῳ χρόνῳ διέρχεσθαι, πρόδηλον ὡς τὸ τέταρτον αὐτοῦ μέρος ὀλίγου δεῖν ἐν ἡμέραις ζʹ διανύσει. τούτου μὲν οὖν καὶ πάνυ χρὴ μεμνῆσθαι πρὸς τὰ μέλλοντα, τοῦ μὴ τελείας ἡμέρας ζʹ περιγράφεσθαι τὴν εἰς τὸ τετράγωνον τῆς σελήνης μετάστασιν. Ἐκεῖνο δʼ αὖθις ἀναληπτέον, ὅπερ καὶ ἡμεῖς παραφυλάξαντες ἀληθέστατον εὕρομεν ἀεὶ τὸ πρὸς τῶν Αἰγυπτίων ἀστρονόμων εὑρημένον, ὡς ἡ σελήνη τὰς ἡμέρας ὁποῖαί τινες ἔσονται δηλοῦν πέφυκεν οὐ τοῖς νοσοῦσι μόνον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν. εἰ μὲν γὰρ πρὸς τοὺς εὐκράτους ἵσταιτο τῶν πλανητῶν, οὓς δὴ καὶ ἀγαθοποιοὺς ὀνομάζουσιν, ἀγαθὰς ἀπεργάζεσθαι τὰς ἡμέρας· εἰ δὲ πρὸς τοὺς δυσκράτους, ἀνιαράς. [15]
9 912
ἔστω γὰρ ἀποκυϊσκομένου τινὸς ἐν μὲν τῷ κριῷ τοὺς ἀγαθοποιοὺς, ἐν δὲ τῷ ταύρῳ τοὺς κακοποιοὺς εἶναι, πάντως οὗτος ὁ ἄνθρωπος, ἐπειδὰν μὲν ἐν κριῷ καὶ καρκίνῳ καὶ ζυγῷ καὶ αἰγοκέρωτι γένηται ἡ σελήνη, καλῶς ἀπαλλάσσει. ἐπειδὰν δʼ ἤτοι τὸν ταῦρον αὐτὸν, ἤ τι τῶν τετραγώνων, ἢ τὸ διάμετρον αὐτοῦ ζώδιον ἐπέχῃ, κακῶς τηνικαῦτα καὶ ἀνιαρῶς διάγει. καὶ δὴ καὶ νοσημάτων ἀρχαὶ τῷδε κάκισται μὲν ἐν ταύρῳ καὶ λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ τῆς σελήνης οὔσης, ἀκίνδυνον δὲ καὶ σωτήριον τὸν κριὸν καὶ τὸν καρκίνον καὶ τὸν ζυγὸν καὶ τὸν αἰγόκερων διερχομένης, καὶ τὰς ἀλλοιώσεις τὰς μεγάλας ἃς ἐν τοῖς τετραγώνοις τε καὶ διαμέτροις ἔφαμεν γίγνεσθαι καθʼ ἑβδομάδα, ἐν μὲν τοῖς ὀλεθρίοις νοσήμασιν ὀλεθρίας καὶ αὐτὰς, ἐν δʼ αὖ τοῖς περιεστηκόσιν ἀγαθὰς ἀνάγκη γίνεσθαι. καὶ διὰ τοῦθʼ Ἱπποκράτης μέμφεται μάλιστα τὰς ἐν ταῖς κρινούσαις ἡμέραις ἀλλοιώσεις ἐπὶ τὸ χεῖρον. ὀλεθρίου γὰρ νοσήματος σύμπτωμα, καθάπερ, οἶμαι, τοὐναντίον ἐπιεικοῦς. εἰ δέ τις καὶ αὐτοῦ τούτου ζητεῖ τὴν αἰτίαν, τοῦ τὸ μέγιστον δύνασθαι τὰς τετραγώνους τε καὶ διαμέτρους στάσεις, ἐπὶ πλεῖστον ἀποχωρεῖ τοῦ προκειμένου. [15]
9 913
πρόκειται γὰρ νυνὶ οὐ τὰς πρώτας αἰτίας ἁπάντων τῶν κατʼ ἀστρονομίαν ζητεῖν, ἀλλὰ τὰς εἰς τὰ παρόντα χρησίμους. χρήσιμοι δʼ εἰσὶν αἰτίαι τῆς ἑβδομάδος ἐξηγούμεναι φύσιν. πάλιν οὖν αὐτὰς ἀναλάβωμεν ἐπὶ κεφαλαίων. αἱ τῆς σελήνης τετράγωνοί τε καὶ διάμετροι στάσεις ἐπὶ μὲν ἀγαθαῖς ταῖς ἀρχαῖς ἀγαθὰς ποιοῦσι τὰς ἀλλοιώσεις, ἐπὶ δὲ μοχθηραῖς μοχθηράς. καὶ τοῦτο πρὸς τῷ τοῖς ἀστρονόμοις ὁμολογεῖσθαι πάρεστιν, εἰ βούλει, καί σοι παραφυλάξασθαι. εἰ δὲ μήτʼ αὐτὸς παρατηρεῖν ἐθέλεις τὰ τοιαῦτα μήτε τοῖς τηρήσασι πιστεύεις, τῶν νῦν ἐπιπολαζόντων τις εἶ σοφιστῶν· οἳ λόγῳ κατασκευάζειν ἡμᾶς ἀξιοῦσι τὰ σαφῶς φαινόμενα, δέον αὐτὸ τοὐναντίον ἐκ τῶν ἐναργῶς φαινομένων ὁρμωμένους ὑπὲρ τῶν ἀδήλων συλλογίζεσθαι. πρὸς τὴν ἰδίαν οὖν ἀρχὴν ἅπαν πρᾶγμα τὰς ἐφεξῆς περιόδους ἁπάσας ὁμολογούσας ἔχει. Περίοδοι δʼ εἰσὶν αἱ μὲν διʼ ἡμερῶν ἀριθμοῦ τινος, αἱ δὲ διὰ μηνῶν. [15]
9 914
αἱ μὲν δὴ διὰ τῶν ἡμερῶν ἑβδοματικαί εἰσι καὶ πρὸς τὴν σελήνην ἀνήκουσιν, αἱ δὲ διὰ μηνῶν εἰς ἥλιον ἀναφέρονται τόνδε τὸν τρόπον γιγνόμεναι. πάλιν γὰρ ἀπὸ τῶν Ἱπποκράτους ἀρκτέον ῥήσεων, τὰς μὲν θερινὰς νόσους ἐν χειμῶνι λέγοντος λύεσθαι, τὰς δὲ χειμερινὰς ἐν θέρει. αὕτη μέν σοι προθεσμία κρίσεών ἐστι χρονίων τε καὶ ὡς ἂν εἴποι τις ἐνιαυσιαίων νοσημάτων, οἷά περ ἐν τοῖς ὀξέσιν ἡ τῆς ιδʹ. ὁ γὰρ μέχρι τῆς πανσελήνου χρόνος, ἥμισυς ὑπάρχων ὅλης τῆς σεληνιακῆς περιόδου, τὸν αὐτὸν ἔχει λόγον τῷ μέχρι θέρους ἐκ χειμῶνος διαστήματι. καὶ μὲν δὴ καὶ ὁ ἀπὸ τῆς παυσελήνου μέχρι τῆς κρύψεως χρόνος ἀνάλογός ἐστι τῷ μέχρι χειμῶνος ἐκ θέρους διαστήματι. τούτων δʼ ἑκατέρου διχῇ τμηθέντος, ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἡ ἑβδομάς ἐστιν, ἐν δʼ αὖ τοῖς χρονίοις αἱ τῶν ἐπιφανεστάτων ἄστρων εἰσὶν ἐπισημασίαι, καθʼ ἃς ἔαρ καὶ θέρος καὶ χειμὼν καὶ φθινόπωρον ἀφορίζονται. οὐ γὰρ δὴ ἴσων γε ἡμερῶν ἀριθμῷ διῄρηται ταῦτα κατʼ οὐδένα τῶν ἀστρονόμων, ἀλλὰ ταῖς τοῦ περιέχοντος ἡμᾶς ἀέρος μεταβολαῖς ἐπισήμοις οἰακίζεται. καί σοι πάλιν ἑτέρῳ λόγῳ. [15]
9 915
καθάπερ ἡ ἑβδομὰς ὀξέων νοσημάτων κριτικὴ, τὸν αὐτὸν τρόπον ὥρας ἐνιαυσιαίου μεταβολὴ χρονίων ἔσται νοσημάτων λυτικὴ, ἵνα τὴν μὲν ἐν χειμῶνι συστᾶσαν νόσον ἔαρ λύσῃ, τὴν δʼ ἐν ἦρι θέρος, ὡσαύτως δὲ καὶ τὴν μὲν ἐν θέρει φθινόπωρον, τὴν δʼ ἐν ἐκείνῳ χειμών. ἐν δὲ ταῖς ἐν τῷ μηνὶ τετράσιν ἀνάλογον αἱ τῶν ὡρῶν εἰσιν ἑκάστης διχῇ τμηθείσης μοίρας. καὶ λέγεταί γε πρὸς τῶν ἀστρονόμων ὥσπερ ἀρχή τις εἶναι καὶ τελευτὴ τῶν ὡρῶν ἑκάστης ἐπιτολαῖς, ἢ δύσεσιν ἄστρων ἐπιφανῶν ὁριζομένη, κατὰ τὸν αὐτὸν τρόπον καὶ μεσότης ἑτέρου πάλιν ἄστρου φάσει διωρισμένη. τὰς οὖν τῶν νοσημάτων ἐν μέρει μεταβολὰς ἁπάσας ἢ ὡς πρὸς τὴν ἰδίαν ἀρχὴν αὐτῶν, ἢ ὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἀνάγκη γίγνεσθαι. τῶν μὲν οὖν πρὸς τὴν ἰδίαν ἀρχὴν ἐξηγεῖσθαι τὴν σελήνην, τῶν δʼ ὡς πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἐν ὅλῳ μὲν τῷ ἐνιαυτῷ τὸν ἥλιον, ἐν ἑκάστῳ δὲ τῶν μηνῶν τὴν σελήνην. ἐκ δὲ τούτων συμβαίνει τὰς μὲν ἰσχυροτάτας μεταβολὰς εἶναι τὰς ἰδίας ἑκάστῳ καθʼ ἑβδομάδα δηλονότι γιγνομένας, οὐ μὴν ἀλλὰ καὶ συνεπιμίγνυσθαί πως αὐταῖς τὰς ἐκ τοῦ περιέχοντος, ὥστʼ εἰκότως ἐκ τοῦ διὰ παντὸς ὡσαύτως γίνεσθαι, μεταπίπτουσιν οὕτως εἰς τὸ πλειστάκις. [15]
9 916
ἔτι δὲ μᾶλλον ἐπιταράττει τὴν τάξιν αὐτῶν ἥ τε βία τῶν παροξυσμῶν ἀναγκάζουσα προεκρήγνυσθαι τὰς κρίσεις, ὡς ἐφεξῆς ἐροῦμεν, ἥτʼ εἰς τοὺς νοσοῦντας πλημμέλεια πολυειδὴς γινομένη αὐτῶν παρά τε τῶν ἰατρῶν, εἴ γε χρὴ καλεῖν ἰατροὺς, οὐ λυμεῶνας τῆς τέχνης, τούτους δὴ τοὺς νῦν ἐπιπολάζοντας, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ κάμνοντες ἁμαρτάνουσιν καὶ διὰ τὴν ὑπηρεσίαν δʼ ἐνίοτε καὶ διά τι τῶν ἔξωθεν, ὡς πρόσθεν εἴρηται. θαυμάζειν οὖν χρὴ τῶν ἑβδομαδικῶν περιόδων τὴν δύναμιν, εἰ τοσούτων αἰτίων διακοπτόντων αὐτὰς, ὅμως ἐπικρατέστεραι πολὺ τῶν ἄλλων εὑρίσκονται. κατὰ μὲν τὰς ὀξείας νόσους, αἱ παρεμπίπτουσαι κρίσιμοι πλείους εἰσὶν, ὅτι καὶ τὸ σῶμα πρὸς μεταβολὴν ἐπιτήδειον, ἐν κινήσει τε καὶ ταραχῇ μεγάλῃ καθεστηκός· ἐν δὲ ταῖς χρονιωτέραις ὁδῷ καὶ τάξει μᾶλλον πρόεισιν ἡ τῶν ἑβδομάδων περίοδος. Ἀρκτέον οὖν αὖθις ἀπὸ τῶν ὀξέων ἁπασῶν, ἐφεξῆς τῶν κρινουσῶν ἡμερῶν τὰς αἰτίας ἐξιχνεύοντας. [15]
9 917
ἐν μὲν δὴ τῇ πρώτῃ τοὺς ἐφημέρους λύεσθαι συμβαίνει πυρετοὺς, οὐ μὴν ἤδη μετʼ ἀγῶνός τε καὶ ταραχῆς ἀξιολόγου. καίτοι νομίζουσιν ἔνιοι καὶ Ἱπποκράτην τὰς κρινούσας ἡμέρας ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν καταλέγοντα καὶ τῆς πρώτης μεμνημονευκέναι, κατὰ διττὸν τρόπον ἁμαρτάνοντες. περίοδος γὰρ πρώτη καὶ οὐχ ἡμέρα πρώτη γέγραπται σαφῶς ἐν τῷ τῶν περιττῶν καὶ ἀρτίων καταλόγῳ. καθάπερ οὖν ἐν τῷ τῶν ἀρτίων περίοδον πρώτην εἰπὼν ἐπιφέρει τὴν τετάρτην ἡμέραν, οὕτως ἐν τῷ τῶν περιττῶν τὴν τρίτην. ἔτι δὲ μᾶλλον ἀγνοοῦσι τὸ κατʼ ἀρχὰς τοῦ προγνωστικοῦ γεγραμμένον ἐπὶ τοῦ νεκρώδους προσώπου, τὸ κρίνεται ἐν ἡμέρῃ καὶ νυκτὶ, ἢν διὰ ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ, μή πω γινώσκοντες ὡς ἐπὶ τοῦ δοκιμάζεται καὶ ἀναγνωρίζεται λέλεκται. τούτους μὲν οὖν ἐατέον. ἀρχὴν δὲ τῶν μετὰ σάλον τινὸς ἀλλοιουσῶν ὀξέως τὰς νόσους ἡμερῶν τὴν τρίτην ἀπὸ τῆς ἀρχῆς θετέον, ὡς καὶ πρόσθεν εἴρηται, μηδεμίαν ἔχουσαν ἤδη πρὸς τὴν πρώτην ἑβδομάδα κοινωνίαν, ἀλλʼ ἐκ τῶν παρεμπιπτουσῶν ὑπάρχουσαν. [15]
9 918
ἡ μὲν γὰρ τετρὰς ὅτι διχῇ τμηθείσης τῆς ἑβδομάδος ἀποτελεῖται καὶ διὰ τοῦτο μεγάλην ἔχει δύναμιν, ἔμπροσθεν εἴρηται. κρίνουσι δʼ οὐχ ἧττον τῆς τετάρτης ἡμέρας ἡ γʹ τε καὶ εʹ, καίτοι παρεμπίπτουσι διʼ οὐδὲν ἄλλο ἢ ὅτι μετὰ τῶν παροξυσμῶν αἱ κρίσεις γίνονται. τοῦτο γὰρ δὴ καὶ αὐτὸ πρός τε τῆς ἐμπειρίας μαρτυρεῖται καὶ τῷ λόγῳ σκοπουμένοις οὐκ ἄδηλος ἡ αἰτία. τὸ γὰρ τῆς ταραχῆς βίαιον ἀναγκάζει τὴν φύσιν ἀποτρίβεσθαι τὰ λυποῦντα καὶ πρὸ τοῦ καιροῦ. δύναμις μὲν γάρ ἐστιν αὐτὴ τῶν ἀλλοτρίων ἐκκριτικὴ, καθότι δέδεικται πρότερον ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν. ὁ καιρὸς δὲ τῆς ἐνεργείας ἐπὶ τῷ τέλει τῆς ἀλλοιωτικῆς δυνάμεώς ἐστι. τότε γὰρ ἐνεργεῖν ἐδείκνυτο κατὰ φύσιν ἁπάντων ἐπιτελουμένων, ὅταν ἐκείνη παύηται, ἀλλʼ ἀναγκάζηταί ποτε πρὸ τῆς τελείας πέψεως ἀποτρίβεσθαι τὰ λυποῦντα, ὥσπερ ἐνίοτε συμπεπληρωμένης ἤδη τῆς πέψεως ἔτι μένει καὶ βραδύνει διʼ ἀῤῥωστίαν. ἄμφω δʼ ἔστιν αὐτὰ θεάσασθαι σαφῶς ἐπὶ τῆς γαστρός. ἐρεθισθεῖσά τε γὰρ οὐχ ὑπομένει τὸν τῆς πέψεως χρόνον, ἀλλʼ εὐθὺς ἐκκρίνει σὺν τῷ λυποῦντι καὶ τὸ χρηστὸν, ἤδη τε πεπεμμένον αὐτάρκως ἐνίοτε βραδύνει τε καὶ μέλλει τὸ περιττὸν ἐκκρῖναι διʼ ἀῤῥωστίαν. [15]
9 919
ἐν δέ γε τῷ κατὰ φύσιν ἔχειν ὁ τῆς παντελοῦς πέψεως καιρὸς ὅρος ἐστὶν αὐτῆς τῆς τῶν περιττωμάτων ἀποκρίσεως, ὃν οὔτε προελάμβανεν οὔτʼ ἔμελλεν ἔτι παρόντος, ἀλλʼ ὡς ἐπὶ τῆς γαστρὸς, οὕτω καθʼ ὅλον ἐδείκνυτο τὸ σῶμα δύναμις ὑπάρχειν ἐν ἑκάστῳ τῶν μορίων ἀποκριτικὴ τῶν ἀλλοτρίων, ἥτις, οἶμαι, καὶ τὰς κρίσεις ἐν ταῖς νόσοις ἀπεργάζεται, καὶ διὰ τοῦτο ἄρισται γίνονται κρίσεις, ὅταν ἤδη πεπεμμένα τὰ κατὰ τὸ ζῶον ὑπάρχῃ πάντα. τὸ δὲ προεκρήγνυσθαι, καὶ γὰρ οὕτως ὀνομάζειν εἴωθεν Ἱπποκράτης, αὐτὸ μοχθηρόν ἐστιν. ὁμοῦ γὰρ τοῖς λυποῦσιν ἐκκρίνεται τὰ χρηστὰ καὶ γίνεται τοῦτο τῆς φύσεως ἐρεθισθείσης ἤτοι πρός τινος τῶν ἔξωθεν ἢ καὶ τῶν ἐν αὐτῷ τῷ σώματι ἐμπεριεχομένων. ἔξωθεν μὲν οὖν ἐστιν ὅ τʼ ἰατρὸς οὐκ ὀρθῶς τι πράξας ὅ τε κάμνων, οἵ θʼ ὑπηρέται, τά τʼ ἄλλα τὰ ἰδίως ἔξωθεν ὀνομαζόμενα, τὰ δʼ ἐν τῷ σώματι τά τε νοσήματά ἐστιν αὐτὰ καὶ τὰ τούτων αἴτια καὶ οἱ παροξυσμοί. [15]
9 920
νόησον δή μοι τοιοῦτόν τι συμβαῖνον ἐπὶ τῆς φύσεως, οἷον ἤδη συνέπεσεν ἀνθρώποις ἀσθενέσι προπηλακισθεῖσιν ὑπό τινων ἰσχυροτέρων ἐξορμῆσαι πρὸ τοῦ δέοντος, ἀπαρασκευάστοις τε μαχομένοις ἡττηθῆναι. καὶ μὴν καὶ φορτίον ἀποθέσθαι τις βουλόμενος ἄκων ἐνίοτε συγκατέπεσεν αὐτῷ, καί τις σφοδρότερον θέων, εἶτʼ οὐκ ἐπισχεῖν ἑαυτὸν δυνηθεὶς, ἄκων ἠνέχθη κατὰ φάραγγος. ἅπαντα ταῦτα παραδείγματα κακῶν ἐστι κρίσεων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, εἰρήσεται δὲ καὶ νῦν ἀναγκαῖον, οἷόν τι καὶ τῷ προεκρήγνυσθαι βούλεται δηλοῦν ὁ Ἱπποκράτης, ἐξηγήσασθαί μου προελομένου. καὶ γὰρ ἀδύνατόν ἐστι περὶ κρισίμων ἡμερῶν ἐπιχειρήσαντά τι διέρχεσθαι μὴ καὶ περὶ κρίσεως εἰπεῖν τι, ἢ καὶ περὶ κρίσεως διδάσκοντα μὴ καὶ περὶ κρισίμων ἡμερῶν διελθεῖν, ἀλλʼ ἐπανάγειν χρὴ τὸν λόγον ἐπὶ τὸ προκείμενον ἀεὶ καὶ τοσοῦτον ἅπτεσθαι τῶν παρακειμένων ὅσον ἀναγκαῖον. ἓν δή τι τῶν ἐρεθιζόντων τὴν φύσιν ἐστὶ καὶ οἷον προπηλακιζόντων ὁ παροξυσμὸς, οὐκ ἐπιτρέπων ἡσυχάζειν οὐδὲ μένειν, ἀλλʼ ἐπεγείρων τε καὶ κινῶν καὶ ὡς ἂν εἴποι τις εἰς διαμάχην προκαλούμενος· ὅθεν ἐπὶ τῶν ὀξέων νοσημάτων ἐν περιτταῖς ἡμέραις ἡ κρίσις. [15]
9 921
οὕτω γὰρ καὶ παροξύνεται. τίς μὲν οὖν ἐστιν ἡ αἰτία διʼ ἣν ἐν τοῖς ὀξέσι νοσήμασι διὰ τρίτης οἱ παροξυσμοὶ γίνονται τοὐπίπαν, ἐν δὲ τοῖς γε χρονίοις ἤτοι καθʼ ἑκάστην ἡμέραν ἢ διὰ δʹ οὐκ εὐπετές ἐστιν εὑρεῖν, οὔτε νῦν ἀναγκαῖόν ἐστι ζητεῖν. ὅτι δʼ οὕτως συμβαίνει, φαίνεται καὶ πρὸς τὰ παρόντα λόγον ἀρχῆς ἔχει. θεμένων γὰρ, ὥσπερ καὶ φαίνεται, ὁ δεύτερος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς εἰς τὴν τρίτην ἡμέραν ἐκπεσεῖται, τρίτος δʼ εἰς τὴν πέμπτην, τέταρτος δʼ εἰς τὴν ζʹ, πέμπτος δʼ εἰς τὴν θʹ, εἰς περιττὰς δὲ σύμπαντες. ἐπεὶ τοίνυν ἡ φύσις οὐκ ἀεὶ τοῖς προσήκουσι καιροῖς ἐξορμῶσα κρίνει τὰς νόσους, ἀλλʼ ἐρεθιζομένη πολλάκις ἄλλοτε πρὸς ἄλλων αἰτίων, ἀφʼ ὧν ἐστι συνεχέστατα γινόμενος ἐν τοῖς ὀξέσι νοσήμασιν ὁ παροξυσμὸς, ἐδείχθη δʼ οὗτος εἰς περιττὰς ἐμπίπτων, εὐλόγως ἐν περιτταῖς αἱ πλεῖσται κρίσεις γίνονται τῶν ὀξέων νοσημάτων, οὐκ αὐτῶν τῶν ἡμερῶν πρώτως τὴν τοῦ κρίνειν ἐχουσῶν δύναμιν, ἀεὶ γὰρ τούτῳ χρὴ προσέχειν τὸν νοῦν, ἀλλὰ κατά τι συμβεβηκὸς οὕτως ἀπαντῶντος. [15]
9 922
προείρηται δὲ, ὡς οἶμαι, σαφῶς ἤδη τὸ συμβεβηκὸς τοῦτο. διότι γὰρ ἐν παροξυσμοῖς αἱ κρίσεις τῶν νοσημάτων γίνονται τοὐπίπαν, εἰς τὰς περιττὰς δʼ ἡμέρας ἐμπίπτουσιν οὗτοι, διὰ τοῦτο ἐν τοῖς ὀξέσι νοσήμασιν αἱ κρίσεις ἐν περιτταῖς. εἰ δέ γε ὁ τῶν ἡμερῶν ἀριθμὸς ἦν αὐτὸς ὁ τὴν δύναμιν ἔχων τοῦ κρίνειν, οὐκ ἐχρῆν πολλάκις μὲν ἐν ταῖς περιτταῖς, ὀλιγάκις δʼ ἐν ταῖς ἀρτίαις, ἀλλὰ διὰ παντὸς μὲν ἐν ταῖς περιτταῖς, μηδέποτε δʼ ἐν ταῖς ἀρτίαις κρίνεσθαι τὰς ὀξείας νόσους. οὐδὲ γὰρ ὁ τῆς ζʹ ἀριθμὸς, ἢ ὁ τῆς δʹ αἴτιοι τῆς κρίσεώς εἰσιν, ἀλλʼ ὅτι τῆς σελήνης νεωτεροποιούσης καὶ μεταβαλλούσης τὰ περὶ τὴν γῆν συμβέβηκε, καὶ τὰς τῶν κινήσεων περιόδους εἰς τούτους πρώτους ἐξήκειν τοὺς ἀριθμοὺς, εἰκότως ἐν αὐταῖς αἱ προθεσμίαι τῶν ἀλλοιώσεων εὑρίσκονται. οὐ γὰρ ὑπὸ τῶν ἀριθμῶν, ἀλλʼ ὑπὸ τῆς σελήνης αἱ μεταβολαὶ τοῖς ἐπιγείοις. τῷ δʼ εἶναι τὸ μεταβάλλον ἐν κινήσει χρόνος ἀναγκαίως ἔζευκται ταῖς μεταβολαῖς, ὥστε ἐξ ἀνάγκης καὶ ὁ ἀριθμός. οὔκουν ὅτι θῆλυς μὲν ὁ ἄρτιος ἅπας ἀριθμὸς, ἄῤῥην δʼ ὁ περιττὸς, αἱ κρίσεις τῶν ὀξέων ἐν περιτταῖς· οὔτε γὰρ ἁπλῶς ἰσχυρότερος ὁ περιττὸς τοῦ ἀρτίου οὔτʼ, εἴπερ ἰσχυρότερος, ἤδη θῆλυς ὁ ἀσθενέστερος, οὔτʼ, εἰ θῆλυς μὲν οὗτος, ἄρσην δʼ ὁ ἕτερος, εὔλογον ἐν μὲν τοῖς ἄῤῥεσιν ἀριθμοῖς τὰς ὀξείας κρίνεσθαι νόσους, ἐν δὲ ταῖς θήλεσι τὰς χρονίας. [5]
9 923
ἅπαντα γὰρ ὅσα ληροῦσιν ὑπὲρ ἀριθμῶν δυνάμεως οὕτως εὐφώρατον ἔχει τὴν ἀτοπίαν, ὥστε μοί γε πολλάκις θαυμάζειν ἐπῆλθεν, εἰ οὕτως ὁ Πυθαγόρας ἐκεῖνος ἅμα τε σοφὸς ἦν ἀνὴρ ἅμα τε τοσοῦτον ᾤετο δύνασθαι τοὺς ἀριθμούς. ἀλλʼ οὐ νῦν καιρὸς ἀντιφλυαρεῖν αὐτοῖς. ἱκανὸν γὰρ εἰς τὰ παρόντα τό τε τὴν σελήνην ἀλλοιοῦν τὰ περίγεια καὶ μάλιστα μὲν καθʼ ἑβδομάδα τὰς μεγάλας ἐργάζεσθαι μεταβολὰς, ἐφεξῆς δʼ αὐτῶν κατὰ τετράδα τὰς μικρὰς, ὅτι τε παροξυσμοῦ δεῖται τοὐπίπαν ἡ κρίσις, ὅτι τε διὰ τρίτης ἐν τοῖς ὀξέσιν οἱ παροξυσμοί. τούτων γὰρ ὑποκειμένων ἀναγκαῖον ἔσται τὰς ὀξείας νόσους ἐν περιτταῖς μᾶλλον ἡμέραις κρίνεσθαι. διὰ τοῦτο οὖν ἡ τρίτη τε καὶ ἡ εʹ κρίνουσιν εὐλόγως, οὐκ ἐκ τῆς σεληνιακῆς περιόδου λαβοῦσαι τὸ κρίνειν, ἀλλʼ ἤτοι τὴν μέλλουσαν ἐν τῇ δʹ κρίσιν ἀπαντήσεσθαι τῆς τρίτης προλαβούσης τῇ βίᾳ τοῦ παροξυσμοῦ, ἢ καὶ νὴ Δία τῆς φύσεως ὑπὸ καμάτου τε ἅμα καὶ τοῦ μὴ βιασθῆναι κατὰ μὲν τὴν δʹ ἡμέραν ἡσυχίαν ἀγούσης, κινηθείσης δʼ ἐπὶ τὴν κρίσιν ἐν τῇ εʹ. [5]
9 924
φαίνεται γὰρ αὕτη μὲν ὀλίγον ὑστερίζειν τῆς ὄντως κρισίμου, προλαμβάνειν δʼ ὀλίγον ἡ τρίτη καὶ τὸ κρίνειν ἐσχηκέναι, διότι πλησίον οὖσαι τῆς ὄντως κρισίμου τοὺς παροξυσμοὺς ἐδέξαντο. καὶ γὰρ οὖν καὶ ἡ θʹ τῶν ἡμερῶν ἐν τῷ μέσῳ τεταγμένη δύο κρισίμων, ἑβδόμης τε καὶ ιαʹ, ἤτοι τὴν οὐ γεγενημένην ἐπὶ τῆς ζʹ ἡμέρας κρίσιν ἢ τὴν ἐπὶ τῆς ιαʹ ἐσομένην αὐτὴ σφετερίζεται κρίσιν· σπανιώτερον μὲν τὴν τῆς ζʹ, πολλάκις δὲ τὴν τῆς ιαʹ. ἡ μὲν γὰρ ἰδία τῆς ἑβδόμης ἡμέρας κρίσις οὐκ ἂν εἰς τὴν θʹ ποτʼ ἀφίκοιτο μὴ πολλῶν ἁμαρτηθέντων, δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν, ἡ δὲ τῆς ιαʹ ἔμπαλιν, ὅταν ἀκριβῶς τε πάντα πραχθῇ καὶ βίαιος ὁ τῆς ἐννάτης ἡμέρας γένηται παροξυσμός. ἀπόδειξις δʼ ἐναργεστάτη τοῦ διὰ τὰς σφοδρότητας τῶν παροξυσμῶν τὰς τοιαύτας παρεμπίπτειν ἡμέρας τὸ μηκέθʼ ὁμοίως ἐπὶ προηκόντων γίνεσθαι τῶν νοσημάτων· ὡς γὰρ καὶ τὰ τῆς σφοδρότητος, οὕτω καὶ τὰ τοῦ πλήθους ἐκλύεται τῶν παρεμπιπτουσῶν ἡμερῶν. [5]
9 925
οὕτω δὲ δή τι βίαιον ἔχει σφοδρότης παροξυσμοῦ πρὸς κρίσιν, ὥστʼ ἐν ἁπάσαις σχεδόν τι ταῖς ἡμέραις ἔστιν ἰδεῖν κρινόμενα τὰ κατόξεα νοσήματα· τό τε γὰρ πέρας αὐτῶν ἡ ζʹ τῶν ἡμερῶν ἐστι, κρίνειν δή που πεφυκυῖα, καὶ πρὸ ταύτης οὐχ ἡ δʹ μόνον, ἀλλὰ καὶ ἡ γʹ καὶ ἡ εʹ καὶ ἡ στʹ, δέχονταί ποτε κρίσεις. ἐζήτηται δʼ, ὡς ἐλέγετο, καὶ περὶ τῆς αʹ εἰ κρίνει. λοιπὴ τοίνυν ἡ δευτέρα βεβαίως τοῦ κρίνειν ἐκπέπτωκεν. ἔστω δʼ, εἰ βούλει, καὶ ἡ αʹ, ἀλλὰ καὶ ἡ τρίτη γε καὶ δʹ καὶ εʹ καὶ στʹ καὶ ζʹ κρίνουσιν ἅπασαι. καὶ πᾶσαι αἱ μετὰ τὴν ἀρχὴν τοῦ νοσήματος ἐν τοῖς κατόξεσιν ἡμέραι κρίνουσαι φαίνονται διὰ τὴν σφοδρότητα τῶν παροξυσμῶν. καὶ γὰρ οὖν καὶ ἡ στʹ τῶν ἡμερῶν οὔτʼ ἐκ τῶν κατὰ περίοδον οὖσα κρισίμων οὔτʼ ἐν ἀριθμῷ περιττῷ, διὰ τοῦτο καὶ αὐτὴ δέχεται κρίσεις παμπόλλας, ὅτι τῆς ὑστάτης τῶν κατοξέων ἐντός ἐστιν. ἅπαντα δὲ τὰ τοιαῦτα δυοῖν θάτερον, ἢ σύνοχον ἔχει τὸν πυρετὸν, οὕτω δʼ ὀνομάζουσι τὸν ἀπὸ τῆς πρώτης συστάσεως ἄχρι τῆς κρίσεως ὁμότονον, ὡς εἴρηται, χωρὶς αἰσθητῆς παρακμῆς, ἣ εἰ καὶ σαφεῖς ἔχει τάς τε παρακμὰς καὶ τοὺς παροξυσμοὺς, οὐ διὰ τρίτης μόνον ἔχει σαφεῖς, ἀλλὰ κᾀν ταῖς μέσαις αὐτῶν, ὥσπερ καὶ ὁ ἡμιτριταῖος. [5]
9 926
ἡ μὲν οὖν πρώτη διαφορὰ τῶν κατοξέων οἷον εἷς τίς ἐστι παροξυσμὸς, ὥστʼ οὐδὲν ὅσον γε ἐπὶ τῷ παροξυσμῷ πλεονεκτήσουσιν αἱ περιτταὶ τῶν ἀρτίων, ὁμοίου γε τοῦ πυρετοῦ κατὰ πάσας τὰς ἡμέρας ὑπάρχοντος. ἡ δευτέρα δὲ κᾂν διὰ τρίτης ἔχῃ τοὺς μεγάλους παροξυσμοὺς καὶ τὰς οἷον ἀρχὰς τῶν περιόδων, ἀλλʼ ἥ γε μέση τηλικοῦτον καὶ αὐτὴ φέρει πολλάκις ἐν τοῖς κατόξεσι τὸν παροξυσμὸν, ὡς τῶν ἐν ἄλλοις τισὶ νοσήμασι μεγάλων παροξυσμῶν μηδὲν ἀποδεῖν. ὅταν οὖν ἐπείγηται μὲν ὡς ἐπὶ τὴν ἑβδόμην τὸ νόσημα καὶ κατὰ τὸν ἑαυτοῦ λόγον ἐν ταύτῃ κριθήσεσθαι μέλλῃ, τὸ δὲ μέγεθος τοῦ μέσου παροξυσμοῦ καταναγκάσῃ τὴν φύσιν ἐξορμῆσαι πρὸς τὴν κρίσιν, οὐ περιμείνασαν τὸν οἰκεῖον καιρὸν, ἢ καί τι προσγένηται τῶν ἔξωθεν ἐρεθιζόντων αὐτὴν, οὕτως ἡ κρίσις ἐν τῇ στʹ προεκρήγνυται. [15]
9 927
αὕτη μὲν οὖν τοσούτῳ χείρων ἐστὶ τῆς ἐσομένης ἐπὶ τῆς ζʹ ὅσῳ καὶ φθάνει. χειρίστη δὲ κρίσις ἡ ἑκταία καθʼ ἕτερον γίνεται τρόπον, ὃν ἐπὶ πλέον μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, ἐκείνης γάρ ἐστι πραγματείας οἰκεῖον ἀγαθὰς καὶ κακὰς διελέσθαι κρίσεις· ἐνταῦθα δὲ πρόκειται μόνον ὑπὲρ τῶν κρινουσῶν ἡμερῶν διελθεῖν. ἀλλʼ ἐπειδὴ κατέστην ἅπαξ τὰ περὶ τῆς στʹ ἡμέρας εἰπεῖν ἅπαντα, καὶ τοῦτʼ ἔτι προσθήσω διὰ κεφαλαίων. εἰσβάλλει τινὰ νοσήματα τὴν δευτέραν τῆς πρώτης ἔχοντα βαρυτέραν καὶ τὴν δʹ τῆς γʹ, καὶ ὅλους τοὺς παροξυσμοὺς ἐν ἀρτίοις, ὄντα μὲν, ὡς ἐν τοῖς περὶ κρίσεων ἀποδειχθήσεται, τῆς τῶν χρονίων φύσεως, φθάνοντα δʼ ὡς ὀξέα κρίνεσθαι διὰ σφοδρότητα· ταῦτα καὶ δευτεραίους μὲν ἀναιρεῖ καὶ τεταρταίους, ἑκταίους δὲ πλείστους. ἐπὶ μὲν γὰρ δὴ τῆς δευτέρας ἡμέρας ἰσχύει πως ἡ φύσις ἔτι, κατὰ δὲ τὴν δʹ ἰσχύει μὲν ἔτι κἀπὶ ταύτης μᾶλλον ἢ κατὰ τὴν στʹ, ἀλλʼ οὔπω διαγωνίζεσθαι τολμᾷ· κατὰ δὲ τὴν στʹ ἡ σφοδρότης τοῦ παροξυσμοῦ πολλάκις ἐκκαλεῖται μὲν αὐτὴν ἐπὶ τὸν ἀγῶνα. [15]
9 928
δυοῖν δὲ θάτερον, ἢ κατέπεσεν αὐτῇ καὶ κατεσβέσθη πρὶν ἐκκρῖναι τὰ λυποῦντα, ἢ τὸ μὲν πλεῖστον αὐτῶν ἐξέκρινε, τὸ λοιπὸν δʼ οὐκ ἔτι ἴσχυσεν, ἀλλʼ ὑπʼ ἀῤῥωστίας τε καὶ καμάτου τελέως καταπίπτει καὶ κεῖται πάρετος. εἶτʼ εἰ μὲν ἐν τῷ μετὰ ταῦτα χρόνῳ δυνηθείη πως ἑαυτὴν ἀνακτήσασθαι, κατὰ βραχὺ πέττει τὴν νόσον· εἰ δʼ εἴη τὰ λείψανα τῆς νόσου μείζω τοῦ κατʼ αὐτὴν τόνου, τοσοῦτον ἐπιβιοῖ χρόνον ὁ τοιοῦτος ἄνθρωπος ὅσον ἐξαρκεῖν ἡ φύσις ἔτι δύναται, τεθνήξεται δὲ μετὰ ταῦτα. περὶ μὲν δὴ τῶν παρεμπιπτουσῶν ἡμερῶν αὐτάρκως εἴρηται. Διὰ τί δʼ ἄμφω κρίνουσιν, ἥ τε εἰκοστὴ καὶ εἰκοστὴ πρώτη, πολὺ δὲ μᾶλλον ἡ εἰκοστή; πρῶτον μὲν ὅτι χρόνιον ἤδη τὸ τοιοῦτον νόσημα καὶ τοὺς παροξυσμοὺς αἱ ἀρτίαι λαμβάνουσιν, εἶθʼ ὅτι καὶ ἡ ἑβδομὰς οὐκ ἔστιν ὁλοκλήρων ἡμερῶν ἑπτὰ, καθότι καὶ πρόσθεν εἴρηται, καὶ τοῦτο ἠπίστατο καὶ Ἱπποκράτης. εἰπὼν γὰρ ἐν τῷ προγνωστικῷ· αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ προσθέσιος ἀφικνέονται· μετὰ ταῦτα ἐπήνεγκεν· οὐ δύναται δὲ ὅλῃσιν ἡμέρῃσιν οὐδὲν τούτων ἀτρεκέως ἀριθμέεσθαι. [15]
9 929
οὐδὲ γὰρ ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι. ὡς οὖν ὁ ἐνιαυτὸς μὲν ἐπὶ ταῖς τριακοσίαις ἑξήκοντα πέντε ἡμέραις ἐπικείμενον ἔχει μόριον ἡμέρας μεῖζον ἢ τέταρτον, ὅ τε μὴν ἥμισυ τῆς μιᾶς ἡμέρας ἀπολείπεται τοῦ τριακονθήμερος ὑπάρχειν, οὕτως καὶ ἡ ἑβδομὰς ἕκτῳ μάλιστα μέρει μιᾶς ἡμέρας ἀπολείπεται τὸ τέλεον ὑπάρχειν ἡμερῶν ἑπτά. συμβαίνει τοιγαροῦν οὐ μιᾶς καὶ εἴκοσιν ἡμερῶν γίνεσθαι τὰς τρεῖς ἑβδομάδας ὁλοκλήρων, ἀλλὰ ἀπολείπεσθαι σχεδὸν ὅλῳ τῷ ἡμίσει μέρει τῆς μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἐπαμφοτερίζειν τὸν ἀριθμὸν, οὐ μᾶλλόν τι τῶν εἴκοσιν ἐγγὺς ἢ τῶν ἑνὸς καὶ εἴκοσιν ὑπάρχοντα. τῆς γὰρ ὅλης σεληνιακῆς περιόδου ἑπτὰ καὶ εἴκοσι ἡμερῶν οὔσης καὶ προσέτι τρίτου μέρους μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἑκάστης ἑβδομάδος ἑπτὰ γινομένης ἡμερῶν ἀπολιπουσῶν ἕκτον, αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσι καὶ ἡμισείας ἔσονται. πλησίον οὖν ὑπάρχουσαν αὐτῇ τὴν ἀκριβῇ περίοδον ἡ εἰκοστὴ σφετερίζεται τῷ χρονίζειν ἤδη τὰ τοιαῦτα νοσήματα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις ἴσχειν. ὧν δʼ ἐν περιτταῖς οἱ παροξυσμοὶ, τούτων καὶ αἱ κρίσεις εἰς τὴν εἰκοστὴν πρώτην ἐμπίπτουσιν. [15]
9 930
ἐπεὶ δʼ οὐ μόνον ἡ περίοδος τῆς σελήνης, ἀλλὰ καὶ ὁ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἔχει τινὰ δύναμιν, ὡς ἐλέγομεν, αὕτη μὲν γὰρ ἡ κατὰ τὸν ζωδιακὸν περίοδος οἰκειοτάτη ἐστὶ ταῖς ἰδίαις ἀρχαῖς ἑκάστου τῶν πραγμάτων, ὁ δʼ αὖ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἀλλοιῶν τὸν περίγειον ἀέρα κοινῇ πᾶσιν ἡμῖν διαφέρει, ἐδείχθη δὲ καὶ οὗτος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ὡς ἔγγιστα δεόντως, διὰ τοῦτʼ εἰκότως ἡ ἑβδομὰς ἔτι μικροτέρα γενήσεται τῆς ἔμπροσθεν εἰρημένης. εἴτε γὰρ ἀπὸ τῶν τριάκοντα βουληθείης ἀφελεῖν τὰς τρεῖς ἐκείνας ἡμέρας τὰς περὶ σύνοδον, ἐν αἷς ἔτʼ ἄκριτον ἦν τὸ περιέχον, εἴτʼ ἀπὸ τῶν κθʹ καὶ ἡμισείας, ὁ λοιπὸς χρόνος, ἐν ᾧ σαφὲς ἔχει φῶς ἡ σελήνη, κατὰ μὲν τὸν πρότερον ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν γενήσεται, κατὰ δὲ τὸν δεύτερον εἴκοσι καὶ ἓξ καὶ ἡμισείας. ἐπεὶ τοίνυν ἀλλοιώσεις ἔφαμεν γίνεσθαι τοῖς σώμασιν ἡμῶν τὰς μὲν ἰδίας, τὰς δὲ κοινὰς, ἰδίας μὲν ὡς πρὸς τὰς ἰδίας ἀρχὰς, κοινὰς δὲ τῷ συναπολαύειν τοῦ περιέχοντος, εἰς ταὐτὸν δὲ συμβαίνειν ἑκατέρας τῆς σελήνης τὰς περιόδους καὶ βραχεῖ τινι λείπεσθαι τὰς κοινὰς τῶν ἰδίων, ἀφαιρεθήσεται δή τι καὶ κατὰ τοῦτο τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ. [15]
9 931
συνεπιμιγνυμένης γὰρ τῆς κοινῆς τῇ ἰδίᾳ καὶ οὔσης ὀλιγοχρονιωτέρας, ἀνάγκη καὶ κατὰ τοῦτο παραθραύεσθαί τι τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ καὶ οἷον ἐν μεθορίῳ γίγνεσθαί τινι τοῦ κοινοῦ καὶ τοῦ ἰδίου. καλῶ δʼ ἴδιον μὲν τὸν ἐκ τῆς ζωδιακῆς περιόδου γινόμενον, ἑκάστῳ γὰρ ἡμῶν αὐτὸς διαφέρει, κοινὸν δὲ τὸν ἐκ τῆς μηνιαίας, ὃν ὀλίγον ἔμπροσθεν ἔδειξα μηδʼ ὅλως ὑπάρχειν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν. ἐὰν γὰρ ἀπὸ μὲν τοῦ μηνιαίου χρόνου τοῦ ἀκριβοῦς, ὃς ἀπολείπεσθαι τῶν τριάκονθʼ ἡμερῶν ἡμίσει μάλιστα μιᾶς ἡμέρας ἐλέγετο τὰς τρεῖς ἀφέλῃς ἡμέρας τὰς περὶ σύνοδον, αἱ λοιπαὶ δηλονότι τῶν ἑπτὰ καὶ εἴκοσι ἡμερῶν ἔσονται μείους ἥμισυ τῆς μιᾶς ἡμέρας. ἀλλʼ οὗτος οὖν ὁ χρόνος ὁ διαιρούμενος εἰς τὰς ἑβδομάδας, οὐχ ὁ σύμπας μηνιαῖος. ὥσθʼ ὁ κοινὸς χρόνος τῆς ἑβδομάδος, ὁ τὸ περιέχον ἀλλοιῶν, ἐλάττων ἔσται τοῦ καθʼ ἕκαστον ἰδίου. δύνασθαι δὲ καὶ οὗτος ἐλέγετο καὶ διὰ τοῦτο παραθραύειν τι τοῦ χρόνου τῆς ἑτέρας ἑβδομάδος, ὥσθʼ ὁ μέσος ἀμφοῖν ὁ οἷον μικτὸς ἐξ αὐτῶν ἐπὶ πλέον ἀφαιρήσει τῆς ἑβδομάδος ἕκτου μέρους. [15]
9 932
τὸ μὲν οὖν ἀκριβὲς ἢ τῆς μίξεως ἢ τῆς ἀφαιρέσεως ὁ θεὸς οἶδεν· ὅσον δὲ ἀνθρωπίνῳ στοχασμῷ συμβάλλειν ἐγχωρεῖ, πιθανώτερόν ἐστι μέσον ἀμφοῖν ποιῆσαι τῶν περιόδων τὸν ἐξ ἀμφοῖν κοινόν. ἐπεὶ τοίνυν ὁ μὲν τῆς φάσεώς ἐστι τῆς ἐναργοῦς καὶ δραστηρίου χρόνος εἴκοσιν ἓξ ἡμερῶν καὶ ἡμισείας, ὁ δὲ τῆς ζωδιακῆς περιόδου εἰκοστὸν καὶ ἕβδομον καὶ τρίτον, δῆλον ὡς ὁ μέσος αὐτῶν κʹ καὶ στʹ ἡμερῶν ἔσται καὶ προσέτι μάλιστα μορίου μιᾶς ἡμέρας ἡμίσεος τρίτον καὶ ιβʹ. συνθεὶς γὰρ ἀμφοτέρους τοὺς χρόνους, εἰ τὸ ἥμισυ λάβοις, εὑρήσεις τὸ μέσον. ἀλλʼ οὗτος ὁ χρόνος ὁ μέσος ἀπολείπεται τῶν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν δωδεκάτῳ μάλιστα μέρει μιᾶς ἡμέρας. εἰ μέντοι τέμοις αὐτὸν εἰς τέτταρα, τὸν ἀκριβῆ χρόνον εὑρήσεις τῆς ἑβδομάδος οὐχ ἕκτῳ μόνον μιᾶς ἡμέρας ἀπολειπόμενον, ἀλλʼ ἔτι πλέον. λαμβανέσθω γὰρ τῶν κστʹ καὶ ἡμίσεος τρίτον, ιβʹ τὸ τέταρτον μέρος, ἔσται δὲ χρόνος ἡμερῶν στʹ ἡμίσεος πέμπτον καὶ προσέτι μορίων ἄλλων ἐπικειμένων μικροτέρων, ἅπερ ἐστὶν ἑξήκοντα πρῶτα καὶ ἑκατοστὰ εἰκοστά· τὰ δεύτερα διακόσια δὴ καὶ τεσσαράκοντα. [15]
9 933
ὁ δʼ αὐτὸς χρόνος καὶ οὗτος ἂν λέγοιτο ἡμερῶν ἓξ καὶ ἡμίσεος καὶ ἕκτου καὶ εἰκοστοῦ τετάρτου καὶ τεσσαρακοστοῦ ὀγδόου. ὁ δὲ τηλικοῦτος χρόνος ἀπολείπεται τοῦ τῶν ἑπτὰ ἡμερῶν τετάρτῳ μέρει μιᾶς ἡμέρας καὶ ἔτι πρὸς τὸν ἀκριβῆ λόγον ἑξήκοντά τε καὶ ἑκατοστὰ εἰκοστὰ καὶ σμʹ, καὶ τούτων οὕτως ἐχόντων αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσιν ἔσονται καὶ προσέτι μορίου τινὸς ἡμέρας αʹ ἕκτου, ὥστε καὶ κατὰ τοῦτον τὸν τρόπον ἀκριβολογουμένοις ὀλίγον ὑπερβάλλει τῆς εἰκοστῆς ἡμέρας ὁ τῶν τριῶν ἑβδομάδων ἀριθμὸς, καὶ ταύτης ἔσται πολὺ μᾶλλον ἢ τῆς εἰκοστῆς πρώτης οἰκεῖος. ἐμοὶ μὲν δέδεικται κατά τε τὸ ἀληθὲς αὐτὸ καὶ κατὰ τὴν Ἱπποκράτους γνώμην ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι δύναται, τουτέστιν ἀπηκριβωμένως τε καὶ ἀπηρτυσμένως, οὔθʼ ἡ ἑβδομὰς οὔθʼ ἡ τετρὰς οὔθʼ ὁ μὴν οὔθʼ ὁ ἐνιαυτὸς, οὔτʼ ἄλλο τῶν ἁπάντων οὐδέν. Ὅστις δὲ τῇ τῶν λόγων ἀκριβείᾳ δυσχεραίνει, τοῦτον οὐδεὶς ἀναγκάζει μανθάνειν αὐτοὺς, ἀλλʼ ἀρκεῖ τὸ πρῶτον αὐτῷ τῆσδε τῆς πραγματείας ὑπόμνημα. [15]
9 934
εἰ δὲ μὴ πάνυ τις ἀργὸς εἴη, προστιθέτω μὲν καὶ τὸ δεύτερον, ἀπεχέσθω δὲ τοῦ τρίτου. ἡμεῖς γὰρ ταῦτα καὶ αὐτοὶ γινώσκομεν, ὀλίγοις παντελῶς γεγραφότες, οὐδὲ τούτοις γε ἑκόντες. ἀλλʼ ἴσασι γὰρ θεοὶ καὶ καλείσθωσαν μάρτυρες, ὅτι πολλὰ βιασθέντες ὑπό τινων ἑταίρων ἠναγκάσθημεν αὐτοῖς γράψαι ταῦτα. Μωροί τʼ ἂν εἴημεν, εἰ δημόσιον ἄκουσμα νομίζοιμεν εἶναι λόγον τοιοῦτον. ὅτι γὰρ τοῖς πολλοῖς ἀκούειν ἥδιον ἀμήτορα μὲν τὴν μονάδα, τολμᾷν δὲ τὴν δυάδα καὶ καθʼ ἕτερον τρόπον ἰδέαν μὲν τὴν μονάδα, τὴν δυάδα δὲ ὕλην ἄπειρον, εἶθʼ ἑξῆς τὴν τριάδα πεπερασμένην ἁρμονίαν, ἢ τέλειον ἀριθμὸν καὶ αʹ, ἢ στερεὸν, ἢ ἐπίπεδον. ὅ τι γὰρ ἂν αὐτοῖς δόξῃ λέγουσιν ἄλλοι ἄλλο, καὶ Ἀθηνᾶν γε τινὰ καλοῦσιν ἀριθμὸν, ἕτερον δʼ Ἄρτεμιν, Ἀπόλλωνα δʼ ἄλλον. ὥσπερ οὖν οὐκ ἀγνοοῦμεν, οὕτως οὐδὲ λέγειν ὑπομένομεν, οὐδεμίαν ἐπιστημονικὴν ἀπόδειξιν ἐπάγειν τοῖς λόγοις αὐτῶν δυνάμενοι. [15]
9 935
καὶ τοῖς γε φίλοις ἐδείξαμεν ἔργῳ πολλάκις ὡς ταῖς τοιαύταις τις χρώμενος ψυχρολογίαις, εἴτʼ ἐπαινεῖν ὁντιναοῦν ἀριθμὸν, εἴτε καὶ ψέγειν βούλοιτο, πρόχειρον αὐτῷ. κινδυνεύουσι γὰρ εἰς τοσοῦτον ἥκειν ἠλιθιότητος οἱ τὰ τοιαῦτα ληροῦντες ὡς ἐπειδὰν ἢ περὶ τῆς ἑβδομάδος, ἢ περί τινος ἄλλου λέγωσιν, οὐκ ἀρκεῖσθαι μόνοις τοῖς τοιούτοις ψυχρεύμασιν, ὥστε Πλειάδες ἑπτὰ καὶ τῶν ἄρκτων ἑπτάστερος ἑκατέρα, καὶ γὰρ καὶ ὀνομάζουσιν οὕτως, ἀλλὰ καὶ τῶν ἑπταπύλων Θηβῶν μνημονεύουσι καὶ δηλονότι τῶν ἐπὶ Θήβαις ἑπτά. καίτοι τί πρὸς ἔπος, εἰ Πλειάδες ἑπτὰ, Δίωνα πλευριτικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν ἐνναταῖος, ἄλλοτε δὲ δεκαταῖος ἐκρίθη. τί δʼ ὅμοιον, εἰ ἑπτὰ Νείλου στόματα, Θέωνα περιπνευμονικὸν γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν τεταρταῖος, ἄλλοτε δὲ πεμπταῖος ἐκρίθη. ἀλλʼ ὥσπερ κᾀν τοῖς ἄλλοις ἅπασι διττὴ τῶν φαύλων ἁπάντων ἐστὶν ἡ φύσις, ὑπερβολή τε καὶ ἔλλειψις, οὕτω κᾀνταῦθα. [15]
9 936
τινὲς μὲν ὅλως μισοῦσι καὶ τοὺς τἀληθῆ λέγειν ὑπὲρ ἑβδομάδος ἐπιχειροῦντας, ἐσχάτως ὄντες μισολόγοι τινὲς δὲ εἰς τοσαύτην ἐμπίπτουσι φλυαρίαν, ὡς καὶ τῶν μηδὲν προσηκόντων μνημονεύειν. ἑκατέρα, φασὶ, τῶν ἄρκτων ἀστέρων ἐστὶν ἑπτά. πρῶτον οὐκ ἀληθὲς, ἀλλὰ καὶ τοῦτʼ ἐσχάτην αὐτῶν ἀμαθίαν κατηγορεῖ. κείσθω γοῦν ἀληθές. ἀλλʼ οὔθʼ ὁ Βοώτης οὔθʼ ὁ διʼ αὐτῶν τῶν ἄρκτων δράκων ἀστέρων ἐστὶν ἑπτά. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθʼ ὁ στεφανὸς οὔθʼ ὁ ἐγγόνασις οὔθʼ ὁ ὀφιοῦχος οὔτε καρκίνος, ἢ λέγω, οὔθʼ ὅλως οὐδὲν τῶν ιβʹ ζωδίων, ἐν οἷς οἱ πλανῆται φέρονται. καίτοι ὅτι τὰ τῇδε κοσμοῦσιν οἵδε καὶ διατάττουσιν, οὐ τοῖς ἀστρονόμοις μόνον, ἀλλὰ καὶ τοῖς ἀρίστοις ἅπασιν ὡμολόγηται φιλοσόφοις. οὔτʼ οὖν τοὺς φλυαροῦντας ἀποδέχεσθαι χρὴ, καὶ τοὺς ἀποδιδράσκοντας ἀεὶ τοιαύτην θεωρίαν μὴ προσαναγκάζειν. Ἐμοὶ δʼ οὖν αὐτὸ τὸ ἀληθὲς εἰς ὅσον ἀνθρώπῳ δυνατὸν εὑρῆσθαι νομίζω, γιγνωσκόμενον μέν που καὶ πρόσθεν Ἱπποκράτει, καθότι διὰ τῆς προγεγραμμένης ῥήσεως ἐνεδείξατο, ῥαθυμίᾳ δὲ τῇ τῶν πολλῶν σιωπηθέν. [15]
9 937
ἐγὼ δʼ οὔτʼ ἄλλο τι παρʼ Ἱπποκράτους μάτην εὑρίσκω γεγραμμένον, οὔθʼ ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι δύναται, καὶ λαβὼν ἀρχὴν ὁμολογουμένην οὐκ ἀστρονόμοις μόνον, ἢ φυσικοῖς φιλοσόφοις, ἀλλὰ καὶ γεωργοῖς καὶ ναύταις καὶ πᾶσιν ἀνθρώποις, ὡς ἡ σελήνη τὸν περίγειον ἐπιτροπεύει τόπον, οἷον ὕπαρχός τις οὖσα μεγάλου βασιλέως τοῦ ἡλίου, ταῖς ταύτης περιόδοις ἐπέδειξα τὰς κρινούσας ἡμέρας ἑπομένας· ἐπέδειξα δὲ καὶ τῶν παρεμπιπτουσῶν ἡμερῶν τὰς αἰτίας καὶ διὰ τί τὰς τρεῖς ἑβδομάδας οὐκ εἰς τὴν καʹ, ἀλλʼ εἰς τὴν κʹ μᾶλλον ὁ Ἱπποκράτης ἀξιοῖ περιάγεσθαι. τούτων δʼ ἀποδεδειγμένων οὐδὲν ἔτι χαλεπὸν εὑρεῖν οὐδὲ διὰ τί τὴν μὲν πρώτην ἑβδομάδα τῆς δευτέρας διαζεύγνυσι, συνάπτει δὲ ταύτην τῇ τρίτῃ, οὔτε γὰρ τὴν δευτέραν τῇ πρώτῃ συνάπτειν εὔλογον ἦν, εἰς τὴν ιδʹ ἀφικνουμένης τῆς κρίσεως, οὔτε τὴν τρίτην τῇ δευτέρᾳ διαζευγνύναι τῆς κʹ μᾶλλον ἢ τῆς καʹ ἐκδεχομένης τὰς κρίσεις. [15]
9 938
ἐπεὶ δὲ τῶν ἑβδομάδων αὐτῶν αἱ δύο μόναι πρῶται διαζεύγνυνται, συνάπτεται δʼ ἡ τρίτη, δῆλον ὡς καὶ τῶν τετράδων ἔνιαι μὲν ἐξ ἀνάγκης συναφθήσονται, διαζευχθήσονται δʼ ἕτεραι. ἡ μὲν οὖν δευτέρα τετρὰς καὶ ἡ πρώτη συναφθήσονται, διότι μιᾶς ἑβδομάδος τῆς πρώτης διχῇ τμηθείσης ἑκατέρα μόριον ἐστιν. ἡ δὲ τρίτη τῆς δευτέρας διαζευχθήσεται, διότι καὶ ἡ ἑβδομὰς ἡ δευτέρα τῆς πρώτης διεζεύγνυτο. συναφθήσεται δὲ ἡ τρίτη τῇ τετάρτῃ, διότι τῆς δευτέρας ἑβδομάδος ἑκατέρα μόριόν ἐστιν. αὕτη δʼ οὖν πάλιν ἡ τετάρτη τῇ εʹ συναφθήσεται διὰ τὴν τρίτην ἑβδομάδα συναφθεῖσαν τῇ δευτέρᾳ. συναφθήσεται δὲ καὶ ἡ στʹ τετρὰς τῇ εʹ κατὰ τὴν ιζʹ ἡμέραν, ὡς ἂν τῆς τρίτης ἑβδομάδος ἑκατέρα μέρος ὑπάρχουσα. Εἰς μὲν οὖν τὸ καλῶς διαιτῆσαι χρησιμώτατόν ἐστι προγνῶναι τὸν χρόνον τῆς κρίσεως. εἴτε δʼ ὀξὺ χρὴ καλεῖν, εἴτε χρόνιον, εἴτʼ ἄλλως πως ὀνομάζειν τόδε τὸ νόσημα, τὸ κατὰ τὴν κʹ ἡμέραν, εἰ οὕτως ἔτυχε, κριθησόμενον, οὐδὲν ὠφελεῖ τὸν κάμνοντα. [15]
9 939
δύναται γάρ τις, μηδὲν φθεγξάμενος, ἀλλὰ μηδὲ νοήσας ὅλως ὅ τι ποτὲ χρὴ καλεῖν αὐτὸ, καλῶς διαιτῆσαι τὸν νοσοῦντα, μηδέν γε τῶν ἄλλων παραλιπὼν ἃ πρὸς τοῦτο διαφέρει. τὸ μὲν ἀληθὲς ἅμα καὶ χρήσιμον εἴρηταί μοι, τὸ δὲ τοῦ σοφιστικοῦ λήρου περαινέσθω, μετὰ ταῦτα δεικνύντων ἡμῶν κᾀνταῦθα, πόσον ἀγνοοῦσι τοῦ προσήκοντος οἱ πλεῖστοι τῶν ἰατρῶν, οἴονται γὰρ ὀξὺ μὲν καλεῖσθαι νόσημα τὸ ταχέως κρινόμενον, ἐναντίον δʼ ὑπάρχειν αὐτοῦ τὸ χρόνιον. ἔχει δʼ οὐχ οὕτω τἀληθὲς, ἀλλʼ ἔστι γάρ τι νόσημα βραχυχρόνιον μὲν, οὐ πάντως δʼ ὀξύ. καὶ τούτῳ μὲν ἐναντίον ἐστὶ τὸ χρόνιον, ἢ πολυχρόνιον, ἢ ὅπως ἄν τις ἑτέρως ἐθέλῃ καλεῖν αὐτό. τῷ δʼ ὀξεῖ φύσις ἑτέρα νοσήματος ἀντίκειται, οὐδὲν ἴδιον ὄνομα κεκτημένη. καὶ τοῦτʼ εἰκότως ἐγένετο· τοῦ γὰρ ὀξέως νοσήματος, ὡς ὁ μὲν Ἀρχιγένης ὑπεγράφετο, τοῦ διὰ συντόμως κινδυνώδους· ὡς δʼ Ἱπποκράτης ἔλεγε, τοῦ μετὰ πυρετοῦ συνεχοῦς γιγνομένου, συμβεβηκὸς ἐξ ἀνάγκης ἔσται τὸ ταχέως κρίνεσθαι. [15]
9 940
κατὰ μὲν γὰρ τὸ τῆς κινήσεως εἶδος ὀξὺ προσηγόρευται, παύσασθαι δʼ ἀναγκαῖον αὐτὸ διὰ ταχέων, ὡς ἂν ἐπειγομένῳ πρὸς τὴν οἰκείαν τελευτήν. αὐτὸ γὰρ τοῦτʼ ἔστι τὸ ταχέως κινεῖσθαι, τὸ συῤῥεῖν ἐπὶ τὸ πέρας. ἔσται δὴ πάντως βραχυχρόνιον μὲν κατʼ ἄλλο μέν τι καὶ ἄλλο τῶν ἐν αὐτῷ, τό τʼ ὀξὺ καὶ τὸ βραχυχρόνιον εἰρήσεται. διὰ μὲν γὰρ τὸ τῆς κινήσεως ἠπειγμένον ὀξὺ, διότι δʼ οὐχ οἷόν τε χρονίζειν αὐτῷ ταχέως κινουμένῳ, βραχυχρόνιον ὀνομασθήσεται. φύσις δʼ ἄλλη νοσήματος αὐτῷ παράκειται βραχυχρονίου. πολλοὶ γὰρ τῶν ἐφημέρων πυρετῶν διά τινα ψύξιν, ἢ ἔγκαυσιν ἐπιπόλαιον, ἢ κάματον βραχὺν, ἢ ἀγρυπνίαν, ἢ λύπην, ἢ μέθην, ἢ θυμὸν, ἤ τι τοιοῦτον, ἐγένοντο μικροί τε ἅμα καὶ βραχεῖς καὶ τελέως ἀκίνδυνοι, καὶ τούτους οὐδεὶς οὔτε ἰδιώτης οὔτε ἰατρὸς ὀξὺ νόσημα καλεῖν εἴθισται. τὸ μὲν οὖν ὀξὺ τοῦ βραχυχρονίου σαφῶς ἐν αὐτοῖς τούτοις διακέκριται, τὸ δὲ βραδὺ τῷ πολυχρονίῳ συνεχύθη, καίτοί γʼ οὐ τὴν αὐτὴν ἔχον ἔννοιαν, εἴ γε τὸ μὲν ὀξὺ τῷ βραδεῖ, τὸ δʼ ὀλιγοχρόνιον τῷ πολυχρονίῳ κατʼ ἀντίθεσιν εἴρηται. [15]
9 941
πᾶν μὲν οὖν ὀξὺ πάντως ὀλιγοχρόνιον, καὶ πᾶν χρόνιον ἐξ ἀνάγκης βραχὺ, οὐ μὴν οὔτʼ εἰ βραχυχρόνιον, ὀξὺ πάντως, οὐδʼ εἰ βραδὺ, πολυχρόνιον. ἐξ οὖν τῆς τοιαύτης ὑπαλλάξεως, οὐ πάνυ τε σαφοῦς ὑπαρχούσης τοῖς πλείστοις τῶν ἰατρῶν, οὐ μόνον αἱ προσηγορίαι συνεχύθησαν, ἀλλὰ καὶ τῶν πραγμάτων αὐτῶν αἱ διαγνώσεις. [5]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top