p t
Ἱεροκλέους φιλοσόφου ὑπόμνημα εἰς αὐτά Ἡ φιλοσοφία ἐστὶ ζωῆς ἀνθρωπίνης κάθαρσις καὶ τελειότης, κάθαρσις μὲν ἀπὸ τῆς ὑλικῆς ἀλογίας καὶ τοῦ θνητοειδοῦς σώματος, τελειότης δέ, τῆς οἰκείας εὐζωΐας ἀνάληψις, πρὸς τὴν θείαν ὁμοίωσιν ἐπανάγουσα.
p 1
ταῦτα δὲ πέφυκεν ἀρετὴ καὶ ἀλήθεια μάλιστα ἀπεργάζεσθαι, ἡ μὲν τὴν ἀμετρίαν τῶν παθῶν ἐξορίζουσα, ἡ δὲ τὸ θεῖον εἶδος τοῖς εὐφυῶς ἔχουσι προσκτωμένη. [5]
p 2
δεῖ οὖ πρὸς ταύτην τὴν ἐπιστήμην τὴν μέλλουσαν ἡμᾶς καθαροὺς καὶ τελείους ποιεῖν κανόνας τινὰς ἔχειν ἐν βραχεῖ διωρισμένους οἷον ἀφορισμούς τινας τεχνικούς, ὅπως ἂν ἐν τάξει καὶ εὐμεθόδως πρὸς τὸ τῆς εὐζωΐας τέλος ἀφικοίμεθα. τῶν δὲ τοιούτων κανόνων τῶν πρὸς τὴν ὅλην φιλοσοφίαν συντεινόντων τὰ Πυθαγορικὰ ἔπη τὰ οὕτως ἐπικαλούμενα χρυσᾶ ἐν πρώτοις ἂν θείημεν εὐλόγως. περιέχει γὰρ πάσης φιλοσοφίας πρακτικῆς τε καὶ θεωρητικῆς τὰ καθόλου δόγματα, διʼ ὧν ἄν τις ἀλήθειαν καὶ ἀρετὴν κτήσαιτο καὶ ἑαυτὸν καθαρὸν ἀπολάβοι καὶ τὴν πρὸς θεὸν ὁμοίωσιν εὐτυχήσειε καὶ, ὥς φησιν ὁ Πλάτωνος Τίμαιος, τῶν Πυθαγορείων δογμάτων ὁ ἀκριβὴς διδάσκαλος, ὑγιής τε καὶ ὁλόκληρος γενόμενος εἰς τὸ τῆς προτέρας ἀφίκοιτο εἶδος ἕξεως. [10]
p 3
καὶ πρῶτά γε τὰ τῆς πρακτικῆς ἀρετῆς παρατίθεται παραγγέλματα. πρῶτον γὰρ δεῖ τάξαι τὴν ἐν ἡμῖν ἀλογίαν τε καὶ ῥᾳθυμίαν, ἔπειτα οὕτως ἐπιβαλεῖν τῇ τῶν θειοτέρων γνώσει. ὥσπερ γὰρ ὀφθαλμῷ λημῶντι καὶ οὐ κεκαθαρμένῳ τὰ σφόδρα φωτεινὰ ἰδεῖν οὐχ οἷόν τε, οὕτω καὶ ψυχῇ μὴ ἀρετὴν κεκτημένῃ τὸ τῆς ἀληθείας ἐνοπτρίσασθαι κάλλος ἀμήχανον· μὴ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. ἔστι δὲ ἡ μὲν πρακτικὴ φιλοσοφία ἀρετῆς ποιητική, ἡ δὲ θεωρητικὴ ἀληθείας, ὡς καὶ ἐν αὐτοῖς τοῖς ἔπεσι τὴν μὲν πρακτικὴν φιλοσοφίαν ἀνθρωπίνην ἀρετὴν εὑρίσκομεν λεγομένην, τὴν δὲ θεωρητικὴν θείαν ἀρετὴν ὑμνουμένην, ἐν οἷς συμπεράνας ὁ λόγος τὰ τῆς πολιτικῆς ἀγωγῆς παραγγέλματα, ταῦτα πόνει, φησί, ταῦτʼ ἐκμελέτα. τούτων χρὴ ἐρᾶν σε. ταῦτά σε τῆς θείης ἀρετῆς εἰς ἴχνια θήσει. πρῶτον οὖν ἄνθρωπον δεῖ γενέσθαι καὶ τότε θεόν. [15]
p 4
ἄνθρωπον δὲ ποιοῦσιν ἀγαθὸν αἱ πολιτικαὶ ἀρεταί, θεοποιοῦσι δὲ αἱ πρὸς τὴν θείαν ἀρετὴν ἀνάγουσαι ἐπιστῆμαι. τὰ δὲ μικρὰ πρὸ τῶν μεγάλων ἐστὶν ἐν τάξει τοῖς ἀνιοῦσιν. διὸ καὶ ἐν ταῖς Πυθαγορικαῖς ὑποθήκαις τὰ τῶν ἀρετῶν παραγγέλματα πρῶτα παραδίδωσιν ἐν τοῖς ἔπεσιν ὁ λόγος παιδαγωγῶν ἡμᾶς ἀπὸ τῆς περὶ τὸν βίον ἀρίστης χρήσεως πρὸς τὴν θείαν ὁμοίωσιν ἀνιέναι. καὶ οὗτος μὲν ὁ σκοπὸς τῶν ἐπῶν καὶ ἡ τάξις, χαρακτῆρα φιλόσοφον πρὸ τῶν ἄλλων ἀναγνωσμάτων ἐνθεῖναι τοῖς ἀκροαταῖς. χρυσᾶ δὲ τὴν ἐπωνυμίαν ἔσχε διὰ τό, ὡς ἐν ἔπεσιν, ἄριστα εἶναι καὶ θεῖα. οὕτω γὰρ καὶ χρυσοῦν γένος λέγομεν τὸ ἐν τοῖς ἀνθρωπίνοις γένεσιν ἄριστον ἀπὸ τῆς τῶν ὑλῶν ἀναλογίας τὴν διαφορὰν τῶν ἠθῶν λαμβάνοντες. ἔστι δὲ καὶ ὁ χρυσὸς ἀκίβδηλόν τι καὶ γῆς οὐκ ἀναπεπλησμένον ὥσπερ τὰ συγγενῆ καὶ ἐφεξῆς ὄντα τούτῳ, οἷον ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος, πρὸς ἃ καὶ τὸ ὑπερέχον φύσει κέκτηται ὁ χρυσός, μόνος τῶν ἄλλων ἰὸν οὐ ποιῶν, ἐκείνων ἑκάστου καθʼ ὅσον γῆς μετέχει, κατὰ τοσοῦτον καὶ εἰς ἰὸν μεταβάλλοντος. τοῦ οὖν γεώδους ἰοῦ κατὰ τὴν ἔνυλον κακίαν λαμβανομένου τὸ ἅγιον καὶ καθαρὸν γένος καὶ τὸ πάντῃ καθαρεῦον πονηρίας ἦθος εἰκότως χρυσοῦν ἐλέχθη. οὕτω δὴ καὶ ταῦτα τὰ ἔπη, ὅλα διʼ ὅλων ὄντα καλά, χρυσᾶ καὶ θεῖα τὴν ἐπίκλησιν ἀναγέγραπται. οὐ γάρ ἐστι τὸ μὲν αὐτῶν καλόν, τὸ δὲ οὐ καλόν, ὥσπερ ἔνια τῶν ἄλλων, ἀλλὰ πάντα ὁμοίως τὸ καθαρὸν ἦθος ἐμφαίνει καὶ πρὸς τὴν θείαν ὁμοίωσιν ἀνάγει καὶ τῆς Πυθαγορικῆς φιλοσοφίας τὸν τελειότατον σκοπὸν ἐκκαλύπτει, ὡς ἐν τῇ καθʼ ἕκαστον ἐξηγήσει σαφὲς γενήσεται. [5]
p 6
καὶ πρῶτόν γε ἀπὸ τῶν πρώτων ἀρξώμεθα. Ἀθανάτους μὲν πρῶτα θεούς, νόμῳ ὡς διάκεινται, τίμα· Ἐπειδὴ πασῶν τῶν ἀρετῶν ἡγεμών ἐστιν ἡ εὐσέβεια πρὸς τὴν θείαν αἰτίαν τὴν ἀναφορὰν ἔχουσα, εἰκότως καὶ τῶν ἐν τοῖς ἔπεσι νόμων τὸ περὶ ταύτης ἡγεῖται παράγγελμα, ὡς δέοι τοὺς ἐγκοσμίους θεοὺς κατὰ τὴν ἐνυπάρχουσαν αὐτοῖς τάξιν τιμᾶν, ἣν ὁ δημιουργικὸς νόμος ἅμα τῇ οὐσίᾳ αὐτῶν συμπροήγαγε τάξας αὐτῶν τοὺς μὲν ἐπὶ τῆς πρώτης σφαίρας, τοὺς δὲ ἐπὶ τῆς δευτέρας καὶ ἐπὶ τῆς τρίτης ἄλλους καὶ οὕτως ἐφεξῆς μέχρι τῆς πάσης τῶν οὐρανίων κύκλων συμπληρώσεως. [5]
1 2
τὸ γάρ, ᾗ ἐτάχθησαν ὑπὸ τοῦ ποιητοῦ αὐτῶν καὶ πατρός, ταύτῃ αὐτοὺς ἐγνωκέναι τε καὶ τιμᾶν τῷ θείῳ νόμῳ κατακολουθούντων ἐστὶ καὶ τὴν ὄντως τιμὴν αὐτοῖς ἀποδιδόντων καὶ τὸ μήτε ὑπεραίρειν τὴν ἀξίαν μήτε ἀπολείπεσθαι ταύτης ἐν ταῖς περὶ αὐτῶν ἐννοίαις, ἀλλὰ τοῦτο αὐτοὺς εἶναι τίθεσθαι, ὃ γεγόνασι, καὶ ταύτην ἔχειν τὴν τάξιν, ἣν εἰλήχασιν, ἐπὶ τὸν δημιουργὸν αὐτῶν θεὸν ἀναφέρει τὸ σέβας, ὃν καὶ θεὸν θεῶν κυρίως ἂν εἴποι τις καὶ θεῶν ὕπατον καὶ ἄριστον. [5]
1 3
τὴν δὲ ὄντως ἀξίαν τοῦ κοσμοποιοῦ καὶ ἀριστοτέχνου θεοῦ μόνως ἂν ἐξεύροιμεν, εἰ καὶ θεῶν αἴτιον αὐτὸν καὶ ἀτρέπτων λογικῶν οὐσιῶν ποιητὴν θησόμεθα. τούτους γὰρ νῦν ἀθανάτους θεοὺς ὠνόμασεν ὁ λόγος τοὺς ἀεὶ καὶ ὡσαύτως νοοῦντας τὸν δημιουργὸν θεὸν καὶ ἀεὶ πρὸς τὸ ἐκείνου ἀγαθὸν συντεταγμένους καὶ ἀπʼ ἐκείνου τὸ εἶναι καὶ τὸ εὖ εἶναι ἀμερίστως τε καὶ ἀτρέπτως λαμβάνοντας, ὡς τῆς δημιουργικῆς αἰτίας εἰκόνας αὐτοὺς ὄντας ἀπαθεῖς καὶ ἀκακύντους. [5]
1 4
πρέπει γὰρ τῷ θεῷ καὶ τοιαύτας ὑποστῆσαι ἑαυτοῦ εἰκόνας καὶ μὴ πάσας τρεπτὰς καὶ ἐμπαθεῖς τῇ εἰς κακίαν ὑποφορᾷ, οἶαί εἰσιν αἱ ἀνθρώπιναι ψυχαί, τῶν λογικῶν φύσεων τὸ ἔσχατον οὖσαι γένος, ὥσπερ αὖ ἀκρότατον ἦν νῦν τὸ τῶν ἀθανάτων θεῶν λεγόμενον γένος. καὶ μήποτε πρὸς ἀντιδιαστολὴν τῶν ἀνθρωπίνων ψυχῶν ἀθάνατοι θεοὶ οὗτοι ἐκλήθησαν ὡς μὴ ἀποθνήσκοντες τὴν θείαν εὐζωΐαν μηδὲ ἐν λήθῃ ποτὲ γιγνόμενοι μήτε τῆς ἑαυτῶν οὐσίας μήτε τῆς τοῦ πατρὸς ἀγαθότητος. [5]
1 5
τούτοις δὲ ἡ ἀνθρωπίνη ψυχὴ τοῖς πάθεσιν ὑπόκειται, ποτὲ μὲν νοοῦσα τὸν θεὸν καὶ τὴν ἑαυτῆς ἀξίαν ἀπολαμβάνουσα, ποτὲ δὲ τούτων ἀποπίπτουσα. διὸ καὶ εἰκότως θνητοὶ θεοὶ λέγοιντο ἂν αἱ ἀνθρώπιναι ψυχαὶ ὡς ἀποθνῄσκουσαί ποτε τὴν θείαν εὐζωΐαν τῇ ἀπὸ θεοῦ φυγῇ καὶ ἀναβιωσκόμεναι αὐτὴν πάλιν τῇ πρὸς θεὸν ἐπιστροφῇ καὶ οὕτω μὲν ζῶσαι τὸν θεῖον βίον, ἐκείνως δὲ ἀποθνῄσκουσαι, ὡς οἷόν τε ἀθανάτῳ οὐσίᾳ θανάτου μοίρας μεταλαχεῖν, οὐ τῇ εἰς τὸ μὴ εἶναι ἐκβάσει, ἀλλὰ τῇ τοῦ εὖ εἶναι ἀποπτώσει. [5]
1 6
θάνατος γὰρ λογικῆς οὐσίας ἀθεΐα καὶ ἄνοια, οἷς ἕπεται καὶ ἡ περὶ τὸν βίον ἄμετρος τῶν παθῶν ἐπανάστασις. ἐν γὰρ τῇ ἀγνοίᾳ τῶν κρειττόνων ἀνάγκη δουλεύειν τοῖς χείροσιν, ὧν ἐλευθεριάσαι ἄλλως οὐχ οἷόν τε ἢ τῇ διʼ ἀναμνήσεως εἰς νοῦν καὶ θεὸν ἐπιστροφῇ. μεταξὺ δὲ τῶν οὕτω λεγομένων ἀθανάτων θεῶν καὶ τῶν θνητῶν, ὡς εἴπομεν, θεῶν ἀνάγκη γένος τι εἶναι τιμιώτερον μὲν ἀνθρώπου, καταδεέστερον δὲ θεοῦ, τῇ διʼ ἑαυτοῦ μεσότητι τὰ ἄκρα πρὸς ἄλληλα συνάπτον, ὥστε τὸ πᾶν τῆς λογικῆς δημιουργίας αὐτὸ ἑαυτῷ συνδεδέσθαι καλῶς. [5]
1 7
τοῦτο δὴ τὸ μέσον οὔτε παντελῆ ἄγνοιαν τοῦ θεοῦ ἴσχει ποτὲ οὔτε παντελῶς ἀκίνητον καὶ ἀεὶ ὡσαύτως διαμένουσαν γνῶσιν, ἀλλʼ ἀεὶ μὲν γινώσκει, ἄλλως δὲ καὶ ἄλλως ἐπιβάλλει καὶ μᾶλλον ἔστιν ὅτε καὶ ἧττον. τῷ μὲν ἀεὶ γινώσκειν ἀναβέβηκε τοῦ ἀνθρωπίνου γένους, τῷ δὲ μὴ ἀτρέπτως μηδὲ ὡσαύτως ἀεὶ γινώσκειν ὑποβέβηκε τοῦ θείου, φύσει μέσον ὑπάρχον καὶ οὔτε προκοπῇ βελτιωθὲν ἐξ ἀνθρώπου οὔτε ἀμελείᾳ ὑποβὰν ἐκ θεοῦ εἰς τὴν μέσην τάξιν. [5]
1 8
πρῶτα γὰρ καὶ δεύτερα καὶ τρίτα ὁ δημιουργὸς θεὸς ὑπέστησε φύσει διαφέροντα ἀλλήλων καὶ μὴ συγχεόμενα πρὸς ἄλληλα μηδὲ ἀρετῇ καὶ κακίᾳ τὴν τάξιν διαμείβοντα, ἃ δὴ κατʼ οὐσίαν ἑστῶτα ἀϊδίως τῇ συμπροελθούσῃ αὐτοῖς τάξει κατὰ γένος διέστη καὶ ταῖς δημιουργικαῖς αἰτίαις ἀνάλογον ἐτάχθη. ὡς γὰρ ἐκεῖ πρῶτα καὶ μέσα καὶ ἔσχατα τῆς παντελείου σοφίας ἡ τάξις ἔχει (τοῦτο γάρ ἐστιν αὐτῇ καὶ τὸ εἶναι σοφίᾳ· τὸ ἐν τάξει καὶ τελειότητι προάγειν τὴν ποίησιν, ὥστε συνεισιέναι ἀλλήλαις σοφίαν καὶ τάξιν καὶ τελειότητα), οὕτω δὴ καὶ ἐν τῷδε τῷ παντὶ τὰ πρὸς τὴν πρώτην νόησιν τοῦ θεοῦ γενόμενα πρῶτα ἂν εἴη ἐν κόσμῳ, τὰ δὲ πρὸς τὴν μέσην καὶ αὐτὰ μέσα καὶ τὰ τῷ πέρατι τῶν νοήσεων ἐοικότα τελευταῖα ἂν εἴη ἐν λογικοῖς. [10]
1 9
ἔστι γὰρ πᾶς μὲν ὁ λογικὸς διάκοσμος μετὰ τοῦ συμπεφυκότος αὐτῷ ἀφθάρτου σώματος εἰκὼν ὅλου τοῦ δημιουργοῦ θεοῦ, τῆς δὲ ἐκεῖ ἀκρότητος τὰ ἐν κόσμῳ πρῶτα ἀκήρατος εἰκὼν καὶ τῆς ἐκεῖ μεσότητος μέση εἰκὼν τὰ ἐνταῦθα μέσα καὶ τοῦ πέρατος τῆς ἐκεῖ θεότητος τελευταία εἰκὼν τὰ ἐν λογικοῖς τρίτα καὶ ἔσχατα. τούτων δὲ τῶν τριῶν γενῶν τὸ μὲν πρῶτον ἀθανάτους θεοὺς ὁ παρὼν λόγος ἐσήμανε, τὸ δὲ μέσον ἥρωας ἀγαυοὺς καὶ τὸ ἔσχατον δαίμονας καταχθονίους, ὡς μικρὸν ὕστερον εἰσόμεθα. [5]
1 10
νῦν δὲ ἐπὶ τὰ πρῶτα πάλιν ἐπανέλθωμεν. τίς ὁ νόμος καὶ ἡ κατὰ τοῦτον τάξις καὶ ἡ πρὸς τὴν τάξιν ἀποδιδομένη τιμή; νόμος μὲν ὁ δημιουργικὸς νοῦς καὶ ἡ θεία βούλησις ἡ ἀϊδίως παράγουσα τὰ πάντα καὶ εἰς ἀεὶ διασῴζουσα, τάξις δὲ ἔννομος ἡ ἀπὸ τοῦ πατρὸς τῶν ὅλων καὶ δημιουργοῦ τοῖς ἀθανάτοις θεοῖς συνεισελθοῦσα καὶ ποιοῦσα ἐν αὐτοῖς τοὺς μὲν πρώτους, τοὺς δὲ δευτέρους. [5]
1 11
εἰ γὰρ καὶ ὡς ἐν παντὶ τῷ λογικῷ διακόσμῳ τὴν ἀκρότητα ἔλαχον, ὅμως ἐν ἑαυτοῖς ποικίλλονται καί εἰσιν ἄλλοι ἄλλων θειότεροι. μήνυμα δὲ τῆς κατʼ οὐσίαν αὐτῶν ὑπεροχῆς τε καὶ ὑποβάσεως ἡ τῶν οὐρανίων σφαιρῶν τάξις κατʼ οὐσίαν καὶ δύναμιν τὴν θέσιν διαλαχοῦσα, ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν κεῖσθαι τὸν νόμον καὶ τὴν τάξιν ὁμοφυῆ εἶναι αὐτῶν τῇ ἀξίᾳ. [5]
1 12
οὐ γὰρ ὡς ἔτυχεν ὑποστάντες ὕστερον διεκρίθησαν, ἀλλὰ τεταγμένοι προῆλθον εἰς τὸ εἶναι ὥσπερ ἐν ἑνὶ ζώῳ τῷ ὅλῳ οὐρανῷ διάφορα ὄντες μέρη καὶ τὴν πρὸς ἄλληλα σύνταξιν ἐν τῇ κατʼ εἶδος διαστάσει ἅμα καὶ συναφῇ ἀποσῴζοντες, ὥστε μηδὲ ἐπάλλαξιν τῆς θέσεως αὐτῶν ἐπινοηθῆναί ποτε δύνασθαι εἰ μὴ μετὰ τῆς φθορᾶς τοῦ παντός, ἣν ἀδύνατον ἐπισυμβῆναι, ἔστʼ ἂν ᾖ τὸ πρῶτον αὐτῶν αἴτιον ἀμετάβλητον πάντῃ καὶ ἄτρεπτον καὶ τὴν οὐσίαν τῇ ἐνεργείᾳ τὴν αὐτὴν κεκτημένον καὶ τὴν ἀγαθότητα οὐκ ἐπίκτητον ἔχον, ἀλλʼ οὐσιωμένην καθʼ αὑτὴν καὶ διʼ αὐτὴν τὰ πάντα πρὸς τὸ εὖ εἶναι παράγον. αἰτία γὰρ ἡ τῆς τῶν πάντων ποιήσεως αὐτῷ οὐδεμία ἄλλη πρόσεστιν εὔλογος πλὴν τῆς κατʼ οὐσίαν ἀγαθότητος. [10]
1 13
ἀγαθὸς γὰρ ἦν, φησίν· ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται φθόνος. αἱ δὲ παρὰ τὴν ἀγαθότητα λεγόμεναι αἰτίαι τῆς δημιουργίας τοῦδε τοῦ παντὸς ἀνθρωπίναις περιστάσεσι μᾶλλον ἢ θεῷ πρέπουσιν. [5]
1 14
ἀγαθὸς δὴ ὢν τὴν οὐσίαν ὁ θεὸς τὰ μάλιστα ὡμοιωμένα αὐτῷ πρῶτα φύσει παρήγαγε καὶ δεύτερα τὰ τὴν μέσην ὁμοιότητα πρὸς αὐτὸν κεκτημένα, τρίτα δὲ καὶ ἔσχατα πάντων τῶν ἐοικότων αὐτῷ τὰ πρὸς τὴν θείαν ὁμοίωσιν μάλιστα ὑφειμένα. τῇ δὲ οὐσίᾳ τῶν γινομένων σύνδρομος ἦν ἡ τάξις, ὥστε τὸ φύσει κρεῖττον προτεταγμένον εἶναι τοῦ καταδεεστέρου ἔν τε τοῖς ὅλοις γένεσι καὶ ἐν τοῖς καθʼ ἓν ἕκαστον γένος τὴν κατʼ εἶδος ὑπόβασιν κεκτημένοις. [5]
1 15
οὐ γὰρ τύχαις ἐκληροῦτο τὴν τάξιν τὰ πάντα οὐδὲ προαιρέσεων μεταβολαῖς, ἀλλὰ νόμοις δημιουργικοῖς διάφορα προήγετο καὶ τὴν τάξιν ἀνάλογον ταῖς τῶν φύσεων ἀξίαις ἐλάγχανεν. διὸ τὸ νόμῳ, ὡς διάκεινται, τίμα οὐ μόνον ἐπὶ τῶν ἀθανάτων θεῶν, ἀλλὰ καὶ ἐπὶ τῶν ἀγαυῶν ἡρώων καὶ τῶν ἀνθρωπίνων ψυχῶν κοινῶς ἀκουστέον. ἔστι γὰρ πλῆθος εἰδῶν ἐν ἑκάστῳ γένει καθʼ ὑπεροχὴν καὶ ὑπόβασιν τεταγμένον. τοιαύτη μὲν ἡ φύσις τῶν λογικῶν οὐσιῶν καὶ ἡ τάξις. [5]
1 16
τίς δὲ ὁ νόμος καὶ ἡ τούτῳ ἑπομένη τιμή; πάλιν λέγωμεν, ὅτι νόμος μὲν ἡ ἄτρεπτος τοῦ θεοῦ καὶ δημιουργικὴ ἐνέργεια ἡ γεννῶσα τὰ θεῖα γένη καὶ τάττουσα ἀϊδίως τε καὶ ἀμεταβλήτως, ἡ δὲ σύμφωνος τῷ νόμῳ τιμὴ ἡ τῆς οὐσίας ἐστὶ τῶν τιμωμένων γνῶσις καὶ ἡ πρὸς αὐτὴν κατὰ δύναμιν ἐξομοίωσις. ὃ γὰρ ἄγαταί τις, καὶ μιμεῖται, ὅσον αὐτῷ οἷόν τε, καὶ τιμὴν ποιεῖται τοῦ ἀνενδεοῦς τὴν τῶν ὑπʼ ἐκείνου προτεινομένων ἀγαθῶν ὑποδοχήν. [5]
1 17
οὐ γὰρ τιμήσεις τὸν θεὸν διδούς τι αὐτῷ, ἀλλʼ ἄξιος τοῦ λαβεῖν τὰ παρʼ ἐκείνου γενόμενος. ὡς γάρ φασιν οἱ Πυθαγόρειοι, τιμήσεις τὸν θεὸν ἄριστα, ἐὰν τῷ θεῷ τὴν διάνοιαν ὁμοιώσῃς· καὶ ὅστις τιμᾷ τὸν θεὸν ὡς προσδεόμενον, οὗτος λέληθεν οἰόμενος ἑαυτὸν τοῦ θεοῦ εἶναι κρείττονα. καὶ ἡ τῶν προσφερομένων πολυτέλεια τιμὴ εἰς θεὸν οὐ γίνεται, εἰ μὴ μετὰ τοῦ ἐνθέου φρονήματος προσάγοιτο. [5]
1 18
δῶρα γὰρ καὶ θυηπολίαι ἀφρόνων πυρὸς τροφὴ καὶ ἀναθήματα ἱεροσύλοις χορηγία, τὸ δὲ ἔνθεον φρόνημα διαρκῶς ἡδρασμένον συνάπτει θεῷ· χωρεῖν γὰρ ἀνάγκη τὸ ὅμοιον πρὸς τὸ ὅμοιον, ὅθεν καὶ μόνος ἱερεὺς ὁ σοφὸς λέγεται, μόνος θεοφιλής, μόνος εἰδὼς εὔξασθαι. μόνος γὰρ οἶδε τιμᾶν ὁ τὴν ἀξίαν μὴ συγχέων τῶν τιμωμένων καὶ ὁ προηγουμένως ἱερεῖον ἑαυτὸν προσάγων καὶ ἄγαλμα θεῖον τεκταίνων τὴν ἑαυτοῦ ψυχὴν καὶ ναὸν εἰς ὑποδοχὴν τοῦ θείου φωτὸς τὸν ἑαυτοῦ κατασκευάζων νοῦν. [5]
1 19
τί γὰρ τοιοῦτον προσάξεις ἀπὸ τῶν ἐν μέσῳ κειμένων ὑλῶν, ὃ τῷ θεῷ προσφυὲς ἄγαλμα ἐργάσῃ ἢ δῶρον ἑνοῦσθαι αὐτῷ δυνάμενον; ἃ δὴ ἐπὶ τῆς λογικῆς ψυχῆς καθαρθείσης συμβαίνειν ἀνάγκη. ὡς γὰρ οἱ αὐτοὶ ἄνδρες φασί, ψυχῆς καθαρᾶς τόπον οἰκειότερον ἐπὶ γῆς θεὸς οὐκ ἔχει· οἷς καὶ ὁ Πύθιος συμφέρεται λέγων· εὐσεβέσιν δὲ βροτοῖς γάνυμαι τόσον ὅσσον Ὀλύμπῳ. εὐσεβὴς δὲ ὁ τὴν θείαν ἐπιστήμην ἔχων καὶ τὴν ἑαυτοῦ τελείωσιν ὡς τιμὴν ἀρίστην προσάγων τοῖς τῶν ἀγαθῶν αἰτίοις, τῇ σπουδῇ τῆς κτήσεως πρὸς τοὺς χορηγεῖν πεφυκότας ἐπιστρεφόμενος καὶ τῷ λαμβάνειν τὰ ἀγαθὰ δύνασθαι τιμῶν τοὺς ἀεὶ διδόντας αὐτά. [5]
1 20
ὁ δὲ ἄλλως τιμᾶν τὸ θεῖον προαιρούμενος καὶ μὴ διʼ ἑαυτοῦ, παρανάλωμα τῆς ἔξωθεν εὐπορίας ποιεῖται τὴν τιμήν, οὐκ οἰκείαν ἀρετὴν προσφέρων, ἀλλʼ ἀπὸ τῶν ἐκτὸς αὐτοῖς ἀφοσιούμενος. ταῦτα δὲ οὐδὲ σπουδαίῳ ἀνδρὶ λαμβάνειν ἡδὺ εἰ μὴ μετὰ τῆς ἀρίστης διαθέσεως διδόμενα.
1 21
τοιοῦτον δὲ καὶ τὸ τοῦ Πυθίου πάλιν ἀπόφθεγμα· πρὸς γὰρ τὸν ἑκατόμβας θύσαντα μὴ μετʼ εὐσεβοῦς γνώμης, καὶ πυνθανόμενον, πῶς εἴη προσδεδεγμένος τὰ παρʼ αὐτοῦ δῶρα, ἀποκρίνεται· ἀλλά μοι εὔαδε χόνδρος ἀγακλυτοῦ Ἑρμιονῆος, τὸ εὐτελέστατον προκρίνων τῆς τοσαύτης πολυτελείας, ὅτι δὴ θεοσεβεῖ γνώμῃ κεκόσμητο. μετὰ ταύτης γὰρ πάντα θεοφιλῆ καὶ ἄνευ ταύτης οὐδὲν θεῷ φίλον ἄν ποτε γένοιτο. καὶ τὰ μὲν περὶ θεοσεβείας καὶ ὁσιότητος ἱκανῶς ἐν τῷ παρόντι λέλεκται. [5]
1 22
ἐπειδὴ δὲ τὸν νόμον τῆς τοῦ παντὸς διατάξεως ἄτρεπτος φρουρὰ διατηρεῖ καὶ τὸν τῆς φρουρᾶς ταύτης φύλακα τοῖς παλαιοῖς ἔθος ἦν διʼ ἀπορρήτων ὅρκον ὀνομάζειν, εἰκότως ἐφεξῆς τοῖς προειρημένοις ὡς ἀκόλουθον ἐπάγει δόγμα τὸ περὶ τοῦ ὅρκου παράγγελμα. καὶ σέβου ὅρκον. [5]
2 1
Νόμον μὲν ἐν τοῖς προτέροις ἀπεφηνάμεθα τὴν ἀεὶ καὶ ὡσαύτως ἔχουσαν ἐνέργειαν τοῦ θεοῦ, τὴν ἀϊδίως καὶ ἀτρέπτως τὰ πάντα πρὸς τὸ εὖ εἶναι παράγουσαν. ὅρκον δὲ νῦν ἑπομένως ἂν τῷ νόμῳ λέγοιμεν τὴν ἐν ταὐτότητι τὰ πάντα διατηροῦσαν αἰτίαν καὶ οὕτως αὐτὰ βεβαιουμένην ὡς ἐν ὅρκου πίστει κρατούμενα καὶ διασῴζοντα τοῦ νόμου τὴν τάξιν, ὥστε ἀποτέλεσμα τοῦ δημιουργικοῦ νόμου εἶναι τὸ ἀπαράβατον τῆς ἐν τοῖς δημιουργηθεῖσιν εὐταξίας. τὸ γὰρ διαμένειν τὰ πάντα, νόμῳ ὡς διάκειται, προηγούμενον ἔργον ἂν εἴη τοῦ θείου ὅρκου, ὃς ἐν μὲν τοῖς ἀεὶ νοοῦσι τὸν θεὸν μάλιστά τε καὶ ἀεὶ διασῴζεται. [5]
2 2
ἐν δὲ τοῖς ποτὲ μὲν νοοῦσι, ποτὲ δὲ ἀφισταμένοις τῆς θείας γνώσεως καὶ ὁ ὅρκος ὁμοίως παραβαίνεται μὲν ὑπὸ τῶν ἀφισταμένων, αὖθις δὲ τηρεῖται ὑπὸ τῶν πρὸς τὴν θείαν στροφὴν ἀναγομένων. [5]
2 3
ἡ γὰρ τήρησις τῶν θείων νόμων ὅρκος νῦν λέγεται, ᾧ δέδεται καὶ ἀνήρτηται πάντα πρὸς τὸν δημιουργὸν θεὸν τὰ γινώσκειν αὐτὸν πεφυκότα, ὧν τὰ μὲν ἀεὶ ἐχόμενα αὐτοῦ ἀεὶ σέβει τὸν ὅρκον, τὰ δὲ ἀφιστάμενά ποτε τότε καὶ περὶ τὸν ὅρκον ἀσεβεῖ, οὐ μόνον τοῦ θείου νόμου τὴν τάξιν ἀλλὰ καὶ τοῦ θείου ὅρκου τὴν πίστιν παραβαίνοντα. τοιοῦτος μὲν οὖν ὁ τοῖς λογικοῖς γένεσιν ἐνουσιωμένος ὅρκος· ἔχεσθαι τοῦ πατρὸς αὐτῶν καὶ ποιητοῦ καὶ μὴ παραβαίνειν μηδαμῆ τοὺς ὑπʼ ἐκείνου διορισθέντας νόμους. ὁ δὲ ἐν ταῖς κατὰ τὸν βίον ἀναστροφαῖς ὅρκος ἴχνος ἐστὶν ἐκείνου πρὸς ἀλήθειαν ἀπευθύνων τοὺς δεόντως αὐτῷ χρωμένους. [5]
2 4
τὸ γὰρ ἀμφίβολον τῆς ἀνθρωπίνης προαιρέσεως εἰς βεβαιότητα μεταρρυθμίζειν καὶ μένειν ἐπὶ τῆς ταὐτότητος ἀναγκάζει ἔν τε λόγοις καὶ ἔργοις, τοῦτο μὲν τῶν γεγενημένων τὸ σαφὲς ἐκφαίνων, τοῦτο δὲ τῶν μελλόντων γενήσεσθαι τὸ βέβαιον ἀπαιτῶν. [5]
2 5
διὰ ταῦτα δὴ καὶ μάλιστα σέβεσθαι προσήκει τὸν ὅρκον, τὸν μὲν κατʼ οὐσίαν προϋπάρχοντα διὰ τὴν τῆς ἀϊδιότητος φρουράν, τὸν δὲ ἀνθρώπινον καὶ τοῖς ἐν βίῳ πράγμασιν ἐπίκουρον ὡς εἰκόνα ἐκείνου καὶ μετʼ ἐκεῖνον βεβαιότητος καὶ ἀληθείας γινόμενον ἡμῖν πρύτανιν καὶ τῶν καλλίστων ἠθῶν πληροῦντα τοὺς σέβειν αὐτὸν μεμαθηκότας. σέβας δὲ ὅρκου μόνον ἂν εἴη ἡ τήρησις τῶν ὀμωμοσμένων ὅσον ἐφʼ ἡμῖν ἀπαραπόδιστος ἡ πρὸς τὸ μόνιμον καὶ ἀληθευτικὸν τῆς θείας ἕξεως τῇ ἑκουσίῳ ἀνάγκῃ τοὺς σέβοντας τὸν ὅρκον συναρμόζουσα. [5]
2 6
καὶ ἡ μὲν πρώτη καὶ ἀπόρρητος εὐορκία διὰ τῆς εἰς θεὸν ἐπιστροφῆς αὖθις ἀναλαμβάνεσθαι πέφυκε ταῖς καθαρτικαῖς ἀρεταῖς τὴν παρέκβασιν ἰωμένη τοῦ θείου ὅρκου, ἡ δὲ βιωτικὴ εὐορκία ταῖς πολιτικαῖς ἀρεταῖς διασῴζεται. μόνοι γὰρ οἱ τὰς ἀρετὰς ταύτας κεκτημένοι καὶ εὐορκεῖν ἐν τοῖς κατὰ τὸν βίον δύνανται, ἡ δὲ κακία μήτηρ ἐπιορκίας τῷ ἀβεβαίῳ τοῦ ἤθους τὸν ὅρκον καταπατοῦσα. [5]
2 7
πῶς γὰρ ἂν ὁ φιλοχρήματος ἢ πρὸς ἀργυρίου λῆψιν ἢ ἀπόδοσιν εὔορκός ποτε γένοιτο, πῶς δὲ ὁ ἀκόλαστος ἢ ὁ δειλὸς ἐμμείνειε τοῖς ὅρκοις; καὶ οὐχ, ὅπου δʼ ἂν ἑκάτερος αὐτῶν οἰηθείη πλέον τι ἕξειν, ἐν οἶς ἐστιν ἥττων, ἐνταῦθα τὸ σέβας τῶν ὅρκων ἀποδύσεται, θνητὰ καὶ ἐπίκηρα τῶν θείων ἀγαθῶν ἀνταλλαττόμενος; οἷς δὲ καλῶς τὸ τῶν ἀρετῶν ἐνίδρυται κτῆμα, τούτοις εὖ καὶ τὸ σέβας τῶν ὅρκων διασῴζεσθαι πέφυκεν. [5]
2 8
μελέτη δὲ ἀρίστη τοῦ τηρεῖν τὸ περὶ αὐτῶν σέβας τὸ μὴ πυκνῶς μηδὲ ὡς ἔτυχε χρῆσθαι τῷ ὅρκῳ μηδὲ ἐπὶ τοῖς παρατυχοῦσι μηδὲ εἰς ἀναπλήρωσιν λόγου μηδὲ εἰς πίστωσιν διηγήματος, ἀλλʼ ὡς οἷόν τε τηρεῖν αὐτοῦ τὴν χρείαν ἐν τοῖς ἀναγκαίοις τε ἅμα καὶ τιμίοις καὶ τότε, ὅτε οὐδεμία ἄλλη τῶν τοιούτων σωτηρία παραφαίνεται εἰ μὴ διὰ μόνης τῆς ἐκ τοῦ ὅρκου ἀληθείας. [5]
2 9
ἔσται δὲ ταῦτα πιστὰ τοῖς ἀκούουσιν, εἰ τὸν τρόπον σύμφωνον τῷ ὅρκῳ παρεχοίμεθα καὶ μηδεμίαν ὑποψίαν καταλείποιμεν, ὡς ἄρα ποτὲ τῶν ἀνθρωπίνων πραγμάτων φανείη τι μεῖζον ἡμῖν ἀληθείας εἴτε ἀνωμότοις εἴτε καὶ ὀμνύουσιν. τὸ δὴ σέβου ὅρκον οὐ μόνον εὐορκεῖν ἀλλὰ καὶ ἀπέχεσθαι ὅρκου παρεγγυᾷ. οὕτω γὰρ ἂν τηρήσαιμεν τὸ ἀεὶ εὐορκεῖν, εἰ μὴ καταχρησοίμεθα τῷ ὅρκῳ. καὶ γὰρ ἐν τῇ συνεχείᾳ τοῦ ὀμνύειν ῥᾳδίως ἂν μεταπέσοι τις εἰς ἐπιορκίαν, φειδοῖ δὲ τήρησις ἕπεται. ἢ γὰρ οὐκ ὀμεῖται ἤ, ὅταν ὄμνυσιν, εὐορκήσει, καὶ οὔτε ἂν ὑπὸ συνηθείας προδράμοι ἡ γλῶττα οὔτε ὑπὸ παθῶν ἀκρατείας ἡ διάνοια σφαλείη. [10]
2 10
τὴν μὲν γὰρ ὁ τρόπος ὀρθώσει χρηστὸς ὤν, τὴν δὲ τὸ ἔθος τῆς ἐποχῆς τοῦ ὀμνύναι. πρέπει δὲ τῇ προειρημένῃ τιμῇ τῶν θεῶν ἡ εὐορκία ὡς ἀεὶ σύμφυτος καὶ ὀπαδὸς τῆς εὐσεβείας· καὶ γὰρ καὶ ὁ ὅρκος τοῦ θείου νόμου ἦν φύλαξ κατὰ τὴν τοῦ παντὸς διακόσμησιν. τίμα οὖν τὸν νόμον ἑπόμενος αὐτοῦ τῇ διατάξει καὶ σέβου τὸν ὅρκον τῷ μὴ προχείρως αὐτῷ καταχρῆσθαι, ἵνʼ ἐθισθῇς εὐορκεῖν ἐκ τοῦ μὴ εἰθίσθαι ὀμνύναι. [5]
2 11
μέρος γὰρ οὐ μικρόν ἐστι τῆς εὐσεβείας ἡ εὐορκία. καὶ περὶ μὲν τοῦ πρώτου γένους τῶν κρειττόνων καὶ τοῦ θείου νόμου τοῦ τῆς τάξεως ἡγουμένου καὶ τοῦ συνεπομένου ὅρκου τῷ νόμῳ τοσαῦτα. ὅτι δὲ καὶ τὸ μετὰ θεοὺς γένος, ὃ ἔφαμεν ἀγγελικὸν εἶναι, δευτέρως χρὴ τιμᾶν, ἐπάγει· ἔπειθʼ ἥρωας ἀγαυούς. [5]
3 1
Οὗτοι ἦσαν τὸ μέσον γένος τῶν λογικῶν οὐσιῶν, οἳ μετὰ θεοὺς τοὺς ἀθανάτους τὴν ἐφεξῆς πληροῦντες χώραν προηγοῦνται τῆς ἀνθρωπίνης φύσεως καὶ συνάπτουσι διʼ ἑαυτῶν τὰ ἔσχατα τοῖς πρώτοις. τούτοις οὖν ὡς δευτέροις τὴν δευτέραν τιμὴν ἀποδιδόναι δεῖ προσυπακούοντας καὶ ἐπʼ αὐτῶν τὸ τίμα, νόμῳ ὡς διάκεινται. [5]
3 2
ἡ γὰρ ὅλη δύναμις τῆς τιμῆς ἐν τῇ γνώσει τῆς οὐσίας τῶν τιμωμένων κεῖται, ἀφʼ ἧς καὶ τὸ τῶν δεόντων εἰπεῖν τι ἢ πρᾶξαι πρὸς τὰ τιμώμενα εὖ καὶ καλῶς ἐξευρίσκεται. πῶς γὰρ ἂν διαλεχθείη τις, οἷς ἀγνοεῖ; πῶς δὲ δῶρον προσάξει τούτοις, ὧν τὴν ἀξίαν οὐκ οἶδεν; ἡ πρώτη οὖν καὶ ὄντως τιμὴ καὶ ἐπὶ τῶν ἀγαυῶν ἡρώων ἐστὶν ἡ τῆς οὐσίας αὐτῶν καὶ τῆς τάξεως γνῶσις καὶ ἡ τῆς παρεπομένης ἐνεργείας καὶ εἰς τόδε τὸ πᾶν διατεινούσης συντελείας εἴδησις. [5]
3 3
συμμέτρως δὲ ταῖς οὐσίαις ἐπὶ πάντων ποιεῖσθαι δεῖ τὴν τιμήν· τοῦτο δὲ ἀπὸ τῆς περὶ αὐτὰς ἐπιστήμης παραγίνεται. ὅταν γάρ, ὡς ἕκαστα φύσεως ἔχει καὶ τάξεως, διαγνῶμεν, τότε καὶ ἑπομένως τῷ νόμῳ τὴν τιμὴν αὐτοῖς ἀποδώσομεν. τιμήσομεν δὲ οὐδὲν τῶν χειρόνων τῆς ἀνθρωπίνης οὐσίας, ἀλλὰ μόνα προηγουμένως μὲν τὰ φύσει κρείττονα καὶ τὰ ἴσα δὲ ἀρετῆς ὑπεροχῇ κοσμηθέντα. [5]
3 4
ἔστι δὲ τῶν φύσει κρειττόνων πρώτιστος καὶ ἄριστος ὁ δημιουργὸς θεός, ἀσυγκρίτως τῶν πάντων προτιμώμενος· ὡς δὲ ἐν κόσμῳ, πρῶτοι οἱ ἀπʼ αὐτοῦ καὶ μετʼ αὐτόν, ἀτρέπτως αὐτὸν νοοῦντες καὶ ἀπαθῶς ἐνεικονιζόμενοι τὴν ἀπὸ τῆς δημιουργικῆς αἰτίας εἰς αὐτοὺς κατιοῦσαν τῶν ἀγαθῶν μετουσίαν, οὓς ὁ παρὼν λόγος ἀθανάτους θεοὺς προσεῖπεν, ὅτι οὐκ ἀποθνῄσκουσιν οὐδὲ ἀποβάλλουσι τὴν πρὸς τὸν θεὸν ὁμοίωσιν, ἀλλʼ ἀεὶ καὶ ὡσαύτως ἐν αὐτῇ διατελοῦσιν. [5]
3 5
μέσοι δὲ οὐσίᾳ καὶ τιμῇ οἱ νῦν λεγόμενοι ἥρωες ἀγαυοί, ἀεὶ μὲν νοοῦντες τὸν δημιουργὸν καὶ τῇ παρʼ αὐτοῦ εὐζωίᾳ καταλαμπόμενοι, οὐχ ὡσαύτως δὲ οὐδὲ ἀτρέπτως. ἐν γὰρ τῷ μέσως ἡνῶσθαι πρὸς τὸν θεὸν καὶ τροπὴν ἀκάκυντον ἐπιδεχόμενοι ἄλλοτε ἄλλαις ἐπιβολαῖς περὶ αὐτὸν χορεύουσι καὶ τὴν ἀμετάβλητον καὶ ἡνωμένην θεωρίαν τῶν πρώτων τῇ ἐαυτῶν πεπληθυσμένῃ γνώσει διαιροῦσί τε ἅμα καὶ συνάγουσι, τὰ πέρατα τῆς ἐκείνων ἐποπτείας ἀρχὰς τῆς ἑαυτῶν ποιούμενοι μυήσεως. οἳ δὴ καὶ εἰκότως ἀγαυοὶ ἥρωες λέγονται, ἀγαυοὶ μὲν ὡς ἀγαθοὶ ὄντες καὶ φωτεινοὶ ἀεὶ καὶ μὴ ἐν κακίᾳ μὴτε ἐν λήθῃ ποτὲ γινόμενοι, ἥρωες δὲ ὡς ἔρωές τινες ὄντες καὶ ἤρωες οἷον ἐρωτικοὶ καὶ διαλεκτικοὶ ἐρασταὶ τοῦ θεοῦ αἴροντες ἡμᾶς καὶ κουφίζοντες πρὸς τὴν θείαν πολιτείαν ἀπὸ τῆς ἐν γῇ διατριβῆς. [5]
3 6
τοὺς δὲ αὐτοὺς καὶ δαίμονας ἀγαθοὺς καλεῖν ἔθος ὡς ὄντας δαήμονας καὶ ἐπιστήμονας τῶν θείων νόμων, ἔστι δὲ ὅτε καὶ ἀγγέλους ὡς ἐκφαίνοντας καὶ διαστέλλοντας ἡμῖν τοὺς πρὸς εὐζωΐαν κανόνας.
3 7
πολλάκις δὲ καὶ ταῖς τρισὶν ἐπινοίαις χρώμενοι τὸ πλάτος τοῦ μέσου γένους εἰς τρία τέμνομεν καὶ τὸ μὲν προσεχὲς τοῖς οὐρανίοις καλοῦμεν ἀγγέλους, τὸ δὲ τοῖς ἐπιγείοις συναπτόμενον ἥρωας καὶ τὸ ἐξ ἴσου τῶν ἄκρων ἀμφοτέρων ἀπέχον δαίμονας, ὥσπερ πολλαχοῦ ποιεῖ Πλάτων. ἔνιοι δὲ ὅλον τὸ μέσον γένος ἑνὶ τῶν τριῶν προσαγορεύουσιν ὀνόματι, ἀγγέλους πάντας λέγοντες ἢ δαίμονας ἢ ἥρωας, διʼ ἃς εἴπομεν αἰτίας, ὥσπερ καὶ νῦν τὸ μέσον γένος πᾶν ἥρωας ἀγαυοὺς εἶπεν, οὕτως ἔχοντας πρὸς τὸ πρῶτον γένος ὡς αὐγὴ πρὸς πῦρ καὶ ὡς παῖς πρὸς πατέρα. [10]
3 8
ὅθεν καὶ θεῶν παῖδες οἱ ἥρωες εἰκότως ἐπευφημοῦνται, οὐκ ἐκ θνητῆς συνουσίας αὐτοῖς γενόμενοι, ἀλλʼ ἐκ τῆς μονοειδοῦς αὐτῶν αἰτίας προϊόντες οἷον φῶς τῇ οὐσίᾳ τοῦ φωτεινοῦ σώματος σύνδρομον, φῶς δὲ ὕπαιθρον καὶ καθαρόν, μεθʼ ὃ ἐπινοεῖται τὸ ἐν σκιᾷ φῶς καὶ τὸ ὑποσυμμιγὲς σκότῳ γινόμενον, πρὸς ὃ τὴν ἀναλογίαν ἔχει τὸ τρίτον καὶ ἀνθρώπινον γένος τῷ εἰς κακίαν ποτὲ καὶ λήθην ἐπιρρεπὲς εἶναι, οἷς καὶ τοῦ ἀεὶ νοεῖν τὸν θεὸν ἀφίσταται ἄνθρωπος, τῶν μὲν ἀεὶ νοούντων ἀπολειπόμενος τῷ ποτὲ μὴ νοεῖν, τῶν δὲ ἀλόγων ἀναβεβηκὼς τῷ ποτὲ νοεῖν καὶ πρὸς τὴν θείαν ἐπιστήμην ἀνακαλεῖσθαι, ὅτε καὶ τῷ θείῳ συντάττεται χορῷ τὸν ὑλικὸν φθόνον ἀποφυγὼν καὶ τὴν θνητὴν προσπάθειαν ἀποσεισάμενος. [10]
3 9
τότε οὖν καὶ τιμῆς ἄξιος παρʼ ἡμῶν ὁ τῆς θείας ἀποδοχῆς ἠξιωμένος ὡς τὸ τῆς φύσεως ἴσον τῇ κρείττονι μετουσίᾳ κοσμήσας. προσήκει γὰρ τιμᾶν τῷ ἐραστῇ τοῦ θεοῦ καὶ τὰ ὁπωσοῦν ὡμοιωμένα αὐτῷ, εἴτε ἐξ ἀϊδίου τὴν ὁμοίωσιν εἴη κεκτημένα, εἴτε ἀπό τινος χρόνου τυγχάνοι ταύτην ἀσκήσαντα, οἷοί εἰσιν οἱ ἀρετῇ διενεγκόντες ἄνθρωποι, περὶ ὧν ἑξῆς ὁ παρὼν λόγος νομοθετεῖ. Τούς τε καταχθονίους σέβε δαίμονας ἔννομα ῥέζων. [5]
4 1
Τὰς ἀνθρωπίνας ψυχὰς ἀληθείᾳ καὶ ἀρετῇ κοσμηθείσας δαίμονας καλεῖ ὡς δαήμονας καὶ ἐπιστήμονας. εἶτα χωρίζων αὐτὰς τῶν φύσει δαιμόνων, οἳ τὸ μέσον γένος πληροῦσι, καταχθονίους προσεῖπεν ὡς δυναμένας ἐπὶ γῆς πολιτεύεσθαι καὶ γήινα σώματα ὑπεισιέναι καὶ κατὰ γῆς οἰκεῖν, ἵνα τῷ μὲν δαίμονας εἰπεῖν χωρίσῃ τῶν φαύλων καὶ ἀνεπιστημόνων ἀνθρώπων ὡς ἀδαημόνων τινῶν καὶ οὐ δαιμόνων, τῷ δὲ καταχθονίους προσθεῖναι διαστήσῃ τῶν ἀεὶ δαιμόνων καὶ ἐπιστημόνων ἀεὶ καὶ ἐπὶ γῆς πολιτεύεσθαι μὴ πεφυκότων μηδὲ γηΐνοις συζῇν σώμασιν. [5]
4 2
ἡ γὰρ τοῦ καταχθονίου δαίμονος πρόσρησις οὐδενὶ ἄλλῳ προσήκει ἢ τῷ φύσει μὲν ὄντι ἀνθρώπῳ, σχέσει δὲ γενομένῳ δαίμονι καὶ δαήμονι τοῦ θεοῦ καὶ ἐπιστήμονι, ἐπειδὴ τὸ τρίτον γένος χθόνιον ἰδίως λέγεται ὡς ἔσχατον ἐν λογικαῖς οὐσίαις καὶ χθονίας ζωῆς ἐπιστρεφόμενον. τὸ γὰρ πρῶτον οὐράνιον ἦν καὶ τὸ μέσον αἰθέριον. πάντων οὖν ἀνθρώπων ὄντων κατὰ τοῦτο χθονίων ὡς τρίτων λογικῶν, οὐ πάντων δὲ δαιμόνων οὐδὲ σοφῶν, εἰκότως ἐπισυνάψας εἶπε καταχθονίους δαίμονας τοὺς σοφοὺς ἀνθρώπους. οὔτε γὰρ πάντες ἄνθρωποι σοφοί εἰσιν οὔτε πάντες οἱ σοφοὶ ἄνθρωποί εἰσιν, ἀλλὰ καὶ ἥρωες ἀγαυοὶ καὶ ἀθάνατοι θεοί, φύσει κρείττονες ἀνθρώπων ὄντες, σοφοί τέ εἰσι καὶ ἀγαθοί. [10]
4 3
τοὺς οὖν τοῖς θείοις γένεσι συντεταγμένους ἀνθρώπους σέβειν ὁ λόγος παραινεῖ, τοὺς ἰσοδαίμονας καὶ ἰσαγγέλους καὶ τοῖς ἀγαυοῖς ἥρωσιν ὁμοίους. μὴ γὰρ φαῦλόν τι δαιμόνων γένος ὑπολάβωμεν εἰσηγεῖσθαι δεῖν τιμᾶν, ὡς ἄν τῳ δόξειεν ὑπὸ τῆς συνηθείας τὴν λέξιν ἐμφαίνειν. ὅλως γὰρ τὰ χείρονα τῆς ἀνθρωπίνης οὐσίας οὐ καθήκει τιμᾶν τῷ ἐρωτικῶς ἔχοντι τοῦ θεοῦ καὶ τῆς ἑαυτοῦ ἀξίας ᾐσθημένῳ. [5]
4 4
ἀλλʼ οὐδὲ αὐτὸν τὸν ἄνθρωπον μετὰ τὰ κρείττονα τιμήσομεν, ἐὰν μὴ τοῖς κρείττοσιν ὡμοιωμένος ᾖ καὶ τῷ θείῳ χορῷ συμφερόμενος. τίς οὖν ἡ τιμὴ καὶ τούτων; τὸ ἔννομα ῥέζειν, φησίν. τοῦτο δέ ἐστι τὸ πείθεσθαι, οἷς ἀπολελοίπασιν ἡμῖν παραγγέλμασι, καὶ ὡς νόμοις ἐμμένειν τοῖς ἐκείνων λόγοις καὶ τὴν αὐτὴν ὁδὸν μετιέναι τοῦ βίου, ἣν ἐκεῖνοι διελθόντες οὐκ ἐφθόνησαν ταύτης ἡμῖν μεταδοῦναι, ἀλλʼ ὥσπερ τινὰ ἀθάνατον καὶ πατρῷον κλῆρον διηγωνίσαντο τοῖς μεταγενεστέροις διαφυλάξαι, τὰ στοιχεῖα τῶν ἀρετῶν καὶ τῆς ἀληθείας τοὺς κανόνας εἰς κοινὸν ὄφελος ἐν γράμμασι καταθέμενοι, οἷς τὸ πείθεσθαι καὶ ζῆν ἑπομένως ἀληθεστέρα ἐκείνων τιμὴ γίνεται, ἢ εἴ τις χοὰς αὐτοῖς ἐπιφέροι πολυτελεστάτας καὶ ἐναγίζοι πλουσίως. [10]
4 5
τοιαύτη μὲν ἡ τῶν κρειττόνων τιμὴ ἀπὸ τοῦ δημιουργοῦ ἀρξαμένη καὶ εἰς ἀνθρώπους τοὺς ἀγαθοὺς περατουμένη διὰ μέσων τῶν οὐρανίων καὶ αἰθερίων γενῶν. ἐπειδὴ δὲ καὶ τῶν κατὰ τὸν βίον σχέσεων πλεῖστον δεῖ ποιεῖσθαι λόγον οἷον πατέρων καὶ συγγενῶν, οἳ οὐ πάντως μέν εἰσιν ἀγαθοί, πάντως δὲ τὸ τίμιον ὡς πρὸς ἡμᾶς τῇ ἀξίᾳ τῆς σχέσεως κέκτηνται, τούτου χάριν ἐπήγαγεν· σούς τε γονεῖς τίμα τούς τʼ ἄγχιστʼ ἐκγεγαῶτας. [5]
5 1
Τοὺς μὲν ἀγαθοὺς ἀνθρώπους ὡς δαιμονίους καὶ θείους σέβειν ὁ λόγος ὑπέθετο· τοὺς δὲ γονέας καὶ τοὺς ἐγγύς τι τούτων τῇ φυσικῇ συγγενείᾳ προσήκοντας, ὁποῖοί ποτʼ ἂν ὦσι, διʼ αὐτὴν τὴν τῆς σχέσεως ἀνάγκην τιμᾶν εἰσηγεῖται. ὅπερ γὰρ ἡμῖν οἱ κρείττονές εἰσι κατὰ τὴν ἀΐδιον συγγένειαν, πατέρων μὲν τάξιν ἔχοντες οἱ οὐράνιοι, συγγενῶν δὲ τιμίων οἱ ἥρωες, τοῦτο πρὸς τὸν θνητὸν βίον συντελοῦσιν ἡμῖν οἱ γονεῖς καὶ οἱ ἀγχιστεῖς, οἱ ἐγγύτατα γονέων ὄντες καὶ διὰ τοῦτο τῇ μετὰ γονέας τιμῇ σεμνυνόμενοι. [5]
5 2
πῶς οὖν καὶ τούτους τιμήσωμεν; ἆρα τὸν ἑαυτῶν βίον πρὸς τὴν ἐκείνων ἀπευθύνοντες γνώμην, ὥστε ταῦτα δοξάζειν τε καὶ πράττειν, ἃ ἂν ἐκείνοις ᾖ φίλα; ἀλλʼ οὕτως ἂν περιτραπείη ἡ τῶν ἀρετῶν ἄσκησις πρὸς κακίας σπουδήν, εἰ τύχοιεν ὄντες πονηροὶ οἱ πατέρες. ἀλλʼ ἀτιμάσωμεν αὐτοὺς εἰς πάντα διὰ τὴν τῆς κακίας κατάγνωσιν; καὶ πῶς ἔτι τῷ παρόντι νόμῳ πειθόμεθα; πῶς δὲ τὴν θεοειδῆ εἰκόνα τῶν γονέων ἢ τὴν ἡρωϊκὴν τῶν ἀγχιστέων ἔμφασιν μὴ τιμῶντες οὐκ εἰς ἐκείνους ἀσεβήσομεν, οἷς τούτους ἐοικέναι φαμέν; καὶ οὕτως ἡ δοκοῦσα διʼ ἀπειθείας γονέων ἀρετὴ ἡμῖν ἀσκεῖσθαι εἰς μεῖζον κακὸν περιστήσεται, τὴν ἀσέβειαν. [10]
5 3
πειθόμενοι δὲ πάντα γονεῦσι πῶς οὐ πάλιν τῆς εὐσεβείας ἀποπέσοιμεν καὶ τῆς ἄλλης ἀρετῆς, εἰ τύχοιεν ἐκεῖνοι διὰ μοχθηρίαν τρόπου μὴ πρὸς τὰ ὄντως καλὰ παιδαγωγοῦντες ἡμᾶς; εἰ μὲν γὰρ τοῦτο πάντως ἦν ἀληθὲς καὶ καλόν, ὃ τοῖς γονεῦσι παρίστατο, σύμφωνος ἡ τῶν γονέων τιμὴ τῇ τῶν κρειττόνων ἐγίνετο. εἰ δὲ ἔστιν ὅτε τῶν θείων νόμων ἀνήκοός ἐστιν ἡ τῶν γονέων προαίρεσις, τί δεῖ ποιεῖν εἰς ἀντινομίαν ἐμπεσόντας τοιαύτην ἢ τοῦτο, ὃ καὶ ἐπὶ τῶν ἄλλων καθηκόντων ἐκ περιστάσεως εἰς ἐναντίωσιν ἐλθόντων προσήκει φυλάττειν; μειζόνων γὰρ καὶ ἐλαττόνων προκειμένων καλῶν τὰ μείζονα πρὸ τῶν ἐλαττόνων ποιεῖσθαι δεῖ, ὅταν μὴ ἀμφότερα ἐξῇ διασῴζειν. [10]
5 4
οἷον καλὸν μὲν τῷ θεῷ πείθεσθαι, καλὸν δὲ καὶ τοῖς γονεῦσιν. εἰ δὴ πρὸς ταὐτὰ ἡ ἀμφοτέρων ἄγοι πειθώ, ἕρμαιον ἂν εἴη καὶ ἄμαχον· εἰ δὲ πρὸς ἄλλο μὲν ὁ θεῖος νόμος, πρὸς ἄλλο δὲ οἱ γονεῖς φέροιεν, μαχομένης τῆς αἱρέσεως τοῖς ἀμείνοσιν ἕπεσθαι δεῖ πρὸς ταῦτα μόνον ἀπειθοῦντας γονεῦσι, πρὸς ἃ καὶ αὐτοὶ τοῖς θείοις νόμοις οὐ πείθονται. [5]
5 5
τὸν γὰρ φυλάττειν βουλόμενον τοὺς τῆς ἀρετῆς κανόνας οὐχ οἷόν τε τοῖς τούτους παραβαίνουσι συμφωνεῖν. εἰς δὲ τὰ ἄλλα πάντα γονέας τιμήσωμεν ὑπερβαλλόντως, σώματος ὑπηρεσίαν καὶ χρημάτων χορηγίαν αὐτοῖς ὑπέχοντες ὅτι μάλιστα προθυμοτάτην. δίκαιον γὰρ χρῆσθαι αὐτούς, οἷς ἐγέννησάν τε καὶ ἔθρεψαν. ὃ δὲ τῆς ἀπʼ ἐκείνων διαδοχῆς οὐκ ἤρτηται, τοῦτο ἐλεύθερον τῆς ἀπʼ ἐκείνων δεσποτείας ἀφίησιν ὁ νόμος καὶ τὸν ὄντως πατέρα ζητεῖν παρακελεύεται κἀκείνου ἔχεσθαι καὶ τῆς πρὸς ἐκεῖνον ὁμοιώσεως πλείστην ἐπιμέλειαν ποιεῖσθαι. καὶ οὕτως ἀμφότερα συμβαίνει, τά τε θεῖα ἀγαθὰ δύνασθαι τηρεῖν καὶ τὰ ἀνθρώπινα, καὶ οὔτε διʼ οἴησιν ἀρετῆς γονέων θεραπείας ὀλιγωρήσομεν οὔτε διὰ τὴν ἀνόητον ὕπειξιν τὸ μέγιστον τῶν κακῶν ἀσέβειαν εἰσδεξόμεθα. [10]
5 6
εἰ γὰρ προτείνοιεν θάνατον μὴ πειθομένοις ἢ κλήρου ἀλλοτρίωσιν, οὐδὲν ἐκφοβεῖσθαι δεῖ τοῖς τοιούτοις ἀλλʼ εὖ εἰδέναι, τί τὸ ταῦτα πεισόμενον, καὶ ὅτι ᾧ ἐγέννησαν ἀπειλοῦσι μόνῳ· τὸ δὲ ἀπαθὲς τούτων ἐλεύθερον προσήκει τηρεῖν καὶ μόνῳ θεῷ εὐπειθές. [5]
5 7
τιμὴ οὖν γονέων ἡ ὄντως, ἣν δίδωσιν ὁ τῆς ἀρετῆς σκοπός, μήτε σωμάτων φειδομένων ἡμῶν μήτε χρημάτων, ἀλλʼ ἑκόντων αὐτοῖς ὑποταττομένων εἰς πάντα τὰ τοιαῦτα. πρέπει γὰρ μήτε τὴν διʼ αὐτουργίας θεραπείαν ἐπειγομένων παραιτεῖσθαι, ἐνευσχημονεῖν δὲ μᾶλλον αὐτῇ, ὅσῳ ἂν μᾶλλον ἐπίπονος γένηται καὶ δουλοπρεπής, μήτε οὐσίας δαπανωμένης φειδωλοὺς γίνεσθαι, ἀλλὰ πάντα πρὸς τὴν ἐκείνων χρείαν ἐτοίμως παρέχεσθαι γεγηθότας καὶ ἡδομένους ἐπὶ τοῖς εἰς ἐκείνους πόνοις τε καὶ ἀναλώμασιν. τὸ γὰρ εὐχαρίστως ταῦτα ποιεῖν καὶ τὸν τῆς ἀρετῆς διασῴζει νόμον καὶ τὸν τῆς φύσεως ἀποδίδωσιν ἔρανον. [10]
5 8
τοιαύτη μὲν ἡ γονέων τιμή. ἡ δὲ τῶν ἀγχιστέων, δευτέρα μετʼ ἐκείνην τεταγμένη, πρὸς τὴν τῆς φύσεως ἐγγύτητα παραμετρήσει τὴν θεραπείαν, τοσοῦτον τῆς μετὰ γονέας τιμῆς ἑκάστῳ τῶν συγγενῶν νέμουσα, ὅσον ἂν ἡ πρὸς ἐκείνους ἐγγύτης ὑποφαίνῃ· δῆλον δὲ ὅτι καὶ ἐπὶ τούτων τῆς ἀρετῆς ἀδεσπότου μενούσης. τῶν δʼ ἄλλων ἀρετῇ ποιεῦ φίλον, ὅστις ἄριστος. [5]
6 1
Μετὰ τὴν πρώτην τιμὴν τῆς ἄνω συγγενείας καὶ τὴν ἑπομένην ἐκείνῃ τὴν περὶ γονέας καὶ συγγενεῖς ἀκολούθως ὁ φιλοποιὸς παραδίδοται νόμος, τῶν ἔξω τοῦ γένους τὸν ἄριστον εἰς φιλίαν ἐκλέγεσθαι καὶ πρὸς τὴν τῶν ἀρετῶν κοινωνίαν αὐτῷ συνάπτεσθαι κελεύων, ἵνα τὸν ἀγαθὸν ἄνδρα διʼ ἀγαθὴν αἰτίαν ἔχοιμεν φίλον καὶ μὴ κατʼ ἄλλας χρείας αὐτὸν οἰκειώμεθα, ὡς ἐοικέναι τὸ παράγγελμα τοῦτο τῇ περὶ τῶν μετηλλαχότων τὸν βίον σπουδαίων ἀνδρῶν ὑποθήκῃ. [5]
6 2
ὡς γὰρ ἐκεῖ τοὺς ἐπιστήμονας μόνους ἀνθρώπων ἔλεγε δεῖν τιμᾶν, οὕτως ἐνταῦθα τοὺς ἀγαθοὺς φιλοποιεῖσθαι παραινεῖ μόνους, διδοὺς ἐπὶ μὲν τῶν ἄλλων ἐκλογήν, ἐπὶ δὲ γονέων καὶ συγγενῶν ἀρκούμενος τῇ φύσει. ἁπλῶς γὰρ τὸ πρόσωπον τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ συνεισάγει τὴν τιμήν, ἐπὶ δὲ τῶν ἄλλων ἡ ἀρετὴ ποιεῖ τὸ τίμιον ὥσπερ καὶ ἐπὶ τῶν ἐκ τοῦ βίου ἀπελθόντων. τὰ δὲ πρὸ τούτων κατʼ αὐτὴν τὴν φύσιν ἐστὶ τίμια, ἐκεῖ μὲν θεοὶ καὶ ἥρωες, ἐνταῦθα δὲ πατέρες καὶ συγγενεῖς ἐν θνητῇ φύσει τῆς ἀθανάτου συγγενείας ἡμῖν εἰκόνας προτείνοντες. [10]
6 3
τοιαύτη μὲν ἡ θήρα πρώτη καὶ ἡ κτῆσις τοῦ φίλου. τίς δὲ ἡ τήρησις αὐτοῦ ἡ πρὸς κοινωνίαν τῶν ἀγαθῶν ἡμῖν συντελοῦσα καὶ τίς ἡ ἀπόθεσις, ἐὰν πρὸς τὸ χεῖρον μεταβαλλόμενος φαίνηται καὶ μὴ πειθόμενος ταῖς πρὸς τὸ βέλτιον ἀγούσαις συμβουλίαις, ἐξῆς λέγει. Πραέσι δʼ εἶκε λόγοις ἔργοισί τʼ ἐπωφελίμοισι, μηδʼ ἔχθαιρε φίλον σὸν ἁμαρτάδος εἵνεκα μικρῆς, ὄφρα δύνῃ· δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει. [5]
7 1
Πῶς δεῖ προσφέρεσθαι τοῖς φίλοις ἐνταῦθα διαλέγεται, καὶ πρῶτον μέν, ὅτι τὰ καλὰ εἰσηγουμένοις αὐτοῖς καὶ ἐπʼ ὠφελείᾳ τῇ ἡμετέρᾳ πράττουσιν ὁτιοῦν ἑκόντας δεῖ πειθαρχεῖν. πρὸς γὰρ τοῦτο τὸ κοινωνικὸν ἀγαθὸν ὁ τῆς φιλίας συνάπτει νόμος, ὅπως ἡμεῖς τε ὠφελώμεθα παρʼ ἐκείνων εἰς ἀρετῆς ἐπίδοσιν καὶ παρʼ ἡμῶν ἐκεῖνοι. ὡς γὰρ κοινὴν ὁδὸν τοῦ ἀρίστου βίου πορευομένους, ὅπερ ἂν ἄλλος ἄλλου μᾶλλον προειδῇ, τοῦτο καὶ εἰς κοινὸν ὄφελος κατατίθεσθαι δεῖ, πράως μὲν εἴκοντας τοῖς καλῶς ὑφηγουμένοις τῶν φίλων, πράως δὲ αὐτοῖς τῶν καλῶν τὴν κοινωνίαν προτείνοντας, περὶ δὲ χρημάτων ἢ δόξης ἤ τινος ἄλλου τῶν ἐκ τῆς θνητῆς συστοιχίας μηδεπώποτε αὐτοῖς διαφερομένους. τοῦτο γὰρ ἦν ἁμαρτάδος εἵνεκα μικρῆς εἰς ἀπέχθειαν καθίστασθαι τοῖς περὶ τὰ μέγιστα ἀγαθὰ φίλοις ἡμῖν ὑπάρχουσιν. [10]
7 2
εἰς πάντα οὖν τῶν φίλων ἀνεξόμεθα ὡς ὑπὸ μεγίστης ἀνάγκης τῆς φιλικῆς διαθέσεως πιεζόμενοι πλὴν ἑνός. οὐ γὰρ δὴ καὶ πρὸς τὸ χεῖρον ὑποφερομένοις αὐτοῖς εἴξομεν, οὐδὲ μεταβαλλομένοις ἐκ τῆς περὶ φιλοσοφίαν σπουδῆς εἰς ἑτέραν τινὰ τοῦ βίου πρόθεσιν ἐπακολουθήσομεν καὶ αὐτοὶ συνεκφερόμενοι τοῖς ἀποπίπτουσιν ἀπὸ τοῦ πρὸς ἀρετὴν σκοποῦ, ἀλλὰ μάλιστα μὲν πάσῃ μηχανῇ πειρασόμεθα τὸν φίλον ἐπανορθώσασθαι. [5]
7 3
μὴ πείθοντες δὲ ἡσυχίαν ἕξομεν, οὔτε ἐχθρὸν ποιούμενοι διὰ τὴν προϋπηργμένην φιλίαν οὔτε φίλον ἔτι διὰ τὴν πρὸς τὸ χεῖρον μεταβολήν, ὥστε τούτου χάριν τὸν φίλον ποτὲ ἀποθησόμεθα ὡς μηκέτι δυνάμενον εἶναι κοινωνὸν ἡμῖν ἀρετῆς, ἧς ἕνεκα καὶ τὴν ἀρχὴν φίλον αὐτὸν ἐποιησάμεθα. ἡ δὲ ἀπόθεσις φυλαττέτω τὸ μὴ εἰς ἔχθραν μεταπεσεῖν. δεῖ γάρ, εἰ κἀκεῖνος τῆς φιλίας ἑαυτὸν ὑπεξήγαγεν, ἡμᾶς γοῦν πλείστην ἐπιμέλειαν ποιεῖσθαι, ὅπως ἂν ἀνακληθείη πρὸς τὸ δέον, οὐκ ἀγαπῶντας τὴν ἀπόπτωσιν τοῦ φίλου οὐδὲ ὑπερφρονοῦντας τὸ καταδεὲς αὐτοῦ τῆς γνώμης, ὀδυρομένους δὲ μᾶλλον καὶ θρηνοῦντας τῷ ὑπεραλγεῖν αὐτοῦ, καὶ ὑπερεύχεσθαι καὶ πάντα πειρᾶσθαι ποιεῖν τὰ πρὸς τὴν ἐκ μεταμελείας σωτηρίαν αὐτὸν ἐπανάγοντα. [5]
7 5
τοιαῦτα δέ ἐστι τό τε περὶ χρημάτων ἢ δόξης αὐτῷ μὴ διαφέρεσθαι καὶ τὸ μὴ ἐφʼ ὕβρει τῆς κοινωνίας αὐτὸν ἀποστερεῖν μηδὲ φιλοτιμίαν ἑαυτοῦ ποιεῖσθαι τὴν ἐκείνου δυστυχίαν. ἐπειδὴ δὲ καὶ πρὸς τὴν ἀρίστην τῶν φίλων τήρησιν καὶ πρὸς τὴν εὔλογον ἀπόθεσιν καὶ πρὸς τὴν ἐκ μεταμελείας αὐτῶν ἐπανάκλησιν πλεῖστα συμβάλλεται τὸ ἡμέτερον ἀνεξίκακον καὶ περὶ μηδενὸς πρὸς τοὺς φίλους μικρολογούμενον μηδὲ ἐξεταστικὸν πρὸς ἀκρίβειαν, ἀλλʼ ὅσον οἷόν τε ὑπομονητικόν, διὰ τοῦτο ἐπήγαγεν· ὄφρα δύνῃ. [5]
7 6
εἶτα ἵνα μὴ τὴν δύναμιν τῷ τῆς προαιρέσεως μέτρῳ κανονίσῃ τις, ἀλλʼ αὐτῷ τῷ τῆς φύσεως φορητῷ, ὅσον ἡ ἀνάγκη προσελθοῦσα ἐξευρίσκει, ἐπήγαγεν· δύναμις γὰρ ἀνάγκης ἐγγύθι ναίει. ἕκαστος γάρ, ὧν οἴεται δύνασθαι, πλέον δυνάμενος ὑπὸ τῆς ἀνάγκης ἐλέγχεται.
7 7
τοσοῦτον οὖν προθυμεῖσθαι χρὴ τῶν φίλων ἀνέχεσθαι, ὅσον ἡ ἀνάγκη δείκνυσιν ἡμᾶς δυναμένους, καὶ τό γε ἐξαίφνης ἀφόρητον φανὲν τῇ τῆς φιλίας ἀνάγκῃ φορητὸν ποιεῖν. μὴ γὰρ δή που τὰ πρὸς βίαν ἐπιταττόμενα μόνα οἰώμεθα προσήκειν γενναίως ὑπομένειν, ἀλλὰ καὶ τὰ πρὸς φυλακὴν τῶν φίλων καὶ ἀνάκλησιν συντείνοντα μείζονος ὑπομονῆς ἄξια τίθεσθαι δεῖ ὡς τῆς θείας ἀνάγκης ἐπιτάγματα. δυνατωτέρα δὲ παρὰ τοῖς εὖ φρονοῦσιν ἡ τοῦ νοῦ ἀνάγκη τῆς ἔξωθεν βίας. εἴτε οὖν πρὸς τὴν ἐκ περιστάσεως ἀνάγκην ἀπίδοις, εἴτε πρὸς τὴν ἑκούσιον τὴν ἐκ τῶν ἐπιστημονικῶν ὅρων συμπληρουμένην καὶ ἐκ τῶν θείων νόμων καθήκουσαν, ἐξευρήσεις τὸ ἐνυπάρχον σοι τῆς δυνάμεως μέτρον, ὃ νῦν ὁ λόγος εἰσηγεῖται δεῖν τοῖς φίλοις εἰσφέρειν ἐν τῷ προστάττειν μὴ προχείρως αὐτοῖς εἰς ἀπέχθειαν καθίστασθαι ἁμαρτάδος εἵνεκα μικρῆς, τὰ ἔξω τῆς ψυχῆς πάντα μικρὰ τιθέμενος καὶ ἀπαγορεύων μὴ φειδοῖ τούτων τὸν φίλον ἐχθρὸν ποιεῖν, ἀδιαφορίᾳ δὲ μᾶλλον τῇ περὶ τὰ τοιαῦτα καὶ τὸν ἀποπεσόντα φίλον ἀνακαλεῖσθαι καὶ πανταχοῦ τοῦτο ἑαυτοῖς συνειδέναι, ὅτι ὅσον ἐφʼ ἡμῖν καὶ τοὺς ὄντας φίλους ἐτηρήσαμεν καὶ τοὺς πρὸς τὸ χεῖρον ὑπενεχθέντας ἀνεκτησάμεθα καὶ οὔτε τὴν ἀρχὴν εἰς ἔχθραν τινὰ κατεστήσαμεν οὔτε παρʼ ἑαυτοῦ γενόμενον ἐχθρὸν τοῖς ἴσοις ἠμειψάμεθα. [10]
7 9
ταῦτα γὰρ ὁ τῆς φιλίας ἀπαγορεύει θεσμός, μεγίστης οὔσης ἀρετῆς καὶ ταῖς ἄλλαις ὡς τελειότητος ἐπιφαινομένης. πέρας μὲν γὰρ τῶν ἀρετῶν ἡ φιλία, ἀρχὴ δὲ ἡ εὐσέβεια καὶ ἔστιν ὁ τῆς εὐσεβείας λόγος σπέρμα τῶν ἀγαθῶν ἁπάντων ἡμῖν, ἡ δὲ τῆς φιλίας ἕξις ὁ τελειότατος τῶν ἀρετῶν καρπός. [5]
7 10
ὥσπερ οὖν δικαιοσύνης ποιεῖσθαι δεῖ λόγον οὐ μόνον πρὸς τοὺς δικαίως ἡμῖν προσφερομένους ἀλλὰ καὶ πρὸς τοὺς ἀδικεῖν ἐγχειροῦντας, ἵνα μὴ τῷ ἀνταδικεῖν εἰς τὴν ἴσην καχεξίαν αὐτοῖς ἔλθωμεν, οὕτω καὶ τῆς φιλίας ἀντέχεσθαι δεῖ, τοῦτʼ ἔστι τῆς φιλανθρωπίας πρὸς ἅπαντας, οἳ τοῦ γένους ἡμῖν κοινωνοῦσιν. [5]
7 11
ἐν τάξει δὲ τῇ πρεπούσῃ τὰ τῆς φιλίας μέτρα ποιησόμεθα, τοὺς μὲν ἀγαθοὺς ὡς ἀποσῴζοντας τὴν τοῦ ἀνθρώπου τελειότητα καὶ διὰ τὴν φύσιν καὶ διὰ τὴν γνώμην παντοίως ἀσπαζόμενοι, τοὺς δὲ φαύλους ὡς ἂν μηδὲν ἀπὸ γνώμης εἰς αἵρεσιν φιλίας ἡμῖν ὑπέχοντας διὰ μόνην τὴν κοινὴν φύσιν ἀγαπῶντες. διὸ καὶ λέγεται ὀρθῶς, ὅτι οὐδεὶς ἐχθρὸς τῷ σπουδαίῳ καὶ μόνος ὁ ἀγαθὸς αὐτῷ φίλος. εἰ μὲν γὰρ τὸν ἄνθρωπον φιλεῖ, οὐδὲ τὸν κακὸν ἐχθρὸν τίθεται, εἰ δὲ τὸν ἀρετῇ κεκοσμημένον ζητεῖ πρὸς κοινωνία, τὸν ἀγαθὸν ἐκ πάντων ἐκλέγεται μιμούμενος καὶ ἐν τοῖς τῆς φιλίας μέτροις τὸν θεόν, ὃς μισεῖ μὲν οὐδένα ἀνθρώπων, τὸν δὲ ἀγαθὸν διαφερόντως ἀσπάζεται. [10]
7 12
τὸ γὰρ τῆς φιλανθρωπίας ἀγαθὸν κοινῇ τῷ γένει προτείνων τῆς προσηκούσης μοίρας ἕκαστον ἀξιοῖ, τοὺς μὲν ἀγαθοὺς πρὸς ἑαυτὸν ἀνάγων, τοὺς δὲ τῆς ἀρετῆς φυγάδας τοῖς τῆς δίκης νόμοις πρὸς τὸ δέον ἀπευθύνων. τοῦτο γὰρ ἑκατέροις σύμμετρόν τε καὶ ὠφέλιμον· οὕτως οὖν καὶ ἡμᾶς προσήκει τὴν φιλίαν τηρεῖν πρὸς πάντας ἀνθρώπους μετὰ τῆς πρὸς τὴν ἀξίαν ἀπονεμήσεως. καὶ γὰρ σωφροσύνην καὶ δικαιοσύνην πρὸς ἅπαντας ἕξομεν καὶ οὐ πρὸς μόνους τοὺς δικαίους καὶ σώφρονας, οὐδὲ ἀγαθοὶ μὲν τοῖς ἀγαθοῖς ἐσόμεθα, κακοὶ δὲ τοῖς κακοῖς. [5]
7 13
οὕτω γὰρ ῥᾳδίως συμμεταβαλλόμενοι τοῖς προσπίπτουσιν οὐδὲν οἰκεῖον ἕξομεν ἀγαθόν, ὃ διὰ παντὸς καὶ πρὸς πάντας τηρήσομεν. εἰ δὲ ἕξιν τὴν ἀρετὴν κεκτήμεθα, οὐκ ἔστιν ἐπὶ τῷ βουλομένῳ ταύτης ἡμᾶς ἀποστῆσαι, οὐδὲ τοῖς ἐντυγχάνουσι τὰς διαθέσεις συναλλοιώσομεν τὸ μόνιμον τῆς ἀρετῆς εὐτυχοῦντες. [5]
7 14
ὅπερ δὲ ἐπὶ τῶν ἄλλων ἀρετῶν, τοῦτο καὶ ἐπὶ τῆς φιλίας δεήσει φυλάττειν, φιλίας, ὡς ἔφαμεν, οὔσης μεγίστης ἀρετῶν, φιλανθρωπίας δὲ κοινῶς μὲν πρὸς ἅπαντας, ἰδίως δὲ πρὸς τοὺς ἀγαθοὺς θεωρουμένης, ὅτε καὶ τὸ τῆς φιλίας ὄνομα αὐτῇ μᾶλλον ἐπιπρέπει. ταῦτα καὶ περὶ τούτων· ἐπὶ δὲ τὰ ἑξῆς προΐωμεν. ταῦτα μὲν οὕτως ἴσθι. [5]
8 n
κρατεῖν δʼ εἰθίζεο τῶνδε· γαστρὸς μὲν πρώτιστα καὶ ὕπνου λαγνείης τε καὶ θυμοῦ. Συστέλλειν δεῖ ταῦτα πάντα καὶ τάττειν, ἵνα μὴ παρενοχλῇ τὸν λογισμόν.
8 1
φέρε οὖν τὴν ἀλογίαν ὅλην ἐν τάξει χαλινώσωμεν ὀρθαῖς παιδαγωγίαις, ἐπειδὴ καὶ τὰ ταύτης μέρη χορηγά ἐστι κακίας ἀλλήλοις ἐφεξῆς. οἷον γαστὴρ ἄγαν πληρουμένη ὕπνον πολὺν ἐπάγεται, ἀμφότερα δὲ ἀφθονίαν παρέχεται σπέρματος, ἥτις ἀμέτρως ἐγείρει πρὸς ἀφροδίσια καὶ τὸ ἐπιθυμητικὸν τῆς ψυχῆς πρὸς τὸ ἀκόλαστον ἐποξύνει. τούτῳ δὲ τὸ θυμικὸν συνεκφερόμενον διὰ πάσης ἵεται μάχης, νῦν μὲν σιτία καὶ ποτὰ ἐκδικοῦν, νῦν δὲ περὶ ἑταίρας μαχόμενον καὶ ἄλλοτε ἄλλας ἡδονὰς φιλονεικοῦν κτήσασθαι. [10]
8 2
κρατεῖν οὖν ἐθίζου τούτων ἀπὸ τῆς γαστρὸς πρώτης ἀρξάμενος, ἵνα τοῦ τε λόγου κατήκοα γίνηται τὰ ἄλογα τῆς ψυχῆς εἴδη καὶ αὐτὸς ἐπὶ σαυτοῦ τὴν εὐσέβειαν καὶ τὴν περὶ γονέας τιμὴν καὶ πάντα, ἃ μικρῷ πρόσθεν παρῄνεσεν ὁ λόγος, ἀπαραγώγως φυλάξαι δυνηθῇς. δύναμις γὰρ τῆς τῶν προτέρων τηρήσεως ταυτὶ τὰ ἑπόμενα, ἐπεὶ παραβαθείη ἂν πάντα ἐκεῖνα μὴ ἑπομένων τῷ λογισμῷ τῶν παθητικῶν δυνάμεων. [5]
8 3
ἢ γὰρ θυμὸς ἐξετάραξε κατὰ γονέων, ἢ ἐπιθυμία πρὸς ἀπείθειαν αὐτῶν ὥπλισεν. καὶ πάλιν ἢ θυμὸς πρὸς βλασφημίαν ἐπήγειρεν, ἢ ἐπιθυμία χρημάτων πρὸς ἐπιορκίαν. καὶ ὅλως τὰ κακὰ διὰ ταύτας πράττεται τὰς δυνάμεις μὴ τῆς λογικῆς ψυχῆς πρὸς τὸ δέον αὐτὰς ἀπευθυνούσης. [5]
8 4
ἐντεῦθεν ἀσέβειαι παντοῖαι καὶ πόλεμοι συγγενικοὶ καὶ φίλων προδοσίαι καὶ πάντα τῆς παρανομίας τὰ εἴδη, ὡς καὶ βοᾶν ἀναγκάζεσθαί τινας· μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων· ἄλλους δὲ ἢ τοὺς αὐτοὺς ἄλλοτε βοᾶν· μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, ἐπιθυμία δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, καί· εὖ μέν μοι δοκεῖς λέγειν, πέπονθα δὲ τὸ τῶν πολλῶν πάθος· οὐ πάνυ σοι πείθομαι. τὸ γὰρ λογικὸν γένος πρὸς τὴν τῶν καλῶν αἴσθησιν εὐφυῶς διακείμενον εὐανάμνηστόν ἐστι καὶ εὐέγρετον πρὸς τὴν τοῦ ὀρθοῦ λόγου διδασκαλίαν, ὅταν μὴ ταῖς παθητικαῖς ὁλκαῖς ὥσπερ τισὶ μολιβδίσιν ὑποφέρηται πρὸς κακίαν. [10]
8 5
δεῖ οὖν καὶ αὐτοὺς ἡμᾶς εἰδέναι τὰ δέοντα καὶ τὰς ἀλόγους δυνάμεις ἐθίσαι, ὅσον οἷόν τε, καὶ αὐτὰς τῷ ἐν ἡμῖν λόγῳ συνέπεσθαι. οὕτω δὲ ταχθέντων τῶν παθῶν ἱκανὸς ὁ λογισμὸς γένοιτʼ ἂν ἀπερισπάστως φυλάξαι τὰ πρῶτα παραγγέλματα, περὶ ὧν καὶ εἴρηται· ταῦτα μὲν οὕτως ἴσθι. [5]
8 6
περὶ δὲ τῶν ἑξῆς ἐθίζου κρατεῖν εἶπεν ἐνδεικνύμενος, ὅτι τὸ μὲν λογικὸν διδασκαλίᾳ καὶ ἐπιστήμῃ τάττεται, τὸ δὲ ἄλογον ἐθισμοῖς καὶ πλάσεσι τρόπον τινὰ σωματικαῖς· οὕτω δὲ καὶ τῶν ζῴων τὰ ἄλογα μόνῳ ἔθει ἄγεται ὑπὸ τῶν ἀνθρώπων. ἐθισθεῖσα οὖν γαστὴρ ζητεῖν μέτρια τάς τε ἄλλας ἐπιθυμίας τοῦ σώματος κοσμιωτέρας παρέχεται καὶ τὸν θυμὸν ἐμμελέστερον, ἵνʼ ἐφʼ ἡσυχίας τὰ περὶ τῶν δεόντων βουλευώμεθα, μὴ σφόδρα ὑπὸ τῶν συνοικούντων παθῶν ἐνοχλούμενοι, ὅθεν καὶ τὸ ἑαυτοὺς γνῶναι, ὅ ἐσμεν τῇ ἀληθείᾳ, καὶ τὸ αἰδεῖσθαι, οὓς ἔγνωμεν, διδασκόμεθα. ἐκ δὲ τῆς γνώσεως ταύτης καὶ τῆς συνεισιούσης αὐτῇ αἰδοῦς ἡ τῶν αἰσχρῶν φυγὴ παραγίνεται. τὰ γὰρ κακὰ αἰσχρὰ λέγεται ὡς ἀπρεπῆ καὶ ἀνάξια δρᾶσθαι ὑπὸ λογικῆς οὐσίας, περὶ ὧν τὰ ἑξῆς ἔπη λέγει. Πρήξῃς δʼ αἰσχρόν ποτε μήτε μετʼ ἄλλου μήτʼ ἰδίῃ· πάντων δὲ μάλιστʼ αἰσχύνεο σαυτόν. [15]
9 1
Ἢ γὰρ καθʼ ἑαυτοὺς πράττοντές τι αἰσχρὸν ἀδιάφορον αὐτὸ ἡγούμεθα, ὃ μετʼ ἄλλου οὐκ ἂν ἐπράξαμέν ποτε τὸν κοινωνὸν τῆς πράξεως αἰσχυνόμενοι, ἢ ἀνάπαλιν συμπεριφερόμενοί τισι πράττομεν, ἃ μή ποτʼ ἂν καθʼ ἑαυτοὺς ἐδράσαμεν τῇ κοινωνίᾳ τῶν συμπραττόντων εἰς παρρησίαν τοῦ ἔργου προκαλούμενοι. διὰ τοῦτο προκαθεῖλεν ἑκατέραν ὁδὸν τῆς εἰς τὸ αἰσχρὸν καὶ τὸ κακὸν παρεκβάσεως. [5]
9 2
εἰ γὰρ τὸ αἰσχρὸν τῇ ἀληθείᾳ φευκτόν, οὐκ ἄν ποτε διὰ περίστασιν αἱρετὸν γένοιτο. διὸ συνάψας εἶπε· μήτε μετʼ ἄλλου, μήτʼ ἰδίῃ, ἵνα μήτε μόνωσις ἐπεγείρῃ σε πρὸς τὸ μὴ πρέπον, μήτε κοινωνία εὐαπολόγητόν σοι ποιήσῃ τὴν ἁμαρτίαν. εἶτʼ ἐπήγαγε τὴν αἰτίαν τὴν μόνην τῶν κακῶν ἀποτρέπουσαν· πάντων δὲ μάλιστʼ αἰσχύνεο σαυτόν. [5]
9 3
ἐὰν γὰρ ἐθισθῇς σαυτὸν αἰσχύνεσθαι, ἕξεις πανταχοῦ, ὃν αἰδεσθήσῃ, οἰκειότατον φύλακα καὶ ἀναπόδραστον. ἐπεὶ πολλοὶ μονωθέντες φίλων ἢ οἰκετῶν ἔδρασαν ταῦτα, ἃ πρότερον ποιῆσαι διʼ ἐκείνους ᾐσχύνοντο. ἆρʼ οὖν οὐδένα εἶχον συνόντα; ἐῶ θεόν· πορρωτέρω γὰρ οὗτος τῆς τῶν κακῶν συνειδήσεως· ἀλλὰ ἑαυτοὺς οὐκ εἶχον καὶ τὸ τοῦ συνειδότος κριτήριον; εἶχον μὲν οὖν, ἀλλʼ ἠγνόουν, ὅτι εἶχον, τοῖς πάθεσι κατατεινόμενοι. οἱ δὲ τοιοῦτοι τὸ ἐν αὐτοῖς λογικὸν ἄτιμον καὶ ἀνδραπόδου φαυλότερον ἔθεντο. [5]
9 4
οἰκειότατον οὖν ἐπίτροπον ἔχε σαυτὸν καὶ πρὸς τοῦτον ἐπιστρέφων κατάρχου τῆς ἀποτροπῆς τῶν κακῶν. ἡ γὰρ ἑαυτοῦ αἰδὼς ἑκάστου φυγὴ τῶν αἰσχρῶν καὶ ἀναξίων τῆς λογικῆς οὐσίας ἐξ ἀνάγκης γίνεται. ὁ δὲ οὕτως ἀπαξιῶν τὰ κακὰ πῶς πρὸς ἀρετὴν οἰκειοῦται, ἐπάγει· εἶτα δικαιοσύνην ἀσκεῖν ἔργῳ τε λόγῳ τε μηδʼ ἀλογίστως σαυτὸν ἔχειν περὶ μηδὲν ἔθιζε· ἀλλὰ γνῶθι μέν, ὡς θανέειν πέπρωται ἅπασιν. [5]
10 n
χρήματα δʼ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτʼ ὀλέσθαι. Ὁ ἑαυτὸν αἰσχυνόμενος φύλαξ ἑαυτοῦ γίνεται μηδαμοῦ κακίᾳ περιπεσεῖν. [5]
10 1
κακίας δὲ εἴδη πλείονα· κατὰ μὲν τὸ λογικὸν ἀφροσύνη, κατὰ δὲ τὸ θυμικὸν δειλία, κατὰ δὲ τὸ ἐπιθυμητικὸν φιληδονία καὶ φιλοχρηματία, κατὰ δὲ πάσας ὁμοῦ τὰς δυνάμεις ἀδικία. τετράδος οὖν ἀρετῶν ἐδέησεν ἡμῖν πρὸς τὴν τῶν τοιούτων κακῶν ἀποτροπήν· φρονήσεως μὲν περὶ τὸ λογιζόμενον, ἀνδρείας δὲ περὶ τὸ θυμούμενον, σωφροσύνης δὲ περὶ τὸ ἐπιθυμητικόν, δικαιοσύνης δὲ περὶ πάσας ὁμοῦ τὰς δυνάμεις, τελειοτάτης οὔσης καὶ διὰ πασῶν, ἀρετῆς περιεκτικῆς τῶν ἄλλων ὡς οἰκείων μερῶν. [5]
10 2
διὸ καὶ ταύτης πρώτης ἐμνημόνευσεν ὁ λόγος, εἶτα φρονήσεως καὶ ἐφεξῆς τῶν ἀπὸ τῆς φρονήσεως ἀπογεννωμένων ἀρίστων ἐπιτηδευμάτων καὶ εἰς τὴν τῆς δικαιοσύνης ὁλότητα συντελούντων. ὁ γὰρ ὀρθῷ λογισμῷ χρώμενος ἐν μὲν τοῖς δεινοῖς τὴν ἀνδρείαν σύμμαχον κτᾶται, ἐν δὲ τοῖς ἡδέσι τὴν σωφροσύνην, ἐν πᾶσι δὲ ὁμοῦ τὴν δικαιοσύνην· καὶ οὕτως ἀρχὴ μὲν τῶν ἀρετῶν ἡ φρόνησις εὑρίσκεται, πέρας δὲ ἡ δικαιοσύνη, διὰ μέσου δὲ ἡ ἀνδρεία καὶ ἡ σωφροσύνη. ἡ γὰρ πάντα ἐκλογιζομένη δύναμις καὶ τὸ ἒν ἑκάστου ταῖς πράξεσιν ἀεὶ ζητοῦσα, ἵνʼ εὐλόγως ἕκαστα διατεθείη, ἡ τῆς φρονήσεώς ἐστιν ἕξις, ἀρίστη διάθεσις οὖσα τῆς λογικῆς ἡμῶν οὐσίας, ἀφʼ ἧς καὶ ταῖς ἄλλαις δυνάμεσιν ἡ εὐκοσμία παραγίνεται, ὡς ἀνδρίζεσθαι μὲν τὸν θυμόν, σωφρονεῖν δὲ τὴν ἐπιθυμίαν καὶ τὴν δικαιοσύνην τῆς ἀλογίας ἀπεχέσθαι καὶ ταύτῃ κοσμεῖσθαι τὸν θνητὸν ἡμῶν ἄνθρωπον ἐκ περιουσίας τῆς ἐνούσης ἀρετῆς τῷ ἀθανάτῳ ἀνθρώπῳ. [5]
10 4
προηγουμένως γὰρ αἱ ἀρεταὶ ἀπὸ νοῦ εἰς ψυχὴν λογικὴν ἐλλάμπονται καὶ ταύτης εἰσὶν οἰκεῖον εἶδος καὶ τελειότης καὶ εὐζωΐα, εἰς δὲ τὴν ἀλογίαν καὶ τὸ θνητὸν σῶμα μετουσία τις τῶν ἀρετῶν ἔρχεται, ὅπως ἂν καὶ τὰ συμπεφυκότα τῇ λογικῇ οὐσίᾳ εὐσχημοσύνης καὶ μετριότητος πληρωθῇ. τὸ δὴ τῶν θείων ἀγαθῶν ἡγεμονοῦν ἡ φρόνησις αὕτη καλῶς ἐνιδρυθεῖσα τῇ λογικῇ ψυχῇ δίδωσι περὶ πάντων εὖ βουλεύεσθαι καὶ τὸν μὲν θάνατον ἀνδρείως φέρειν, τὴν δὲ ἀποβολὴν τῶν χρημάτων πρᾴως καὶ ἐμμελῶς. [5]
10 5
πάσας γὰρ τὰς μεταβολὰς τῆς θνητῆς φύσεως καὶ τῆς ἑπομένης αὐτῇ τύχης σωφρόνως καὶ ἀνεκπλήκτως ὑπομένειν ἡ φρόνησις δύναται. τὴν γὰρ φύσιν ἐκλελόγισται τῶν πραγμάτων καὶ οἶδεν, ὡς ἀνάγκη τὸ συμπλασθὲν ἐκ γῆς καὶ ὕδατος διαλυθῆναι πάλιν εἰς ταὐτά, καὶ πρὸς τὴν ἀνάγκην οὐκ ἀγριαίνεται οὐδὲ ἀπρονόητα εἶναι τίθεται τὰ καθʼ ἡμᾶς, ἐὰν τὸ θνητὸν ἀποθνῄσκῃ. [5]
10 6
γινώσκει γάρ, ὡς θανέειν πέπρωται ἅπασι καί τις ὡρισμένος ἐστὶ χρόνος πρὸς διαμονὴν τοῖς θνητοῖς ἡμῶν σώμασιν, οὗ ἐνστάντος οὐ δεῖ χαλεπαίνειν, ἀλλʼ ὡς νόμῳ θείῳ ἑκόντας ἕπεσθαι. τοῦτο γὰρ νῦν ἡ πεπρωμένη δηλοῖ· ὅροις τισὶν ἀναγκαίοις πεπερατῶσθαι τὴν θνητὴν ἡμῶν ζωήν, φρονήσεως δὲ ἴδιον εἶναι τοῖς τῶν κρειττόνων ἕπεσθαι δόγμασιν, οὐ τὸ μὴ ἀποθανεῖν, ἀλλὰ τὸ εὖ ἀποθανεῖν ζητούσης. [5]
10 7
ὁμοίως δὲ καὶ τὴν τῶν χρημάτων φύσιν οὐκ ἀγνοεῖ, ὅτι νῦν μὲν ἦλθε, νῦν δὲ ἀπῆλθε κατά τινας ὡρισμένας αἰτίας, αἷς ἀντιτείνειν ἀβέλτερον. τῶν γὰρ οὐκ ἐφʼ ἡμῖν τῆς κτήσεως ἡμεῖς οὐ κύριοι, οὐκ ἐφʼ ἡμῖν δὲ τὸ σῶμα, τὰ χρήματα. καὶ ἁπλῶς, ὅσα τῆς λογικῆς ἡμῶν οὐσίας ἔξω κεῖται, οὔτε τὴν ἀρχὴν κτήσασθαι ἐφʼ ἡμῖν οὔτε φυλάξαι, ἐφʼ ὅσον βουλόμεθα· τὸ δὲ προσγινομένων καὶ ἀπογινομένων αὐτῶν μετὰ ἀρετῆς ἀποδέχεσθαι αὐτὰ καὶ ἀποτίθεσθαι, τοῦτο ἦν ἐφʼ ἡμῖν καὶ τῆς λογικῆς οὐσίας ἴδιον, ἂν μὴ ἀλογίστως ἔχειν περὶ τῶν συμβαινόντων ἑαυτὴν ἐθίζῃ, ἀλλὰ τοῖς θείοις ἕπηται μέτροις, οἷς πάντα τὰ περὶ ἡμᾶς ὥρισται. [5]
10 8
ἐνταῦθα οὖν τὸ ἐφʼ ἡμῖν δύναμιν ἔχει μεγίστην, ἐν τῷ εὖ κρῖναι περὶ τῶν οὐκ ἐφʼ ἡμῖν καὶ μὴ τῇ τούτων προσπαθείᾳ τὴν τοῦ αὐτεξουσίου ἀρετὴν προσαπολέσθαι.
10 9
τί οὖν ἡ ἔμφρων κρίσις λέγει; παρόντι μὲν τῷ σώματι καὶ τῷ πλούτῳ καλῶς χρῆσθαι καὶ πρὸς ὑπηρεσίαν ἀρετῆς, ἀπιόντων δὲ εἰδέναι τὸ δέον καὶ πρὸς ταῖς ἄλλαις ἀρεταῖς ἀλυπίαν κερδαίνειν. οὕτω γὰρ καὶ ἡ πρὸς θεοὺς εὐσέβεια τηρηθήσεται καὶ τὰ τῆς δικαιοσύνης μέτρα, εἰ τὸ λογικὸν ἐκμάθοι ταῖς περιστάσεσιν εὖ καὶ καλῶς χρῆσθαι καὶ τοὺς τῆς φρονήσεως ὅρους ἀντιτιθέναι τοῖς δοκοῦσιν ὡς ἔτυχε καὶ ἀτάκτως συμβαίνειν. ἄλλως γὰρ οὐκ ἂν ἀρετὴ φυλαχθείη, ἂν μὴ ὀρθοδοξία τις ἐνυπάρχῃ τῇ λογικῇ οὐσίᾳ. [5]
10 10
οὔτε γὰρ τοῖς κρείττοσιν ἕπεσθαι δύναται ὡς κρείττοσιν, ἀλλʼ ὡς ὑπὸ τυράννων βιαζόμενος διατεθήσεται, οὔτε τῶν συζώντων λόγον τινὰ ποιήσεται οὔτε σώματος ἢ χρημάτων τὴν ἀρίστην οἰκονομίαν ἐξευρήσει, ἀλογίστως ἔχειν ἑαυτὸν ἐθίσας. [5]
10 11
ὅρα γάρ, ὅτι οἱ ἐξ ἅπαντος φεύγοντες τὸν θάνατον ἢ τὰ χρήματα τηρεῖν ἐπιθυμοῦντες πολλαῖς ἐξ ἀνάγκης ἀδικίαις χρήσονται καὶ βλασφημίαις, ἀρώμενοι μὲν κατὰ θεῶν ἀνόσια καὶ προνοεῖσθαι μὴ φάσκοντες, ἐπειδὰν περιπέσωσιν, οἷς ἀνοήτως ἔφευγον· ἀφειδῶς δὲ τοὺς ἄλλους ἀδικοῦντες καὶ τὰ πάντων ἀθροίζειν πειρῶνται πρὸς τὸ αὐτοῖς λυσιτελές, ὡς οἴονται, καὶ οὕτως ἐκφανὴς ἡ τῆς ψευδοδοξίας ἐν αὐτοῖς γίνεται βλάβη, ὡς τὰ μέγιστα τῶν κακῶν ἐκβλαστάνειν· ἀδικίαν μὲν πρὸς τοὺς ὁμοίους, ἀνοσιότητα δὲ πρὸς τοὺς κρείττονας. [10]
10 12
ὧν καθαρεύσειεν ἂν ὁ τοῖς προκειμένοις στίχοις πειθόμενος, ὁ τῇ εὐλογίστῳ κρίσει τὸν θάνατον γενναίως ὑπομένων καὶ τὴν τῶν χρημάτων ἀποβολὴν οὐκ ἀφόρητον ἡγούμενος, ἐξ ὧν καὶ πρὸς δικαιοσύνην ἀφορμὰς λαμβάνει, ὡς δέοι τῶν ἀλλοτρίων ἀπέχεσθαι καὶ βλάπτειν μηδένα μηδὲ ὠφέλειαν ἑαυτοῦ τὰς τῶν ἄλλων ποιεῖσθαι συμφοράς. τούτων δὲ οὐδὲν τηρῆσαι δυνατὸς ἔσται ὁ θνητὴν ὑπολαμβάνων εἶναι τὴν ἑαυτοῦ ψυχὴν καὶ ἀλογίστως ἔχειν ἑαυτὸν ἐθίσας, τί μέν ἐστι τὸ ἀποθνῇσκον ἡμῶν καὶ τὸ τῶν χρημάτων δεόμενον, τί δὲ τὸ ἀσκοῦν τὴν ἀρετὴν καὶ τὸ ἐκ ταύτης ὠφελούμενον. [10]
10 13
μόνη γὰρ ἡ τούτων διάκρισις προθυμίαν εἰς ἀρετῆς ἄσκησιν ἂν παράσχοι καὶ πρὸς τὴν τῶν καλῶν κτῆσιν ἐπεγείρειεν ἡ ἐκ τοῦ γνῶθι σαυτὸν καὶ αἰσχύνεο σαυτὸν ἔνθεος ὁρμή. πρὸς γὰρ τὴν ἡμετέραν ἀξίαν καὶ τὰ τῶν ἄλλων καθήκοντα παραμετρεῖσθαι δεῖ ἐν ἔργοις τε καὶ λόγοις, ἡ δὲ τῶν καθηκόντων τήρησις ἀπαράβατος δικαιοσύνη ἂν εἴη· διὸ καὶ προτέτακται τῶν ἄλλων ἀρετῶν, ἵνα τῶν καθηκόντων γένηται μέτρον. [5]
10 14
δικαιοσύνην, γάρ φησιν, ἄσκει ἔργῳ τε λόγῳ τε. οὐκ οὖν οὐδὲν βλάσφημον ἐρεῖς ἐν ἀπωλείαις χρημάτων ἢ νόσων ἀλγηδόσιν, ἵνα μὴ ἀδικῇς ἐν λόγῳ, ἀλλʼ οὐδὲ τὰ τῶν πλησίων ἁρπάσεις οὐδὲ μηχανήσῃ δυστυχίας ἀνθρώποις, ἵνα μὴ ἀδικῇς ἐν ἔργῳ. δικαιοσύνης γὰρ τὴν ψυχὴν φρουρούσης τὰ προσήκοντα ἂν πράττοιμεν καὶ περὶ θεοὺς καὶ περὶ ἀνθρώπους καὶ περὶ ἡμᾶς αὐτούς. τῆς δὲ δικαιοσύνης τὸ ἄριστον μέτρον ἐστὶν ἡ φρόνησις, ὅθεν τῷ δικαιοσύνην ἄσκει ἐπήγαγε· μηδʼ ἀλογίστως ἔχειν σαυτὸν περὶ μηδὲν ἔθιζε, ὡς μὴ δυναμένης ὑποστῆναι δικαιοσύνης ἄνευ φρονήσεως. [10]
10 15
τοῦτο γάρ ἐστιν ὄντως δίκαιον, ὃ ἡ τελεία φρόνησις ὁρίζει, αὕτη δʼ ἂν εἴη ἡ περὶ μηδενὸς ἀλογίστως ἔχουσα, ἀλλʼ ἐπεσκεμμένη μὲν περὶ τοῦ θνητοῦ σώματος, ἐπεσκεμμένη δὲ περὶ τῶν εἰς τὴν τούτου χρείαν συντελούντων, πάντα δὲ ἀτιμότερα ἀρετῆς τιθεμένη καὶ μεγίστην ὠφέλειαν τὴν ἀρίστην διάθεσιν τῆς λογικῆς ψυχῆς, ἀφʼ ἧς καὶ τὰ ἄλλα κοσμεῖται κατὰ δύναμιν. τοιοῦτος μὲν τῶν προκειμένων ἐπῶν ὁ σκοπός· τὴν τετράδα τῶν πρακτικῶν ἀρετῶν ἀναφῆναι καὶ παραδοῦναι τοῖς ἀκροαταῖς μετὰ τῆς ἀγρύπνου τηρήσεως καὶ παραφυλακῆς τῆς ἐν λόγοις καὶ ἔργοις πρεπούσης. [5]
10 16
τὸ μὲν γὰρ φρόνησιν, τὸ δὲ ἀνδρείαν, τὸ δὲ σωφροσύνην παραδίδωσι, τὸ δὲ προηγούμενον αὐτῶν τὴν ἐπὶ πάσαις ταῖς ἄλλαις ἀρεταῖς κοινῶς ἐπιθεωρουμένην δικαιοσύνην ἀσκεῖσθαι παραινεῖ. τὸ δὲ χρήματα δʼ ἄλλοτε μὲν κτᾶσθαι φιλεῖ, ἄλλοτε δʼ ὀλέσθαι παρίστησιν, ὅτι τῇ σωφρονικῇ διαθέσει καὶ ἡ ἐλευθεριότης παρέπεται ἀρετὴ οὖσα περὶ χρημάτων πρόσοδον καὶ δαπάνην. [5]
10 17
τὸ γὰρ μόνον τότε αὐτὰ κτᾶσθαι καὶ ἀποκτᾶσθαι, ὅτε δίδωσιν ὁ λόγος, μικρολογίας καὶ ἀσωτίας προαναιρεῖ τὰς ἀφορμάς. [5]
10 18
πάντα δὲ ταῦτα ὡς ἀπὸ πηγῆς καὶ ἀρχῆς πρώτης τοῦ ἑαυτὸν αἰσχύνεσθαι προάγεται, τοῦτο δὲ τὸ παράγγελμα προείληφεν ἐν ἑαυτῷ τὸ σαυτὸν γνῶθι, ὃ πασῶν μὲν σπουδαίων πράξεων, πασῶν δὲ θεωρητικῶν γνώσεων προϋποκεῖσθαι δεῖ. ἐπεὶ πόθεν εἰσόμεθα, ὅτι προσήκει ἡμῖν μετριάσαι τῶν παθῶν καὶ γνῶναι τὰ ὄντα; ἀπορεῖται γὰρ περὶ αὐτῶν πρῶτον μέν, εἰ δυνατὰ ταῦτα ἀνθρώποις, ἔπειτα, εἰ ὠφέλιμα τοῖς ἔχουσι γίνεται. [5]
10 19
φαίνεται γὰρ πᾶν τοὐναντίον ἐλαττούμενος ἐν τοῖς κατὰ τὸν βίον ὁ σπουδαῖος τῷ μὴ λαμβάνειν ἀδίκως, ὅθεν οὐ δεῖ, καὶ τῷ ἀναλίσκειν δικαίως, εἰς ἃ δεῖ, καὶ περὶ τὸ σῶμα παντὸς μᾶλλον εὐεπιχειρήτως διάκειται μήτε ἄρχειν αὐτὸς ἐπιτηδεύων, μήτε ἀνελευθέρως θεραπεύων τοὺς ἄρχοντας. ὥστε εἰ μή τις ἄλλη οὐσία ἐν ἡμῖν εἴη ἀπὸ τῆς ἀρετῆς ὠφελουμένη, σχολῇ γε ἂν πλοῦτον ἢ δυναστείαν αὐτὴν προσδεξώμεθα. [5] *[crux: προσδεξώμεθα]*
10 20
ὅθεν καὶ οἱ θνητὴν οἰόμενοι τὴν ψυχὴν περὶ τοῦ προΐεσθαι τὴν ἀρετὴν κομψεύονται μᾶλλον ἢ ἀληθεύουσιν. εἰ γὰρ μὴ εἴη τι ὑπομένον ἡμῶν μετὰ τὸν θάνατον καὶ τοῦτο φύσιν ἔχον ἀληθείᾳ καὶ ἀρετῇ κοσμεῖσθαι, οἷον δή φαμεν εἶναι τὴν λογικὴν ψυχήν, οὐκ ἂν ἔφεσις ἡμῖν καθαρὰ γένοιτο τῶν καλῶν. προαναιρεῖται γὰρ ἡ ὑποψία τῆς φθορᾶς τὴν περὶ ταῦτα σπουδὴν καὶ πρὸς ἀπολαύσεις ἄγει σωματικάς, ὁποῖαί ποτʼ ἂν ὦσιν αὗται καὶ πόθεν ἂν πορίζεσθαι δύνωνται. [5]
10 21
πῶς γὰρ ἂν δόξῃ ἔμφρονος εἶναι κατʼ αὐτοὺς ἢ μετρίως καθεστηκότος μὴ πάντα χαρίζεσθαι τῷ σώματι, διʼ ὃ καὶ ἡ τῆς ψυχῆς ὑπόστασις σῴζεται οὐκ οὔσης μὲν καθʼ αὑτήν, ἐπιγινομένης δὲ τῇ ποιᾷ διαπλάσει τοῦ σώματος; πῶς δὲ προησόμεθα διʼ ἀρετὴν τὸ σῶμα μέλλοντες καὶ τὴν ψυχὴν αὐτὴν ἅμα τῷ σώματι διαφθείρειν, ὥστε μηδαμοῦ εἶναι τὴν ἀρετήν, ἧς ἐφέσει τὸν θάνατον ὑπεμείναμεν; ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς τοῖς θείοις ἀνδράσιν ἐπιδέδεικται, ὅτι τε ἀθάνατος ἡ ψυχὴ καὶ ὅτι διὰ μόνης ἀρετῆς κοσμεῖσθαι πέφυκεν. [10]
10 22
νῦν δὲ τὸ παρὸν ἐπισφραγισάμενοι δόγμα ἐπὶ τὰ ἑξῆς μεταβαίνομεν, τοσοῦτον τοῖς προειρημένοις ἐπειπόντες, ὅτι ὥσπερ τῇ ἀγνοίᾳ τῆς οὐσίας ἡμῶν πᾶσα ἐπεισρεῖ κακία, οὕτω τῇ ἑαυτῶν γνώσει καὶ ἀπαξιώσει τῶν μὴ πρεπόντων λογικῇ φύσει ἡ τῶν καθηκόντων ἀπαραλόγιστος τήρησις εὑρίσκεται πανταχοῦ· τοῦτο δὲ τῶν κατὰ μέρος ἀρετῶν γίνεται μέτρον. [5]
10 23
ὡς γὰρ πρὸς κανόνα τὴν οὐσίαν ἡμῶν ἀποβλέποντες τὸ δέον ἐν πᾶσιν εὑρίσκομεν, κατὰ τὸν ὀρθὸν λόγον συμφώνως τῇ ἑαυτῶν οὐσίᾳ διαζῶντες. πᾶν γάρ, ὃ ἀμείνονα τὴν ψυχὴν ποιεῖ καὶ πρὸς τὴν φύσει πρέπουσαν εὐζωΐαν αὐτὴν ἀνάγει, τοῦτο ὄντως ἀρετὴ καὶ φιλοσοφίας νόμος, τὰ δὲ μόνον πρὸς ἀνθρωπίνην εὐσχημοσύνην τείνοντα δουλοπρεπῆ ἐστι σοφίσματα καὶ σκιαγραφία τῶν καλῶν τὸν παρὰ τῶν πολλῶν ἔπαινον θηρωμένη καὶ τοῦ δοκεῖν μόνον, οὐ τοῦ εἶναι ἀγαθὸν τὴν πᾶσαν ποιουμένη φροντίδα. [5]
10 24
καὶ ταῦτα μὲν περὶ τούτων. τοῖς δὲ ὀρθοῖς λογισμοῖς ἐξ ἀνάγκης ἕπεται καὶ περὶ τῶν δοκούντων ἀτάκτως κατὰ τὸν βίον συμβαίνειν μὴ ἀλογίστως ἔχειν, ἀλλʼ εὖ καὶ γενναίως ἀπολελογίσθαι τὰς τούτων αἰτίας καὶ φέρειν αὐτὰ μηδὲν ἐγκαλοῦντας τοῖς ἐπιμεληταῖς ἡμῶν, οἳ πρὸς ἀξίαν ἀπονέμοντες ἑκάστῳ τὰ προσήκοντα οὐ τῶν ἴσων ἠξίωσαν ἅπαντας τοὺς μὴ ὁμοίως προβεβιωκότας. πῶς γὰρ ἂν προνοίας μὲν οὔσης καὶ τῆς ψυχῆς ἡμῶν ἀφθάρτου μὲν κατʼ οὐσίαν, προαιρέσει δὲ αὐτοκινήτῳ πρὸς ἀρετὴν ἢ κακίαν ὁρμώσης ἐνῆν τὰ ἴσα τοῖς μὴ ἴσοις τοὺς τοῦ πρὸς ἀξίαν φύλακας νόμου ἀποδιδόναι, ἀλλὰ μὴ τὴν προσήκουσαν ἀπονέμειν ἑκάστῳ τύχην, ἣν καὶ προϊὼν εἰς γένεσιν ὁ ἄνθρωπος κληροῦσθαι λέγεται; εἰ οὖν μὴ μῦθος τὸ εἶναι πρόνοιαν ἀπονέμουσαν ἑκάστῳ τὰ πρέποντα καὶ τὴν ψυχὴν ἡμῶν ἀθάνατον εἶναι, δῆλον, ὡς μεταστῆσαι δεῖ τὴν αἰτίαν τῶν ἀλγεινῶν ἀπὸ τοῦ διοικοῦντος ἐφʼ ἡμᾶς αὐτούς, ἐξ οὗ καὶ τὸ ἰᾶσθαι τὰ δυσχερῆ δύνασθαι δώσει ὁ λόγος. [10]
10 26
ἐν ἑαυτοῖς γὰρ εὑρόντες τὰς αἰτίας τῆς τοσαύτης ἀνωμαλίας πρῶτον μὲν τῷ ὀρθῷ τῆς κρίσεως ἐπελαφρύνομεν τῶν συμβαινόντων τὸ μοχθηρόν, ἔπειτα ταῖς ἱεραῖς μεθόδοις καὶ ταῖς ὀρθαῖς νουθετήσεσι μεθορμίζοντες τὴν ψυχὴν πρὸς τὸ ἄμεινον παντελῶς ἑαυτοὺς τῶν ἀλγεινῶν ἐλευθερώσομεν. τὸ δὲ πάσχοντα κακῶς μὴ διαισθάνεσθαι τὰς αἰτίας μηδὲ καταμαντεύεσθαι τοῦ εἰκότως συμβαίνοντος ἑαυτὸν ἦν ἐθίσαντος ἀλογίστως ἔχειν περὶ παντός, ὃ νῦν ἀπηγόρευσεν ὁ λόγος. [5]
10 27
ἀνάγκη γὰρ τὸν ἀζητήτως ἔχοντα τῆς ἀληθοῦς αἰτίας ἐπὶ τὴν κρείττονα οὐσίαν μεταφέρειν τὸ ἔγκλημα, ἢ ὅτι οὐκ ἔστι παντελῶς, ἢ ὅτι οὐκ ἐπιμελεῖται ἡμῶν ὀρθῶς. τὰ δὲ τοιαῦτα δοξάσματα οὐ μόνον τὰ ἐκ προβιοτῆς κακὰ ἐπιτείνει, ἀλλὰ καὶ εἰς ἅπασαν πονηρίαν τὴν ψυχὴν ἐπεγείρει καὶ τῆς αὐτεξουσίου θεραπείας αὐτὴν ἀποστερεῖ τῷ προστιθέναι λανθανούσας τὰς αἰτίας τῶν νῦν δυσχεραινομένων. πῶς δὲ δεῖ περὶ τούτων φιλοσοφεῖν, ἐπάκουσον αὐτῶν τῶν ἐπῶν. ὅσσα τε δαιμονίαισι τύχαις βροτοὶ ἄλγεʼ ἔχουσιν, ὧν ἂν μοῖραν ἔχῃς, πράως φέρε μηδʼ ἀγανάκτει. [5]
11 n
ἰᾶσθαι δὲ πρέπει, καθʼ ὅσον δύνῃ. ὧδε δὲ φράζευ· οὐ πάνυ τοῖς ἀγαθοῖς τούτων πολὺ μοῖρα δίδωσιν. Πρὸ τῆς ἄλλης ἐξηγήσεως ἐκεῖνο προειπεῖν δεῖ, ὅτι ἄλγεα νῦν λέγει τὰ ἐπίπονα καὶ τραχυτέραν ἡμῖν τὴν ὁδὸν τοῦ βίου παρασκευάζοντα οἷον νόσον, πενίαν, φιλτάτων ἀποβολήν, ἀδοξίαν ἐν πόλει.
11 1
ταῦτα γὰρ χαλεπὰ μέν ἐστι καὶ δυσδιάθετα κατὰ τὸν βίον, οὐ μὴν ὄντως κακὰ οὐδὲ αὐτῇ τῇ ψυχῇ βλαβερὰ τυγχάνει, ἐὰν μὴ αὐτὴ ἐθέλῃ διὰ τούτων εἰς κακίαν ἀποκλῖναι, ὃ καὶ ἐπὶ τῶν ἀγαθῶν δοκούντων πάθοι ἂν μὴ βουληθεῖσα καλῶς αὐτὰ μεταχειρίζεσθαι οἷον ὑγίειαν καὶ πλοῦτον καὶ δυναστείαν. ἔστι γὰρ καὶ ἐν τούτοις κακυνθῆναι καὶ ἐν τοῖς ἐναντίοις ἀρετὴν κτήσασθαι. [10]
11 2
τὰ δὲ ὄντως κακὰ τὰ ἐκ προαιρέσεώς ἐστιν ἁμαρτανόμενα, οἷς συνεισελθεῖν ἀρετὴν φύσιν οὐκ ἔχει. ταῦτα δέ ἐστιν ἀδικία καὶ ἀκολασία καὶ πάντα, ὅσα τὴν τοῦ καλοῦ σύζευξιν οὐκ ἐπιδέχεται. οὐ γὰρ ἔστιν οὐδενὶ τῶν τοιούτων τὸ καλῶς ἐπιφθέγγεσθαι οἷον· ἀδικεῖ καλῶς, ἀκολασταίνει καλῶς, ὥσπερ ἐπὶ τῶν ἐκτὸς κακῶν λέγομεν, νοσεῖ καλῶς, πένεται καλῶς, ὅταν εὖ καὶ κατὰ τὸν ὀρθὸν λόγον τὰ τοιαῦτα φέρῃ ὁ ἄνθρωπος. [5]
11 3
ταῖς δὲ ψυχικαῖς πονηρίαις οὐκ ἐπιφέρεται τὸ καλῶς, διότι ἀποστροφαί εἰσι καὶ ἀποτεύγματα τοῦ ὀρθοῦ λόγου, ὃν φύσει ἐνόντα καὶ ἐγγεγραμμένον αὐτῇ παρορᾷ ἡ ἀνθρώπου ψυχὴ ὑπὸ τῆς προσπαθείας ἀποτυφλουμένη. τεκμήριον δὲ τοῦ εἶναι τὸν ὀρθὸν λόγον τοῖς ἀνθρώποις τὸ καὶ τὸν ἄδικον, ἐν οἷς αὐτῷ μηδὲν διαφέρει, κρίνειν δικαίως καὶ τὸν ἀκόλαστον σωφρονικῶς καὶ ὅλως τὸν κακὸν ὀρθαῖς ἐπιβολαῖς χρῆσθαι, ἐν οἷς ἀπροσπαθής ἐστιν. διὸ καὶ μεθίστασθαι δύναται ὁ φαῦλος εἰς ἀρετὴν καταγνώσει τῆς προτέρας κακίας. [5]
11 4
οὐ μὴν διὰ τοῦτο ἐνυπάρχειν δεῖ καὶ τὸν μὴ ὀρθὸν λόγον, ἵνα ἀρχὴ τῶν κακιῶν οὗτος γένηται ὥσπερ ἐκεῖνος τῶν ἀρετῶν. ἀρκεῖ γὰρ παρὼν ὁ ὀρθὸς λόγος ὥσπερ νόμος ἐν πόλει τά τε κατʼ αὐτὸν πραττόμενα καὶ τὰ παρʼ αὐτὸν διορίζειν καὶ τὰ μὲν ἀποδέχεσθαι, τὰ δὲ σωφρονίζειν. καὶ οὐδὲν δεῖ κακῶν ἀρχῆς οὔτε ἐνυποκειμένης οὔτε ἔξωθεν κακοποιὸν αἰτίαν ἐνδιδούσης, ἀγαθῶν δὲ δεῖ ἀρχῆς μάλιστα καὶ μόνης τῆς μὲν κεχωρισμένης τῶν λογικῶν οὐσιῶν, οἷός ἐστιν ὁ θεός, τῆς δὲ ἐνυπαρχούσης αὐταῖς καὶ τῇ κατʼ οὐσίαν ἐπαφῇ κυβερνώσης, οἷός ἐστιν ὁ ὀρθὸς λόγος. τοιαύτη μὲν ἡ τῶν κακῶν διάκρισις, ὧν οὐ τὰ προαιρετικά φησιν ἐκ τῆς δαιμονίας τύχης τοῖς ἀνθρώποις ἀπονέμεσθαι ἀλλὰ τὰ περιστατικά, ἃ νῦν μὲν ἐν τοῖς οὐκ ἐφʼ ἡμῖν κεῖται, πάλαι δὲ προαιρετικαῖς ἁμαρτίαις ἐπηκολούθησεν, ἀλγεινὰ μὲν ὄντα, ὡς ἔφαμεν, τὸν δὲ παρὰ τῆς ἀρετῆς κόσμον ἐπιδεχόμενα. [5]
11 6
καὶ γὰρ πενίαν ἐκόσμησε σώφρων δίαιτα καὶ ταπεινότητα γένους ἐπηνωρθώσατο φρόνησις καὶ παίδων ἀποβολὴν πράως ἤνεγκεν ὁ δίκαιος βίος ὁ δυνάμενος εἰπεῖν· τέθνηκε τὸ παιδίον; οὐκοῦν ἀπεδόθη· καὶ ᾔδειν θνητὸν γεγεννηκώς. ὁμοίως δὲ καὶ τὰ ἄλλα πάντα τῷ τῆς ἀρετῆς κάλλει περιβληθέντα γίνεται εὐσχημονέστερα. [5]
11 7
ἑξῆς δὲ ζητεῖ ὁ λόγος, τίνες αἱ δαιμόνιαι τύχαι, καθʼ ἃς οἱ βροτοὶ τὰς ἐκτὸς δυσχερείας ἔχουσιν. εἰ μὲν γὰρ προηγουμένως ἡ θεία κρίσις δίδωσι τῷδε μὲν πλοῦτον, ἑτέρῳ δὲ πενίαν, δαιμονίαν ἔδει ταύτην προαίρεσιν καλεῖν καὶ μὴ τύχην. εἰ δὲ μηδὲν ἐπιστατεῖ ταῖς τῶν τοιούτων λήξεσιν ἀλλʼ ὡς ἔτυχε καὶ αὐτομάτως συμπίπτει τόνδε μὲν εὐτυχῆ εἶναι, ὥς φασι, τόνδε δὲ δυστυχῆ, τύχην μόνον ἔδει ταύτην καλεῖν καὶ μὴ δαιμονίαν τύχην. [5]
11 8
εἰ δὲ πρὸς τὴν ἀξίαν ἑκάστῳ τὰ προσήκοντα ἀπονέμει ὁ ἐπιτροπεύων ἡμῶν θεὸς καὶ τοῦ μὲν εἶναι τοιούσδε ἢ τοιούσδε ἡμᾶς οὐκ ἔστιν αἴτιος, τοῦ δὲ τὰς ἀμοιβὰς ἀποδοῦναι κατὰ τοὺς θεσμοὺς τῆς δίκης μόνον ἐστὶ κύριος, εἰκότως συνάψας εἶπε δαιμονίας τύχας τὰς τῆς κρίσεως ἀποφάνσεις, εἰ μὲν θεῖον καὶ νοερόν ἐστι τὸ κρῖνον, δαιμονίας καὶ ἐπιστημονικὰς αὐτὰς προσειπών, εἰ δὲ οἰκείᾳ προαιρέσει κακύνεται τὸ κρινόμενον καὶ διὰ τοῦτο γίνεται τῶν δυσχερῶν τούτων ἄξιον, προσθεὶς τὸ τύχας, ὅτι οὐ προηγουμένως τόνδε τινὰ κολάσαι ἢ τιμῆσαι πρόκειται τῷ θεῷ, ἀλλʼ ἀεὶ τὸν τοιόνδε ἢ τοιόνδε γενόμενον· τούτου δὲ τὴν αἰτίαν ἐν ἡμῖν κεῖσθαι. [10]
11 9
τὴν οὖν ἐπιπλοκὴν τῆς ἡμετέρας προαιρέσεως καὶ τῆς ἐκείνου κρίσεως τύχην ἀπογεννᾶν, ὥστε εἶναι τὸ ὅλον τοῦτο δαιμονίαν τύχην, τὴν ἐπὶ τοῖς ἡμαρτημένοις θείαν ψῆφον, καὶ συνεισάγειν οὕτω τὴν τῶν ὀνομάτων τεχνικὴν εὕρεσιν τήν τε θείαν ἐπιστασίαν καὶ τὸ αὐτεξούσιον τῆς ψυχῆς καὶ ἀθάνατον· καὶ μήτε καθʼ εἱμαρμένην ἢ πρόνοιαν πανταχόθεν γίνεσθαι μήτε ὡς ἔτυχε καὶ ἀπὸ ταὐτομάτου μήτε κατὰ τὸ αὐτοπροαίρετον ἡμῖν τὸν βίον διατίθεσθαι πάντα. [5]
11 10
ἀλλʼ ὅσα μὲν ἐν τοῖς ἐφʼ ἡμῖν ἁμαρτάνομεν, ταῦτα εἰς προαίρεσιν ἀναφέρεσθαι, ὅσα δὲ ἐπὶ τοῖς ἡμαρτημένοις κατὰ τοὺς τῆς δίκης ἕπεται νόμους, εἰς εἱμαρμένην, τὰ δὲ προηγουμένως παρὰ τοῦ θεοῦ ἐνδιδόμενα ἀγαθὰ εἰς πρόνοιαν, εἰς δὲ τὸ εἰκῆ καὶ ὡς ἔτυχεν οὐδὲν τῶν ὄντων ἀναφέρειν τὴν αἰτίαν, ἀλλʼ οὐδὲ τῶν γινομένων, εἰ μὴ ἄρα κατὰ συμβεβηκὸς καὶ κατʼ ἐμπλοκὴν τῶν ἀπὸ προνοίας καὶ εἱμαρμένης καὶ προαιρέσεως προηγουμένως ἐνεργουμένων, ἐπακολουθήσει τὸ ὡς ἔτυχε τοῖς πρωτουργοῖς αἰτίοις. [5]
11 11
οἷον φέρε ὁ δικαστὴς τὸν φονέα κολάζειν βούλεται καὶ οὐ τόνδε τὸν ἄνθρωπον, κολάζει δὲ καὶ τοῦτον, ὃν οὐκ ἐβούλετο, ὅταν αὐτὸς ἑαυτὸν εἰς τὴν τοῦ φονέως ἐναρμόσῃ τάξιν. καὶ γίνεται προηγουμένη μὲν ἡ κατὰ τοῦ φονέως αὐτῷ ψῆφος, κατὰ συμβεβηκὸς δὲ ἡ κατὰ τοῦδε τοῦ ἀνθρώπου, ὅτι ἑκὼν ὑπέδυ τὸ τοῦ φονέως πρόσωπον. [5]
11 12
καὶ πάλιν ὁ πονηρὸς ἄνθρωπος φονεῦσαι μὲν ἐβούλετο, δοῦναι δὲ ἐπὶ τούτῳ δίκας οὐκ ἤθελεν, ὥστε καὶ ἐπὶ τούτου γίνεσθαι προηγουμένην μὲν τὴν φονικὴν διάθεσιν, ὡς ἀπὸ τοῦ αὐτεξουσίου τῆς ψυχῆς ἠρτημένην, κατὰ συμβεβηκὸς δὲ ἐπακολουθεῖν τὰς ἐπὶ ταύτῃ στρεβλώσεις τε καὶ κακίας. τούτων δὲ πάντων αἴτιος ὁ νόμος ὁ καὶ τῷ δικαστῇ τὴν προαίρεσιν τοῦ κολάζειν τοὺς φαύλους ἐντιθεὶς καὶ τῷ φονεῖ τὴν τιμωρὸν τύχην ἐπάγων. [5]
11 13
ταὐτὸ δή μοι τοῦτο καὶ ἐπὶ τῆς θείας ἐπιστασίας λογίζου· προαιρέσεως ἀνθρωπίνης δρᾶσαι κακὰ βουληθείσης καὶ προαιρέσεως νομοφυλάκων δικαστῶν ἐπανορθοῦσθαι τὰ κακὰ πάσῃ μηχανῇ πειρωμένης τὴν συνδρομὴν δαιμονίαν τύχην ἀποτελεῖν, καθʼ ἣν ὁ τὰ τοιάδε εἰργασμένος τῶν τοιῶνδε γίνεται ἄξιος τιμημάτων, τοῦ μὲν προῃρῆσθαι τὰ φαῦλα εἰς τὸ αὐτεξούσιον τοῦ κρινομένου τὴν αἰτίαν ἀναφέροντος, τοῦ δὲ ἑπομένου τῇ ἀξίᾳ τιμήματος εἰς τὴν τῶν κρινόντων νομοφυλακικὴν ἐπιστήμην, τούτων δὲ συναγωγέα εἶναι τὸν νόμον τὸν ἀγαθὰ μὲν εἶναι πάντα κατὰ δύναμιν, φαῦλον δὲ μηδὲν εἶναι διατεταγμένον. [10]
11 14
οὗτος γὰρ προϋφεστὼς ἐν τῇ τοῦ θεοῦ ἀγαθότητι οὐκ ἐᾷ ἀνευθύνους εἶναι τοὺς κακούς, ἵνα μὴ ἐμμένον τὸ κακὸν εἰς ἀναισθησίαν παντελῆ τῶν ἀγαθῶν ἐλάσῃ, ὧν τὴν ἀναγκαίαν ὑπόμνησιν ἡ παρὰ τῶν νομοφυλάκων δίκη χορηγεῖ. συνάγει οὖν ὁ νόμος, ὡς εἴρηται, τοὺς πεφυκότας κρίνειν καὶ τοὺς πεφυκότας κακύνεσθαι, διʼ ἀμφοτέρων τὸ οἰκεῖον ἀπεργαζόμενος ἀγαθόν. [5]
11 15
εἰ γὰρ τὸ διδόναι δίκην τοῦ μὴ διδόναι ἐστὶ λυσιτελέστερον καὶ πρὸς σωφρονισμὸν τῆς ἀμετρίας τῶν κακῶν ἡ δίκη βλέπει, δῆλον, ὅτι πρὸς τὸ ὠφελεῖν καὶ ὠφελεῖσθαι συνήρμοσεν ὁ νόμος τὰ δύο ταῦτα γένη, τὸ μὲν κριτικὸν ὡς νομοφυλακικὸν τοῦ ἑτέρου προτάξας, τὸ δὲ ἁμαρτάνειν καὶ κρίνεσθαι πεφυκὸς ὡς παρανομητικὸν τῷ ἀμείνονι παραδοὺς γένει κατὰ τὴν ἀξίαν αὐτὸ μεταχειρίζεσθαι, ὅπως ἂν εἰς ἀνάμνησιν καὶ ἔννοιαν ἔλθῃ ποτὲ τοῦ νόμου, διʼ ὧν πάσχει κακῶς. [5]
11 16
ὃν γὰρ ἐν τῷ πράττειν κακῶς ἀπηρνοῦντο, τοῦτον ἐν τῷ πάσχειν κακῶς ἐπιποθοῦσιν οἱ ἄνθρωποι, οἷον ὁ ἀδικῶν οὐ βούλεται εἶναι θεόν, ἵνα μὴ τὸ δοῦναι δίκην ὡσπερεί τινα Ταντάλου λίθον ἐπικρεμάμενον ἔχῃ, ὁ δὲ ἀδικούμενος βούλεται εἶναι θεόν, ἵνʼ ἐπικουρίας ὧν πέπονθε τύχῃ. διὸ τοὺς ἀδικοῦντας εἰς τὸ ἀδικεῖσθαι περιστῆναι δεῖ, ἵνʼ ὃ μὴ ἔβλεπον ἐν τῷ δρᾶν τῷ τῆς πλεονεξίας πάθει μεθύοντες, ἐν τῷ πάσχειν μεταμάθωσι τῷ τῆς ἐλαττώσεως ἀνιαρῷ παιδευόμενοι, εἴ γε καλῶς ὑπέχοιεν δίκας. [5]
11 17
εἰ δὲ τῇ ἰταμότητι τῆς προαιρέσεως ἔτι κακύνοιντο, αὐτοὶ μὲν ἴσως ἧττον ὠφελοῦνται, παράδειγμα δὲ πάντως που γίνονται παιδευτικὸν τοῖς εὖ φρονοῦσι καὶ διαισθάνεσθαι δυναμένοις τὰς αἰτίας τῶν τοιούτων παθῶν. ταύτας τῆς κρίσεως ἀρχὰς κυριωτάτας ἀποδεχόμεθα· τὴν ἀγαθότητα τοῦ θεοῦ, τὸν ἀπὸ ταύτης νόμον, τὸν ἐν ἡμῖν παρανομούμενον ὀρθὸν λόγον καὶ ὥσπερ τινὰ ἔνοικον θεὸν πλημμελούμενον. [5]
11 18
ἀποτέλεσμα δὲ τῆς κρίσεως τὰ ἄλγεα, ὥς φησι, ταῦτα, ὅσα τραχύτερον ἡμῖν ποιεῖ τὸν βίον ταῖς περὶ σῶμά τε καὶ τὰ ἐκτὸς λύμαις, ἃ δὴ πράως φέρειν ὁ παρὼν εἰσηγεῖται λόγος ἐνθυμουμένους τὰς αἰτίας αὐτῶν καὶ ὅσον οἷόν τε περικόπτοντας καὶ μετατιθέντας εἰς ὠφέλειαν τὰ δοκοῦντα βλαβερά, μάλιστα μὲν τῶν θείων ἀγαθῶν ἑαυτοὺς ἀξίους παρέχεσθαι διὰ τῆς ἀκροτάτης ἀρετῆς. εἰ δέ τῳ τοῦτο οὔπω ἐν ὀρέξει, τῶν γοῦν πολιτικῶν ἀγαθῶν διὰ τῆς μέσης ἀρετῆς τυγχανέτω. τοῦτο γὰρ ἦν, ὃ πρὸς τὸ πάσχειν καλῶς τὰ ἀλγεινὰ καὶ ἰᾶσθαι αὐτὰ ἐπιταττόμεθα. [10]
11 19
τίς οὖν ἡ ἴασις ἢ τὰ προειρημένα πάντα, ἀφʼ ὧν καὶ ἡ εὐλόγιστος τῶν ἀλγεινῶν ἡδονὴ καὶ ἡ θεραπευτικὴ μέθοδος ὑποδείκνυται; κεφάλαιον δὲ τῶν εἰρημένων, ὅτι ὁ θεὸς νομοθέτης ὢν ἅμα καὶ δικαστὴς τίθεται μὲν τὰ ἀγαθά, ἀναιρεῖ δὲ τὰ κακά· διὸ καὶ πάντῃ κακῶν ἐστιν ἀναίτιος· τοὺς δὲ κακυνθέντας αὐτεξουσίοις ὁρμαῖς καὶ τὸν ἐν αὐτοῖς ὀρθὸν λόγον ἀμνημονήσαντας ὡς μὲν κακοὺς κολάζει τῷ νόμῳ τῷ ἀπαγορεύοντι τὰ κακά, ὡς δὲ ἀνθρώπους τῇ ἐπεισιούσῃ ἐπιπλοκῇ τοῦ νόμου πρὸς τὴν προαίρεσιν, ἣν δὴ τύχην καλοῦμεν. οὐ γὰρ ἁπλῶς τὸν ἄνθρωπον ᾗ ἄνθρωπος κολάζει ὁ νόμος, ἀλλʼ ᾗ κακός. [10]
11 20
τοῦ δὲ κακὸν γενέσθαι τὴν πρώτην αἰτίαν εἶχεν ἡ προαίρεσις· ἐπειδὰν οὖν κακὸς γένηται, ὅπερ ἦν ἐφʼ ἡμῖν, ἀλλʼ οὐκ ἐπὶ τῷ θεῷ, τότε δίδωσι δίκας, ὅπερ ἦν ἐπὶ τῷ θείῳ νόμῳ, ἀλλʼ οὐκ ἐφʼ ἡμῖν. σκοπὸς δὲ τοῦ νόμου μόνος ἂν εἴη πρέπων τε θεῷ καὶ ἡμῖν ἐπωφελὴς τὸ ἀποκόψαι τὴν κακίαν καὶ ἀποκαθᾶραι τοῖς παντοδαποῖς τῆς δίκης σωφρονισμοῖς καὶ ἐπιστρέψαι τὴν ὑποπεσοῦσαν τῇ πονηρίᾳ ψυχὴν εἰς ἀνάμνησιν τοῦ ὀρθοῦ λόγου. καὶ οὕτως ἑστῶτος τοῦ νόμου καὶ τὰ αὐτὰ ἀεὶ φθεγγομένου τὴν ἀξίαν ἕκαστος τὴν ἑαυτοῦ ἄλλοτε ἄλλην ποιήσας οὐ τῶν αὐτῶν ἀεὶ τυγχάνει· οὐ γὰρ δίκαιον τοῦτό γε οὐδὲ ἡμῖν συμφέρον. τὴν δὲ μεταβολὴν τῆς κρίσεως ἡ τοῦ κρινομένου μεταβολὴ δίδωσιν. [10]
11 21
τὸν γὰρ μὴ τοιοῦτον διαμείναντα πῶς τῶν αὐτῶν ἔστιν ἀξιοῦν; καλῶς φέρειν οὖν τὰς δαιμονίας τύχας δεῖ καὶ μὴ ἀγανακτεῖν διδόντα δίκην καὶ ὅσον ἐπὶ τῇ θείᾳ κρίσει καθαιρόμενον διὰ τῶν δοκούντων ἐμποδίων εἶναι πρὸς εὐπάθειαν τοῦ τῇδε βίου. ὁ δὲ τοιοῦτος λογισμὸς ἴασίς τε γίνεται τῶν προημαρτημένων καὶ ἐπιστροφὴ πρὸς τὸν ἐνυπάρχοντα ἡμῖν ὀρθὸν λόγον. πῶς γὰρ ὁ κακίας εἶναι καρποὺς τὰ ἀλγεινὰ τιθέμενος οὐ φεύξεται τὴν εἰς ταῦτα κατάγουσαν αὐτὸν αἰτίαν καί, εἰ δεῖ χαλεπαίνειν ἐν τοῖς λυπηροῖς, ἑαυτῷ μᾶλλον οἰήσεται δεῖν χαλεπαίνειν ἢ τῷ κωλύοντι τὴν πονηρίαν θεῷ διὰ τῶν ὀργάνων τῆς δίκης, διʼ ὧν ἔστι συνεῖναι καὶ ἀναμιμνήσκεσθαι, οἷον ἦν ἄρα ἀγαθὸν μὴ ἀφίστασθαι τῶν θείων νόμων μηδὲ ἑκόντας κακύνεσθαι. [10]
11 22
οὐ γὰρ ὡς ἔτυχε τὰ ἀλγεινὰ τοῖς ἀνθρώποις διανέμεται, εἴπερ θεὸς καὶ δίκης ὅροι προεστήκασιν ἡμῶν τὴν ἀξίαν μοῖραν ἐφʼ ἑκάστοις ἐπάγοντες· διὸ καὶ τὸ οὐ πάνυ τοῖς ἀγαθοῖς τὰ ἀλγεινὰ συμπίπτειν εὔλογον. πρῶτον μὲν γὰρ οἴσουσιν αὐτὰ πράως τῇ εὐαρεστίᾳ τῆς θείας κρίσεως καὶ τῇ τῆς ἀρετῆς προσκτήσει, διʼ ἣν πραότερα μὲν τὰ χαλεπὰ γίνεται. καὶ εὔελπις δὲ τοῦ λοιποῦ ὁ βίος μηδαμῶς ἐνοχλήσειν ἡμᾶς τὰ τοιαῦτα, εἴπερ ἀγαθοῖς γενομένοις κατὰ μὲν τὴν ἀκροτάτην ἀρετὴν τὰ θεῖα ἀγαθὰ ἡμῖν ἀπόκειται, κατὰ δὲ τὴν μέσην ἕξιν τὰ ἀνθρώπινα. [10]
11 23
ἔπειτα καὶ ἰάσονται κατὰ δύναμιν τὰ τοιαῦτα ἐξ αὐτοῦ τοῦ φέρειν πράως τὰς μεθόδους τῆς θεραπείας αὐτῶν διδασκόμενοι. πῶς γὰρ οἷόν τε ταῖς ἱεραῖς ἱκετείαις θεοπρεπῶς χρήσασθαι μὴ πρόνοιαν καὶ δίκην ἐφορᾶν τὰ ἀνθρώπινα τιθεμένους καὶ τὴν ψυχὴν ἡμῶν ἀθάνατον οὖσαν τοιούτων ἑκάστοτε τυγχάνειν τῶν ἔξωθεν, οἵων ἂν ἑαυτὴν ἀξίαν παράσχηται ἐκ τῶν προαιρετικῶν κινημάτων; ὁ γὰρ μὴ εἰς ταῦτα ἀναφέρων τὴν παροῦσαν μοῖραν πόθεν τοῦ πράως φέρειν αὐτὴν τὰς ἀφορμὰς λήψεται, πόθεν δὲ τοῦ ἰᾶσθαι τὴν τέχνην, οὐκ ἔστιν εἰπεῖν. [5]
11 24
εὐαρεστῆσαι μὲν γὰρ αὐτόθεν τοῖς τοιούτοις οὐκ ἔστιν ὡς ἀδιαφόροις ἢ καὶ ἀμείνοσι τῶν ἐναντίων, ἐπειδὴ παρʼ ἑαυτῶν φευκτὰ εἶναι φαίνεται ἀλγεινὰ ὄντα καὶ ἐπίπονα. τὰ δὲ τοιαῦτα οὐ προσίεται ἡμῶν ἡ φύσις ὡς τὰ διʼ αὐτὰ αἱρετά, εἰ μὴ ἄρα ἀγαθόν τι προσδοκώμενον εἴη ἐπὶ τῇ τληπαθείᾳ τῶν δυσχερῶν. [5]
11 25
ἀνάγκη οὖν δυσχεραίνειν καὶ δυσαρεστίας ἐμπίπλασθαι καὶ προσεπιτείνειν τὰ ἀλγεινὰ ἐκ τῆς περὶ τὴν οὐσίαν ἡμῶν ἀγνοίας καὶ οὐδὲν μὲν ἧττον διδόναι δίκας, τὴν μεγίστην δὲ ἐπικτᾶσθαι κακίαν, ἐὰν ἀπρονόητον τὸ πᾶν ἢ κακῶς φροντιζόμενον οἰηθῶμεν. τοῦτο δὲ ταὐτόν ἐστι τῷ μὴ οἴεσθαι εἶναι θεὸν ἢ ὄντα μὴ προνοεῖν ἢ προνοοῦντα μὴ ἀγαθὸν εἶναι καὶ δίκαιον, ἃ δὴ τῆς παντοδαποῦς ἀσεβείας ἐστὶ τὰ συνεκτικώτατα καὶ πρὸς πᾶσαν κακίαν συνωθοῦντα τὸν τοῖς τοιούτοις ἑαλωκότα δοξάσμασιν. [5]
11 26
ὡς γὰρ ἡ εὐσέβεια μήτηρ τῶν ἀρετῶν ἀνεφάνη, οὕτω καὶ πάσης κακίας ἡγεμὼν ἡ τῆς εὐσεβείας ἀπόπτωσις. μόνος οὖν ἐξευρήσει τούτων τὴν ἴασιν ὁ πράως αὐτὰ φέρειν δεδιδαγμένος. τοῦτο δὲ διὰ φιλοσοφίας μόνης παραγίνεται τὰς πάντων τῶν ὄντων οὐσίας ἀκριβῶς ἐπισταμένης καὶ τὰς ἑπομένας ταῖς οὐσίαις αὐτῶν ἐνεργείας, ὧν εἱρμὸς καὶ σύνταξίς ἐστιν ἡ τῶν ὅλων διοίκησις, ἀφʼ ἧς καὶ τὰς δαιμονίας τύχας ἀπονέμεσθαι ἀνάγκη, εἶναι δὲ τὴν ἑκάστῳ ἀπονεμηθεῖσαν ἀξίαν τὴν νῦν λεγομένην μοῖραν ἠρτημένην τῆς τε προνοίας τοῦ θεοῦ καὶ τῆς κοσμικῆς εὐταξίας καὶ τῆς ἀνθρωπίνης προαιρέσεως. [10]
11 27
εἰ γὰρ μὴ εἴη θεοῦ πρόνοια, οὐκ ἂν εἴη τάξις ἐν κόσμῳ, ἣν καὶ εἱμαρμένην ἂν εἴποι τις. εἰ δὲ μὴ ταῦτα εἴη, δίκη καὶ κρίσις τῶν κακῶν οὐκ ἂν γένοιτο, ἀλλʼ οὐδὲ τιμὴ καὶ ἀποδοχὴ τῶν ἀγαθῶν. προνοίας δὲ οὔσης καὶ τάξεως πάντας ἔδει τοὺς νῦν γεννωμένους τῶν ἴσων ἀγαθῶν τυγχάνειν, εἰ μηδὲν παρʼ ἑαυτῶν εἰς τὴν ἀνισότητα συνετέλεσαν. φαίνονται δὲ οὐ τῶν ἴσων τυγχάνοντες. [5]
11 28
δῆλον οὖν, ὡς τὸ τῆς προαιρέσεως ἄνισον ὑποβληθὲν τῇ τῆς προνοίας κρίσει οὐκ ἐᾷ τὴν ἴσην αὐτοῖς ἀπονέμεσθαι μοῖραν, εἴγε τῶν πρὸς ἀξίαν ἀνάγκη τυγχάνειν. μὴ ταραττέτω δὲ ἡμᾶς τὸ καὶ ἐπὶ ζῴων ἀλόγων καὶ φυτῶν καὶ αὐτῶν τῶν ἀψύχων τὴν αὐτὴν ἀνωμαλίαν ἐπιφαίνεσθαι, ἣν καὶ ἐπʼ ἀνθρώπων. οὐ γὰρ διὰ τοῦτο τὰ καθʼ ἡμᾶς ἀπρονόητα, εἴ γε ἐκείνοις ταῦτα ὡς ἔτυχε συμβαίνει, ἢ καὶ ἐπʼ ἐκείνων δίκη καὶ κρίσις καὶ ἀρετῆς καὶ κακίας ἐκλογισμοί, ἐπεὶ τὰ καθʼ ἡμᾶς οὕτως ἠκρίβωται. [5]
11 29
πρῶτον μὲν γὰρ τὰ ἄψυχα οὕτως ἔκκειται ὡς κοινὴ ὕλη φυτοῖς καὶ ζῴοις καὶ ἀνθρώποις· ἔπειτα τὰ φυτὰ ζῴοις καὶ ἀνθρώποις κοινὴ τροφὴ πρόκειται καὶ ἔνια ζῴων ζῴοις τε καὶ ἀνθρώποις. διὸ καὶ ποιεῖ ταῦτα εἰς ἄλληλα, οὐ τὴν τῶν πασχόντων ἀξίαν ἐπισκεπτόμενα, ἀλλὰ τὴν αὑτῶν πείνην ἢ τὴν νόσον θεραπεύοντα καὶ ὅλως τὸ ἐνδεὲς ἑαυτῶν πληροῦντα, ὅθεν ἂν τοῦτο ποιεῖν ἐξῇ, ὥστε δυστυχίας ἀφορμὴν εἶναι τοῖς ζῴοις τὴν ἡμετέραν χρείαν ἐκ τῶν παρατυχόντων πληρουμένην καὶ τῆς δοκούσης εὐτυχίας αὐτοῖς αἴτιον τὸ παρʼ ἡμῶν προσπαθές. [10]
11 30
εἰ μὲν οὖν προϊὼν ὁ λόγος καὶ ἄλλους κρείττονας ἡμῶν τινας εἰσήγαγεν οὕτως ἀποχρωμένους ἡμῖν πρὸς πλήρωσιν τῆς ἑαυτῶν ἐνδείας, ὡς ἡμεῖς τοῖς ἀλόγοις φαινόμεθα χρώμενοι, θνητοὺς ἐκείνους ἔδει ὁμολογεῖν καὶ φαίνεσθαι τὰ σώματα τῶν ἀνθρώπων εἰς τὴν ἐκείνων χρείαν ἀναλισκόμενα. εἰ δὲ μηδὲν τῶν πρὸ ἀνθρώπου θνητόν, —ἐπειδὴ καὶ αὐτὸς ἔσχατος ὢν τῶν λογικῶν γενῶν καὶ διὰ τοῦτο ἀθάνατος εἰς σῶμα θνητὸν ἐκ περιστάσεως ἔρχεται καὶ συγγενές τι τοῖς ἀλόγοις ἀναλαβὼν ὄργανον ἐπὶ γῆς πολιτεύεται, —οὐδὲν ἂν εἴη τὸ ταῖς ἡμετέραις δυστυχίαις εἰς τὴν ἑαυτοῦ θοίνην ἀποχρησάμενον, οὐκοῦν οὐδὲ τὸ ἀτάκτως χρησόμενον ἡμῖν προθυμίᾳ πληρώσεως. [10]
11 31
δίκη τοίνυν καὶ τάξις τοῖς πρὸ ἡμῶν ἀθανάτοις τοὺς ὅρους τῆς περὶ ἡμᾶς διοικήσεως νομοθετεῖ ταῦτα μηχανᾶσθαι περὶ ἡμᾶς, ἃ τήν τε ἐνταῦθα κακίαν ἡμῶν ἐλαττοῖ καὶ πρὸς αὐτοὺς ἐπιστρέφειν ἡμᾶς δύναται. κήδονται γὰρ ἡμῶν ὡς συγγενῶν ἐκπεσόντων, ὅθεν αἰδὼς καὶ νέμεσις καὶ αἰσχύνη ἀποτρέπουσα τῶν κακῶν ἀνθρώπους μόνους ἐπιστρέφεσθαι λέγεται ὀρθῶς· τὸ γὰρ λογικὸν ζῷον μόνον συναισθάνεσθαι τῆς δίκης πέφυκεν. [5]
11 32
τοῖς μεγίστοις οὖν ὅροις διεστῶτας ἡμᾶς ἀπὸ τῶν ἀλόγων διεστώσῃ πάμπολυ καὶ τῇ διοικήσει χρῆσθαι προσήκει. σύμμετρος γὰρ ταῖς οὐσίαις τῶν ὅλων καὶ ὁ τῆς προνοίας θεσμός, καὶ ὡς ἕκαστα ὑπέστη παρὰ τοῦ δημιουργοῦ θεοῦ, οὕτω καὶ προνοίας ἀξιοῦται. φαίνεται δὲ ἐπὶ μὲν τῶν ἀνθρωπίνων ψυχῶν ἑκάστην αὐτὸς ὑποστήσας, ἐπὶ δὲ τῶν ἀλόγων μόνα γένη προτείνων τῇ διαπλαττούσῃ αὐτὰ φύσει, ὡς Πλάτωνι δοκεῖ καὶ Τιμαίῳ τῷ Πυθαγορείῳ, οὐδὲν μὲν τῶν θνητῶν προσεχὲς δημιούργημα εἶναι τοῦ θεοῦ τιθέμενοι, τὰς δὲ ἀνθρωπίνας ψυχὰς ἐκ τοῦ αὐτοῦ κρατῆρος γενέσθαι τοῖς τε ἐγκοσμίοις θεοῖς καὶ τοῖς δαίμοσιν ἢ τοῖς ἀγαυοῖς ἥρωσιν. [10]
11 33
διὸ πρόνοια ἐπʼ ἀνθρώπων ἐστὶ καθʼ ἕνα ἕκαστον, πῶς ἀφίσταται τῶν ἐκεῖ, πῶς πρὸς τὰ τῇδε νεύει, πῶς ἐνταῦθα πολιτεύεται, πῶς ἂν ἐντεῦθεν ἀνακομισθείη ἐκεῖσε, ὧν οὐδὲν δεῖ περὶ τῆς ἀλόγου ζωῆς πραγματεύεσθαι. οὔτε γὰρ ἦλθεν ἀδυνατήσασα ἐπισπέσθαι θεῷ, οὔτε ἐπὶ γῆς δύναται πολιτεύεσθαι ὡς φυτὸν οὖσα οὐράνιον, οὔτε πρός τι ξύννομον ἄστρον ἀνάγεσθαι πέφυκεν. καὶ ταῦτα μὲν πρὸς τὸ παρὸν ἀπολελογήσθω ἡμῖν πρὸς τοὺς δυσχεραντικοὺς καὶ πανταχόθεν τὸ ἀπρονόητον κατασκευάζοντας, πρὸς οὓς καὶ ταῦτα εἰπεῖν δίκαιον, ὅτι ἐκ μὲν τοῦ πράως τὰ δυσχερῆ φέρειν ὁ ἀνθρώπινος τρόπος εὐλόγιστος ἀναφαίνεται καὶ πρὸς τὸ παρὸν ἐπελαφρύνων τὰ δυσχερῆ καὶ πρὸς τὸ μέλλον ἰώμενος. [5]
11 35
ὑμεῖς δὲ ἀγανακτοῦντες τί καὶ ὀνήσετε, εἰ μὴ μόνον προσθείητε τοῖς πόνοις τὸ μέγιστον τῶν κακῶν ἀσέβειαν καὶ αὐτὰ δὲ τὰ χαλεπὰ τραχύτερα ἑαυτοῖς ἐξεργάσεσθε τῷ παρὰ τὴν ἀξίαν πάσχειν αὐτὰ δοκεῖν; ὁ γὰρ νοσῶν ἐὰν ἀγανακτῇ, ὅτι νοσεῖ, διʼ αὐτὸ τοῦτο μᾶλλον νοσήσει. διὸ οὐδὲ χαλεπαίνειν δεῖ πρὸς τὴν ἀξίαν τῆς ἀποδόσεως γινομένης, ἵνα μὴ καὶ χειρόνων ἐν ἕξει γενώμεθα διὰ τὴν ἐπὶ τοῖς παροῦσι βλάσφημον δυσφορίαν. [5]
11 36
σκεψώμεθα δὲ αὐτὸ καὶ τῇδε· εἴ τις πενίαν λαβὼν πράως φέρει, πρὸς τῇ ἀπὸ τῆς πραότητος ἀλυπίᾳ καὶ ἐξευρήσει τινὰ βίου παραμυθίαν, τοῦτο μὲν τοῦ λογισμοῦ πόρον ἐξευρίσκοντος εὐλόγου διατροφῆς τῷ μὴ συγκεχύσθαι τῇ λύπῃ, τοῦτο δὲ ἀγαμένων αὐτὸν τῶν πλησίον τῆς ἔμφρονος καρτερίας καὶ συνεκποριζόντων ὅση δύναμις τὰ ἀναγκαῖα πρὸς τὸν βίον. ὁ δὲ ἀγανακτῶν καὶ γυναικείως πικραινόμενος πρῶτον μὲν ἑκουσίως λύπας προσκτᾶται, ἔπειτα προσδεδεμένος τῷ τὴν πενίαν πενθεῖν ἄπορος παντελῶς γίνεται οὔτε παρʼ ἑαυτοῦ τι σχολάζων εἰς πόρον συμβάλλεσθαι οὔτε παρὰ τῶν πλησίον συντελούμενος, ὅσον μὴ ἐλέου χάριν αὐτῷ τις προσρίψειεν, ὃ πάλιν ἐκ τῆς διαθέσεως τοῦ διδόντος ἐπιτείνει τὴν λύπην τῷ εἰς τοῦτο χρείας καταστάντι. [10]
11 37
ἐκ πάντων οὖν τῶν εἰρημένων πράως φέρειν δεῖ τὰ συμβαίνοντα, καὶ ὅση δύναμις ἰᾶσθαι δεῖ ταῖς ἀδιαστρόφοις ἐννοίαις τὰς αἰτίας αὐτῶν ἐκλογιζομένους καὶ συνορῶντας, ὅτι προνοίας οὔσης οὐκ ἀμελεῖται ὁ ἀγαθὸς νῦν γενόμενος, κἂν παλαιῶν μηνιμάτων ἐφέλκηται στίγματα. κατʼ αὐτὸ γὰρ τὸ κτᾶσθαι τὴν ἀρετὴν καὶ τὸ ἐπίπονον αὐτῶν διαφεύγει καὶ τὴν ἴασιν ἐξευρίσκει, παρʼ ἑαυτοῦ μὲν τὴν βοήθειαν τῆς ἀλυπίας εἰσφέρων, παρὰ δὲ τῆς προνοίας τὴν ἀπόλυσιν τῶν χαλεπῶν κομιζόμενος. ἡ γὰρ ἡμετέρα κακία καὶ κρίσις θεία τιμωρουμένη τὴν πονηρίαν τὰ χαλεπὰ συνεφόρησεν, εἰκότως δὲ ταῦτα λύεται πάλιν ἀρετῇ τε ἡμετέρᾳ καὶ νόμῳ προνοίας ἀπολύοντι τῶν κακῶν τοὺς παρʼ ἑαυτῶν πρὸς τὸ ἀγαθὸν ἐπιδεδωκότας. [5]
11 38
τοσαῦτα ἂν λάβοιμεν καὶ ἐκ τούτων τῶν ἐπῶν δόγματα πρὸς ἀρετῆς στοιχείωσιν συντελοῦντα. τοὺς γὰρ περὶ προνοίας καὶ εἱμαρμένης καὶ τοῦ ἐφʼ ἡμῖν ἀληθεστάτους λόγους περιέχοντα ἀναπέφηνε, διʼ ὧν τὸ τῆς τῶν φαινομένων ἀνωμαλίας δύσκολον ἀπεύθυνεν ὁ λόγος, καὶ διὰ πάντων ἀπέδειξε τῶν κακῶν ἀναίτιον τὸν θεόν. εἰ δέ τις ταῦτα τοῖς προτέροις ἐπισυνάψειεν, εἷς ἐκ πάντων ἀναφανήσεται λόγος τὴν τῆς ψυχῆς ἀϊδιότητα βεβαιούμενος. [10]
11 39
τὸ γὰρ δικαιοσύνην ἀσκεῖν καὶ γενναίως ἀποθνῄσκειν καὶ περὶ τὰ χρήματα ἐλευθερίως διακεῖσθαι τοῦ μὴ συναποθνῄσκειν τῷ σώματι τὴν ψυχὴν μάλιστα χρῄζει πρὸς κατασκευήν, ὡς ἤδη εἴρηται, τὸ δὲ τὰς δαιμονίας τύχας πράως φέρειν καὶ ἰᾶσθαι δύνασθαι τοῦ μὴ συγγεννᾶσθαι τῷ σώματι τὴν ψυχὴν νῦν ἐφάνη δεόμενον, ἐκ δὲ ἀμφοτέρων τὸ γενέσεως καὶ φθορᾶς κρείττονα εἶναι τὴν ψυχὴν ἀποδείκνυται καὶ ἑτέραν οὐσίαν παρὰ τὸ θνητὸν σῶμα αὐτὴν καθʼ ἑαυτὴν οὖσαν ἀΐδιον. οὐ γὰρ οἷόν τέ τι ἀπό τινος χρόνου παρελθὸν εἰς γένεσιν εἰς ἀεὶ διαμένειν ὥσπερ οὐδὲ τὸ ἐξ ἀϊδίου τὴν ὑπόστασιν ἔχον ποτὲ φθορὰν ἀναδέξασθαι. [10]
11 40
εἴπερ οὖν μετὰ τὴν τοῦ σώματος φθορὰν ἡ ἀνθρωπίνη ψυχὴ διαμένουσα δίκης καὶ κρίσεως τυγχάνει καὶ τῶν ἐπιτηδευθέντων ἐν τῷ βίῳ τὰς πρὸς ἀξίαν ἀμοιβὰς ἀποδέχεται, οὐχ οἷόν τε δὲ εἰς ἀεὶ διαμένειν τὸ ἀπὸ χρόνου γενόμενον, δῆλον, ὡς καὶ πρὸ τούτου ἦν τὸν ἅπαντα χρόνον. καὶ οὕτω τῶν ἀϊδίων γεννημάτων τοῦ δημιουργοῦ θεοῦ καὶ ἡ ἀνθρωπίνη ψυχὴ ἀνευρίσκεται, ὅθεν αὐτῇ καὶ τῆς θείας ὁμοιώσεως μέτεστιν. ἐπεὶ δὲ καὶ τοῦτο μετρίας ὑπομνήσεως ἔτυχε, καιρὸς ἂν εἴη καὶ τὰ λοιπὰ ἐπισκέψασθαι. Πολλοὶ δʼ ἀνθρώποισι λόγοι δειλοί τε καὶ ἐσθλοὶ προσπίπτουςʼ, ὧν μήτʼ ἐκπλήσσεο μήτʼ ἄρʼ ἐάσῃς εἴργεσθαι σαυτόν· ψεῦδος δʼ ἤνπερ τι λέγηται, πράως εἶκε. [5]
12 1
Ἡ ἀνθρωπίνη προαίρεσις μήτʼ ἐν ἀρετῇ ἀεὶ ἑστῶσα μήτʼ ἐν κακίᾳ καὶ τοὺς διὰ φωνῆς προϊόντας λόγους ἐπαμφοτερίζοντας ἀπεγέννησεν ὡς ἐοικότας ταῖς ἐναντίαις αὐτῆς διαθέσεσιν. διὸ τῶν λόγων ἐγένοντο οἱ μὲν ἀληθεῖς, οἱ δὲ ἀγαθοί, οἱ δὲ κακοί, οἱ δὲ ψευδεῖς. ἡ δὲ διαφορὰ αὕτη ἐπιστημονικῆς δεῖται διακρίσεως, ὅπως τοὺς μὲν ἀμείνονας ἐκλεξώμεθα, τοὺς δὲ χείρους ἀποβάλωμεν καὶ μήτε μισολογίαν νοσήσωμεν παντελῆ διὰ τὴν τῶν χειρόνων λόγων κατάγνωσιν μήτε πάντας ἀδιακρίτως εἰσδεξώμεθα διὰ τὴν τῶν ἀμεινόνων ἀποδοχήν. [5]
12 2
ἕπεται γὰρ τῇ μὲν μισολογίᾳ τὸ καὶ τῶν ἀγαθῶν λόγων ἑαυτοὺς ἀποστερεῖν, τῇ δὲ ἀκρίτῳ φιλολογίᾳ τὸ λανθάνειν βλαπτομένους ὑπὸ τῶν κεκακουργημένων λόγων. φιλολογίαν οὖν ἀσκήσωμεν μετὰ κρίσεως τῆς ἀρίστης, ἵνʼ ἡ μὲν φιλία ἕλκῃ τὸ γένος τῶν λόγων, ἡ δὲ κρίσις ἀπωθῆται τὸν χείρονα. καὶ οὕτω τὸ Πυθαγορικὸν τηρήσομεν παράγγελμα μήτε ἐκπληττόμενοι τοὺς πονηροὺς τῶν λόγων καὶ διʼ αὐτὸ τοῦτο, ὅτι λόγοι εἰσίν, ἀκρίτως αὐτοὺς εἰσδεχόμενοι μήτε τῶν ἀγαθῶν εἰργόμενοι, διότι λόγοι ἦσαν ὁμοίως τοῖς χείροσιν. [5]
12 3
πρῶτον μὲν γὰρ οὐχὶ ᾗ λόγοι μεταδιώκοιντο, ἀλλʼ ᾗ ἀληθεῖς, οὔθʼ οἱ ἕτεροι καταγινώσκοιντο ὡς λόγοι, ἀλλʼ ὡς ψευδεῖς. ἔπειτα κἀκεῖνο εὐθαρσῶς ἂν εἴποιμεν, ὡς μόνοι λόγοι εἰσὶν οἱ ἀληθεῖς. μόνοι γὰρ τῆς λογικῆς οὐσίας τὸ ἀξίωμα τηροῦσι καί εἰσι γεννήματα ψυχῆς πρὸς τὸ ἄριστον ἀνατεταμένης καὶ τὸν οἰκεῖον κόσμον κεκτημένης· οἱ δὲ ψευδεῖς τῶν λόγων οὐδὲ λόγοι ὄντως εἰσί, πρὸς γὰρ κακίαν καὶ ψευδοδοξίαν φέροντες καὶ τὴν εὐγένειαν τῶν λόγων ἠρνήσαντο, καί εἰσιν ἠλογημένης ψυχῆς καὶ πάθεσι συμπεφυρμένης φωναί. [10]
12 4
μήτʼ οὖν πάντας καταδέχου, φησίν, ἵνα μὴ καὶ τοὺς ψευδεῖς, μήτε πάντας ἀπόβαλλε, ἵνα μὴ καὶ τοὺς ἀληθεῖς. ἑκάτερον γὰρ ἄτοπον, τούς τε ἀγαθοὺς ἐπίσης μισῆσαι τοῖς χείροσι καὶ τοὺς ψευδεῖς προσίεσθαι διὰ τοὺς ἀμείνους. δεῖ δὴ τοὺς μὲν ἀγαθοὺς ἐπαινεῖν καὶ εἰσδεξάμενον αὐτοὺς ἀσκεῖσθαι καὶ ζητεῖν, ὅπη καὶ ἐφʼ ὅσον τῆς ἀληθείας ἐφάπτονται, πρὸς δὲ τοὺς ψευδεῖς τὴν ἀγωνιστικὴν δύναμιν κτήσασθαι. [5]
12 5
αὕτη δʼ ἂν εἴη ἡ χορηγουμένη ἐκ τῆς λογικῆς ἐπιστήμης εἰς διάκρισιν ἀληθείας καὶ ψεύδους. δυναμένους δὲ ἀνατρέπειν τὰ ψεύδη μήτε σφοδρῶς μήτε ὑβριστικῶς τοῦτο ποιεῖν, ἀλλὰ σὺν πραότητι τὴν ἀλήθειαν διώκειν καὶ μετὰ εὐμενῶν ἐλέγχων τὸ ψεῦδος ἀνατρέπειν καὶ, ὡς αὐτό φησι τὸ ἔπος, πράως εἴκοντας· ψεῦδος δʼ ἤνπερ τι λέγηται, οὐ συγχωροῦντας οὕτως ἔχειν ὡς λέγεται, ἀλλʼ ἀοργήτως ἀκούοντας. [5]
12 6
οὐ γὰρ συγκατατίθεσθαι δεῖν λέγει τῷ ψεύδει τὸ πράως εἶκε, ἀλλʼ ἀνεκτικῶς ἀκροᾶσθαι καὶ μὴ ἐκπλήττεσθαι, εἰ ἄνθρωποι ὄντες τινὲς τῆς ἀληθείας ἀποπεπτώκασιν. φόριμος γὰρ ἡ ἀνθρώπου φύσις πολλῶν διαστρόφων δοξασμάτων, ὅταν μὴ ταῖς κοιναῖς ἐννοίαις ὀρθῶς ἕπηται. οὐδὲν οὖν, φησὶν ὁ λόγος, θαυμαστόν, εἰ ἄνθρωπος μηδὲν τῶν ἀληθῶν μήτε μαθὼν μήτε εὑρὼν εἰς τοῦτο τῆς ὑπονοίας ἦλθε καὶ ἔθετο δόξας ὑπεναντίας τῇ ἀληθείᾳ. [5]
12 7
τοὐναντίον γὰρ ἂν ἦν θαυμαστόν, εἰ μήτε μανθάνειν μήτε ζητεῖν ἐθέλων τις αὐτομάτως τῇ ἀληθείᾳ περιέτυχεν ὥσπερ ἐκ τραγῳδίας θεῷ τινι παραφανέντι. δεῖ οὖν συγγνωμονικῶς ἀκούειν τῶν ψευδομένων καὶ πείρᾳ μανθάνειν, οἵων ἡμεῖς ἐκαθάρθημεν κακῶν τῇ μὲν κοινωνίᾳ τοῦ συγγενοῦς ὑποκείμενοι τοῖς αὐτοῖς πάθεσι, τῷ δʼ ἀλεξικάκῳ τῆς ἐπιστήμης ἐξ ἐναντίας αὐτῶν γενόμενοι. [5]
12 8
μέγα δὲ συντελεῖ πρὸς πραότητα καὶ τὸ τῆς ἐπιστήμης θάρσος· ἡ γὰρ ἱκανῶς παρεσκευασμένη ψυχὴ πρὸς τὸ καταγωνίσασθαι τὰς ἐκτροπὰς τῆς ἀληθείας ἀθορύβως οἴσει τὰς ψευδεῖς δόξας ὡς προεκλελογισμένη πάντα τὰ παρὰ τὸ ἀληθὲς ἐν αὐτῇ τῇ τοῦ ἀληθοῦς κατανοήσει. [5]
12 9
τί οὖν ταράξει τοῦτον ὡς ἄλυτον ὄν; τί δὲ ἰσχυροῦ φαντασίαν παρέξει τούτῳ, ὃς προκατηγώνισται πᾶν τὸ ψεῦδος; οὐ μόνον οὖν ἐκ τῆς ἠθικῆς ἀρετῆς τὴν ἀταραξίαν ἕξει ὁ ἐπιστήμων ἀλλὰ καὶ ἐκ τοῦ θαρσεῖν τοὺς τοιούτους ἀγῶνας. ταῦτα μὲν περὶ τῆς ἐπιστημονικῆς τῶν λόγων διακρίσεως. περὶ δὲ τῆς διὰ πάντων ἀνεξαπατήτου ἕξεως, ἣν δεῖ κεκτῆσθαι τὸν ἐπιστήμονα, εὐθὺς ἐπισυνάπτει· Ὃ δέ τοι ἐρέω, ἐπὶ παντὶ τελείσθω· μηδεὶς μήτε λόγῳ σε παρείπῃ μήτε τι ἔργῳ πρῆξαι μηδʼ εἰπεῖν, ὅ τι τοι μὴ βέλτερόν ἐστιν. [5]
13 1
Τοῦτο διὰ πάντων τείνει τὸ παράγγελμα, ἰσοδυναμοῦν τῷ ἄνω που εἰρημένῳ, πρήξῃς δʼ αἰσχρόν ποτε μήτε μετʼ ἄλλου μήτʼ ἰδίῃ· πάντων δὲ μάλιστʼ αἰσχύνεο σαυτόν. ὁ γὰρ ἑαυτὸν αἰδεῖσθαι μεμαθηκὼς καὶ μήτε ἐν μονώσει μήτε ἐν κοινωνίᾳ τὴν τοῦ αἰσχροῦ πρᾶξιν ἀνεχόμενος, ἀλλὰ καὶ τὴν φαντασίαν αὐτὴν τοῦ τοιούτου παραιτούμενος διὰ τὸν εἴσω φύλακα λόγον, οὗτός ἐστιν ὁ δυνάμενος νῦν ἀκούειν· μηδεὶς μήτε λόγῳ σε παρείπῃ μήτε τι ἔργῳ. [5]
13 2
μόνος γὰρ ἀνεξαπάτητος καὶ ὑπʼ οὐδενὸς οὐδαμῶς εὐπαραλόγιστος ὁ τὴν ἀξίαν ἑαυτοῦ γνοὺς ἄνθρωπος καὶ οὔτε κολακείαις θωπευόμενος οὔτε τοῖς ἐκδειμαίνουσι ταπεινούμενος, κἂν πολέμιοι ἢ φίλοι ὁποτεραοῦν τούτων προτείνωσιν. ἐν γὰρ τῷ μηδεὶς πᾶν πρόσωπον κεῖται, καὶ πατὴρ καὶ τύραννος καὶ φίλος καὶ ἐχθρός. [5]
13 3
οἱ δὲ τρόποι τῆς παραγωγῆς ἢ διὰ λόγων ἢ ἔργων γίνονται, λόγων μὲν θωπευόντων ἢ ἀπειλούντων, ἔργων δὲ δωρεὰς ἢ τιμωρίας προτεινόντων. πρὸς πάντα δὴ ταῦτα τετειχισμένην δεῖ τὴν ψυχὴν ἔχειν τῷ ὀρθῷ λόγῳ, πρὸς τὸ ἀμείλικτον καὶ ἀδούλωτον ὑπὸ τῶν ὁπωσοῦν ἔξωθεν προσπιπτόντων ἡμῖν ἡδέων τε καὶ λυπηρῶν. [5]
13 4
ὁ γὰρ ὀρθὸς ἐνυπάρχων λόγος σωφροσύνην καὶ ἀνδρείαν ἑκατέρωθεν παραστήσας τῇ ψυχῇ, τοὺς ἀδαμαντίνους φύλακας, ἀνεξαπατήτους ἡμᾶς διατηρήσει καὶ ἀπὸ τῆς τῶν προσηνῶν θωπείας καὶ ἀπὸ τῆς τῶν φοβερῶν καταπλήξεως, οἷς ἐπιγίνεται δικαιοσύνη ἀκριβής, ἣν παρήγγειλεν ἄνω που ἀσκεῖν ἔργῳ τε λόγῳ τε. οὕτω μὲν οὖν οὐδεὶς οὐδαμῶς ἡμᾶς ἀναπείσει ἢ λόγον προέσθαι ἢ ἔργον τι διαπράξασθαι, ὃ μὴ τῷ ὀρθῷ λόγῳ ἐστὶ σύμφωνον. [5]
13 5
εἰ γὰρ πάντων μάλιστʼ αἰσχυνοίμεθα ἑαυτούς, δῆλον, ὡς οὐδεὶς ἡμῖν αἰδεσιμώτερος ἡμῶν αὐτῶν φανήσεται οὐδὲ φοβερώτερος ὡς προκαλέσασθαι παρὰ τὸ δέον εἰπεῖν ἢ πρᾶξαι. ἐπιβλαβὲς γὰρ τῇ ψυχῇ ἑκάτερον. τὸ δὲ ἐκείνῃ βλαβερὸν τοῦτο καὶ ἡμῖν ἀσύμφορον, ἐπείπερ ἡμεῖς ἡ ψυχή. [5]
13 6
ἀκριβῶς οὖν ἀκουστέον τοῦ ὅ τι σοι μὴ βέλτερόν ἐστι, κατʼ ἐκείνου φέροντας τὴν ἀντωνυμίαν τοῦ σοί, ὃς κυρίως σὺ εἶ. ἐὰν οὖν τὸ λεγόμενον μηδεὶς μήτε διʼ ἔργων μήτε διὰ λόγων παραγάγῃ σέ τι ποιῆσαι ἢ εἰπεῖν, ὅ τι μὴ συμφέρον ἐστί σοι, σὺ δὲ ἦσθα ἡ λογικὴ ψυχή, οὐκ ἀνέξῃ, ἐὰν εὖ φρονῇς, τοῦ παραβλάπτοντός σε τὸν ὄντα λογικὴν οὐσίαν. σὺ γὰρ εἶ ἡ λογικὴ ψυχή, τὸ δὲ σῶμα σόν, τὰ δὲ ἐκτὸς τοῦ σώματος. [5]
13 7
ἐκ γὰρ τῆς διαστάσεως ταύτης καὶ τὸ ἀσύγχυτον τηρήσεις τῶν φύσεων καὶ τὴν ἀνθρωπίνην οὐσίαν ἥτις ἐστὶν εὑρήσεις, οὐδέποτε τὸ σῶμα οὐδὲ τὰ ἐκτὸς σαυτὸν εἶναι τιθέμενος οὐδʼ ὑπεραγωνιῶν τούτων ὥσπερ σαυτοῦ, ἵνα μὴ πρὸς φιλοσωματίαν καὶ φιλοχρηματίαν καθελκυσθῇς. ὅλως γὰρ ὅ ἐσμεν ἀγνοήσαντες καὶ οὗ τὴν ἐπιμέλειαν ποιούμεθα συναγνοήσομεν, πάντων μᾶλλον ἐπιμελούμενοι ἢ ἡμῶν αὐτῶν, ὧν δεῖ προηγουμένην ποιεῖσθαι τὴν ἐπιμέλειαν. [5]
13 8
εἰ γὰρ τὸ χρώμενον τῷ σώματί ἐστιν ἡ ψυχή, τὸ δὲ σῶμα ὀργάνου τάξιν ἐπέχει πρὸς αὐτήν, τοῦ δὲ ὀργάνου χάριν τὰ ἄλλα πρὸς βοήθειαν τῆς ῥεούσης αὐτοῦ φύσεως ἐξευρημένα, δῆλον, ὡς τοῦ ἡγουμένου καὶ πρώτου προηγουμένην τε καὶ πρώτην δεῖ ποιεῖσθαι τὴν ἐπιμέλειαν, δευτέραν δὲ τὴν τοῦ δευτέρου. ὅθεν οὐδὲ ὑγιείας ἀμελήσει ὁ σοφὸς οὔτι προηγούμενον τὸ σῶμα δοξάζων, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς χρείαν αὐτὸ παιδαγωγῶν, ὅπως ἂν ταῖς ἐνεργείαις αὐτῆς ἀνεμποδίστως ὑπακούῃ, καὶ ἐκ τρίτου τῶν τρίτων ἐπιμελήσεται, οἰκονομῶν τὰ ἐκτὸς πρὸς τὴν τοῦ ὀργάνου σωτηρίαν. πρώτης οὖν τῆς ψυχῆς, τάχα δὲ καὶ μόνης ἐπιμελήσεται, εἴπερ ἡ τῶν μετʼ αὐτὴν ἐπιμέλεια πρὸς τὴν ταύτης προκοπὴν τείνει. [10]
13 9
πᾶν δὴ τὸ παρὰ τὴν ἀρετὴν τοῦτο ἦν, ὅ τι τοι μὴ βέλτερόν ἐστιν· ᾧ γὰρ συμφέρον ἡ ἀρετή, τούτῳ τὸ παρʼ ἐκείνην ἀσύμφορον. κύκλον οὖν περιβάλλεσθαι συμβουλεύει τῶν ἀρετῶν φυλακτικὸν ὁ μηδὲν πείθεσθαι δεῖν λέγων τῷ πειρωμένῳ τῆς ἀρετῆς ἀπάγειν, διʼ οἵων ἂν ἔργων ἢ λόγων τῇ τῆς πρὸς τὸ χεῖρον ἐκτρεπούσης πειθοῦς προσαγάγῃ τὴν πεῖραν, οἷον, μὴ ὑποσχέσεις προσάγων τύραννος ἢ ταύτας ἔργῳ βεβαιῶν, μὴ ἀπειλαῖς θορυβῶν ἢ αἰκίαις βιαζόμενος, μὴ φίλιον πρόσωπον τῇ οἰκειότητι τὴν ἀπάτην ἐπικρυπτόμενον ἀπαγάγῃ σε τοῦ συμφέροντος τῇ ψυχῇ. ἦν δὲ ἀλήθεια καὶ ἀρετὴ τὰ ταύτην ὠφελοῦντα μόνα. [10]
13 10
ἀνεξαπάτητος δὲ ἔσῃ, εἰ τὴν οὐσίαν τὴν σαυτοῦ γνούς, ἥτις τέ ἐστι καὶ ᾧ φύσει ἔοικε, τῆς πρὸς ἐκεῖνον ὁμοιώσεως ἀεὶ τὴν ἐπιμέλειαν ἔχοις, πᾶν δὲ τὸ τῆς ὁμοιώσεως παράγον μεγίστην ἡγοῖο ζημίαν. τοῦτο γὰρ ἦν, ὅ τι τοι μὴ βέλτερόν ἐστι, τὸ τῆς θείας ὁμοιώσεως ἀπάγον, ἐπειδὴ καὶ βέλτερον ἡμῖν τὸ πρὸς τὴν τοιαύτην ὁμοίωσιν φέρον. τί οὖν προσάξει; τί ἱκανὸν ἀποστῆσαι ἡμᾶς τῆς πρὸς θεὸν ὁμοιώσεως καὶ φιλοσοφίας; χρημάτων δόσις ἢ ἀφαίρεσις; ἀλλὰ μεμαθήκαμεν μετὰ τοῦ ὀρθοῦ λόγου καὶ προσίεσθαι αὐτὰ καὶ ἀποτίθεσθαι, καὶ τὸ ἄστατον τῆς κτήσεως αὐτῶν ἡμᾶς οὐ λανθάνει. [5]
13 11
τί γάρ; ἂν μὴ οὗτος αὐτὰ ἀφέληται καὶ γενναίως αὐτῶν ὑπομείνωμεν τὴν ἀποβολὴν, κλέπτης αὐτὰ οὐκ ἀφαιρήσεται; ναυάγιον αὐτὰ οὐ παραιρήσεται; πόσοι δὲ ἄλλοι τρόποι διαφθορὰν χρημάτων ἐπάγουσιν; ὧν ἕνα καὶ τὸν ὑπὲρ ἀρετῆς λογιούμεθα λόγον, ἑκουσίαν πενίαν μετὰ τοῦ καλοῦ ἀνταλλαττόμενοι καὶ μετʼ εὐλογίστου αἰτίας αὐτὰ ἀποδυόμενοι καὶ τοσούτου τὴν ἀρετὴν ὠνούμενοι, ὅσον ἂν ἡμᾶς βλάπτῃ ὁ ταύτης παρακινεῖν ἐπιχειρῶν.
13 13
ἀλλὰ στρεβλώσεις προσοίσει καὶ θάνατον. πρόχειρον οὖν πρὸς ταῦτα ἀποκρίνεσθαι, ὡς οὐχ ἡμεῖς ταῦτα πεισόμεθα, ἐάν γε τὸ ἡμεῖς τηρῶμεν, ἀλλὰ τὸ σῶμα ἔσται τὸ ὑβριζόμενον, τὸ σῶμα τὸ ἀποθνῇσκον οὐδὲν παρὰ φύσιν τὴν αὑτοῦ πάσχον. φύσει γάρ ἐστι θνητὸν καὶ τμητὸν καὶ μυρίοις ὑποκείμενον πάθεσιν, ἃ τυράννου μᾶλλον ἡ τυχοῦσα νόσος ἐπήγαγεν. [5]
13 14
τί οὖν φεύγομεν, ἃ οὐκ ἔστιν ἐφʼ ἡμῖν φεύγειν, οὐ τηροῦμεν δὲ μᾶλλον, ἅ ἐστιν ἐφʼ ἡμῖν τηρῆσαι; τὸ γὰρ θνητὸν φύσει καταδεδικασμένον θανάτῳ οὐκ ἔστιν ὁτιοῦν ποιοῦντας ἐκσῶσαι τούτου, τὸ δὲ ἀθάνατον ἡμῶν, ὅπερ ἐστὶν ἡ ψυχὴ καὶ ἡμεῖς, δυνατὸν ἀρετῇ κοσμῆσαι μὴ μαλακισθέντας περὶ τὸν ἀπειλούμενον θάνατον. ὃν εἰ μετʼ εὐλόγου αἰτίας ὑπομείναιμεν, κοσμήσαιμεν τῇ ὀρθῇ προαιρέσει τὴν ἀνάγκην τῆς φύσεως. ταῦτα δή ἐστι τὰ μεγάλα, ὧν ἂν ἄλλος ἄλλῳ προτείνειέ τι παθεῖν ἢ ἀποτίσαι· τὰ δὲ εἴσω τῆς ψυχῆς ἀδούλωτα ἄλλῳ καὶ ἐλεύθερα, ἐὰν ἡμεῖς θέλωμεν, ἐὰν μὴ τῇ πρὸς τὸ σῶμα ἢ τὰ ἐκτὸς ἀμέτρῳ προσπαθείᾳ τὴν ἐλευθερίαν ἡμῶν ἑκόντες δουλαγωγήσωμεν, ζωῆς ἐφημέρου καὶ χρημάτων τὸ ἀγαθὸν τῆς ψυχῆς ἀποδιδόμενοι. [5]
13 16
ταῦτα ἡμῖν εἰσηγεῖται τὸ προκείμενον παράγγελμα ἐπὶ παντὶ τελεῖν, διʼ ὧν τὸ μόνιμον καὶ ἀπαράγωγον τῆς ἀρετῆς ἐπισφραγίζεται. ἀλλʼ ἐπὶ τὰ ἑξῆς μετίωμεν πρὸς τὸ αὐτὸ δόγμα τὴν ἀναφορὰν ἔχοντα. Βουλεύου δὲ πρὸ ἔργου, ὅπως μὴ μωρὰ πέληται· δειλοῦ τοι πρήσσειν τε λέγειν τʼ ἀνόητα πρὸς ἀνδρός. [5]
14 n
ἀλλὰ τάδʼ ἐκτελέειν, ἅ σε μὴ μετέπειτʼ ἀνιήσῃ. Ἡ εὐβουλία καὶ γεννᾷ τὰς ἀρετὰς καὶ τελειοῖ καὶ συνέχει, μήτηρ ἅμα καὶ τιθήνη καὶ φύλαξ αὐτῶν γινομένη.
14 1
βουλευομένων γὰρ ἡμῶν ἐφʼ ἡσυχίας, ὅντινα τρόπον χρὴ ζῆν, τὸ τῶν ἀρετῶν προαιρεῖται κάλλος. ἑλομένη δὲ διαθλεῖ γενναίως πάντας τοὺς ὑπὲρ ἀρετῆς ἀγῶνας, καὶ συνεθισθεῖσα τῇ κτήσει τῶν καλῶν ἤδη κἀν ταῖς τῶν περιστάσεων ταραχαῖς τηρεῖ τὴν γνώμην ἀκέραιον, οὐδὲν ὑπὸ τῶν ἔξωθεν θορυβούντων ἐκπληττομένη πρὸς τὸ μεταθέσθαι ἄλλον εὐδαίμονα εἶναι βίον ἢ ἐκεῖνον, ὃν ἐφʼ ἑαυτῆς ἐλογίσατο κάλλιστον. [5]
14 2
ὅθεν τρία γίνεται τῆς εὐβουλίας τὰ ἔργα· πρῶτον ἐκλογὴ τοῦ ἀρίστου βίου, δεύτερον ἄσκησις τοῦ προαιρεθέντος, τρίτον τήρησις ἀμετάστατος τῶν μελετηθέντων ὀρθῶς. τούτων δὲ τὸ μὲν πρῶτόν ἐστιν ὁ πρὸ ἔργου λόγος ὁ τὰς ἀρχὰς τῶν πράξεων ὑποτιθέμενος, τὸ δὲ μέσον ὁ σὺν τῷ ἔργῳ λόγος ὁ προσυμβιβάζων ἕκαστον τῶν πραττομένων ταῖς ἡγουμέναις ἀρχαῖς, τὸ δὲ τρίτον ὁ ἐπὶ τῷ ἔργῳ λόγος ἀναλογιζόμενος τὰ πεπραγμένα καὶ κρίνων, εἰ δεόντως πέπρακται. [5]
14 3
διὰ πάντων δὲ τὸ τῆς εὐβουλίας καλὸν ἐπανθεῖ νῦν μὲν κυούσης τὰς ἀρετάς, νῦν δὲ ἐκτρεφούσης καὶ φρουρούσης ἐκ τρίτων, ὡς ἀρχήν τε καὶ μέσα καὶ τελευτὴν τῶν ἀγαθῶν ἐν ταύτῃ ἡμῖν κεῖσθαι τήν τε ἀπαλλαγὴν τῶν κακῶν διὰ ταύτης μόνης ἡμῖν παραγίνεσθαι καὶ τὴν τῶν ἀρετῶν τελείωσιν. [5]
14 4
λογικῆς γὰρ τῆς φύσεως ἡμῶν οὔσης καὶ διὰ τοῦτο βουλευτικῆς, οἰκείᾳ δὲ προαιρέσει πρὸς τὸ εὖ ἢ κακῶς βουλεύεσθαι προσαγομένης ἡ μὲν κατὰ φύσιν ζωὴ σῴζει τὴν οὐσίαν αὐτῆς, ἡ δὲ παρὰ τὸ δέον αἵρεσις διαφθείρει ἐφʼ ὅσον οἷόν τε. φθορὰ δὲ ἀθανάτου πράγματος κακία, ἧς ἀβουλία μήτηρ, ἣν ἐκφυγεῖν ὁ λόγος παραινεῖ, ὅπως μὴ μωρὰ πέληται, μωρὰ δὲ τὰ ἄθλια καὶ κακά. [5]
14 5
τὸ γὰρ λέγειν ἢ πράσσειν ἀνόητα δειλοῦ πρὸς ἀνδρός ἐστιν, ἀντὶ τοῦ κακοδαίμονος ἴδιον ἀνθρώπου. εἰ δὴ βουλεύοιο πρὸ ἔργου, οὔτε ἐρεῖς τι οὔτε πράξεις ἀνόητον, ἐφʼ οἷς ἀνιᾶσθαι ἀνάγκη τοὺς τῇ ἀβουλίᾳ ὑπευθύνους. τὸ γὰρ σαθρὸν τῆς αἱρέσεως τῇ μεταμελείᾳ ἐλέγχεται πείρᾳ δεῖξαν τὴν βλάβην, ὥσπερ αὖ τὸ τῆς εὐβουλίας γενναῖον πρὸς τὸ μόνιμον ἄγει τῆς ἐκλογῆς ἐπʼ αὐτῶν τῶν ἔργων τὴν ὠφέλειαν ἐπιδεικνύμενον, ὠφέλειαν δὲ οὐ τὴν τοῦ σώματος οὐδὲ τὴν τῶν ἐκτός, ἀλλὰ τὴν ἡμῶν αὐτῶν, οἷς καὶ τὸ βουλεύεσθαι πρὸ ἔργου παραγγέλλεται καὶ ταῦτα ἐκτελεῖν, ἃ μὴ ἀνιήσῃ ἡμᾶς, ἡμᾶς δὲ δῆλον, ὅτι τὴν ψυχήν. [10]
14 6
τί γὰρ ὄφελος ἐπιορκίαις ἢ φόνοις ἢ ἄλλαις τισὶ κακοπραγίαις ληΐσασθαι χρήματα καὶ πλουτεῖν τὰ ἔξω πενόμενον τὴν ψυχὴν τῶν ἐπιβαλλόντων αὐτῇ καλῶν καὶ πρὸς τοῦτο ἢ ἀναισθήτως ἔχειν καὶ διὰ τοῦτο μᾶλλον ἐπιτείνειν τὸ κακὸν ἢ εἰς αἴσθησιν τῶν εἰργασμένων ὑπὸ τῆς συνειδήσεως ἑλκόμενον στρεβλοῦσθαι τὴν ψυχὴν καὶ δειμαίνειν τὰ ἐν ᾅδου κολαστήρια καὶ μόνην ἴασιν εὑρίσκειν τὴν εἰς τὸ μὴ εἶναι καταφυγήν, ὅθεν αὐτῷ παρίσταται κακῷ τὸ κακὸν ἰᾶσθαι, φθορᾷ τῆς ψυχῆς τὴν κακίαν παραμυθουμένῳ, καὶ τὴν μετὰ θάνατον οὐδένειαν ἑαυτοῦ καταψηφίζεσθαι φυγῇ τῶν τῆς κρίσεως πόνων; οὐ βούλεται γὰρ ὁ κακὸς ἀθάνατον εἶναι τὴν αὑτοῦ ψυχήν, ἵνα μὴ ὑπομείνῃ τιμωρούμενος, καὶ φθάνει τὸν ἐκεῖ δικαστὴν θάνατον ἑαυτοῦ παντελῆ καταψηφιζόμενος, ὡς πρέπον τὴν πονηρὰν ψυχὴν μηδὲ εἶναι. [10]
14 8
ἀλλʼ οὗτος μέν, ὡς ἀβουλίᾳ πρὸς κακίαν ὑπενεχθείς, εἰκότως ἀμετρίᾳ τὴν καθʼ ἑαυτοῦ ψῆφον ἐκφέρει, οἱ δὲ ἐν ᾅδου δικασταί, ἅτε πρὸς τὸν τῆς ἀληθείας κανόνα τὴν κρίσιν ποιούμενοι, οὐ κρίνουσι μὴ εἶναι δεῖν τὴν ψυχήν, ἀλλὰ πονηρὰν μὴ εἶναι καί, ὅπως ἂν μετριάσῃ τὸ κακὸν αὐτῆς, πραγματεύονται ἐπὶ σωτηρίᾳ τῆς φύσεως τὰς κολάσεις ἐπάγοντες ἰατροῦ δίκην τομαῖς καὶ καύσεσι τὰ χείρονα ἕλκη θεραπεύοντες, καὶ τῶν ἡμαρτημένων δίκας εἰσπράττονται μετανοίᾳ ψυχῆς τὴν πονηρίαν ἀφανίζειν πειρώμενοι, οὐκ αὐτὴν τὴν οὐσίαν ἐξιστάντες τοῦ εἶναι, ἀλλʼ εἰς τὸ εἶναι μᾶλλον ἐπανάγοντες τῇ τῶν λυμαινομένων παθῶν ἐκκαθάρσει. [10]
14 9
κινδυνεύει γὰρ εἰς τὸ μὴ εἶναι ὑποφέρεσθαι ἡ ἀνθρωπίνη ψυχὴ διὰ τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς, τῇ δὲ εἰς τὸ κατὰ φύσιν ἀνακλήσει πρὸς τὴν οὐσίαν τὴν αὐτῆς ἐπανάγεται καὶ ἀπολαμβάνει καθαρὸν τὸ εἶναι, ὃ τῇ συμμίξει τῶν παθῶν ἐκηραίνετο. [5]
14 10
διὸ πειρᾶσθαι δεῖ μάλιστα μὲν μὴ ἁμαρτάνειν, ἁμαρτόντας δὲ σπεύδειν ὡς ἐπὶ ἰατρικὴν τῆς πονηρίας τὴν δίκην ἐπανορθουμένους τὴν ἀβουλίαν τῇ κρείττονι βοηθείᾳ. ἐπεὶ γὰρ τοῦ εἶναι ἀγαθοὶ ἐκπεπτώκαμεν, τοῦ γίνεσθαι γοῦν ἀντιλαμβανώμεθα μεταμελείᾳ εὐγνώμονι τὴν θείαν ἐπανόρθωσιν εἰσδεχόμενοι. ἡ δὲ μετάνοια αὕτη φιλοσοφίας ἀρχὴ γίνεται καὶ τῶν ἀνοήτων ἔργων τε καὶ λόγων φυγὴ καὶ τῆς ἀμεταμελήτου ζωῆς ἡ πρώτη παρασκευή. [5]
14 11
ὁ γὰρ καλῶς πρὸ τῶν πράξεων βουλευόμενος οὐ περιπίπτει λύπαις ἀκουσίοις οὐδὲ λανθάνει τὰς ἀρχὰς καὶ τὰς ὑποθέσεις διδούς, ὧν τὰ συμπεράσματα καὶ τὰς ἐκβάσεις οὐκ ἀσμενίζει, ἀλλʼ ἀεὶ τὸ παρὸν συντίθησι τῶν ἄλλως ἐπισυμβαινόντων τὰς τύχας ἐκλογιζόμενος. διὸ οὔτε προσδοκίαις τῶν λεγομένων ἀγαθῶν τὸ ὄντως ἀγαθὸν ἂν παρίδοι οὔτε φόβῳ τῶν ἐναντίων τὴν τοῦ κακοῦ πρᾶξιν αἱρήσεται, ἑστώσῃ δὲ τῇ γνώμῃ πρὸς τοὺς θείους κανόνας τὸν ἑαυτοῦ βίον ἀπευθύνει. [5]
14 12
ἵνα δὲ γνῷς, ὅτι δειλοῦ πρὸς ἀνδρός ἐστι πράσσειν τε καὶ λέγειν ἀνόητα, ὅρα μοι Μήδειαν τὴν ἐν τῇ τραγῳδίᾳ τὰ καθʼ αὑτὴν ὀδυρομένην, ἥτις ἀβουλήτως τοὺς οἰκειοτάτους προδοῦσα διʼ ἔρωτα ἔκτοπον ἀνδρὶ ξένῳ ἑαυτὴν ἐνεχείρισεν, ἔπειτα ὀλιγωρουμένη ὑπὸ τούτου ἀφόρητα πάσχειν οἴεται, καὶ ἐκ τῆς οἰήσεως ταύτης ἀκούεις, οἷα βοᾷ· διά μου κεφαλῆς φλὸξ οὐρανία βαίη· καὶ πρόεισιν εἰς ἔργα παράνομα, πρῶτον ἀνοήτως ἀπευχομένη γεγενῆσθαι τὰ γενόμενα, εἶτα μανικῶς κακοῖς ἰᾶσθαι τὰ κακὰ πειρωμένη τὴν τῆς ἀβουλίας ἀρχὴν ἐξαλείφειν οἴεται τέλει χείρονι, παιδοκτονίᾳ προπετεῖ τὴν ἄβουλον παιδοποιΐαν ἀρνουμένη. [10]
14 13
εἰ δὲ βούλει, τὸν Ἀγαμέμνονα θέασαι τὸν Ὁμήρου, ὃς τῆς ἀμετρίας τοῦ θυμοῦ διδοὺς δίκας οἰμώζων ἀναφωνεῖ· ἀλλʼ ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω. καὶ τὸ πυρῶδες τῶν ὀμμάτων, ὃ πάλαι ὑπὸ τῆς θυμικῆς διαθέσεως ἐξήπτετο, μεταπεσόντων αὐτῷ τῶν πραγμάτων τοῖς τῶν δακρύων ὄμβροις κατέψυχεν. [5]