1 (1t)
Λεσβώνακτος Περὶ σχημάτων Σχῆμά ἐστι λόγου πλοκὴ τῶν τοῦ λόγου μερῶν κατά τινα διάλεκτον. εἴδη δὲ σχημάτων εἴκοσι καὶ δύο· Εὐβοϊκόν, Κορίνθιον, Ἰβύκειον, Χαλκιδικόν, Ἀλκμανικόν, Κλαζομένιον, Κολοφώνιον, Σικελικόν, Νησιωτικόν, Τῶν ἐπὶ τῆς Ἀσίας Ἑλλήνων, Ἰωνικόν, Ἀττικόν, Θηβαϊκόν, Ἰωνικὸν 〈καὶ〉 Δώριον, Δώριον, Ἀττικόν, Ἄλλο Ἀττικόν, Περιηγητικόν, Ἄλλο Ἀττικόν, Ἄλλο πολλοῖς εἰρημένον, Ῥοδιακὸν καὶ Ἀσιανόν. Εὐβοϊκόν, ὡς τὸ ʼἡδὺς παιδίον βαδίζωνʼ.
οὐδετέροις γὰρ ὀνόμασι συντάσσουσιν ἀρσενικὸν καὶ θηλυκὸν ἐπίθετον καὶ μετοχάς. ὡς καὶ Ὅμηρος (ο 125) „δῶρόν τοι ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι“. Ἐθνικαὶ διάλεκτοι Λεσβώνακτος Οἱ Εὐβοεῖς τοῖς θηλυκοῖς ὀνόμασιν ἀρσενικὰ συντάσσουσιν ἐπίθετα, ὡς τὸ παρʼ Ὁμήρῳ (Β 742) „κλυτὸς Ἱπποδάμεια“ καὶ (Hymn. Merc. 110) „θερμὸς ἀϋτ〈μ〉ή“ καὶ (Ψ 229, ε 410, ι 132) „ἁλὸς πολιοῖο“ καὶ παρʼ Ἡσιόδῳ (fr. 335 M. —W.) „δαϊζομένου πόληοσ“. ὁμοίως δὲ καὶ τοῖς οὐδετέροις ὀνόμασιν ἀρσενικὰ καὶ θηλυκὰ ἐπίθετα καὶ μετοχὰς ἀρσενικάς τε καὶ θηλυκάς, οἷον ʼεὐφυὴς παιδίονʼ καὶ ʼκόριον καλλίστηʼ καὶ ʼγύναιον ἐρχομένηʼ καὶ ʼμειράκιον λέγωνʼ. καὶ Ὅμηρος (ο 125) „τέκνον φίλε“. Κορίνθιον· ὡς τὸ (Β 252) „ὅπως ἔσται τάδε ἔργα“ καὶ (Α 363) „ἵνα εἴδομεν ἄμφω“. *[crux: δαϊζομένου]*
ὁριστικοῖς γὰρ χρῶνται ἀνθʼ ὑποτακτικῶν, ὡς τὸ (α 41) „ὁππότʼ ἂν ἡβήσεται καὶ ἧς ἱμείρεται αἴησ“. 〈Οἱ〉 Κορίνθιοι τὸ ἵνα καὶ τὸ ἄν καὶ τὸ ὅπως οὐχ ὑποτακτικοῖς συντάσσουσι ῥήμασι, ἀλλʼ ὁριστικοῖς, ὡς τὸ ʼἵνα μήτʼ αὐτὸς ὤφθην πονηρὸς μήτε σὺ ἐφάνης εὐδόκιμοσʼ. καὶ Ὅμηρος (Α 363) „ἵνα εἴδομεν ἄμφω“ καὶ (Μ 216) „μὴ ἴομεν Δαναοῖσι μαχόμενοι“ καὶ (Θ 18) „ἵνα εἴδετε πάντεσ“. Ἰβύκειον· ὡς τὸ (Ε 6) „λαμπρὸν παμφαίνῃσι“ καὶ ʼὁ λύχνος φαίνῃσιʼ.
ἀντίστροφόν ἐστι τῷ Κορινθίῳ, ὑποτακτικῷ χρώμενον ἀντὶ ὁριστικοῦ. Ἰβύκειον δὲ σχῆμα τὸ τὰ ἐναντία τῷ Κορινθίῳ ἔχον, ἤγουν ὑποτακτικὰ ἀνθʼ ὁριστικῶν· ὡς τὸ (Ε 6) „λαμπρὸν παμφαίνῃσιν“ ἀντὶ τοῦ παμφαίνει. Χαλκιδι{α}κόν· ὡς τὸ ʼΣωκράτης ἀπολογούμενός ἐστινʼ ἀντὶ τοῦ ἀπολογεῖται.
5
τὰ γὰρ ὁριστικὰ τῶν ῥημάτων εἰς μετοχὰς ἀναλύει μετὰ τοῦ ἐστίν ἢ εἰμί. ὡς καὶ Ὅμηρος (Ε 873) „αἰεὶ γὰρ ῥίγιστα θεοὶ τετληότες εἰμέν“. Οἱ Χαλκιδεῖς τὰ ὁριστικὰ τῶν ῥημάτων εἰς μετοχὴν ἀναλύουσι καὶ ὑπαρκτικὸν ῥῆμα· οἷον ʼΣωκράτης ἀπολογούμενός ἐστινʼ ἀντὶ τοῦ ἀπολογεῖται. καὶ Ὅμηρος (Ε 873) „αἰεί τοι ῥίγιστα θεοὶ τετληότες ἐσμέν“. Ἀλκμανικόν· ὡς τὸ ʼΠλάτων ἐπορεύθησαν καὶ Ἀριστοτέλησʼ.
γίνεται δυοῖν ὀνομάτοιν μεταξὺ πίπτοντος πληθυντικοῦ ῥήματος· (κ 513—4) „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε“, (Ψ 138) „εἰ δέ κʼ Ἄρης λάχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων“. Ἀλκμανικόν ἐστι τὸ μεταξὺ δυοῖν ἑνικῶν ὀνομάτων πληθυντικὸν ἔχον ῥῆμα· οἷον ʼΠλάτων μὲν ἐπορεύθησαν καὶ Ἀριστοτέλησʼ. καὶ Ὅμηρος (κ 513—4) „ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε“ καὶ πάλιν (Ψ 138) „εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης καὶ Φοῖβος Ἀπόλλων“. Κλαζομένιον· ὡς τὸ ʼπορεύομαι σὺν ἀγῶνιʼ ἀντὶ τοῦ εἰς ἀγῶνα, ἀλλάσσον τὴν δοτικὴν εἰς αἰτιατικὴν καὶ τὴν πρόθεσιν εἰς πρόθεσιν· ὡς τὸ „σὺν πατρίδι ἔβη“ ἀντὶ τοῦ εἰς τὴν πατρίδα· οὕτως Ἀντιφῶν (fr. *[crux: δοτικὴν]* *[crux: αἰτιατικὴν]*
140 Bl. —Thalh.). ἀντίστροφον δὲ τούτῳ τὸ ποιητικὸν (Α 423—4) „Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας / χθιζὸς ἔβη μετὰ δαῖτα“. ἐνήλ〈λ〉ακται γὰρ ἡ δοτικὴ εἰς αἰτιατικὴν καὶ ἡ ἔν πρόθεσις εἰς τὴν μετά. ἀντὶ τοῦ ʼἐν τοῖς ἀμύμοσιν Αἰθίοψινʼ εἶπε „μετʼ ἀμύμονασ“. Κλαζομενεῖς ἀντὶ τοῦ εἰπεῖν ʼπορεύσομαι εἰς ἀγῶναʼ ʼπορεύσομαι σὺν ἀγῶνιʼ φασίν, ὡς καὶ Ἀντιφῶν (fr. 140 Bl. —Thalh.) „σὺν πατρίδι βαίη“ ἀντὶ τοῦ εἰς τὴν πατρίδα πορευθείη. Κολοφώνιον· ὡς τὸ ʼχαλινὸν τῷ ἵππῳʼ ἀντὶ τοῦ ἵππου, ʼἡ κεφαλὴ τῷ ἀνθρώπῳʼ ἀντὶ τοῦ ἀνθρώπου.
ὡς καὶ Ὅμηρος (Η 383) „νηῒ παρὰ πρύμνῃ“ ἀντὶ τοῦ νηός, καὶ (Α 24) „ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ“. Κολοφώνιόν ἐστι τὸ ἔχον τὴν δοτικὴν ἀντὶ γενικῆς, οἷον ʼτὴν κεφαλὴν τῷ ἀνθρώπῳʼ ἀντὶ τοῦ ἀνθρώπου. καὶ Ὅμηρος (Η 383) „νηῒ παρὰ πρύμνῃ“ ἀντὶ τοῦ παρὰ τῇ πρύμνῃ τῆς νηός, καὶ (Ρ 123) „Αἴαντι δὲ δαΐφρονι θυμὸν ὤρινε“ καὶ (Α 24) „ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ“ ἀντὶ τοῦ Αἴαντος καὶ Ἀτρείδου. Σικελικόν· ʼδέξαι ἱερείᾳʼ ἀντὶ τοῦ παρὰ τῆς ἱερείας.
γίνεται δὲ παραλαμβανομένης δοτικῆς πτώσεως ἀντὶ γενικῆς καὶ κατὰ παράλειψιν τῆς παρά προθέσεως· ὡς καὶ Ὅμηρος (Ο 87—88) „Θέτιδι δὲ καλλιπαρήῳ / δέκτο δέπασ“ ἀντὶ τοῦ παρὰ τῆς Θέτιδος, καὶ (Β 186) „δέξατό οἱ σκῆπτρον“ ἀντὶ τοῦ παρʼ αὐτοῦ. Σικελικόν ἐστι τὸ ἔχον δοτικὴν ἀντὶ γενικῆς τῆς παρά προθέσεως ἔξωθεν προσυπακουομένης, οἷον ʼδέξαι ἱερείᾳʼ ἀντὶ τοῦ παρὰ τῆς ἱερείας. καὶ Ὅμηρος (Ο 87—88) „Θέμιδι δὲ καλλιπαρήῳ / δέκτο δέπασ“ ἀντὶ τοῦ παρὰ τῆς Θέμιδος, καὶ (Β 186) „δέξατό οἱ σκῆπτρον πατρώιον“ ἀντὶ τοῦ παρʼ αὐτοῦ. Νησιωτικόν· ʼπλούσιος ἦν χρυσοῦʼ ἀντὶ τοῦ ἕνεκα χρυσοῦ. *[crux: Θέτιδι]* *[crux: Θέτιδος]* *[crux: Θέμιδι]* *[crux: Θέμιδος]*
10
γίνεται δὲ οὕτως· τὰ συντασσόμενα τῇ δοτικῇ ῥήματα αὐτοὶ γενικῇ συντάσσουσιν· ὡς καὶ Ὅμηρος (α 165) „ἀφνειότερος χρυσοῖό τʼ ἐσθῆτός τε“. Ἀττικοὶ δὲ ἐκφέρουσι 〈τὰ〉 τοιαῦτα τὸ ἕνεκα προστιθέντες. Νησιωτικὸν δέ ἐστι τὸ ἔχον τὴν γενικὴν πτῶσιν ἀντὶ δοτικῆς, οἷον ʼπλούσιος ἦν χρυσοῦʼ. καὶ Ὅμηρος (α 165) „ἀφνειότερος χρυσοῖό τʼ ἐσθῆτός τε“ ἀντὶ τοῦ πλούσιος χρυσῷ καὶ ἐσθῆτι. Τῶν ἐπὶ τῆς Ἀσίας Ἐλλήνων· ʼἀρέσκει μεʼ ἀντὶ τοῦ μοί.
οὕτως δὲ γίνεται· συντασσομένης δοτικῆς πτώσεως ῥήμασιν αὐτοὶ ἐπὶ αἰτιατικὴν προφέρουσι· ʼσυνήντησέ μεʼ ἀντὶ τοῦ μοί, (Η 113—4) „καὶ δʼ Ἀχιλλεὺς τοῦτόν γε μάχῃ ἔνι κυδιανείρῃ / ἔρριγʼ ἀντιβολῆσαι“ ἀντὶ τοῦ τούτῳ. καὶ Ἀττικοί, ὡς καὶ Ἀριστοφάνης ὁ κωμικός (Plut. 353) „ἀρέσκει με“ λέγων. ἀλλὰ καὶ τὰ ῥήματα, ἃ γενικῇ πτώσει συντάσσεται, ἐκφέρουσιν ἐπὶ αἰτιατικήν· ʼαὐτός μʼ ἤρετοʼ καὶ ʼἀφαιρεῖταί μεʼ ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος (Α 299) „ἐπεί μʼ ἀφέλεσθέ γε δόντεσ“ Τῶν ἐπὶ τῆς Ἀσιάδος Ἑλλήνων ἐστὶ τὸ τὰ ῥήματα συντασσόμενα δοτικαῖς πτώσεσιν αἰτιατικαῖς συντάττειν. φασὶ γὰρ ʼσυνήντησέ μεʼ ἀντὶ τοῦ ἐμοί. καὶ Ὅμηρος (Η 113—4) „καὶ δʼ Ἀχιλλεὺς τοῦτόν γε μάχῃ ἔνι κυδιανείρῃ / ἔρριγʼ ἀντιβολῆσαι“ ἀντὶ τοῦ τούτῳ. τῶν δʼ αὐτῶν ἐστι καὶ τὸ τὰ συντασσόμενα ῥήματα γενικαῖς πτώσεσιν αἰτιατικαῖς πάλιν συντάττειν, ὡς τὸ ʼἀφαιρεῖταί με τὴν γυναῖκαʼ ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος (Α 275) „ἐπεί μʼ ἀποείρετο κούρην“, καὶ πάλιν (Α 299) „ἐπεί μʼ ἀφέλεσθέ γε δόντεσ“ ἀντὶ τοῦ ἐμοῦ ἀφείλεσθε. Ἰωνικόν· ʼσυνέβη τρωθῆναι τὸν Ἀλέξανδρον ἵππονʼ ἀντὶ τοῦ τοῦ Ἀλεξάνδρου· συντασσομένων γὰρ τῶν πρός τί πως ἐχόντων ὀνομάτων παρʼ ἡμῖν ἐπὶ γενικῆς πτώσεως, ἐκεῖνοι ἐπὶ αἰτιατικὴν ἐκφέρουσι· ὡς τὸ (Ω 58) „γυναῖκά τε θήσατο μαζόν“ ἀντὶ τοῦ γυναικὸς μαζὸν ἐθήλασεν.
ὅθεν τινὲς λέγουσι τὸ γυναῖκα εἰρῆσθαι ἀντὶ τοῦ κτητικοῦ, τοῦ γυναικεῖον· ὡς Ἀττικοὶ (Pind. N. 10, 25) ʼἝλληνα στρατόνʼ ἀντὶ τοῦ Ἑλληνικόν. ἦν δὲ αὐτῷ εἰπεῖν ταῖς τοιαύταις συντάξεσιν, εἰ μὴ ἐκείνως διελέγοντο οἱ Ἕλληνες τὰ πρός τί 〈πωσ〉 ἔχοντα, συντάσσοντες αἰτιατικαῖς πτώσεσιν· (Ε 461) „Τρῶας στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών“, τὰς στίχας 〈τῶν Τρώων〉. τινὲς δὲ τὰς „Τρωάσ“, ὀξυτόνως καὶ θηλυκῶς, ἀλλʼ ἐλέγχει αὐτοὺς ἡ γραφὴ χωρὶς οὖσα τοῦ ι . (Ι 567) ἐπὶ „κασιγνήτοιο φόνοιο“ ἀντὶ τοῦ κασιγνήτου· τὸ γὰρ προσηγορικὸν ἔλαβεν ἀντὶ τοῦ κτητικοῦ. Τρωϊκόν ἐστι τὸ τῇ αἰτιατικῇ χρᾶσθαι ἀντὶ γενικῆς· φασὶ γὰρ ʼτὸν ἵππον τὸν Ἀλέξανδρονʼ ἀντὶ τοῦ τὸν τοῦ Ἀλεξάνδρου. καὶ Ὅμηρος (Ω 58) „γυναῖκά τε θήσατο μαζόν“ ἀντὶ τοῦ γυναικός, καὶ (Ε 461) „Τρῶας δὲ στίχας οὖλος Ἄρης ὤτρυνε μετελθών“ ἀντὶ τοῦ τῶν Τρώων. καὶ ʼἝλληνα στρατόνʼ ἀντὶ τοῦ τῶν Ἑλλήνων. καὶ ʼἀδελφεὸν αἷμαʼ ἀντὶ τοῦ ἀδελφοῦ. ταῦτα δέ τινες ἀντὶ κτητικῶν 〈εἰρῆσθαι〉 φασίν, οἷον ʼγυναικεῖον μαζόνʼ καὶ ʼΤρωϊκὰς στίχασʼ καὶ ʼἙλληνικὸν στρατόνʼ καὶ ʼἀδελφικὸν αἷμαʼ. Ἀττικόν, σύνηθες Ξενοφῶντι καὶ Πλάτωνι· ʼστρατευόμενοι Θηβαῖοι ἐπὶ Ἀττικήνʼ, ʼἈλκιβιάδης ἐξελθὼν τῶν πυλῶνʼ· τὸ γὰρ κατʼ ἐπιφορὰν δεῖ εἰπεῖν ʼΛακεδαιμόνιοι ἡττήθησανʼ. *[crux: ἦν δὲ αὐτῷ εἰπεῖν ταῖς τοιαύταις συντάξεσιν]* *[crux: ἐπὶ]*
13a
γίνεται δὲ οὕτως, τῇ ἐπιφορικῇ {ἐκ}φράσει προσυνταττομένης ὀρθῆς πτώσεως ἀντὶ γενικῆς ἢ δοτικῆς· ἡ μὲν γάρ ἐστι προσηγορική, ἡ δὲ ἐπιφορική, ἐξ ὧν ἀμφοτέρων ὁ λόγος αὐτοτελὴς γίνεται καὶ ὥσπερ ἐλλείπων πάλιν αὐτοτελὴς 〈τῆσ〉 ἑτέρας συνδεθείσης. ὡς καὶ Ὅμηρος (μ 73) „οἱ δὲ δύο σκόπελοι, ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει“ ἀντὶ τοῦ τῶν δύο σκοπέλων, (Π 317) „Νεστορίδαι δʼ ὁ μὲν οὔταςʼ Ἀτύμνιον“, (Γ 211) „ἄμφω δʼ ἑζομένω γεραρώτερος ἦεν Ὀδυσσεύσ“. Ἴωνες δὲ καὶ πολλῶν φράσιν οὐ σώζοντες πάλιν· ὡς γὰρ ἡμεῖς λέγομεν ʼἐξερχόμενός μοι ἔδωκενʼ αὐτοί φασιν ʼἐξερχομένου δέδωκέ μοιʼ. Χαλκιδεῖς δὲ οἱ ἐν Εὐβοίᾳ ποιοῦσιν αἰτιατικαῖς πτώσεσιν ἐπιφορὰς ποιοῦντες καὶ ζευγνύντες ὡς Διονύσιος ὁ Χαλκιδεύς· οὗτος γὰρ ἔφη περὶ Μυρίνης τῆς Ἀμαζόνος (fr. 2 Mueller, FHG IV 393) „τὴν Μυρίναν ἐξελθοῦσαν καὶ περιβλεψαμένην ἔδοξεν αὐτῇ τὰς ἄλλας Ἀμαζόνας ἀνακαλέσασθαι“. Θηβαϊκόν· ἔστι δὲ καὶ ἄλλο σχῆμα ἀπὸ Βοιωτίας, ὃ δὴ καὶ Πινδαρικὸν λέγεται, ὅτι πολλάκις αὐτῷ κέχρηται. *[crux: προσηγορική]* *[crux: καὶ πολλῶν φράσιν οὐ σώζοντες πάλιν]* *[crux: ποιοῦσιν αἰτιατικαῖς πτώσεσιν ἐπιφορὰς ποιοῦντες]* *[crux: Θηβαϊκόν· ἔστι δὲ καὶ ἄλλο σχῆμα ἀπὸ Βοιωτίας]*
14a
γίνεται δὲ οὕτως: 〈 *** 〉 ʼΛακεδαιμόνιοι πολεμεῖ Ἀθηναίοισʼ, (Pind. fr. 246a Snell) „μελιρρόθων δʼ ἕπεται πλόκαμοι“ καὶ (Pind. fr. 246b Snell) „διήγεται δὲ σάρκεσ“ ἀντὶ τοῦ διήγοντο. Ὅμηρος (Β 135) „καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται“ ἀντὶ τοῦ σεσήπασιν. Ἰωνικὸν καὶ Δώριον ὁμοῦ, εἰλημμένον ἀπὸ τῶν κατὰ Σικελίαν Δωριέων.
15a
γίνεται δὲ παραλαμβανομένου ἀπαρεμφάτου ῥήματος ἀντὶ προστακτικοῦ ἐν ταῖς τοιαύταις συντάξεσιν· ὅταν λέγῃ τις ʼδός μοι τὸ βιβλίονʼ, αὐτὸ ʼδοῦναιʼ φάσκει. καὶ Ὅμηρος (Β 9—10) „ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο / πάντα μάλʼ … ἀγορευέμεν“ ἀντὶ τοῦ ἀγόρευε, καὶ (Δ 66) „πειρᾶν δʼ ὥς κεν Τρῶεσ“ ἀντὶ τοῦ πειρῶ. χρῶνται δὲ τῷ ἀπαρεμφάτῳ ἐπὶ ἑνικοῦ προστακτικοῦ καὶ πληθυντικοῦ ὁμοίως, ʼγράφεινʼ λέγοντες ἀντὶ τοῦ γράφετε· Ὅμηρος (Β 75) „ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν“ ἀντὶ τοῦ ἐρητύετε. Δώριον, μάλιστα τῶν ἐν Πελοποννήσῳ Δωριέων.
16a
γίνεται δὲ οὕτως· παραλαμβανομένης δοτικῆς πτώσεως ἀντὶ αἰτιατικῆς παρεπομένης τῆς διά προθέσεως, οἷον εἴ τις φαίῃ ʼτῷ στρατηγῷ οἱ πολέμιοι ἀπώλοντοʼ ἀντὶ τοῦ διὰ τὸν στρατηγόν, καὶ ʼτούτῳ ἐσφάγηʼ ἀντὶ τοῦ διὰ τοῦτο. Ὅμηρος (Ε 875) „σοὶ {δὲ} πάντες μαχεσόμεθα“ ἀντὶ τοῦ διὰ σέ. Ἀττικὸν γίνεται οὕτως· συντασσομένης γενικῆς πτώσεως ἀντὶ δοτικῆς κατʼ ἐπιφοράν, οἷον εἴ τις φαίῃ ʼοὐκ ἂν ἡμῖν συνέβη εὐσεβῶν ὄντων τοῦτο παθεῖνʼ καὶ ʼἡμῖν εἴρηται πράγματα μὴ πλευσάντωνʼ.
17a
καὶ Ὅμηρος (ι 256—7) „ἡμῖν … κατεκλάσθη φίλον ἦτορ / δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον“. Ἄλλο Ἀττικόν 〈ἐστι τὸ συντάσσειν〉 τῷ ἵνα μορίῳ εὐκτικὸν ῥῆμα ἀντὶ ὑποτακτικοῦ, οἷον ʼἵνα θύσαιτεʼ· ὁ Πλάτων τούτῳ κέχρηται.
18a
καὶ Ὅμηρος (ε 490) „ἵνα μήποθεν ἄλλος ἰαύοι“ καὶ (γ 2) „ἵνʼ ἀθανάτοισι φαείνοι“. Περιηγητικόν, ᾧ πυκνοτέρως χρῶνται οἱ περιηγηταί.
19a
γίνεται δὲ οὕτως· προταττομένης αἰτιατικῆς πτώσεως κατʼ ἐπιφοράν, ὅταν ἐν μεταβάσει λόγου ἐπενέγκωμεν ὀρθὴν πτῶσιν, οἷον ʼπαρεπλέομεν δύο πόλεις, αἳ καλοῦνται Σηστὸς καὶ Ἄβυδοσʼ. καὶ Ὅμηρος (Ε 244—5) „ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, / ἶνʼ ἀπέλεθρον ἔχοντε, ὁ μὲν τόξων ἐῢ εἰδώσ“ ἀντὶ τοῦ τὸν μέν. Τῶν δὲ Ἀττικῶν τὸ συντάσσειν τὸ μή μετὰ μέλλοντος χρόνου· ʼμὴ πείσομαιʼ.
20a
ἔστι δὲ τὸ σχῆμα τῶν περὶ Ἀντιφῶντα, σπανίως δὲ καὶ Ὅμηρος κέχρηται. ἡμεῖς δὲ τὰς ἐξ ἀμφοτέρων φωνὰς τήν τε μή ἀπαγόρευσιν καὶ τὴν οὔ ἄρνησιν ὑποτακτικοῖς ῥήμασιν συντάσσομεν, οἷον ʼοὐ μὴ διαλεχθῶ σήμερονʼ, ʼοὐ μὴ εἴπωʼ. Ἀνακύπτει δʼ ἐκ τούτου τοῦ σχήματος καὶ ἕτερον Δώριον, ὃ γίνεται τῆς αὐτῆς συντάξεως χρεωκοπουμένης, οἷον ʼοὐκ εἴπω σοιʼ ἀντὶ τοῦ οὐκ ἐρῶ σοι, καὶ ʼσήμερον οὐκ ἴδῃσʼ ἀντὶ τοῦ οὐ μὴ ἴδῃς καὶ τὸ (Α 262) „οὐ γάρ πω τοί{ουτ}ους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι“. Ἄλλο πολλοῖς εἰρημένον· ὅταν τὸ ῥῆμα συντάσσηται ἄλλαις πτώσεσιν, οἷον τὸ ʼθαυμάζωʼ καὶ {τὸ} ʼὀνειδίζωʼ καὶ ʼλοιδοροῦμαιʼ καὶ ʼὀκνῶʼ καὶ ʼἐνοχλῶʼ.
21a
ἔστι δὲ πλεονάζοντα παρʼ Ἀττικοῖς· δοτικαῖς γὰρ συντάσσουσι πτώσεσιν. οἷόν ἐστι τὸ ʼμέμφομαί σοιʼ καὶ ʼὀνειδίζω σοιʼ. οἱ δὲ Δωριεῖς, ἅπερ τοῖς Ἀττικοῖς ἐπὶ δοτικὴν συνήθη, ταῦτα ἐπὶ γενικὴν μετάγουσι, ʼμέμφομαί σουʼ λέγοντες, ὡς πλήρη φασίν. Ἀττικοὶ δὲ συντάσσουσιν αἰτιατικὰς πτώσεσι γενικαῖς καὶ δοτικῇ τὴν αἰτιατικήν. Ῥόδιον, τῶν δωριζόντων {ἐν} τῇ ἀκράτῳ Δωρίδι· οὗτοι τὴν ὀρθὴν καὶ αἰτιατικὴν πτῶσιν ἐπʼ αἰτιατικὴν συντάσσουσιν δοτικῇ πτώσει, οἷον εἴ τις εἴποι ʼκάλεσον τῷ ἀνθρώπῳʼ ἀντὶ τοῦ τὸν ἄνθρωπον. *[crux: Ἀττικοὶ δὲ συντάσσουσιν αἰτιατικὰς πτώσεσι γενικαῖς καὶ δοτικῇ τὴν αἰτιατικήν.]* *[crux: ἐπʼ αἰτιατικὴν]*
22a
τεκμήριον δʼ ἂν εἴη ἐκ τοῦ σχήματος μάλιστα τῶν δωριζόντων διά τε τὴν τίν καὶ τὴν σφίν ἀντωνυμίαν· αὕτη γὰρ οὐδεμιᾶς πτώσεως ἢ δοτικῆς δηλωτική. καὶ Ὅμηρος (Λ 201) „Ζεύς με πατὴρ προέηκε τεῒν τάδε μυθήσασθαι“. Ἀσιανόν, μᾶλλον ἐπιχωριάζον τοῖς ἐπὶ Σικελίας Ἕλλησιν. *[crux: ἐκ τοῦ σχήματος μάλιστα τῶν δωριζόντων διά τε τὴν τίν καὶ τὴν σφίν ἀντωνυμίαν]*
23a
γίνεται δʼ οὕτω· συνηρτημένην ἔχον ὁριστικοῖς ῥήμασιν 〈τὴν αἰτιατικὴν〉 ἀντὶ ὀρθῆς· ʼεἰ θέλεις ἀναστάντα κλεῖσαι τὴν θύρανʼ ἀντὶ τοῦ ἀναστά〈σ〉, ʼἀπελθόντα λούσασθαιʼ ἀντὶ τοῦ ἀπελθών. Ἐναντίον δʼ ἂν εἴη τούτῳ τῷ σχήματι 〈τὸ Ἀργολικόν〉, ὃ ἔμπαλιν ἔχει τὴν μετοχὴν ἐπὶ ὀρθῆς πτώσεως ἀντὶ αἰτιατικῆς, οἷον εἴ τις εἴποι ʼλέγεται Ἀλέξανδρον τὸν Μακεδόνα τρῶσαι τοὺς Πέρσας ἐλθὼν εἰς χωρίον τῆς Περσίδοσʼ ἀντὶ τοῦ ἐλθόντα. καὶ Ὅμηρος (Β 350—3) „φημὶ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα … ἀστράπτων ἐπιδέξια“ ἀντὶ τοῦ ἀστράπτοντα. Ἀττικόν ἐστι τὸ ἀντὶ γενικῆς τῇ εὐθείᾳ χρῆσθαι, οἷον (Μ 73) „δύο σκόπελοι, ὁ μὲν εἰς οὐρανὸν ἱκάνει“ ἀντὶ τοῦ δύο σκοπέλων, καὶ (Π 317) „Νεστορίδα δʼ ὁ μὲν οὔταςʼ Ἀτύμνιον“ ἀντὶ τοῦ τῶν Νεστοριδῶν, καὶ πάλιν (ι 462—3) „ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπειοσ γλαφυροῖο / πρῶτος ὑπʼ ἀρνειοῦ {ἐ}λυόμην“ ἀντὶ τοῦ ἐλθόντων δὲ ἡμῶν. *[crux: σπειοσ]*
13b
τῶν δʼ αὐτῶν ἐστι καὶ τὸ ἀντὶ πλαγίων συντάξεων ὀρθαῖς χρῆσθαι, οἷον ʼἈλκιβιάδης ὀφθεὶς ἀνέστρεψαν Λακεδαιμόνιοιʼ ἀντὶ τοῦ Ἀλκιβιάδου ὀφθέντος. Καὶ τὸ συντάσσειν τοῖς ὑποτακτικοῖς μορίοις εὐκτικὰ ῥήματα· φασὶ γὰρ ʼἵνα θύσαιενʼ, ʼἵνα ποιήσαιενʼ. καὶ Ὅμηρος (ε 490) „ἵνα μή ποθʼ ἄλλοθεν αὔοι“ καὶ πάλιν (γ 2) „ἵνʼ ἀθανάτοισι φαείνοι“. Καὶ τὸ ʼγνόντωνʼ, ʼβοώντωνʼ καὶ ʼποιούντωνʼ ἀντὶ τοῦ γνώτωσαν, βοάτωσαν καὶ ποιείτωσαν. Καὶ τὸ μέμφομαι καὶ ὀνειδίζω καὶ ἐνοχλῶ καὶ λοιδοροῦμαι δοτικῇ συντάσσουσιν. Καὶ τὰ συντασσόμενα δὲ ῥήματα μετὰ δοτικῆς γενικῇ συντάσσουσι, τὸ ἕνεκα προστιθέντες. Καὶ μετὰ αἰτιατικῆς δὲ ταῦτα συντάσσουσιν, οἷον ʼσυνήντησέ μεʼ ἀντὶ τοῦ ἐμοί· ὡς καὶ Ἀριστοφάνης ὁ κωμικὸς (Plut. 353) „ἀρέσκει με“ λέγων. καὶ ἔτι τὰ μετὰ γενικῆς συντασσόμενα ῥήματα αἰτιατικῇ συντάσσουσιν, οἷον ʼαὐτός με ἤρετοʼ καὶ ʼἀφαιρεῖταί μεʼ ἀντὶ τοῦ ἐμοῦ. καὶ Ὅμηρος (Α 299) „ἐπεί μʼ ἀφέλεσθέ γε δόντεσ“. Τῶν αὐτῶν δὲ καὶ τὸ δοτικῆς πτώσεως προηγησαμένης εἰς γενικὴν ἀποδιδόναι· φασὶ γὰρ ʼοὐκ ἂν ἡμῖν συνέβη τοῦτο παθεῖν εὐσεβῶν ὄντωνʼ. καὶ Ὅμηρος (ι 256—7) „ἡμῖν δὲ … κατεκλάσθη φίλον ἦτορ / δεισάντων φθόγγον τε βαρύν“ ἀντὶ τοῦ φοβηθεῖσι. Οἱ δὲ Δωριεῖς ἐναντιούμενοι αὐτοῖς αἰτιατικαῖς ταῦτα συντάσσουσι, ʼμέμφομαί σεʼ λέγοντες. Σημείωσαι δὲ ὅτι τὸ σολοικίζειν ἀττικίζειν ἐστίν. Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ τοῖς ῥήμασι τοῖς συντασσομένοις δοτικαῖς πτώσεσιν αἰτιατικὰς πρότερον πτώσεις ἐπιφέρουσιν, εἶθʼ οὕτως δοτικάς, ὡς Διονύσιος ὁ Χαλκιδεὺς περὶ Μυρίνης τῆς Ἀμαζονίδος (fr.
14b
2 Mueller, FHG IV, 393) „τὴν Μυρίνην περιβλεψαμένην ἔδοξεν αὐτῇ τὰς ἄλλας Ἀμαζόνας μετακαλέσασθαι“ καὶ πάλιν „εἰσπορευομένην εἰς Κόρινθον ἔδοξεν αὐτῇ“ καὶ τὰ τοιαῦτα. Ἰώνων πολλοῖς ἐστι τὸ πλαγιάζειν ἐπὶ ταῖς εὐθείαις· ἀντὶ γὰρ τοῦ εἰπεῖν ʼἐξερχόμενος ἔδωκέ μοιʼ φασὶν ʼἐξερχομένου ἔδωκέ μοιʼ.
16b
Ἰώνων τῶν ἐπὶ Καρίας ἐστὶ τὸ τὰ χαρᾶς καὶ λύπης δηλωτικὰ ῥήματα γενικῇ συντάττειν ἀντὶ δοτικῆς· φασὶ γὰρ ʼχαίρω τοῦ ἀνδρόσʼ ἀντὶ τοῦ τῷ ἀνδρί. καὶ Ὅμηρος (Θ 125, 317. Π 459) „ἀχνύμενός περ ἑταίρου“ ἀντὶ τοῦ ἑταίρῳ. Καὶ τὸ τῷ κυρίῳ καὶ τῷ προσηγορικῷ ὀνόματι ἄρθρα 〈προσ〉τιθέναι· φασὶ γὰρ ʼτὸν Πλάτωνα τὸν φιλόσοφονʼ. Καὶ τὸ τὴν ἔχων μετοχὴν περιττεύουσαν τιθέναι 〈πρὸσ〉 τοῖς ῥήμασι· φασὶ γὰρ ʼσπεύδεις ἔχωνʼ καὶ ʼβαδίζεις ἔχωνʼ ἀντὶ τοῦ σπεύδεις μόνον καὶ βαδίζεις. Ἰωνικὸν καὶ Δώριόν ἐστι τὸ ἀντὶ προστακτικῶν ἀπαρέμφατα ἔχειν· φασὶ γὰρ ʼδοῦναι τὸ βιβλίονʼ ἀντὶ τοῦ δός.
17b
καὶ Ὅμηρος (Β 10) „πάντα μάλʼ ἀτρεκέως ἀγορευέμεν“ ἀντὶ τοῦ ἀγόρευε, καὶ (Δ 66) „πειρᾶν δʼ ὥς κεν Τρῶεσ“ ἀντὶ τοῦ πειρῶ. οὐ μόνον δὲ ἐπὶ ἑνικῶν, ἀλλὰ καὶ ἐπὶ τῶν πληθυντικῶν, ʼγράφεινʼ λέγοντες ἀντὶ τοῦ γράφετε. καὶ Ὅμηρος (Β 75) „ἡμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν“ ἀντὶ τοῦ κωλύετε. ἐξαιρέτως δὲ τῷ τοιούτῳ σχήματι Ἡσίοδος κέχρηται. Τῶν δὲ ἐν Πελοποννήσῳ Δωριέων ἐστὶ τὸ τῇ δοτικῇ χρῆσθαι ἀντὶ αἰτιατικῆς, παρειλημμένης ἔξωθεν καὶ τῆς διά προθέσεως· φασὶ γὰρ ʼτῇ δικαιοσύνῃ νενικήκαμενʼ ἀντὶ τοῦ διὰ τὴν δικαιοσύνην.
18b
καὶ Ὅμηρος (Ε 875) „σοὶ πάντες μαχόμεθα“ ἀντὶ τοῦ διὰ σέ. Δωριέων τῶν ἐπὶ Ἰταλίας ἐστὶ τὸ κειμένων ὀνομάτων κυρίου τε καὶ προσηγορικοῦ τῷ μὲν κυρίῳ προστιθέναι τὸ ἄρθρον, τὸ δὲ προσηγορικὸν ἄναρθρον ἐκφέρειν· φασὶ γὰρ ʼτὸν Πλάτωνα φιλόσοφονʼ.
19b
καὶ Ὅμηρος (Α 11) „οὕνεκα τὸν Χρύσην ἠτίμηςʼ ἀρητῆρα“. Τὸ δὲ τῇ δοτικῇ πτώσει γενικὰς ἐπιφέρειν τῶν Ἀττικῶν ἐστιν· φασὶ γὰρ ʼοὐκ ἂν ἡμῖν συνέβη τοῦτο παθεῖν εὐσεβῶν ὄντωνʼ.
20b
καὶ Ὅμηρος (ι 256—7) „ἡμῖν δὲ … κατεκλάσθη φίλον ἦτορ / δεισάντων φθόγγον τε βαρύν“ ἀντὶ τοῦ φοβηθεῖσι. Κυμαῖόν ἐστι σχῆμα τὸ τοῖς ἑνικοῖς ὀνόμασι πληθυντικὰς ἐπάγειν ἐπιφοράς· φασὶ γὰρ· ʼἡ πύλη ἐκλείσθησανʼ, ʼὁ ἀγρὸς ἐσκάφησανʼ καὶ ʼἡ βουλὴ συνῄνεσανʼ.
21b
καὶ Ὅμηρος (Β 278) „ὣς φάσαν ἡ πληθύσ“· συστηματικὰ γὰρ ὄντα ταῦτα πρὸς τὸ νοούμενον ἔχει τὴν ἀναφοράν. Τὸ δὲ Θηβαϊκὸν ἐναντίον ἐστὶ τούτῳ τῷ σχήματι· τοῖς γὰρ πληθυντικοῖς ἀρσενικοῖς καὶ θηλυκοῖς ὀνόμασιν ἐπιφέρουσι ῥήματα ἑνικά· φασὶ γὰρ ʼΛακεδαιμόνιοι πολεμεῖ Ἀθηναίοισʼ.
22b
καὶ Πίνδαρος (fr. 246a Snell) „ἕπεται πλόκαμοι“ ἀντὶ τοῦ ἕπονται, καὶ (fr. 246b Snell) „διήγετο σάρκεσ“ ἀντὶ τοῦ διήγοντο, ὡς καὶ τὸ (Hes. Theog. 321) „τῆς δʼ ἦν τρεῖς κεφαλαί“. τούτου δὲ τοῦ σχήματός ἐστι καὶ τὸ τοῖς οὐδετέροις πληθυντικοῖς ὀνόμασιν ἑνικὰ ῥήματα ἐπάγειν, ὃ καὶ λέγεται ἑτεράριθμον, οἷον ʼτὰ πρόβατα βόσκεταιʼ. καὶ Ὅμηρος (Κ 252) „ἄστρα δὲ δὴ προβέβηκε“, (Β 135) „καὶ δὴ δοῦρα σέσηπε νηῶν“. ἀλλὰ τὰ μὲν τοιαῦτα συνήθη γεγόνασι, τὰ δὲ προειρημένα καινόφωνα δοκοῦσιν. Ἀργολικόν ἐστι 〈τὸ〉 εὐθείᾳ χρῆσθαι ἀντὶ αἰτιατικῆς τῶν ἑνικῶν· φασὶ γὰρ ʼἈλέξανδρον λέγεται ἐλθὼν εἰς Πέρσας νικῆσαιʼ ἀντὶ τοῦ ἐλθόντα.
23b
καὶ Ὅμηρος (Β 350—3) „φημὶ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα / … / ἀστράπτων, ἐναίσιμα σήματα φαίνων“ καὶ (Ζ 510—1) „ὁ δʼ ἀγλαΐηφι πεποιθώς, ῥίμφα ἑ γοῦνα φέρει“ ἀντὶ τοῦ πεποιθότα. Περιηγητικόν ἐστι τὸ τῇ αἰτιατικῇ πληθυντικῇ πτώσει ἐπιφέρειν εὐθεῖαν, οἷον ‘〈παρ〉επλέομεν δύο πόλεις 〈αἳ〉 ἐκαλοῦντο Σηστὸς καὶ Ἄβυδοσʼ· ἔδει γὰρ εἰπεῖν ʼκαλουμένας Σηστὸν καὶ Ἄβυδονʼ.
24b
καὶ Ὅμηρος (Ε 244—5) „ἄνδρʼ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι, / ἶνʼ ἀπέλεθρον ἔχοντας, ὁ μὲν τόξων ἐῢ εἰδώσ“ ἀντὶ τοῦ τὸν μέν τόξων εὖ εἰδότα. Τυρσηνικόν ἐστι τὸ τὰς δεούσας προτάττειν πράξεις ὑποτάττειν· φασὶ γὰρ ʼπεριπατήσας ἀνέστηʼ ἀντὶ τοῦ ἀναστὰς περιεπάτησε.
25b
καὶ Ὅμηρος (Δ 535 et al.) „ὁ δὲ χασάμενος πελεμίχθη“ καὶ (Β 101) „Ἥφαιστος κάμε τεύχων“. Λεσβίων ἐστὶ καὶ Θετταλῶν τὸ ἐπὶ τοῦ αὐτοῦ χρῆσθαι χρόνῳ ἀκαταλλήλῳ ἐνεστῶτι καὶ παρακειμένῳ· φασὶ γὰρ ʼἡμεῖς μὲν πορευόμεθα, οὗτοι δὲ κεκαθίκασιʼ.
26b
καὶ Ὅμηρος (Ε 878) „σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεθα ἕκαστοσ“. Ῥοδιακόν ἐστι τὸ τὴν σύνταξιν τὴν ἐπάγουσαν αἰτιατικὴν πτῶσιν συντάσσειν δοτικῇ· φασὶ γὰρ ʼκάλεσον τῷ ἀνθρώπῳʼ ἀντὶ τοῦ τὸν ἄνθρωπον.
27b
τῶν αὐτῶν ἐστι καὶ τὸ χρῆσθαι τῇ δοτικῇ ἀντὶ εὐθείας· ἀντὶ γὰρ τοῦ εἰπεῖν ʼὁ ἀνὴρ παρεγένετοʼ ʼτῷ ἀνδρὶ παρεγένετοʼ λέγουσιν. Ἀσιανόν ἐστι τὸ τῇ αἰτιατικῇ ἀντὶ εὐθείας χρῆσθαι· φασὶ γὰρ ʼθέλεις ἀναστάντα κλεῖσαι τὴν θύρανʼ ἀντὶ τοῦ ἀναστάς.
29b
Καὶ ταῦτα μὲν ἴδια τῶν διαλέκτων τούτων εἰσίν. εἴπωμεν δὲ καὶ περί τινων ἀναγκαίων σχημάτων, οἷς πᾶσαι αἱ διάλεκτοι χρῶνται, τὰ προσήκοντα. Ἐπεξήγησίς ἐστι ἀσαφοῦς λέξεως ἢ λόγου σαφηνισμός· λέξεως μὲν ὡς τὸ ʼλαβὲ τὸν ἀκινάκην ὅ ἐστι Περσικὸν ξιφίδιονʼ· λόγου δὲ ὡς τὸ ʼὁ οἶκος οὗτος βεβαίως οὐκ οἰκεῖται, λέγω δὲ ὡς οἱ μένοντες ἐν τούτῳ ταχέως μετέρχονταιʼ.
31b
Ἀπὸ κοινοῦ ἐστι λέξις ἅπαξ μὲν λεγομένη, πολλάκις δὲ νοουμένη καὶ ἔξωθεν λαμβανομένη, οἷον ʼἀπελθὼν ᾔτησα τοὺς ἄνδρας, μάλιστα δὲ Χαρίδημον καὶ Ἵππαρχονʼ. καὶ Ὅμηρος (Α 15) „ἐλίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δὲ μάλιστα“· ἀπὸ κοινοῦ γὰρ ἐπʼ ἐκείνου μὲν τὸ ᾔτησα, ἐπὶ τούτου δὲ τὸ ἐλίσσετο. Ἑτερογενές ἐστι μετάβασις ἀπὸ γένους εἰς γένος πρὸς τὸ νοούμενον· οἷον ʼτὰ περὶ θάλασσαν φοβερά εἰσιν, ἐρημίαι οὖσαιʼ.
32b
καὶ ὁ Θεολόγος (Greg. Nazianz., Or. XLV 850 = Migne 36, 632 A) „παρʼ ἑαυτοῦ δὲ πνοὴν ἐνθεὶς ὃ δὴ νοερὰν ψυχὴν … οἶδεν ὁ λόγοσ“. Ἑτεροπρόσωπόν ἐστιν, ὅταν ἕτερον πρόσωπον ὑποβάλλωμεν λέγον ἃ ἡμεῖς ἐμέλλομεν λέγειν, οἷον ʼπάντες οἱ Αἰγύπτιοι βοῶσι τὴν ἀδικίαν ἡμῶνʼ.
33b
ἢ ὅταν αὐτοὶ λέγωμεν, πρὸς ἕτερον δὲ ἀποτεινώμεθα καὶ οὐ πρὸς τὸν ἀδικήσαντα, οἷον ʼἐγὼ δὲ ἰδών τινα βλάπτοντα τὸν πέλας εἶπον πρὸς αὐτὸν „ὡς ἀδικεῖς τὸν πέλασ“ʼ.