Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Lucian of Samosata: Dialogi deorum

Library › Greek: Satire & Fable › Dialogi deorum

In Dialogi deorum (Dialogues of the Gods), Lucian of Samosata eavesdrops on Olympus. These short comic dialogues in Ancient Greek, composed in the second century AD, catch the gods off duty: Zeus explaining away his love affairs, Hera scolding, Hermes exhausted by errands, Apollo and Hephaestus trading gossip — divine dignity dissolving into family squabble.

The collection perfected a genre: myth retold as comedy of manners, with the anthropomorphic gods judged by human standards and found ridiculous. Enormously popular from Byzantium onward, it shaped satirical treatments of mythology in European literature and remains one of the most enjoyable introductions to Lucian’s art.

About this edition. The Greek text is that of the Perseus Digital Library. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Satire & Fable
Dialogi deorum
Lucian of Samosata · Book 13 · every word parsed
1
ΗΦΑΙΣΤΟΣΤί με, ὦ Ζεῦ, δεῖ ποιεῖν; ἥκω γάρ, ὡς ἐκέλευσας, ἔχων τὸν πέλεκυν ὀξύτατον, εἰ καὶ λίθους δέοι μιᾷ πληγῇ διατεμεῖν. ΖΕΥΣΕὖ γε, ὦ Ἥφαιστε· ἀλλὰ δίελέ μου τὴν κεφαλὴν εἰς δύο κατενεγκών. ΗΦΑΙΣΤΟΣΠειρᾷ μου, εἰ μέμηνα; πρόσταττε δ’ οὖν τἀληθὲς ὅπερ θέλεις σοι γενέσθαι. ΖΕΥΣΤοῦτο αὐτό, διαιρεθῆναί μοι τὸ κρανίον· εἰ δὲ ἀπειθήσεις, οὐ νῦν πρῶτον ὀργιζομένου πειράσῃ μου. ἀλλὰ χρὴ καθικνεῖσθαι παντὶ τῷ θυμῷ μηδὲ μέλλειν· ἀπόλλυμαι γὰρ ὑπὸ τῶν ὠδίνων, αἵ μοι τὸν ἐγκέφαλον ἀναστρέφουσιν. ΗΦΑΙΣΤΟΣὍρα, ὦ Ζεῦ, μὴ κακόν τι ποιήσωμεν· ὀξὺς γὰρ ὁ πέλεκύς ἐστι καὶ οὐκ ἀναιμωτὶ οὐδὲ κατὰ τὴν Εἰλήθυιαν μαιώσεταί σε. ΖΕΥΣΚατένεγκε μόνον, ὦ Ἥφαιστε, θαρρῶν· οἶδα γὰρ ἐγὼ τὸ σύμφερον. ΗΦΑΙΣΤΟΣΚατοίσω· τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος; τί τοῦτο; κόρη ἔνοπλος; μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ· εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τὴν μήνιγγα παρθένον ζωογονῶν καὶ ταῦτα ἔνοπλον· ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. ἡ δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται δὴ ἐν βραχεῖ· γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ τοῦτο ἡ κόρυς. ὥστε, ὦ Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν. ΖΕΥΣἈδύνατα αἰτεῖς, ὦ Ἥφαιστε· παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν. ἐγὼ δ’ οὖν τό γε ἐπ' ἐμοὶ οὐδὲν ἀντιλέγω. ΗΦΑΙΣΤΟΣΤοῦτ ' ἐβουλόμην· ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν. ΖΕΥΣΕἴ σοι ῥᾴδιον, οὕτω ποίει· πλὴν οἶδα ὅτι ἀδυνάτων ἐρᾷς.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top