1 t
〈Πρᾶξις σὺν θεῷ〉 Οὐ μέντοι ἴσως βιάσεται αὑτόν · οὐ γάρ φασι θεμιτὸν εἶναι [61c9—62c9].
1 1
Εἰπὼν ὁ Σωκράτης ὅτι εἰ φιλοσοφεῖ ὁ Εὔηνος ἐθελήσει ἀποθνῄσκειν, ἵνα μὴ δόξῃ διὰ τούτων παρεγγυᾶν ἡμῖν τῷ ἑκουσίῳ θανάτῳ, φησὶν ὅτι ʼοὐ μέντοι ἴσως βιάσεται ἑαυτόν· καὶ γὰρ ἀνόσιον τὸ ἐξαγαγεῖν ἑαυτόνʼ. καὶ τοῦτο ἡ μὲν λέξις δείκνυσι διὰ δύο ἐπιχειρημάτων, ἑνὸς μὲν μυθικοῦ καὶ Ὀρφικοῦ, ἑτέρου δὲ διαλεκτικοῦ καὶ φιλοσόφου. Ἡμεῖς δὲ πρὸ τῆς λέξεως φέρε οἰκείοις ἐπιχειρήμασι τοῦτο αὐτὸ δείξωμεν, ὅτι οὐ δεῖ ἐξαγαγεῖν ἑαυτούς. [5]
1 2
Εἰ τοῦ θεοῦ διττὰς ἔχοντος δυνάμεις, ἀναγωγούς τε καὶ προνοητικάς, μὴ ἐμποδίζονται αἱ προνοητικαὶ τῶν δευτέρων δυνάμεις ὑπὸ τῶν ἀναγωγῶν καὶ αὐτεπιστρόφων, ἀλλʼ ἅμα κατὰ ἄμφω ἐνεργεῖ, οὕτως οὖν καὶ τὸν φιλόσοφον μιμητὴν ὄντα θεοῦ (ὁμοίωσις γὰρ θεῷ ἡ φιλοσοφία) οὐδὲν κωλύει ⟦ ἐνεργεῖν ⟧ ἅμα καὶ γενεσιουργῶς ἐνεργεῖν καὶ προνοητικῶς τῶν δευτέρων, οὐ μὴν ἀλλὰ καὶ καθαρτικῶς. χωρισθέντα μὲν γὰρ τοῦ σώματος μετὰ τὸν θάνατον οὐδὲν μέγα καθαρτικῶς ζῆν, ἐν δὲ τῷ σώματι κατεχόμενον γενναῖόν ἐστιν ἀντέχεσθαι τῆς καθάρσεως. Δεύτερον ἐπιχείρημα· ὥσπερ τὸ θεῖον ἀεὶ πᾶσι πάρεστι, καὶ τὰ μὲν αὐτοῦ διʼ οἰκείαν ἐπιτηδειότητα ἢ ἀνεπιτηδειότητα μᾶλλον ἢ ἧττον μετέχει, οὕτως καὶ τὴν ψυχὴν δεῖ παρεῖναι τῷ σώματι καὶ μὴ χωρίζειν ἑαυτήν, τοῦτο δὲ διʼ οἰκείαν ἐπιτηδειότητα ἢ ἀνεπιτηδειότητα μεθέξει αὐτῆς ἢ οὐ μεθέξει. οὕτω γὰρ καὶ ἐν τῷ Θεαιτήτῳ [173c6—174a2] ὑποτίθεται τὸν κορυφαῖον φιλόσοφον μηδὲ ὁποῖός ἐστιν εἰδότα, ἀλλὰ καὶ ἀγνοοῦντα ὅτι ἀγνοεῖ, καίτοι ἐν τῷ σώματι ὄντα. Τρίτον ἐπιχείρημα· τὸν μὲν ἑκούσιον δεσμὸν ἑκουσίως δεῖ λύειν, τὸν δὲ ἀκούσιον ἀκουσίῳ λύσει λυτέον καὶ μὴ ἀναμίξ· τὴν μὲν οὖν φυσικὴν ζωὴν ἀκούσιον οὖσαν ἀκουσίῳ λύσει λυτέον τῷ φυσικῷ θανάτῳ, τὴν δὲ μετʼ ἐμπαθείας ζωήν, ἣν ἡμεῖς κατὰ προαίρεσιν ᾑρησάμεθα, ἑκουσίῳ λύσει λυτέον τῇ καθάρσει. Καὶ ταῦτα μὲν ἔξωθεν· ἡ δὲ λέξις ὡς εἴρηται διὰ δύο ἐπιχειρημάτων κατασκευάζει ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτούς. [20]
1 3
Καὶ ἔστι τὸ μυθικὸν ἐπιχείρημα τοιοῦτον· παρὰ τῷ Ὀρφεῖ [frg. 220] τέσσαρες βασιλεῖαι παραδίδονται. πρώτη μὲν ἡ τοῦ Οὐρανοῦ, ἣν ὁ Κρόνος διεδέξατο ἐκτεμὼν τὰ αἰδοῖα τοῦ πατρός· μετὰ δὲ τὸν Κρόνον ὁ Ζεὺς ἐβασίλευσεν καταταρταρώσας τὸν πατέρα· εἶτα τὸν Δία διεδέξατο ὁ Διόνυσος, ὅν φασι κατʼ ἐπιβουλὴν τῆς Ἥρας τοὺς περὶ αὐτὸν Τιτᾶνας σπαράττειν καὶ τῶν σαρκῶν αὐτοῦ ἀπογεύεσθαι. καὶ τούτους ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσε, καὶ ἐκ τῆς αἰθάλης τῶν ἀτμῶν τῶν ἀναδοθέντων ἐξ αὐτῶν ὕλης γενομένης γενέσθαι τοὺς ἀνθρώπους. οὐ δεῖ οὖν ἐξάγειν ἡμᾶς ἑαυτούς, οὐχ ὅτι, ὡς δοκεῖ λέγειν ἡ λέξις, διότι ἔν τινι δεσμῷ ἐσμεν τῷ σώματι (τοῦτο γὰρ δῆλόν ἐστι, καὶ οὐκ ἂν τοῦτο ἀπόρρητον ἔλεγεν), ἀλλʼ ὅτι οὐ δεῖ ἐξάγειν ἡμᾶς ἑαυτοὺς ὡς τοῦ σώματος ἡμῶν Διονυσιακοῦ ὄντος· μέρος γὰρ αὐτοῦ ἐσμεν, εἴ γε ἐκ τῆς αἰθάλης τῶν Τιτάνων συγκείμεθα γευσαμένων τῶν σαρκῶν τούτου. Ὁ μὲν οὖν Σωκράτης ἔργῳ τὸ ἀπόρρητον δεικνὺς τοῦ μύθου οὐδὲν πλέον προστίθησιν τοῦ ʼὡς ἔν τινι φρουρᾷ ἐσμενʼ [62b3—4]· οἱ δὲ ἐξηγηταὶ τὸν μῦθον προστιθέασιν ἔξωθεν, καὶ ἔστιν ἡ τοῦ μύθου ἀλληγορία τοιαύτη. [10]
1 4
ὥσπερ ὁ Ἐμπεδοκλῆς [frg. B 17] ἔλεγε τὸν νοητὸν καὶ τὸν αἰσθητὸν παρὰ μέρος γίνεσθαι τόπους, οὐχ ὅτι ποτὲ μὲν οὗτος γίνεται, ποτὲ δὲ ὁ νοητός (ἀεὶ γάρ εἰσιν), ἀλλʼ ὅτι ἡ ἡμετέρα ψυχὴ ποτὲ μὲν κατὰ νοητὸν ζῇ καὶ λέγεται τότε γίνεσθαι ὁ νοητὸς κόσμος, ποτὲ δὲ κατὰ αἰσθητὸν καὶ λέγεται ὁ αἰσθητὸς γίνεσθαι κόσμος, οὕτως καὶ παρὰ τῷ Ὀρφεῖ [frg. 107] αἱ τέσσαρες βασιλεῖαι αὗται οὐ ποτὲ μέν εἰσι, ποτὲ δὲ οὔ, ἀλλʼ ἀεὶ μέν εἰσι, αἰνίττονται δὲ τοὺς διαφόρους βαθμοὺς τῶν ἀρετῶν καθʼ ἃς ἡ ἡμετέρα ψυχὴ 〈ἐνεργεῖ〉 σύμβολα ἔχουσα πασῶν τῶν ἀρετῶν, τῶν τε θεωρητικῶν καὶ καθαρτικῶν καὶ πολιτικῶν καὶ ἠθικῶν. [10]
1 5
ἢ γὰρ κατὰ τὰς θεωρητικὰς ἐνεργεῖ, ὧν παράδειγμα ἡ τοῦ Οὐρανοῦ βασιλεία, ἵνα ἄνωθεν ἀρξώμεθα· διὸ καὶ Οὐρανὸς εἴρηται παρὰ τὸ τὰ ἄνω ὁρᾶν. ἢ καθαρτικῶς ζῇ, ἧς παράδειγμα ἡ Κρονία βασιλεία· διὸ καὶ Κρόνος εἴρηται, οἷον ⟦ ὁ ⟧ κορόνους τις ὢν διὰ τὸ ἑαυτὸν ὁρᾶν· διὸ καὶ καταπίνειν τὰ οἰκεῖα γεννήματα λέγεται ὡς αὐτὸς πρὸς ἑαυτὸν ἐπιστρέφων. ἢ κατὰ τὰς πολιτικάς, ὧν σύμβολον ἡ τοῦ Διὸς βασιλεία· διὸ καὶ δημιουργὸς ὁ Ζεύς, ὡς περὶ τὰ δεύτερα ἐνεργῶν. ἢ κατὰ τὰς ἠθικὰς καὶ φυσικὰς ἀρετάς, ὧν σύμβολον ἡ τοῦ Διονύσου βασιλεία· διὸ καὶ σπαράττεται, διότι οὐκ ἀντακολουθοῦσιν ἀλλήλαις αἱ ἀρεταί. καὶ τὰς σάρκας μασῶνται οἱ Τιτᾶνες, τῆς μασήσεως δηλούσης τὸν πολὺν μερισμόν, διότι τῶν τῇδε ἔφορός ἐστιν, ἔνθα ὁ πολὺς μερισμὸς διὰ τὸ ἐμὸν καὶ σόν. καὶ ὑπὸ τῶν Τιτάνων σπαράττεται, τοῦ ʼτὶʼ μερικὸν δηλοῦντος, σπαράττεται δὲ τὸ καθόλου εἶδος ἐν τῇ γενέσει· μονὰς δὲ Τιτάνων ὁ Διόνυσος. λέγεται δὲ σπαράττεσθαι ὑπὸ τῆς γενέσεως, 〈γενέσεωσ〉 τῶν αἰτίων ταύτης ἀκουόντων· οὕτω γὰρ καὶ τὴν Δήμητραν πυροὺς καλοῦμεν καὶ τὸν Διόνυσον οἶνον· φησὶ γὰρ ὁ Πρόκλος [ hymn. frg. I] ʼὅσςʼ ἴδον ἐν τεκέεσσιν ἐφημίξαντο τοκεῦσινʼ. κατʼ ἐπιβουλὴν δὲ τῆς Ἥρας, διότι κινήσεως ἔφορος ἡ θεὸς καὶ προόδου· διὸ καὶ συνεχῶς ἐν τῇ Ἰλιάδι ἐξανίστησιν αὕτη καὶ διεγείρει τὸν Δία εἰς πρόνοιαν τῶν δευτέρων. [15]
1 6
καὶ γενέσεως ἄλλως ἔφορός ἐστιν ὁ Διόνυσος, διότι καὶ ζωῆς καὶ τελευτῆς· ζωῆς μὲν γὰρ ἔφορος, ἐπειδὴ καὶ τῆς γενέσεως, τελευτῆς δέ, διότι ἐνθουσιᾶν ὁ οἶνος ποιεῖ καὶ περὶ τὴν τελευτὴν δὲ ἐνθουσιαστικώτεροι γινόμεθα, ὡς δηλοῖ ὁ παρʼ Ὁμήρῳ [Π 851—854] Πάτροκλος μαντικὸς γεγονὼς περὶ τὴν τελευτήν. καὶ τὴν τραγῳδίαν δὲ καὶ τὴν κωμῳδίαν ἀνεῖσθαί φασι τῷ Διονύσῳ, τὴν μὲν κωμῳδίαν παίγνιον οὖσαν τοῦ βίου, τὴν δὲ τραγῳδίαν διὰ τὰ πάθη καὶ τὴν τελευτήν. οὐκ ἄρα καλῶς οἱ κωμικοὶ τοῖς τραγικοῖς ἐγκαλοῦσιν ὡς μὴ Διονυσιακοῖς οὖσιν λέγοντες ὅτι ʼοὐδὲν ταῦτα πρὸς τὸν Διόνυσονʼ. κεραυνοῖ δὲ τούτους ὁ Ζεύς, τοῦ κεραυνοῦ δηλοῦντος τὴν ἐπιστροφήν, πῦρ γὰρ ἐπὶ τὰ ἄνω κινούμενον· ἐπιστρέφει οὖν αὐτοὺς πρὸς ἑαυτόν. Καὶ τοῦτο μὲν τὸ μυθικὸν ἐπιχείρημα. [10]
1 7
τὸ δὲ διαλεκτικὸν καὶ φιλόσοφον τοιοῦτόν ἐστιν, ὅτι εἰ θεοὶ ἡμῶν εἰσιν ἐπιμεληταὶ καὶ κτήματα ἐκείνων ἐσμέν, οὐ δεῖ ἐξάγειν ἑαυτούς, ἀλλʼ ἐπιτρέπειν ἐκείνοις. εἰ μὲν γὰρ θάτερον ἦν τούτων, καὶ ἢ κτήματα ἦμεν τῶν θεῶν οὐ μὴν ἐπεμελοῦντο ἡμῶν, ἢ ἀνάπαλιν, χώραν ὅπως οὖν εἶχεν εὔλογον τὸ ἐξάγειν ἡμᾶς ἑαυτούς· νῦν δὲ διʼ ἄμφω οὐ δεῖ λύειν τὸν δεσμόν. Τί οὖν οὐ δεῖ συνηγορῆσαι καὶ τῷ ἀντικειμένῳ καὶ δεῖξαι ὅτι δεῖ ἐξάγειν ἑαυτούς; Πρῶτον μὲν ὅτι ἐν αὐτῇ τῇ νῦν προκειμένῃ λέξει, ἐν ᾗ κατασκευάζει ὁ Πλάτων ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτούς, ἔμφασιν δίδωσι καὶ τοῦ ἀντικειμένου, πρῶτον μὲν λέγων ʼοὐ μέντοι ἴσως βιάσεται ἑαυτόνʼ [61c9], τὸ γὰρ ʼἴσωσʼ ὑπόνοιαν δίδωσιν ὅτι ποτὲ καὶ δεῖ ἐξάγειν ἑαυτούς· καὶ πάλιν ἐφεξῆς φησιν ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτούς, ʼεἰ μὴ μεγάλην ὁ θεὸς ἀνάγκην ἐπιπέμψοι, οἵαν τὴν νῦν παροῦσανʼ [62c7—8]. [5]
1 8
Δεύτερον ἐπιχείρημα. εἰ αὐτὸς ὁ Πλάτων φησὶν ὅτι ἐξάγειν ἑαυτὸν ἐπιτρέπει καὶ τῷ σπουδαίῳ καὶ τῷ μέσῳ καὶ τῷ πολλῷ καὶ φαύλῳ ἀνθρώπῳ. τῷ σπουδαίῳ, ὡς ἐνταῦθα· τῷ μέσῳ, ὡς ἐν Πολιτείᾳ [III 407d4—e2] λέγων ὅτι δεῖ τὸν νόσῳ ἀνιάτῳ καὶ μακρᾷ κατεχόμενον ἐξάγειν ἑαυτὸν ὡς ἄχρηστον ὄντα τῇ πόλει, διότι βούλεται ὁ Πλάτων τοὺς ἑαυτοῦ πολίτας τῇ πόλει χρησίμους εἶναι καὶ οὐχ ἑαυτοῖς· ἐν δὲ τοῖς Νόμοις [IX 854a5—c5] τῷ πολλῷ ἀνθρώπῳ λέγων ὅτι δεῖ τὸν ἀνιάτοις πάθεσι κατεχόμενον, οἷον ἔρωτι μητρὸς ἢ ἱεροσυλίας ἢ τῶν τοιούτων τινί, καὶ μὴ δυνάμενον κρατεῖν ἑαυτοῦ ἐξάγειν ἑαυτόν. Τρίτον ἐπιχείρημα. εἰ Πλωτίνῳ [I 9] γέγραπται ʼπερὶ εὐλόγου ἐξαγωγῆσʼ· δεῖ ἄρα ποτὲ ἐξάγειν ἑαυτόν. Τέταρτον. εἰ οἱ Στωϊκοὶ [ SVF III 768] πέντε τρόπους ἔλεγον εὐλόγου ἐξαγωγῆς. ἀπείκαζον γὰρ τὸν βίον συμποσίῳ καὶ ἔλεγον ὅτι διʼ ὅσας αἰτίας λύεται τὸ συμπόσιον, διὰ τὰς αὐτὰς δεῖ καὶ τὸν βίον λύειν. λύεται τοίνυν τὸ συμπόσιον ἢ διὰ χρείαν ἄφνω μεγάλην ἐπιστᾶσαν, οἷον διὰ παρουσίαν φίλου ἄφνω ἐλθόντος, ἢ διὰ τοὺς ἐπεισκωμάζοντας αἰσχρορρημονοῦντας, ἢ διὰ καταλαβοῦσαν μέθην· λύεται τὸ συμπόσιον καὶ διὰ τὰ παρατιθέμενα νοσερὰ ὄντα, ἔτι μὴν καὶ διὰ πέμπτον τρόπον, διʼ ἔνδειαν τῶν παρατιθεμένων. καὶ τὸν βίον δὲ λυτέον διὰ εʹ τρόπους. οἷον διὰ χρείαν λύεται τὸ συμπόσιον· δεῖ λύειν τὸν βίον καὶ διὰ μεγάλην χρείαν, ὡς Μενοικεὺς ἀποσφάξας ἑαυτὸν ὑπὲρ τῆς πατρίδος. ἀλλὰ καὶ διʼ αἰσχρορρημοσύνην· οὕτω δεῖ λύειν καὶ τὸν βίον διὰ τύραννον ἀναγκάζοντα εἰπεῖν τὰ ἀπόρρητα. ὃ καὶ Πυθαγορεία τις γυνὴ πεποίηκεν ἀναγκαζομένη εἰπεῖν διὰ τί οὐκ ἐσθίει κυάμους· ἔφη γὰρ ʼφάγοιμι ἂν ἢ εἴποιμι ἄνʼ, εἶτα ἀναγκαζομένη φαγεῖν ἔφη ʼεἴποιμι ἂν ἢ φάγοιμι ἄνʼ, καὶ τέλος ἀπέτεμεν τὴν γλῶτταν ὡς καὶ διαλεκτικὸν καὶ γευστικὸν ὄργανον. ἀλλὰ καὶ διὰ μέθην λύεται τὸ συμπόσιον· οὕτω καὶ τὸν βίον λύειν δεῖ διὰ τὸν παρεπόμενον τῷ σώματι λῆρον, φυσικὴ γάρ ἐστι μέθη ὁ λῆρος. ἀλλὰ καὶ διὰ τὰ παρατιθέμενα νοσερὰ ὄντα· καὶ τὸν βίον λυτέον διὰ ⟦ τὸ ⟧ τὸ σῶμα νόσοις ἀνιάτοις κατεχόμενον καὶ ἀνεπιτήδειον πρὸς τὸ ὑπουργεῖν τῇ ψυχῇ. ἀλλὰ καὶ διʼ ἔνδειαν τῶν προσαγομένων λύεται τὸ συμπόσιον· οὕτω καὶ διὰ πενίαν δεῖ ἐξάγειν ἑαυτούς, ἐὰν μὴ πάρεστιν ἀπὸ ἀγαθῶν λαμβάνειν· οὐ γὰρ ληπτέον ἀπὸ φαύλων, μιαρὰ γὰρ ἀπὸ μιαρῶν δῶρα, καὶ οὐ δεῖ ⟦ οὐδὲ ⟧ τούτοις μολύνειν ἑαυτόν. Τί οὖν ἡμεῖς φαμεν; εἰς ἀντίφασιν γὰρ περιέστη ὁ λόγος· πῶς γὰρ καὶ ἀθέμιτον τὸ ἐξάγειν ἑαυτὸν καὶ εὔλογον; ἢ οὐ δεῖ μὲν ἐξάγειν ἑαυτὸν ὅσον ἐπὶ τῷ σώματι, πρὸς κακοῦ γάρ ἐστι τοῦτο τῷ σώματι· ἀλλὰ καὶ εὔλογον ἐξάγειν ἑαυτοὺς διὰ μεῖζον ἀγαθὸν συντελοῦν τῇ ψυχῇ, οἷον ὡς ἡνίκα βλάπτεται ὑπὸ τοῦ σώματος. [35]
1 9
ὥσπερ γὰρ ὁ βουλευόμενος ἐκεῖνα αἱρεῖται οἷς ἐλάσσονα μὲν κακὰ ἕπεται, μείζω δὲ ἀγαθά, καὶ ὥσπερ ἀνόσιον μὲν φίλῳ τυπτομένῳ μὴ ἀμύνειν, εἰ δὲ τύπτοιτο ὑπὸ πατρός, οὐκ εὔλογον ἀμύνειν, οὕτω καὶ ἐνταῦθα καὶ ἀθέμιτον ἐξάγειν ἑαυτὸν διὰ τὸ σῶμα καὶ εὔλογόν ποτε διὰ τὴν ψυχήν, λυσιτελοῦντος αὐτῇ ποτὲ τούτου. ταῦτα ἔχει ἡ θεωρία. Καὶ ἅμα λέγων ταῦτα καθῆκε τὰ σκέλη [61c10—d1]: συντονώτερον σχῆμα ἀνέλαβε καὶ σεμνότερον ὡς περὶ προβλήματος σεμνοτέρου μέλλων διαλέγεσθαι. [5]
1 11
Ἤρετο οὖν αὐτὸν ὁ Κέβης · πῶς τοῦτο λέγει ς , ὦ Σώκρατες [61d3—4]: παρὰ Κέβητι μὲν ἄπορον ἦν, πῶς ἀθέμιτον τὸ ἐξάγειν ἑαυτόν, δεῖ δὲ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν· εἰ γὰρ συμβάλλεται αὐτῷ ὁ θάνατος, οὐ περιμενεῖ ἄλλον, ἀλλʼ αὐτὸς ἑαυτὸν εὐεργετήσει. παρὰ δὲ Σωκράτει οὐκ ἦν τοῦτο ἄπορον, περὶ ἄλλου γὰρ καὶ ἄλλου θανάτου ἔλεγεν· πρόδηλον δὲ τοῦτο ἐκ τῶν ἐγκυκλίων ἐξηγήσεων, ὅτι τὸ μὲν περὶ τοῦ φυσικοῦ θανάτου λέγεται, ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν, τὸ δὲ περὶ τοῦ προαιρετικοῦ, τὸ ἐθέλειν ἀποθνῄσκειν. Πῶς τοῦτο λέγει ς , ὦ Σώκρατε ς , τὸ μὴ θεμιτὸν εἶναι ἑαυτὸν βιάζεσθα ι , ἐθέλειν δὲ ἂν τῷ ἀποθνῄσκοντι τὸν φιλόσοφον ἕπεσθα ι ; [61d3—5]: δύο ὄντων προβλημάτων, τοῦ τε μὴ δεῖν ἐξάγειν ἑαυτὸν καὶ τοῦ ἐθέλειν ἀποθνῄσκειν, ὁ μὲν Σωκράτης προτάττει τὸ θέλειν ἀποθνῄσκειν τοῦ μὴ ἐξάγειν ἑαυτόν [61c8—10], ὁ δὲ Κέβης τὸ ἀνάπαλιν τὸ μὴ θεμιτὸν εἶναι ἀποθνῄσκειν καὶ οὕτως ἐπάγει τὸ ἐθέλειν ἀποθνῄσκειν· καὶ ὁ Σωκράτης ἐν τῇ πρὸς τοῦτον ἀπολογίᾳ οὐχ ἑαυτῷ κατακολουθεῖ, ἀλλὰ τῇ τάξει τοῦ Κέβητος, καὶ ὃ Κέβης πρῶτον ἠρώτησε, πρὸς ἐκεῖνο καὶ αὐτὸς ἀποκρίνεται [62a1—c8]. [5]
1 12
τούτων οὖν τὴν αἰτίαν δεῖ εἰπεῖν. ὁ μὲν οὖν Σωκράτης προέταξεν τὸ ἐθέλειν ἀποθνῄσκειν τοῦ μὴ ἐξάγειν ἑαυτὸν εἰκότως, ἐπειδὴ τοῦτο προηγούμενον ἦν αὐτῷ, λέγω δὴ τὸ περὶ τοῦ ἐθέλειν ἀποθνῄσκειν, καὶ κατὰ παρέκβασιν λοιπὸν εἶπεν καὶ ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν· ὁ δὲ Κέβης ᾔδει μὲν ἐκ τῶν φιλοσόφων συνουσιῶν ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτόν, ἠπόρει δὲ πῶς ἐθελήσει ἀποθνῄσκειν ὁ φιλόσοφος, διὸ ὃ ἠπόρει ἔσχατον εἶπεν. ὁ δὲ Σωκράτης ἄρχεται ἀπὸ τοῦ μὴ ἐξάγειν ἑαυτὸν ὡς καθολικωτέρου καὶ κοινοτέρου· τοῦτο γὰρ πᾶσιν ἐπιτρέπεται, οὐ μόνον φιλοσόφοις, ἀλλὰ καὶ παντὶ ἀνθρώπῳ, τὸ μὴ ἐξάγειν ἑαυτόν, τὸ δὲ ἐθέλειν ἀποθνῄσκειν μόνοις φιλοσόφοις ἐπιτρέπεται, διὸ τὸ μερικώτερον ὕστερον ἔταξεν. Οὐκ ἀκηκόατε σύ τε καὶ Σιμμίας Φιλολάῳ συγγεγονότε ς ; [61d6—7]: ἐρωτᾷ εἰ οὐδὲν τοιοῦτον ἤκουσαν παρὰ τοῦ Φιλολάου. [15]
1 13
ὁ δὲ Φιλόλαος Πυθαγόρειος ἦν, ἔθος δὲ ἦν τοῖς Πυθαγορείοις διʼ αἰνιγμάτων λέγειν· τούτων γὰρ καὶ ἡ σιωπὴ ἐνδεικνυμένων διὰ τῆς σιωπῆς τὸ ἀπόρρητον τοῦ θεοῦ, ὃν μιμεῖσθαι δεῖ τὸν φιλόσοφον. ἦν δὲ ὁ Φιλόλαος εἰπὼν ὅτι οὐ δεῖ ἐξάγειν ἑαυτὸν διʼ αἰνιγμάτων· ἔλεγεν γὰρ ʼἀπιόντι εἰς ἱερὸν οὐ δεῖ ἐπιστρέφεσθαιʼ καὶ ʼἐν ὁδῷ μὴ σχίζειν ξύλαʼ. ἐδήλου δὲ τοῦτο, τουτέστι ʼμὴ σχίζε καὶ τέμνε τὸν βίονʼ, ὁδὸς γὰρ ὁ βίος· τὸ δὲ μελετᾶν θάνατον ἐδήλου διὰ τοῦ ʼἀπιόντα εἰς ἱερὸν μὴ ἐπιστρέφεσθαιʼ, ἱερὸν γὰρ ὁ ἐκεῖσε βίος, ʼπατὴρ γὰρ ἡμῶν καὶ πατρὶς ἐκεῖʼ [Plot. I 6,8.21]. ἔλεγεν οὖν ὅτι ʼκαθαρτικῶς ζῶν μὴ ἐπιστρέφουʼ, τουτέστι ʼμὴ διάκοπτε τὴν καθαρτικὴν ζωήνʼ. ἔλεγε δὲ καὶ ἄλλως μὴ ἐξάγειν ἑαυτόν, διότι Πυθαγόρειον παράγγελμα ʼμὴ ἀποτιθέναι, ἀλλὰ συνεπιτιθέναι βάρηʼ, τουτέστι συμπράττειν τῇ ζωῇ, οὐκ ἀντιπράττειν. συνεγένετο δὲ ὁ Κέβης Φιλολάῳ ἐν Βοιωτίᾳ, ἐν ταῖς Θήβαις γάρ. πῶς δὲ ἄρα καταλέλοιπε τὸ ὁμακόϊον, ὅπερ ἦν ἐν Ἰταλίᾳ Πυθαγορικὸν διδασκαλεῖον; ἰστέον δὲ ὅτι ἔθος ἦν παρʼ αὐτοῖς ὥστε ἐν κοινῷ βίῳ ζῆν τὴν οὐσίαν πᾶσαν κοινὴν ποιουμένους. εἴ τις οὖν ἀνεπιτήδειος ηὑρέθη πρὸς φιλοσοφίαν, ἐξῆγον αὐτὸν μετὰ τῆς οὐσίας καὶ κενοτάφιον ἐποίουν καὶ ὡς περὶ ἀποιχομένου ἀπωδύροντο. Γύλων δέ τις εἰσελθὼν καὶ πεπονθὼς τοῦτο ὑφῆψε πῦρ τῷ διδασκαλείῳ καὶ πάντες ἐκαύθησαν πλὴν δύο, Φιλολάου καὶ Ἱππάρχου. ἦλθεν οὖν ὁ Φιλόλαος εἰς Θήβας ὀφείλων χοὰς τῷ οἰκείῳ διδασκάλῳ τεθνεῶτι καὶ ἐκεῖ τεθαμμένῳ ποιήσασθαι, τῷ Λύσιδι, οὗ καὶ κατὰ ὁμωνυμίαν γέγραπται τῷ Πλάτωνι διάλογος ʼΛύσις ἢ περὶ φιλίασʼ. ταῦτα ἔχει ἡ θεωρία. Ἀλλὰ μὴν καὶ ἐγὼ ἐξ ἀκοῆς περὶ αὐτῶν λέγω [61d9]: ʼἐξ ἀκοῆσʼ, τουτέστιν οὐκ ἀπὸ διαθέσεως τοιαύτης, ἀλλὰ ἐξ ἀκοῆς δίκην θυλάκου ἐν ᾧ ἦσαν οἱ λόγοι. [20]
1 15
Ἃ μὲν οὖν τυγχάνω ἀκηκοὼς φθόνος οὐδεὶς λέγειν [61d9—10]: τὸ γὰρ φθονεῖν ἔσχατον πάθος ἐστὶ τῇ ὕλῃ ἀνῆκον τῇ μεταλαμβανούσῃ μόνον. ⟦ οὐκ ⟧ ἔστι δὲ φθονεῖν τὸ μεταλαμβάνειν μόνον, ἀλλὰ ⟦ καὶ τὸ ⟧ μὴ μεταδιδόναι. Καὶ γὰρ ἴσως καὶ μάλιστα πρέπει μέλλοντα ἐκεῖσε ἀποδημεῖν [61d10—e1]: τὸ μὲν ʼἴσωσʼ εἴρηται διὰ τὸ μυθικὸν ἐπιχείρημα, τὸ δὲ ʼμάλισταʼ διὰ τὸ φιλόσοφον.
1 16
μήποτε οὐ καλῶς εἶπεν ʼἀποδημεῖνʼ, ἔδει γὰρ εἰπεῖν ʼἐπιδημεῖνʼ, διότι ʼπατὴρ ἡμῶν καὶ πατρὶς ἐκεῖʼ [Plot. I 6, 8.21]. ἢ οὖν κατεφρόνησεν τῆς συνηθείας ἢ ἀποδημίαν αὐτὴν εἶπεν ὡς πρὸς τὸ σῶμα· τῷ γὰρ δεδημευμένῳ ἀποδημία ἐστὶν ἡ ἀναχώρησις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. Ἐν τῷ μέχρι ἡλίου δυσμῶν χρόνῳ [61e3—4]: νόμος γὰρ ἦν παρὰ τοῖς Ἀθηναίοις τὸ μηδένα φονεύειν ἐν ἡμέρᾳ, ὡς καὶ παρὰ Πυθαγορείοις μηδένα καθεύδειν ἐν μεσημβρίᾳ, ἡνίκα ὁ ἥλιος τὴν ἰσχυροτάτην αὐτοῦ ἐνέργειαν ἐνδείκνυται. [5]
1 18
Τάχα γὰρ ἂν καὶ ἀκούσαι ς . ἴσως [62a1—2]: καλῶς τὸ ʼἴσωσʼ διὰ τὸ μυθικὸν ἐπιχείρημα, διότι μᾶλλον σιωπᾷ ἢ λέγει. οὐ γὰρ διαφορὰ μύθου τὸ ʼεὖ λέγεινʼ [62b6—7] τὰ πράγματα ἢ κακῶς, ὅπου γε οὐδὲν λέγει ὅλως. Εἰ τοῦτο μόνον τῶν ἄλλων ἁπλοῦν ἐστιν [62a2—3]: ʼθαυμαστόν σοι φαίνεταιʼ, φησίν, ʼὅτι τῶν ἄλλων πάντων ἐπαμφοτεριζόντων καὶ ἀγαθῶν καὶ κακῶν δυναμένων εἶναι, οἷον πλούτου, ξίφους, ὁ θάνατος μόνως ἀγαθός ἐστινʼ.
1 20
Καὶ ὁ Κέβης ἠρέμα ἐπιγελάσα ς , ἴττω Ζεύ ς , ἔφ η , τῇ ἑαυτοῦ φωνῇ [62a8—9]: ἐγέλασε διότι ἐκάλεσε τὸν φονεύοντα ἑαυτὸν εὐεργέτην. τὸ δὲ ʼἴττωʼ ἐπιχωριάζοντός ἐστιν ἀντὶ τοῦ ʼἴστωʼ τῇ Βοιωτίδι διαλέκτῳ· καὶ εἰκότως ἐγχωρίᾳ γλώττῃ ἐχρήσατο ἐνδεικνύμενος τὸ φυσικὸν καὶ ἐγχώριον θαῦμα ὃ εἶχε πρὸς τὸν Σωκράτην. καὶ εἰκότως περὶ ζωῆς ὄντος τοῦ λόγου εἰς τὸν Δία ὤμοσε, Ζεὺς γὰρ εἴρηται διʼ οὗ τὸ ζῆν· ὡς γὰρ ἐν τῷ Κρατύλῳ λέγεται [396a2—b3], οὐκ ἄτοπον ἐκ πλειόνων ὀνομάτων μίαν ἐτυμολογίαν ποιεῖν. Οὕτω γὰρ εἶναι ἄλογον [62b1—2]: ἀναιτιολόγητον· λόγος γὰρ ἡ αἰτία, ὡς ἐν Γοργίᾳ εἴρηται [Ol. [5]
1 21
, Gorg. 70.16—21]. Καὶ οὐ ῥᾳδίως διιδεῖν [62b5—6]: τουτέστιν οὐ δυνατὸν αἰσθητικῶς ἐνεργοῦντα διιδεῖν τοῦτον· διὸ καὶ ὄψεως ἐμνημόνευσεν, πρώτη γὰρ αὕτη ἐνέργεια τῶν αἰσθήσεων.
1 22
ἀνάγκη οὖν μῦσαι τὸν μέλλοντα θεάσασθαι αὐτόν. Τὸ θεοὺς εἶναι ἡμῶν τοὺς ἐπιμελουμένους [62b7]: τὸ δεύτερον ἐπιχείρημα.
1 23
ἐν οἷς τὸ πρῶτον πρόβλημα τὸ περὶ ἐξαγωγῆς· διαδέχεται καὶ τὸ δεύτερον τὸ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν. Πρᾶξις σὺν θεῷ Ὃ μὲν τοίνυν ἤδη ἔλεγε ς , τὸ τοὺς φιλοσόφους ῥᾳδίως [62c963e8].
2 1
Τοῦ Σωκράτους δείξαντος ὅτι ἀθέμιτον τὸ ἐξάγειν ἑαυτόν, εἰ καί ποτε εὔλογον (ἀθέμιτον γὰρ ὅσον ἐπὶ τῇ ψυχῇ βιαζομένῃ τὸ σῶμα), μέλλοντος δὲ δείξειν ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, ὁ Κέβης τῷ μὲν πρώτῳ μὴ πεπεισμένος εἰκότως ἠπόρει πρὸς αὐτό· τὸ δὲ δεύτερον λαβὼν ὁμολογούμενον—ᾔδει γὰρ ἅτε Φιλολάῳ συγγεγονώς, ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν—τοῦτο οὖν λαβὼν ὁμολογούμενον συνάγει ἄτοπον τῷ Σωκράτει τοιοῦτον· ʼὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, ὁ ἀποθνῄσκειν θέλων τοὺς ἀγαθοὺς φεύγει δεσπότας, ὁ ἀγαθοὺς φεύγων δεσπότας ἀνόητός ἐστιν, ὁ φιλόσοφος ἄρα ἀνόητοσʼ. οὗ μείζων τίς ἂν εἴη ἀντίφασις, τὸν ἐπαγγελλόμενον πάντα τὰ ὄντα εἰδέναι καὶ διὰ τοῦτο φρονιμώτατον ἀνόητον δειχθῆναι; πλέκει δὲ αὐτὸ καὶ ἄλλως ἐν δευτέρῳ σχήματι κατὰ τὸν λεγόμενον παρὰ Ἀριστοτέλει [ Anal. pr. II 15] ἐξ ἀντικειμένων παρασυλλογισμὸν οὕτως· ʼὁ φιλόσοφος φεύγει τὸ ἀγαθόν· οὐδεὶς φιλόσοφος φεύγει τὸ ἀγαθόν, ὅπου γε οὐδὲ ἄλλος ἄνθρωπος (πάντα γὰρ τοῦ ἀγαθοῦ ἐφίεται)· ὁ φιλόσοφος ἄρα οὐ φιλόσοφοσʼ. καὶ ἔστιν αὕτη μεγίστη ἀντίφασις, ὅ ἐστί τι, μὴ εἶναι. Ὁ δὲ Σιμμίας τὸ αὐτὸ ἄτοπον συνάγει ἐπὶ τοῦ Σωκράτους, λέγων ὅτι Σωκράτης ἄρα ἐθελήσει ἀποθνῄσκειν καταλιπὼν φίλους καὶ δεσπότας. [15]
2 2
καὶ ἀναφαίνεται ἐντεῦθεν ὅτι τελειότερος Κέβης Σιμμίου, εἴ γε ὁ μὲν τὰς ἀφορμὰς τῶν λόγων ἐκ τοῦ Σωκράτους λαμβάνει, ὁ δὲ Σιμμίας ἐκ τῶν Κέβητος λόγων. καὶ ἑκάτερος λόγος δεόντως προήχθη· ὁ μὲν γὰρ τοῦ Κέβητος ἐπὶ τοῦ καθόλου προελθὼν φιλοσοφίας μόνης καθήψατο, ὁ δὲ τοῦ Σιμμίου ἐπὶ τοῦ Σωκράτους τῆς μείζονος προτάσεως οὐκ ἐμνημόνευσε τῆς λεγούσης ὅτι ὁ τοιοῦτος ἀνόητος, ἵνα μὴ τοῦ Σωκράτους καθάψηται. [5]
2 3
ἑκάτερος δὲ τῶν λόγων καὶ νικᾷ καὶ νικᾶται, ὁ μὲν τοῦ Κέβητος ὡς ἐπιστημονικώτερος, διότι ἐπὶ τοῦ καθόλου προῆλθεν, οἰκεῖον δὲ τῇ ἐπιστήμῃ τὸ καθόλου, ὁ δὲ τοῦ Σιμμίου τῇ συμπαθείᾳ καὶ εὐγνωμοσύνῃ τῇ περὶ τὸν διδάσκαλον. φησὶ γὰρ ὅτι ʼμὴ καταλείψῃς ἡμᾶς, ὦ Σώκρατες, ὅρα γὰρ τί φησιν ὁ Κέβησʼ. διὸ καὶ φίλων μέμνηται ὁ Σιμμίας· καὶ τοῦ Σωκράτους ἐν τοῖς οἰκείοις λόγοις θεοῦ καὶ θεῶν μνημονεύσαντος ἐμερίσαντο οὗτοι τοὺς λόγους τοῦ οἰκείου διδασκάλου καὶ μέμνηται ἄμφω καὶ θεοῦ καὶ θεῶν. Ὁ δὲ Σωκράτης πρὸς ἄμφω τὰς ἀπορίας, τήν τε ἀπὸ τῶν φίλων καὶ θεῶν προελθοῦσαν καὶ τὴν ἀπὸ θεοῦ καὶ θεῶν, κοινὴν λύσιν ἐπάγει. [5]
2 4
διχῶς δὲ ταύτην προάγει καὶ ὑποθετικῶς, κατά τε τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν καὶ τὸν δεύτερον. καὶ τέως κατὰ τὸν δεύτερον· φησὶ γὰρ ὅτι ʼεἰ μὴ ᾤμην παρὰ κρείττους δεσπότας καὶ φίλους ἀπιέναι, ἠδίκουν ἂν μὴ ἀγανακτῶν ἐπὶ τῷ θανάτῳ· ἀλλὰ μὴν οἶμαι· οὐκ ἀδικῶ ἄρα μὴ ἀγανακτῶνʼ. παρὰ κρείττους γὰρ δεσπότας ἄπεισιν ὑπερκοσμίους τῶν ἐγκοσμίων. ἀλλὰ πῶς τῇ σὺν ἀντιθέσει ἀντιστροφῇ ἐκ τοῦ ἡγουμένου ἐχρήσατο εἰπὼν ʼἀλλὰ μὴν οἶμαιʼ, δέον ἐκ τοῦ ἑπομένου; ἢ ἐπὶ τῶν ἐξισαζόντων ὅρων ἀδιάφορον ὅθεν βούλεταί τις χρῆσθαι, ὥσπερ ἐνταῦθα. προάγει δὲ αὐτὴν καὶ κατὰ τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν λέγων ʼεἰ παρὰ κρείττοσι φίλοις καὶ δεσπόταις ἄπειμι, δικαίως ἄρα οὐκ ἀγανακτῶ ἐπὶ τῷ θανάτῳ· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον 〈ἄρα〉ʼ· νόμῳ τοῦ πρώτου τρόπου τῶν ὑποθετικῶν τῇ θέσει τοῦ ἡγουμένου εἰσάγων καὶ τὸ ἑπόμενον. καὶ ὅρα ὅτι ἐν μὲν τῷ πρώτῳ λόγῳ εἶπεν ὅτι ʼἠδίκουν ἂν μὴ ἀγανακτῶνʼ, ἐνταῦθα δὲ ὅτι ʼκαὶ δίκαια ποιῶ μὴ ἀγανακτῶνʼ. Δύο δὲ ὄντων λόγων τί δή ποτε ἐν μὲν τῷ πρώτῳ προέταξεν ὁ Σωκράτης τοὺς δεσπότας τῶν φίλων, ἐν δὲ τῷ δευτέρῳ τοὺς φίλους τῶν δεσποτῶν; 〈ἢ〉 ἑκατέρα τῶν ἐπιχειρήσεων ἀπὸ τοῦ μᾶλλον προῆλθεν· ἐν μὲν γὰρ τῇ πρώτῃ προέταξεν τοὺς δεσπότας τῶν φίλων, ἐνδεικνύμενος ὅτι, εἰ μή εἰσι θεοὶ ἀγαθοί, πολλῷ μᾶλλον οὐδὲ ἄνθρωποι ἀγαθοί, ἐν δὲ τῇ δευτέρᾳ δηλῶν ὅτι, εἰ εἰσὶν φίλοι ἀγαθοί, πολλῷ μᾶλλον καὶ θεοί· πᾶν γὰρ ἀγαθὸν ἐκ θεοῦ, ὥσπερ καὶ πᾶν φῶς ἀφʼ ἡλίου, διότι μονὰς ἀγαθότητος ὁ θεός. [5]
2 6
Ἄξιον δὲ ζητῆσαι, τί δή ποτε ἐπὶ τῶν θεῶν διαβεβαιοῦται ὁ Σωκράτης λέγων ʼὅτι μὲν παρὰ θεοὺς κρείττους, εὖ οἶδα, εἰ δὲ παρὰ ἄνδρας ἀγαθούς, οὐ πάνυ διισχυρισαίμηνʼ. τί οὖν τὸ αἴτιον αὐτῷ τῆς ἀμφιβολίας ἐπὶ τῶν ἀνδρῶν; πρὸς τοῦτό τινές φασιν ὅτι ʼεἰκότως· ἐπειδὴ γὰρ ἀνδρῶν ἐμνημόνευσε καὶ οὐκ ἀνθρώπων, ἄδηλον δὲ μήποτε οὐκ ἀνδρῶν ψυχαὶ ἀλλὰ θηλειῶν ἀγαθαὶ εὑρεθῶσιν ἐκεῖ, διὰ τοῦτο οὐ πάνυ διισχυρίζεται· τί γὰρ κωλύει θηλείας ἀγαθὰς ψυχὰς εἶναι ἐκεῖ;ʼ τοῦτο δὲ σμικροπρεπὲς καὶ τῆς μεγαλονοίας Πλάτωνος ἀλλότριον. λεκτέον οὖν ὅτι μετριάζων λέγει μὴ πάνυ τοῦτο διισχυρίζεσθαι· φορτικὸν γὰρ ἦν τὸ περὶ αὑτοῦ ταῦτα λέγειν, ʼκἂν ἑτέρουʼ γὰρ ʼλέγοντος ἐρυθριάσειενʼ· ὥσπερ ἐφεξῆς φησιν ὅτι ʼἐκεῖσε ἀπιόντες τἀκριβὲς μαθησόμεθαʼ [69d5—6], οὐχ ὅτι ἀμφίβολον, ἀλλʼ ὅτι φορτικὸν τὸ ἑαυτὸν ἐπαινεῖν. Δύο δὲ ὄντων λημμάτων ἐξ ὧν αἱ λύσεις αἱ Σωκρατικαὶ προῆλθον, ἑνὸς μὲν τοῦ ἀθάνατον εἶναι τὴν ψυχήν, ἵνα καὶ λήξεώς τινος τύχῃ, ἑτέρου δὲ τοῦ εἶναι πρόνοιαν τὰ κατʼ ἀξίαν ἀπονέμουσαν ἑκάστῳ, τὸ μὲν εἶναι πρόνοιαν τὸ κατʼ ἀξίαν ἀπονέμουσαν ἑκάστῳ συγχωροῦσιν οἱ περὶ τὸν Κέβητα, ζητοῦσι δὲ εἰ ἀθάνατος ἡ ψυχή, ἵνα καὶ λήξεων τοίων ἢ τοίων τύχῃ. [5]
2 7
διὸ εἰκότως διαδέχονται οἱ περὶ ἀθανασίας πέντε λόγοι, ἀψοφητὶ τῆς μεταβάσεως γενομένης δίκην ἐλαίου ῥέοντος· οὐ γὰρ λογογραφικὸν τὸ διαιρεῖν εἰς αʹ καὶ βʹ κεφάλαιον. Ὁ δὲ Κρίτων φησὶ πρὸς τὸν Σωκράτην· ʼμὴ διαλέγου πολλά· ἐπιτρέπει γὰρ τοῦτο ὁ τὸ φάρμακον τρίβων, ἵνα μὴ ἐκ τῆς κινήσεως θερμανθῇς καὶ πέψῃς τὸ κώνειον καὶ δεήσῃ σε δὶς ἢ καὶ τρὶς πίνεινʼ.
2 8
ὁ δὲ Σωκράτης φησίν· ʼἔα τοῦτον χαίρειν· μόνον τὸ ἑαυτοῦ ποιείτω ὡς ἐμοῦ καὶ δὶς καὶ τρὶς ληψομένου, ἐὰν δεήσῃʼ. καὶ ὁ Κρίτων φησὶν ὅτι ᾔδει ὅτι τοῦτο μέλλει λέγειν. καὶ ἀναλογεῖ ὁ μὲν Σωκράτης τῇ νοερᾷ καὶ καθαρτικῇ ζωῇ, ὁ δὲ Κρίτων τῇ δευτερουργῷ καὶ ἐξημμένῃ ταύτης ζωῇ, ὁ δὲ τὸ φάρμακον τρίβων τῇ φθοροποιῷ καὶ πρὸς τῇ ὕλῃ ἐφεστώσῃ αἰτίᾳ τῇ καὶ στερήσεως ἐφόρῳ. διὸ οὐδὲ ἀμέσως τῷ Σωκράτει διαλέγεται ὁ τὸ φάρμακον τρίβων, ἐνδεικνυμένου τοῦ λόγου ὅτι τὰ ἔσχατα τοῖς πρώτοις οὐ συνάπτεται ἀμέσως. φησὶ δὲ ὁ Κρίτων εἰδέναι ὅτι τοῦτο μέλλει λέγειν ὁ Σωκράτης, διότι πεῖραν αὐτοῦ εἶχεν ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ὡς καταφρονητικῶς ἔχοντος περὶ τὸν θάνατον· χρήματα γὰρ αὐτῷ προτείναντος ἐφʼ ᾧ ἐξελθεῖν ἐκ τοῦ δεσμωτηρίου, οὐχ εἵλετο, φάσκων μὴ ἀρνεῖσθαι τοὺς νόμους οἷς ἐξ ἀρχῆς ἐμμενεῖν ὡμολόγησεν. ταῦτα ἔχει ἡ θεωρία. Οὐ γάρ που αὐτός γε αὑτοῦ οἴεται ἄμεινον ἐπιμελήσεσθαι ἐλεύθερος γενόμενος [62d6—7]: κρεῖττον τὸ ὑπὸ θεοῦ ἡμᾶς ἐπιμελεῖσθαι ἢ ὑφʼ ἑαυτῶν, καὶ τὸ τοιοῦτον ἑτεροκίνητον ἄμεινόν ἐστι τοῦ αὐτοκινήτου. [10]
2 9
διὰ τούτων δὲ πάντων ὁ πρῶτος συλλογισμὸς παραδίδοται. Ὅτι οὐδείς γε τοῦ ἀγαθοῦ φεύγει [62e1—2]: ὁ δεύτερος συλλογισμός, ὁ κατὰ τὸν ἐξ ἀντικειμένων παρασυλλογισμόν.
2 11
Ἡσθῆναί τέ μοι ἔδοξε τῇ τοῦ Κέβητος πραγματείᾳ [62e8—63a1]: τὴν πραγματειώδη ἀπορίαν πραγματείαν ἐκάλεσεν ὁ Πλάτων· ἀνωτέρω δέ, ἡνίκα ὁ Σιμμίας ἠρώτα, ἀπορίαν μόνην ἐκάλεσε τὴν ἐρώτησιν αὐτοῦ. Καὶ ἐπιβλέψας εἰς ἡμᾶς [63a1]: οὐ ʼπρὸς τὸν Κέβηταʼ ἀλλὰ ʼπρὸς ἡμᾶσʼ, ἐνδεικνύμενος ὡς ʼδεῖ τοῦ Κέβητος ὑμᾶς ἀντέχεσθαι ὡς ζητητικοῦ ὄντος.
2 12
‘ Δίκαι α , ἔφ η , λέγετε [63b1]: ʼδίκαια λέγετε· πῶς γὰρ ἐξ ἀληθῶν προτάσεων ψευδὲς συμπέρασμα συνήχθη, ἄξιον ζητῆσαιʼ.
2 13
ἀδικία γάρ ἐστιν ἐν λόγοις τὸ ἐξ ἀληθῶν μὴ ἀληθὲς συνάγεσθαι. Ὥσπερ ἐν δικαστηρίῳ [63b2]: εἰκότως ὡς ἐν δικαστηρίῳ, διότι περὶ καθάρσεως ὁ σκοπός, καὶ ἡ δικαιοσύνη ἐν ἰδιοπραγίᾳ θεωρεῖται τῶν μορίων τῆς ψυχῆς.
2 15
Φέρε δʼ , ἦ δ ’ ὅ ς , πειραθῶ [63b4]: οὐκ εἶπεν ὅτι ʼπάντως ἀπολογήσομαιʼ ἀλλὰ ʼπειραθῶʼ· δεῖ γὰρ καὶ τῆς συλλήψεως τῆς ἀπὸ τῆς τύχης. ὡς γὰρ πολλάκις ἐλέχθη, κρίσιν μελετωμένην κρύος ἄφνω ἐπιστὰν ἀνέκοψεν. Πιθανώτερον πρὸς ὑμᾶς ἀπολογήσασθαι ἢ πρὸς τοὺς δικαστάς [63b4—5]: εἰκότως πιθανώτερον πρὸς τούτους ἢ πρὸς τοὺς δικαστάς, διότι ἐν πλήθει οὐ διδασκαλικῇ πειθοῖ, ἀλλὰ πιστευτικῇ ἀνάγκη χρῆσθαι, πρὸς δὲ τοὺς μαθητὰς διδασκαλικῇ· ἢ καὶ ὅτι ἐκεῖ μὲν πρὸς τοὺς δικαστὰς περὶ μερικῆς ζωῆς ἦν ὁ λόγος, τὰ δὲ μερικὰ ἐκ μόνης ἱστορίας πιστοῦται, ἐνταῦθα δὲ περὶ ὁλικῆς ζωῆς. [5]
2 16
πιθανώτερον οὖν ἢ διὰ τὸ πλῆθος ἢ διὰ τὸ ὑποκείμενον καθόλου ὂν ἢ μερικόν. Πρᾶξις σὺν θεῷ Ἀλ λ ’ ὑμῖν δὴ τοῖς δικασταῖς βούλομαι ἤδη [63e8—65a8].
3 1
Δύο ὄντων προβλημάτων, ἑνὸς μὲν τοῦ τὸν φιλόσοφον μὴ ἐξάγειν ἑαυτόν, ἑτέρου δὲ τοῦ τὸν φιλόσοφον ἐθέλειν ἀποθνῄσκειν, τὸ μὲν πρῶτον, ὅτι οὐκ ἐξάγει ἑαυτὸν ὁ φιλόσοφος, ἔδειξεν ὁ Σωκράτης ἤδη διὰ δύο λόγων, ἑνὸς μὲν μυθικοῦ καὶ Ὀρφικοῦ καὶ ἀπορρήτου, ἑτέρου δὲ ἀποδεικτικοῦ καὶ φιλοσόφου· ὅτι δὲ καὶ ἀδεῶς ἕξει περὶ τὸν θάνατον καὶ μελετήσει, νῦν δείκνυσιν. δύο γὰρ ὄντων, τοῦ τε ἐπιτηδεύειν ἀποθνῄσκειν καὶ τοῦ ἐθέλειν ἀποθνῄσκειν, τὸν μὲν προαιρετικὸν θάνατον καὶ τὸν χωρισμὸν τῶν παθῶν καὶ ἐπιτηδεύει καὶ ἐθέλει, τὸν δὲ σωματικὸν ἐθέλει μέν, οὐ μὴν ἐπιτηδεύει. Ὅτι δὲ ἐθέλει ἀποθνῄσκειν δείκνυσιν ἡ λέξις διʼ ὑποθετικοῦ συλλογισμοῦ τοῦτον τὸν τρόπον· ʼεἰ ὁ φιλόσοφος θάνατον μελετᾷ, ἥκοντος ἄρα αὐτοῦ οὐ δέδιεν, οὐ δυσχεραίνει, οὐκ ἀνίλλεται· ἀλλὰ μὴν τὸ αʹ· καὶ τὸ δεύτερον ἄραʼ. [5]
3 2
καὶ τὸ μὲν συνημμένον διὰ βραχέων δείκνυσι, λέγων ὅτι ἄτοπόν ἐστιν, οὗ παρʼ ὅλον τὸν βίον μελέτην καὶ ἐπιτήδευσιν ποιεῖται, λέγω δὴ ἀποθνῄσκειν τε καὶ τεθνάναι, τούτου ἥκοντος δεδιέναι. καὶ μή τις ἀπορείτω ὅτι ʼεἰ πᾶσα ἐνέργεια ἐν τέλει οὖσα διʼ αὐτὸ τὸ τέλος ἐστὶν καὶ οὐ δεῖται ἄλλου τέλους, οἷον τὸ εὔχεσθαι διʼ αὐτὸ τὸ εὔχεσθαι αἱρούμεθα· —εἰ οὖν καὶ ἡ ἐπιτήδευσις τοῦ θανάτου, ἐνέργειά ἐστιν ἐν τέλει οὖσα, οὐ δεήσεται ἄλλου τέλους, οἷον αὐτοῦ τοῦ θανάτου, ἀλλὰ ἀεὶ θελήσει ὁ φιλόσοφος ἐν τῷ εἶναι θάνατον ἐπιτηδεύεινʼ. [5]
3 3
πρὸς γὰρ τοῦτο ῥητέον· ʼἀλλʼ οὐ τοῦτο τέλος ἐστὶν ἁπλῶς, τὸ θάνατον μελετῆσαι, καὶ οὐχ ὅμοιον τὸ παράδειγμα τοῦτο τὸ τῆς εὐχῆς, ἀλλὰ τὸ τεθνάναι τέλος ἐστί. διὸ καὶ διαφέρει τὸ ἀποθνῄσκειν τοῦ τεθνάναι· ἀποθνῄσκει μὲν γὰρ θάνατον μελετῶν ὁ καθαρτικός, καθαίρων ἑαυτὸν τῶν παθῶν, τέθνηκεν δὲ ἤδη ὁ θεωρητικός, κεχώρισται γὰρ τῶν παθῶν· διὸ οὐ προσποιήσεται οὗτος τὸ ἀποθνῄσκεινʼ. Τὴν δὲ πρόσληψιν κατασκευάζει διὰ ἀποδείξεως κατηγορικοῦ συλλογισμοῦ. καὶ ἐπειδὴ πᾶσα ἀπόδειξις διʼ ὁρισμοῦ πρόεισιν, καὶ ἢ τοῦ ὑποκειμένου ἢ τοῦ κατηγορουμένου· —οὕτω γὰρ ἐν μὲν τῷ Φαίδρῳ [245c5—246a2] ἔδειξε τὴν ψυχὴν ἀθάνατον ὁρισάμενος τὸν κατηγορούμενον ὅρον μέσον ὄντα τὸ αὐτοκίνητον, ἐν δέ γε τῷ Φιλήβῳ [20d1—11] τὴν ἡδονὴν ἔδειξεν ἀγαθὸν εἰπὼν τὸν ὁρισμὸν τοῦ ἀγαθοῦ, ὅτι, εἰ ἀγαθόν ἐστιν ἐφʼ ὃ πάντα θεῖ, καὶ ἡ ἡδονὴ ἀγαθόν, πᾶν γὰρ ζῷον τῆς ἡδονῆς ἐφίεται· —ὁρίζεται οὖν διὰ τοῦτο τὸν θάνατον λέγων ὅτι θάνατός ἐστι χωρισμὸς τοῦ τε σώματος ἀπὸ τῆς ψυχῆς καὶ τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. [10]
3 4
καλῶς δὲ ἑκάτερον εἶπεν, διότι ἐπὶ τῶν φιλοσωμάτων ψυχῶν χωρίζεται μὲν τὸ σῶμα τῆς ψυχῆς, οὐ μὴν ἡ ψυχὴ τοῦ σώματος, ἀλλὰ σχετικῶς ἔτι συνῆπται αὐτῷ κατὰ τὴν ἡμίσχετον σχέσιν. ἐξ ὧν καὶ τὰ σκιοειδῆ φαντάσματα περὶ τοὺς τάφους ἐνειλεῖται [81d1], ὡς καὶ ὁ ποιητὴς [Π 857] λέγει περὶ τῆς τοῦ Πατρόκλου ψυχῆς, ὅτι ʼὃν πότμον γοόωσα, λιποῦςʼ ἀνδροτῆτα καὶ ἥβηνʼ. χωρισμὸς δέ ἐστιν ὁ θάνατος οὐχ ἁπλῶς πάσης ψυχῆς, οὐ γὰρ δὴ καὶ τῆς ἀλόγου (αὕτη γὰρ συναποσβέννυται τῷ σώματι), ἀλλὰ τῆς λογικῆς· ὁ γὰρ χωρισμὸς φέρεται οὐ μόνον κατὰ τῶν χωρίζεσθαι δυναμένων, ἀλλὰ καὶ κατὰ τῶν χωρὶς εἶναι. Τούτου προληφθέντος δείκνυσι τὸ προκείμενον οὕτως· ʼὁ φιλόσοφος, ὅ τι μὴ πᾶσα ἀνάγκη, καταφρονεῖ τῆς περὶ τὸ σῶμα θεραπείασʼ· καὶ κατασκευάζει ταύτην τὴν πρότασιν ἐλάττονα οὖσαν οὕτως. [10]
3 5
τριῶν οὐσῶν ἐνεργειῶν, ἢ φυσικῶν καὶ ἀναγκαίων, ὡς τὸ τρέφεσθαι καὶ καθεύδειν, ἢ φυσικῶν μέν, οὐκ ἀναγκαίων δέ, ὡς τὸ ἀφροδισιάζειν, ἢ οὔτε φυσικῶν οὔτε ἀναγκαίων, ὡς καλλωπισμὸς καὶ ὅσα τὰ τῆς ποικίλης ἐσθῆτος· —αὗται γὰρ οὔτε φυσικαὶ οὔτε ἀναγκαῖαι, ὡς δηλοῦσι τὰ ἄλλα ζῷα ταύταις μὴ χρώμενα· —τριῶν οὖν οὐσῶν ἐνεργειῶν ταῖς μὲν φυσικαῖς καὶ οὐκ ἀναγκαίαις καὶ ταῖς οὔτε φυσικαῖς οὔτε ἀναγκαίαις οὐ χρήσεται ὅλως ὁ φιλόσοφος, ἀλλὰ ἀπώσεται αὐτάς (ἀρκέσει γὰρ αὐτῷ πρὸς ἔκκρισιν τοῦ σπέρματος τὸ ὀνειρώττειν), ταῖς δὲ πρώταις ἐπʼ ὀλίγον χρήσεται ἀφοσιωτικῶς, ὡς μὴ ἐμφορεῖσθαι αὐτῶν. ʼεἰ οὖν ταῦτα οὕτως ἔχει, ὁ φιλόσοφος, ὅ τι μὴ πᾶσα ἀνάγκη, καταφρονεῖ τοῦ σώματος· ὁ τοιοῦτος ἐθελήσει ἀποθνῄσκειν· ὁ φιλόσοφος ἄρα μελετᾷ θάνατονʼ. ταῦτα ἔχει ἡ θεωρία. Εἰκότως ἀνὴρ τῷ ὄντι ἐν φιλοσοφίᾳ [63e9—10]: ʼτῷ ὄντι φιλόσοφονʼ λέγει οὐ πρὸς ἀντιδιαστολὴν τοῦ σοφιστοῦ ὑποδυομένου τὸν φιλόσοφον, ὡς οἱ περὶ Ἁρποκρατίωνα [frg. [10]
3 6
2] ἠξίωσαν ἀκούειν (τοῦτο γὰρ πόρρω τῆς Πλάτωνος μεγαλονοίας), ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ πολιτικοῦ. καθαρτικὸς γὰρ ὁ διάλογος· οὐ κυρίως δὲ φιλόσοφος οὗτος, ὃς καὶ τοῖς πάθεσιν ἐν καιρῷ χρῆται καὶ θυμῷ καὶ ἐπιθυμίᾳ, θυμῷ μὲν ἀμυνόμενος τοὺς κατὰ τῆς πατρίδος πολεμίους, ἐπιθυμίᾳ δὲ διότι καὶ τοῦ σώματος καὶ τῆς γενέσεως φροντίδα ποιεῖται· οὐ γὰρ ἑαυτοῖς γεγόναμεν, ἀλλὰ καὶ τῷ παντί. Ὀρθῶς ἁπτόμενοι φιλοσοφίας [64a4—5]: πάλιν τοῦτο διὰ τὸν πολιτικὸν εἴρηται. [5]
3 8
Λεληθέναι τοὺς ἄλλους [64a5]: εἰκότως τοὺς πολλοὺς λανθάνουσιν ὡς κατὰ τὸ ἀφανὲς ζῶντες οἱ φιλόσοφοι, τῶν πολλῶν τὰ φανερὰ εἰδότων. Νὴ τὸν Δί α , ἔφ η , ὦ Σώκρατε ς , οὐ πάνυ γέ με νῦν δὴ γελασείοντα [64a10—b1]: οὐκ ἐγέλα ὁ Σιμμίας ἢ ὅτι φύσει οὐκ ἦν ἐπιτήδειος πρὸς τὸ γελᾶν ἢ διὰ τὴν περὶ τὸν διδάσκαλον λύπην.
3 10
Καὶ ξυμφάναι ἂν τοὺς μὲν πα ρ ’ ἡμῖν ἀνθρώπους [64b3—4]: εἰκότως· Θηβαῖος γὰρ ἦν ὁ Σιμμίας, παρʼ οἷς καὶ ἡ ʼΒοιωτία ὗσʼ καὶ ʼαὐλούντων Θηβαίων παῖδες, διαλέγεσθαι γὰρ οὐ μεμαθήκασινʼ. καὶ ὁ ποιητὴς δὲ [Κ 13] τὸν αὐλὸν δέδωκε τοῖς Τρωσίν, οὐδαμοῦ δὲ τοῖς Ἕλλησιν· ἐμπόδιον γὰρ γίνεται οὐ μόνον τῷ διαλέγεσθαι, ἀλλὰ καὶ τῷ ἀκούειν καὶ ἁπλῶς πάσῃ λογικῇ ἐνεργείᾳ· διὸ καὶ ἡ Ἀθηνᾶ, ἡ τῶν Ἀθηναίων πολιοῦχος τῶν διαλέγεσθαι μόνων ἐπισταμένων, ἀπέρριψε τοὺς αὐλούς. Λέληθε γὰρ αὐτοὺς εἴτε θανατῶσιν καὶ ἄξιοί εἰσι θανάτου καὶ οἵου θανάτου [64b8—9]: ἀντίφασις συνάγεται διὰ τούτων. [5]
3 11
ὁ μὲν γὰρ Σιμμίας φησὶν ὅτι οὐ λέληθε τοὺς πολλοὺς ὅτι θανατῶσιν, ὁ δὲ Σωκράτης φησὶν ὅτι λέληθεν, ὁ δὲ ἐπάγει ὅτι οὐ λέληθεν· καὶ τοῦτο γέγονε διὰ τὴν ὁμωνυμίαν. λέληθε γὰρ αὐτοὺς ὅτι τὸν προαιρετικὸν θάνατον μελετῶσι (διό φησιν ὅτι ʼθανατῶσινʼ, τουτέστι χωρίζουσιν ἑαυτοὺς τοῦ σώματος, καὶ ʼἄξιοί εἰσι θανάτουʼ τοῦ προαιρετικοῦ)· οὐ λέληθε δὲ αὐτοὺς ὅτι τὸν φυσικὸν θάνατον μελετῶσιν, αἱρήσονται γὰρ καὶ τοῦτον οἱ φιλόσοφοι, εἴ γε εἴδωλόν ἐστι τοῦ προαιρετικοῦ θανάτου. Ἡγούμεθα τί τὸν θάνατον εἶνα ι ; [64c2]: οὐ τοῦτο λέγει, εἰ ἔστιν ὁ θάνατος (ὡμολόγηται γὰρ τοῦτο), ἀλλὰ ʼτί ἡγούμεθα τὸν θάνατον εἶναι;ʼ Χωρὶς μὲν ἀπὸ τῆς ψυχῆς ἀπαλλαγὲν αὐτὸ κα θ ’ αὑτὸ γεγονέναι τὸ σῶμα [64c5—6]: ἰδοὺ τὸν θάνατον ὡρίσατο οὐ μόνον τὸ χωρισθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλὰ καὶ τὸ χωρισθῆναι τὸ σῶμα ἀπὸ τῆς ψυχῆς· καὶ ἐπὶ μὲν τῆς ψυχῆς τὸ ʼεἶναιʼ εἶπεν, διότι ἀγένητος αὕτη, ἐπὶ δὲ τοῦ σώματος τὸ ʼγεγονέναιʼ, γενητὸν γὰρ τοῦτο. [5]
3 14
Ἐκ γὰρ τούτων μᾶλλον οἶμαι ἡμᾶς εἴσεσθαι περὶ ὧν σκοποῦμεν [64d1—2]: ʼἐκ τούτωνʼ· τῶν προτάσεων. ʼπερὶ ὧνʼ· προβλημάτων. Διαφερόντως τῶν ἄλλων ἀνθρώπων [65a2]: ἆρα γὰρ καὶ οἱ ἄλλοι ἄνθρωποι χωρίζουσι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος; ἢ ἐπειδὴ αὐτοκίνητοί εἰσι καὶ κατὰ τὰς κοινὰς ἐννοίας ὁρμῶνται, τρόπον τινὰ ἴσασι χωρίζειν ἀπὸ τοῦ σώματος τὴν ψυχήν.
4 t
Πρᾶξις σὺν θεῷ Τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν [65a9—d3].
4 1
Δείξας ὁ Σωκράτης ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν ἐκ τῆς ζωῆς (ἔλεγε γὰρ ὅτι ὁ φιλόσοφος, ὅ τι μὴ πᾶσα ἀνάγκη, οὐ κήδεται τοῦ σώματος), ἐντεῦθεν τοῦτο αὐτὸ κατασκευάζει ἀπὸ τῆς γνώσεως οὕτως· ʼὁ φιλόσοφος καταφρονεῖ τῶν αἰσθήσεων· ὁ τοιοῦτος καὶ τοῦ σώματος, ἐν ᾧ αἱ αἰσθήσεις, καταφρονεῖ· ὁ καταφρονῶν τοῦ σώματος φεύγει· ὁ τοιοῦτος χωρίζει ἑαυτὸν τοῦ σώματος· ὁ χωρίζων ἑαυτὸν ἀποθνῄσκειν ἐθέλει, οὐδὲν γὰρ ἦν ὁ θάνατος ἢ χωρισμὸς τῆς ψυχῆς ἀπὸ τοῦ σώματοσʼ. Φέρε δὴ ἀναδράμωμεν ἐπί τινα θεωρίαν. [5]
4 2
τριῶν οὐσῶν ἐνεργειῶν τῆς ψυχῆς· ἢ γὰρ πρὸς τὰ δεύτερα ἐπιστρέφει τὰ αἰσθητὰ γινώσκουσα, ἢ πρὸς ἑαυτὴν διʼ ἑαυτῆς πάντα τὰ ὄντα ὁρῶσα, διότι ʼπάμμορφον ἄγαλμάʼ ἐστι πάντων τῶν ὄντων ἔχουσα λόγους, ἢ πρὸς τὸ νοητὸν ἀνατείνεται τὰς ἰδέας ὁρῶσα· —τριῶν οὖν οὐσῶν ἐνεργειῶν τῆς ψυχῆς οὐ ταύτῃ οἰητέον διαφέρειν ἀλλήλων πολιτικὸν καὶ καθαρτικὸν καὶ θεωρητικόν, τῷ τὸν μὲν πολιτικὸν τὰ αἰσθητὰ γινώσκειν, τὸν δὲ καθαρτικὸν τοὺς ἐν τῇ ψυχῇ λόγους, τὸν δὲ θεωρητικὸν τὰς ἰδέας, ἐπεὶ οὐδεὶς κατὰ ἀλήθειαν φιλόσοφος ἔσται μὴ ʼπάντων τῶν ὄντων γνῶσινʼ ἔχων, ἀλλὰ μόνον μερικήν, καὶ οὐδὲ τοῦ μέρους ἀκριβὴς θεωρὸς ἔσται, εἴ γε μὴ οἶδε τὴν σχέσιν αὐτοῦ τὴν πρὸς τὰ ἄλλα. [5]
4 3
ἀνάγκη γὰρ ἕκαστον τὰ τρία εἰδέναι. ὁ μὲν γὰρ πολιτικὸς κατὰ τοὺς ἐν ἑαυτῷ λόγους τάττει τὰ αἰσθητὰ ἀποβλέπων πρὸς τὴν ψυχήν· καὶ πρὸς μὲν τὸν λόγον ἀφορῶν τάττει τοὺς φύλακας, πρὸς δὲ τὸν θυμὸν τοὺς στρατιώτας, κατὰ δὲ τὴν ἐπιθυμίαν τοὺς θῆτας· ἀλλὰ καὶ ἀνάγει τοὺς φύλακας διὰ τῆς παιδείας ἐπὶ τὸ ἀγαθόν, ὥστε τῶν τριῶν ἐπιστήμων ἐστίν. ἀλλὰ καὶ ὁ καθαρτικὸς περὶ τὰ μέσα εἱλούμενος καὶ τὰ πέριξ οἶδεν· ἐκ γὰρ τῶν μέσων καὶ τὰ ἄκρα γινώσκεται. ἀλλὰ καὶ ὁ θεωρητικὸς τὰ μὲν αἰσθητά, ἀνάγων αὐτὰ ἀπὸ τοῦ πλήθους ἐπὶ τὸ ἓν τὸ ἐν τῷ νοητῷ· ἀλλʼ ἐπειδή, εἰ καὶ ἕν ἐστιν ἐν τῷ νοητῷ, ἀλλὰ καὶ πλῆθος, ἀνάγει τὸ ἓν τὸ ἐν τῷ νοητῷ ἐπὶ τὸ ἓν τὸ ἐν τῷ θεῷ· τοῦτο γὰρ κυρίως ἓν ἀπλήθυντόν ἐστιν, οὐδὲν γὰρ ἄλλο ἐστὶ θεὸς ἢ μονὰς ἀπλήθυντος. οὐ ταύτῃ οὖν διαφέρουσιν ἀλλήλων πολιτικός, καθαρτικός, θεωρητικός, ἀλλʼ ὅτι ὁ μὲν πολιτικὸς καὶ περὶ ἡδονὰς καὶ λύπας καταγίνεται· καὶ γὰρ καὶ τοῦ σώματος φροντίδα ποιεῖται ὡς ὀργάνου, καὶ τέλος αὐτοῦ οὐχ ἡ ἀπάθεια ἀλλʼ ἡ μετριοπάθεια· καθαρτικὸς δὲ καὶ θεωρητικὸς τοῦ σώματος φροντίζουσιν ὡς φλυάρου γείτονος, ἵνα μὴ ἐμποδὼν γένηται ταῖς ἐνεργείαις φλυαροῦν, καὶ τέλος αὐτῶν ἡ ἀπάθεια. Καὶ ἄλλως δὲ διαφέρει ὁ πολιτικὸς τούτων, ὅτι ὁ μὲν ἐκ μείζονος προτάσεως εἰλημμένης ἐκ τῆς διανοίας καθόλου καὶ ἐξ ἐλάττονος μερικῆς τὸ συμπέρασμα συνάγει· τῷ γὰρ σώματι ὡς ὀργάνῳ χρῆται, οὐκοῦν περὶ τὰ πρακτὰ καταγίνεται, τὰ δὲ πρακτὰ μερικά, τὰ δὲ τοιαῦτα καθʼ ἕκαστα, ὥστε ἐκ τῆς μιᾶς μερικῆς συλλογίζεται ὁ πολιτικός. [5]
4 4
καθαρτικὸς δὲ καὶ θεωρητικὸς οὐχ οὕτως· περὶ γὰρ τὰ καθόλου εἴδη καταγίνονται. ἀλλὰ τίνι διαφέρουσιν ἀλλήλων καθαρτικὸς καὶ θεωρητικός, εἰ ἑκάτερος περὶ τὰ εἴδη καταγίνεται; ἢ ὁ μὲν καθαρτικὸς περὶ εἴδη διακεκριμένα· τὰ γὰρ ἐν τῇ ψυχῇ διακεκριμένα ἐστὶν ἀπʼ ἀλλήλων, οὐ γὰρ ἅμα ἵππον καὶ ἄνθρωπον καὶ πλείω εἴδη δύναται εἰδέναι ἡ ψυχή. ὁ δὲ περὶ εἴδη καταγίνεται οὐ διακεκριμένα, περὶ γὰρ τὰ ἐν τῷ νοητῷ, ἀδιάκριτα δὲ ταῦτα ἀπʼ ἀλλήλων ὡς διʼ ἀλλήλων διιόντα. ὅθεν καί τις τὸ νοητὸν ᾠῷ ἀπείκασεν [ Orphica frg. 60]· ὡς γὰρ ἐν τούτῳ ἀδιάκριτά ἐστι πάντα τὰ μέρη καὶ οὐχ ὡδὶ μὲν κεφαλή, ὡδὶ δὲ πούς, οὕτω καὶ ἐν τῷ νοητῷ ἀδιάκριτά ἐστι πάντα τὰ εἴδη ἡνωμένα ἀλλήλοις. Κατασκευάζει οὖν ἡ λέξις ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, τὸν τρόπον τοῦτον· ʼεἰ τὸ σῶμα αὐτὸ καθʼ αὑτὸ οὐχ οἷόν τε γινώσκειν ἑαυτό, ἀλλὰ διὰ τὸ μετέχειν ψυχῆς, πολλῷ μᾶλλον ἐμπόδιον γίνεται ἡ αἰσθητικὴ γνῶσις τῇ ψυχῇ πρὸς τὸ γινώσκειν τὰ ὄντα· ὥστε ἐθελήσει ὁ φιλόσοφος χωρίζειν ἑαυτὸν τοῦ σώματοσʼ. [5]
4 6
Ἄξιον δὲ ζητῆσαι τρία ταῦτα. πῶς φαίνεται ἡ λέξις λέγουσα ὅτι ὄψις καὶ ἀκοὴ οὐδὲν ἀκριβὲς γινώσκουσιν; εἰ γὰρ ἀεὶ ψεύδονται καὶ μηδέποτε ἀληθεύουσιν αἱ αἰσθήσεις, ἔσται τι ἀεὶ ἐν τῷ παρὰ φύσιν. Καὶ ἄλλως· εἰ ἡ πρώτη γνῶσις μόνως ἀληθής ἐστιν, ἀνάγκη καὶ τὰς ἄλλας γνώσεις, ἵνα μὴ τῆς οἰκείας πηγῆς ἐκπέσωσιν, μὴ πάντῃ ψευδεῖς εἶναι. πῶς δὴ ʼἀτυχῆ οὐσίασʼ τὴν αἴσθησιν ʼκαὶ ἀληθείασʼ φησίν [ Theaet. 186c7—9]; ἢ τοῦτο μὲν εὐθὺς ἐπιλυσόμεθα· ἡ γὰρ αἴσθησις οὐ μόνον τὰ πάθη γινώσκει, ὡς ὁ Περίπατος οἴεται [Ar., an. II 5, 416b32—417a21], ἀλλὰ καὶ οὐσίας· ἀπὸ γὰρ τῆς τοιᾶσδε ἰδιοπραγίας τοῦ ἐρυθροῦ οἶδε τὸ ῥόδον καὶ ἐξ ὀνύχων τὸν λέοντα. εἰ δὲ λέγοιέν τινες ὅτι δόξης ἐστὶ τοῦτο, τὸ τὴν οὐσίαν εἰδέναι, φαμὲν ὅτι ʼκαὶ πῶς τὰ ἄλογα μόνοις τοῖς ὁμοειδέσι συνδυάζεται κἀκείνοις οὐκ ἐπέρχεται δόξης ἀμοιροῦντα;ʼ ἐξ οὗ καὶ συνάγεται ὅτι καὶ τὰ καθόλου οἶδεν, λέγεται δὲ ʼἀτυχὴς οὐσίασʼ ἡ αἴσθησις τῆς τῷ ὄντι οὐσίας. Κἀκεῖνο δὲ ἄξιον ἀπορῆσαι, πῶς ὁ Περίπατος [Ar. [10]
4 7
, anal. post. II 19, 100a3—9] ἀρχὴν ἐπιστήμης λέγει τὴν αἴσθησιν, εἴ γε ἀεὶ ψεύδεται, πῶς δὲ αὐτὸς ὁ Πλάτων ἐν τῷ Τιμαίῳ [47b1] διʼ ὄψεως καὶ ἀκοῆς φησιν ὅτι τὸ ʼφιλοσοφίας ἐπορισάμεθα γένοσʼ. Πρὸς μὲν οὖν τὸ πρῶτον ῥητέον ὅτι ἀεὶ ψεύδεσθαι λέγει τὴν αἴσθησιν ὁ Πλάτων διότι οὐ κυρίως γινώσκει. συμπεφυρμένον γὰρ ἔχει τὸ πάθος τῇ γνώσει διὰ πάθους γινώσκουσα· καὶ τὰ πόρρω οἶδεν (ἐπεὶ τὸν πυρῆνα τῆς μήλης τὸν ἐν τῷ ὀφθαλμῷ οὐχ ὁρᾷ, καὶ ἡ ἁφὴ δὲ διὰ μέσου ἀέρος ἀντιλαμβάνεται), ὅπερ αἴτιον μὴ ἀκριβοῦς γνώσεως. διὰ γὰρ τοῦτο τὸν νοῦν φαμεν ἀκριβῶς γινώσκειν, διότι αὐτός ἐστι τὸ νοητὸν καὶ αὐτὸς ἑαυτὸν γινώσκει· τῇ οὖν ταὐτότητι τοῦ νοοῦντος καὶ νοητοῦ ἡ ἀκρίβεια τῆς γνώσεως παρακολουθεῖ, ὥστε καὶ ἑτερότητι τὸ ἀεὶ ψεύδεσθαι· ὅπου γε οὐδὲ τῆς ἀκριβείας τῶν αἰσθητῶν ἀνέχεται, οἷον τοῦ ἄγαν λευκοῦ, αἱ γὰρ ὑπερβολαὶ τῶν αἰσθητῶν φθείρουσι τὰς αἰσθήσεις. καὶ διὰ τοῦτο ἡ αἴσθησις λέγεται ἀεὶ ψεύδεσθαι· ἐπεὶ εἴποις ἂν αὐτὴν καὶ ἀεὶ ἀληθεύειν καὶ ἀκριβῆ, παραβάλλων αὐτὴν ὡς πρὸς τὴν εἰκασίαν, οἷον τὴν γνῶσιν τῶν ἐν τοῖς ἐνόπτροις εἰδώλων. Πρὸς δὲ τὸ δεύτερόν φαμεν ὅτι οὐ πεισόμεθα τῷ Περιπάτῳ λέγοντι ἀρχὴν ἐπιστήμης τὴν αἴσθησιν· οὐδέποτε γὰρ τὰ χείρω καὶ δεύτερα ἀρχαὶ ἢ αἴτιά εἰσι τῶν κρειττόνων. [15]
4 8
εἰ δὲ δεῖ καὶ ταῖς ἐγκυκλίοις ἐξηγήσεσι πείθεσθαι καὶ ἀρχὴν εἰπεῖν τὴν αἴσθησιν τῆς ἐπιστήμης, λέξομεν αὐτὴν ἀρχὴν οὐχ ὡς ποιητικήν, ἀλλʼ ὡς ἐρεθίζουσαν τὴν ἡμετέραν ψυχὴν εἰς ἀνάμνησιν τῶν καθόλου καὶ τὰ ἀγγέλου καὶ κήρυκος ποιοῦσαν, κινοῦσαν τὴν ἡμετέραν ψυχὴν εἰς προβολὴν τῶν ἐπιστημῶν, κατὰ ταύτην δὲ τὴν ἔννοιαν εἴρηται καὶ τὸ ἐν Τιμαίῳ [47b1], ὅτι διʼ ὄψεως καὶ ἀκοῆς ʼτὸ τῆς φιλοσοφίας ἐπορισάμεθα γένοσʼ, διότι ἐκ τῶν αἰσθητῶν εἰς ἀνάμνησιν ἀφικνούμεθα. Καὶ ὁ μὲν Πρόκλος βούλεται τὰ οὐράνια ὄψιν μόνην καὶ ἀκοὴν ἔχειν, καθάπερ καὶ Ἀριστοτέλης· μόνας γὰρ τῶν αἰσθήσεων ἐκείνας ἔχει τὰς πρὸς τὸ εὖ εἶναι συμβαλλομένας, οὐ μὴν τὰς πρὸς τὸ εἶναι, αἱ δὲ ἄλλαι αἰσθήσεις πρὸς τὸ εἶναι συμβάλλονται. [5]
4 9
καὶ ὁ ποιητὴς δὲ μαρτυρεῖ τούτοις λέγων [Γ 277] ʼἨέλιος, ὃς πάντʼ ἐφορᾷς καὶ πάντʼ ἐπακούεισʼ, ὡς ἂν ὄψιν μόνην καὶ ἀκοὴν αὐτῶν ἐχόντων. καὶ ὅτι αὗται μάλιστα αἱ αἰσθήσεις ἐν τῷ ἐνεργεῖν μᾶλλον γινώσκουσιν ἤπερ ἐν τῷ πάσχειν, καὶ οἰκειότεραι αὗται αὐτοῖς ὡς ἀναλλοιώτοις. [5]
4 10
ὁ δέ γε Δαμάσκιος καὶ τὰς ἄλλας αἰσθήσεις βούλεται αὐτὰ ἔχειν· ἢ γὰρ πάσας ἕξουσι, φησίν, ἢ οὐδεμίαν· εἰ γὰρ μή, μέλλει τὰ τῇδε ζῷα τελειότερα αὐτῶν εἶναι ὡς μὴ πάσας ἐχόντων· ἀνάγκη οὖν πάσας κἀκεῖνα ἔχειν, εἰ μέλλοι τέλεια εἶναι ζῷα. καὶ ὅτι, εἰ μὴ πάσας ἔχῃ, οὐδὲ τῶν ἄλλων δεηθήσονται· οὐδὲ γὰρ ὄψεως, ἐπεὶ μηδὲ κατὰ κρημνῶν ἐφέροντο ἀμοιροῦντα ὄψεως· οὐδὲ ἀκοῆς δεῖται, ἵνα ἐξαγγέλλῃ τὰ νοήματα ἀλλήλοις. τινὲς δὲ καὶ τὴν φυτικὴν βούλονται αὐτὰ ἔχειν, εἴ γε ἀεὶ συνέχεται. ταῦτα ἔχει ἡ θεωρία. Τί δὲ δὴ περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν [65a9]: τί δή ποτε φρονήσεως ἐμνημόνευσε καὶ οὐκ ἐπιστήμης, εἴ γε περὶ καθαρτικοῦ φιλοσόφου ἐστὶν ὁ σκοπός, οἰκεία δὲ ἡ μὲν ἐπιστήμη τῷ καθαρτικῷ, ἡ δὲ φρόνησις τῷ πολιτικῷ, εἴ γε περὶ τὰ πρακτὰ καταγίνεται; ἢ ἐπειδὴ προσεχῶς περὶ ἡδονῆς καὶ λύπης ἦν ὁ λόγος, αὗται δὲ φρονήσεως δέονται διακρινούσης αὐτὰς καὶ τὸ μέτρον αὐτῶν· πρακτὰ γὰρ καὶ αὗται. [5]
4 11
ὁ μὲν γὰρ καθαρτικὸς οὐχ αἱρήσεται ὅλως ἡδονὴν καὶ λύπην, τέλος γὰρ αὐτοῦ ἡ ἀπάθεια· ὁ δὲ πολιτικὸς ἐπʼ ὀλίγον αἱρήσεται, τέλος γὰρ τούτου ἡ μετριοπάθεια. Ἆ ρ ’ ἔχει ἀλήθειάν τινα ἡ ὄψις [65b1—2]: καλῶς τὸ ʼτινάʼ, διότι οὐδὲ πάντῃ ψεύδεται οὐδὲ πάντῃ ἀληθεύει.
4 13
Καὶ οἱ ποιηταὶ ἀεὶ ἡμῖν θρυλοῦσιν [65b3]: ποιητὰς λέγει Παρμενίδην, Ἐμπεδοκλέα, Ἐπίχαρμον· οὗτοι γὰρ οὐδὲν ἀκριβὲς λέγουσιν εἰδέναι τὴν αἴσθησιν, καθάπερ Ἐπίχαρμός φησιν [frg. 12] ʼνοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τὰ δὲ ἄλλα πάντα κωφὰ καὶ τυφλάʼ. καὶ οἱ ποιηταὶ δέ φασι [Ε 127—128] περὶ τοῦ Διομήδους ὅτι ʼἀχλὺν δʼ ἀπʼ ὀφθαλμῶν ἕλεν, ἣ πρὶν ἐπῆεν, ὄφρʼ εὖ γινώσκοιʼ. εἰ μὴ γὰρ ἔτυχε τῆς Ἀθηνᾶς, οὐκ ἂν ἑώρα τι ἀκριβές. Ἆ ρ ’ οὖν οὐκ ἐν τῷ λογίζεσθα ι , εἴπερ που ἄλλοθι [65c2]: οἰκεῖον τὸ λογίζεσθαι τῇ ψυχῇ διακεκριμένως γινωσκούσῃ τὰ πράγματα, καὶ οὐχ ἡνωμένως καθάπερ ὁ νοῦς. [5]
4 14
τὸ γὰρ λογίζεσθαι διακρίνειν ἐστίν· ʼἐν δʼ ἡμέας λέγε κήτεσσινʼ, ὁ ποιητής [δ 452]· ὁ γὰρ ἀριθμὸς πρὸς τῷ διωρισμένῳ ἐστίν. εἰ δὲ καὶ ἐν τῷ Τιμαίῳ [30b1] φησὶ τὸν δημιουργὸν λογίζεσθαι, ἀλλὰ κατʼ αἰτίαν λογίζεται. Καὶ κα θ ’ ὅσον δύναται μὴ κοινωνοῦσα αὐτῷ [65c8—9]: εἰ φεύγει ὁ καθαρτικὸς τὸ σῶμα, καὶ ἐν αὐτῷ τῷ φεύγειν σχέσιν ἔχει πρὸς αὐτὸ καὶ οἶδεν ὃ φεύγει. [5]
4 15
ὁ γὰρ θεωρητικὸς οὔτε φεύγει οὔτε οἶδεν τὸ σῶμα· ἀγνοεῖ γὰρ ὅποι γῆς ἐστιν, καὶ ὅτι ἀγνοεῖ ἀγνοεῖ. Πρᾶξις σὺν θεῷ Τί δὲ δ ή , ὦ Σιμμί α ; φαμέν τι εἶναι δίκαιον αὐτό [65d4—66b7].
5 1
Τριττῆς οὔσης τῆς ἡμετέρας ζωῆς, —ἡ γὰρ ψυχὴ ἢ πρὸς τὰ δεύτερα ἐπιστρέφει γινώσκουσα αὐτὰ καὶ κοσμοῦσα, ἢ πρὸς ἑαυτὴν γινώσκουσα ἑαυτήν, ἢ πρὸς τὰ κρείττονα ἀνατείνεται, —δείξας ὁ Σωκράτης τὸν φιλόσοφον ἐθέλοντα ἀποθνῄσκειν ἀπό τε τῆς πρὸς τὰ δεύτερα ἐπιστροφῆς, διότι φεύγει τὸ σῶμα καταφρονῶν αὐτοῦ, ἀλλὰ μὴν καὶ ἐκ τῆς πρὸς ἑαυτὸν ἐπιστροφῆς, διότι φροντίδα 〈οὐ〉 ποιεῖται τοῦ σώματος ὅ τι μὴ πᾶσα ἀνάγκη, νῦν δείκνυσι καὶ ἐκ τῆς πρὸς τὰ κρείττω ἐπιστροφῆς ὅτι ἐθελήσει ἀποθνῄσκειν. Ἐθέλει γὰρ εἰδέναι τὰς ἰδέας, ταύτας δὲ ἀδύνατον ἐπίστασθαι ἐνεργοῦντα μετὰ τοῦ σώματος ἢ ἔχοντα κοινωνὸν τοῦτο ἐν τῇ ζητήσει. εἰ γὰρ ἡ αἴσθησις ἔχει τι ἀμερές, ὡς δηλοῖ τὸ ἅμα εἰδέναι αὐτὴν ὅτι τυχὸν τοῦτο λευκὸν καὶ οὐ μέλαν (εἰ γὰρ μεριστῶς ταῦτα ᾔδει, ὅμοιον ἦν ὡς εἰ τοῦ μὲν ἐγώ, τοῦ δὲ σὺ αἴσθοιο), πολλῷ μᾶλλον ἡ λογικὴ ψυχή. οἶδε γὰρ καὶ αὕτη τὰ αἰσθητὰ ἀμερῶς καὶ διαφέρει τῆς αἰσθήσεως ὅτι ἡ μὲν οἶδεν, οὐ μὴν οἶδεν ὅτι οἶδεν (οὐδὲ γὰρ ἐπιστρέφει πρὸς ἑαυτήν, ἐπειδὴ μηδὲ τὸ σῶμα ἐπιστρέφει πρὸς ἑαυτό, οὐ τὰ ἐν τῷ σώματι τὸ εἶναι ἔχοντα), ἡ δὲ λογικὴ ψυχὴ οἶδε τὰ αἰσθητὰ καὶ ἑαυτήν, οἶδε γὰρ ὅτι οἶδεν. εἰ οὖν ταῦτα οὕτως ἔχοι, οὐ συμπαραλήψεται ἐν τῇ ζητήσει κοινωνὸν ἡ ψυχὴ ἢ τὸ σῶμα ἢ τὰς αἰσθήσεις ἢ τὰ αἰσθητήρια, εἴ γε τὰ ἀμερῆ βούλεται εἰδέναι, τῷ δὲ ὁμοίῳ τὸ ὅμοιον γινώσκεται. Ἐφʼ οἷς καὶ δύο τριάδας ἰδεῶν ἡμῖν παρατίθεται, μίαν μὲν ἀγαθοῦ δικαίου καλοῦ, ἑτέραν δὲ μεγέθους ὑγιείας ἰσχύος. [15]
5 2
καὶ οὐ ταύτῃ διαφέρουσιν αἱ τριάδες αὗται ἀλλήλων, ὥς τινες ᾠήθησαν, τῷ τὴν μὲν πρώτην περὶ ψυχὴν καταγίνεσθαι, τὴν δὲ δευτέραν περὶ σῶμα· ἑκατέρα γὰρ διὰ πάντων τῶν ὄντων διῆλθεν. καὶ γὰρ καὶ τὸ ἀγαθὸν διῆλθε διὰ πάντων, εἴ γε ὁ δημιουργὸς ʼἀγαθός ἐστιν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνοσʼ [ Tim. 29e1—2], ὅμοια ἄρα ἑαυτῷ παράξει· καὶ ὅτι, ὡς ἐν Πολιτείᾳ εἴρηται [II 379b1—11], ἀγαθὸς οὐ δίδωσι τῷ φλαύρῳ ὑπόστασιν· καὶ ὅτι ** . ἀλλὰ καὶ ἡ δικαιοσύνη, εἴ γε ἕκαστον ἀσύγχυτόν ἐστιν πρὸς τὸ λοιπόν, τὸ δὲ διορίζειν τὰ πράγματα καὶ ἰδιοπραγεῖν δικαιοσύνης. ἀλλὰ καὶ τὸ κάλλος, εἴ γε κοινωνίαν τινὰ καὶ ἕνωσιν ἔχει τὰ πράγματα, τὸ δὲ κάλλος πρὸς τῇ ἑνώσει. καὶ τὸ μέγεθος δὲ διὰ πάντων διῆλθεν· ἔστι γὰρ καὶ ἐν τοῖς νοητοῖς οὐχ ἁπλῶς τὸ ποσὸν τὸ συνεχές, ἀλλὰ καθὸ πεπλήθυνται καὶ οὐκ ἔστιν ὅπερ τὸ ἕν· πᾶν γὰρ τὸ μετὰ τὸ ἓν πλήθους μετέχει καὶ ταύτῃ μέγεθος ἔχει. ἀλλὰ καὶ ὑγίειαν· ὡς γὰρ ἐκ στοιχείων ἕκαστον συγκείμενον συμμετρίαν σῳζόντων πρὸς ἄλληλα ὑγίειαν ἔχει. ἀλλὰ καὶ ἰσχύν, καθὸ οὐ κρατεῖται ὑπὸ τῶν χειρόνων. Ἐν δέ γε τῷ Φιλήβῳ [20d1—11] ἄλλην τριάδα φησὶν εἶναι ἰδεῶν, ἐφετοῦ τελείου ἱκανοῦ· καὶ διαφέρει τὸ τέλειον τοῦ ἱκανοῦ, ὅτι τὸ μὲν ἱκανὸν γόνιμόν ἐστιν, ὡς καὶ ἄλλοις μεταδιδόναι ἑαυτοῦ, τὸ δὲ τέλειον αὔταρκές ἐστι. [15]
5 3
καὶ τὸ μὲν τέλειον πρὸς τῇ δικαιοσύνῃ ἐστίν, οἷον γὰρ ἰδιοπραγεῖ· τὸ δὲ ἱκανὸν πρὸς τῷ ἀγαθῷ, καὶ ἄλλοις μεταδιδοῦν· τὸ δὲ ἐφετὸν πρὸς τῷ κάλλει. Εἶτα καί φησιν ὅτι οὕτως ἐνεργῶν ʼἐγγύτατάʼ ἐστι τοῦ εἰδέναι τὸ ἀληθές [65e4]. [5]
5 4
τί φῄς; τί οὖν οὐκ αὐτὸ τὸ ἀληθὲς οἶδεν; ἢ ἐγγύτατα ὡς πρὸς παραβολὴν τοῦ θεωρητικοῦ· ἢ ὅτι περὶ διανοητικῆς ἐνεργείας, αὕτη δὲ ἐγγύς ἐστι τοῦ ἀληθοῦς παραβαλλομένη ὡς πρὸς τὴν νοερὰν ἐνέργειαν. Εἶτα καί φησιν ὅτι ταύτην τὴν ʼἀτραπὸνʼ ἰτέον [66b4], οὐ τὴν λεωφόρον, τουτέστι καθαρτικῶς ζητέον· ἀτραπὸς γὰρ ἡ ὁδός, τουτέστιν ἡ κάθαρσις ἡ ἐπὶ τὴν θεωρίαν ἄγουσα. οὐ τὴν λεωφόρον δὲ δεῖ ἰέναι, τουτέστι τὴν τῶν πολλῶν· καὶ Πυθαγόρειον γὰρ ἦν παράγγελμα φεύγειν τὰς λεωφόρους, ὥσπερ τὸ [Callim. frg. 1.25—26] ʼτὰ μὴ πατέουσιν ἅμαξαι, τὰ στείβειν, ἑτέρων δʼ ἴχνια μὴ καθʼ ὁμάʼ. ταῦτα ἔχει ἡ θεωρία. Φαμέν τι εἶναι δίκαιον αὐτὸ ἢ οὐδέ ν ; [65d4—5]: αὐτοδίκαιον καλεῖ τὴν ἰδέαν. [10]
5 5
ἀνάγκη δὲ εἶναι τοῦτο· τὰ γὰρ τῇδε παχυμερῆ ἐστιν καὶ οὐκ ἀκριβῆ, δεῖ δὲ πρὸ τῶν ὁλοσχερῶν τὰ ἀκριβῆ εἶναι. τὸ γὰρ τῇδε σχῆμα τῆς σφαίρας ὂν οὐκ ἔστιν ἀκριβές· εἰ γὰρ ψαμμιαῖον μέγεθος ἀφέλοιμεν ἐξ αὐτῆς, οὐδὲν ἧττον τὸ τοιοῦτο φαίνεται σχῆμα. καὶ αἱ ποιότητες δὲ αἱ τῇδε οὐκ ἀμιγεῖς εἰσιν, ἀλλὰ συνέζευκται τῇ θερμότητι τοῦ πυρὸς ξηρότης, καὶ δεῖ πρὸ τούτων τὰ ἀνόθευτα εἶναι. Φαμέν το ι , νὴ Δία [65d6]: ὁ Σιμμίας ἑτοίμως συγκατατίθεται τῷ περὶ τῶν ἰδεῶν λόγῳ ὡς συνήθης Πυθαγορείοις τὰς ἰδέας πρεσβεύουσι. [5]
5 6
διὸ καὶ μεθʼ ὅρκου τοῦτο προήγαγεν, καὶ τὸν οἰκεῖον θεὸν ὄμνυσι, τὸν Δία· ἐν τούτῳ γὰρ αἱ ἰδέαι εἰσὶν ὡς δημιουργῷ. Τοῖς ὀφθαλμοῖς εἶδες [65d9]: ἄνω ἔλεγεν ʼὄψει καὶ ἀκοῇʼ [65b2], νῦν ʼὀφθαλμοῖς καὶ ὠσίνʼ [66a4]· διὸ καὶ τριόφθαλμον ἑαυτὸν ἐθεάσατο, ἡνίκα τὰς ἰδέας ηὗρεν.
5 8
Διὰ τοῦ σώματος τὸ ἀληθέστατον αὐτῶν θεωρεῖται [65e1—2]: ἡ γὰρ αἴσθησις διὰ τοῦ σώματος γινώσκει. τὸ γὰρ γινῶσκον ἢ πάντῃ ἕτερόν ἐστι τοῦ γινωσκομένου, καθάπερ ἡ αἴσθησις οἶδε τὰ αἰσθητὰ ἕτερα ὄντα· ἢ πάντῃ ταὐτόν, ὥσπερ ὁ νοῦς ἑαυτὸν γινώσκων οἶδε τὰ νοητά· ἢ κατʼ ἀρχὰς μὲν ἕτερον, ὕστερον δὲ ταὐτόν, ὥσπερ ἡ ψυχὴ ἡνίκα μὲν οἶδε τὰ ἔξω, ἕτερόν ἐστι τὸ γινωσκόμενον τοῦ γινώσκοντος, ἡνίκα δὲ ἑαυτήν, ταὐτόν. Μήτε ἄλλην αἴσθησιν ἐφέλκων [65e8—66a1]: βία γάρ ἐστι καὶ ὁλκὴ τῆς αἰσθήσεως τὸ πειρᾶσθαι χωριστῶς ἐνεργεῖν. [5]
5 10
Ἐπιχειροῖ θηρεύειν [66a3]: οἰκεῖον τὸ ʼθηρεύεινʼ ἐπὶ τῶν νοητῶν, διότι ἀφανεῖ δυνάμει τῆς ψυχῆς γινώσκεται ταῦτα, καθάπερ καὶ οἱ θηραταὶ ἀφανεῖς σπεύδουσιν εἶναι τοῖς θηράμασιν. Ἀπαλλαγεὶς ὅτι μάλιστα ὀφθαλμῶν τε καὶ ὤτων [66a3—4]: οὐχ ὅτι δεῖ ἐξάγειν ἑαυτόν (ἀθέμιτον γὰρ τοῦτο), διὰ τοῦτο ʼἀπαλλαγείσʼ, ἀλλὰ χωριστῶς ζήσας.
5 12
Ὑπερφυῶ ς , ἔφη ὁ Σιμμίας [66a9]: καλῶς τὸ ʼὑπερφυῶσʼ, διότι καὶ περὶ τούτων ὁ λόγος, περὶ γὰρ νοητῶν. Παρίστασθαι δόξαν τινὰ τοῖς γνησίως φιλοσοφοῦσιν [66b1—2]: δόξαν οὐ τὴν κάτωθεν δεχομένην, ἀλλὰ τὴν διανοίας οὖσαν ἀποτελεύτησιν· διττὴ γὰρ ἡ δόξα.
5 13
ʼγνησίοισʼ δὲ ʼφιλοσόφοισʼ εἶπεν διὰ τοὺς πολιτικούς. Ὥσπερ ἀτραπὸς ἐκφέρειν ἡμᾶς [66b3—4]: ἀλλʼ οὐκ ἐπὶ κακῷ, καθάπερ ἔνιαι τῶν ἀτραπῶν, ἀλλʼ ἐπʼ ἀγαθῷ.
5 15
Συμπεφυρμένη ἡμῶν ἡ ψυχή [66b5—6]: τίνες ταῦτα λέγουσιν, ἄξιον ζητῆσαι. εἰ μὲν οἱ φιλόσοφοι, καὶ πῶς συμπέφυρται αὐτῶν ἡ ψυχὴ τῷ σώματι; εἰ δὲ οἱ πολλοί, καὶ πῶς εἶπεν ʼοἱ φιλόσοφοιʼ; ἢ οἱ φιλόσοφοι ταῦτα λέγουσι παραβάλλοντες τὸν τῇδε αὐτῶν βίον πρὸς τὸν προηγησάμενον. Μετὰ τοῦ τοιούτου κακο ῦ , οὐ μήποτε κτησόμεθα [66b6]: πῶς κακὸν λέγει τὸ σῶμα; ἢ πρός τι κακόν· τῷ γὰρ καθαρτικῷ ἐμποδὼν γίνεται χωριστῶς ἐνεργεῖν, ἐπεὶ τοῦ πολιτικοῦ καὶ ὄργανόν ἐστιν.
6 t
Πρᾶξις σὺν θεῷ Μυρίας μὲν γὰρ ἡμῖν ἀσχολίας παρέχει τὸ σῶμα [66b7—67b6].
6 1
Ἔτι πρὸς ἀλλήλους οἱ φιλόσοφοι διαλέγονται. δείξαντος γὰρ τοῦ Σωκράτους ἐκ τῆς τριττῆς ζωῆς ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, συμπέρασμα συνῆγεν ὅτι ἀδύνατόν ἐστι τὴν ἡμετέραν ψυχὴν τυχεῖν οὗ ἐφίεται συμπεφυρμένην τῷ σώματι. τοῦτο οὖν αὐτὸ διὰ παραδειγμάτων ἐκτραγῳδοῦσιν ἀφηγούμενοι τὰ συμβαίνοντα ἐμπόδια τῇ ψυχῇ ἀπὸ τοῦ σώματος καὶ κατὰ φύσιν ἔχοντος ἐν ταῖς ἀναγκαίαις τροφαῖς [66b7—c1] καὶ παρὰ φύσιν ἐν ταῖς νόσοις [c1—2]. ἀλλὰ μὴν καὶ ἡ ἀλογία ἐμποδὼν γίνεται, ἥ τε ζωτική—διττὴ δὲ αὕτη, ἢ περὶ τὸ σῶμα μόνον θεωρουμένη, ὥσπερ φόβοι καὶ ἐπιθυμίαι καὶ ἔρωτες [c2—5], ἢ περὶ τὰ ἔξω, οἷον πόλεμοι καὶ φιλοχρηματίαι [c5—d2]· —ἀλλὰ μὴν καὶ ἡ γνωστικὴ ἐμποδὼν γίνεται, ὥσπερ ἡ φαντασία ἀεὶ ἐμποδὼν γινομένη ταῖς ἡμετέραις νοήσεσι [d3—7]. Δύο γὰρ δυσέκνιπτα πάθη, ἐν μὲν γνώσεσιν ἡ φαντασία, ἐν δὲ ζωαῖς ἡ φιλοτιμία. [10]
6 2
ἃ γὰρ πρῶτα ἐνδύεται, ταῦτα καὶ ὕστερον ἀποτίθεται. πρῶτος δὲ χιτὼν τῆς ψυχῆς ἐν ζωαῖς ἡ φιλοτιμία, ὡς γὰρ φίλαρχος ἡ ἡμετέρα ψυχὴ ᾑρήσατο κατελθεῖν εἰς γένεσιν· εἰ γὰρ καὶ δοκοῦμεν μὴ εἶναι φιλότιμοι, ἀλλὰ διʼ αὐτὸ τοῦτο, διὰ φιλοτιμίαν, ὥστε πάλιν οὐκ ἐξεφύγομεν τὸ πάθος. ἐν δὲ γνώσεσιν ἡ φαντασία· διὸ καὶ ὁ Ὀδυσσεὺς μώλυος ἐδεήθη Ἑρμαϊκοῦ καὶ λόγου ὀρθοῦ πρὸς τὸ ἐκφυγεῖν τὴν Καλυψὼ φαντασίαν οὖσαν καὶ δίκην νέφους ἐμποδὼν γενομένην τῷ λόγῳ ἡλίῳ ὄντι· κάλυμμα γὰρ αὕτη, διὸ καί τις ἔφη ʼΦαντασίη τανύπεπλεʼ. διὸ καὶ πρῶτον κατήχθη ὁ Ὀδυσσεὺς ἐπὶ τὴν Κίρκην αἴσθησιν οὖσαν ὡς θυγατέρα τοῦ Ἡλίου. παρεμποδὼν οὖν ἡ φαντασία γίνεται ταῖς νοήσεσιν ἡμῶν. διὸ καὶ ἐν τῷ ἐνθουσιᾶν ἐὰν φαντασθῶμεν, παύεται ἡ ἐνθουσιαστικὴ ἐνέργεια· ἐναντίως γὰρ ἔχει ἐνθουσιασμὸς καὶ φαντασία. διὸ καὶ Ἐπίκτητος [ man. 1,5] ἐκέλευσεν ἡμᾶς ἐπιλέγειν ἑαυτοῖς ʼφαντασία, φαντασία εἶ καὶ οὐ πάντως τὸ φαινόμενονʼ. διὸ καὶ ὁ φιλόσοφος χορὸς ὁ τῶν Στωϊκῶν διὰ τὸ κατὰ φαντασίαν ἐνεργεῖν σῶμα τὸν θεὸν ὑπέλαβον· αὕτη γὰρ τοῖς ἀσωμάτοις σώματα περιτίθησιν. τί οὖν φησιν; οὐκ ἔστι νόησις ἀφαντασίαστος; ἢ ἡνίκα τὰ καθόλου γινώσκει ἡ ψυχή, τότε ἄνευ φαντασίας ἐνεργεῖ. Φέρε δὲ τὸ πρόβλημα αὐτὸ ἐξετάσωμεν καθʼ αὑτό, ἆρά ἐστιν ἐν τῷ σώματι ὄντα διόλου καθαρτικῶς ἢ θεωρητικῶς ζῆν. [15]
6 3
οἱ μὲν οὖν παλαιοὶ οὐ βούλονται τοῦτο, φαίνεται δὲ καὶ ὁ Πλάτων μὴ βουλόμενος, εἴ γέ φησιν ὅτι οὐ μή ποτε δυνατὸν ἐν τῷ σώματι ὄντας γνῶναι τὸ ἀληθές. ὁ δὲ φιλόσοφος ὁ καθʼ ἡμᾶς φησιν ὅτι δυνατόν· εἰ γάρ ἐστιν ἔξω τοῦ σώματος ὄντα πολιτικῶς ἐνεργῆσαι, διὰ τί μὴ καὶ ἐν τῷ σώματι καθαρτικῶς ἢ θεωρητικῶς; καὶ εἰ ἐν τῷ Φαίδρῳ [248d2—e3] μεμνημένος βίων ἐνθουσιαστικὸν οὐ λέγει παρʼ ὅλον τὸν χρόνον βίον εἶναι, θεωρητικοῦ δὲ μέμνηται βίου, διότι παρʼ ὅλον μὲν τὸν βίον ἐνθουσιαστικῶς οὐκ ἔστιν ἐνεργῆσαι, καθαρτικῶς δὲ καὶ θεωρητικῶς τί κωλύει; εἰ γὰρ καὶ τρεφόμεθα, ἀλλʼ ὡς καθαρτικοί, ἵνα γὰρ μὴ παραποδίζηται ἡ ψυχὴ ἐν ταῖς ἐνεργείαις τοῦ σώματος ἐμποδίζοντος. οἷον οὖν φλύαρον γείτονα τὸ σῶμα θεραπεύει ὁ καθαρτικὸς καὶ θεωρητικός, ἵνα ἐν ταῖς νοήσεσιν ἀκώλυτος ᾖ· ὥσπερ φησὶν περὶ τοῦ κορυφαίου φιλοσόφου ὅτι ἀγνοεῖ ὅποι γῆς ἐστιν, καὶ ἀγνοεῖ ὅτι ἀγνοεῖ [ Theaet. 173c6—174a2]. καὶ εὗρεν ὁ λόγος διπλῆν ἀμαθίαν ἐπιστήμης κρείττονα. ταῦτα ἔχει ἡ θεωρία. Μυρίας μὲν γὰρ ἀσχολίας παρέχει τὸ σῶμα [66b7—8]: εἰκότως ʼμυρίασʼ, διότι, ὡς εἴρηται, καὶ κατὰ φύσιν ἔχον καὶ παρὰ φύσιν ἐμποδὼν γίνεται· καὶ οὐ μόνον τὸ σῶμα, ἀλλὰ καὶ ἡ ἀλογία, καὶ αὕτη πολλαχῶς. [15]
6 5
Ἐρώτων δὲ καὶ ἐπιθυμιῶν [66c2]: εἰκότως πληθυντικῶς ταῦτα προήγαγεν ἐνδεικνύμενος τὴν ἀπόστασιν τὴν ἀπὸ τοῦ ἑνός. ἔρως δέ ἐστι σύντονος ἐπιθυμία. Καὶ φόβων καὶ εἰδώλων παντοδαπῶν [66c2—3]: ὁ φόβος ἐν τῇ τριμερείᾳ τῆς ψυχῆς θεωρεῖται.
6 6
φοβεῖται γὰρ ἡ μὲν ἐπιθυμία ἀφαίρεσιν χρημάτων, ὁ δὲ θυμὸς ἀτιμίαν, ὁ δὲ λόγος ἀπάτην· ἀπατᾶται δὲ ἢ ὑπὸ ψευδοῦς λόγου ἢ διὰ ἄγνοιαν. ʼεἴδωλαʼ δὲ καλεῖ τὰς τῇδε ἡδονὰς ὡς πρὸς τὴν θείαν ῥᾳστώνην παραβάλλων αὐτάς· πῶς γὰρ ἡδονὴ ἡ τῇδε, ἣ συμμιγής ἐστι τῇ οἰκείᾳ λύπῃ; εἰ μὴ γὰρ τῇ μεγίστῃ λύπῃ συνῆν τῇ ἀπὸ τοῦ διψῆν, οὐδὲ ἐπηκολούθει ἡ ἀπὸ τοῦ πίνειν μεγίστη ἡδονή. Καὶ φλυαρίας ἐμπίπλησιν ἡμᾶς [66c3—4]: φλυαρίαν καλεῖ ὁ Πλάτων πᾶν τὸ περιττόν, οὐ μόνον τὸ ἐν λόγοις, ἀλλὰ καὶ τὸ ἐν ἔργοις· ὥσπερ νῦν τὸ σῶμα καὶ τὰ περὶ τὸ σῶμα, τουτέστι τὰς ἐνεργείας τὰς ἀλόγους, φλυαρίας ἐκάλεσεν. [5]
6 8
Διὰ γὰρ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίνονται [66c7—8]: τί φῄς; διὰ τὴν τῶν χρημάτων κτῆσιν πάντες οἱ πόλεμοι γίνονται; οὐ γίνονται οὖν πόλεμοι καὶ διὰ κάλλος, ὡς ὁ Τρωϊκὸς διὰ τὴν Ἑλένην; τινές φασιν ὅτι ἄνευ χρημάτων πόλεμος οὐ γίνεται· ʼδεῖ δὲ χρημάτων, καὶ ἄνευ τούτων οὐδέν ἐστι γενέσθαι τῶν δεόντωνʼ [Demosth. 1,20]. ἀλλʼ οὐ τοῦτό φησιν ἡ λέξις, ἀλλʼ ὅτι διὰ τὰ χρήματα οἱ πόλεμοι γίνονται. ἄλλοι φασὶν ὅτι χρήματα καλεῖ ὁ Πλάτων πάντα τὰ κτήματα· πάντες οὖν οἱ πόλεμοι διά τι τῶν κτημάτων γίνονται, κτῆμα δὲ καὶ ἡ γυνή. πρὸς οὕς φαμεν ὅτι ʼἀλλὰ γίνεται πόλεμος καὶ διὰ τὸ μὴ δουλεῦσαιʼ. ῥητέον οὖν ὅτι οὐ διαιρετέον, ὡς οἱ πολλοί, τὸν ἄνθρωπον εἰς ψυχὴν καὶ τὸ σῶμα καὶ τὰ ἐκτός, οἷον ἐγὼ καὶ τὸ ἐμὸν καὶ τὰ τοῦ ἐμοῦ, ἀλλʼ εἰς ψυχὴν καὶ τὰ ἐκτός, καὶ τὸ σῶμα γὰρ τῶν ἐκτὸς ὡς πρὸς τὴν ψυχήν· διαιρετέον οὖν εἰς τὸ ἐγὼ καὶ τὰ τοῦ ἐμοῦ, καὶ ἐπειδὴ τὰ χρήματα ὁμολογουμένως ἐκτός ἐστιν, διὰ τοῦτό φησιν πάντας τοὺς πολέμους διὰ τὰ ἐκτὸς γίνεσθαι. ἄλλοι φασὶν ὅτι πάντες οἱ πόλεμοι διὰ χρήματα γίνονται, τουτέστι διὰ λάφυρα· ἀλλὰ γίνονται πόλεμοι καὶ διὰ φιλοτιμίαν, εἰ μὴ ἄρα τις καὶ ταύτην ἐθέλει λέγειν λάφυρον. Ἀπαλλακτέον αὐτοῦ [66e1]: οὐχ ὅτι δεῖ ἐξάγειν ἑαυτούς, ἀλλὰ τουτέστι χωρισμὸν ζητητέον. [15]
6 10
Ἢ οὐδαμοῦ ἐστι κτήσασθαι τὸ εἰδέναι ἢ τελευτήσασιν [66e6]: διλήμματον πλέκει τοιοῦτον ἐνταῦθα ὁ Σωκράτης. ʼἢ ἀδύνατον τὸν φιλόσοφον ἐν τῷ σώματι κατεχόμενον εἰδέναι τὰ νοητὰ ἢ ἐνδέχεται· ἀλλὰ μὴν οὐκ ἀδύνατον, διότι ἐφίενται οἱ φιλόσοφοι τῆς τοιαύτης γνώσεως, οὐκ ἂν δὲ τοὺς φιλοσόφους ὀρεκτικοὺς μάτην ἐποίησεν ἡ φύσις τῶν ἀδυνάτων ὀρεγομένους, καίτοι ἐφʼ ὧν οὐκ εἰσὶν ἀλλόκοτοι αἱ ὀρέξεις ** · ἐνδέχεται ἄρα εἰδέναι τὰ νοητὰ ἐν τῷ σώματι κατεχόμενονʼ. Ἐγγυτάτω ἐσόμεθα τοῦ εἰδέναι [67a3]: ʼἐγγυτάτωʼ διὰ τὴν θεωρητικὴν γνῶσιν· αὕτη γὰρ τέλος. [5]
6 12
Ἐὰν ὅτι μάλιστα μηδὲ ὁμιλῶμεν τῷ σώματι [67a3—4]: κατὰ σχέσιν, ἐπεί ἐστι καὶ ἐν τούτῳ ὄντας καθαρτικῶς παρʼ ὅλον τὸν βίον ζῆν. ἐνθουσιαστικῶς μὲν γὰρ ἐν ὅλῳ τῷ βίῳ οὐκ ἔστι ζῆσαι, διότι διακόπτεται ὑπὸ τῆς φαντασίας· ἐναντίως γὰρ ἔχει αὕτη πρὸς ἐνθουσιαστικὴν ἐνέργειαν. οὕτω καὶ ἐν τῷ πτάρνυσθαι ἀφαντασιάστως ἐνεργοῦμεν· εἰ γὰρ φαντασθῶμεν, διακόπτεται καὶ ὁ πταρμός· διὸ καὶ ʼζῆθιʼ φαμέν, ὡς τοῦ ζῴου δεομένου κατὰ φαντασίαν ἐνεργεῖν καὶ κινδυνεύοντος μὴ εἶναι. Ἕως ἂν ὁ θεὸς αὐτὸς ἀπολύσῃ [67a6]: θεὸν ἐνταῦθα καλεῖ τὸν Διόνυσον, διότι οὗτος ἔφορος καὶ ζωῆς καὶ θανάτου, ζωῆς μὲν διὰ τοὺς Τιτᾶνας, θανάτου δὲ διὰ τὴν μαντείαν τὴν περὶ τὸν θάνατον. [5]
6 13
ἔφορος γὰρ πάσης βακχείας· διὸ οὐ μόνον κωμικῶν ἔφορός ἐστιν ὡς περὶ ἡδονὰς καταγινομένων, ἀλλὰ καὶ τραγικῶν περὶ λύπας καὶ θανάτους καταγινομένων. Ὡς τὸ εἰκός [67a7—8]: οὐκ ἐνδοιάζων τὸ ʼεἰκόσʼ, ἀλλὰ τουτέστι τὸ ἐοικός. [5]
6 14
ἐπάγει δὲ τὸ ʼἴσως τὸ ἀληθὲς γνωσόμεθαʼ διʼ εὐλάβειαν· ἐπεὶ αὐτός ἐστιν ὁ λέγων ὅτι ʼἀδαμαντίνοις δεσμοῖς δεῖ ταῦτα ἔχοντα κατιέναι εἰς Ἅιδουʼ [ Rep. X 618e4—619a1]. Πρᾶξις σὺν θεῷ Οὐκοῦ ν , ἔφη ὁ Σωκράτη ς , εἰ ταῦτα ἀληθ ῆ , ὦ ἑταῖρε [67b7—68c4].
7 1
Συναγαγὼν ὁ Σωκράτης διὰ τοῦ καθόλου λόγου ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, τὸ αὐτὸ νῦν συνάγει [67b7—c4]· καὶ οὐδὲν πλέον προστίθησιν καὶ οὐ ταὐτολογεῖ· ἀνωτέρω μὲν γὰρ ἐπὶ τοῦ καθόλου τὸν λόγον προήγαγεν, νῦν δὲ ὡς ἐπὶ παραδείγματος αὐτὸν προάγει καὶ μερικώτερον τὸν λόγον ποιεῖ ἐφʼ ἑαυτοῦ λέγων· ʼΣωκράτης ἄρα ἐθελήσει ἀποθνῄσκειν μετὰ ἀγαθῆς ἐλπίδος τεύξεσθαι οὗ πάλαι ἐπεθύμει· οὐκοῦν καὶ Εὔηνος, εἰ φιλόσοφος, ἐθελήσει κατακολουθῆσαι Σωκράτει ἀποθνῄσκειν ἐθέλοντιʼ. ʼἘλπίδαʼ δὲ ἀκουστέον ἐνταῦθα [67b8] οὐ τὴν παρὰ Ἡροδότῳ, τὴν ʼἐγρηγορότων ἐνύπνιονʼ, τὴν ἀπὸ αἰσθητῶν γινομένην, ἀλλὰ τὴν θείαν καὶ ἀπὸ νοῦ κατιοῦσαν καὶ βεβαίαν, περὶ ἧς τὸ λόγιον ἔφη [frg. 47] ʼἐλπὶς δὲ τρεφέτω σε πυρίοχοσʼ· πυρίοχον γὰρ καλεῖ τὴν θείαν, ἐπειδὴ οἱ παλαιοὶ πυρὶ ἀπείκαζον τὸ θεῖον. ʼΠρέπει δὲ ἐκεῖσε ἀποδημοῦντα τὰ τοιαῦτα πραγματεύεσθαι. [10]
7 2
‘ ʼἀποδημίανʼ δὲ ἐκάλεσε τὴν ἐκεῖσε πορείαν ὡς ἀπὸ τοῦ δήμου οὖσαν· δῆμος γὰρ πᾶν τὸ αἰσθητὸν διὰ τὸ ἀστάθμητον αὐτοῦ καὶ ῥευστόν· ἀποδημία οὖν ἡ ἐκεῖσε 〈πορεία〉· ʼπατὴρ γὰρ ἡμῶν καὶ πατρὶς 〈ἐκεῖ〉ʼ [Plot. I 6,8.21]. τί δὲ δηλοῖ ἄρα τὸ ʼπραγματεύεσθαιʼ; ἢ οὐ δεῖ λόγῳ μόνῳ ἄνω καὶ καὶ κάτω θρυλεῖν τὰς καθαρτικὰς ἀρετάς, ἀλλὰ καὶ ἔργῳ αὐτὰς δεικνύναι. Ἐφʼ οἷς ὁρίζεται τὸν θάνατον κάθαρσιν ψυχῆς ἀπὸ σώματος [67c5—d6]. καὶ διὰ τί καὶ πάλαι ὁρισάμενος τὸν θάνατον [64c4—8] καὶ νῦν τοῦτο ποιεῖ; ἢ πάλιν ἀπὸ τοῦ καθολικωτέρου ἐπὶ τὸ μερικώτερον προῆλθεν· πάλαι μὲν γὰρ ὡρίζετο τὸν θάνατον χωρισμὸν ψυχῆς ἀπὸ σώματος καὶ σώματος ἀπὸ ψυχῆς (καὶ ἐλέγομεν ὅτι οὐ μάτην τῶν δύο ἐμνημόνευσε), νῦν δὲ τὸν θάνατον ὁρίζεται κάθαρσιν μόνον ψυχῆς ἀπὸ σώματος· καὶ καθολικώτερος ὁ θάνατος τῆς καθάρσεως, διότι ὁ μὲν καθαιρόμενος πάντως καὶ ἀποθνῄσκει, οὐ μὴν ὁ ἀποθνῄσκων καὶ καθαίρεται διὰ τὰς φιλοσωμάτους ψυχὰς περὶ τοὺς τάφους καὶ μετὰ τὸν θάνατον εἱλουμένας. καὶ οὕτως ἠλευθερώσαμεν αὐτὸν ἀδολεσχίας. Εἶτα δείκνυσι πάλιν ὅτι ὁ φιλόσοφος ἐθελήσει ἀποθνῄσκειν, οὕτως· ʼὁ φιλόσοφος φεύγει τὰ αἰσθητὰ καὶ διώκει τὰ νοητά, ὁ τοιοῦτος χωρίζει ἑαυτὸν τοῦ σώματος, ὁ χωρίζων ἑαυτὸν ἀποθνῄσκειν ἐθέλει, καὶ δῆλον τὸ συμπέρασμαʼ. [15]
7 3
εἰ δὲ καὶ ἀνωτέρω [64a4—66a10] τούτου ἐμνημόνευσεν, ἀλλʼ οὐκ ἀδολεσχεῖ· ἀνωτέρω μὲν γὰρ ἁπλοῦν ἦν τὸ συνημμένον, ἔλεγε γὰρ ʼὁ φιλόσοφος φεύγει τὰ αἰσθητάʼ, ἐνταῦθα δὲ σύνθετόν ἐστιν, ἔφη γὰρ ὅτι ʼὁ φιλόσοφος φεύγει τὰ αἰσθητὰ καὶ διώκει τὰ νοητάʼ. Εἶτά φησιν ὅτι ʼγελοῖόνʼ ἐστι παρʼ ὅλον τὸν βίον ἐθέλειν ἀποθνῄσκειν, ἥκοντος δὲ τοῦ θανάτου δεδιέναι [67d12]. ἀλλʼ ἐπειδὴ καὶ ἀνωτέρω καὶ ἐνταῦθα γελοίου ἐμνημόνευσεν, τί τὸ γελοῖον παρὰ Πλάτωνι; γελοῖον τοίνυν ἐστὶν αἰσχρὸν ἀσθενές· διὸ καὶ ὁ Θερσίτης γελοῖος ἦν, ʼαἴσχιστοσʼ γὰρ ʼἀνὴρ ὑπὸ Ἴλιον ἦλθενʼ [Β 216]. οἰκεῖον δὲ τῇ ὕλῃ καὶ τὸ αἰσχρὸν ὡς ἀνειδέῳ καὶ ἀκαλλεῖ· ἀλλὰ μὴν καὶ τὸ ἀδύναμον, διότι ἀδυναμίαν ἔχει πάντων τῶν ὄντων. καὶ ἡ ἡμετέρα δὲ ψυχὴ δέδιεν τὸν θάνατον ἢ διὰ ἄγνοιαν καὶ αἶσχος ἢ διὰ ἀσθένειαν καὶ δειλίαν. Εἶτα καὶ ἄλλως κατασκευάζει ὅτι οἱ φιλόσοφοι ἀποθνῄσκειν ἐθέλουσιν [68a3—b4]. [15]
7 4
εἰ γὰρ οἱ παρʼ ἡμῖν ἀνθρωπίσκοι τελευτᾶν βούλονται ἐρῶντές τινων, οἰόμενοι ἐκεῖσε ὄψεσθαι τὰ παιδικὰ καὶ συνέσεσθαι τούτοις, καίτοι μὴ πάντως θεώμενοι διὰ τὸ ὑπὸ διαφόρους ἀγελάρχας τελεῖν· —αἱ μὲν γὰρ τῶν ψυχῶν Παιώνιοι, αἱ δὲ Σεληναῖαι· ὡς γάρ φησιν ἐν Τιμαίῳ [42d4—5], ἐγκατέσπειρεν ὁ δημιουργὸς Ἡλίῳ καὶ Σελήνῃ τὰς ψυχάς· διὸ καὶ ἀποτυχίαι ἢ ἐπιτυχίαι ἐν τοῖς ἐπιτηδεύμασι γίνονται διὰ τὸ ἀσύμφωνον εἶναι πολλάκις τὴν προβολὴν ταῖς ἐξ ἀρχῆς αἱρέσεσιν· αἱ γὰρ μεγαλουργοὶ ζωαὶ καὶ μεγάλα κατορθώματα ἔχουσι σύμφωνον ἔχουσαι τῇ αἱρέσει τὴν προβολήν, αἱ δὲ ἀποτυχίαι διὰ τὸ ἀνάπαλιν γίνονται, ʼπολλοὶ γὰρ Πλάτωνες τὴν γῆν σκάπτουσινʼ, ὡς ἔφη τις· — πολλῷ οὖν μᾶλλον οἱ φιλόσοφοι ἐθέλουσιν ἀποθνῄσκειν, εἰδότες ἀκριβῶς ὅτι τεύξονται ἐκεῖσε τοῦ ἐφετοῦ. Καί φησιν [68b5—c4] ὅτι εἰ φιλόσοφος, ἀδεὴς περὶ τὸν θάνατον, οὐκ εἶπεν δέ, εἰ ἀδεὴς περὶ τὸν θάνατον, καὶ φιλόσοφος· πολλοὶ γὰρ διὰ θράσος καὶ προπέτειαν ἐθέλουσιν ἀποθνῄσκειν μὴ ὄντες φιλόσοφοι. εἰ οὖν φιλόσοφος, καὶ ἀδεὴς περὶ τὸν θάνατον, καὶ εἰ μὴ ἀδεὴς περὶ τὸν θάνατον, οὐ φιλόσοφος, ἀλλά τις φιλοσώματος· ὁ τοιοῦτος δὲ ἢ φιλοχρήματός ἐστιν ἢ φιλότιμος. Καὶ διὰ τί τὸ φιλήδονον παρῆκεν [68b7—c3]; ὁ μὲν Ἁρποκρατίων [frg. [15]
7 5
4] ἀπορήσας οὐκ ἐπελύσατο· ὁ δέ γε Πρόκλος φησὶν ὅτι φιληδόνου οὐκ ἐμνημόνευσεν, διότι ἀνωτέρω [64d1—4] εἶπεν ὅτι δεῖ φεύγειν τὰς ἡδονάς. οὐδὲν δὲ πρὸς τὸ προκείμενον· διὰ τί γὰρ φιληδόνου οὐκ ἐμνημόνευσεν; ὁ δέ γε φιλόσοφος Ἀμμώνιός φησιν ὅτι ἐπειδὴ σκοπὸς αὐτῷ διακρῖναι οὐ φιλόσοφον ἀπὸ μὴ φιλοσόφου, ἀλλὰ ἀπὸ προσποιουμένου εἶναι φιλοσόφου, ὁ δὲ τοιοῦτος κἂν φιλήδονος ᾖ συγκρύψει μὲν τὰς ἡδονὰς καὶ προσποιήσεται σωφρονεῖν, τὸ δὲ φιλοχρήματον οὐ συγκρύψει ἴσως οὐδὲ τὸ φιλότιμον, ἀλλὰ προφασίσοιτο εὐλόγους τινὰς αἰτίας, καθάπερ καὶ Ζήνων ἔλεγεν λαμβάνειν ἐκ τῶν μαθητῶν ἢ ἐθίζων αὐτοὺς καταφρονεῖν μισθοῦ ἢ διὰ τὸ μεταδιδόναι τοῖς ἀπορωτέροις· φιλοτιμίας δέ φησιν ἀντέχεσθαι διὰ τὸ εἰς ζῆλον κινῆσαι τοὺς μαθητάς, διὸ τὴν φιλοτιμίαν ἀγαθὸν ἐκάλει πάθος, πάθος δὲ ὅμως. ταῦτα ἔχει ἡ θεωρία. Πολλὴ ἐλπὶς ἀφικομένῳ οἷ ἐγὼ πορεύομαι [67b8]: ἐλπὶς ἡ θεία, περὶ ἧς ἔφη ʼἐλπὶς δὲ τρεφέτω σε πυρίοχοσʼ [ Or. [10]
7 6
Chald. frg. 47]. καὶ ἔστιν κατὰ Πλάτωνα [ Phil. 32b9—c2] καὶ Ἀριστοτέλην [ mem. 1, 449b10—13] ἡ ἐλπὶς δόξα· διὸ τὰ λογικὰ μόνα ἐλπίζει, τὰ δὲ ἄλογα οὐκ ἐλπίζει, διότι ἡ ἐλπὶς τῶν ἀπόντων ἐστίν, οἷον ἑλεπίστις, τὰ δὲ ἄλογα τοῦ παρόντος μόνου συναισθάνεται, οὐ μὴν τοῦ ἀπόντος. ἀλλὰ κατὰ μὲν Πλάτωνα δόξα ἐστὶν ζωτικὴ ἡ ἐλπίς, καὶ τοῦτό ἐστιν ἑλεῖν ἐκ τῶν εἰρημένων αὐτῷ ἐν τῷ Φιλήβῳ [40a6—7]· ἔφη γὰρ αὐτὴν ἐοικέναι συλλογισμῷ· εἰ δὲ ἐοικέναι εἶπεν, οὐ μὴν αὐτόθεν συλλογισμόν, ζωτικὴν ἄρα δόξαν αὐτὴν βούλεται. ὁ δέ γε Ἀριστοτέλης δόξαν αὐτὴν βούλεται εἶναι γνωστικήν. οἰκεῖον δὲ τὸ ʼἀφικομένῳʼ καὶ ʼπορεύομαιʼ τῇ ψυχῇ, ἐγχρόνως καὶ οὐκ ἀχρόνως, καὶ μεριστῶς, οὐκ ἀμερίστως ἢ ἀθρόως γινωσκούσῃ τὰ πράγματα, καθάπερ ὁ νοῦς ἀμεταβάτως καὶ αἰωνίως καὶ ἀθρόως γινώσκει. οἰκεία γὰρ ἡ κίνησις τῇ ψυχῇ, διότι πρώτη τῶν κινήσεων ἡ κατὰ τόπον, πρῶτον δὲ τῶν κινουμένων τὸ αὐτοκίνητον· τρία γάρ ἐστιν, ἀκίνητον, αὐτοκίνητον, ἑτεροκίνητον. διὸ καὶ τὸ ʼἀφικομένῳʼ καὶ ʼπορεύομαιʼ, ὅπερ οἰκεῖον, ὡς εἴρηται, τοπικῇ κινήσει. Ἱκανῶς ἐκεῖ [67b8]: τὸ ἱκανὸν οἷόν τέ ἐστιν ἀπογεννῆσαι καὶ ἄλλα τοιαῦτα. [15]
7 8
Καὶ ἄλλῳ ἀνδρί [67c2]: οὐκ ἐνέμεινε τοῖς κατὰ μέρος, καὶ ταῦτα τοῦτον ἔχων σκοπόν, ἐπειδὴ ἀφιλόσοφον τοῦτο, ἀλλὰ ἀνῆλθεν ἐπὶ τὸ καθόλου. Παρεσκευάσθαι τὴν διάνοιαν ὥσπερ κεκαθαρμένην [67c2—3]: οἰκεία ἡ διάνοια τῇ καθαρτικῇ ζωῇ, ὥσπερ ὁ νοῦς τῇ θεωρητικῇ.
7 9
τὸ δὲ ʼὥσπερʼ εἶπεν διὰ τὸν θεωρητικὸν βίον, ἐκεῖνος γὰρ κατὰ ἀλήθειάν ἐστι κεκαθαρμένος. Συναγείρεσθαί τε καὶ ἀθροίζεσθαι καὶ οἰκεῖν [67c8—9]: τί βούλεται ὁ ἐπαναδιπλασιασμὸς τῶν λέξεων τούτων; οὐ γὰρ μάτην εἴρονται οὐδὲ ἐπίδειξιν λέξεως νῦν σκοπὸν ἔχει ποιήσασθαι ὁ Πλάτων, ἀλλὰ διὰ μὲν τοῦ ʼσυναγείρεσθαιʼ τουτέστιν ἀπὸ τῆς σωματοειδοῦς ζωῆς ἐπιστρέφεσθαι, διὰ δὲ τοῦ ʼἀθροίζεσθαιʼ τουτέστιν ἀπὸ τῆς δοξαστικῆς. [5]
7 10
πῶς δὲ ἄρα οὐ τὰ Ὀρφικὰ ἐκεῖνα [frg. 211] παρῳδεῖ νῦν ὁ Πλάτων, ὅτι ὁ Διόνυσος σπαράττεται μὲν ὑπὸ τῶν Τιτάνων, ἑνοῦται δὲ ὑπὸ τοῦ Ἀπόλλωνος; διὸ ʼσυναγείρεσθαιʼ καὶ ʼἀθροίζεσθαιʼ τουτέστιν ἀπὸ τῆς Τιτανικῆς ζωῆς ἐπὶ τὴν ἑνοειδῆ. καὶ ἡ Κόρη δὲ κατάγεται μὲν εἰς Ἅιδου, ἀνάγεται δὲ πάλιν καὶ οἰκεῖ ἔνθα πάλαι ἦν ὑπὸ τῆς Δήμητρος· διὸ καὶ τὸ ʼοἰκεῖνʼ· παρῳδεῖ γὰρ πανταχοῦ τὰ Ὀρφέως. διὸ καὶ στίχον αὐτοῦ [frg. 235] φησιν ἐφεξῆς [69c8—d1]· ʼπολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοιʼ. καὶ ναρθηκοφόροι μέν, οὐ μὴν Βάκχοι, οἱ πολιτικοὶ φιλόσοφοι, ναρθηκοφόροι δὲ Βάκχοι οἱ καθαρτικοί. διὸ καὶ ζωῆς καὶ θανάτου, ὡς εἴρηται, ὁ Διόνυσος αἴτιος· θανάτου γὰρ ὡς μαντείας ἔφορος ἀφαντάστου οὔσης· διὸ καὶ τὸν ὕπνον ἀδελφὸν τοῦ θανάτου φασὶν οἱ ποιηταὶ καὶ ʼκασίγνητονʼ [Hom. Ξ 231], διότι χωρίζει ἡμᾶς καὶ οὗτος ἀπὸ τῆς αἰσθήσεως, εἰ καὶ μὴ ἀπὸ φαντασίας, καθάπερ ὁ θάνατος. Ἀεὶ μάλιστα καὶ μόνοι οἱ φιλοσοφοῦντες [67d7—8]: διὰ μὲν τοῦ ʼἀεὶʼ τὸ ἀδιάκοπον ἐδήλωσε τῆς καθάρσεως, διὰ δὲ τοῦ ʼμάλισταʼ τὸ σύντονον. [15]
7 11
δύο γὰρ ταῦτα 〈τὰ〉 ἐπιτηδεύματα συνίστησιν, τὸ ἀδιάκοπον τῆς ἐνεργείας καὶ τὸ σύντονον. Ἄνδρα παρασκευάζοντα ἑαυτόν [67d12—e1]: γελοῖον γάρ ἐστι παρʼ ὅλον μὲν τὸν χρόνον ἐφίεσθαι τούτου, ἥκοντος δὲ τοῦ ἐφετοῦ χαλεπῶς ἢ δυσφόρως φέρειν, ὡς εἰ καὶ τὸ πῦρ ἐφιέμενον τοῦ ἄνω τόπου, διʼ ὃν κινεῖται, μὴ ἐθέλειν δὲ ἐν τούτῳ εἶναι.
7 13
Εἰ γὰρ διαβέβληται πανταχῇ τῷ σώματι [67e6—7]: τὸ ʼδιαβέβληταιʼ μέσον ὂν δύναται καὶ ἐπὶ ἐνεργείας λαμβάνεσθαι, ὥσπερ ἐνταῦθα, ἀντὶ τοῦ ʼδιαβάλλειʼ. σημειωτέον δὲ τὴν σύνταξιν, ὅτι πρὸς δοτικὴν ἀποδέδοται. Ἢ ἀνθρωπίνων μὲν παιδικῶν καὶ γυναικῶν [68a3—4]: τὸ ἄλλο ἐπιχείρημα, ὅτι οἱ παρʼ ἡμῖν ἀνθρωπίσκοι ἐθέλουσιν ἀποθνῄσκειν, καθάπερ ἡ Εὐάδνη, ἣ ἐν πυρκαϊᾷ ἐνέβαλλεν ἑαυτὴν διὰ τὸ οἴεσθαι συνεῖναι τῷ ἀνδρὶ τελευτήσαντι.
8 t
Πρᾶξις σὺν θεῷ Ἆρα οὖ ν , ἔφ η , ὦ Σιμμί α , οὐ καὶ ἡ ὀνομαζομένη ἀνδρεία [68c5—69e5].
8 1
Ἀποδοὺς ὁ Σωκράτης τὴν φρόνησιν τῇ καθαρτικῇ ζωῇ, ἡνίκα ἔλεγεν ʼτί δὲ δή; περὶ αὐτὴν τὴν τῆς φρονήσεως κτῆσιν πῶς ἕξουσιν;ʼ [65a9] ἐντεῦθεν βούλεται καὶ ἀνδρείαν καὶ σωφροσύνην ἀποδοῦναι τῇ καθαρτικῇ ζωῇ· δικαιοσύνης δὲ εἰκότως οὐκ ἐμνημόνευσεν ὡς ἐπιφαινομένης ταῖς ἄλλαις ἀρεταῖς. ἤρξατο δὲ ἀπὸ τῆς φρονήσεως, διότι καθαρτικοῦ ἔργον τὸ πρὸς ἑαυτὸν ἐπιστρέφειν, νοῦ δὲ ἀπόρροια καὶ ἡ φρόνησις τοῦ πρὸς ἑαυτὸν ἐπιστρέφοντος. ἄλλοι δὲ τὴν ἀνδρείαν ἀπεικάζουσιν τῇ καθαρτικῇ διὰ τὸ πρὸς τὰ δεύτερα ἀμάλθακτον· τοιαύτη γὰρ καὶ ἡ ἀνδρεία, ἀρρεπὴς οὖσα περὶ τὰ δεύτερα· οὕτω δὲ καὶ ὁ Σωκράτης οὐδὲν πέπονθεν ὑπὸ Ξανθίππης καὶ τοῦ παιδίου κλάοντος, ἀλλʼ ἀκλινῶς ἔσχε πρὸς αὐτούς [60a1—8]. Ἀλλʼ ἐπειδὴ ἀρετῶν ἐμνημονεύσαμεν, φέρε εἴπωμεν τοὺς βαθμοὺς τῶν ἀρετῶν. [10]
8 2
πέντε τοίνυν βαθμοὶ τῶν ἀρετῶν εἰσιν. ἢ γὰρ φυσικαί εἰσιν, αἳ ἀπὸ κράσεως ἐπιγίνονται ἡμῖν· ἢ ἠθικαί, ὡς αἱ ἀπὸ συνηθισμοῦ. καὶ οἰκεῖαι αἱ μὲν φυσικαὶ μάλιστα τοῖς ἀλόγοις ζῴοις, αἳ ἀπὸ κράσεώς εἰσιν· πάντες γὰρ οἱ λέοντες ἀνδρεῖοι διὰ τὴν κρᾶσιν καὶ οἱ ἀπὸ τούτων πάντες, ὅπερ οὐκ ἔστιν εὑρεῖν σῳζόμενον ἐφʼ ἡμῶν, πάντες οἱ βόες σώφρονες, πάντες οἱ πελαργοὶ δίκαιοι, πᾶσαι αἱ γέρανοι φρόνιμοι. αἱ δὲ ἠθικαὶ οἰκεῖαι μάλιστα ἡμῖν καὶ τῶν ἄλλων ζῴων ὅσα τελειοτέραν ἔχει φαντασίαν καὶ συνηθίζεσθαι δυναμένην, ἣν καλεῖ διδακτικὴν ὁ Ἀριστοτέλης. εἰ δὲ λόγῳ χρῷντο αἱ ἀρεταί, ἢ τῇ τριμερείᾳ 〈χρῶνται〉 τῆς ψυχῆς καὶ τοῖς πάθεσι μεμετρημένοις, ὡς αἱ πολιτικαί· ἢ οὐ χρῶνται, καὶ ἢ φεύγουσι τὰ πάθη, ὡς αἱ καθαρτικαί, ἢ πεφεύγασιν, ὡς αἱ θεωρητικαί. ὁ δέ γε Πλωτῖνος [I 2,7.2—6] καὶ ἄλλον βαθμὸν βούλεται εἶναι ἀρετῶν παρὰ ταύτας, τὸν τῶν παραδειγμάτων. εἰσὶ γὰρ καὶ παραδειγματικαὶ ἀρεταί· ὥσπερ γὰρ τὸ ἡμέτερον ὄμμα πρότερον μὲν φωτιζόμενον ὑπὸ τοῦ ἡλιακοῦ φωτὸς ἕτερόν ἐστι τοῦ φωτίζοντος ὡς ἐλλαμπόμενον, ὕστερον δὲ ἑνοῦταί πως καὶ συνάπτεται καὶ οἷον ἓν καὶ ἡλιοειδὲς γίνεται, οὕτω καὶ ἡ ἡμετέρα ψυχὴ κατʼ ἀρχὰς μὲν ἐλλάμπεται ὑπὸ νοῦ καὶ ἐνεργεῖ κατὰ τὰς θεωρητικὰς ἀρετάς, καὶ ὕστερον οἷον ὅπερ τὸ ἐλλάμπον γίνεται καὶ ἑνοειδῶς ἐνεργεῖ κατὰ τὰς παραδειγματικὰς ἀρετάς. καὶ φιλοσοφίας μὲν ἔργον νοῦν ἡμᾶς ποιῆσαι, θεουργίας δὲ ἑνῶσαι ἡμᾶς τοῖς νοητοῖς, ὡς ἐνεργεῖν παραδειγματικῶς. Καὶ ὡς μὲν φυσικὰς ἀρετὰς ἔχοντες γινώσκομεν τὰ ἐγκόσμια σώματα, σώματα γὰρ καὶ τὰ ὑποκείμενα ταῖς τοιαύταις ἀρεταῖς· ὡς δὲ ἠθικὰς ἀρετὰς ἔχοντες τὴν εἱμαρμένην ἴσμεν τοῦ παντός, διότι καὶ αὕτη περὶ ἀλόγους ζωὰς καταγίνεται, οὐ γὰρ ἡ λογικὴ ψυχὴ ὑπὸ εἱμαρμένην ἐστίν, καὶ αἱ ἠθικαὶ δὲ ἀρεταὶ ἄλογοί εἰσι· κατὰ δὲ τὰς πολιτικὰς τὰ ἐγκόσμια ἴσμεν· κατὰ δὲ τὰς καθαρτικὰς τὰ ὑπερκόσμια· ὡς δὲ θεωρητικὰς ἔχοντες τὰ νοερά· ὡς δὲ παραδειγματικὰς τὰ νοητά. [5]
8 3
Οἰκεία δὲ ἡ μὲν σωφροσύνη ταῖς ἠθικαῖς ἀρεταῖς, ἡ δὲ δικαιοσύνη ταῖς πολιτικαῖς διὰ τὰ συναλλάγματα, ἡ δὲ ἀνδρεία ταῖς καθαρτικαῖς διὰ τὸ ἀρρεπὲς τὸ πρὸς τὴν ὕλην, ἡ δὲ φρόνησις ταῖς θεωρητικαῖς. Ἐκεῖνο δὲ ἄξιον ἀπορῆσαι· εἰ δόγμα Πλατωνικόν ἐστι τὸ τὰς ἀρετὰς ζωὰς εἶναι (ταύτῃ γὰρ καὶ ἀντιδιῄρηνται τῇ ἐπιστήμῃ γνωστικῇ οὔσῃ), πῶς ἡ φρόνησις ζωή ἐστιν; λύσις, ὅτι ἐκλογὴ καὶ ἀπεκλογὴ τῶν πρακτῶν ἡ φρόνησις, ἀλλʼ οὐχ ἁπλῶς κρίσις γνωστικὴ τῶν τοιούτων ἢ μή. [10]
8 4
Καλεῖ δὲ ὁ Πλάτων τὰς μὲν φυσικὰς ἀρετὰς ʼἀνδραποδώδεισʼ ὡς καὶ ἀνδραπόδοις δυναμένας ὑπάρχειν· τὰς δὲ ἠθικὰς ʼσκιαγραφίασʼ, τὸ ὅτι γὰρ μόνον ἔχουσιν, σκιὰ δὲ τὸ ὅτι τοῦ διότι. Ἐκεῖνο δὲ ἄξιον ζητῆσαι, τίνας ἐν τῇ λέξει ὁ Πλάτων ἀρετάς φησιν πάθη παθῶν ἀνταλλαττομένας καὶ τὰ μεγάλα πάθη φεύγειν, τὰ δὲ ἐλάττω αἱρεῖσθαι, οἷον ʼχρύσεα χαλκείωνʼ [Hom. Ζ 236] ἀμειψαμένας. τινὲς μὲν οὖν τῶν ἐξηγητῶν ταῦτα ᾠήθησαν ἐπὶ τῶν φυσικῶν καὶ ἠθικῶν ἀρετῶν λέγεσθαι. [10]
8 5
τὸ δὲ οὐχ οὕτως· οὐδὲ γὰρ αὗται πάθη παθῶν ἀνταλλάττονται τῷ εἶναι αὐτῷ ποιοῦσαι. ἀλλὰ ταῦτα ὁ φιλόσοφος Πρόκλος λέγεσθαί φησιν ἐπὶ ἀρετῶν οὐ διὰ βίου τοιούτων, ἀλλʼ ἔν τινι χρόνῳ διὰ ἀνάγκην τινά, οἷον πολλοὶ δειλίᾳ ἀνδρίζονται καὶ ἀκολασίᾳ σωφρονοῦσι· πολλοὶ γὰρ δειλοὶ ὄντες δέει μειζόνων κακῶν, οἷον τοῦ δουλεύειν, αἱροῦνται ἀνδρείως ἀποθανεῖν, πάθη παθῶν ἀνταλλαττόμενοι, οἷον τὸν θάνατον δουλείας, καὶ πολλοὶ οὐκ εἰς κόρον ἐσθίουσιν ἀκόλαστοι ὄντες διὰ τὸ μειζόνων ἡδονῶν ἀπολαῦσαι ἐν τῇ ὑγιείᾳ. ταύτας οὖν λέγει ὁ Πλάτων ψευδωνύμους ἀρετὰς καὶ πάθη παθῶν ἀνταλλαττομένας. Διακρίνει δὲ τὰς φυσικὰς καὶ ἠθικὰς τῶν ψευδωνύμων, ὅτι αὗται μὲν αὐτῷ τῷ εἶναι ποιοῦσι, καθάπερ καὶ ὁ θεὸς καὶ ἡ φύσις τῷ εἶναι ποιοῦσιν, αἱ δὲ ψευδώνυμοι ἐπίπλαστοι οὖσαι οὐκ αὐτῷ τῷ εἶναι, ἀλλὰ μετὰ βουλῆς ὑποκρίνονται ὃ μή εἰσιν. [5]
8 6
ταύτας δὲ διακρίνει τῶν πολιτικῶν, ὅτι αἱ μὲν πολιτικαὶ οὐ πάθη παθῶν ἀνταλλάττονται, εἴ γε ἐκεῖναι ἕνα σκοπὸν ἔχουσι τὸ ἀγαθὸν καὶ οὐ καθάπερ αἱ ψευδώνυμοι. διακρίνει δὲ πολιτικὰς καθαρτικῶν καὶ θεωρητικῶν, ὅτι αἱ μὲν πολιτικαὶ τῇ τριμερείᾳ τῆς ψυχῆς χρῶνται [69b4—5], αἱ δὲ καθαρτικαὶ καὶ θεωρητικαὶ οὐχ οὕτως· καὶ ὅτι αἱ μὲν πολιτικαὶ ʼτῷ ὄντιʼ [b2] εἰσὶν ἀρεταὶ καὶ ʼἀληθεῖσʼ [b3], οὐ μὴν ἄμφω, τῷ ὄντι ἀληθεῖς, αἱ δὲ καθαρτικαὶ καὶ θεωρητικαὶ ἅμα ἄμφω εἰσίν, ʼτῷ ὄντι ἀληθεῖσʼ [b8]· ὥσπερ γὰρ ἐν τῷ Ἀλκιβιάδῃ [129a8—b1] ἔλεγεν ʼαὐτὸʼ μὲν τὴν ψυχήν, ʼαὐτὸʼ δὲ ʼτὸ αὐτὸʼ τὴν λογικὴν ψυχήν, οὕτω καὶ νῦν ʼτῷ ὄντιʼ μόνον καλεῖ τὰς πολιτικὰς ἀρετάς, ʼτῷ ὄντιʼ δὲ ʼἀληθεῖσʼ τὰς καθαρτικὰς καὶ θεωρητικάς· διακρίνει δὲ αὐτὰς καὶ ἄλλως, ὅτι αἱ μὲν πολιτικαὶ οὐκ εἰσὶ τελεστικαί, αἱ δὲ καθαρτικαὶ καὶ θεωρητικαὶ τελεστικαί εἰσι [c3—d2]· διὸ καὶ τὸ ὄνομα τοιοῦτον ἔχουσι, καθαρτικαὶ μὲν ἀπὸ τοῦ καθαρμοῦ, ᾧ ἐν ταῖς τελεταῖς χρώμεθα, θεωρητικαὶ δὲ ἀπὸ τοῦ τὰ θεῖα ὁρᾶν. Διὸ καὶ παρῳδεῖ ἔπος Ὀρφικὸν [frg. [15]
8 7
235] τὸ λέγον ὅτι ʼὅστις δʼ ἡμῶν ἀτέλεστος, ὥσπερ ἐν βορβόρῳ κείσεται ἐν Ἅιδουʼ, τελετὴ γάρ ἐστιν ἡ τῶν ἀρετῶν βακχεία· καί φησιν ʼπολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοιʼ, ναρθηκοφόρους οὐ μὴν Βάκχους τοὺς πολιτικοὺς καλῶν, ναρθηκοφόρους δὲ καὶ Βάκχους τοὺς καθαρτικούς. καὶ γὰρ ἐνδούμεθα μὲν τῇ ὕλῃ ὡς Τιτᾶνες διὰ τὸν πολὺν μερισμόν—πολὺ γὰρ τὸ ἐμὸν καὶ σόν, —ἀνεγειρόμεθα δὲ ὡς Βάκχοι· διὸ καὶ περὶ τὸν θάνατον μαντικώτεροι γινόμεθα, καὶ ἔφορος δὲ τοῦ θανάτου ὁ Διόνυσος, διότι καὶ πάσης βακχείας. καὶ εὖ γε τοῦ λόγου, διότι καὶ ἀπὸ θεοῦ ἤρξατο, ἡνίκα ἔλεγεν ʼὁ μὲν ἐν ἀπορρήτοις περὶ αὐτῶν λεγόμενος λόγος, ὡς ἔν τινι φρουρᾷ ἐσμεν [62b2—4], καὶ εἰς θεὸν κατέληξεν ἐξ οὗ καὶ ἤρξατο, λέγω δὴ τὸν Διόνυσον. ἐν οἷς σὺν θεῷ τὸ πρῶτον τμῆμα· διαδέχονται γὰρ οἱ περὶ ἀθανασίας τῆς ψυχῆς λόγοι. ταῦτα ἔχει ἡ παροῦσα θεωρία. Οὐ καὶ ἡ ὀνομαζομένη ἀνδρεία τοῖς οὕτω [68c5]: ʼὀνομαζομένηʼ ὑπὸ τῶν πολλῶν· ὀνόματος γὰρ μόνου κοινοῦ μετέχουσιν ⟦ ἢ ⟧ περὶ τὸ πρᾶγμα διαφερόμενοι, ἀγνοοῦσι γὰρ τὰς ἀληθεῖς ἀρετάς. [10]
8 9
Ὀλιγωροῦσί τε καὶ ἐν φιλοσοφίᾳ ζῶσιν [68c11—12]: ʼζητοῦσιν οἱ ἐξηγηταὶ τί δή ποτε δικαιοσύνης οὐκ ἐμνημόνευσε μόνης τῶν ἄλλων ἀρετῶν. καὶ ὁ μὲν Πρόκλος φησὶν ὅτι οὐκ ἔστιν ἐναργῶς κρᾶσις ᾗ ἕπεται ἡ δικαιοσύνη· οὐδὲ γάρ, ὥσπερ ἐπὶ τῶν ἄλλων ἀρετῶν ἐστιν εὑρεῖν κρᾶσιν ἀφωρισμένην ἑκάστῃ τῶν ἀρετῶν, οὕτως ἐστὶν εὑρεῖν καὶ ἐπὶ τῆς δικαιοσύνης· οὐ γάρ ἐστιν αὕτη σωματικὴ ἀρετή, καθάπερ αἱ ἄλλαι, ἃς νῦν ἀνδραποδώδεις λέγει. τοῦτο δὲ οὐ πιθανόν, ἀλλὰ μᾶλλον ῥητέον τὸ ἐν τῇ θεωρίᾳ εἰρημένον, ὅτι ὡς ἐπιφαινομένην ταῖς ἄλλαις ἀρεταῖς παρῆκεν τὴν δικαιοσύνην, τοῦτο δὴ τὸ τοῦ Δαμασκίου. Οἶσθ α , ἦ δ ’ ὅ ς , ὅτι τὸν θάνατον ἡγοῦνται πάντες οἱ ἄλλοι τῶν μεγάλων κακῶ ν ; [68d5—6]: εἰ οὖν τις ἡμᾶς ἔροιτο, ʼπότερον ὁ Σωκράτης κακὸν ἡγεῖτο τὸν θάνατον ἢ οὐ κακόν; εἰ μὲν οὖν κακόν, οὐ φιλόσοφος· εἰ δὲ οὐ κακόν, οὐκ ἀνδρεῖος, οἷς μὴ ἡγεῖται κακοῖς ἐπιβατεύων, οὐ γὰρ ἀνδρεῖος ὁ τὰ 〈μὴ〉 φοβερὰ μὴ δεδιώσʼ; ἢ κατʼ αὐτὸ τοῦτο ἀνδρεῖος, διότι τὰ τοῖς ἄλλοις φοβερὰ οὐ φοβερὰ ᾤετο, ἐπεὶ καὶ πᾶσα ἀνδρεία ἐν τούτῳ θεωρεῖται. [5]
8 11
Ὦ μακάριε Σιμμί α , μὴ γὰρ οὐκ αὐτὴ [69a6]: προσφόρως νῦν τὸ ʼὦ μακάριεʼ, διότι ἀνάγει ἐπὶ μείζους ἀρετάς, τὰς πολιτικάς, αἷς οἰκεῖον τὸ μακαριστόν. διὰ δὲ τῶν εἰρημένων διακρίνας τὰς ψευδωνύμους ἀρετὰς τῶν ἠθικῶν καὶ φυσικῶν ἐντεῦθεν τὰς πολιτικὰς διακρίνει καὶ τῶν ψευδωνύμων. Ὥσπερ νομίσματ α , ἀλ λ ’ ἢ ἐκεῖνο μόνον νόμισμα ὀρθόν [69a9—10]: τὰς μὲν καταλλαγὰς τῶν ψευδωνύμων ἀρετῶν πληθυντικῶς ʼνομίσματαʼ καλεῖ, τὰς δὲ πολιτικὰς ἀρετὰς ἑνικῶς ʼνόμισμαʼ· οἰκεῖον γὰρ αὐταῖς τὸ ἓν ἤπερ ταύταις.
8 13
Ὠνούμενά τε καὶ πιπρασκόμενα [69b1—2]: ἐνέμεινε τῇ μεταφορᾷ τοῦ νομίσματος μνησθεὶς ὠνῆς καὶ πράσεως. Καὶ ξυλλήβδην ἀληθὴς ἀρετή [69b3]: ἰδοὺ ἐπὶ τῶν πολιτικῶν ʼτῷ ὄντιʼ ἰδίᾳ καὶ ʼἀληθεῖσʼ ἰδίᾳ, οὐ μὴν ἅμα ἄμφω, ἐπὶ δὲ τῶν καθαρτικῶν ἅμα ἄμφω.
8 15
Τὸ δὲ ἀληθὲς τῷ ὄντι ᾖ κάθαρσίς τις τῶν τοιούτων [69b8—c1]: παρωνύμως ἀπὸ τῆς καθαρτικῆς ζωῆς ʼκάθαρσισʼ. διακρίνει δὲ διὰ τούτων τὰς καθαρτικὰς ἀρετὰς τῶν πολιτικῶν· εἶτα καὶ ταύτας διακρίνει τῶν θεωρητικῶν, ὅτι αἱ μὲν φεύγουσι τὰ πάθη καὶ φιλοσοφοῦσιν οἱ ταύτας ἔχοντες, αἱ δὲ πεφεύγασιν. Καὶ κινδυνεύουσι καὶ οἱ τὰς τελετὰς ἡμῖν οὗτοι [69c3—4]: κινδυνεύουσι φαῦλοι εἶναι διὰ τὸ μυθώδη λέγειν. [5]
8 17
Καί τι ἠνύσαμε ν , ἐκεῖσε ἐλθόντες σαφές [69d5]: οὐχ ὅτι ἠγνόει ὁ Σωκράτης καὶ διστάζων ταῦτα λέγει, ἀλλὰ τοῦτο διὰ φιλόσοφον εὐλάβειαν· φορτικὸν γὰρ τὸ ἑαυτὸν ἐπαινεῖν. οὕτω δὴ καὶ ἀνωτέρω [63b9—c4] ἔλεγεν ʼὅτι παρὰ δεσπότας ἀγαθοὺς ἄπειμι, ἀκριβῶς οἶδα, εἰ δὲ παρὰ ἀνδράσιν ἀγαθοῖς, οὔπω δῆλονʼ. τινὲς δέ φασιν ὅτι ἀμφιβάλλει ὁ Πλάτων εἰ ἀθάνατος ἡ ψυχή, διὸ ταῦτα λέγει ὁ Σωκράτης. ὁ δέ γε φιλόσοφος Ἀμμώνιος μονόβιβλον ἔγραψεν εἰς τὸ χωρίον ἀπολογούμενος ὑπὲρ αὐτοῦ. πῶς δὲ ἀμφιβάλλειν εἶχεν ὁ ἐφεξῆς διὰ ἀρραγῶν λόγων δεικνὺς τὴν ψυχὴν ἀίδιον καὶ ὁ ἀλλαχοῦ [ Rep. X 618e4—619a1] εἰπὼν ὅτι ʼδεῖ ἀδαμαντίνοις δεσμοῖς ταῦτα ἔχοντα κατιέναι εἰς Ἅιδουʼ; Εἴ τι οὖν ὑμῖν πιθανώτερός εἰμι ἐν τῇ ἀπολογίᾳ [69e3—4]: εἰκὸς γὰρ ἦν αὐτὸν πιθανώτερον εἶναι παρὰ τοῖς μαθηταῖς ἢ παρὰ τῷ δήμῳ, διότι διδασκαλικῇ πειθοῖ οὐκ ἦν χρήσασθαι ἐπὶ δήμου. [10]
8 18
καὶ ὅτι παρὰ μὲν τῷ δήμῳ περὶ τῆς πολιτικῆς αὐτοῦ ζωῆς ἐκρίνετο, παρὰ δὲ τοῖς μαθηταῖς περὶ τῆς καθαρτικῆς, καὶ ἀκριβέστερον τοῦ ὑποκειμένου τὸ ὑποκείμενον· διὸ εἰκὸς καὶ πιθανώτερον. Πρᾶξις σὺν θεῷ Εἰπόντος δὲ τοῦ Σωκράτους ταῦτα ὑπολαβὼν ὁ Κέβης [69e6—70c5]. [5]
9 1
Δείξας ὁ Σωκράτης ὅτι ὁ φιλόσοφος ἀδεὴς περὶ τὸν θάνατον διότι ἐλπίζει παρὰ κρείττοσι δεσπόταις καὶ φίλοις ἀπιέναι, ἐπειδὴ δύο ταῦτα εἰσήγαγεν, καὶ τὸ εἶναι πρόνοιαν τὸ κατʼ ἀξίαν ἑκάστῳ ἀφορίζουσαν, ἵνα καὶ λήξεων προσηκουσῶν τύχῃ ὁ φιλόσοφος, ἔτι μὴν καὶ τὸ τὴν ψυχὴν ἀίδιον εἶναι, ἵνα τύχῃ τῶν κατʼ ἀξίαν, ὁ Κέβης πρὸς μὲν τὸ πρῶτον, τὸ εἶναι πρόνοιαν, οὐκ ἀπορεῖ ἅτε δὴ πεπεισμένος τούτῳ, ἐπιζητεῖ δὲ εἰ ἡ ψυχὴ ἀθάνατος· διὸ διαδέχονται οἱ περὶ ἀθανασίας τῆς ψυχῆς λόγοι. δείκνυσιν οὖν ὁ Σωκράτης ὅτι ἡ ψυχὴ ἀθάνατος διὰ λόγου τοιούτου· ʼεἰ τὸ ζῶν καὶ τὸ τεθνεὸς ἐξ ἀλλήλων, εἰσὶν ἄρα ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄραʼ. Ἵνα δὲ τούτῳ παρακολουθήσωμεν, ἄνωθέν ποθεν ἀρξώμεθα. [10]
9 2
ἰστέον τοίνυν ὅτι διττὰ τὰ ἐναντία βούλεται εἶναι ὁ Πλάτων, ἢ γὰρ αὐτὰς τὰς ποιότητας ἢ τὰ ἔχοντα τὰς ποιότητας [103a11—c2]· καὶ αὐτὰς μὲν τὰς ποιότητας οὐ βούλεται μεταβάλλειν εἰς ἀλλήλας, ἀλλὰ μετὰ ἀλλήλας αὐτὰς βούλεται, διότι οὐδὲν μέρος τῆς λευκότητος ἐν τῇ μεταβολῇ τῇ εἰς τὸ μέλαν, τὰ δέ γε δεδεγμένα σώματα βούλεται μεταβάλλειν εἰς ἄλληλα, διότι μένει 〈τι〉 ἐν τῇ μεταβολῇ τῶν ἐναντίων, οἷον τὸ σῶμα. τούτων οὕτως ἐχόντων, ἐπειδὴ καὶ ζωὴ καὶ θάνατος ἐναντία ἐστί (καὶ τοῦτο δείκνυσιν ὁ Πρόκλος ἤτοι ὁ Συριανός· συντάττει γὰρ αὐτὰ τοῖς οἰκείοις ὑπομνήμασιν, λέγω δὴ τὰ Συριανοῦ, μὴ γράφων εἰς αὐτὰ ὡς τοῦ διδασκάλου γράψαντος· δείκνυσιν οὖν τοῦτο οὕτως· ʼζωὴ καὶ θάνατος σύγκρισις καὶ διάκρισίς ἐστιν, ταῦτα ἐναντία, καὶ δῆλον τὸ συμπέρασμαʼ)· — ἐπειδὴ ταῦτα ⟦ οὐ ⟧ μεταβάλλει εἰς ἄλληλα ὡς αἱ ποιότητες, ἤτοι μετʼ ἄλληλά εἰσιν, δεῖ ἄρα ἐν τῇ μεταβολῇ τούτων εἶναί τι τὸ μένον, διότι καὶ ἐν πάσῃ μεταβολῇ· καὶ ἐπειδὴ τὸ σῶμα οὐ μένει, ἀναστοιχειοῦται γάρ, ὑπόλοιπόν ἐστι τὴν ψυχὴν μένειν· καὶ εἰ ἀεὶ μένει, ἀεὶ ἄρα ἐστὶν ἡ ψυχή. Ἀλλʼ ὅσον ἐπὶ τούτῳ, καὶ ἡ φυτικὴ ψυχὴ ἀθάνατός ἐστιν, εἴ γε καὶ συγκρίνεται τῷ φυτῷ καὶ διακρίνεται. [15]
9 3
ἢ οὐκ ἀκριβὴς αὕτη ἡ σύγκρισις οὐδὲ ἡ διάκρισις· δεῖ γὰρ τὸ συγκρινόμενον εἶναι πρὸ τῆς συγκρίσεως, ὡσαύτως τε καὶ τὸ διακρινόμενον, ὅπερ οὐκ ἔστιν εἰπεῖν ἐπὶ τῆς φυτικῆς ψυχῆς. εἰ δέ τις λέγοι ʼἀλλʼ οὐδὲ ἐπὶ τῆς λογικῆς ὡμολόγηται ὅτι ἐστὶ πρὸ τῆς συγκρίσεως καὶ μετὰ τὴν διάκρισιν, καὶ τὸ ἐν ἀρχῇ αἰτεῖται ὁ Πλάτωνʼ, ῥητέον ὅτι τοῦτο ὁμολογούμενον ἐξ αὐτοῦ τοῦ προσδιαλεγομένου. ὁ γὰρ Κέβης ἠρώτησεν εἰ καθάπερ καπνὸς ἢ πνεῦμα ἐξιὸν ἐξ ἀσκοῦ μετὰ τὴν ἔξοδον φθείρεται· εἰ δὲ πνεύματι αὐτὴν ἀπείκασεν καὶ καπνῷ, δῆλος ἄρα ἐστὶ βουλόμενος καὶ μετὰ τὴν ἔξοδον ὑφεστάναι αὐτήν. Ἀποροῦσι δέ τινες λέγοντες ὅτι οὐ πάντα τὰ ἐναντία ἐξ ἀλλήλων γίνεται· ἰδοὺ γὰρ τὸ καθεῦδον μὲν ἐκ τοῦ ἐγρηγορότος γίνεται, οὐ πάντως δὲ καὶ τὸ ἐγρηγορὸς ἐκ τοῦ καθεύδοντος, τὸ γὰρ παιδίον ἐγρηγορὸς γεννᾶται μὴ πρότερον καθευδῆσαν· τί οὖν ἄτοπον καὶ τὸν θάνατον μὲν ἐκ τῆς ζωῆς γίνεσθαι καὶ τὸ ζῶν εἰς τὸ τεθνεὸς μεταβάλλειν, οὐκέτι δὲ καὶ τὸ ἀνάπαλιν; διὰ τί γὰρ ὁ Πλάτων συνέταξε ζωὴν καὶ θάνατον τοῖς μεταβάλλουσιν ἄμφω εἰς ἄλληλα ἐναντίοις, οὐ μὴν ὕπνῳ καὶ ἐγρηγόρσει; Πάλιν φασὶν ὅτι τὸ μὲν πρεσβύτερον ἐκ νεωτέρου γέγονεν, οὐκέτι δὲ καὶ τὸ νεώτερον ἐκ τοῦ πρεσβυτέρου. [5]
9 4
Ἐκ τρίτου δὲ ἀποροῦσι λέγοντες ὅτι τὸ μὲν νεώτερον μεταβάλλει εἰς τὸ πρεσβύτερον, οὐκέτι δὲ καὶ τὸ πρεσβύτερον εἰς τὸ νεώτερον. Πρὸς μὲν οὖν τὸ πρῶτον καὶ τὸ δεύτερόν φησιν ὁ Πρόκλος ἤτοι ὁ Συριανὸς ὅτι τὸ ἐγρηγορὸς οὐ κατὰ πρῶτον λόγον ἐκ τῆς φύσεως γίνεται, ἀλλὰ παρέπεται τοῦτο· ἐπεὶ εἰ προελομένης τῆς φύσεως τοῦτο ἐγίνετο, πάντως ἂν ἐκ καθεύδοντος ἐγεγόνει. [10]
9 5
ἀλλʼ ὥσπερ ἐν τῷ ἀποξέειν τὸν τέκτονα τὸ ξύλον ἕλικες παρακολουθοῦσιν ἐν τῇ ξέσει τοῦ τέκτονος μὴ προελομένου ταύτας ποιῆσαι, οὕτω καὶ ἐπὶ τοῦ ἐγρηγορότος παρακολούθημά ἐστι τοῦτο τῆς φύσεως οὐ προελομένης. οὕτω δὲ καὶ νεώτερον γίνεται οὐκ ἐκ πρεσβυτέρου, διότι οὐ κατὰ πρῶτον σκοπὸν τοῦτο ὑπὸ τῆς φύσεως ἐγένετο, ἐπεὶ πάντως ἂν ἐκ πρεσβυτέρου ἐγεγόνει. Πρὸς δὲ τὸ τρίτον τὸ λέγον ὅτι οὐκ ἀνάγκη μεταβάλλειν τὰ ἐναντία εἰς ἄλληλα, ἰδοὺ γὰρ τὸ πρεσβύτερον οὐ μεταβάλλει εἰς τὸ νεώτερον, φησὶν ὅτι δυνατὸν τῷ τρόπῳ τούτῳ μεταβάλλειν καὶ τὸ πρεσβύτερον εἰς τὸ νεώτερον, καὶ μηχανᾶται τρόπον τοιοῦτον· ἐὰν γάρ, φησίν, ὑποθώμεθά τινα ζʹ χρόνων ὄντα καί τινα νεωστὶ τεχθέντα, οὗτος κατʼ ἀρχὰς μὲν ὅλῳ ἑαυτῷ ὑπερέχει τοῦ τεχθέντος (τὰ γὰρ ἑπτὰ τοῦ μηδενὸς ὅλῳ ὑπερέχει), προκόπτοντος δὲ τοῦ χρόνου ὁ μὲν ὀκτὼ ἐτῶν γίνεται, ὁ δὲ ἐνιαυτοῦ, καὶ μεταβάλλει ἐκ τοῦ ὅλῳ ἑαυτῷ ὑπερέχειν εἰς τὸ μέρει τινὶ ἑαυτοῦ ὑπερέχειν (τὰ γὰρ ὀκτὼ τοῦ ἑνὸς μέρει καὶ οὐχ ὅλῳ ἑαυτῷ ὑπερέχουσιν), καὶ οὕτω προκόπτοντος τοῦ χρόνου καθαιρεῖται ὁ ὀκταπλασίων λόγος καὶ ἐλάσσων γίνεται, ὥστε μεταβάλλειν τὸ πρεσβύτερον ἐπὶ τὸ νεώτερον, κατὰ μέρος γὰρ νεώτερος γίνεται ὡς πρὸς τὸν ἐξ ἀρχῆς παραβαλλόμενος. οὕτω δὲ ἔχει καὶ τὰ πράγματα· ὁρῶμεν γάρ τινος ἄρτι τεχθέντος ὑπερβάλλοντας ἡμᾶς πολλῷ, εἶτα προϊόντος τοῦ χρόνου καθαιρουμένην τὴν ὑπεροχὴν καὶ ἐλάττονα τὸν λόγον τῆς αὐξήσεως γινόμενον. Καὶ ταῦτα μὲν ὡς πρὸς τὰς ἀπορίας. [20]
9 6
ἀλλʼ ἐπειδὴ εἴωθεν ἄνω καὶ κάτω 〈θρυλεῖσθαι〉 ὡς εἰσάγει ὁ Πλάτων τὴν μετεμψύχωσιν—ἤτοι τὴν μετενσωμάτωσιν, διότι οὐ πολλαὶ ψυχαὶ ἓν σῶμα εἰδοποιοῦσιν, ἐπεὶ αὕτη μετεμψύχωσις ἦν, ἀλλὰ μία ψυχὴ διάφορα σώματα μεταμπίσχεται, —φέρε δείξωμεν ψευδῆ ὄντα τὸν περὶ τῆς μετεμψυχώσεως λόγον (ἤτοι μετενσωματώσεως· ταὐτὸν γὰρ σημαίνει). ὃ γὰρ αὐτὸς ἐπὶ τῆς λογικῆς ἀπορεῖ [87b2—88b8], λέγων ὅτι ζητητέον μήποτε ἡ ψυχή, δίκην ὑφάντου πολλὰ ἱμάτια κατατρίψαντος καὶ ὕστερον φθαρέντος, οὕτω καὶ ἡ ψυχὴ πολλὰ σώματα ἐνδυσαμένη ὕστερον καὶ αὐτὴ διεφθάρη, τοῦτο οὖν ἐστιν εὐλογώτερον ἐπὶ τῆς ἀλόγου ἁρμόσαι· ἐπειδὴ γάρ ἐστι καὶ μετὰ τὸν χωρισμὸν τοῦ σώματος, ἄδηλον μήποτε πολλὰ σώματα ἐνδυσαμένη ὕστερον διαφθαρῇ. εἰ οὖν μὴ ἐλέγομεν τὴν ἄλογον μετεμψυχοῦσθαι καίτοι οὖσαν μετὰ τὸν χωρισμόν, πολλῷ μᾶλλον οὐδὲ τὴν λογικήν, καὶ ἢ δώσει ὁ Πλάτων καὶ ἐκ τῆς ἀλόγου μετεμψύχωσιν ἢ οὐδὲ ἐκ τῆς λογικῆς. ταῦτα ἔχει ἡ θεωρία. Καί τινα δύναμιν ἔχει καὶ φρόνησιν [70b3—4]: τινὰ ζωὴν ἔχει καὶ γνωστικὴν ἐπιστήμην· ἡ μὲν γὰρ ʼδύναμισʼ τὴν ζωτικὴν ἐνέργειαν δηλοῖ, ἡ δὲ ʼφρόνησισʼ τὴν ἐπιστημονικὴν ἕξιν. [10] *[crux: ἐπιστήμην]*
9 8
Βούλει οὖν διαμυθολογῶμεν [70b6]: τί οὖν; μῦθος τὰ λεγόμενα ὑπὸ τοῦ Σωκράτους; ἢ τὴν ἐξ ἑπομένου πίστιν μυθολογίαν ἐκάλεσεν ὁ Σωκράτης, οἷός ἐστιν ὁ προκείμενος λόγος· κατασκευάζει γὰρ τὴν ἀθανασίαν τῆς ψυχῆς οὐκ ἐκ τῆς οὐσίας ὁρμώμενος, ἀλλʼ ἔκ τινος ἑπομένου, τοῦ μεταβάλλειν τὸν θάνατον καὶ τὴν ζωὴν εἰς ἄλληλα. ταύτην οὖν μυθολογίαν εἶπεν. Εἰπεῖν τινα συνακούσαντ α , οὐδὲ εἰ κωμῳδοποιὸς εἴη [70b10—c1]: τί βούλεται ἐνταῦθα τῷ Πλάτωνι ἡ μνήμη τῶν κωμῳδοποιῶν; ἢ τὸ λεγόμενον τοῦτό ἐστιν, ὅτι ʼοὐ δώσω χώραν τοῖς κωμῳδοποιοῖς διαλοιδορεῖσθαί μοιʼ· ὁ γὰρ Εὔπολίς φησιν [frg. [5]
9 9
352] περὶ τοῦ Σωκράτους· ʼτί δῆτα ἐκεῖνον τὸν ἀδολέσχην καὶ πτωχόν, ὃς τἆλλα μὲν πεφρόντικεν, ὁπόθεν 〈δὲ〉 καταφαγεῖν ἔχοι, τούτου κατημέληκενʼ. ʼνῦν οὖν οὐκ ἐρεῖ ταῦτα περὶ ἐμοῦ ζητοῦντος μαθεῖν εἰ εἰσὶν αἱ ψυχαὶ ἡμῶν ἐν Ἅιδου ἢ μή, χρειώδης γὰρ ἡ τοιαύτη ζήτησισʼ. καὶ εὖ γε τοῦ Πλάτωνος ἐν καιρῷ παρῳδήσαντος τὰ Εὐπόλιδος· μέγιστα γὰρ δύναται ὁ καιρός· ʼψυχαὶʼ γὰρ ʼτῶν θεραπειῶν οἱ καιροίʼ, καὶ ἔστιν ὁ καιρὸς ʼχρόνος προσλαβὼν τὸ εὖʼ. ὅρα δὲ ὅτι ἐπʼ ὀλίγον αὐτοῦ ἐμνημόνευσεν καὶ οὐκ ἐνέμεινεν παρῳδῶν τοῦτο. Πρᾶξις σὺν θεῷ Παλαιὸς μὲν οὖν ἐστί τις ὁ λόγος οὗτος οὗ μεμνήμεθα [70c5—72e2]. [10]
10 1
Ὁ περὶ μετεμψυχώσεως λόγος ἤτοι μετενσωματώσεως ἀναγκαῖός ἐστι δύο τούτων προληφθέντων, τοῦ τὸν κόσμον ἀίδιον εἶναι καὶ τοῦ τὴν ψυχὴν ἀθάνατον εἶναι· εἰ γὰρ ἄμφω σῴζεται, ἀνάγκη μετεμψύχωσιν εἶναι, ἵνα μὴ τὸ ἄπειρον ὑποστῇ ἐνεργείᾳ. διὸ καὶ Ἀριστοτέλης ἀμφιβάλλεται, λέγων τὸν κόσμον ἀίδιον, μήποτε τὴν ψυχὴν θνητὴν λέγει, διὰ τὸ ἐπιτωθάζειν αὐτὸν ἐν τῇ Περὶ ψυχῆς [I 3, 407b22] τῇ μετεμψυχώσει λέγοντα· ʼκατὰ γὰρ τοὺς Πυθαγορείους μύθους τὸ ζῶν ἐκ τοῦ τεθνεῶτος ἀναβιώσκεταιʼ. εἰ οὖν μῦθον ἐκάλεσεν, δῆλός ἐστι μὴ δοξάζων μετεμψύχωσιν, καὶ μέγιστον τοῦτο ἐπιχείρημα κατὰ Ἀριστοτέλους ἀναγκαστικὸν τοῦ τὴν ψυχὴν μὴ λέγειν ἀθάνατον. Πρῶτον τοῦτο, 〈βʹ δὲ〉 ὅτι ὁ σκοπὸς τῷ προκειμένῳ λόγῳ δεῖξαι οὐκ ἀθάνατον τὴν ψυχήν, ἀλλʼ ἐπιδιαμένουσαν χρόνον τινὰ μετὰ τὸν χωρισμὸν τοῦ σώματος, καὶ οὐ καθάπερ Ἰάμβλιχος οἴεται, ἕκαστον λόγον δεικνύναι τὴν ἀθανασίαν τῆς ψυχῆς. ταῦτα γὰρ ἐνθουσιῶν ὡς κατὰ περιωπήν φησιν, ʼοἷος ἐκείνου θυμόσʼ, οὐ μὴν τῇ λέξει ταῦτα οἰκεῖα· οὐδὲ γὰρ ὁ ἐρωτῶν τοῦτο ὥρισεν τὸ πρόβλημα οὔτε ὁ ἀποκρινόμενος ἔδειξε τὴν ψυχὴν ἀθάνατον. ὁ μὲν γὰρ Κέβης ἠρώτησεν εἰ δυνατὸν τὴν ψυχὴν χωρισθεῖσαν ἀπὸ τοῦ σώματος ἐπιδιαμένειν καὶ μὴ δίκην πνεύματος διασκορπίζεσθαι, καὶ ὁ Σωκράτης δείκνυσιν ὅτι ἐπιδιαμένει χρόνον τινὰ μετὰ τὸν χωρισμὸν τοῦ σώματος, οὐ μὴν ὅτι καὶ ἀεὶ ἔδειξεν. καὶ ὅτι ταῦτα καὶ τῇ ἀλόγῳ ὑπάρχει, καὶ ὅσον ἐπὶ τούτῳ ἔσται καὶ αὕτη ἀίδιος. [15]
10 2
τρεῖς γὰρ αὗται δόξαι ψευδεῖς περὶ ψυχῆς γεγόνασι, μία μὲν ἡ λέγουσα ἅμα φθείρεσθαι τῷ σώματι τὴν ψυχήν, ὡς ἡ λέγουσα τὴν ψυχὴν ἁρμονίαν, ἧς δόξης ἦν ὁ Σιμμίας [85e3—86d4] καί τινες τῶν Πυθαγορείων. δευτέρα δὲ ἡ λέγουσα τὴν ψυχὴν οἷον σῶμα οὖσαν λεπτομερὲς καὶ καπνῷ ἐοικυῖαν μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τοῦ σώματος σκεδάννυσθαι καὶ φθείρεσθαι, ἧς δόξης ἦν καὶ ὁ ποιητής (ʼψυχὴ δὲ ἐκ ῥεθέων πταμένη Ἄιδόσδε βεβήκειʼ [Π 856, Χ 362] καὶ ʼᾤχετο τετριγυῖα κατὰ χθονὸς ἠύτε καπνόσʼ [Ψ 100—101]). ταύτης τῆς δόξης καὶ ὁ νῦν ἀπορῶν Κέβης ἐστί, πρὸς ἣν καὶ ἐνίσταται ὁ Σωκράτης δεικνὺς ὅτι ἐπιδιαμένει χρόνον τινά. τρίτη δόξα ἡ λέγουσα τὴν μὲν ἀπαίδευτον ψυχὴν ἐξιοῦσαν τοῦ σώματος εὐθὺς φθείρεσθαι, τὴν δὲ πεπαιδευμένην στομωθεῖσαν ταῖς ἀρεταῖς ἐπιμένειν τὴν ἐκπύρωσιν τοῦ παντὸς κόσμου, ἧς δόξης ἦν καὶ ὁ Ἡράκλειτος. Τρίτον ζητήσωμεν τίς ἡ συλλογιστικὴ ἀγωγὴ τοῦ ἐπιχειρήματος, ἣν καὶ μῦθον καλεῖ ἡ λέξις [70b6], τὴν διὰ συλλογισμοῦ γνῶσιν μῦθον καλέσασα ὡς διὰ μέσου ὅρου γινομένην καὶ μὴ αὐτοπτοῦσαν τὰ πράγματα, καθάπερ ἡ νοερὰ οἷον ἐξ εἰκόνων ἐστὶν γνῶσις καὶ μῦθός ἐστιν παραβαλλομένη πρὸς τὴν παραδειγματικήν· ὥστε τὴν συλλογιστικὴν μέθοδον, ἐφʼ ᾗ ὁ Περίπατος σεμνύνεται, μῦθον ὁ Πλάτων ἐκάλεσεν. [5]
10 3
ἔστι δὲ ὁ λόγος οὗτος· ʼεἰ τὸ ζῶν καὶ τὸ τεθνεὸς ἐξ ἀλλήλων, εἰσὶν ἄρα ἡμῶν αἱ ψυχαὶ ἐν Ἅιδου· ἀλλὰ μὴν τὸ πρῶτον· καὶ τὸ δεύτερον ἄραʼ. καὶ ὅτι τὸ ζῶν καὶ τὸ τεθνεὸς ἐξ ἀλλήλων, κατασκευάζει ἡ λέξις ἐκ τῆς μαρτυρίας τῶν παλαιῶν ποιητῶν, ἀπὸ Ὀρφέως, φημί, λέγοντος [frg. 224a]· ʼοἱ δʼ αὐτοὶ πατέρες τε καὶ υἱέες ἐν μεγάροισιν ἠδʼ ἄλοχοι σεμναὶ κεδναί τε θύγατρεσʼ. (πανταχοῦ γὰρ ὁ Πλάτων παρῳδεῖ τὰ Ὀρφέως· οὕτω γοῦν καὶ ἀνωτέρω [62b2—3] ἔλεγεν ʼὁ μὲν οὖν ἐν ἀπορρήτοις περὶ αὐτῶν λεγόμενοσʼ καὶ πάλιν [69c8—d1] ʼπολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε Βάκχοιʼ.) ἀλλὰ μὴν καὶ ὁ Ἐμπεδοκλῆς ἔφη [frg. B 117]· ʼἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε θάμνος τʼ οἰωνός τε καὶ εἰν ἁλὶ νήχυτος ⟦ ἔξαλος ἄμφοροσ ⟧ ἰχθύσʼ. ὁ δέ γε Πρόκλος ἤτοι ὁ Συριανὸς κατασκευάζει ὅτι τὸ ζῶν καὶ τὸ τεθνεὸς ἐξ ἀλλήλων, ὅτι ʼἡ ζωὴ καὶ ὁ θάνατος σύγκρισις καὶ διάκρισις, ταῦτα δὲ ἐναντία, τὰ δὲ ἐναντία μεταβάλλει εἰς ἄλληλα· ὥστε καὶ τὸ ζῶν καὶ τὸ τεθνεὸς μεταβάλλει εἰς ἄλληλαʼ. [20]