T
Ἐκ τῶν τοῦ Φρυνίχου Ἑκοντὴν οὐ χρὴ λέγειν, ἀλλʼ ἐθελοντήν.
Ὄπισθεν, οὐχὶ ὄπιθεν. Οὐχ ὑπόδειγμα, ἀλλὰ παράδειγμα.
5
Ὠνάμην, ὤνασο, ὤνατο εὕρηται, ὠνήμην δέ, ὤνησο, ὤνητο κάλλιον. Μέχρι καὶ ἄχρι δίχα τοῦ ς κάλλιον.
Ἐμπτύει μου μηδαμῶς, ἀλλὰ καταπτύει μου. Εὐχαριστεῖν οὐχ Ἑλληνικόν, τὸ δὲ χάριν εἰδέναι.
Ἄρτι ἥξω οὐκ εἴποις ἐπὶ μέλλοντος, ἀλλʼ ἐπὶ ἐνεστῶτος καὶ παρῳχημένου, ἄρτι ἥκω καὶ ἄρτι ἀφικόμην. Τέμαχος κρέως ἢ ἄρτου ἢ πλακοῦντος οὐκ εἴποις, ἀλλὰ τομός· τὸ γὰρ τέμαχος μόνον ἐπὶ ἰχθύος.
Ἄμυναν οὐκ εἴποις, ἀλλὰ διὰ ῥήματος, ἀμύνομαι, ἀμύνασθαι, ἀμυνοῦμαι. Διωρία οὐκ εἴποις, ἀντʼ αὐτοῦ δὲ προθεσμία ἐρεῖς.
Ἀνεῖναι ἐλαίῳ ἢ ὄξει ἢ ἄλλῳ τῳ λέγουσιν ἰατροὶ ἀμαθῶς· δεῖ γὰρ διεῖναι λέγειν. Περιέσσευσεν ἄχρηστον, ἐπερίσσευσε δὲ χρήσιμον.
20
Οὐ σπῖλος εἴποις, ἀλλὰ κηλίς. Ἀνειλεῖν βιβλίον διʼ ἑνὸς λ κάκιστον, ἀλλὰ διὰ τῶν δύο ἀνειλλεῖν.
Οὐκ εἴποις πιοῦμαι διὰ τοῦ υ, πίομαι δὲ καὶ πιόμενος ἄνευ τοῦ υ. Δίων δὲ διὰ τοῦ υ λέγων ἁμαρτάνει. Ἤλειπται, κατώρυκται οὐ χρὴ λέγειν, ἀλλʼ Ἀττικῶς ἀλήλιπται καὶ κατορώρυκται.
Ἀπελεύσομαι οὐκ εἴποις, ἀλλʼ ἄπειμι, καὶ τοῖς ὁμοειδέσιν ὁμοίως. Ὤμοκε ἄηθες· χρὴ γὰρ ὀμώμοκε λέγειν.
Ἀλκαϊκὸν ᾆσμα οὐκ εἴποις, ἀλλʼ Ἀλκαιϊκὸν καὶ τροχαιϊκόν. Νηρὸν ὕδωρ οὐκ εἴποις, ἀλλὰ πρόσφατον, ἀκραιφνές.
Ποῖ ἄπει διὰ τοῦ ι εἴποις· ποῦ δὲ ἄπει διὰ τοῦ υ οὐκ εἴποις· ποῦ δὲ διατρίβεις εἴποις. Ἔκτοτε οὐκ εἴποις, ἀλλʼ ἐξ ἐκείνου.
30
Πηνίκα μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν· οἷον εἴ τις εἴποι „πηνίκα ἀποδημήσεισ“, ἐὰν εἴπῃς „μετὰ δύο ἢ τρεῖς ἡμέρασ“, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δὲ εἴπῃς „ἕωθεν“ ἢ „περὶ μεσημβρίαν“, ὀρθῶς ἐρεῖς. Ὀρθρινὸς οὔ, ἀλλʼ ὄρθριος.
Μεσονύκτιον ποιητικόν, οὐ πολιτικόν. Ἡ πηλὸς Συρακούσιοι λέγοντες ἁμαρτάνουσιν.
35
Ὀψινὸς ὁμοίως τῷ ὀρθρινός· σὺ δὲ ὄψιος ὡς ὄρθιος λέγε. Ποταπὸς διὰ τοῦ τ οὐκ εἴποις, ἀδόκιμον γάρ· διὰ δὲ τοῦ δ λέγων ἐπὶ γένους θήσεις.
„ποδαπός ἐστιν;“ „Θηβαῖος ἢ Ἀθηναῖοσ“, ἔστι γὰρ οἷον „ἐκ τίνος δαπέδου;“. εἰ ποταπὸς δέ ἐστιν, εἴποις· „ποταπὸς τὸν τρόπον Φρύνιχος;“, „ἐπιεικήσ“. χρὴ οὖν οὕτως ἐρωτᾶν· „ποῖός σοί τις δοκεῖ εἶναι;“. Φανὸς ἐπὶ λαμπάδος, ἀλλὰ μὴ ἐπὶ κερατίνου λέγε· τοῦτο δὲ λυχνοῦχον. [5]
Ἐν χρῷ κουρίας φαθί, καὶ μὴ ψιλόκουρος. Πεινῆν, διψῆν λέγε, ἀλλὰ μὴ διὰ τοῦ α.
40
Ἡ χάραξ ἐρεῖς τὸ τῆς ἀμπέλου στήριγμα, οὐ κατὰ τὸ ἀρρενικόν. Σκίμπους λέγε, ἀλλὰ μὴ κράββατον.
Ἐρεύγεσθαι ὁ ποιητής· „ὁ δʼ ἐρεύγετο οἰνοβαρείων“, ἀλλʼ ὁ πολιτικὸς ἐρυγγάνειν λεγέτω. Ὁ φάρυγξ ἀρρενικῶς Ἐπίχαρμος λέγει, Ἀττικοὶ δὲ ἡ φάρυγξ.
Αὐθαδίζεσθαι λέγε, ἀλλὰ μὴ ἀναιδεύεσθαι. Βεβίασται ἡ κόρη λέγε, ἀλλʼ οὐ διέφθαρται.
Ἡ ὕσπληγξ λέγε, ἀλλʼ οὐχ ὁ ὕσπληγξ. Ἰλὺς οἴνου οὐκ ὀρθόν, ἀλλὰ ποταμοῦ· οἴνου δὲ τρὺξ ἢ ὑπόστασις.
50
Κόριον ἢ κορίδιον ἢ κορίσκη λεγέσθω, τὸ δὲ κοράσιον μηδαμῶς. Ἡ ῥὰξ ἐρεῖς, ὁ δὲ ῥὼξ παράλογον.
Κακοδαιμονεῖν οἱ νόθως ἀττικίζοντες, οἱ δὲ Ἀθηναῖοι διὰ τοῦ α, κακοδαιμονᾶν. καὶ θαυμάσαι ἄν τις, πῶς εὐδαιμονεῖν μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονεῖν. Κόρημα χρὴ λέγειν, οὐχὶ σάρον, καὶ κορεῖν καὶ παρακορεῖν, ἀλλὰ μὴ σαροῦν.
Ἀφῆλιξ λέγοντες ἁμαρτάνουσιν οἱ ῥητορικοί· τοὐναντίον γὰρ ἢ δεῖ χρῶνται· τὸν μὲν γὰρ πρεσβύτερον ῥητέον ἀφήλικα, οἱ δʼ ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας χρῶνται. Προκόπτειν λέγουσιν, τὸ δὲ ὄνομα προκοπὴ οὐκ ἔστι παρʼ αὐτοῖς.
Βιβλιαγράφος λέγεται, ἀλλʼ οὐ βιβλιογράφος. Ὀσμὴ γράφεται διὰ τοῦ ς, τὸ δὲ διὰ τοῦ δ, ὀδμή, Ἰώνων.
Βελόνη καὶ βελονοπώλης ἀρχαῖα, ἡ δὲ ῥαφὶς τί ἐστιν οὐκ οἶδα. Ἀκέστης λέγουσιν οἱ παλαιοί, οὐκ ἠπήτης.
Ἠπήσασθαι ἔστι μὲν ἅπαξ παρʼ Ἀριστοφάνει ἐν Δαιταλεῦσιν· „καὶ κόσκινον ἠπήσασθαι“, σὺ δὲ λέγε ἀκέσασθαι τὸ ἱμάτιον· παίζων γὰρ τὰς Ἡσιόδου ὑποθήκας Ἀριστοφάνης εἶπε τοῦτο. Ἀγαθὸς μᾶλλον λέγεται καὶ ἀγαθὸς μάλιστα, ἀλλὰ μὴ ἀγαθώτατος καὶ ἀγαθώτερος.
Ἀρχῆθεν οἱ ποιηταὶ λέγουσιν, τῶν δὲ καταλογάδην δοκίμων οὐδείς, ἀλλʼ ἐξ ἀρχῆς. Γαστρίζειν ἐπὶ τοῦ τὴν γαστέρα ἐμπίπλασθαι Ἀθηναῖοί φασιν, οὐκ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν· ἴσως δὲ καὶ τοῦτʼ ἂν σημαίνοι.
Γαργαλίζειν λέγε διὰ τοῦ ρ, ἀλλὰ μὴ διὰ τοῦ γ γαγγαλίζειν. Τάχιον οἱ Ἕλληνες οὐ λέγουσιν, θᾶττον δέ.
Βράδιον μὲν ὁ Ἡσίοδος γράφει, „βράδιον δὲ Πανέλλησι φαείνει“, Θουκυδίδης δὲ καὶ Πλάτων βραδύτερον. Γρυλλίζειν διπλοῦν ἔχει τὸ ἁμάρτημα, ὅτι τε διὰ τῶν δύο λλ ἐκφέρεται, καὶ ὅτι ἐπὶ τῶν φορτικῶς καὶ ἀσχημόνως ὀρχουμένων οἱ νῦν τιθέασιν.
σὺ οὖν διὰ τοῦ ἑνὸςλ, καὶ ἐπὶ τῆς τῶν συῶν φωνῆς. Γογγύλη οἱ μὲν παλαιοὶ ἐπὶ τοῦ στρογγύλου τιθέασιν, οἱ δὲ νῦν ἐπὶ τοῦ λαχάνου· ὅπερ γογγυλίς, οὐ γογγύλη λέγεται.
Πάντοτε μὴ λέγε, ἀλλʼ ἑκάστοτε καὶ διαπαντός. Γενέσια· οὐκ ὀρθῶς τίθεται ἐπὶ τῆς γενεθλίου ἡμέρας· γενέσια γὰρ Ἀθήνησιν ἑορτή.
75
λέγειν οὖν δεῖ γενέθλια καὶ γενεθλίους ἡμέρας. Ἀργὴ ἡμέρα καὶ ἀργὴ γυνὴ μὴ λέγε, ἀλλʼ ἀργός.
Ἀποκριθῆναι· διττὸν ἔχει τὸ ἁμάρτημα· ἔδει γὰρ ἀποκρίνασθαι λέγειν, καὶ εἰδέναι ὅτι τὸ διαχωρισθῆναι σημαίνει, ὡσπεροῦν καὶ τὸ ἐναντίον αὐτοῦ, τὸ συγκριθῆναι, τὸ εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν. εἰδὼς οὖν τοῦτο ἐπὶ μὲν τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε, ἐπὶ δὲ τοῦ διαχωρισθῆναι τὸ ἀποκριθῆναι. Ἀσβόλη μὴ λέγε, ἀλλὰ ἄσβολος. [5]
Θερμότης λέγε, ἀλλὰ μὴ θερμασία. Ὅρμενα αἱ τῶν λαχάνων ἄνθαι, καὶ ἐξορμενίζειν τὸ ἐκβλαστάνειν καὶ ἐξανθεῖν.
λέγε οὖν ὅρμενα καὶ μὴ ἀσπαράγους. Αἴθαλος ἀρσενικῶς, ἀλλὰ μὴ αἰθάλη.
Κολυμβάδες ἐλαῖαι μὴ λέγε, ἀλλὰ ἁλμάδες ἐλᾶαι χωρὶς τοῦ ι. Ἐγρήγορα χρὴ καὶ ἐγρήγορεν, ἀλλʼ οὐχὶ γρηγόρει καὶ γρηγορῶ.
Αὐθέντης μηδέποτε χρήσῃ ἐπὶ τοῦ δεσπότου ὡς οἱ περὶ τὰ δικαστήρια ῥήτορες, ἀλλʼ ἐπὶ τοῦ αὐτόχειρος φονέως. Ἀγήοχεν ἀδόκιμον, εἰ καὶ Λυσίας τούτῳ χρῆται· ἀλλὰ Δημοσθένει πείθου, ἤχασι ἀλλʼ οὐκ ἀγηόχασι λέγοντι.
Καλλιγραφεῖν μὴ λέγε, ἀλλʼ εἰς κάλλος γράφειν. Ἀκμὴν ἀντὶ τοῦ ἔτι· Ξενοφῶντα μέν φασιν ἅπαξ αὐτῷ κεχρῆσθαι, σὺ δὲ φυλαττόμενος ἔτι λέγε.
95
Ἀπόπαλαι καὶ ἔκπαλαι μὴ λέγε, ἀλλʼ ἐκ παλαιοῦ. Ἀνατέλλειν ἐρεῖς ἐπὶ ἡλίου, ἐπιτέλλειν δὲ ἐπὶ ἄστρων, οὐκ ἐπὶ σελήνης.
Εὐκαιρεῖν οὐ λεκτέον, ἀλλʼ εὖ σχολῆς ἔχειν. Ἐξεπιπολῆς τινες, οἱ δʼ ἀρχαῖοι ἐπιπολῆς κάλλιον.
Ἔνδον εἰσέρχομαι βάρβαρον· ἔνδον γάρ εἰμι καὶ ἔνδον ἐστὶ δόκιμον. δεῖ οὖν εἴσω παρέρχομαι λέγειν. Ἔσω διατρίβω οὐκ ἐρεῖς, ἀλλʼ ἔνδον διατρίβω. Κληρονομεῖν τόνδε· οὐχ οὕτως ἡ ἀρχαία χρῆσις, ἀλλὰ κληρονομῶ τοῦδε.
Θρίδακα Ἡρόδοτος ἰάζων εἶπεν, σὺ δὲ ὡς Ἀττικὸς θριδακίνην ἐρεῖς. Ἐπίκλιντρον ῥητέον, οὐκ ἀνάκλιντρον.
Ἐπίδοξον τὸ προσδοκώμενον ἐρεῖς, οὐχ ὡς οἱ ἀμαθεῖς τὸν ἐπίσημον. Μάμμην τὴν πατρὸς ἢ μητρὸς μητέρα οὐ λέγουσιν οἱ ἀρχαῖοι, ἀλλὰ τήθην, μάμμην δὲ καὶ μαμμίον τὴν μητέρα.
ἀμαθὲς οὖν τὸ τὴν μάμμην ἐπὶ τῆς τήθης λέγειν. Ἔσχατον χρὴ λέγειν, οὐκ ἐσχατώτατον.
Ἀμεινότερον, κρεισσότερον, καλλιώτερον οὐκ ἐρεῖς, εἰ καὶ ποιηταὶ λέγουσιν· συγκριτικοῦ γὰρ συγκριτικὸν οὐκ ἔστιν. λέγειν οὖν ἄμεινον χρὴ καὶ κρεῖσσον καὶ κάλλιον. Μονόφθαλμον οὐκ ἐρεῖς, ἀλλʼ ἑτερόφθαλμον, εἰ καὶ Κρατῖνος μονόφθαλμον λέγει τὸν Κύκλωπα.
Ἐωνησάμην· ἔνθα ἂν μὴ δυνηθῇς τὸ ἐπριάμην καὶ ὅσα ἀπʼ αὐτοῦ γίνεται θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι τάττε· ἔνθα δὲ δύνῃ, τὰ ἀπὸ τοῦ ἐώνημαι, οἷον· „ἐώνημαι οἰκίαν“· ἐνταῦθα ἐγχωρεῖ τὸ ἐπριάμην, δεῖ οὖν τοῦτο λέγειν, „ἐπριάμην οἰκίαν“. πάλιν „ἔτυχον ἐωνημένος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐκ ἐγχωρεῖ τὸ ἀπὸ τοῦ πρίασθαι, καὶ μένει τὸ ἐωνημένος δόκιμον. οὕτως οὖν κἀπὶ τοῦ ἐωνησάμην· παρὸν γὰρ ἐπριάμην εἰπεῖν, μὴ εἴπῃς ἐωνησάμην. Εὕρασθαι οὐκ ἐρεῖς, ἀλλʼ εὑρέσθαι παροξυτόνως διὰ τοῦ ε. [5]
Ῥάφανον ἐπὶ τῆς ῥαφανίδος μὴ θῇς· σημαίνει γὰρ τὴν κράμβην. Εὔνως ἔχει μὴ λέγε, ἀλλʼ εὐνοϊκῶς.
Εὐθύ· πολλοὶ ἀντὶ τοῦ εὐθύς, διαφέρει δέ· τὸ μὲν γὰρ τόπου ἐστίν, εὐθὺ Ἀθηνῶν, τὸ δὲ χρόνου καὶ γράφεται σὺν τῷ ς. Νεομηνία μὴ λέγε, τοῦτο γὰρ Ἰώνων, ἀλλὰ νουμηνία.
Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα. ὀρθότερον δὲ χρῷτο ἂν ὁ λέγων „ἐὰν ᾖς ἐν ἀγορᾷ“. Ἀκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνενοήκεσαν ἐρεῖς χωρὶς τοῦ ι.
120
Ὁ ῥύπος ἐρεῖς καὶ μὴ τὸ ῥύπος. Ἀλεῖν ἐρεῖς, οὐκ ἀλήθειν· καὶ ἤλει, οὐκ ἤληθεν· ἀλοῦσα, οὐχὶ δὲ ἀλήθουσα.
Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός. μέθυσον δὲ γυναῖκα καὶ μεθύσην λέγε. Ἤμην· εἰ καὶ εὑρίσκεται παρὰ τοῖς ἀρχαίοις, φυλάττου· ἀντʼ αὐτοῦ δὲ τὸ ἦν ἐγὼ λέγε.
Ὤιδηκεν, ᾠκοδόμηκεν ἄριστα ἐρεῖς, ἀλλʼ οὐχὶ οἴδηκεν, οἰκοδόμηκεν διὰ τῆς ο καὶ ι διφθόγγου. Ἀνίστατο λέγε, μὴ ἠνίστατο.
Βρῶμος· πάνυ ἐζήτηται, εἰ χρὴ λέγειν ἐπὶ τῆς δυσωδίας· ἄχαριν οὖν ὀσμὴν λέγε ὥσπερ οἱ κωμῳδοποιοί. Ἡρακλέα, Περικλέα, Θεμιστοκλέα ἐπεκτείνων τὴν τελευταίαν συλλαβὴν λέγε, ἀλλὰ μὴ Ἡρακλῆν, Περικλῆν, Θεμιστοκλῆν.
Ἀνέῳγεν ἡ θύρα σολοικισμός· χρὴ γὰρ ἀνέῳκται λέγειν. Οἱ ἥρως οὐ λέγουσι δισυλλάβως, ἀλλὰ τρισυλλάβως οἱ ἥρωες.
ἐπὶ δὲ τῆς αἰτιατικῆς δισυλλάβως τοὺς ἥρως. ἅπαξ βιασθεὶς Ἀριστοφάνης ὑπὸ τοῦ μέτρου οἱ ἥρως εἶπεν, τῷ δὲ βεβιασμένῳ οὐ χρηστέον. Διεφθορὸς αἷμα σόλοικον· ἀλλὰ σὺ διεφθαρμένον λέγε.
Ἐλλύχνιον· καὶ τοῦτο τῶν εἰσκωμασάντων Ἀθήνησι· σὺ δʼ οὖν θρυαλλίδα λέγε. Θυμέλην· τοῦτο οἱ ἀρχαῖοι ἀντὶ τοῦ θυσίαν ἐτίθουν, οἱ δὲ νῦν ἐπὶ τοῦ τόπου ἐν θεάτρῳ, ἐφʼ ᾧ αὐληταὶ καὶ κιθαρῳδοὶ καὶ ἄλλοι τινὲς ἀγωνίζονται.
135
σὺ μέντοι, ἔνθα τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται, λογεῖον ἐρεῖς, ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν, ἀλλὰ μὴ θυμέλην. Θυείαν, μὴ ἴγδην λέγε. [5]
140
Αἱ νῆες ἐρεῖς, ἀλλʼ οὐχ αἱ ναῦς· σόλοικον γάρ. τὰς νῆας οὐκ ἐρεῖς, ἀλλὰ τὰς ναῦς. Κλαδᾶν ἀμπέλους, ἀλλὰ μὴ κλαδεύειν φαθί.
Πολίτης λέγε, ἀλλὰ μὴ συμπολίτης. Τύλην, εἰ καὶ εὕροις που, σὺ κνέφαιον λέγε.
Τὸ ῥάπισμα ἀδόκιμον· σὺ δὲ τὸ γνάθον πλατείᾳ πλῆξαι χειρὶ ἐπὶ κόρρης πατάξαι λέγε ὡς Ἀθηναῖοι. Παροψὶς τὸ ὄψον, οὐχὶ τὸ ἀγγεῖον ὥς τινες· ἀλλὰ τὸ ἀγγεῖον τρυβλίον ἢ ἠλεκάριον καλεῖται.
Τοῦ κροῦσαι τὴν θύραν ἄμεινον τὸ κόπτειν τὴν θύραν. Κρίβανος ἐρεῖς, οὐχὶ κλίβανος διὰ τοῦ λ, διὰ τὸ τὴν πρώτην τῶν ἀνθρώπων τροφὴν δοκεῖν κριθὰς εἶναι.
Κυνίδιον λέγε, ἀλλὰ μὴ κυνάριον, κἂν Θεόπομπος ὁ κωμῳδὸς ἅπαξ τούτῳ χρῆται. Ἐδεδίεσαν λέγει Λολλιανός· σὺ δὲ χωρὶς τοῦ ε λέγε ἐδέδισαν.
Οὐθεὶς ἀδόκιμον, οὐδεὶς δὲ κάλλιον. Λάγνης διὰ τοῦ η, ἀλλὰ μὴ λάγνος.
Λαγὼς Ἀττικόν, τὸ δὲ λαγὸς Ἰώνων· λαγωὸς οὐκ ἔστιν. Λίβανον φαθὶ τὸ δένδρον, τὸ δὲ θυμιώμενον λιβανωτόν.
Τὴν λιμὸν Δωρικόν· τὸν δὲ λιμὸν σὺ λέγε. Ἐλουόμην καὶ ὅσα ἀπʼ αὐτοῦ ἀδόκιμα· οἱ γὰρ Ἀττικοὶ χωρὶς τοῦ ο λέγουσιν ἐλούμην, ἐλοῦτο, λοῦμαι, λοῦσαι, λοῦσθαι, ἐλούμεθα, λοῦνται.
160
Δυσωπεῖσθαι· Πλουτάρχῳ μέν ἐστι περὶ δυσωπίας βιβλίον, ὅπερ οἴεται δηλοῦν τὸ ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν διʼ αἰδῶ· ἀλλὰ σημαίνει παρὰ τοῖς ἀρχαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν. Ἐπεξελευσόμενος ὁ Φαβωρῖνός φησιν, σὺ δὲ ἐπεξιὼν καὶ ἐπέξειμι.
Σαλπικτὴς τὸ δόκιμον, οὐ σαλπιστής· ὡσαύτως καὶ σαλπίξαι διὰ τοῦ ξ, ἀλλʼ οὐ διὰ τοῦ ς. Ἀφιερῶσαι Φαβωρῖνος, σὺ δὲ καθιερῶσαι.
Κολλάβους τοὺς ἐν τῇ λύρᾳ· σὺ δὲ κόλλοπας ἐρεῖς, οὕτω γὰρ Ἀθηναῖοι. Νίμμα ὁ πολὺς λέγει, σὺ δὲ ἀπόνιπτρον ἐρεῖς.
Νὴ τὼ θεώ· ὅρκος γυναικεῖος· οὐ μὴν ἀνὴρ ὀμεῖται τοῦτον, εἰ μὴ γυναικίζοιτο. Μεσοδάκτυλα μηδαμῶς εἴποις, ἀλλὰ τὰ μέσα τῶν δακτύλων.
Λάσταυρος· οἱ μὲν νῦν ἐπὶ τοῦ ἀξίου σταυροῦ, οἱ δὲ παλαιοὶ ἐπὶ τοῦ καταπύγωνος. Μάλη οὐκ ἐρεῖς, ὑπὸ μάλης μέντοι.
170
Μεγιστᾶνες ἀδόκιμον· σὺ δὲ μέγα δυναμένους λέγε. Ἐξιδιάζονται Φαβωρῖνος· σὺ δὲ ἰδιοῦσθαι λέγε.
Μύκας μὴ λέγε, ἀλλὰ μύκητας. Αὐτότροφος οὐκ ἐρεῖς, ἀλλʼ οἰκόσιτος· μὴ οἰκογενῆ δέ, ἀλλʼ οἰκότριβα.
ἴσως δὲ καὶ τὸ οἰκογενὴς οὐκ ἀδόκιμον. Ὀπωροπώλης οἱ ἀγοραῖοι, ὀπωρώνης οἱ Ἀθηναῖοι καὶ Δημοσθένης.
Νεοττοὶ καὶ νεόττιον λέγε, ἀλλὰ μὴ νοσσὸν καὶ νοσσίον· νοσσάκιον ἐκβλητέον τελέως. Χρύσεα, χάλκεα, κυάνεα Ἰακά· χρυσᾶ δὲ καὶ ἀργυρᾶ Ἀττικά.
Χρυσοῦς λέγε, ἀλλὰ μὴ χρύσεος· Ἰακὸν γάρ. Ἐκτρῶσαι καὶ ἔκτρωμα ἀδόκιμον· σὺ δὲ ἐξαμβλῶσαι καὶ ἄμβλωμα καὶ ἀμβλίσκει.
180
Δυσὶ μὴ λέγε, ἀλλὰ δυοῖν. Ὤτοις μὴ λέγε, ἀλλʼ ὠσίν.
Μείραξ καὶ μείρακες ἐπὶ γυναικῶν, μειράκιον δὲ καὶ μειρακίσκος ἐπὶ ἀνδρῶν. Σταθερὸς ἐπὶ ἀνθρώπου οὐδαμῶς λέγεται, ἀλλʼ ἐμβριθής.
Τὸ ἀναπεσεῖν βέλτιον ἐπὶ τοῦ ἀδημονῆσαι καὶ ἀθυμῆσαι ἢ ἐπὶ τοῦ ἀνακλιθῆναι. Ἀνάκειται ἐπὶ ἀναθήματος καὶ ἀνδριάντος ἐρεῖς.
Ἀντιβάλλειν ἀντὶ τοῦ ἀνταναγνῶναι οἱ νῦν λέγουσιν, οἱ δὲ παλαιοὶ ἀντὶ τοῦ ἀντιτιθέναι. Σκορπίζεται Ἰώνων, σκεδάννυται Ἀττικῶν.
Ῥέει, πλέει, ζέει Ἰακά· ῥεῖ δὲ καὶ ζεῖ καὶ πλεῖ Ἀττικά. Ἀρτοκόπος ἀδόκιμον, ἀρτοπόπος δὲ ἢ ἀρτοποιὸς ἐρεῖς.
195
Ἐξυπνισθῆναι οὐκ ἐρεῖς, ἀλλʼ ἀφυπνισθῆναι. Βαλανοκλέπτης μὴ εἴποις, ἀλλὰ βαλανειοκλέπτης.
Βασίλισσα· οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασιλὶς ἢ βασίλεια. Συγχαίνομαι· τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα· σὺ δὲ βδελύττομαι ἐρεῖς.
200
Ἀλεκτορίς· εὑρίσκεται καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳδίᾳ· λέγε δὲ ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος, ὡς οἱ παλαιοί. Γλωσσίδας αὐλῶν ἢ ὑποδημάτων μὴ λέγε, ἀλλὰ γλώττας αὐλῶν καὶ ὑποδημάτων.
Διώρυχος, διώρυχι, διώρυχα μετὰ τοῦ χ λέγε καὶ μὴ μετὰ τοῦ γ. Δίκρανον· τοῦτο οἱ ἀρχαῖοι δίκρουν καλοῦσιν.
205
Διόσκοροι λέγε χωρὶς τοῦ υ. Ἔφησθα λέγε, εἰ καὶ ἔφης εὑρίσκεταί που.
210
Παιδίσκη· οἱ μὲν παλαιοὶ ἐπὶ τῆς νεάνιδος, οἷς ἀκολουθητέον, οἱ δὲ νῦν ἐπὶ τῆς θεραπαίνης. Παῖξαι· Δωριεῖς διὰ τοῦ ξ, οἱ δὲ Ἀττικοὶ διὰ τοῦ ς παῖσαί τε καὶ παίσατε καὶ συμπαίστης.
Παλαιστρικός· Ἄλεξίν φασιν εἰρηκέναι, σὺ δὲ λέγε παλαιστικόν. Ἐπῳδὴν λέγε, ἀλλὰ μὴ ἐπαοιδήν.
Προάλως Φαβωρῖνος ἀμαθῶς· σὺ δὲ ἀντʼ αὐτοῦ προπετῶς. Πήχεως καὶ πήχεων Ἀττικῶς, ἀλλὰ μὴ πήχων καὶ πηχός.
Ἔκθεμα βάρβαρον· σὺ δὲ λέγε πρόγραμμα. Ὕπαιθρον μὴ λέγε, ἀλλʼ ὑπαίθριον τετρασυλλάβως.
Κοιτὼν καὶ προκοιτὼν ἀδόκιμα· χρὴ οὖν προδωμάτιον λέγειν ὡς Ἀττικόν. Ῥοΐδιόν τινες ἀμαθῶς διῃρημένως λέγουσιν· ἡμεῖς δὲ ῥοίδιον.
Σμῆγμα καὶ σμῆξαι ἀνάττικα, Ἀττικὸν δὲ σμῆμα καὶ σμῆσαι, τὸ μὲν χωρὶς τοῦ γ, τὸ δὲ διὰ τοῦ ς. Σάκκος· Δωριεῖς διὰ τοῦ διπλοῦ κκ, οἱ δὲ Ἀθηναῖοι διʼ ἑνός.
Ἐπαρίστερον οὐ χρὴ λέγειν, ἀλλὰ σκαιόν. Στύππινον, ἀλλʼ οὐ στυπέϊνον διαλελυμένως καὶ τετρασυλλάβως ἐρεῖς.
230
Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ. Εὐαγγελίζομαι αἰτιατικῇ συντάττουσιν, οἱ πλείους δὲ δοτικῇ.
γράφεται δὲ καὶ εὐαγγελῶ, οὗ τὸ δεύτερον εὐαγγελεῖς. Ἐκαθέσθη, καθεσθείς, καθεσθήσομαι καὶ ὅσα ἀπὸ τούτων ἔκφυλα· λέγομεν οὖν καθέζομαι, καθεδοῦμαι, καθεδεῖται, καθεδοῦνται, καθεδούμενος.
Υἱέα μηδαμῶς εἴποις, ἀλλʼ υἱόν. Ἄνωθέν σοι φίλος εἰμί, ἀλλʼ οὐκ ἀνέκαθεν ἐρεῖς· τὸ γὰρ ἀνέκαθεν ἐπὶ τόπου λαμβάνουσιν Ἀθηναῖοι, „ἀνέκαθεν κατέπεσεν“.
235
εἰ δʼ ὑφʼ Ἡροδότου φήσει τις καὶ ἐπὶ χρόνου λαμβάνεσθαι, ἀληθῆ μὲν φήσει, οὐ μὴν τὸ ὑφʼ Ἡροδότου ἅπαξ εἰρῆσθαι τὸ δόκιμον τῆς χρήσεως αὐτῷ παρέχεται. Βάκηλος· ἁμαρτάνουσιν οἱ τάττοντες αὐτὸ κατὰ τοῦ βλακός· σημαίνει γὰρ ὁ βάκηλος τὸν ἀποτετμημένον τὰ αἰδοῖα, ὃν Βιθυνοί τε καὶ Ἀσιανοὶ Γάλλον καλοῦσιν. [5]
λέγε οὖν βλὰξ καὶ βλάκιον ὡς οἱ ἀρχαῖοι. Τὸ ἑκὼν εἶναι οἱ παλαιοὶ ἐπὶ ἀπαγορεύσεως τιθέασιν, οἷον „ἑκὼν εἶναι μὴ ποιήσῃσ“ ἢ „ποιήσω“, καὶ „ἑκόντες ὄντες μὴ ποιήσητε“ ἢ „ποιήσωμεν“.
ὅσοι δʼ ἐπὶ καταφάσεως τιθέασιν, οἷον „ἑκὼν εἶναι ἐποίησα“, ἁμαρτάνουσιν. Ὄρθρον καὶ ὀρθρεύεσθαι οἱ παλαιοὶ τὸν πρὸ ἡλίου καιρόν, ἐν ᾧ λύχνῳ τις χρῆται· οἱ δὲ νῦν τὸ λυκαυγές, ὃ καὶ ἕω φασίν.
Μάγειρος δόκιμον, μαγειρεῖον δὲ οὐκέτι, ἀλλʼ ὀπτανίον διὰ τοῦ ι. Τυγχάνω· καὶ τούτῳ προσεκτέον· „φίλος μοι τυγχάνεις ὤν“, „ἐχθρός μοι τυγχάνεις ὤν“· χωρὶς δὲ τοῦ ὤν ἀδόκιμον πάνυ.
Οὐ χρὴ λέγειν συγκρίνειν τόνδε τῷδε, ἀλλὰ παραβάλλειν καὶ ἀντεξετάζειν. Κατʼ ἐκεῖνο τοῦ καιροῦ.
Θουκυδίδης ἐν τῇ ηʹ εἴρηκε μετὰ τοῦ ἄρθρου, ἀλλʼ οὐ χωρὶς ἄρθρου. οὕτως οὖν καὶ αὐτὸς ἐρεῖς. Εὐστάθεια καὶ εὐσταθὴς ἀδόκιμα, σὺ δὲ ἐμβρίθεια λέγε καὶ ἐμβριθής.
Γεννήματα ἐπὶ καρπῶν τινες ἀδοκίμως τιθέασιν· σὺ δὲ καρποὺς ξηροὺς καὶ ὑγροὺς λέγε. Ἵνα ἄξωσιν μὴ εἴποις, ἀλλʼ ἵνα ἀγάγωσιν.
Σίνηπι οὐ λεκτέον, ἀλλὰ νάπυ. Ὀνυχίζειν καὶ ἐξονυχίζειν ταὐτόν, τίθεται δὲ ἐπὶ τοῦ ἀκριβολογεῖσθαι· τὸ δὲ ἀπονυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν.
Ὁ νῶτος ἀδόκιμον ἀρρενικῶς, οὐδετέρως δὲ τὸ νῶτον καὶ τὰ νῶτα. Βρέχει ἐπὶ τοῦ ὕει τινὲς τιθέασιν ἐν κωμῳδίᾳ, ἔστι δὲ ἀδόκιμον.
257 + 258
Ἐξέτρωσεν ἡ γυνὴ μὴ λέγε, ἀλλὰ ἐξήμβλωσεν· ὡσαύτως ἄμβλωμα καὶ ἀμβλωθρίδιον, ἀλλὰ μὴ ἔκτρωμα. Ἐπίδεσμος ἀρσενικῶς μὴ λέγε, ἀλλὰ κατάδεσμος, καὶ ἐπίδεσμον οὐδετέρως καὶ ἐπίδεσμα ὡς οἱ ἀρχαῖοι.
260
Τὸ σκάτος ἐπʼ εὐθείας ταττόμενον ἀμαθές· γενικῆς γάρ ἐστι πτώσεως, οὗ ἡ εὐθεῖα τὸ σκώρ, τοῦ σκατός. Φλοῦς· καὶ τοῦτο ἡμάρτηται· οἱ γὰρ Ἀθηναῖοι φλέως φασίν, καὶ τὰ ἀπὸ τούτου πλεκόμενα φλέϊνα.
Πεποίθησις οὐκ εἴρηται, ἀλλʼ ἤτοι πιστεύειν ἢ πεποιθέναι. Παλαιστὴ τὸ μέτρον λέγεται θηλυκῶς καὶ ἄνευ τοῦ ι· ἀμαθὲς δὲ τὸ λέγειν παλαιστής· παλαιστής γὰρ ὁ ἀθλητής.
Ἔγγιον ἐπὶ τοῦ ἐγγυτέρου μὴ λέγε, ἀλλʼ ἐγγύτερον. Ἔγγειον δὲ ἐπὶ τοῦ ἐν τῇ γῇ ἄριστον· καὶ Δημοσθένης „ἔγγειον τόκου“ φησίν. Ξύστραν μὴ λέγε, ἀλλὰ στλεγγίδα.
Μαμμόθρεπτον μὴ λέγε, τηθελλαδοῦν δέ. Ὑλιστὴρ ἀδόκιμον, σὺ δὲ τρύγοιπον λέγε.
Ψύα καὶ ψόα οἱ ἁπλῶς ἁμαρτάνοντες, οἱ δὲ διπλῶς ψοιά· σὺ δὲ νεφρὸν λέγε. Πάπυρον οὐκ ἐρεῖς, ἀλλὰ βίβλον· Αἰγύπτιον γὰρ τὸ πάπυρος.
Νίτρον Αἰολικόν, οἱ δὲ Ἀθηναῖοι λίτρον. Ἐξάδελφος οὐ ῥητέον, ἀνεψιὸς δέ.
275
Πανδοχεῖον οὐκ ἐρεῖς, ἀλλὰ διὰ τοῦ κ, πανδοκεῖον καὶ πανδοκεύτρια καὶ πανδοκεύς. Τὴν φθεῖρα λέγουσί τινες καὶ τὴν κόριν· σὺ δʼ ἀρσενικῶς ἀμφότερα.
Μοχλόν διὰ τοῦ χ, ἀλλὰ μὴ διὰ τοῦ κ. Κατὰ κοιλίας ποιεῖν οἱ γυμναστικοὶ λέγουσιν, οὐκ οἶδʼ ὅθεν λαβόντες· οἱ γὰρ παλαιοὶ τὴν γαστέρα ὑπάγειν λέγουσιν.
Οἱ χόλικες μὴ λέγε, ἀλλʼ αἱ χόλικες θηλυκῶς. Ἐκτενῶς μὴ λέγε, ἀλλὰ δαψιλῶς.
285
Πρώτως Ἀριστοτέλης λέγει καὶ Χρύσιππος, ἔστι δὲ διεφθαρμένον· οὐδὲ γὰρ δευτέρως ἢ τρίτως φαμέν, διὰ τοῦτο οὐδὲ πρώτως, ἀλλὰ πρῶτον. Ἀπαράβατον μὴ λέγε, ἀπαραίτητον δέ.
Ἀγωγὸν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου ὁδόν τινα, οἱ δὲ νῦν ἐπὶ τῶν ὀχετῶν. Καρῆναι καὶ ἐκάρη ἐπὶ ἀνθρώπων, κείρασθαι δὲ ἐπὶ προβάτων.
300
Φάγομαι βάρβαρον, τὸ δὲ Ἀττικὸν ἔδομαι. Τεθεληκέναι Ἀλεξανδρεωτικόν, τὸ δὲ Ἀττικὸν ἠθεληκέναι.
Οὐκ ἐπίτοκος, ἀλλʼ ἐπίτεξ γυνή. Ἐνδυμενία βάρβαρον· σκεύη δὲ τὰ κατὰ τὴν οἰκίαν λεκτέον καὶ ἔπιπλα.
Οὐχ ἡμίκακον, ἀλλʼ ἡμιμόχθηρον φαθί. Ἔμελλον ποιῆσαι, ἔμελλον γράψαι· ἁμάρτημα τῶν ἐσχάτων· τετήρηται γὰρ ἢ τῷ ἐνεστῶτι ἢ τῷ μέλλοντι συνταττόμενον, οἷον „ἔμελλον ποιεῖν“ ἢ „ποιήσειν“.
τὰ δὲ συντελικὰ οὐδένα τρόπον ἁρμόσει τῷ μέλλοντι. Κραυγασμὸς ἀδόκιμον, κεκραγμὸς δὲ δόκιμον.
315
Κορυδαλὸν Εὔβουλος, σὺ δὲ κορυδὸν γράφε. Καμμύειν Ἄλεξις, σὺ δὲ καταμύειν γράφε.
Καρατομεῖν ἐρεῖς, ἀλλʼ οὐ κεφαλοτομεῖν. Λάκαιναν γυναῖκα ἐρεῖς, χώραν δὲ Λάκαιναν οὐδαμῶς, ὡς Εὐριπίδης παραλόγως φησὶν „τὴν ὡς Λάκαινα τῶν Φρυγῶν μείων πόλισ“.
320
Μιαρία ἀδόκιμον, τὸ δὲ μιαρὸς ἀρχαῖον. Γαμοίη, οὐ γαμῴη, ὡς νοοίη· τὰ γὰρ τῆς πρώτης συζυγίας καὶ τῆς τρίτης τῶν περισπωμένων ῥημάτων εὐκτικὰ διὰ τῆς οι διφθόγγου λέγεται· τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ω, οἷον νικῴη, γελῴη.
Ἐντέχνως ἀμαθῶς τινες, σὺ δὲ τεχνικῶς φαθί. Διδῴη καὶ διδῴης· τοῦτο εὐκτικὸν οὐδεὶς τῶν Ἀττικῶν εἶπε διὰ τοῦ ω, ἀλλὰ διὰ τῆς οι διφθόγγου.
τεκμηριοῖ δὲ Ὅμηρος· ἐὰν μὲν ὑποτακτικῶς χρῆται, διὰ τοῦ ω· „εἰ δέ κεν αὐτὸς δῴη κῦδος ἀρέσθαι“, ἔστι γὰρ ‚ἐὰν δέ σοι δῷ ὁ Ζεύσ‛· εἰ δὲ εὐκτικῶς, οὕτως· „σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷσ“. Ἀλέξανδρος δὲ ὁ σοφιστὴς διδῴη καὶ δῴη γράφει ἐπὶ εὐκτικοῦ. Ἔδομαι καὶ κατέδομαι τὸ Ἀττικόν, ἀλλʼ οὐ βρώσομαι. [5]
Αὐθέκαστος ἄριστον ὄνομα· αὐθεκαστότης κίβδηλον. Βόλβιτον ὀλίγοι τινές, οἱ δὲ πλεῖστοι βόλιτον ἄνευ τοῦ δευτέρου β.
335
Γογγυσμὸς καὶ γογγύζειν Ἰακά, πλὴν δόκιμα· ὁ δὲ Ἀττικὸς τονθρυσμὸν καὶ τονθρύζω, ἢ σὺν τῷ ο τονθορυσμὸς καὶ τονθορύζω. Δύνῃ ὑποτακτικῶς, „ἐὰν δύνωμαι, ἐὰν δύνῃ“, ὀρθῶς λέγεται· ὁριστικῶς δὲ οὐχ ὑγιῶς, οἷον „δύνῃ τοῦτο πρᾶξαι“.
χρὴ γὰρ λέγειν δύνασαι. „Ὥρκωσε καὶ ὁρκωτὸς δʼ ἐγώ“· οὕτω Κρατῖνος ἄριστά φησιν· χρὴ γὰρ διὰ τοῦ ω λέγειν μᾶλλον ἢ διὰ τοῦ ι.
Ἐνιαυσιαῖον μὴ λέγε, ἀλλʼ ἐνιαύσιον, ὡς Διονύσιον, ἀλλʼ οὐ Διονυσιαῖον. Ἐδέετο, ἐπλέετο Ἰακά· ἐδεῖτο δὲ καὶ ἐπλεῖτο ἐρεῖς.
Ἐνεχυριμαῖον οὐκ ἐρεῖς ὡς Ἱπποκλείδης, ἀλλʼ ἐνέχυρα. Ἐκλείψας οὐ δόκιμον, ἀλλʼ ἐκλιπών.
Χρηστὸς τὰ ἤθη φυλάττου, ἀλλὰ χρηστὸς τὸ ἦθος ἑνικῶς. Θυρεὸν οὐκ ἐρεῖς, ἀλλʼ ἀσπίδα.
Οὐχ οἷον καὶ μὴ οἷον κίβδηλον, οἷον „οὐχ οἷον ὀργίζομαι“. οὐ δήπου τοίνυν ἐρεῖς καὶ μὴ δήπου. Οἰκίας δεσπότης ἐρεῖς, οὐχ ὡς Ἄλεξις οἰκοδεσπότης.
350
Ὁνδηποτοῦν μὴ λέγε, ἀλλʼ ὁντινοῦν. Πτῶμα ἐπὶ νεκροῦ τιθέασιν οἱ νῦν, οἱ δʼ ἀρχαῖοι οὐχ οὕτως, ἀλλὰ πτώματα νεκρῶν ἢ οἴκων.
Περίστασις· ἀντὶ τοῦ συμφορὰ χρῶνται οἱ Στωϊκοὶ φιλόσοφοι, οἱ δὲ ἀρχαῖοι περίστασίν φασι τὴν διά τινα τάραχον παρουσίαν πλήθους, ὥς φησι Τηλεκλείδης· „τίς ἥδε κραυγὴ καὶ δόμων περίστασις;“ Σαπράν· κακῶς ἐπὶ τοῦ αἰσχράν, ἀλλʼ ἐπὶ τοῦ παλαιοῦ καὶ σεσηπότος.
Στρηνιᾶν οὐκ ἐρεῖς ὡς οἱ κωμῳδοὶ ποιηταί, ἀλλὰ τρυφᾶν. Σύαγρον οὐ ῥητέον, ἀλλὰ σῦν ἄγριον.
360
Συγγνωμονῆσαι ἀδόκιμον, τὸ δὲ συγγνῶναι κάλλιστον. Σιτομετρεῖσθαι μὴ λέγε, ἀλλὰ διαλύων σῖτον μετρεῖσθαι.
Στηθύνιον ὀρνιθίου λέγουσιν, σὺ δὲ στηθίδιον, εἰ ὑποκοριστικῶς βούλει λέγειν, εἰ δʼ οὖν, στῆθος. Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα.
Χήμη· οὐκ οἶδʼ ὅθεν εἰς τὴν τῶν Ἑλλήνων εἰσήχθη διάλεκτον· ἐρεῖς οὖν κογχύλην. Χρησιμεῦσαι μὴ λέγε, ἀλλὰ χρήσιμον γενέσθαι.
Ἐσχάτως ἔχει· ἐπὶ τοῦ μοχθηρῶς οἱ σύρφακες, οἱ δὲ παλαιοὶ ἀντὶ τοῦ ἄκρως τιθέασιν· „ἐσχάτως πονηρός, ἐσχάτως φιλόσοφοσ“. Χρεολυτῆσαι τῶν ἀγαθῶν, τῶν δʼ Ἀττικῶν τὸ τὰ χρέα διαλύσασθαι.
Χρέως· Ἀττικῶς μέγα τὸ ως, κἂν Ἀριστοφάνης ἐν Νεφέλαις παίζων μιαρὸν ἔγραψε· „αὐτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;“ Τίνι διαφέρει μὴ λέγε, ἀλλὰ τί διαφέρει, καθὰ καὶ Δημοσθένης „τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει;“ Τέτευχε τιμῆς ἀδόκιμον, τὸ δὲ τετύχηκε δόκιμον.
375
Στρόβιλον οἱ μὲν παλαιοὶ τὸ ἐδώδιμόν φασι καὶ αὐτὸ τὸ δένδρον· οἱ δὲ ἀρχαῖοι τὴν βίαιον τοῦ ἀνέμου εἵλησιν στρόβιλόν φασιν, καὶ στροβιλῆσαι τὸ συστρέψαι. οὕτως οὖν καὶ σὺ λέγε, τὸ δὲ ἐδώδιμον πιτύων καρπόν, καὶ τὸ δένδρον πίτυν, ἢ κόκκωνα, ὡς Σόλων ἐν τοῖς αὐτοῦ ποιήμασιν· „κόκκωνας δὲ ἄλλος, ἕτερος δὲ σήσαμα“. Συγκαταβαίνειν εἰς τὰς σκέψεις οὐκ ἐρεῖς, ἀλλὰ συγκαθιέναι, καὶ συγκαθῆκεν εἰς τὸ παίζειν. [5]
Σκνιφὸς ἐπὶ τοῦ γλίσχρου καὶ μικροπρεποῦς περὶ τὰ ἀναλώματα· οἱ δʼ ἀρχαῖοι σκνιπὸς λέγουσιν ἀπὸ τοῦ θηριδίου τοῦ ἐν τοῖς ξύλοις καταβραχὺ κατεσθίοντος. Στάμνιά τινες ἐπὶ τῶν ἀμίδων τάττουσιν, οἱ δʼ ἀρχαῖοι ἐπὶ τῶν οἰνηρῶν ἀγγείων.
Σχολαστὰς οὐκ ἐρεῖς, ἀλλὰ συμφοιτητάς. Ῥύμην οὐ τὸν στενωπὸν ἀμαθῶς κατὰ Μακεδόνας, ἀλλὰ τὴν ὁρμὴν ἐρεῖς Ἀττικῶς.
Δρωπακίζειν ἀδόκιμον, ἀρχαῖον δὲ τὸ παρατίλλεσθαι ἢ πιττοῦσθαι. Στέμφυλα οἱ πολλοὶ τὰ τῶν βοτρύων ἐκπιέσματα, οἱ δʼ Ἀττικοὶ στέμφυλα ἐλαῶν.
Πενταετηρικὸς ἀγὼν καὶ πενταετηρὶς μὴ λέγε, ἀλλʼ ἀφαιρέσει τοῦ α λέγε. Ἕξπηχυ καὶ ἑξέτης· οὕτω γὰρ καὶ οἱ ἰατροὶ λέγουσιν, ἕξπλεθρον καὶ 〈οὐχ〉 ἑξάπλεθρον.
Περιεσπάσθη τινὲς ἐπὶ τοῦ ἐν ἀσχολίᾳ γενομένου φασὶν ἀμαθῶς, δέον ἄσχολος ἦν λέγειν· τὸ γὰρ περιεσπᾶσθαι ἐπὶ τοῦ παραιρεῖν καὶ παραιρεῖσθαι λέγουσιν οἱ ἀρχαῖοι. Πορνοκόπος ὁ Μένανδρός φησιν, οἱ δʼ ἀρχαῖοι πορνότριψ, ὃ καὶ δόκιμον.
Λήθαργος· καὶ τοῦτο Μένανδρος, οἱ δʼ Ἀττικοὶ ἐπιλήσμων. Οἰκοδομὴ οὐ λέγεται, ἀλλʼ οἰκοδόμημα.
Οὐ χρὴ κατʼ ὄναρ λέγειν, ὥσπερ οὐδὲ καθʼ ὕπαρ, ἀλλʼ ἤτοι ὄναρ ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως· οὕτως καὶ ὕπαρ. Μετριάζειν οἱ ἀρχαῖοι ἐπὶ τοῦ τὰ συμβαίνοντα γενναίως φέρειν, Μένανδρος δὲ ἐπὶ τοῦ ἀσθενεῖν παρὰ τὴν τῶν δοκίμων χρῆσιν.
Λιθίδιον λέγε, μὴ λιθάριον. Καθὼς οὐ δόκιμον, κἂν γραμματικός τις Ἀρεθούσιος ἔφασκε χρῆσθαι αὐτῷ Φύλαρχον· ὃς οὐδὲ Θουκυδίδου λέγοντος ἤκουσε „καθὸ δεῖ εἰς Σικελίαν πλεῖν“, ἀλλʼ οὐ καθώς.
400
Κάκκαβον μὴ λέγε, ἀλλὰ κακκάβην διὰ τοῦ η, ὡς Ἀριστοφάνης ἐν Δαιδάλῳ. Κυνηγέτης οἱ Ἀττικοί, ἀλλʼ οὐ κυναγός· τραγικὸν γὰρ τοῦτο.
Γελάσιμον· Στράττιν μὲν τὸν κωμῳδοποιόν φασιν εἰρηκέναι, ἡμεῖς δέ γε λοιπόν φαμεν, οὐ τοῖς ἅπαξ ῥηθεῖσι προσέχοντες, ἀλλὰ τοῖς πολλάκις κεκριμένοις. Ἐλλύχνιον Ἡρόδοτος λέγει, Ἀττικοὶ δὲ θρυαλλίδα.
405
Κολόκυνθα μὴ λέγε, ἀλλὰ κολοκύντη διὰ τοῦ τ ὡς οἱ Ἀθηναῖοι. Καταφερής τινες λέγουσιν ἐπὶ τῶν πρὸς ἀφροδίσια ἀκολάστων· ὅθεν οὖν φασιν, οὐκ οἶδα.
Κολλυβιστὴς ἐπὶ τοῦ ἀργυραμοιβοῦ φησιν ὁ Μένανδρος ἀδοκίμως· ὁ μὲν γὰρ κόλλυβος δόκιμον, ὁ δὲ κολλυβιστὴς παρασεσημασμένον. Τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε μὴ λέγε, ἀλλὰ τὰ ἐμαυτοῦ πράττω καὶ τὰ σαυτοῦ πρᾶττε, ἢ τὰ ἴδια ἐμαυτοῦ πράττω καὶ τὰ ἴδια σαυτοῦ πράττεις.
410
Ἀκρατεύεσθαι μηδαμῶς εἴποις, ἀλλʼ οὐκ ἐγκρατεύεσθαι. Αἰχμαλωτισθῆναι ἀδόκιμον, αἰχμάλωτον δὲ γενέσθαι δόκιμον.
Ἀντικρύ· τοῦτο τοπικὸν καὶ ἐπιεικῶς ποιητικὸν ἄνευ τοῦ ς, ὅθεν οἱ ἐπὶ τοῦ ἄντικρυς τιθέντες ἁμαρτάνουσιν. εἰ δὲ μετὰ προθέσεως τεθείη καταντικρύ, δόκιμον ἔσται. Ἀνυπόδητος ἐρεῖς, ἀλλʼ οὐκ ἀνυπόδετος διὰ τοῦ ε· ὑποδήσασθαι γάρ φαμεν, ἀλλʼ οὐχ ὑποδέσασθαι.
420
Εὕρημα χρὴ λέγειν, ἀλλὰ μὴ εὕρεμα. Ἀπηρτισμένον, ἀπήρτικα καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα· ἀποτετέλεσται δὲ χρὴ λέγειν καὶ ἀποτετελεσμένον.