Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Phrynichus Arabius: Sophistic Preparation (Fragments)

Library › Greek: Grammar & Reference › Sophistic Preparation (Fragments)

These are the fragments of the Sophistic Preparation, a large lexicon of Attic words and phrases by Phrynichus Arabius, a Greek grammarian from Bithynia active in the second century AD. The original work, in thirty-seven books, is lost, and only an epitome survives. These fragments preserve further entries quoted by later lexicographers, such as Moeris and Photius, and are presented following Johannes de Borries' Teubner edition (1911).

The fragments supplement the surviving epitome and show how widely Phrynichus' work was used by later compilers of Attic lexica. They preserve definitions and quotations that would otherwise be lost, and they help reconstruct one of the major reference works of the Atticist movement.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: de Borries (Teubner 1911) frr. 1*–370*). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Sophistic Preparation (Fragments)
Phrynichus Arabius · every word parsed
1*
Ἰσοτελεῖς : οἱ ἴσα τελοῦντες τοῖς ἀστοῖς, ὃ ἔστι τοῖς πολίταις τέλη διδόντες. Moeris (Pierson—Koch) 184: Ἐκ τῶν Φρυνίχου τοῦ Ἀραβίου τῆς Σοφιστικῆς Προπαρασκευῆς. ταμιεῖον : .
2*
…. Φρύνιχος δὲ ἐν 〈τῇ〉 Σοφιστικῇ Προπαρασκευῇ καὶ ἐπὶ τῶν κακῶν φησι τὸ ταμιεῖον. Stephan. Byz. s. v. ταμιεῖον. ὑφʼ ἁμαρτωλίας : οὕτως ἡ γραφή.
3*
μέμνηται Ἡρωδιανός. καὶ Φρύνιχος ἐν τῇ Σοφιστικῇ Προπαρασκευῇ οὕτως τίθησιν τὴν λέξιν. schol. ad Aristoph. Pax. 415. ἁμαρτωλή Φρύνιχος.
καὶ Σοφοκλῆς Ἁμαρτάς. Phot. 88, 6. ἀγανακτῶ σου : καινὸν τὸ σχῆμα καὶ σπάνιον.
5*
τὸ μὲν γὰρ θαυμάζω σου καὶ ἄγαμαί σου καθωμίληται, τοῦτο δὲ οὐ. χρηστέον δὲ τῷ σχήματι διὰ τὴν καινότητά, φησι Φρύνιχος. B 334, 24. Phot. 11, 24. ἀγῆλαι : τιμῆσαι θεόν, ἀγλαΐσαι.
6a*
Εὔπολις Δήμοις (fr. 119) ʼἀναθῶμεν νῦν χἡμεῖς τούτοις τασδὶ τὰς εἰρεσιώνας καὶ προσαγήλωμεν ἐπελθόντες. χαίρετε πάντες, δεχόμεσθαʼ. Ἀριστοφάνης Εἰρήνῃ (396 B) ʼκαὶ σὲ θυσίαισιν ἱεραῖσιν προσόδοις τε μεγάλαισι διὰ παντὸς, ὦ ποτνία, ἀγαλοῦμεν ἡμεῖς ἀείʼ. Ἕρμιππος Ἀρτοπώλισι (fr. 8) ʼφέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦςʼ ἐγὼ καὶ θυμιάσω τοῦ τέκνου σεσωσμένουʼ. Θεόπομπος Πηνελόπῃ (fr. 47) ʼκαὶ σὲ τῇ νουμηνίᾳ ἀγαλματίοις ἀγαλοῦμεν ἀεὶ καὶ δάφνῃʼ. τῶν πάνυ δὲ Ἀττικῶν ἐστιν ἡ λέξις. καὶ ἀγήλω καὶ ἀγαλοῦμεν ἐρεῖς καὶ ἄγαλλε καὶ προσαγαλεῖ τὸν θεόν, ἀντὶ τοῦ εὔξεται καὶ τιμήσει. καὶ ἄγω ἀντὶ τοῦ τιμῶ. τό τε οὖν ἄγειν καὶ τὸ ἀγῆλαι Ἀττικά, ἀλλὰ τὸ μὲν ἄγειν πολιτικόν, τὸ δὲ ἀγῆλαι κωμῳδικὸν καὶ ἐγγὺς γλώττης. φεύγειν μὲν οὖν χρὴ τὸ τῶν γλωττῶν. εἰ δὲ γέ σοι εἴη ἀρχαίας φωνῆς σπουδὴ καὶ σεμνότητος λόγων, χρήσαιο ἂν τῷ τοιούτῳ χαρακτῆρι τῶν ὀνομάτων, φησὶν ὁ Φρύνιχος. B 328, 9. Phot. 16, 6. Suid. εὐνὰς ἀγῆλαι : Φρύνιχος ἀγῆλαι ἀντὶ τοῦ εὔξασθαι. [15]
6b
καὶ παρὰ Ἀριστοφάνει (Pax. 399) ʼδιὰ παντός, ὦ δέσποινʼ, ἀγαλοῦμεν ἡμεῖς ἀείʼ. καὶ Ἕρμιππος Ἀρτοπώλισι (fr. 8) ʼφέρε νῦν ἀγήλω τοὺς θεοὺς ἰοῦσʼ ἐγώʼ. δηλοῖ καὶ τὸ τιμῆσαι. ἄγειν γὰρ τὸ τιμᾶν φασιν. ʼἐν πρώτοις ἄγωʼ. καὶ (Soph. Oed. R. 775) ʼἠγόμην δʼ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖʼ. schol. ad Eurip. Med. 1027 AB. Ἁγνοῦς : δῆμος ἐν τῇ Ἀττικῇ τῆς Δημητριάδος φυλῆς, τινὲς δὲ τῆς Ἀκαμαντίδος ἢ, ὡς Φρύνιχος, τῆς Ἀτταλίδος. [5]
7*
Steph. Byz. s. v. Ἀθηναίας : .
8*
.. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς, ⟦ καὶ ⟧ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν—Ἀθηναία γὰρ ἡ θεὸς καλεῖται—ἀλλʼ ἀντὶ τοῦ Ἀθηναίας φασὶν ἀστὰς λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσιν καὶ Δίφιλος ἐν Ἀμάστριδι (fr. 10). καὶ Ἴων δὲ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησὶ καὶ Πίνδαρος ἐν Σκολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν 〈καὶ〉 θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει. Phot. 40, 21 sqq. Steph. Byz. s. v. Ἀθῆναι. ἄθηρος ἡμέρα : σεμνὴ πάνυ ἡ συμπλοκὴ καὶ ἀξίωμα οὐ μικρὸν ἔχουσα. [10]
9*
καὶ γὰρ ὁ χρησάμενος τῇ φωνῇ καὶ τῇ φράσει Αἰσχύλος ἐστὶν ἐν Τοξότισιν (fr. 241). πρόσεστι δὲ τῷ σεμνῷ τῆς λέξεως καὶ τὸ πολιτικόν. λέγεται δὲ ἐπὶ Ἀκταίωνος ʼοὔπω τις Ἀκταίωνα ἄθηρος ἡμέρα κενόν, πόνου πλουτοῦντα, ἔπεμψεν εἰς δόμουσʼ. συγγράφων χρῶ, φησὶν ὁ Φρύνιχος. B 351, 4. Phot. 41, 10. ἀθύρωτον στόμα : οὕτως ἀθύρωτον οὐκ ἀπύλωτον. [5]
10a*
Ἀριστοφάνης ἐν Βατράχοις (838) καὶ Φρύνιχος. οἱ δὲ γάρ φασιν ἀπύλωτον ἀντὶ τοῦ ἠνεωγμένον καὶ πύλην μὴ ἔχον, τοῦτʼ ἔστιν μὴ χαλιναγούμενον μηδὲ κρατούμενον. Suid. ἀπύλωτον στόμα : Ἀριστοφάνης Βατράχοις (838).
10b
Φρύνιχος δὲ ἀθύρωτον, ἀλλʼ οὐκ ἀπύλωτον, οἱ δὲ γράφουσιν ἀπύλωτον ἀντὶ τοῦ κτλ., ut supra fr. 10a. Suid. αἱμορυγχία : Δώριόν ἐστι τοὔνομα.
11*
πλὴν καὶ ὁ Ἀττικὸς Ἕρμιππος (fr. 80) ἐχρήσατο τῇ φωνῇ εἰπών· ʼἐγώ σου σήμερον τύπτων τὸ πρόσωπον αἱμορυγχίαν ποιήσωʼ. σημαίνει δὲ καθῃμάχθαι τὸ ῥύγχος. Φρύνιχος μέντοι οὐκ ἐγκρίνει τὴν φωνήν. B 362, 15. Phot. 53, 6. ἀκίβδηλος ἀνήρ : ὁ μὴ κίβδηλος, ἀλλὰ δόκιμος καὶ πολλοῦ ἄξιος. [5]
12*
οὕτω Φρύνιχος. B 371, 22. Phot. 60, 11 paulo brevius. ἀκουσίμη : ἀντὶ τοῦ ἀκουστή.
13*
Σοφοκλῆς (fr. 679) ʼσπουδὴ γὰρ ἡ κατʼ οἶκον ἐγκεκρυμμένη οὐ πρὸς θυραίων οὐδαμῶς ἀκουσίμηʼ. δύναται λέγεσθαι καὶ φωνὴ ἀκουσίμη καὶ ἀκούσιμα καὶ ἀκουστά , ὡς ἐν τῇ Κρεούση (fr. 330)· ʼἄπελθʼ, ἄπελθε παῖ· τάδʼ οὐκ ἀκουστά σοιʼ. καὶ Εὐριπίδης (fr. 334, 4) δὲ πολλάκις. ὁ μέντοι Σοφοκλῆς 〈καὶ〉 ἀκούσιμά φησιν. πολιτικώτερον δὲ λέγει ὁ Φρύνιχος τὸ ἀκουστά μᾶλλον ἢ τὸ ἀκούσιμα. B 373, 1. Phot. 65, 16. ἀκροτελεύτιον ἔπους : τὸ ἔσχατον κεφαλαίου τινὸς ποιητικοῦ. [5]
14*
κυρίως γὰρ ἐπὶ ποιημάτων τιθέασιν Ἀττικοὶ ἀκροτελεύτιον. οὕτως Φρύνιχος. B 369, 31. Phot. 68, 24. Suid. ἀμοχθί : ἄνευ πόνου.
15*
Αἰσχύλος Προμηθεῖ (224). συγγραφικὴ ἡ φωνή, ὥς φησιν ὁ Φρύνιχος. Phot. 94, 16. ἀμυκλᾷδες : ὑποδημάτων εἶδος.
16*
προσγράφεται μὲν τὸ ι , οὐ μὴν καὶ συνεκφωνεῖται. κέκληται δὲ ἀπὸ τῶν ἐν Λακεδαίμονι Ἀμυκλῶν, ὡς ἐκεῖ κατασκευαζομένου τοῦ τοιούτου ὑποδήματος. οὕτως Ἀριστοφάνης καὶ Φρύνιχος. Phot. 98, 4. ἀμφίθυρος : ἡ ἔχουσα οἰκία θύρας ἑκατέρωθεν φερούσας εἰς ὁδόν. [5]
17*
Σοφοκλῆς (Phil. 159) δὲ ʼοἶκον ἀμφίθυρονʼ τὸ τοῦ Φιλοκτήτου ἄντρον. χρήσῃ δὲ οὐ μόνον ἐπὶ οἴκου, ἀλλὰ καὶ ἐπὶ ἑτέρων, οἷον ἀμφίθυρον τρίκλινον, ἀμφίθυρον δωμάτιον . οὕτως Φρύνιχος. Phot. 101, 5. ἀμφίκαυστις : ἡ πρώτη τῶν ἀσταχύων ἔκφυσις. [5]
18*
καλεῖται δὲ καὶ καῦστις, καθʼ ὅσον εἰώθασιν ἔτι χλωροὺς ὄντας τοὺς πρώτους στάχυς καίειν. οἱ δὲ ἁπλῶς τὸν στάχυν φασίν. Φρύνιχος δὲ ἀμφίκαυστιν τὴν ὡραιοτάτην. ἀναλφάβητος : ἐδόκει μὲν εἶναι εὐτελές.
19*
Νικοχάρης δὲ αὐτὸ ἐποίησεν ἀρχαῖον χρησάμενος ἐν Γαλατείᾳ οὕτως· ʼτὸν ἀναλφάβητον, τὸν ἄπονονʼ. ταῦτα ὁ Φρύνιχος. Phot. 115, 27. ἀνδρακάς : .
20a*
…. ὁ δὲ Φρύνιχος ἀνδρακάδα φησὶ τὴν τῶν ἀνδρῶν δεκάδα. ἔστι δὲ ἐπίρρημα ὡς ἑκὰς καὶ ἐντυπάς. schol. ad Hom. Od. ν 14. Φρύνιχος δέ, φασίν, ἀνδρακάδα που ἔφη τὴν τῶν ἀνδρῶν δεκάδα, ἀπὸ εὐθείας τῆς ἡ ἀνδρακάς, ἵνα ᾖ τὸ ἀνδρακάς ἀντὶ τοῦ κατὰ δέκα ἄνδρας.
20b
Eust. ad Hom. Od. 1731, 38. ἀνθρωπικὴ παρασκευή : Φρύνιχος.
21*
ἐρεῖς δὲ καὶ φωνὴ καὶ διάνοια καὶ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον. Phot. 140, 24. ἄνοις : ἄνοις ἀντὶ τοῦ ἀνύοις.
22*
Φρύνιχος. B 406, 9. Phot. 143, 7. Suid. ἀνταυγὲς κάλλος : πάνυ ἐναργ(ὴς) ἡ φωνή.
23*
Σαννυρίω〈ν〉 Δανάῃ λέγει ἐπαινῶν τὸ κάλλος αὐτῆς. ἡ λέξις Φρυνίχου. Phot. 145, 15. ἀντιδικεῖν : Φρύνιχος ἔφη.
24*
καὶ Ἀριστοφάνης (Nub. 776) ἀντίδικοι. Phot. 148, 1. ἀργυρίων : οὕτως ἡ γραφὴ ἀργυρίων παρὰ Φρυνίχῳ κεῖται, ὅτι οἱ κωμικοὶ πληθυντικῶς φασιν, οἱ δὲ ῥήτορες ἑνικῶς.
25*
schol. ad Aristoph. Nub. 755. Ἀτήνη : δῆμος τῆς Ἀντιοχίδος φυλῆς.
26*
Φρύνιχος δὲ τῆς Ἀτταλίδος φησίν. Steph. Byz. s. v. ἐξ ὀφθαλμῶν : οὐ λέγουσιν, οὐδʼ ἐκ προσώπου.
27*
Φρύνιχος. Zon. 757. ἠκηκόει : τὸ δὲ ἠκηκόειν οὕτως διὰ τοῦ η Φρύνιχος ἀναγιγνώσκει.
28*
schol. ad Aristoph. Pax. 618. Θημακός : δῆμος τῆς Ἐρεχθηΐδος φυλῆς, ὡς δὲ Φρύνιχος τῆς Πτολεμαΐδος.
29*
Steph. Byz. s. v. ἴδριδες : ὁ γὰρ Σοφοκλῆς ἴδριδα ἔφη τὴν αἰτιατικήν, ὁ δὲ Φρύνιχος τὴν εὐθεῖαν ἴδριδες.
30*
schol. ad Aristoph. Nub. 967. Κρωπία : δῆμος τῆς Λεοντίδος φυλῆς.
31*
Φρύνιχος δὲ Κρωπιάδα φησίν. Steph. Byz. s. v. Κυδαντίδαι : δῆμος τῆς Αἰγηΐδος φυλῆς, ὡς δὲ Φρύνιχος Πτολεμαΐδος.
32*
Steph. Byz. s. v. φασί δέ τινες (add.
33*
cod. C Ἅβρων καὶ Φρύνιχος), ὡς οὐ δεῖ λέγειν Πλατωνικὸν βιβλίον , ἀλλὰ Πλατώνειον . Πλατωνικὸν γὰρ βιβλίον λέγεται τὸ περιέχον περὶ Πλάτωνος, ὥσπερ καὶ Φιλιππικοὶ λόγοι λέγονται οἱ περὶ Φιλίππου 〈περι〉έχοντες καὶ Τυρσηνικαὶ ἱστορίαι αἱ περὶ Τυρσηνῶν περιέχουσαι. ἁμαρτάνουσιν οὖν οἱ λέγοντες Ὁμηρικὸν ποίημα. Ὁμήρειον γὰρ δεῖ λέγειν, οὐ γὰρ περιέχει περὶ Ὁμήρου, ἀλλʼ Ὁμήρου ἐστὶν τὸ ποίημα. Dionys. Thrax. Hilgd. 224 ann. 1. τριάκοντα : πρῶτον μὲν οἱ κατὰ πόλιν δικασταί, δεύτερον δὲ οἱ κατὰ δήμους τριάκοντα τῆς ἐκκλησίας ἐπιμελούμενοι μετὰ τῶν ληξιάρχων. [5]
34*
οὕτως Φρύνιχος. Phot. 599, 12. φανὸν λευκόν : λαμπρόν.
35*
οὕτως Φρύνιχος. Phot. 639, 2. ψέλια : τὰ τοῖς πήχεσιν 〈περιημμένα〉, οὐ μόνον στρεπτά.
36*
Φρύνιχος. Antiattic. 116, 26. ψόθος : ψόθος ἀκαθαρσία.
37*
οὕτως Φρύνιχος. Phot. 655, 16. Α ἄβατον : B 321, 13.
Phot. 5, 13. cf. epit. 38, 5. ἀβασάνιστος : ἀγύμναστος ἢ ἀνεξέταστος, ἀδοκίμαστος. *[crux: ἀβασάνιστος]*
39*
εἴρηται δὲ ἀπὸ τῆς βασάνου, τῆς χρυσοχοϊκῆς λίθου, ἐν ᾗ δοκιμάζουσι τὸ χρυσίον. ἐχρήσατο δὲ Αἰλιανὸς ἐν τῷ περὶ προνοίας γʹ λόγῳ (fr. 9 Herch.) τῷ ἀβανίστως ἀντὶ τοῦ ἄνευ ὀδύνης. Phot. 5, 9. B 321, 14. Suid. ἀβδέλυκτα : ἀμύσακτα, ἀμίαντα. [5]
40*
τὰ μὴ μιαίνοντα, ἃ οὐκ ἄν τις βδελυχθείη καὶ δυσχεράνειε. τραγικωτέρα δὲ ἡ λέξις. Αἰσχύλος Μυρμιδόσι (fr. 137) ʼκαὶ μήν, φιλῶ γάρ, ἀβδέλυκτά μοι τάδεʼ. B 321, 19. Phot. 5, 15. Suid. ἀβούλητον κακόν : ἀθέλητον, ὃ οὐκ ἄν τις ἕλοιτο.
41*
B 323, 25. Phot. 6, 17. ἀγανακτῶν : τίθεται παρὰ Πλάτωνι (Phaedr.
42*
117 D) καὶ ἐπὶ τῶν λυπουμένων. B 334, 22. Phot. 11, 22. ἀγανακτῶ σου : Phrynichi nomen additum.
B 334, 24. Phot. 11, 24. ἀγανακτικὸν καὶ ἀγανακτητέον· τὸ μὲν ἐν Πολιτείᾳ (604 E), τὸ δὲ ἐν Ἐπιστολαῖς ὁ Πλάτων ἔφη.
44*
B 334, 28. Phot. 11, 27. ἀγανάκτησις : ἐπὶ τύχης.
45*
Θουκυδίδης βʹ (41) ʼοὔτε τῷ πολέμῳ ἐπελθόντι ἀγανάκτησιν ἔχειʼ. B 334, 30. Phot. 12, 1. ἄγαν ἐγκεῖσθαι τῷδε : οἷον ἐναντιοῦσθαι καὶ ἀποτείνεσθαι.
46*
Ἀριστοφάνης ἐν Ἀχαρνεῦσιν (309) ʼοἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα, οὐχ ἁπάντων εἶναι ἡμῖν αἰτίους τῶν πραγμάτωνʼ. B 334, 32. Phot. 12, 3. ἀγαλματοποιΐα: ἀγαλματοποϊία καὶ ἀγαλματουργία ἐρεῖς καὶ ἀγαλματοποιός .
47*
ἀγαλματοποιὸν δέ φασι καλεῖσθαι τὸν εἰκόνας θεῶν μᾶλλον ἐργαζόμενον, ἀνδριαντοποιὸν δὲ τὸν ἀνθρώπων. Πλάτων δὲ ὁ φιλόσοφος ἐν τῷ Πρωταγόρᾳ (315 C) ἀγαλματοποιοὺς καλεῖ Φειδίαν τε καὶ Πολύκλητον. σὺ δὲ πάντας δημιουργοὺς ὁμοίως καλῶν οὐκ ἂν σφαλείης. B 335, 3. Phot. 11, 13. ἄγανον : τὸ κατεαγός. [5]
48*
ἡ πρώτη ὀξεῖα. καὶ τοῦτο τραγικώτερον τὸ ὄνομα. B 335, 10. Phot. 12, 10. ἀγανόν : καλόν, ἡδύ.
49*
Ἀριστοφάνης Λυσιστράτῃ (885) ʼἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ πολλῷ γεγενῆσθαι καὶ ἀγανώτερον βλέπεινʼ. Κρατῖνος Χείρωσιν (fr. 238) ʼμακάριος ἦν ὁ πρὸ τοῦ βίου βροτοῖσιν πρὸς τὰ νῦν, ὃν εἶχον ἄνδρες ἀγανόφρονες ἡδυλόγῳ σοφίᾳ βροτῶν περισσοκαλλεῖς. B 335, 12. Phot. 12, 12 et 12, 16. ἄγαμαι : ἄγαμαι τούτου, ἄγαμαι κεραμέως. [5]
50*
Εὔπολις (fr. 364) καὶ Ἀριστοφάνης (Acharn. 489). B 335, 32. Phot. 13, 1. ἄγαν τείνειν : ἀντιτείνειν καὶ ἀντιπράττειν καὶ μὴ εἴκειν κατὰ μηδένα τρόπον, αὐθαδιζόμενον.
51*
συγγραφικὴ ἡ φωνή. B 336, 1. Phot. 12, 18. ἀγαστά : ἀγαστά καὶ ἀγαστός ἐρεῖς καὶ ἐπιρρηματικῶς ἀγαστῶς , ὡς Ξενοφῶν (Ages.
52*
I 24). B 336, 4. Phot. 13, 22. ἀγάζεις : ἀντὶ τοῦ θρασύνεις. *[crux: ἀγάζεις]*
53*
Σοφοκλῆς. B 336, 6. ἀγάμητος : ἀντὶ τοῦ ἄγαμος.
54*
Σοφοκλῆς (fr. 884). B 336, 7. Phot. 13, 6. ἀγαί : οἱ τραγικοὶ τὰς τρώσεις οὕτως ἐκάλουν καὶ τὰ τραύματα.
55*
καὶ γὰρ τὸ τραῦμα οἷον κάταγμα γίνεται. B 336, 10. Phot. 13, 3. ἀγαπητός: ἀγαπητὸς παῖς ἐρεῖς καὶ ἀγαπητὸς πατήρ .
56*
καὶ ἀγαπητὸς δεσπότης . καὶ ἀγαπητὸν δὲ τέκνον ἀντὶ τοῦ μόνον, καὶ ἐπὶ κόρης ἀγαπητή . B 336, 12. Phot. 13, 11. ἀγενὲς καὶ στενὸν φθέγμα : ἐπὶ τῶν ἀφώνων καὶ μικρὰν καὶ ἀηδῆ φωνὴν ἐχόντων.
57*
B 336, 19. Phot. 15, 14. ἀγέρωχος : γαῦρος, σεμνός, θρασύς, ὑπερόπτης.
58*
B 336, 21. Phot. 15, 18. ἀγεωργίου δικάζεσθαι : B 336, 22.
Phot. 15, 23. cf. epit. 33, 19. ἀγέλαστος : ὁ πρὸς γέλωτα οὐκ ἐπιτήδειος.
60*
καὶ ὁ στυγνός. ἔστι δὲ καὶ πέτρα Ἀθήνησιν οὕτω λεγομένη. Αἰσχύλος (fr. 290) δέ φησιν καὶ φρὴν ἀγέλαστος . οὐκοῦν οὐκ ἐκώλυσε λέγειν καὶ νοῦς ἀγέλαστος καὶ διάνοια 〈ἀγέλαστοσ〉. καὶ τὰ ὅμοια. B 337, 5. Phot. 15, 6. ἀγέλας πόνων : Εὐριπίδης εἶπεν (Herc. [5]
61*
fur. 1275), ἀνδρῶν δὲ ἀγέλας Πλάτων (Leg. III 694 e). ἀγέλαστα δὲ πρόσωπα Αἰσχύλος (Ag. 785). B 336, 29. Phot. 15, 10. ἀγελαιοκομική : Πλάτων (Polit.
62*
275 E) ἐχρήσατο. B 336, 28. Phot. 15, 13. [ἀγεννὲς καὶ στενὸν φθέγμα: cf.
supra fr. 57.] ἄγριος ἔλαιος : ἣν οἱ πολλοὶ ἀγριέλαιον καλοῦσιν.
63*
ἔστι παρὰ Πινδάρῳ ἐν Ὕμνοις (fr. 46 Schr.). B 339, 28. Phot. 24, 15, ἀγροβόας ἀνήρ : B 339, 30.
Phot. 25, 3. cf. epit. 26, 16. ἀγρευτικὴ στολή : ἀστεία ἡ λέξις καὶ ἡδεῖα.
65*
B 339, 32. Phot. 24, 3. ἄγρυκτα καὶ ἄλεκτα πέπονθα : τὸ μὲν ἄγρυκτα ἐστὶν ὥστε μηδὲ γρύξαι διὰ τὴν ὑπερβολὴν τῶν κακῶν.
66*
γρύξαι δέ ἐστιν τὸ βραχύτατον φθέγξασθαι, ὃ καὶ ἄναρθρόν ἐστιν, μυγμῷ ἢ στεναγμῷ παραπλήσιον. κέχρηται δὲ αὐτῷ καινότατα Φερεκράτης (fr. 157) ʼτί δʼ ἔπαθες; ἄγρυκτα καὶ ἄλεκτα, ἀλλὰ βούλομαι μόνῃ αὐτὴ φράσαι σοιʼ. B 339, 33. Phot. 25, 14. ἄγχασκε : ἀντὶ τοῦ ἀνάχασκε. [5] *[crux: ἄγχασκε]*
67*
οὕτω Φερεκράτης (fr. 196). B 340, 21. Phot. 26, 24. ἄγχαζε : ἀντὶ τοῦ ἀναχώρει. *[crux: ἄγχαζε]*
68*
οὕτως Σοφοκλῆς (fr. 886). χάζω γὰρ καὶ ἀναχάζω. B 340, 22. Phot. 26, 23. ἄγχιμος : ἀντὶ τοῦ πλησία. *[crux: ἄγχιμος]*
69*
Εὐριπίδης (fr. 867). ʼἀλλʼ ἄγχιμος γὰρ ἥδε φοιβία γυνήʼ. B 340, 24. Phot. 27, 2. ἀγωγεύς : B 340, 26.
70
Phot. 27, 20. cf. epit. 37, 13. ἀγαθὸς φαγεῖν : σημαίνει τὸν ἐσθίοντα πολλά.
71*
B 334, 3. Phot. 9, 20. ἀγκράτος ἐλαύνω : εἶπε Ξενοφῶν (An.
72*
I, 8, 1) κατὰ συγκοπὴν ἀντὶ τοῦ ἀνὰ κράτος. σὺ δὲ ἄμεινον ποιήσεις μὴ χρώμενος τῇ λέξει. B 337, 27. Phot. 18, 2. ἀγοραῖος νοῦς : ὁ πάνυ εὐτελὴς καὶ συρφετώδης καὶ οὐκ ἀπόρρητος οὐδὲ πεφροντισμένος.
73*
οἱ γὰρ ἀγοραῖοι ἄνθρωποι ἀμαθεῖς καὶ ἀπαίδευτοί εἰσιν. οὕτως Ὑπερείδης. (in Athen. 3 Bl.) B 339, 10. Phot. 21, 24. ἀγορᾶς ὥραν : ʼἕωθεν ἦκεν πρὶν ἀγορὰν πεπληθέναιʼ.
74*
Φερεκράτης καὶ ἐν Αὐτομόλοις (fr. 29) ʼπίνειν ἀεὶ καὶ μεθύειν, πρὶν ἀγορὰν πεπληθέναιʼ. B 330, 19. Phot. 22, 8. ἄγουσιν ἑορτὴν οἱ κλέπται : χαριεστάτη ἡ σύνταξις καὶ ἱκανῶς πεπαισμένη κατὰ τὴν κωμῳδίαν.
75*
σημαίνει δὲ τοὺς ἀδεῶς κλέπτοντας. οὕτως Κρατῖνος B 331, 11. Phot. 23, 4. Suid. ἄγροικος ⟦ σκληρὸσ ⟧ ἀσκιατρόφητος : οἷον ἐργάτης ἄφρων, δύσκολος.
76*
⟦ ἢ ὁ ἐν ἀγρῷ κατοικῶν ⟧ . Phot. 24, 21. B 331, 6. ἀδιάλλακτον ἐχθρόν : Δημοσθένης (X 15), ἀδιάπαυστον Ξενοφῶν (Ag.
77*
1, 4). B 344, 4. Phot. 31, 13. ἀδικομάχους ἵππους : Ξενοφῶν (Cyr.
78*
II 2, 26) τοὺς δυσπειθεῖς λέγει, καὶ δίκαιον ἅρμα τὸ εὐπειθές. B 344, 6. Phot. 32, 6. ἄδοξα : τὰ παράδοξα, ἃ οὐκ ἄν τις δοξάσειεν.
79*
B 344, 27. Phot. 33, 7. ἀδόξαστον : ἀνέλπιστον.
80*
Σοφοκλῆς (fr. 204). B 344, 28. Phot. 33, 8. ἄδουλος βίος : B 344, 29.
Phot. 32, 23. cf. epit. 44, 1. ἄδορπος : ὁ δόρπου καὶ δείπνου μὴ μετασχών.
82*
B 345, 3. ἀδοξοῦνται πρὸς τῶν πόλεων : ἀντὶ τοῦ ἐν ἀδοξίᾳ εἰσὶ παρὰ ταῖς πόλεσιν.
83*
Ξενοφῶν ἐσχημάτισεν ἐν Οἰκονομικῷ (4, 2). ʼκαὶ γὰρ οἵ γε βάναυσοι καλούμενοι ἐπίρρητοί τέ εἰσι καὶ εἰκότως ἀδοξοῦνται πρὸς τῶν πόλεωνʼ. B 345, 5. Phot. 33, 11. ἀδράφαξυς : τὸ λάχανον, ὅπερ οἱ πολλοὶ ἀνδράφαξυν καλοῦσιν. [5]
84*
Κοριαννοῖ Φερεκράτης (fr. 75). ʼἀδράφαξυν ἕψουσα εἶτα ὀκλὰξ καθημένηʼ. B 345, 10. Phot. 34, 4. ἁδρῦναι : B 345, 13.
85
Phot. 34, 9. cf. epit. 34, 6. ἀδρύφακτον : ἄπονον καὶ ἀταλαίπωρον.
86*
B 345, 14. Phot. 34, 10. ἀδυναμία : ἐρεῖς ὡς Δημοσθένης (XIX 186) καὶ ἀδυνασία ὡς Ἀντιφῶν (fr.
87*
143 Bl.) καὶ Θουκυδίδης (VII 8, 2; VIII 8, 4). καὶ ἀδυνατία , ὡς Δεινόλοχος (fr. Kaibel). B 345, 26. Phot. 34, 21. ἀδώρητος : ἐρεῖς ὡς Εὐριπίδης (Hec.
88*
42) ʼοὐδʼ ἀδώρητος φίλων ἔσται πρὸς ἀνδρῶνʼ. καὶ Θουκυδίδης (II 65) ʼχρημάτων τε ἀφανῶς ἀδώρητος γενόμενοσʼ. Πλάτων μέντοι γε ἐν Συμποσίῳ (197 D) ἄδωρος εἶπεν. καὶ γάρ φησιν ʼἄδωρος δυσμενείασʼ ἀντὶ τοῦ μὴ διδοὺς δυσμένειαν. ἐρεῖς δὲ καὶ ἀδωροδόκητος , ὡς Δημοσθένης (e. g. XIX 27), ἀλλὰ καὶ ἀδωροδοκήτως ὡς ὁ αὐτός (e. g. XVIII 250). B 346, 11. Phot. 35, 15. ἄδωρος χάρις : B 346, 19. [5]
Phot. 35, 22. cf. epit. 45, 20. ἀεὶ : ἀντὶ τοῦ ἕως καὶ ἀντὶ τοῦ μέχρι.
90*
κοινότερον μὲν ἐπὶ τοῦ κατὰ πάντα χρόνον καὶ ἐν παντὶ καιρῷ, ἔστι δὲ ὅπου καὶ ἀντὶ τοῦ ἕως καὶ μέχρι. Πλάτων ἐν Συμποσίῳ (217 D) ʼἐπειδὴ δεδειπνήκαμεν, διελεγόμην ἀεὶ πόρρω τῶν νυκτῶνʼ, καὶ ἐν ἄλλοις πολλοῖς. καὶ Εὐριπίδης ἐν Μηδείᾳ (670) ʼἄπαις γὰρ δεῦρο ἀεὶ τείνεις βίονʼ. καὶ ἄλλοι πολλοί. B 346, 21. Phot. 35, 24. ἀείνως γλῶττα καὶ ἀείνως φωνή καὶ ὀργή καὶ ἐπιθυμία καὶ ἐπὶ τῶν ὁμοίων, χρῶ. [5]
91*
Κρατῖνος (fr. ad 37 K) ʼγλῶτταν δέ σοι δίδωσιν ἐν δήμῳ φορεῖν καλῶν λόγων ἀείνων, ᾗ πάντα νικήσεις λέγωνʼ. ἐρεῖς δὲ καὶ τὸ ἀείνως ποταμὸς καὶ ἀείνως κρήνη διὰ τὸ ἐγκεῖσθαι τῇ λέξει τὸ νάειν, ὅπερ ἐστὶν ῥεῖν. ἴδιον δὲ ὕδατος τὸ ῥεῖν. τὸ δὲ γλῶττα ἀείνως πάνυ καινὸν καὶ ἐναργῶς εἴρηται ἐπὶ τῆς δεινῆς εἰπεῖν. B 347, 7. Phot. 36, 27. ἀείζων : B 347, 16. [5]
Phot. 36, 7. cf. epit. 37, 9. ἀείζων πένθος : ἐρεῖς ὡς Σοφοκλῆς (fr.
93*
675), καὶ ἀείζωον ἕλκος. B 347, 30. Phot. 36, 18. ἄειλα : τὰ πολύσκια χωρία κατὰ στέρησιν τῆς ἕλης.
94*
οὕτως Αἰσχύλος (fr. 334). B 347, 32. Phot. 36, 23. ἀείνων : τὸ ἀένναον.
95*
Ἀριστοφάνης τρισυλλάβως Βατράχοις (146). καὶ ἄλλοι πολλοί. B 348, 1. Phot. 36, 25. cf. epit. 37, 9. ἀελλάδες ἵπποι : αἱ ταχεῖαι.
96*
καὶ τοῦτο τραγικόν (Soph. Oed. R. 466). B 346, 28 Phot. 37, 11. ἀζύμου κράσεως : ἀντὶ τοῦ τῆς γλίσχρας. *[crux: ἀζύμου]*
97*
καὶ τὸ ἄζυμον ἐν Τιμαίῳ (74 D) ʼτὴν δὲ δὴ τῶν νεύρων φύσιν ἐξ ὀστοῦ καὶ σαρκὸς ἀζύμου κράσεως μίαν ἐξ ἀμφοῖνʼ. λέγεται γὰρ κρέα γλίσχρα τὰ ἄσαρκα καὶ δερματώδη. τινὲς δὲ γλίσχρον τὸ ἐπίπονον καὶ ταλαίπωρον. Πολιτείας γʹ. B 348, 28. Phot. 38, 18. ἀθήρη : B 350, 31. [5]
Phot. 41, 7. cf. epit. 35, 3. ἄθηρος ἡμέρα : nomen Phrynichi additum.
cf. supra p. 132, 22 fr. 9. B 351, 4. Phot. 41, 10. ἀθάρη : B 351, 12.
100
Phot. 41, 16. cf. epit. 14, 11. ἀθυρόγλωσσος : Εὐριπίδης Ὀρέστῃ (903) ʼἀνήρ τις ἀθυρόγλωσσοσʼ.
101*
εἴρηται δὲ ἢ παρὰ τὸ θύραν μὴ ἐπικεῖσθαι τῇ γλώττῃ, ἢ παρὰ τὸ ἀθύρειν, ὅπερ ἐστὶν ἀδιακρίτως ὁμιλεῖν. σημαίνει δὲ τὸν ἀθυρόστομον, τὸν μὴ κατέχοντα τὸ στόμα. B 352, 5. Phot. 43, 16. Ἀθῆναι πατρίς μού ἐστι χρυσάμπυκες : Πλάτων ὁ κωμικὸς ἔφη. [5]
102*
Phot. 42, 7. ἀθυμεῖν : ἐπὶ τοῦ τῇ ψυχῇ καταπεπτωκέναι.
103*
πολύ ἐστιν ἐν τῇ τραγῳδία. οὕτως Αἰσχύλος (Prom. 490). B 352, 18. Phot. 43, 14. ἀθυμία : Ἡρόδοτος ἐν τῷ αʹ αὐτοῦ λόγῳ τὴν ἀψυχίαν λέγει.
104*
B 352, 20. Phot. 43, 13. ἄθετος Ἐρινύς : σκληρά, ἣν οὐχ οἷόν τε ἐξιάσασθαι.
105*
B 353, 8. ἀθρεῖν : τὸ περισκοπεῖν καὶ μετʼ ἐπιτάσεως ὁρᾶν. *[crux: ἀθρεῖν]*
106*
παραδειγμάτων δὲ πάντα μεστά. B 350, 1. Phot. 42, 28. αἰγιάζειν : ἀντὶ τοῦ περὶ αἰγῶν λαλεῖν.
107*
Εὔπολις (fr. 2) ʼσὺ δʼ αἰγιάζεις ἐνθαδὶ καθήμενοσʼ. B 353, 27. Phot. 44, 15. αἰγίθαλλος : ὄρνεον κωλυτικὸν πράξεως.
108*
Ἀλκαῖος Γανυμήδῃ (fr. 3) ʼἔοικεν αἰγίθαλλος διακωλύειν τὸ πρᾶγμαʼ. τῷ δὲ τόνῳ ὡς ἀρύβαλλος. B 360, 14. Phot. 44, 19. ᾄδεις ἔχων : ἴσον τῷ μάτην λέγεις καὶ ληρεῖς.
109*
Phot. 47, 8. Hes. Ἅιδῃ τεκεῖν τέκνα : Εὐριπίδης Πολυίδῳ: ‘〈ὦ〉 δύστηνοι καὶ πολύμοχθοι ματέρες Ἅιδῃ τέκνα τίκτουσαιʼ.
110*
Phot. 48, 18. αἰδώς : παρʼ Ὁμήρῳ πολλάκις, σπάνιον δὲ παρὰ τοῖς ἄλλοις.
111*
Phot. 48, 20. αἶρε : πρόσφερε. *[crux: αἶρε]*
112*
αἴρειν γὰρ καὶ τὸ προσφέρειν δηλοῖ καὶ τὸ παρατιθέναι, οἷον ʼαἶρʼ, αἶρε μᾶζαν ὡς τάχιστα κανθάρῳʼ. Ἀριστοφάνης Εἰρήνῃ (1). καὶ μετὰ τῆς προθέσεως Φερεκράτης Πετάλῃ (fr. 187) ʼπρόσαιρε τὸ κανοῦν· εἰ δὲ βούλει, πρόσφερεʼ. ἐτίθεσαν δὲ τὴν λέξιν καὶ ὡς ἡμεῖς ἐπὶ τοῦ παρακειμένην ἀφελεῖν τὴν τράπεζαν. Μένανδρος Κεκρυφάλῳ (fr. 273) ʼεἶτʼ εὐθὺς οὕτω τὰς τραπέζας αἴρετε· μύρα, στεφάνους ἑτοίμασον, σπονδὰς ποίειʼ. καὶ Συναριστώσαις (fr. 451) ʼἂν ἔτι πιεῖν μοι δῷ τις. ἀλλʼ ἡ βάρβαρος ἅμα τῇ τραπέζῃ καὶ τὸν οἶνον ᾤχετο ἄρασα ἀφʼ ἡμῶνʼ. B 358, 4. Phot. 54, 25. αἰώρα : ἡ μετέωρος κίνησις. [10]
113*
ἀγχόνη, ὕψος, ἔπαρσις. B 357, 20. Phot. 56, 20. ἀκολουθοῦντε : ἀντὶ τοῦ ἀκολουθοῦσαι δυϊκῶς.
114*
οὕτως Ἕρμιππος (fr. 85). καὶ γὰρ κέχρηνται ταῖς ἀρσενικαῖς μετοχαῖς ἀντὶ θηλυκῶν πολλάκις. B 367, 33. Phot. 62, 27. ἀκολουθεῖν μετʼ αὐτοῦ : οὕτω συντάσσουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἀκολουθεῖν αὐτῷ.
115*
καὶ γὰρ Λυσίας (12, 12) οὕτω κέχρηται καὶ Πλάτων (Menex. 249 D). ἀλλὰ καὶ Ἀριστοφάνης ἐν Πλούτῳ (823) ʼἕπουʼ φησὶ ʼμετʼ ἐμοῦ, παιδάριονʼ. καὶ Μένανδρος (fr. 616) ʼνίκη μεθʼ ἡμῶν εὐμενὴς ἕποιτʼ ἀείʼ. κἀν τῇ Παρακαταθήκῃ (fr. 388) ʼσυνακολούθει μεθʼ ἡμῶνʼ φησίν. B 368, 3. Phot. 63, 1. ἀκόλαστον καὶ ὑβριστὸν πρᾶγμα . [5]
116*
Ἀττικῶς συντέθειται, δίττην δʼ ἔχει τὴν θεωρίαν, μίαν μὲν, ὅτι ἐχρήσατο τῷ ὑβριστὸν ἀντὶ τοῦ ὑβριστικόν, ὅμοιον ὂν τῷ τύπῳ τοῖς τοιοῖσδε τῶν ὑπερθετικῶν βέλτιστον, κάλλιστον, κράτιστον καὶ τοῖς ὁμοίοις. ἑτέραν δὲ διότι συμπέπλεκται τὸ ὑβριστὸν τῷ ἀκολάστῳ. Πλάτων δʼ ἐχρήσατο ἐν Πεισάνδρῳ (fr. 98) λέγων ʼγυνὴ γάρ, ἢν μὲν αὐτὴν κολάζῃς ἀεί, κράτιστόν ἐστι κτημάτων πάντων. ἐὰν δʼ ἀνῇς, ὑβριστὸν χρῆμα κἀκόλαστονʼ. Φερεκράτης δὲ (fr. 162) τῷ κόβαλον συμπλέξας τὸ ὑβριστὸν εἶπεν ʼὑβριστὸν ἔργον καὶ κόβαλον εἰργάσωʼ. συγγραφικαὶ δὲ αἱ συνθῆκαι. B 368, 12. Phot. 62, 8. ἀκολαστανεῖτε : Ἀριστοφάνης (Av. [10]
117*
1227) εἶπεν ὁμοίως τῷ σημανεῖτε. Πλάτων δὲ ἐν ἕκτῳ Πολιτείας (VIII 555 D; IX 590 A; 591 A) ἀκολασταίνειν ἔφη. B 368, 26. Phot. 62, 18. ἀκνίσωτος οἶκος : ὁ ἄνευ πυρὸς καὶ κνίσης.
118*
οὕτως Αἰσχύλος (fr. 292). B 368, 29. Phot. 61, 21. ἄκομψον καὶ φαῦλον : B 368, 31.
Phot. 63, 9. cf. epit. 7, 13. ἀκοσμήτως : ἀντὶ τοῦ ἀτάκτως.
120*
Πλάτων ἐν Νόμων ἕκτῳ (781 B) ʼτὸ περὶ τὰς γυναῖκας ἀκοσμήτως περιορώμενονʼ. B 369, 2. Phot. 63, 23. ἀκοσμεῖν : B 369, 5.
121*
Phot. 66, 15. cf. epit. 30, 1. ἀκοσμία : Εὐριπίδης (Iph.
123*
Aul. 317) ʼτίς ποτʼ ἐν θύραισι θόρυβος καὶ λόγων ἀκοσμία;ʼ B 369, 7. Phot 66, 17. ἄκος περίαπτον .
B 369, 10. Phot. 66, 19. cf. epit. 26, 11. ἀκρατὴς γάμων : B 369, 22.
125
Phot. 67, 1. cf. epit. 50, 11. ἀκρατὴς χειρός : B 369, 25.
Phot. 67, 3. cf. epit. 51, 1. ἀκρατῆ γίνεσθαι τοῦδε : οἷον μὴ κατακρατεῖν διὰ τὸ πλῆθος τῶν ἐπιρρεόντων πραγμάτων ἢ λόγων.
127*
B 369, 27. Phot. 67, 4. ἄκρατος : κατὰ τὸ ἐναντίον τὸ πολύκρατος. *[crux: ἄκρατος]*
128*
B 371, 25. Phot. 67, 6. ἀκρατίσασθαι : B 371, 26.
Phot. 67, 7. cf. epit. 39, 15. ἀκούοντα ἄριστα : ἀντὶ τοῦ εὐφημούμενος. *[crux: ἀκούοντα]*
130*
Ἡρόδοτος (VIII 93) καὶ Εὔπολις (fr. 375). B 372, 6. Phot. 64, 25. ἀκούων διατεθρύληται : τοῦτο προστιθέντες ἐνίοτε καὶ τὰ ὦτα χρῶνται.
131*
Phot. 64, 27. ἄκουε τὰς ἐμὰς ἐπιστολάς : ἀντὶ τοῦ τῶν ἐμῶν ἐπιστολῶν. *[crux: ἄκουε]*
132*
οὕτως Αἰσχύλος (fr. 293). B 372, 8. Phot. 65, 1. ἄκουε, σίγα : Κρατῖνος (fr. *[crux: ἄκουε]*
133*
284) ʼἄκουε, σίγα, πρόσεχε τὸν νοῦν, δεῦρʼ ὅραʼ. καὶ Σοφοκλῆς (fr. 1014). ʼἄκουε, σίγα. τίς ποτʼ ἐν δόμοις βοή;ʼ. B 372, 10. Phot. 63, 25. ἀκουσέτην : Σοφοκλῆς (fr. *[crux: ἀκουσέτην]*
134*
900) ἔφη. ἀκούσεσθε δὲ Ἀριστοφάνης. B 372, 14. Phot. 65, 3. ἄκουσμα : οὐκ ἀκρόαμά φασί τινες λέγειν τοὺς Ἀττικούς.
135*
διαμαρτάνουσι δέ. καὶ γὰρ πλεονάζουσι μὲν ἐν ταύτῃ τῇ φωνῇ, χρῶνται δὲ ὅμως καὶ τῷ ἀκροάματι, ὡς Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος (241) ʼβαρύτερον τῶν ἔργων, ὧν πεπόνθαμεν, τὸ ἀκρόαμα γίνεταιʼ. καὶ Ξενοφῶν δέ, χρώμενος τῷ ἀκούσματι, οὐδὲν ἧττον καὶ τῷ ἀκροάματι κέχρηται ἀλλαχοῦ τε λέγων καὶ ἐν τῷ Συμποσίῳ (2, 2) τὸν Σωκράτην εἰσάγων λέγοντα ʼνὴ Δία, ὦ Καλλία, τελέως ἡμᾶς ἑστιᾷς· οὐ γὰρ μόνον τὸ δεῖπνον ἄμεμπτον παρέθηκας, ἀλλὰ καὶ θεάματα καὶ ἀκροάματα ἥδιστα παρέχεισʼ. Δίφιλος (fr. 122) δὲ ἐκ παραλλήλου τέθεικε τὰς λέξεις ʼμόνος γὰρ ἦν λέγων ἄκουσμα καὶ ἀκρόαμαʼ. B 372, 16. Phot. 65, 4. ἀκούεις ἃ λέγει σε : οὕτως Φερεκράτης (fr. [10]
136*
136) ἔφη, λέγων ʼὦ Ζεῦ πολυτίμητʼ, ἆρα ἀκούεις, ἅ σε λέγει ὁ πανοῦργος υἱός;ʼ B 372, 31. Phot. 65, 14. ἀκουσίμη : nomen Phrynichi additum apud Phot.
B 373, 1. Phot. 65, 16. cf. supra fr. 13. ἀκουστά : nomen Phrynichi additum.
B 373, 5. Phot. 65, 18. cf. supra fr. 13. ἀκούσας ἥκειν : οὐχ ἥκοντα.
139*
Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν ἔφη (3, 1, 1) καὶ Μένανδρος (fr. 966) δὲ καὶ ἄλλοι πολλοί. B 373, 10. Phot. 65, 23. ἀκταινῶσαι : B 373, 18.
140
Phot. 69, 5. cf. epit. 39, 8. ἀκύκλιος : ὁ ἀπαίδευτος παρὰ Πλάτωνι (fr.
141*
227). B 373, 21. Phot. 69, 15. ἀκύμων : B 373, 22.
Phot. 69, 20. cf. epit. 6, 13. ἄκυλος : B 373, 25.
Phot. 69, 16. cf. epit. 36, 13. ἀκερδὴς χάρις : ἡ μὴ δεόντως διδομένη.
144*
B 364, 3. Phot. 59, 7. Suid. ἄκρα νύξ : οἷον ἀρχὴ νυκτός. *[crux: ἄκρα]*
145*
Σοφοκλῆς (Ai. 285). B 372, 1. Phot. 68, 13. ἄκρον φρονεῖν, ἄκρον δρᾶν : οἷον ἐξέχων ἐν τῷ φρονεῖν καὶ πράττειν. *[crux: ἄκρον]*
146*
οὕτως Σοφοκλῆς. B 372, 5. Phot. 68, 15. ἁλίπαστα : B 383, 12.
Phot. 75, 2. cf. epit. 46, 8. ἁλῖσαι : κυλῖσαι τὸν ἵππον.
148*
B 383, 15. ἀλινδῆθραι : κυλίστραι.
Phot. 75, 4. cf. epit. 5, 3. Ἁλμυρίδες : τόπος τις περὶ τὰς ἐσχατιὰς τῆς Ἀττικῆς.
150*
Ἀριστοφάνης Γήρᾳ (fr. 132) ʼἔδει δέ γʼ ἐκβληθεῖσαν εἰς Ἁλμυρίδας τῇ θυγατρὶ τῇδε μὴ παρέχειν σε πράγματαʼ B 383, 16. Phot. 79, 24. ἁλμυρόν : τὰ πολλὰ ἐκτεταμένως.
151*
λέγουσι δὲ καὶ ἁλυκόν . Ἀριστοφάνης Λυσιστράτῃ (403) ʼνὴ τὸν Ποσειδῶ τὸν ἁλυκόν, δίκαιά γεʼ. B 383, 20. Phot. 79, 27. ἅλις τοῦδε : B 383, 24.
Phot. 75, 21. cf. epit. 16, 21. ἁλίσπαρτον : κυρίως τὸ ἁλὶ κατεσπαρμένον χωρίον.
153*
καὶ τὸ ἄλευρον δὲ οὕτως λέγεται. οἱ δὲ ἰδιῶται συνήθως ἐπὶ τοῦ ἀχρήστου γεγονότος χρῶνται τῇ φωνῇ. B 383, 27. Phot. 75, 24. ἁλιῶς : ἀντὶ τοῦ ἁλιέως.
154*
Φερεκράτης (fr. inc. 27). B 383, 30. ἀλκάθω καὶ ἀλκάθειν : Σοφοκλῆς (fr. *[crux: ἀλκάθω]*
155*
905) καὶ Αἰσχύλος (fr. 411). σημαίνει δὲ τὸ βοηθεῖν. B 383, 31. Phot. 76, 13. ἀλε〈αίν〉οιμι : B 376, 1.
Phot. 73, 11. cf. epit. 23, 9. ἀλετρίβανον : ὁ αὐτός (i.
157a*
e. Ἀριστοφάνης, Pax 265). B 379, 24. Phot. 73, 12. ἀλετρίβανον : ἀντὶ τοῦ δοίδυκα.
157b
Ἀριστοφάνης Εἰρήνῃ τρὶς κέχρηται τῇ λέξει. Antiattic. 79, 14. ἁλιεύεσθαι : τὸ ἁλιεύειν.
158*
λέγουσι δὲ καὶ ὡς ἡμεῖς. B 381, 23. Phot. 74, 21. ἅλις ἀφύης μοι, παρατέταμαι γὰρ ἐσθίων : Ἀριστοφάνης Ταγηνισταῖς (fr.
159*
506). Phot. 75, 12. Suid. ἀλλήλων : ἀντὶ τοῦ ἑαυτῶν. *[crux: ἀλλήλων]*
160*
οὕτως Εὐριπίδης (fr. 1124). καὶ Θουκυδίδης (II 70) ʼκαὶ πού τινες ἀλλήλων ἐγεύσαντοʼ ἀντὶ τοῦ ἑαυτῶν. B 378, 13. Phot. 78, 18. ἀλλοτριόγνωμος : σημαίνει ὁ τὰ ἀλλότρια ἐν γνώμῃ ἔχων, καὶ μὴ τὰ ἑαυτοῦ.
161*
B 385, 7. Phot. 78, 26. ἄλυπον ἄνθος ἀνίας : εἰ θέλοις εἰπεῖν ἐπί τινος πράγματος, ὃ λύπης ἀπαλλάττει, οὕτως ἂν χρήσαιο, ὡς καὶ Σοφοκλῆς ἐν τῷ Διονυσιακῷ τῷ σατυρικῷ (fr.
162*
174) ἐπὶ οἴνου πρῶτον γευσαμένων τῶν κατὰ τὸν χόρον σατύρων. ʼπόθεν ποτὲ ἄλυπον ὧδε εὗρον ἄνθος ἀνίας;ʼ ὅλον δὲ τὸ μελύδριον πολιτικὸν ἄγαν γέγονε. μετὰ γὰρ τῆς ἄλλης ἐναργείας λελυμένην ἔχει τὴν ἑρμηνείαν καὶ μεθύουσιν ἁρμόττουσαν. δεῖ δὲ τὰς λύσεις τῆς ἑρμηνείας ἁρμόττειν τοῖς νοήμασι καὶ μὴ σφίγγειν, καὶ μηδαμοῦ σύνδεσμον παρατιθέναι, ἀλλʼ ἀκήρατον τὴν λύσιν φυλάττειν. B 385, 18. Phot. 82, 18. ἁλμάδες : κολυμβάδες ἐλαῖαι. [10]
163*
B 379, 15. Phot. 79, 23. Suid. ἀμαθίας ὕψος : λαμπρὰ καὶ συγγραφικὴ ἡ φράσις.
164*
Πλάτων ἐχρήσατο ἐν Ἐπιστολαῖς (VII 351 E). Phot. 85, 26. ἀμαθία : ἀντὶ τοῦ ἀναισθησία. *[crux: ἀμαθία]*
165*
Πλάτων (e. g. Leg. III 689 A). Phot. 85, 28. Suid. ἀμαθής : ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος.
166*
ὁ αὐτός (e. g. Theaet. 171 D). τάττεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου. Phot. 86, 1. Suid. ἄμαχον κακόν : Phot.
88, 18. cf. epit. 22, 8. ἄμαχον πνῖγος : τὸ ὑπερβάλλον κατὰ τὴν ἰσχύν, ὡς μηδὲ μαχέσασθαι πρὸς αὐτό.
168*
οὕτω Κρατῖνος. ἐρεῖς δὲ καὶ ἄμαχον πρᾶγμα καὶ ἄμαχος χειμών . Phot. 88, 21. ἀμπρεύειν : ὡς ἡμεῖς τὸ πολλοῖς ζεύγεσιν ἓν μέρος ἕλκειν.
169*
Ἀριστοφάνης Λυσιστράτῃ (286) ʼἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ λοιπόν ἐστι χωρίον τὸ πρὸς πόλιν, τὸ σιμόν, οἷ σπουδὴν ἔχω· 〈χὤ〉 πως ποτʼ ἐξαμπρεύσομεν τοῦτʼ ἄνευ κανθηλίουʼ. Phot. 95, 9. ἀμπρευτής : χρήσιμος ἡ φωνή. [5]
170*
Σοφοκλῆς ʼὥσπερ ἀμπρευτὴς ὄνοσʼ. ἀεὶ μαστιγούμενος. Phot. 95, 13. ἀμπρεύοντι : Εὐριπίδης Πρωτεσιλάῳ ʼἕπου δὲ μοῦνον ἀμπρεύοντί μοιʼ ἀντὶ τοῦ προηγουμένῳ καὶ ὁδηγοῦντί σε καὶ οἷον ἕλκοντι.
171*
Phot. 95, 15. ἀμέλει : Ἀττικὴ δὲ ἡ φράσις.
172*
ἀντὶ τοῦ μὴ σὺ ἀθύμει schol. ad Aristoph. Nub. 488. ἀμηχάνητοι : ἀντὶ τοῦ πολλοὶ Ξενοφῶν.
173*
Suid. ἀμπελουργός καὶ ἀμπελουργεῖν : Ἀριστοφάνης (Pax 190).
174*
Phot. 95, 4. ἀμυντής καὶ ἀλκηστής : τραγικὰ καὶ σκληρὰ τὰ ὀνόματα.
175*
Phot. 96, 20. ἀναβασμοί : διὰ τοῦ ς λεκτέον καὶ οὐ διὰ τοῦ θ .
176*
ἀμαθῶν γὰρ τὸ οὕτως λέγειν, δέον ἀναβασμοὶ καὶ βασμοί. τὰ γὰρ διὰ τοῦ θ ὀνόματα Ἰάδος μᾶλλον, μηνιθμός, κηληθμός. καὶ ἄλλος οὐδεὶς ἂν εὑρεθείη ποιητὴς ἢ ῥήτωρ ἢ ἱστοριογράφος. ῥητέον οὖν μόνως διὰ τοῦ ς , ὡς Ἀριστοφάνης ʼἐκ τῶν ἀναβασμῶν ἀπιᾶσινʼ. Phot. 106, 12. ἀναβεβάμενοι : ἀναβάτην ἔχοντες. [5]
177*
οὕτως Ξενοφῶν (Hipparch. 1, 4). Phot. 106, 17. ἀναίσχυντος καὶ σιδηροῦς ἄνθρωπος : ἐπὶ τῶν ἀπηρυθριακότων καὶ μηδεμίαν μεταβολὴν τρόπου ποιουμένων.
178*
Phot. 113, 4. ἀνακαλλύνειν : Phot.
113, 6. cf. epit. 22, 10. ἀνάκειται σκώμμασιν, ἀνάκειται λοιδορίαις, ἀνάκειται πόρνοις, κύβοις, συμποσίοις : σημαίνει δὲ τὸ οἷον πρόσκειται ἰσχυρῶς.
180*
Phot. 113, 10. ἀνακαλπάζει : τινὲς μὲν ὡς οὐ δόκιμον ἐφυλάξαντο τὴν φωνήν, Αἰσχύλος δὲ ἐχρήσατο Μυσοῖς ὡς δόκιμον λέγει γάρ· ʼεἶδον καλπάζοντας ἐν αἰχμαῖσʼ.
181*
ὁμοίως Σοφοκλῆς, Ἀριστοφάνης καὶ Πλάτων καὶ ἕτεροι. Phot. 113, 14. ἀνεβόησεν οὐράνιον ὅσον : B 400, 33. [5]
Suid. cf. epit. 4, 6. ἀνεμεστώθη : B 401, 3.
Suid. cf. epit. 5, 19. ἀνέλκειν τὰς ὀφρῦς : μέγα φρονεῖν καὶ ὑπερήφανον B 401, 4.
185*
ἀνεγείρει καὶ ῥιπίζει (Aristoph. Ran. 360) τὸν ὄχλον, ἢ τὴν πόλιν : ἐναργὴς ἡ συμπλοκὴ τοῦ λόγου καὶ σημαίνει τὸ ἐρεθίζει καὶ ἀνακινεῖ. τὸ μέντοι ῥιπίζει ἀπὸ τῆς τοῦ πυρὸς ῥιπίσεως εἴρηται. B 401, 5. Phot. 128, 17. ἄνεμος καὶ ὄλεθρος ἄνθρωπος : B 401, 8. [5]
Phot. 129, 21. cf. epit. 21, 12. ἄνθρωπος πρόδοξος : B 404, 10.
Phot. 140, 7. Suid. cf. epit. 8, 6. ἄνθρωπος λυπησιλόγος : B 404, 12.
Phot. 140, 8. Suid. cf. epit. 13, 11. ἄνθρωπος Εὔριπος, τύχη Εὔριπος, διάνοια Εὔριπος : ἐπὶ τῶν ῥᾷστα μεταβαλλομένων καὶ ἀσταθμήτων ἀνθρώπων.
189*
B 404, 14. Phot. 140, 10. ἄνθρωπος ἀποφράς : Phot.
190
140, 12. cf. epit. 5, 11. ἄνθρωπος ἐξ ὁδοῦ : Phot.
140, 15. cf. epit. 6, 4. ἄνθρωπος φιλοπραγματίας : Phot.
140, 17. Suid. cf. epit. 2, 1. ἄνθρωπος οὐ σεμνός : ἀντὶ τοῦ ὁ ἐπιτυχὼν καὶ εὐτελής.
193*
καινῶς πάνυ εἴρηται παρὰ Ἀριστοφάνει. Phot. 140, 20. ἀνθρωποειδὲς θηρίον : Phot.
140, 22. cf. epit. 6, 1. ἀνθρωπικὴ παρασκευή : Φρύνιχος.
195*
ἐρεῖς δὲ καὶ φωνὴ καὶ διάνοια καὶ δίαιτα καὶ εἴ τι ἄλλο τοιοῦτον. Phot. 140, 24. ἀνθρωπικὸς μῦθος : Phot.
141, 1. cf. epit. 35, 1. ἀνθρωπάριον : Εὔπολις.
197*
ʼοὐκ ἐς κόρακας, ἀνθρωπάριον, ἀποφθείρῃ;ʼ Phot. 141, 3. ἀνθρώπειον σῶμα : Κάνθαρος.
198*
καὶ ἀνθρωπεία φύσις Θουκυδίδης (II 50). Phot. 141, 5. ἀνόητα, εἰ τοῦτο ἐπιτάξεις : Phot.
142, 26. cf. epit. 3, 8. ἀνοητίαν : τὴν ἄνοιαν.
200*
Ἀριστοφάνης (fr. 746). ἀνοηταίνειν δὲ Ἀμειψίας. B 406, 13. Phot. 143, 3. ἄνοις : ἀντὶ τοῦ ἀνύοις.
Φρύνιχος (fr. 98). B 406, 9. Phot. 143, 7. cf. supra fr. 22. ἄνοντος : ἀνύοντος.
202*
B 406, 10. ἄνοργοι : B 406, 11, Phot.
144, 1. cf. epit. 2, 11. ἀνοίσω : Phot.
143, 8. cf. epit. 49, 6. ἀνταποπαίζειν : Phot.
205
145, 11. cf. epit. 45, 5. ἀνταυγὲς κάλλος : nomen Phrynichi additum.
Phot. 145, 15. cf. supra fr. 23. ἀναβλυσθωνῆσαι : τὸ ἀναβλῦσαι. *[crux: ἀναβλυσθωνῆσαι]*
207*
Εὔπολις Δήμοις (fr. 105). πάντα τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦσι παίζοντες. Phot. 107, 14. Suid. ἀνάθημα : καὶ πάντα τὰ τοιαῦτα διὰ τοῦ η Ἀττικοί.
208*
Phot. 111. 6. ἀναπηρόβιος ἐν ὀργῇ : Φρύνιχος ʼἐν χαλεπαῖς ὀργαῖς ἀναπηροβίων τριγερόντωνʼ.
209*
Phot. 118, 10. ἀναπτηροῖ φόβος, ἢ λόγος, ἢ ἔπαινος, ἢ λοιδορία : Σοφοκλῆς Κρεούσῃ· ʼτί δʼ ὦ γέραιε; τίς ςʼ ἀναπτηροῖ φόβος;ʼ Phot.
210*
119, 6. ἀνασεμνύνειν : ἔστι μὲν καὶ τὸ ἀποσεμνύνειν πολιτικόν, ἀλλὰ τὸ ἀνασεμνύνειν πολιτικώτερον καὶ ὑψηλότερον.
211*
Phot. 121, 13. ἀνδρεῖος πρὸς δωροδοκίαν : ὁ Ῥήτωρ.
212*
ʼπρὸς μὲν τὴν τῶν πραγμάτων κίνησιν, ὡς ἔοικε, δειλὸς τυγχάνεις, πρὸς δὲ τὴν δωροδοκίαν ἀνδρεῖοσʼ. Phot. 126, 25. ἀνδριστὶ μιμεῖσθαι φωνήν : ὡς ἀνήρ.
213*
Κράτης Λαμίᾳ. Phot. 127, 1. ἀνδρηλατεῖν : ἄνδρας ἐλαύνειν, καὶ ἀνδρηλατεῖσθαι ἐλαύνεσθαι.
214*
καὶ πολλὴ τῆς τοιαύτης φωνῆς παρὰ τοῖς ἀρχαίοις ἡ χρῆσις. Phot. 127, 7. ἀνδροκάπραινα : Φερεκράτης ʼἀνδροκάπραινα καὶ μεθύση καὶ φαρμακίσʼ.
215*
Phot. 127, 27. ἀνελεύθερος : ὁ μικρολόγος.
216*
ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τι. Phot. 131, 21. ἀνεξέλεγκτος : ἀβασάνιστος, ἀγύμναστος, ἀδόκιμος.
217*
B 397, 25. Phot. 132, 18. Suid. ἀνεπιεικές : οὐκ ἐπιεικές, ἀλλὰ κακόν.
218*
Ἀριστοφάνης καὶ Αἰσχίνης. Phot. 133, 6. ἀνερρίπιζεν : ἀνεκίνει, ἐτάρασσεν, ἀνήγειρεν.
219*
B 398, 19. Phot. 133, 20. Suid. ἀνθηρὸς ποιητής, ἢ κιθαρῳδός, ἢ ᾠδός ἐρεῖς , ὡς Εὐριπίδης ἐπὶ Ὀρφέως.
220*
Phot. 139, 14. ἀνθίσασθαι μουσικῆς καὶ ἠνθισμένοι μουσικῆς : οἷον ἠθροικότες τὰ ἄνθη τῆς μουσικῆς.
221*
B 404, 7. Phot. 139, 19. Suid. ἀνέσχεν : ὡς λέγομεν, ὁπότε ὁ ὑετὸς παύεται.
222*
Ξενοφῶν (Hell. I 6, 28). σημαίνει δὲ καὶ ἄνω ἔσχεν, ἐπῆρεν, ὕψωσεν. B 400, 13. ἀντιδοίην κἂν ἐμαυτὸν τῷδε πράξας εὐθέτως : Ἀττικὴ ἡ συμπλοκή.
223*
καὶ γὰρ ἐκεῖνοι δοτικὰς ἀντὶ γενικῶν λαμβάνουσιν, οἷον ʼφιλίᾳ τοῦτο δρῶσαʼ, ἀντὶ τοῦ ὑπὸ φιλίας. Phot. 147, 20. ἀντίθετον : τὸ σχῆμα τῆς φράσεως, ὡς ἡμεῖς, Ἀριστοφάνης Θεσμοφοριαζούσαις (fr.
224*
326) ʼκαὶ κατʼ Ἀγάθωνʼ ἀντίθετον ἐξευρημένονʼ. B 410, 14. Phot. 148, 9. ἀντικρύ : σημαίνει τὸ κατʼ ἐναντίας καὶ ἐξ ἐναντίας καὶ κατʼ εὐθύ. *[crux: ἀντικρύ]*
225*
σημαίνει καὶ τὸ ταχέως καὶ ὁλοσχερῶς. B 408, 27. ἀντιλογιῶν : Θουκυδίδης τετάρτῳ (IV 59) καὶ ἀντιλογῆσαι Νεφέλαις Ἀριστοφάνης (320).
226*
B 407, 22. Phot. 149, 14. Suid. ἀντιλογῆσαι : Ἀριστοφάνης Νεφέλαις (321).
Antiattic. 78, 5. ἄξιος λαβεῖν ὁ μισθός : τοῦτο τῶν εἰς κάλλος ἠσκημένων.
227*
σημαίνει δέ τι τοιόνδε· ἄξιός ἐστιν ὁ μισθὸς ὥστε λαμβάνειν αὐτόν. ἔστι δὲ παρὰ Κρατίνῳ (fr. 365). Ὅμηρος δὲ πρῶτος ἐχρήσατο τῷ σχήματι τούτῳ (Ω 243) ʼῥηΐτεροι γὰρ ….. ἔσεσθε κείνου τεθνηῶτος ἐναίρεμενʼ. καὶ πάλιν (Μ 63) ʼἡ δὲ μάλʼ ἀργαλέη περάᾳν. σκόλοπες γὰρ ἐν αὐτῇʼ. καὶ Εὐριπίδης (Med. 319) ʼγυνὴ γὰρ ὀξύθυμος, ὡς δʼ αὔτως ἀνήρ, ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφόσʼ. ὁ δὲ νοῦς· ῥᾷον ἄν τις φυλάξαιτο τὸν ὀξύθυμον ἢ τὸν κρύπτοντα διὰ σιγῆς τὴν ὀργήν. B 412, 9. Suid. ἄξιος τριχός : Suid. [10]
cf. epit. 14, 4. ἄξιος οὐδὲ μόνου : ἀντὶ τοῦ οὐδενός.
229*
ἔστι δὲ ἀπὸ τῶν κύβων εἰρημένον. καὶ παροιμία· ἄξιος ὀβελίσκου καὶ ἀπὸ ὀβελίσκου , ἐπὶ τῶν σφόδρα τιμίων. καὶ ἄξιος τοῦ παντός . Suid.; prior pars fragmenti B 413, 8. Phot. 152, 20. ἁπαλὸς εἴσπλους τοῦ λιμένος : Phot. [5]
230
155, 16. cf. epit. 19, 14. ἁπαλοσώματος : Ἀριστοφάνης. *[crux: ἁπαλοσώματος]*
231*
ὁ αὐτὸς ἁπαλύνειν ἀντὶ τοῦ διαχεῖν τὴν ψυχὴν καὶ θηλύνειν. Phot. 155, 19. ἀπαντᾶν καὶ συναντᾶν : λέγουσιν ἑκατέρως.
232*
B 416, 9. Phot. 156, 8. Suid. ἅπανθʼ ὅμοια καὶ Ῥοδῶπις ἡ καλή : σημαίνει δὲ ὅτι ταῖς τύχαις ὁμοίως ὑποπεπτώκασιν οἱ θνητοί.
233*
B 416, 7. Phot. 156, 9. Suid. ἀπανθίζειν : Πωλίων εἴρηκεν.
234*
ʼἀπανθίζειν ἐπεχείρει τοὺς Φρύγας Ἀχιλλεύσʼ. Phot. 156, 11. ἁπαλοὶ θερμολουσίαις, ἁβροὶ μαλθακευνίαις : B 415, 27.
235
Phot. 155, 9. Suid. cf. epit. 3, 5. ἀπʼ ἀκροφυσίων λόγους ἐπιδεικνύναι : οἱονεὶ καινοὺς καὶ νεοποιήτους.
236*
Ἀριστοφάνης (fr. 699) ʼῥήματά τε κομψὰ καὶ παίγνιʼ ἐπιδεικνύναι πάντʼ ἀπʼ ἀκροφυσίων κἀπὸ κινναβευμάτωνʼ. λέγει γὰρ διὰ μὲν τοῦ ἀπʼ ἀκροφυσίων καινῶς εἰργασμένα καὶ οἷον ἐκ πυρός, διὰ δὲ τοῦ ἀπὸ κινναβευμάτων οἷον καινῶς πεπλασμένα καὶ 〈καινὴν〉 διάθεσιν ἔχοντα. κίνναβος γὰρ τὸ εἴδωλον, πρὸς ὃ οἱ πλάσται καὶ οἱ ζωγράφοι βλέποντες διατίθενται πλάττοντες καὶ γράφοντες. κέχρηνται πολλοί. B 415, 29. Suid. ἀπόβλεπτον : ἔνδοξον. [10]
237*
B 425, 26. cf. epit. 7, 17. ἀποβαδίζειν : οὐδὲν πλέον τοῦ βαδίζειν δηλοῖ.
238*
B 425, 27. ἀποβλεπόμενοι : ἀντὶ τοῦ θαυμάζοντες.
239*
B 425, 28. ἀπογνῶναι : οἷον μὴ καταψηφίσασθαι.
240*
οὕτως Αἰσχίνης ἐν τῷ περὶ τῆς παραπρεσβείας. B 425, 29. ἁπαξαπλῶς : κατὰ σύνθεσιν προφέρονται τὴν πρώτην βαρύνοντες.
241*
B 415, 13. Phot. 156, 21. ἁπαξάπαντα : οὐδὲν πλέον σημαίνει τὸ ἅπαξ προσκείμενον.
242*
Phot. 156, 23. ἀπαγκωνισάμενος : Ἄρχιππος Ἰχθῦσιν.
243*
σεμνῶς πάνυ. ἔλεγον δὲ καὶ ἀγκωνίζειν . Phot. 154, 5. ἁπαλά : οἷον ἐξηλλαγμένα καὶ καινά. *[crux: ἁπαλά]*
244*
Εὐριπίδης καὶ Σοφοκλῆς. Phot. 155, 22. ἀπάντησις : ὡς ἐν τῇ συνηθείᾳ φαμέν, Σοφοκλῆς .
245*
.. ʼἐγὼ δʼ εἰς ἀπάντησίν τινος σπεύδωνʼ. ὁ αὐτός. Phot. 156, 17. ἄπαιρε : ὃ οἱ πολλοὶ ἆρον λέγουσιν, καὶ ἀπαίρειν ἀντὶ τοῦ παραγίνεσθαι.
246*
Ἀριστοφάνης (Eccl. 818) καὶ ἀπαίροντες μεθιστάμενοι. Phot. 155, 1 sq. Suid. ἀπεκάλει : ἀντὶ τοῦ μετεκάλει, μετεπέμπετο.
247*
Ξενοφῶν (Cyr. I 4, 25 et 4, 5. 12). Suid. ἀπεριλάλητον : ἤ τοι οὐκ εἰδότα λαλεῖν ἢ οἷον οὐκ ἄν τις περιλαλήσαι. *[crux: ἀπεριλάλητον]*
248*
Suid. ἀπηλιώτης 〈ὁ ἄνεμος 〉: ἐν τῷ π .
249*
καὶ ἀντήλιος καὶ πάντα τὰ ὅμοια ψιλῶς. καὶ ἡ ἑπηλίς ἐστι παρὰ Ποσειδίππῳ (fr. 12). B 424, 25. Suid. ἀπιστεῖν : τὸ ἀπειθεῖν. *[crux: ἀπιστεῖν]*
250*
λέγουσι δὲ καὶ ἀπιστίαν τὴν ἀπείθειαν. B 424, 32. Suid. ἀπὸ γραμμῆς : οἷον ἀπʼ ἀρχῆς.
251*
εἴρηται δὲ ἀπὸ τῆς τῶν δρομέων γραμμῆς, ἣν ἄφεσιν καὶ βαλβῖδα καλοῦσιν. B 426, 19. ἀποστάσιον : ἀποστάσιον καὶ λιποστράτιον καὶ πάντα τὰ τοιαῦτα οὐδετέρως σχηματίζουσιν.
252*
Εὔπολις (fr. 349) ʼκαὶ γὰρ αἰσχρὸν ἀλογίου τι ὀφλεῖνʼ. B 436, 3. ἀποσυστῆσαι : οὐδὲν πλέον τοῦ συστῆσαι B 436, 20.
253*
Suid. ἀποψοφεῖν : 〈τὸ πέρδεσθαι〉 εὐσχήμως λέγεται.
254*
εὐσχημονέστερον δὲ διαπνεῖν καὶ ἀποπνεῖν . B 439, 31. Suid. ἀπροσήγορος ἄνθρωπος : ὃν οὐχ οἷόν τε προσαγορεῦσαι διὰ τρόπου τραχύτητα.
255*
B 440, 17. Suid. ἀργυρώματα : ἀργυρώματα καὶ χρυσώματα, ὁμοίως ὡς ἡμεῖς.
256*
B 442, 6. Suid. ἀργυρίδιον : ὡς ἡμεῖς.
257*
Εὔπολις Δήμοις (fr. 113) ʼἐγὼ δὲ συμψήσασα τἀργυρίδιονʼ. B 442, 8. Suid. ἀργύριον : καὶ τὸ λεπτὸν νόμισμα καλοῦσιν, ὡς Ἀριστοφάνης Δαναΐσιν (fr.
258*
262). B 442, 10. Suid. ἄρρατος : B 442, 20.
Suid. cf. epit. 41, 5. ἀργυραμοιβός : B 442, 22.
260
Suid. cf. epit. 30, 10. ἀρτοπόπον : καὶ Ἀττικοὶ καὶ Ἴωνες τὸν ἀρτοποιόν.
ἔστι δὲ τὸ ἀρτοποπεῖν ἐν Μονοτρόπῳ Φρυνίχου (fr. 27). B 447, 25. ἀρτοσιτεῖν : τὸ ἐναντίον τῷ ὀψοφαγεῖν. *[crux: ἀρτοσιτεῖν]*
262*
Πλάτων ἐν Ὑπερβόλῳ (fr. 172) κέχρηται τῷ ὀνόματι. B 447, 27. ἀρχαῖος : ἀντὶ τοῦ εὐήθης.
Πλάτων (Euthyd. 295 C). Ἰσοκράτης δὲ ἐν τῷ Πανηγυρικῷ (8) 〈ἀρχαίως λέγειν〉 τὸ ἀρχαιοτρόπως εἰπεῖν, τουτέστι ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Δημοσθένης δὲ ἐν τοῖς Φιλιππικοῖς (IX 98) εἰπών ʼοὕτω δὲ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶσʼ ἀντὶ τοῦ ἁπλῶς ἔλαβεν. B 449, 1. Suid. ἀρχῆθεν : οὐκ ἔστι παρὰ τοῖς Ἀττικοῖς, πλὴν παρʼ Αἰσχύλῳ (fr. [5]
416), παρʼ Ἡροδότῳ δὲ ἔστι καὶ τοῖς Ἴωσιν (Herod. I 131; II 138). B 450, 4. ἄσταχυς : ἄσταχυς καὶ ἀσταφὶς καὶ ὅλως τὸ πλεονάζειν τῷ α ἐν ἀρχῇ τῶν τοιούτων ὀνομάτων Ἀττικόν ἐστιν.
265*
Ὅμηρος (B, 148) ʼἐπὶ τʼ ἠμύει ἀσταχύεσσινʼ. Κρατῖνος 〈ὁμοίως τῷ ἄνηστις ἀντὶ τοῦ νῆστις πλεονασμῷ τοῦ α κέχρηται λέγων〉 ʼφοιτᾷς ἐπὶ δεῖπνον ἄνηστισʼ (fr. 45). B 453, 27. Suid. ἀστεῖόν τι καὶ κατερρινημένον εἰπεῖν : B 453, 33. [5]
Suid. cf. epit. 12, 1. ἄσπουδος 〈ἀνήρ 〉: ὁ μὴ σπουδαῖος οὐδὲ σπουδαρχίδης.
267*
Εὔπολις Πόλεσιν (fr. 234) ʼἄσπουδος δʼ ἀνὴρ σπουδαίου κακίωνʼ. B 453, 21. ἀσκήσασα : κοσμήσασα.
268*
μετʼ ἐπιμελείας ὑφάνασα. B 452, 11. Suid. ἀστραγάλους : οἱ Ἀττικοί. *[crux: ἀστραγάλους]*
269*
τὸ γὰρ θηλυκὸν Ἰακόν. καὶ παρʼ Ὁμήρῳ τινὲς θηλυκῶς οἷον (Ψ 88) ʼνήπιος, οὐκ ἐθέλων ἀμφʼ ἀστραγάλαισι χολωθείσʼ. Φερεκράτης Δουλοδιδασκάλῳ (fr. 43) ʼἀντʼ ἀστραγάλων 〈τοῖσ〉 κονδύλοισι παίζετεʼ. Πλάτων Λύσιδι (206 E) ʼἠρτίαζον ἀστραγάλοις παμπόλλοισʼ. λέγουσι δὲ καὶ ἀστρίχους . Ἀντιφάνης Ἐπιδαυρίῳ (fr. 92). B 454, 24. ἀσταφίδα : ἀσταφίδα καὶ ὀσταφίδα οἱ Ἀττικοὶ ἑκατέρως. [5] *[crux: ἀσταφίδα]*
270*
Νικοφῶν ἐν Χειρογάστορσιν ὀσταφίδα εἴρηκεν (fr. 21). B 455, 28. ἀτηρότατον .
271*
〈Ἀριστοφάνησ〉 Σφηξίν (1290). Πλάτων δʼ ἐν Φάωνι (fr. 182) ἀτηρίας . B 459, 15. Suid. ἄτοπον : ἀντὶ τοῦ ἄλογον, θαυμάσιον, παράδοξον, ξένον, κακόν, μοχθηρόν, καὶ ὃ μὴ ἔχει τόπον.
272*
〈σημαίνει δὲ〉 καὶ τὸ ἀνυπονόητον, οἷον 〈ὃ〉 μὴ ἔστι τοπάσαι. καὶ ἀτόπως τὸ ἀσυνήθως καὶ ἀνεπιφάτως. ʼἀτόπως καθίζων κοὐδὲ γιγνώσκειν δοκῶνʼ φησὶ Φερεκράτης (fr. 163). B 460, 8. ἀτοπίας πλέων πρᾶγμα : ἀντὶ τοῦ θαύματος. [5]
273*
Suid. ἄττα : σημαίνει μὲν ἡ φωνὴ τὸ τινά, ὁπότε ψιλοῦται. *[crux: ἄττα]*
274*
ἢ καὶ τὸ ὀλίγα ἢ παραπλήσιον. ὁπότε δὲ δασύνεται, τὸ ἅτινα, ὅπερ οἱ Ἴωνες ἅσσα λέγουσιν. σημαίνει δὲ καὶ τὸ ἅπερ ἄν. ἐνίοτε δὲ καὶ ὡς παρέλκον ἐστίν. παραλαμβάνεται δὲ καὶ τὸ πότε καὶ τὸ ὅμοιον καὶ τὸ πηνίκα. Δημοσθένης δὲ ἐν τῷ παραπρεσβείας (15) ἐπὶ τοῦ ὅσα ἔλαβε τὴν λέξιν. τῶν δὲ κωμικῶν τις τὸ ἅττα ἐπὶ ἀριθμοῦ ἔταξεν, ἕτερος δὲ ἐπὶ χρόνου. B 460, 32. ἀτταγᾶς : ὄρνις οὕτω καλεῖται ὑπὸ τῶν Ἀττικῶν. [5]
275*
Ἀριστοφάνης Σφηξίν (257) ʼτὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζωνʼ. καὶ αἱ πλάγιοι ἀτταγᾶν. καὶ ἀττάγας πληθυντικῶς. B 461, 21. ἀττικισμός : ἡ πρὸς τοὺς Ἀττικοὺς οἰκειότης καὶ εὔνοια, ὡς Λακωνισμὸς ἡ πρὸς τοὺς Λάκωνας.
276*
B 461, 17. Suid. ἄτυφον : ἐν Φαίδρῳ (230 A) τὸ ἀβλαβές, ἐπὶ τὸ τῦφον βλάπτει. *[crux: ἄτυφον]*
277*
καὶ ἐπιτεθυμμένον ὁμοίως. τὸ γὰρ θύψαι ἐπικαῦσαι, καὶ θυμάλωπες οἱ ἀπολελειμμένοι τῆς θύψεως ἄνθρακες οἱ ἡμίκαυστοι. B 462, 9. Suid. αὐτοβοᾷς ὅμοιος ὢν τῷδε : Ἀττικῶς πάνυ συμπέπλεκται.
278*
σημαίνει δὲ οἷον αὐτὸς ἑαυτῷ μαρτυρεῖς κεκραγὼς ὅμοιος εἶναι τῷδε. B 465, 8. Suid. αὐτόκακον ἔοικε τῷδε : B 465, 11.
Suid. cf. epit. 11, 14. αὑτόν : Σοφοκλῆς (Oed. *[crux: αὑτόν]*
280*
R. 138): ἀντὶ τοῦ ἐμαυτόν, καὶ Λυσίας ἐν τῷ κατὰ Ἰφικράτους (112, 37), καὶ πολλοὶ ἄλλοι. σημαίνει δὲ καὶ τὸ μόνος. B 467, 28. αὐτόσσυτον : αὐτοκέλευστον.
281*
οὕτω Σοφοκλῆς (fr. 515). B 467, 31. αὐτοτελῶς : σημαίνει μὲν τὸ τελείως.
282*
Λυσίας δὲ (fr. 38) ἀντὶ τοῦ ὡς ἔτυχεν ἐχρήσατο· ʼὡς ἂν τῷ ὑπευθύνου καὶ τοῦτο ἐποιήσαμεν οὐκ αὐτοτελῶς, ἀλλʼ ἀκριβῶσʼ. τοιοῦτόν ἐστι καὶ τὸ παρʼ Ὁμήρῳ αὐτόποκον ἱμάτιον . δηλοῖ γὰρ τὸ ἐξ αὐτοῦ τοῦ πόκου εὐθὺς εἰς κρόκην ἐργασθέν. B 467, 32. αὐλίζεται : τὸ ἐν αὐλῇ διατρίβει καὶ ἰδίως τὸ κοιμᾶται. [5]
Εὔπολίς (fr. 322) φησιν ʼἐγὼ δʼ ἄδειπνος ἑσπέρας ηὐλιζόμηνʼ. σημαίνει δὲ καὶ τὸ φυλάττει, παρεμβάλλει. B 463, 18. Suid. αὐτόκρατον λόγον : τὸν ἐξ ἑαυτοῦ τὸ τέλος ἐπιφέροντα. *[crux: αὐτόκρατον]*
284*
οὕτως Αἰσχύλος (fr. 295). B 467, 9. αὐταῖσι διαβολαῖς : Ἀττικὴ 〈ἡ〉 σύνταξις, ὡς εἰ λέγοιμεν αὐτοῖς ὅπλοις τὰ ἅρματα, αὐτοῖς ἵπποις.
285*
λείπει 〈ἔθει Ἀττικῷ〉 ἡ 〈σύν〉 πρόθεσις. Suid. αὐτοῖς τοῖς ταλάροις ἐσθίεις τὸν τυρόν : σύντροφον τοῖς Ἀθηναίοις ἄνευ τῆς σύν προθέσεως λέγειν αὐτοῖς τοῖς ὅπλοις, αὐτοῖς τοῖς ταλάροις .
286*
B 466, 30. Suid. ἀφείλετο : καὶ τὰ ὅμοια διὰ τοῦ ε , ἐφʼ ὧν τὸ πρῶτον πρόσωπον διὰ τοῦ ο , τὸ δὲ δεύτερον διὰ τῆς ου .
287*
ὅτε δὲ τὸ πρῶτον διὰ τοῦ α , τότε τὸ δεύτερον διὰ τοῦ ω . B 469, 9. ἀφειλόμην : διὰ τοῦ ο , τὰ δὲ βάρβαρα διὰ τοῦ α , οἷον ἀφειλάμην καὶ ἀφείλατο.
288*
ὁμοίως καὶ τὸ ἀφείλω. τὸ δὲ ἀνάλογον ἐπὶ πάντων ἐστὶ τῶν ὁμοίων. B 469, 12. ἀφείκατο : Ἀττικῶς.
289*
τὸ δὲ ἀφέωκα Δωρικόν. B 470, 14. ἀφεωκέναι καὶ ἀφεώκαμεν : 〈οἱ Δωριεῖσ〉 ἀντὶ τοῦ ἀφεῖναι καὶ καταλιπεῖν.
290*
B 470, 14. ἄφθα : καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η λέγουσι τὸ ἐν τῇ γλώσσῃ γενόμενον ἑλκύδριον, ὡς κίχλα κίχλη καὶ πείνα πείνη.
291*
B 470, 31. ἀφορμή : ἰδίως παρὰ Ἀττικοῖς ἡ πάροδος λέγεται, ἣν νῦν πολλοὶ πρόχρειαν καὶ ἐνθήκην λέγουσιν.
292*
λέγεται δὲ καὶ ἡ αἰτία. B 472, 6. ἄχθομαι αὐτῷ τῷ ῥύπῳ : ἀντὶ τοῦ τῇ ἀνελευθερίᾳ καὶ μικρολογίᾳ.
293*
τὸν γὰρ ῥύπον ἐπὶ τῶν γλίσχρων καὶ ἀνελευθέρων ἐτίθεσαν. 〈Ἀριστοφάνης (Acharn. 63)〉. οὕτω γοῦν ῥυποκονδύλους λέγουσι τοὺς τοιούτους. B 474, 19. Suid. ἀχρειογέλως ἄνθρωπος : 〈ὁ〉 ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων. [5]
294*
B 475, 7. Suid. ἀωρόλειος : ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενος 〈καὶ φαλακριῶν. *[crux: ἀωρόλειος]*
295*
τὸ αὐτὸ καὶ ὠμογέρων ὁ παρʼ ἡλικίαν γηράσασ〉. B 476, 19. Suid. Β βαλαντιοτόμος : ὁ κλέπτης.
296*
Bachmann. I 178, 15. βαρβαρίζει : ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ.
297*
οὕτως Πλάτων (Alc. I 120 B). Suid. βούλιμος : ἡ ἐπιτεταμένη λιμός.
298*
Bachm. I 181, 8. Γ γρύξαι : βραχύτατον φθέγξασθαι.
299*
Bachm. I 187, 9. Δ δαπανᾶν : οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῆν καὶ σπαθᾶν καὶ δαπανᾶν τῇ ἀσωτίᾳ. *[crux: δαπανᾶν]*
300*
οὕτω Δημοσθένης (passim). καὶ οἱ ἄλλοι δικανικοὶ οὕτως χρῶνται τῷ ὀνόματι. Θουκυδίδης δὲ (IV 3) ʼτὴν πόλιν δαπανᾶνʼ, φησίν, ἀντὶ τοῦ εἰς ἀναλώματα μεγάλα ἐμβάλλειν. Suid. διακέκοπται : οἷον ἀδόκιμόν ἐστιν. [5]
301*
διέκοπτον γὰρ τὸ ἀδόκιμον νόμισμα οἱ παλαιοί. Suid. δρώντων : ἀντὶ τοῦ δράτωσαν.
302*
χρήσθων ἀντὶ τοῦ χρήσθωσαν. Ἀττικὴ δέ ἐστιν ἡ σύνταξις, ὥσπερ ποιούντων ἐκεῖνοι ἀντὶ τοῦ ποιείτωσαν, φρονούντων ἀντὶ τοῦ φρονείτωσαν καὶ νοούντων ἀντὶ τοῦ νοείτωσαν. Suid. Ε ἐγείρεται τῆς νυκτός : οὕτως οἱ Ἀττικοί. [5]
303*
Suid. ἐγκυρῆσαι : ἀντὶ τοῦ ἐντυχεῖν.
304*
οὕτω Κρατῖνος Δηλιάσιν (fr. 35). Suid. Antiattic. 96, 14. ἐκζωπυρῆσαι : ἀνάψαι.
305*
κυρίως τὸ ἐκ μικροῦ φυσῶντα μεγάλην φλόγα κινῆσαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων. Suid. ἐκκόψαι : ἀντὶ τοῦ νικῆσαι κύβοις.
306*
οὕτως Ἄλεξις Δακτυλίῳ. Suid. Antiattic. 92, 5. ἐμὴν χάριν : συντάσσεται ἀντὶ τοῦ ἐμοῦ χάριν παρὰ Πλάτωνι (Phaedr.
307*
234 E. Soph. 242 B). Suid. ἐξεπίτηδες καὶ ἐπίτηδες : ἑκατέρως λέγουσιν Ἀττικοί.
308*
ἀντὶ τοῦ μάτην, ἐξ ἀνάγκης, ἀργῶς. ʼοὐκ ἐξεπίτηδες ἡ πόλις ἄρχειν καθίστησιν δικαστάς;ʼ (Arist. Plut. 917). Suid. ἐξεφύσησεν : ἐκίνησεν, ἐτάραξεν.
309*
ἀπὸ τοῦ σπινθῆρος δὲ τὸ φυσῆσαι ἔλαβεν Ἀριστοφάνης (Pax 610). Suid. ἐξονυχίζειν : ἐξετάζειν τοῖς ὄνυξιν .
310*
… ἢ τὸ ἀκριβολογεῖσθαι. Suid. ἐρρωπίζομεν : σύμμικτα καὶ συμπεφυρμένα ἐποιοῦμεν.
311*
ῥῶπος γὰρ ὁ ποικίλος καὶ λεπτὸς φόρτος. Phot. 17, 19. εὔκληρος : εὐεπίτευκτος.
312*
Phot. 34, 5. εὔμορφον : παρʼ οὐδενὶ εὗρον, ἀλλʼ εὐπρεπῆ.
313*
εὐμορφίαν παρὰ Πλάτωνι ἐν Νόμοις (IV 831 F) καὶ παρὰ Ξενοφῶντι (Symp. 8, 6), σπάνιον δέ. Moeris 138. Ζ Non exstant glossae. Η ἤνεγκα καὶ ἤνεγκον . [5]
314*
ἄμφω λέγουσιν. τὸ μὲν ἀπὸ τοῦ ἐνέγκαι, τὸ δὲ ἀπὸ τοῦ ἐνεγκεῖν. Phot. 71, 9. ἠνέγκατο : ἀντὶ τοῦ ἤνεγκεν.
315*
Phot. 71, 11. ἠνείχετο καὶ ἠνώχλει καὶ ἠκηκόει καὶ ἠντεβόλει : κοινὸν τῶν Ἀττικῶν ἰδίωμα.
316*
Phot. 71, 12. Θ Non exstant glossae. Ι ἰνᾶσθαι : καθαίρεσθαι, ἐκκενοῦσθαι. [5]
317*
καὶ ὑπέρινος ὁ ὑπερκεκαθαρμένος. Phot. 108, 7. Κ κυνοδέσμη : Phot.
188, 9. cf. epit. 85, 3. κυνοκέφαλλον : Phot.
188, 11. cf. epit. 85, 5. κυνοφθαλμίζεται : Phot.
320
188, 16. cf. epit. 84, 3. καχυπότοπος : καχύποπτος.
321*
τοπάσαι γὰρ τὸ ὑπονοῆσαι. Phot. 151, 21. κεκιβδήλευται : διαβέβληται, κατέγνωσται, ἀποδεδοκίμασται, νενόθευται.
322*
Phot. 152, 19. Suid. Bachm. I 274, 24. κεκωδωνισμένος : ἐξητασμένος ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων.
323*
καὶ διακωδωνίσαι ἐξετάσαι. Ἀριστοφάνης Λυσιστράτῃ (486) ʼὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾶνʼ. Suid. κίβδηλον : νόθον, ἀδόκιμον.
324*
Bachm. I 277, 10. κλινάρια : οὐ μόνον κλινίδια.
325*
Ἀριστοφάνης Δαιταλεῦσιν (fr. 239). Antiattic. 104, 28. κορυφοῦται : ὑψοῦται, ἐπαίρεται.
326*
Suid. κύαθος : ἀντλητήριον.
327*
μέτρον ὑγρὸν ὀγκίων δύο ἢ κοχλιάριον. Ἀριστοφάνης (Lys. 445) ʼκύαθον αἰτήσαις τάχαʼ. Phot. 182, 2. Suid. Bachm. I 284, 7. Λ Λακωνισμός : ἡ πρὸς τοὺς Λάκωνας οἰκειότης, ὥσπερ Ἀττικισμὸς ἡ πρὸς Ἀττικούς.
328*
Suid. λακωνίζειν : τὰ τῶν Λακώνων φρονεῖν ʼοἱ μὲν ἠττικίκασιν, οἱ δὲ λελακωνίκασινʼ.
329*
Suid. λέσχαι : οἱ τόποι, εἰς οὓς συνιόντες ἐλέσχαινον.
330*
Phot. 216, 2. Μ μέρμηρα : ἡ εἰς ὕπνον καταφορά: Phot.
331*
259, 4. μετεωρισθέντων : ἐπαρθέντων.
332*
ʼμετεωρισθέντων δὲ τῶν Βοιωτῶν διὰ τὴν εὐημερίαν, τούτους Χαβρίας ἐταπείνωσενʼ. Suid. μηδίζω : τὰ τῶν Μηδῶν φρονῶ.
333*
καὶ μηδίσαντες . Suid. μητραλοίας : ὁ τὴν μητέρα τύπτων.
334*
καὶ μετραλῴας ὁ αὐτός. Suid. Bachm. I 301, 18. μηχανορράφος : ἐπινοητὴς κακῶν.
335*
κατασκευαστής. Bachm. I 301, 18. μικρολόγος : σκνιπός, φειδωλός.
336*
Suid. Bachm. I 301, 29. Ν Ναΐδες : πηγαί.
337*
νύμφαι παρὰ τοῖς νάμασι διατρίβουσαι. Bachm. I 305, 27. νεανισκεύεται : Ἄμφις Ἐρίθοις (fr.
338*
19). Ποσείδιππος Δημόταις (fr. 9). Εὔπολις Αἰξίν (fr. 29). ἰδίως δὲ ἐσχημάτικεν τὸ νεανισκεύειν ἐν Δήμοις (fr. 109) ʼγυναῖκʼ ἔχοντα μάλα καλήν τε κἀγαθήν. αὕτη νεανισκοῦντος ἐπεθύμησέ μουʼ. Phot. 291, 2. Suid. νεβλάρετοι : ἄσημος φωνὴ ἐπὶ τοῦ περαίνειν. [5]
339*
Ἀριστοφάνης Δαιταλεῦσιν (fr. 241). Phot. 291, 16. νύμφα, νύμφη : Ἰωνικῶς ὡς τόλμα τόλμη.
340*
Suid. Ξ ξῆναι : ὁ ἀόριστος ἀπὸ τοῦ ξαίνω, οὐκ ἔχει τὸ ι , ὥσπερ οὐδὲ τὸ θερμῆναι, ἰῆναι, σημῆναι.
341*
Lex. Mess, Mus. Rhen. 47, 407. Ο οἰκόπεδον : ἔρημον κατάπτωμα οἴκου.
342*
Phot. 319, 15. Bachm. I 313, 25. οἰκότριψ : οἰκέτης.
343*
οἰκογενὴς δοῦλος. Bachm. I 313, 26. ὀρίγανος : ἡ βοτάνη θηλυκῶς παρὰ Ἀριστοφάνει (Eccles.
1065). οὐδὲν προτιμῶ σου : ἀντὶ τοῦ οὐ φροντίζω σου.
345*
ἡ φράσις Ἀττική. Ἀριστοφάνης Πλούτῳ (884). Suid. Π πεντέπηχυ καὶ πεντέκλινον καὶ πεντέχαλκον καὶ πεντέμηνον καὶ πάντα τὰ ὅμοια οὕτω λέγουσι διὰ τοῦ ε .
346*
Phot. 410, 20. περίβαλε : οἷον περίλαβε.
347*
καὶ κατὰ τὸ ἐναντίον λέγουσιν. σπανίως δέ. Phot. 415, 9. ποιήσειας καὶ γράψειας καὶ ποιήσειαν καὶ γράψειαν : Ἀττικοὶ μᾶλλον, οἱ Ἴωνες δὲ οὕτω καὶ ποιήσαις καὶ γράψαις.
348*
Phot. 437, 2. πολεμήσειεν : πολεμητικῶς ἔχειν.
349*
Θουκυδίδης ἐν τῇ αʹ (33), ὡς καὶ τὸ Ὁμηρικόν (Ξ 37) ʼτῷ ῥʼ οἱ ὀψείοντες ἀΰτης καὶ πολέμοιοʼ. οὕτως καὶ γαμήσειεν Ἀττικοί φασιν καὶ ἄλλας φωνὰς οὕτως σχηματίζουσιν. Phot. 438, 11. Ρ ῥυτήρ : ἁπλῶς μὲν ὁ ἱμάς, κυρίως δὲ 〈ἡ〉 ἡνία, παρὰ τὸ ῥύεσθαι τοὺς ἵππους καὶ τοὺς ἀναβάτας, ὅπερ ἐστὶ σῴζειν. [5]
350*
ἢ παρὰ τὸ ῥεύειν, ὅ ἐστιν ἀνακόπτειν καὶ ἀνεγείρειν τοὺς ἵππους. Phot. 493, 6. Σ σκανδαλήθρα : καὶ σκάνδαλα λέγουσιν ʼσκανδαλήθρʼ ἱστὰς ἐπῶνʼ. [5]
351*
〈Ἀριστοφάνης καὶ〉 Κρατῖνος (fr. 457). Phot. 516, 1. σεῖν : τὸ λεγόμενον τοῖς παιδίοις ὑπὸ τῶν τροφῶν, ὅταν αὐτὰ βούλωνται οὐρῆσαι.
352*
οὕτω Ἀριστοφάνης (fr. 850). Bachm. I 362, 31. σκιμαλίσαι : καταδακτυλίσαι ἀσχημόνως.
353*
Phot. 520, 11. σκιμβάζειν : χωλεύειν.
354*
καὶ ἀσκωλίζειν τὸ αὐτὸ τοῦτο. Ἀριστοφάνης (Plut. 1129). Bachm. I 366, 9. σπουδαρχιάσας : ἐπιθυμήσας ἄρξαι.
355*
σπουδάσας, ἐπιμεληθεὶς τυχεῖν τῆς ἀρχῆς. Phot. 532, 12. Τ τημελές : ἐπιμελές.
356*
Phot. 585, 12. τημελής : ἐπιμελής.
357*
σπουδαῖος. Phot. 585, 13. τημελῆσαι : ἐπιμελῆσαι, φροντίσαι.
358*
Phot. 585, 14. τημελήσαντες : θλίψαντες.
359*
Phot. 585, 15. τημελούμενον : ἐπιμελούμενον, φιλοκαλούμενον.
360*
Phot. 585, 16. τεγχθέντων : ἀντὶ τοῦ εἰξάντων.
361*
ἔνθεν καὶ ὁ ἄτεγκτος. 〈Πλάτων〉 Πολιτείας βʹ (361 C; idem Legg. IX 880 E) τὸ ʼμὴ τέγγεσθαι ὑπὸ κακοδοξίασʼ. Phot. 572, 19. Υ ὑπογεγραμμένη : ἐστιβισμένη. [5]
362*
Ἀριστοφάνης (cf. fr. 320, 5). Phot. 626, 13. ὑποτροχισθῆναι : οὐχ ὡς ἡμεῖς ὑποπεσεῖν τρόχῳ καὶ τρωθῆναι τροχίζεσθαι καλοῦμεν, οὕτω καὶ οἱ ῥήτορες αὐτῷ ἐχρήσαντο, ἀλλὰ τὸ στρεβλοῦσθαι ἐπὶ τοῦ τρόχου τοὺς ἐξεταζομένους, ἵνα κατείπωσιν, ἃ συνίσασιν ἄλλοις ἢ περὶ ὧν αὐτοὶ ἠδίκησαν τροχίζεσθαι λέγουσιν. [5]
363*
Suid. Φ ‘ φέρε τις γὰρ οὗτος οὑπὶ τῆς κρεμάθρας ‘ (Aristoph.
364*
Nub. 218): ἀντὶ τοῦ ὑπόθου. Ἀττικὴ δὲ ἡ σύνταξις. κατὰ δὲ τὴν διάνοιαν, ἧς προτάττεται, σημαίνει πλείονα τὸ φέρε. schol. ad Aristoph. Nub. 218. φειδαλφίτως : ἐκ τοῦ ἄλφιτον, ὅ ἐστιν πεφεισμένος τῶν ἀλφίτων.
365*
Suid. Χ χρῆται : οἱ Ἀττικοί.
366*
οἱ δὲ Ἴωνες χρᾶται καὶ ἐχρᾶτο. Bachm. I 417, 19. χρυσᾶ : τὸ ἁπλᾶ καὶ διπλᾶ καὶ πολλαπλᾶ καὶ πάντα τὰ τοιαῦτα περισπῶσιν οἱ Ἀττικοί, ἀργυρᾶ, χρυσᾶ, καὶ κεραμεᾶ ἀπὸ τοῦ κεραμεοῦν, καὶ φοινικᾶ ἀπὸ τοῦ φοινικοῦν.
367*
Suid. Ψ ψαθάλλειν : τὸ ψηλαφᾶν καὶ μαλάττειν αἰσχρῶς. [5]
368*
Suid. Ω ὤκλασαν : τὰ γόνατα ἔκαμψαν.
369*
Bachm. I 421, 1. ὡραΐζεσθαι : Κρατῖνος Ὥραις (fr.
370*
272). Antiattic. 116, 30.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top