Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Priscus of Panium: History (Fragments)

Library › Greek: History › History (Fragments)

The History of Priscus of Panium, a Thracian-born rhetor and historian of the fifth century AD, is lost and survives only in fragments. Most come from the tenth-century Excerpts on Embassies compiled under Constantine VII, with further material in the Suda and in Jordanes' Getica. The fragments cover Roman relations with the Huns and other peoples from about the 430s into the 470s, including Priscus' own embassy to the court of Attila in 449.

Priscus' eyewitness account of Attila's camp, with its banquets, negotiations and the conversation with a Greek who had chosen to live among the Huns, is the most vivid description of the Hunnic world to survive. His fragments are a primary source for the diplomacy and crises of the fifth-century Eastern Roman Empire and were drawn on by later historians.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: FHG IV pp. 71–110, frr. 1–68). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · History
History (Fragments)
Priscus of Panium · Part 1 · every word parsed
t1-44
FRAGMENTA Ὅτι Ῥοῦα βασιλεύοντος Οὔννων, Ἀμιλζούροις καὶ Ἰτιμάροις καὶ Τούνσουρσι καὶ Βοΐσκοις καὶ ἑτέροις ἔθνεσι προσοικοῦσι τὸν Ἴστρον καὶ ἐς τὴν Ῥωμαίων ὁμαιχμίαν καταφυγγάνουσιν ἐς μάχην ἐλθεῖν προῃρημένος ἐκπέμπει Ἤσλαν εἰωθότα ἐπὶ τοῖς διαφόροις αὐτῷ τε καὶ Ῥωμαίοις διακονεῖσθαι, λύειν τὴν προϋπάρχουσαν εἰρήνην ἀπειλῶν, εἰ μή γε πάντας τοὺς παρὰ σφᾶς καταφυγόντας ἐκδοῖεν. [5]
1
βουλευομένων δὲ Ῥωμαίων στεῖλαι πρεσβείαν παρὰ τοὺς Οὔννους, πρεσβεύειν μὲν ἤθελον Πλίνθας καὶ Διονύσιος, Πλίνθας μὲν τοῦ Σκυθικοῦ, Διονύσιος δὲ τοῦ Θρᾳκίου γένους, ἀμφότεροι δὲ στρατοπέδων ἡγούμενοι καὶ ἄρξαντες τὴν ὕπατον παρὰ Ῥωμαίοις ἀρχήν. ἐπειδὴ δὲ ἐδόκει Ἤσλαν παρὰ τὸν Ῥοῦαν ἀφικνεῖσθαι πρότερον τῆς ἐκπεμφθησομένης πρεσβείας, συνεκπέμπει Πλίνθας Σηγγίλαχον, ἄνδρα τῶν ἐπιτηδείων, πεῖσαι τὸν Ῥοῦαν αὐτῷ καὶ μὴ ἑτέροις Ῥωμαίων ἐς λόγους ἐλθεῖν. τελευτήσαντος δὲ Ῥοῦα, καὶ περιστάσης τῆς Οὔννων βασιλείας ἐς Ἀττήλαν καὶ Βλήδαν, ἐδόκει τῇ Ῥωμαίων βουλῇ Πλίνθαν πρεσβεύεσθαι παρʼ αὐτούς. καὶ κυρωθείσης ἐπʼ αὐτῷ παρὰ βασιλέως ψήφου, ἐβούλετο καὶ Ἐπιγένην ὁ Πλίνθας συμπρεσβεύειν αὐτῷ ὡς μεγίστην ἐπὶ σοφίᾳ δόξαν ἐπιφερόμενον καὶ τὴν ἀρχὴν ἔχοντα τοῦ κοιαίστορος. χειροτονίας δὲ καὶ ἐπʼ αὐτῷ γενομένης, ἄμφω ἐπὶ τὴν πρεσβείαν ἐξώρμησαν καὶ παραγίνονται ἐς Μάργον (ἡ δὲ πόλις τῶν ἐν Ἰλλυρίᾳ Μυσῶν πρὸς τῷ Ἴστρῳ κειμένη ποταμῷ ἀντικρὺ Κωνσταντίας φρουρίου κατὰ τὴν ἑτέραν ὄχθην διακειμένου), εἰς ἣν καὶ οἱ βασίλειοι συνῄεσαν Σκύθαι. καὶ τὴν σύνοδον ἔξω τῆς πόλεως ἐποιοῦντο ἐπιβεβηκότες ἵππων· οὐ γὰρ ἐδόκει τοῖς βαρβάροις ἀποβᾶσι λογοποιεῖσθαι, ὥστε καὶ τοὺς Ῥωμαίων πρέσβεις τῆς σφῶν αὐτῶν ἀξίας προνοουμένους ἀπὸ τῆς αὐτῆς προαιρέσεως ἐς ταὐτὸν τοῖς Σκύθαις ἐλθεῖν, πρὸς τὸ μὴ τοὺς μὲν ἀφʼ ἵππων, τοὺς δὲ πεζοὺς διαλέγεσθαι. *** τοὺς ἀπὸ τῆς Σκυθικῆς καταφεύγοντας, ἀλλὰ καὶ τοὺς ἤδη πεφευγότας σὺν καὶ τοῖς αἰχμαλώτοις Ῥωμαίοις τοῖς ἄνευ λύτρων ἐς τὰ σφέτερα ἀφιγμένοις ἐκδίδοσθαι, εἰ μή γε ὑπὲρ ἑκάστου πεφευγότος τοῖς κατὰ πόλεμον κτησαμένοις ὀκτὼ δοθεῖεν χρυσοῖ· ἔθνει δὲ βαρβάρῳ μὴ συμμαχεῖν Ῥωμαίους πρὸς Οὔννους αἱρουμένους πόλεμον· εἶναι δὲ καὶ τὰς πανηγύρεις ἰσονόμους καὶ ἀκινδύνους Ῥωμαίοις τε καὶ Οὔννοις· φυλάττεσθαι δὲ καὶ διαμένειν τὰς συνθήκας ἑπτακοσίων λιτρῶν χρυσίου ἔτους ἑκάστου τελουμένων παρὰ Ῥωμαίων τοῖς βασιλείοις Σκύθαις· πρότερον δὲ πεντήκοντα καὶ τριακόσιαι αἱ τοῦ τέλους ἐτύγχανον οὖσαι. ἐπὶ τούτοις ἐσπένδοντο Ῥωμαῖοί τε καὶ Οὖννοι καὶ πάτριον ὅρκον ὀμόσαντες ἐς τὰ ἀμφότερα ἐπανῄεσαν. οἱ δὲ παρὰ Ῥωμαίους καταφυγόντες ἐξεδόθησαν βαρβάροις, ἐν οἷς καὶ παῖδες Μάμα καὶ Ἀτακὰμ τοῦ βασιλείου γένους, οὓς ἐν Καρσῷ φρουρίῳ Θρᾳκίῳ οἱ παρειληφότες ἐσταύρωσαν δίκας αὐτοὺς πραττόμενοι τῆς φυγῆς. οἱ δὲ περὶ Ἀττήλαν καὶ Βλήδαν τὴν εἰρήνην πρὸς Ῥωμαίους θέμενοι διεξῄεσαν τὰ ἐν τῇ Σκυθικῇ ἔθνη χειρούμενοι καὶ πόλεμον πρὸς Σορόσγους συνεστήσαντο. [45]
1a
Οὐάλιψ ὁ πάλαι τοὺς Ῥούβους τοῖς Ῥωμαίοις ἐπαναστήσας τοῖς ἑῴοις, καταλαβὼν Νοβίδουνον πόλιν πρὸς τῇ ὄχθῃ κειμένην τοῦ ποταμοῦ, τινάς τε τῶν πολιτῶν διεχειρήσατο καὶ σύμπαντα τὰ ἐν τῷ ἄστει ἀθροίσας χρήματα κατατρέχειν τὴν Θρᾳκῶν καὶ Ἰλλυριῶν παρεσκευάζετο μετὰ τῶν νεωτερίζειν σὺν αὐτῷ ἑλομένων. Τῆς δὲ παραστησομένης αὐτὸν πεμφθείσης ἐκ βασιλέως δυνάμεως, τειχήρης οὖν γενόμενος τοὺς πολιορκοῦντας ἐκ τῶν περιβόλων ἠμύνετο, ἐφʼ ὅσον αὐτῷ τε καὶ τοῖς ἀμφʼ αὐτὸν οἷά τε ἦν καρτερεῖν· ἡνίκα γὰρ ἀπηγορεύοντο πόνῳ διαδοχῆς τὸ Ῥωμαϊκὸν μάχεσθαι πλῆθος, ἐς τὰς ἐπάλξεις τοὺς παῖδας τῶν αἰχμαλώτων ἱστῶντες, τὴν τῶν ἐναντίων βελῶν ἐπεῖχον φοράν· φίλοι γὰρ τῶν Ῥωμαϊκῶν παίδων οἱ στρατιῶται οὔτε ἔβαλλον ἐπὶ τοὺς ἐπὶ τοῦ τείχους οὔτε ἠκόντιζον, καὶ οὕτως αὐτῷ τριβομένου τοῦ χρόνου, ἐπὶ συνθήκαις ἡ πολιορκία ἐλύετο. Ἐπολιόρκουν οἱ Σκύθαι τὴν Ναϊσσόν· πόλις δὲ αὕτη τῶν Ἰλλυριῶν ἐπὶ Δανουβα κειμένη ποταμῷ. [15] *[crux: Δανουβα]*
1b
Κωνσταντῖνον αὐτῆς εἶναι οἰκιστήν φασιν, ὃς καὶ τὴν ὁμώνυμον ἑαυτῷ πόλιν ἐπὶ τῷ Βυζαντίῳ ἐδείματο. Οἷα δὴ οὖν πολυάνθρωπόν τε πόλιν αἱρήσειν οἱ βάρβαροι μέλλοντες καὶ ἄλλως ἐρυμνὴν διὰ πάσης ἐχώρουν πείρας. τῶν δὲ ἀπὸ τοῦ ἄστεως οὐ θαρρούντων ἐπεξιέναι πρὸς μάχην, τὸν ποταμὸν ὥστε ῥᾳδίαν εἶναι πλήθει τὴν διάβασιν ἐγεφύρωσαν κατὰ τὸ μεσημβρινὸν μέρος, καθʼ ὃ καὶ τὴν πόλιν παραρρεῖ, καὶ μηχανὰς τῷ περιβόλῳ προσῆγον, πρῶτον μὲν δοκοὺς ἐπὶ τροχῶν κειμένας διὰ τὸ πρόχειρον αὐτῶν εἶναι 〈οὕτ〉ως τὴν προσαγωγήν· αἷς ἐφεστῶτες ἄνθρωποι ἐς τοὺς ἀπὸ τῶν ἐπάλξεων ἀμυνομένους ἐτόξευον, τῶν ἐξ ἑκατέρας κεραίας ἑστώτων ἀνδρῶν ὠθούντων τοῖς ποσὶ τοὺς τροχοὺς καὶ προσαγόντων ὅπῃ καὶ δέοι τὰς μηχανάς, ὡς ἂν εἴη βάλλειν ἐπίσκοπα διὰ τῶν ἐν ταῖς ἐφεστρίσι πεποιημένων θυρίδων. ὥστε γὰρ τοῖς ἐπὶ τῆς δοκοῦ ἀνδράσιν ἀκίνδυνον εἶναι τὴν μάχην, λύγοις διαπλόκοις ἐκαλύπτοντο δέρρεις καὶ διφθέρας ἐχούσαις, κώλυμα τῶν τε ἄλλων βελῶν καὶ ὅσα ἐπὶ σφᾶς πυρφόρα ἐκπέμποιτο. πολλῶν δὲ τῷ τρόπῳ τούτῳ ἐπιτειχισθέντων ὀργάνων τῇ πόλει, ὥστε διὰ πλῆθος βελῶν ἐνδοῦναι καὶ ὑποχωρῆσαι τοὺς ἐπὶ τῶν ἐπάλξεων, προσήγοντο καὶ οἱ καλούμενοι κριοί. μεγίστη δὲ ἄρα καὶ ἥδε ἡ μηχανή· δοκὸς ἐκ ξύλων πρὸς ἄλληλα νευόντων χαλαραῖς ἀπῃωρημένη ἁλύσεσιν, ἐπιδορατίδα καὶ προκαλύμματα ὃν εἴρηται τρόπον ἔχουσα, ἀσφαλείας ἕνεκα τῶν ἐργαζομένων. καλῳδίοις γὰρ ἐκ τῆς ὄπισθεν κεραίας εἷλκον βιαίως ἄνδρες αὐτὴν ἐς τὸ ἐναντίον τοῦ δεξομένου τὴν πληγήν, καὶ μετὰ ταῦτα ἠφίεσαν, ὥστε τῇ ῥύμῃ πᾶν τὸ ἐμπῖπτον τοῦ τείχους ἀφανίζεσθαι μέρος. οἱ δὲ ἀπὸ τῶν τειχῶν ἀμυνόμενοι ἁμαξιαίους λίθους πρὸς τοῦτο ἤδη παρεσκευασμένους, ἡνίκα τῷ περιβόλῳ προσαχθείη τὰ ὄργανα, ἐνέβαλλον, καὶ τινὰ μὲν αὐτοῖς ἀνδράσι συνέτριψαν, πρὸς δὲ τὸ πλῆθος οὐκ ἀντήρκουν τῶν μηχανῶν. καὶ γὰρ δὴ προσῆγον καὶ κλίμακας, ὥστε πῇ μὲν ἐκ τῶν κριῶν λυθέντος τοῦ τείχους, πῇ δὲ τῶν ἐν ταῖς ἐπάλξεσι βιαζομένων ὑπὸ τοῦ πλήθους τῶν μηχανῶν, ἁλῶναι τὴν πόλιν, τῶν βαρβάρων ἐσφρησάντων κατὰ τὸ ῥαγὲν τοῦ περιβόλου μέρος ἐκ τῆς τοῦ κριοῦ πληγῆς. τοῦτο δὲ καὶ διὰ τῶν κλιμάκων, αἳ τῷ μήπω πεσόντι τοῦ τείχους προσήγοντο. Ὅτι τῶν Σκυθῶν κατὰ τὸν τῆς πανηγύρεως καιρὸν καταστρατηγησάντων Ῥωμαίους καὶ πολλοὺς ἀνελόντων, οἱ Ῥωμαῖοι ἐπέστελλον πρὸς τοὺς Σκύθας ἐν αἰτίᾳ σφᾶς ποιούμενοι τῆς τοῦ φρουρίου αἱρέσεως ἕνεκεν καὶ τῆς τῶν σπονδῶν ὀλιγωρίας. [5]
οἱ δὲ ἀπεκρίναντο ὡς οὐκ ἀρξάμενοι ἀλλʼ ἀμυνόμενοι ταῦτα δράσειαν· τὸν γὰρ τῆς Μάργου ἐπίσκοπον εἰς τὴν αὐτῶν διαβεβηκότα γῆν καὶ διερευνησάμενον τὰς παρὰ σφίσι βασιλείους θήκας σεσυληκέναι τοὺς ἀποκειμένους θησαυρούς· καὶ εἰ μὴ τοῦτον ἐκδοῖεν, ἐκδοῖεν δὲ καὶ τοὺς φυγάδας κατὰ τὰ ὑποκείμενα (εἶναι γὰρ παρὰ Ῥωμαίοις πλείστους) τὸν πόλεμον ἐπάξειν. Ῥωμαίων δὲ τὴν αἰτίαν οὐκ ἀληθῆ φαμένων εἶναι, ἐν τοῖς σφετέροις λόγοις τὸ πιστὸν οἱ βάρβαροι θέμενοι κρίσεως μὲν τῶν ἀμφιβόλων κατωλιγώρουν, πρὸς πόλεμον δὲ ἐτράπησαν, καὶ περαιωθέντες τὸν Ἴστρον πόλεις καὶ φρούρια πλεῖστα ἐπὶ τῷ ποταμῷ ἐκάκωσαν. ἐν οἷς καὶ τὸ Βιμινάκιον εἷλον· πόλις δὲ αὕτη τῶν ἐν Ἰλλυριοῖς Μυσῶν. ὧν γινομένων, καί τινων λογοποιούντων ὡς ὁ τῆς Μάργου ἐπίσκοπος ἐκδοθείη, ὥστε μὴ ἑνὸς ἀνδρὸς πέρι τῷ παντὶ Ῥωπαίων τὸν ἐκ τοῦ πολέμου ἐπαχθῆναι κίνδυνον, ὑποτοπήσας ὁ ἄνθρωπος ἐκδοθήσεσθαι, λαθὼν τοὺς ἐν τῷ ἄστει πρὸς τοὺς πολεμίους παραγίνεται καὶ αὐτοῖς παραδώσειν ὑπισχνεῖται τὴν πόλιν, εἴ γε ἐπιεικές τι οἱ τῶν Σκυθῶν βουλεύσαιντο βασιλεῖς. οἱ δὲ ἔφασαν πάντα ποιήσειν τὰ ἀγαθά, εἰ τὴν αὐτοῦ ἄγοι ἐς ἔργον ὑπόσχεσιν· δεξιῶν τε καὶ ὅρκων ἐπὶ τοῖς εἰρημένοις δοθέντων, μετὰ βαρβαρικῆς πολυπληθίας ἐς τὴν Ῥωμαϊκὴν ἐπάνεισι γῆν καὶ ταύτην προλοχίσας ἀντικρὺ τῆς ὄχθης νυκτὸς διανίστησιν ἐκ συνθήματος καὶ ὑπὸ τοῖς ἀντιπάλοις τὴν πόλιν ποιεῖ. δῃωθείσης δὲ τῆς Μάργου τὸν τρόπον τοῦτον, ἐπὶ μεῖζον ηὐξήθη τὰ τῶν βαρβάρων πράγματα. Ὅτι ἐπὶ Θεοδοσίου τοῦ μικροῦ βασιλέως Ἀττήλας ὁ τῶν Οὔννων βασιλεὺς τὸν οἰκεῖον στρατὸν ἀγείρας γράμματα στέλλει παρὰ τὸν βασιλέα τῶν τε φυγάδων καὶ τῶν φόρων πέρι, ὅσοι προφάσει τοῦδε τοῦ πολέμου οὐκ ἐδέδοντο, τὴν ταχίστην οἱ ἐκπέμπεσθαι παρακελευόμενος· συντάξεως δὲ ἕνεκα μέλλοντος φόρου παρʼ αὐτὸν πρέσβεις τοὺς διαλεξομένους ἀφικνεῖσθαι, ὡς, εἰ μελλήσειαν 〈ἢ〉 πρὸς πόλεμον ὁρμήσειαν, οὐδὲ αὐτὸν ἔτι ἐθέλοντα τὸ Σκυθικὸν ἐφέξειν πλῆθος. [5]
ταῦτα ἀναγνόντες οἱ ἀμφὶ τὰ βασίλεια οὐδαμῶς τοὺς παρὰ σφᾶς καταφυγόντας ἐκδώσειν ἔφασαν, ἀλλὰ σὺν ἐκείνοις τὸν πόλεμον ὑποστήσεσθαι, πέμπειν δὲ πρέσβεις τοὺς τὰ διάφορα λύσοντας. ὡς δὲ τῷ Ἀττήλᾳ τὰ δεδογμένα Ῥωμαίοις ἠγγέλλετο, ἐν ὀργῇ τὸ πρᾶγμα ποιούμενος τὴν Ῥωμαϊκὴν ἐδῄου γῆν, καὶ φρούριά τινα καθελὼν τῇ Ῥατιαρίᾳ προσέβαλε μεγίστῃ καὶ πολυανθρώπῳ. Ὡσαύτως δὲ καὶ ὁ Ἀττίλας τελευτᾷ καταφορᾷ αἵματος διὰ τῶν ῥινῶν ἐνεχθεὶς νυκτὸς μετὰ Οὕννας παλλακίδος αὐτοῦ καθεύδων, ἥτις κόρη καὶ ὑπενοήθη ὅτι αὐτὴ ἀνεῖλεν αὐτόν· περὶ οὗ πολέμου συνεγράψατο ὁ σοφώτατος Πρίσκος ὁ Θρᾴξ. [5]
3a
Λέγει ὅτι Κῦρος προεβλήθη ἐν Κωνσταντινουπόλει ἔπαρχος πραιτωρίων καὶ ἔπαρχος πόλεως. καὶ προῄει μὲν ὡς ἔπαρχος πραιτωρίων εἰς τὴν καροῦχαν τῶν ἐπάρχων· ἀνεχώρει δὲ καθήμενος εἰς τὴν καροῦχαν τοῦ ἐπάρχου τῆς πόλεως· ἐκράτησεν γὰρ τὰς δύο ἀρχὰς ἐπὶ χρόνους τέσσαρας, διότι καθαρὸς ἦν πάνυ· καὶ αὐτὸς ἐπενόησεν τὰ ἑσπερινὰ φῶτα ἅπτεσθαι εἰς τὰ ἐργαστήρια, ὁμοίως καὶ τὰ νυκτερινά. καὶ ἔκραξαν αὐτῷ τὰ μέρη εἰς τὸ Ἱππικὸν ὅλην τὴν ἡμέραν, Κωνσταντῖνος ἔκτισεν, Κῦρος ἀνενέωσε. καὶ ἐχόλεσεν αὐτῷ ὁ βασιλεύς, ὅτι ταῦτα ἔκραξαν, καὶ διεδέξατο αὐτὸν δημεύσας καὶ ἐποίησεν αὐτὸν κληρικὸν καὶ ἔπεμψεν αὐτὸν ἐπίσκοπον εἰς Σμύρναν τῆς Ἀσίας· ἦσαν γὰρ οἱ τῆς πόλεως ἐκείνης ἤδη τέσσαρας ἐπισκόπους φονεύσαντες· καὶ ἵνα καὶ αὐτὸν Κῦρον ἀνέλωσιν. Ὅτι Θεοδόσιος ἔπεμπε Σηνάτορα ἄνδρα ὑπατικὸν παρὰ τὸν Ἀττήλαν πρεσβευσόμενον. [15]
ὃς οὐδὲ τὸ τοῦ πρεσβευτοῦ ἔχων ὄνομα ἐθάρρησε πεζὸς παρὰ τοὺς Οὔννους ἀφικέσθαι, ἀλλʼ ἐπὶ τὸν Πόντον καὶ τὴν Ὀδυσσηνῶν ἔπλευσε πόλιν, ἐν ᾗ καὶ Θεόδουλος στρατηγὸς ἐκπεμφθεὶς διέτριβεν. Ὅτι μετὰ τὴν ἐν Χερρονήσῳ μάχην Ῥωμαίων πρὸς Οὔννους ἐγίνοντο καὶ αἱ συμβάσεις, Ἀνατολίου πρεσβευσαμένου. [5]
5
καὶ ἐπὶ τοῖσδε ἐσπένδοντο, ὅπως ἐκδοθεῖεν μὲν τοῖς Οὔννοις οἱ φυγάδες, καὶ ἓξ χιλιάδες χρυσίου λιτρῶν ὑπὲρ τῶν πάλαι συντάξεων δοθεῖεν αὐτοῖς· φόρον δὲ ἔτους ἑκάστου δισχιλίας καὶ ἑκατὸν λίτρας χρυσοῦ σφίσι τεταγμένον εἶναι· ὑπὲρ δὲ αἰχμαλώτου Ῥωμαίου φεύγοντος καὶ ἐς τὴν σφετέραν γῆν ἄνευ λύτρων διαβαίνοντος δώδεκα χρυσοῦς εἶναι ἀποτίμησιν, μὴ καταβάλλοντας δὲ τοὺς ὑποδεχομένους ἐκδιδόναι τὸν φεύγοντα· μηδένα δὲ βάρβαρον Ῥωμαίους κατὰ σφᾶς φεύγοντα δέχεσθαι. ταύτας προσεποιοῦντο μὲν ἐθελονταὶ Ῥωμαῖοι τὰς συνθήκας τίθεσθαι· ἀνάγκῃ δὲ καὶ ὑπερβάλλοντι δέει, ὅπερ κατεῖχε τοὺς σφῶν ἄρχοντας, πᾶν ἐπίταγμα καίπερ ὂν χαλεπὸν τυχεῖν τῆς εἰρήνης ἐσπουδακότες ἠσμένιζον, καὶ τὴν τῶν φόρων σύνταξιν βαρυτάτην οὖσαν προσίεντο, τῶν χρημάτων αὐτοῖς καὶ τῶν βασιλικῶν θησαυρῶν οὐκ εἰς δέον ἐκδεδαπανημένων, ἀλλὰ περὶ θέας ἀτόπους καὶ φιλοτιμίας οὐκ εὐλόγους καὶ ἡδονὰς καὶ δαπάνας ἀνειμένας, ἃς οὐδεὶς τῶν εὖ φρονούντων οὐδὲ ἐν εὐπραγίαις ὑποσταίη, μήτι γε δὴ οἱ τῶν ὅπλων ὀλιγωρήσαντες, ὥστε μὴ μόνον Σκύθαις, ἀλλὰ γὰρ καὶ τοῖς λοιποῖς βαρβάροις τοῖς παροικοῦσι τὴν Ῥωμαίων ὑπακούειν ἐς φόρου ἀπαγωγήν. τούτων τῶν συντάξεων καὶ τῶν χρημάτων πέρι, ἅπερ ἔδει τοῖς Οὔννοις ἐκπέμπεσθαι, συνεισφέρειν πάντας ἠνάγκασαν δασμὸν εἰσπραττομένους καὶ τοὺς κατὰ χρόνον τινὰ τὴν βαρυτάτην κουφισθέντας τῆς γῆς ἀποτίμησιν εἴτε δικαστῶν κρίσει εἴτε βασιλέων φιλοτιμίαις. συνεισέφερον δὲ ῥητὸν χρυσίον καὶ οἱ ἐν τῇ γερουσίᾳ ἀναγεγραμμένοι ὑπὲρ τῆς σφῶν αὐτῶν ἀξίας. καὶ ἧν πολλοῖς ἡ λαμπρὰ τύχη βίου μεταβολή· ἐσεπράττοντο γὰρ μετὰ αἰκισμῶν ἅπερ ἕκαστον ἀπεγράψαντο οἱ παρὰ βασιλέως τοῦτο ποιεῖν ἐπιτεταγμένοι, ὥστε τὸν κόσμον τῶν γυναικῶν καὶ τὰ ἔπιπλα τοὺς πάλαι εὐδαίμονας προτιθέναι ἐν ἀγορᾷ. τοῦτο μὲν μετὰ τὸν πόλεμον τὸ κακὸν Ῥωμαίους ἐδέξατο, ὥστε πολλοὺς ἢ ἀποκαρτερήσαντας ἢ βρόχον ἁψαμένους τὸν βίον ἀπολιπεῖν. τότε δὲ ἐκ τοῦ παραχρῆμα τῶν θησαυρῶν ἐξαντληθέντων, τό τε χρυσίον καὶ οἱ φυγάδες ἐπέμποντο, Σκόττα ἐπὶ ταύτην τὴν πρᾶξιν ἀφιγμένου· ὧν πλείστους Ῥωμαῖοι ἀπέκτειναν ἀπειθοῦντας πρὸς τὴν ἔκδοσιν, ἐν οἷς καὶ τῶν βασιλικῶν ὑπῆρχον Σκυθῶν, οἳ ὑπὸ Ἀττήλᾳ τάττεσθαι ἀνηνάμενοι παρὰ Ῥωμαίους ἀφίκοντο. τοῖς δὲ αὑτοῦ ὁ Ἀττήλας προστιθεὶς ἐπιτάγμασι καὶ Ἀσημουντίους ἐκέλευσεν ἐκδιδόναι ὅσους αἰχμαλώτους ὑπῆρχον ἔχοντες εἴτε Ῥωμαίους εἴτε βαρβάρους. Ἀσημοῦς δέ ἐστι φρούριον καρτερόν, οὐ πολὺ μὲν ἀπέχον τῆς Ἰλλυρίδος, τῷ δὲ Θρᾳκίῳ προσκείμενον μέρει· ὅπερ οἱ ἐνοικοῦντες ἄνδρες πολλὰ δεινὰ τοὺς ἐχθροὺς εἰργάσαντο, οὐκ ἀπὸ τειχῶν ἀμυνόμενοι, ἀλλʼ ἔξω τῆς τάφρου μάχας ὑφιστάμενοι πρός τε ἄπειρον πλῆθος καὶ στρατηγοὺς μέγιστον παρὰ Σκύθαις ἔχοντας κλέος, ὥστε τοὺς μὲν Οὔννους ἀπορρεύσαντας τοῦ φρουρίου ὑπαναχωρῆσαι, τοὺς δὲ ἐπεκτρέχοντας καὶ περαιτέρω τῶν οἰκείων γινομένους, ἡνίκα ἀπήγγελλον αὐτοῖς οἱ σκοποὶ διιέναι τοὺς πολεμίους λείαν Ῥωμαϊκὴν ἀπάγοντας, ἀδοκήτοις τε ἐμπίπτειν καὶ σφέτερα τὰ ἐκείνων ποιεῖσθαι λάφυρα, πλήθει μὲν λειπομένους τῶν ἀντιπολεμούντων, ἀρετῇ δὲ καὶ ῥώμῃ διαφέροντας. [55]
5 (50)
πλείστους τοίνυν οἱ Ἀσημούντιοι ἐν τῷδε τῷ πολέμῳ Σκύθας μὲν ἀπέκτειναν, Ῥωμαίους δὲ ἠλευθέρωσαν, τοὺς δὲ καὶ ἀποδράσαντας τῶν ἐναντίων ἐδέξαντο. οὐκ ἀπάγειν οὖν ἔφη ὁ Ἀττήλας τὸν στρατὸν οὐδὲ ἐπικυροῦν τὰς τῆς εἰρήνης συνθήκας, εἰ μὴ ἐκδοθεῖεν οἱ παρʼ ἐκείνους καταφυγόντες Ῥωμαῖοι ἢ καὶ ὑπὲρ αὐτῶν δοθεῖεν ἀποτιμήσεις, ἀφεθείησαν δὲ καὶ οἱ παρὰ Ἀσημουντίων ἀπαχθέντες αἰχμάλωτοι βάρβαροι. ἀντιλέγειν δὲ αὐτῷ ὡς οὐχ οἷός τε ἦν οὔτε Ἀνατόλιος πρεσβευόμενος οὔτε Θεόδουλος ὁ τῶν στρατιωτικῶν κατὰ τὸ Θρᾴκιον ταγμάτων ἡγούμενος, (οὔτε γὰρ ἔπειθον οὔτε τὰ εὔλογα προτείνοντες, τοῦ μὲν βαρβάρου τεθαρρηκότος καὶ προχείρως ἐς τὰ ὅπλα ὁρμῶντος, αὐτῶν δὲ κατεπτηχότων διὰ τὰ προϋπάρξαντα) γράμματα παρὰ τοὺς Ἀσημουντίους ἔστελλον ἢ ἐκδιδόναι τοὺς παρʼ αὐτοὺς καταφυγόντας αἰχμαλώτους Ῥωμαίους, ἢ ὑπὲρ ἑκάστου δώδεκα τιθέναι χρυσοῦς, διαφεθῆναι δὲ καὶ τοὺς αἰχμαλώτους Οὔννους. οἱ δὲ τὰ αὐτοῖς ἐπεσταλμένα ἀναγνόντες ἔφασαν τοὺς μὲν παρʼ αὐτοὺς καταφυγόντας Ῥωμαίους ἀφεῖναι ἐπʼ ἐλευθερίᾳ, Σκύθας δὲ ὅσους αἰχμαλώτους ἔλαβον ἀνῃρηκέναι, δύο δὲ συλλαβόντας ἔχειν διὰ τὸ καὶ τοὺς πολεμίους μετὰ τὴν γενομένην ἐπὶ χρόνον πολιορκίαν ἐξ ἐνέδρας ἐπιθεμένους τῶν πρὸ τοῦ φρουρίου νεμόντων παίδων ἁρπάσαι τινάς, οὓς εἰ μὴ ἀπολάβοιεν, οὐδὲ σφᾶς τοὺς νόμῳ πολέμου κτηθέντας ἀποδώσειν. ταῦτα ἀπαγγειλάντων τῶν παρὰ τοὺς Ἀσημουντίους ἀφιγμένων, τῷ τε Σκυθῶν βασιλεῖ καὶ τοῖς Ῥωμαίοις ἄρχουσιν ἐδόκει μὲν ἀναζητεῖσθαι οὓς οἱ Ἀσημούντιοι ἔφασαν ἡρπάσθαι παῖδας, οὐδενὸς δὲ φανέντος, οἱ παρὰ τοῖς Ἀσημουντίοις βάρβαροι ἀπεδόθησαν, πίστεις τῶν Σκυθῶν δόντων ὡς παρʼ αὐτοῖς οἱ παῖδες οὐκ εἴησαν. ἐπωμνύοντο δὲ καὶ οἱ Ἀσημούντιοι, ὡς οἱ παρὰ σφᾶς καταφυγόντες Ῥωμαῖοι ἐπʼ ἐλευθερίᾳ ἀφείθησαν. ὤμνυον δέ, καίπερ παρὰ σφίσιν ὄντων Ῥωμαίων· οὐ γὰρ ἐπίορκον ᾤοντο ὅρκον ὀμνύναι ἐπὶ σωτηρίᾳ τῶν ἐκ τοῦ σφετέρου γένους ἀνδρῶν. Ὅτι γενομένων τῶν σπονδῶν Ἀττήλας αὖθις παρὰ τοὺς ἑῴους ἔπεμψε πρέσβεις φυγάδας αἰτῶν. [90]
οἱ δὲ τοὺς πρεσβευομένους δεξάμενοι καὶ πλείστοις δώροις θεραπεύσαντες ἀπέπεμψαν φυγάδας μὴ ἔχειν φήσαντες. ὁ δὲ πάλιν ἑτέρους ἔπεμψεν. χρηματισαμένων δὲ καὶ αὐτῶν, τρίτη παρεγένετο πρεσβεία, καὶ τετάρτη μετʼ αὐτήν. ὁ γὰρ βάρβαρος ἐς τὴν Ῥωμαίων ἀφορῶν φιλοτιμίαν, ἣν ἐποιοῦντο εὐλαβείᾳ τοῦ μὴ παραβαθῆναι τὰς σπονδάς, ὅσους τῶν ἐπιτηδείων εὖ ποιεῖν ἐβούλετο ἔπεμπε παρʼ αὐτούς, αἰτίας τε ἀναπλάττων καὶ προφάσεις ἐφευρίσκων κενάς. οἱ δὲ παντὶ ὑπήκουον ἐπιτάγματι καὶ δεσπότου ἡγοῦντο τὸ πρόσταγμα, ὅπερ ἂν ἐκεῖνος παρεκελεύσατο. οὐ γὰρ μόνον τὸν πρὸς αὐτὸν ἀνελέσθαι πόλεμον εὐλαβοῦντο, ἀλλὰ καὶ Παρθυαίους ἐν παρασκευῇ τυγχάνοντας ἐδεδίεσαν καὶ Βανδήλους τὰ κατὰ θάλασσαν ταράττοντας καὶ Ἰσαύρους πρὸς τὴν λῃστείαν διανισταμένους καὶ Σαρακηνοὺς τῆς αὐτῶν ἐπικρατείας τὴν ἕω κατατρέχοντας καὶ τὰ Αἰθιοπικὰ ἔθνη συνιστάμενα. διὸ δὴ τεταπεινωμένοι τὸν μὲν Ἀττήλαν ἐθεράπευον, πρὸς δὲ τὰ λοιπὰ ἔθνη ἐπειρῶντο παρατάττεσθαι δυνάμεις τε ἀθροίζοντες καὶ στρατηγοὺς χειροτονοῦντες. Ὅτι καὶ αὖθις Ἐδέκων ἧκε πρέσβις, ἀνὴρ Σκύθης μέγιστα κατὰ πόλεμον ἔργα διαπραξάμενος, σὺν Ὀρέστῃ, ὃς τοῦ Ῥωμαϊκοῦ γένους ὢν ᾤκει τὴν πρὸς τῷ Σάῳ ποταμῷ Παιόνων χώραν τῷ βαρβάρῳ κατὰ τὰς Ἀετίου στρατηγοῦ τῶν ἑσπερίων Ῥωμαίων συνθήκας ὑπακούουσαν. [5]
οὗτος ὁ Ἐδέκων ἐς τὰ βασίλεια παρελθὼν ἀπεδίδου τὰ παρὰ Ἀττήλα γράμματα, ἐν οἷς ἐποιεῖτο τοὺς Ῥωμαίους ἐν αἰτίᾳ τῶν φυγάδων πέρι· ἀνθʼ ὧν ἠπείλει ἐπὶ τὰ ὅπλα χωρεῖν, εἰ μὴ ἀποδοθεῖεν αὐτῷ καὶ ἀφέξονται Ῥωμαῖοι τὴν δοριάλωτον ἀροῦντες. εἶναι δὲ μῆκος μὲν αὐτῆς κατὰ τὸ ῥεῦμα τοῦ Ἴστρου ἀπὸ τῆς Παιόνων ἄχρι Νοβῶν τῶν Θρᾳκίων, τὸ δὲ βάθος πέντε ἡμερῶν ὁδόν· καὶ τὴν ἀγορὰν τὴν ἐν Ἰλλυριοῖς μὴ πρὸς τῇ ὄχθῃ τοῦ Ἴστρου ποταμοῦ γίνεσθαι, ὥσπερ καὶ πάλαι, ἀλλʼ ἐν Ναϊσσῷ, ἣν ὅριον ὡς ἐπʼ αὐτοῦ δῃωθεῖσαν τῆς Σκυθῶν καὶ Ῥωμαίων ἐτίθετο γῆς, πέντε ἡμερῶν ὁδὸν εὐζώνῳ ἀνδρὶ τοῦ Ἴστρου ἀπέχουσαν ποταμοῦ. πρέσβεις δὲ ἐκέλευσε πρὸς αὐτὸν ἀφικνεῖσθαι τοὺς περὶ τῶν ἀμφιβόλων διαλεξομένους, οὐ τῶν ἐπιτυχόντων, ἀλλὰ τῶν ὑπατικῶν ἀνδρῶν τοὺς μεγίστους· οὓς εἰ ἐκπέμπειν εὐλαβηθεῖεν, αὐτὸν δεξόμενον σφᾶς ἐς τὴν Σερδικὴν διαβήσεσθαι. τούτων ἀναγνωσθέντων βασιλεῖ τῶν γραμμάτων, ὡς ὑπεξῆλθεν ὁ Ἐδέκων σὺν τῷ Βιγίλᾳ ἑρμηνεύσαντι ὅσαπερ ὁ βάρβαρος ἀπὸ στόματος ἔφρασε τῶν Ἀττήλᾳ δεδογμένων, καὶ ἐς ἑτέρους οἴκους παρεγένετο, ὥστε αὐτὸν Χρυσαφίῳ τῷ βασιλέως ὑπασπιστῇ οἷα δὴ τὰ μέγιστα δυναμένῳ ἐς ὄψιν ἐλθεῖν, ἀπεθαύμασε τὴν τῶν βασιλείων οἴκων περιφάνειαν. Βιγίλας δέ, ὡς τῷ Χρυσαφίῳ ἐς λόγους ἦλθεν ὁ βάρβαρος, ἔλεγεν ἑρμηνεύων, ὡς ἐπαινοίη ὁ Ἐδέκων τὰ βασίλεια καὶ τὸν παρὰ σφίσι μακαρίζοι πλοῦτον. ὁ δὲ Χρυσάφιος ἔφασκεν ἔσεσθαι καὶ αὐτὸν οἴκων τε χρυσοστέγων καὶ πλούτου κύριον, εἴ γε περιίδοι μὲν τὰ παρὰ Σκύθαις, ἕλοιτο δὲ τὰ Ῥωμαίων. τοῦ δὲ ἀποκριναμένου ὡς τὸν ἑτέρου δεσπότου θεράποντα ἄνευ τοῦ κυρίου οὐ θέμις τοῦτο ποιεῖν, ἐπυνθάνετο ὁ εὐνοῦχος εἴ γε ἀκώλυτος αὐτῷ ἡ παρὰ τὸν Ἀττήλαν εἴη εἴσοδος καὶ δύναμιν παρὰ Σκύθαις ἔχοι τινά. τοῦ δὲ ἀποκριναμένου ὡς καὶ ἐπιτήδειος εἴη τῷ Ἀττήλᾳ καὶ τὴν αὐτοῦ ἅμα τοῖς εἰς τοῦτο ἀποκεκριμένοις λογάσιν ἐμπιστεύεται φυλακήν, (ἐκ διαδοχῆς γὰρ κατὰ ῥητὰς ἡμέρας ἕκαστον αὐτῶν ἔλεγε μεθʼ ὅπλων φυλάττειν τὸν Ἀττήλαν) ἔφασκεν ὁ εὐνοῦχος, εἴπερ πίστεις δέξοιτο, μέγιστα αὐτῷ ἐρεῖν ἀγαθά· δεῖσθαι δὲ σχολῆς· ταύτην δὲ αὐτῷ ὑπάρχειν, εἴ γε παρʼ αὐτὸν ἐπὶ δεῖπνον ἔλθοι χωρὶς Ὀρέστου καὶ τῶν ἄλλων συμπρεσβευτῶν. ὑποσχόμενος δὲ τοῦτο ποιεῖν, ἐπὶ τὴν ἑστίασιν πρὸς τὸν εὐνοῦχον παραγενόμενος, καὶ ὑπὸ τῷ Βιγίλᾳ ἑρμηνεῖ δεξιὰς καὶ ὅρκους ἔδοσαν, ὁ μὲν εὐνοῦχος ὡς οὐκ ἐπὶ κακῷ τῷ Ἐδέκωνι, ἀλλʼ ἐπὶ μεγίστοις ἀγαθοῖς τοὺς λόγους ποιήσοιτο, ὁ δὲ ὡς οὐκ ἐξείποι τὰ αὐτῷ ῥηθησόμενα, εἰ καὶ μὴ πέρατος κυρήσοι. τότε δὴ ὁ εὐνοῦχος ἔλεγε τῷ Ἐδέκωνι, εἰ διαβὰς ἐς τὴν Σκυθικὴν ἀνέλοι τὸν Ἀττήλαν καὶ παρὰ Ῥωμαίους ἥξει, ἔσεσθαι αὐτῷ βίον εὐδαίμονα καὶ πλοῦτον μέγιστον. [45]
7 (50)
τοῦ δὲ ὑποσχομένου καὶ φήσαντος ἐπὶ τῇ πράξει δεῖσθαι χρημάτων, οὐ πολλῶν δέ, ἀλλὰ πεντήκοντα λιτρῶν χρυσίου δοθησομένων τῷ ὑπʼ αὐτὸν τελοῦντι πλήθει, ὥστε αὐτῷ τελείως συνεργῆσαι πρὸς τὴν ἐπίθεσιν, καὶ τοῦ εὐνούχου τὸ χρυσίον παραχρῆμα δώσειν ὑποσχομένου, ἔλεγεν ὁ βάρβαρος ἀποπέμπεσθαι μὲν αὐτὸν ἀπαγγελοῦντα τῷ Ἀττήλᾳ περὶ τῆς πρεσβείας, συμπέμπεσθαι δʼ αὐτῷ Βιγίλαν τὴν παρὰ τοῦ Ἀττήλα ἐπὶ τοῖς φυγάσιν ἀπόκρισιν δεξόμενον. διʼ αὐτοῦ γὰρ περὶ τοῦ αὐτοῦ χρυσίου μηνύσειν, καὶ ὃν τρόπον τοῦτο ἐκπεμφθήσεται. ἀπεληλυθότα γάρ, ὥσπερ καὶ τοὺς ἄλλους, πολυπραγμονήσειν τὸν Ἀττήλαν, τίς τε αὐτῷ δωρεὰ καὶ ὁπόσα παρὰ Ῥωμαίων δέδοται χρήματα· μὴ οἷόν τε δὲ ταῦτα ἀποκρύπτειν διὰ τοὺς συμπορευομένους. ἔδοξε δὴ τῷ εὐνούχῳ εὖ λέγειν, καὶ τῆς γνώμης τὸν βάρβαρον ἀποδεξάμενος ἀποπέμπει μετὰ τὸ δεῖπνον καὶ ἐπὶ βασιλέα φέρει τὴν βουλήν. ὃς Μαρτιάλιον τὴν τοῦ μαγίστρου διέποντα ἀρχὴν προσμεταπεμψάμενος ἔλεγε τὰς πρὸς τὸν βάρβαρον συνθήκας. ἀνάγκῃ δὲ ἐθάρρει τὸ τῆς ἀρχῆς· πασῶν γὰρ τῶν βασιλέως βουλῶν ὁ μάγιστρός ἐστι κοινωνός, οἷα δὴ τῶν τε ἀγγελιαφόρων καὶ ἑρμηνέων καὶ στρατιωτῶν τῶν ἀμφὶ τὴν βασιλέως φυλακὴν ὑπʼ αὐτὸν ταττομένων. ἐδόκει δὲ αὐτοῖς βουλευομένοις τῶν προκειμένων πέρι μὴ μόνον Βιγίλαν, ἀλλὰ γὰρ καὶ Μαξιμῖνον ἐκπέμπειν πρεσβευόμενον παρὰ τὸν Ἀττήλαν. Ὅτι τοῦ Χρυσαφίου τοῦ εὐνούχου παραινέσαντος Ἐδέκωνι ἀνελεῖν τὸν Ἀττήλαν, ἐδόκει τῷ βασιλεῖ Θεοδοσίῳ καὶ τῷ μαγίστρῳ Μαρτιαλίῳ βουλευομένοις τῶν προκειμένων πέρι μὴ μόνον Βιγίλαν ἀλλὰ καὶ Μαξιμῖνον ἐκπέμπειν πρεσβευόμενον παρὰ τὸν Ἀττήλαν, καὶ Βιγίλαν μὲν τῷ φαινομένῳ τὴν τοῦ ἑρμηνέως ἐπέχοντα τάξιν πράττειν ἅπερ Ἐδέκωνι δοκεῖ, τὸν δὲ Μαξιμῖνον μηδὲν τῶν αὐτοῖς βουλευθέντων ἐπιστάμενον τὰ βασιλέως ἀποδιδόναι γράμματα. [5]
ἀντεγέγραπτο δὲ τῶν πρεσβευομένων ἀνδρῶν ἕνεκα ὡς ὁ μὲν Βιγίλας ἑρμηνεύς, ὁ δὲ Μαξιμῖνος μείζονος ἤπερ ὁ Βιγίλας ἀξίας γένους τε περιφανοῦς καὶ ἐπιτήδειος ἐς τὰ μάλιστα βασιλεῖ, ἔπειτα ὡς οὐ δεῖ παρασαλεύοντα τὰς σπονδὰς τῇ Ῥωμαίων ἐμβατεύειν γῇ, φυγάδας δὲ μετὰ τοὺς ἤδη ἐκδοθέντας ἑπτακαίδεκα ἀπέσταλκέν οἱ, ὡς ἑτέρων οὐκ ὄντων. καὶ ταῦτα μὲν ἦν ἐν τοῖς γράμμασιν. φράζειν δὲ τὸν Μαξιμῖνον ἀπὸ στόματος τῷ Ἀττήλᾳ μὴ χρῆναι αἰτεῖν πρέσβεις μεγίστης ἀξίας παρʼ αὐτὸν διαβῆναι· τοῦτο γὰρ οὐδὲ ἐπὶ τῶν αὐτοῦ προγόνων οὐδὲ ἐπὶ ἑτέρων τῶν ἀρξάντων τῆς Σκυθικῆς γενέσθαι, ἀλλὰ πρεσβεύσασθαι τόν τε ἐπιτυχόντα στρατιώτην καὶ ἀγγελιαφόρον. εἰς δὲ τὸ διευκρινῆσαι τὰ ἀμφιβαλλόμενα ἐδόκει πέμπειν Ὀνηγήσιον παρὰ Ῥωμαίους· μὴ οἷόν τε γὰρ αὐτὸν Σερδικῆς δῃωθείσης σὺν ὑπατικῷ ἀνδρὶ ἐς αὐτὴν προϊέναι. ἐπὶ ταύτην τὴν πρεσβείαν ἐκλιπαρήσας πείθει με Μαξιμῖνος αὐτῷ συναπᾶραι. καὶ δῆτα ἅμα τοῖς βαρβάροις ἐχόμενοι τῆς ὁδοῦ ἐς Σερδικὴν ἀφικνούμεθα τρισκαίδεκα ὁδὸν ἀνδρὶ εὐζώνῳ τῆς Κωνσταντίνου ἀπέχουσαν· ἐν ᾗ καταλύσαντες καλῶς ἔχειν ἡγησάμεθα ἐπὶ ἑστίαν Ἐδέκωνα καὶ τοὺς μετʼ αὐτοῦ βαρβάρους καλεῖν. πρόβατα οὖν καὶ βόας ἀποδομένων τῶν ἐπιχωρίων ἡμῖν, κατασφάξαντες ἠριστοποιούμεθα. καὶ παρὰ τὸν τοῦ συμποσίου καιρὸν τῶν μὲν βαρβάρων τὸν Ἀττήλαν, ἡμῶν δὲ τὸν βασιλέα θαυμαζόντων, ὁ Βιγίλας ἔφη ὡς οὐκ εἴη θεὸν καὶ ἄνθρωπον δίκαια συγκρίνειν, ἄνθρωπον μὲν τὸν Ἀττήλαν, θεὸν δὲ τὸν Θεοδόσιον λέγων. ἤσχαλλον οὖν οἱ Οὖννοι καὶ κατὰ μικρὸν ὑποθερμαινόμενοι ἐχαλέπαινον. ἡμῶν δὲ ἐς ἕτερα τρεψάντων τὸν λόγον καὶ φιλοφροσύνῃ τὸν σφῶν αὐτῶν καταπραϋνάντων θυμόν, μετὰ τὸ δεῖπνον ὡς διανέστημεν, δώροις ὁ Μαξιμῖνος Ἐδέκωνα καὶ Ὀρέστην ἐθεράπευσε σηρικοῖς ἐσθήμασι καὶ λίθοις Ἰνδικοῖς. ἀναμείνας δὲ τὴν Ἐδέκωνος Ὀρέστης ἀναχώρησιν πρὸς τὸν Μαξιμῖνον φράζει, ὡς σοφός τε εἴη καὶ ἄριστος μὴ ὅμοια σὺν τοῖς ἀμφὶ τὰ βασίλεια πλημμελήσας· χωρὶς γὰρ αὐτοῦ ἐπὶ δεῖπνον τὸν Ἐδέκωνα καλοῦντες δώροις ἐτίμων. ἀπόρου δὲ τοῦ λόγου ὡς μηδὲν ἐπισταμένοις φανέντος, καὶ ἀνερωτήσασιν ὅπως καὶ κατὰ ποῖον καιρὸν περιῶπται μὲν αὐτός, τετίμηται δὲ ὁ Ἐδέκων, οὐδὲν ἀποκρινάμενος ἐξῆλθεν· τῇ δὲ ὑστεραίᾳ ὡς ἐβαδίζομεν, φέρομεν ἐπὶ Βιγίλαν ἅπερ ἡμῖν Ὀρέστης εἰρήκει. ὃς δὲ ἐκεῖνον ἔλεγεν μὴ δεῖν χαλεπαίνειν ὡς τῶν αὐτῶν Ἐδέκωνι μὴ τυγχάνοντα· αὐτὸν μὲν γὰρ ὀπάονά τε καὶ ὑπογραφέα εἶναι Ἀττήλα, Ἐδέκωνα δὲ τὰ κατὰ πόλεμον ἄριστον καὶ τοῦ Οὔννου γένους ἀναβεβηκέναι τὸν Ὀρέστην πολύ. [45]
8 (50)
ταῦτα εἰπὼν καὶ τῷ Ἐδέκωνι ἰδιολογησάμενος ἔφασκεν ὕστερον πρὸς ἡμᾶς, εἴτε ἀληθιζόμενος εἴτε ὑποκρινόμενος, ὡς εἴποι μὲν αὐτῷ τὰ εἰρημένα, μόγις δὲ αὐτὸν καταπραΰναι τραπέντα ἐπὶ τοῖς λεχθεῖσιν εἰς ὀργήν. ἀφικόμενοι δὲ ἐς Ναϊσσὸν ἔρημον μὲν εὕρομεν ἀνθρώπων τὴν πόλιν ὡς ὑπὸ τῶν πολεμίων ἀνατραπεῖσαν, ἐν δὲ τοῖς ἱεροῖς καταλύμασι τῶν ὑπὸ νόσων κατεχομένων τινὲς ἐτύγχανον ὄντες. μικρὸν δὲ ἄνω τοῦ ποταμοῦ ἐν καθαρῷ καταλύσαντες (σύμπαντα γὰρ τὰ ἐπὶ τὴν ὄχθην ὀστέων ἦν πλέα τῶν ἐν πολέμῳ ἀναιρεθέντων) τῇ ἐπαύριον πρὸς Ἀγίνθεον τὸν ἐν Ἰλλυριοῖς ταγμάτων ἡγούμενον ἀφικόμεθα οὐ πόρρω ὄντα τῆς Ναϊσσοῦ, ἐφʼ ᾧ τὰ παρὰ βασιλέως ἀγγεῖλαι καὶ τοὺς φυγάδας παραλαβεῖν· τοὺς γὰρ εʹ τῶν ιζʹ, περὶ ὧν Ἀττήλᾳ ἐγέγραπτο, αὐτὸν ἔδει παραδιδόναι. ἤλθομεν οὖν ἐς λόγους καὶ τοὺς εʹ φυγάδας παραδοῦναι αὐτὸν τοῖς Οὔννοις παρεσκευάσαμεν· οὓς φιλοφρονησάμενος σὺν ἡμῖν ἀπέπεμψεν. διανυκτερεύσαντες δὲ καὶ ἀπὸ τῶν ὁρίων τῆς Ναϊσσοῦ τὴν πορείαν ποιησάμενοι ἐπὶ τὸν Ἴστρον ποταμὸν ἔς τι χωρίον ἐσβάλλομεν συνηρεφές, καμπὰς δὲ καὶ ἑλιγμοὺς καὶ περιαγωγὰς πολλὰς ἔχον. ἐν ᾧπερ τῆς ἡμέρας διαφαυούσης, οἰομένοις ἐπὶ δυσμὰς πορεύεσθαι ἡ τοῦ ἡλίου ἀνατολὴ κατεναντίον ὤφθη, ὥστε τοὺς ἀπείρως ἔχοντας τῆς τοῦ χωρίου θέσεως ἀναβοῆσαι, οἷα δὴ τοῦ ἡλίου τὴν ἐναντίαν ποιουμένου πορείαν καὶ ἕτερα παρὰ τὰ καθεστῶτα σημαίνοντος· ὑπὸ δὲ τῆς τοῦ τόπου ἀνωμαλίας ἐπὶ ἀνατολὰς ἐκεῖνο τὸ μέρος ἔβλεπε τῆς ὁδοῦ. μετὰ δὲ τὴν δυσχωρίαν ἐν πεδίῳ καὶ αὐτῷ ὑλώδει παραγινόμεθα. ἐντεῦθεν βάρβαροι πορθμεῖς ἐν σκάφεσι μονοξύλοις, ἅπερ αὐτοὶ δένδρα ἐκτέμνοντες καὶ διαγλύφοντες κατασκευάζουσιν, ἐδέχοντο ἡμᾶς καὶ διεπόρθμευον τὸν ποταμόν, οὐχ ἡμῶν ἕνεκα παρασκευασάμενοι, ἀλλὰ διαπορθμεύσαντες πλῆθος βαρβαρικόν, ὅπερ ἡμῖν κατὰ τὴν ὁδὸν ἀπηντήκει, οἷα δὴ βουλομένου ὡς ἐπὶ θήραν Ἀττήλα διαβαίνειν ἐς τὴν Ῥωμαίων γῆν. τοῦτο δὲ ἦν πολέμου παρασκευὴν ποιουμένῳ τῷ βασιλείῳ Σκύθῃ, προφάσει τοῦ μὴ πάντας αὐτῷ τοὺς φυγάδας δεδόσθαι. περαιωθέντες δὲ τὸν Ἴστρον καὶ σὺν τοῖς βαρβάροις ὡς οʹ πορευθέντες σταδίους ἐν πεδίῳ τινὶ ἐπιμένειν ἠναγκάσθημεν, ὥστε τοὺς ἀμφὶ τὸν Ἐδέκωνα τῷ Ἀττήλᾳ γενέσθαι τῆς ἡμετέρας ἀφίξεως μηνυτάς. καταμεινάντων δὲ σὺν ἡμῖν καὶ τῶν ξεναγησάντων ἡμᾶς βαρβάρων, ἀμφὶ δείλην ὀψίαν δεῖπνον ἡμῶν αἱρουμένων, κρότος ἵππων ὡς ἡμᾶς ἐρχομένων ἠκούετο, καὶ δὴ ἄνδρες βʹ Σκύθαι παρεγίνοντο ὡς τὸν Ἀττήλαν ἡμᾶς ἀπιέναι παρακελευόμενοι. ἡμῶν δὲ πρότερον ἐπὶ τὸ δεῖπνον αὐτοὺς ἐλθεῖν αἰτησάντων, ἀποβάντες τῶν ἵππων εὐωχήθησαν καὶ ἡμῖν τῆς ὁδοῦ τῇ ὑστεραίᾳ ἡγήσαντο. παραγενομένων δὲ ἐς τοῦ Ἀττήλα σκηνὰς ἀμφὶ θʹ τῆς ἡμέρας ὥρᾳ (πολλαὶ δὲ αὗται ἐτύγχανον οὖσαι) ἐπί τε λόφου τινὸς σκηνοποιῆσαι βουληθέντων, οἱ ἐπιτυχόντες διεκώλυσαν βάρβαροι, ὡς τῆς Ἀττήλα ἐν χθαμαλῷ ὑπαρχούσης σκηνῆς. [95]
8 (100)
καταλυσάντων δὲ ὅπου τοῖς Σκύθαις ἐδόκει, Ἐδέκων καὶ Ὀρέστης καὶ Σκόττας καὶ ἕτεροι τῶν ἐν αὐτοῖς λογάδων ἧκον ἀνερωτῶντες τίνων τυχεῖν ἐσπουδακότες τὴν πρεσβείαν ποιούμεθα. ἡμῶν δὲ τὴν ἄλογον ἀποθαυμαζόντων ἐρώτησιν καὶ ἐς ἀλλήλους ὁρώντων, διετέλουν πρὸς ὄχλου τῆς ἀποκρίσεως ἕνεκα γινόμενοι. εἰπόντων δὲ Ἀττήλᾳ καὶ οὐχ ἑτέροις λέγειν βασιλέα παρακελεύσασθαι, χαλεπήνας ὁ Σκόττας ἀπεκρίνατο τοῦ σφῶν αὐτῶν ἡγουμένου ἐπίταγμα εἶναι· οὐ γὰρ ἂν πολυπραγμοσύνῃ σφετέρᾳ παρʼ ἡμᾶς ἐληλυθέναι. φησάντων δὲ μὴ τοῦτον ἐπὶ τοῖς πρέσβεσι κεῖσθαι τὸν νόμον, ὥστε μὴ ἐντυγχάνοντας μηδὲ ἐς ὄψιν ἐρχομένους παρʼ οὓς ἐστάλησαν διʼ ἑτέρων ἀνακρίνεσθαι ὧν ἕνεκα πρεσβεύοιντο, καὶ τοῦτο μηδὲ αὐτοὺς ἀγνοεῖν Σκύθας θαμινὰ παρὰ βασιλέα πρεσβευομένους· χρῆναι δὲ τῶν ἴσων κυρεῖν· μὴ γὰρ ἄλλως τὰ τῆς πρεσβείας ἐρεῖν· ὡς τὸν Ἀττήλαν ἀνέζευξαν· καὶ αὖθις ἐπανῆκον Ἐδέκωνος χωρὶς καὶ ἅπαντα, περὶ ὧν ἐπρεσβευόμεθα, ἔλεγον προστάττοντες τὴν ταχίστην ἀπιέναι, εἰ μὴ ἕτερα φράζειν ἔχοιμεν. ἐπὶ δὲ τοῖς λεχθεῖσι πλέον ἐπαποροῦντες (οὐ γὰρ ἦν ἐφικτὸν γινώσκειν, ὅπως ἔκδηλα ἐγεγόνει τὰ ἐν παραβύστῳ δεδογμένα βασιλεῖ) συμφέρειν ἡγούμεθα μηδὲν περὶ τῆς πρεσβείας ἀποκρίνεσθαι, εἰ μὴ τῆς παρὰ τὸν Ἀττήλαν εἰσόδου τύχοιμεν. διὸ ἐφάσκομεν, εἴτε τὰ εἰρημένα τοῖς Σκύθαις εἴτε καὶ ἕτερα ἥκομεν πρεσβευόμενοι, τοῦ σφῶν αὐτῶν ἡγουμένου τὴν πεῦσιν εἶναι, καὶ μηδαμῶς ἄλλοις τούτου χάριν διαλεχθήσεσθαι· οἱ δὲ ἡμᾶς παραχρῆμα ἀναχωρεῖν προσέταττον. ἐν παρασκευῇ δὲ τῆς ὁδοῦ γενομένους τῆς ἀποκρίσεως ἡμᾶς ὁ Βιγίλας κατεμέμφετο, ἐπὶ ψεύδει ἁλῶναι ἄμεινον λέγων ἢ ἀπράκτους ἀναχωρεῖν. εἰ γὰρ ἐς λόγους τῷ Ἀττήλᾳ ἔτυχον, φησίν, ἐληλυθώς, ἐπεπείκειν ῥᾳδίως ἂν αὐτὸν τῆς πρὸς Ῥωμαίους ἀποστῆναι διαφορᾶς, οἷα δὴ ἐπιτήδειος αὐτῷ ἐν τῇ κατὰ Ἀνατόλιον πρεσβείᾳ γενόμενος. ταῦτα εὔνουν αὐτῷ τὸν Ἐδέκωνα ὑπάρχειν ἔφασκεν, ὥστε λόγῳ τῆς πρεσβείας καὶ τῶν ὁπωσοῦν εἴτε ἀληθῶς εἴτε ψευδῶς ῥηθησομένων προφάσεως τυχεῖν ἐπὶ τῷ βουλεύσασθαι περὶ τῶν αὐτοῖς κατὰ Ἀττήλα δεδογμένων, καὶ ὅπως τὸ χρυσίον, οὗπερ ἔφασκε δεῖσθαι ὁ Ἐδέκων, κομίσαι τὸ διανεμηθησόμενον ταττομένοις ἀνδράσιν. προδεδομένος δὲ ἐλελήθει. ὁ γὰρ Ἐδέκων, εἴτε δόλῳ ὑποσχόμενος εἴτε καὶ τὸν Ὀρέστην εὐλαβηθείς, μὴ ἐς τὸν Ἀττήλαν ἀγάγοι ἅπερ ἡμῖν ἐν τῇ Σερδικῇ μετὰ τὴν ἑστίασιν εἰρήκει, ἐν αἰτίᾳ ποιούμενος τὸ χωρὶς αὐτοῦ βασιλεῖ καὶ τῷ εὐνούχῳ ἐς λόγους αὐτὸν ἐληλυθέναι καταμηνύει τὴν μελετηθεῖσαν αὐτῷ ἐπιβουλὴν καὶ τὸ ποσὸν τοῦ ἐκπεμφθησομένου χρυσίου, ἐκλέγει δὲ καὶ ἐφʼ οἷς τὴν πρεσβείαν ἐποιούμεθα. τῶν δὲ φορτίων ἤδη τοῖς ὑποζυγίοις ἐπιτεθέντων, καὶ ἀνάγκῃ τὴν πορείαν κατὰ τὸν τῆς νυκτὸς καιρὸν ποιεῖσθαι πειρώμενοι, μετεξέτεροι τῶν βαρβάρων παραγενόμενοι ἐπιμεῖναι ἡμᾶς τοῦ καιροῦ χάριν παρακελεύσασθαι τὸν Ἀττήλαν ἔλεγον. [145] *[crux: εὔνουν αὐτῷ τὸν Ἐδέκωνα ὑπάρχειν ἔφασκεν, ὥστε λόγῳ τῆς πρεσβείας καὶ τῶν ὁπωσοῦν εἴτε ἀληθῶς εἴτε ψευδῶς ῥηθησομένων προφάσεως τυχεῖν ἐπὶ τῷ βουλεύσασθαι περὶ τῶν αὐτοῖς κατὰ Ἀττήλα δεδογμένων, καὶ ὅπως τὸ χρυσίον, οὗπερ ἔφασκε δεῖσθαι ὁ Ἐδέκων, κομίσαι τὸ διανεμηθησόμενον]*
8 (150)
ἐν αὐτῷ οὖν τῷ χωρίῳ, ὅθεν καὶ διανέστημεν, ἧκον ἡμῖν βοῦν ἄγοντές τινες καὶ ποταμίους ἰχθύας παρὰ τοῦ Ἀττήλα διαπεμφθέντας. δειπνήσαντες οὖν ἐς ὕπνον ἐτράπημεν. ἡμέρας δὲ γενομένης ᾠόμεθα μὲν ἥμερόν τι καὶ πρᾶον παρὰ τοῦ βαρβάρου μηνυθήσεσθαι· ὁ δὲ πάλιν τοὺς αὐτοὺς ἔπεμπε παρακελευόμενος ἀπιέναι, εἰ μὴ ἔχοιμέν τι παρὰ τὰ αὐτοῖς ἐγνωσμένα λέγειν οὐδὲν οὖν ἀποκρινάμενοι πρὸς τὴν ὁδὸν παρασκευαζόμεθα, καίπερ τοῦ Βιγίλα διαφιλονεικοῦντος λέγειν εἶναι καὶ ἕτερα ἡμῖν ῥηθησόμενα. ἐν πολλῇ δὲ κατηφείᾳ τὸν Μαξιμῖνον ἰδών, παραλαβὼν Ῥουστίκιον ἐξεπιστάμενον τὴν βαρβάρων φωνήν (ὃς σὺν ἡμῖν ἐπὶ τὴν Σκυθικὴν ἐληλύθει οὐ τῆς πρεσβείας ἕνεκα, ἀλλὰ κατὰ πρᾶξίν τινα πρὸς Κωνστάντιον, ὃν Ἰταλιώτην ὄντα ὑπογραφέα Ἀττήλᾳ ἀπεστάλκει Ἀέτιος ὁ τῶν ἑσπερίων Ῥωμαίων στρατηγός) παρὰ τὸν Σκότταν ἀφικνούμενος (οὐ γὰρ Ὀνηγήσιος τηνικαῦτα παρῆν) καὶ αὐτὸν προσειπὼν ὑπὸ ἑρμηνεῖ τῷ Ῥουστικίῳ ἔλεγον δῶρα πλεῖστα παρὰ τοῦ Μαξιμίνου λήψεσθαι, εἴπερ αὐτὸν τῆς παρὰ τὸν Ἀττήλαν εἰσόδου παρασκευάσοι τυχεῖν. τὴν γὰρ αὐτοῦ πρεσβείαν οὐ μόνον Ῥωμαίοις καὶ Οὔννοις συνοίσειν, ἀλλὰ καὶ Ὀνηγησίῳ, ὃν παρʼ αὐτὸν βασιλεὺς ἰέναι βούλεται καὶ τὰ τοῖς ἔθνεσι διευκρινῆσαι ἀμφίβολα· ἀφικόμενον δὲ μεγίστων τεύξεσθαι δωρεῶν. χρῆναι οὖν μὴ παρόντος Ὀνηγησίου ἡμῖν, μᾶλλον δὲ τἀδελφῷ ἐπὶ τῇ ἀγαθῇ συναγωνίζεσθαι πράξει. πείθεσθαι δὲ καὶ αὐτῷ τὸν Ἀττήλαν μεμαθηκέναι ἔλεγον· οὐκ ἐν ἀκοῇ δὲ ἔσεσθαι βεβαίως τὰ κατʼ αὐτόν, εἰ μή γε πείρᾳ τὴν αὐτοῦ γνοίημεν δύναμιν. ὃς δὲ ὑπολαβὼν μηκέτι ἀμφιβόλους εἶναι ἔφη τοῦ καὶ αὐτὸν ἴσα τῷ ἀδελφῷ παρὰ Ἀττήλᾳ λέγειν τε καὶ πράττειν· καὶ παραχρῆμα τὸν ἵππον ἀναβὰς ἐπὶ τὴν Ἀττήλα διήλασε σκηνήν. πρὸς δὲ τὸν Μαξιμῖνον ἐπανελθὼν ἀλύοντα ἅμα τῷ Βιγίλᾳ καὶ διαπορούμενον ἐπὶ τοῖς καθεστῶσιν ἔλεγον ἅ τε τῷ Σκόττᾳ διείλεγμαι καὶ ἅπερ παρʼ αὐτοῦ ἠκηκόειν, καὶ ὡς δεῖ τὰ τῷ βαρβάρῳ δοθησόμενα παρασκευάζειν δῶρα καὶ τὰ αὐτῷ παρʼ ἡμῶν ῥηθησόμενα ἀναλογίζεσθαι. ἀμφότεροι οὖν ἀναπηδήσαντες (ἐπὶ γὰρ τοῦ ἐδάφους καὶ τῆς πόας κεῖσθαι σφᾶς συνέβαινεν) ἐπῄνεσάν τε τὴν πρᾶξιν καὶ τοὺς ἤδη μετὰ τῶν ὑποζυγίων ἐξορμήσαντας ἀνεκάλουν καὶ διεσκέψαντο, ὅπως τε προσείποιεν τὸν Ἀττήλαν καὶ ὅπως αὐτῷ τά τε βασιλέως δῶρα δοῖεν καὶ ἅπερ αὐτῷ ὁ Μαξιμῖνος ἐκόμιζεν. ἀμφὶ δὲ ταῦτα πονουμένους διὰ τοῦ Σκόττα ὁ Ἀττήλας μετεπέμψατο. καὶ δῆτα ἐς τὴν ἐκείνου παραγινόμεθα ὑπὸ βαρβαρικοῦ κύκλῳ φρουρουμένην πλήθους. ὡς δὲ εἰσόδου ἐτύχομεν, εὕρομεν ἐπὶ ξυλίνου δίφρου τὸν Ἀττήλαν καθήμενον. στάντων δὲ ἡμῶν μικρὸν ἀπωτέρω τοῦ θρόνου, προσελθὼν ὁ Μαξιμῖνος ἠσπάσατο τὸν βάρβαρον, τά τε παρὰ βασιλέως γράμματα δοὺς ἔλεγεν ὡς σῶν εἶναι αὐτὸν καὶ τοὺς ἀμφʼ αὐτὸν εὔχεται βασιλεύς. ὁ δὲ ἀπεκρίνατο ἔσεσθαι Ῥωμαίοις ἅπερ αὐτῷ βούλοιντο. [195]
8 (200)
καὶ ἐπὶ τὸν Βιγίλαν εὐθὺς τρέπει τὸν λόγον θηρίον ἀναιδὲς ἀποκαλῶν, ὅτου χάριν παρʼ αὐτὸν ἐλθεῖν ἠθέλησεν ἐπιστάμενος τά τε αὐτῷ καὶ Ἀνατολίῳ ἐπὶ τῇ εἰρήνῃ δόξαντα, ὡς εἴρητο μὴ πρότερον πρέσβεις παρʼ αὐτὸν ἐλθεῖν πρὶν ἢ πάντες οἱ φυγάδες ἐκδοθεῖεν βαρβάροις. τοῦ δὲ φήσαντος ὡς ἐκ τοῦ Σκυθικοῦ γένους παρὰ Ῥωμαίοις οὐκ εἴη φυγάς, τοὺς γὰρ ὄντας ἐκδεδόσθαι, χαλεπήνας μᾶλλον καὶ αὐτῷ πλεῖστα λοιδορησάμενος μετὰ βοῆς ἔλεγεν ὡς αὐτὸν ἀνασκολοπίσας πρὸς βορὰν οἰωνοῖς ἐδεδώκει ἄν, εἰ μή γε τῷ τῆς πρεσβείας θεσμῷ λυμαίνεσθαι ἐδόκει, καὶ ταύτην αὐτῷ ἐπὶ τῇ ἀναιδείᾳ καὶ τῇ τῶν λόγων ἰταμότητι ἐπιθεῖναι δίκην· φυγάδας γὰρ τοῦ σφετέρου ἔθνους παρὰ Ῥωμαίοις εἶναι πολλούς, ὧν ἐκέλευε τὰ ὀνόματα ἐγγεγραμμένα χάρτῃ τοὺς ὑπογραφέας ἀναγινώσκειν. ὡς δὲ διεξῆλθον ἅπαντας, προσέταττε μηδὲν μελλήσαντα ἀπιέναι· συμπέμψειν δὲ αὐτῷ καὶ Ἤσλαν Ῥωμαίοις λέξοντα πάντας τοὺς παρὰ σφίσι καταφυγόντας βαρβάρους ἀπὸ τῶν Καρπιλεόνος χρόνων, ὃς ὡμήρευσε παρʼ αὐτῷ παῖς ὢν Ἀετίου τοῦ ἐν τῇ ἑσπέρᾳ Ῥωμαίων στρατηγοῦ, ἐκπέμψαι παρʼ αὐτόν. μὴ γὰρ συγχωρήσειν τοὺς σφετέρους θεράποντας ἀντίον αὐτοῦ ἐς μάχην ἰέναι, καίπερ μὴ δυναμένους ὠφελεῖν τοὺς τὴν φυλακὴν αὐτοῖς τῆς οἰκείας ἐπιτρέψαντας γῆς. τίνα γὰρ πόλιν ἢ ποῖον φρούριον σεσῶσθαι, ἔλεγεν, ὑπʼ ἐκείνων, οὗπερ αὐτὸς ποιῆσαι τὴν αἵρεσιν ὥρμησεν; ἀπαγγείλαντας δὲ τὰ αὐτῷ περὶ τῶν φυγάδων δεδογμένα αὖθις ἐπανήκειν μηνύοντας, πότερον αὐτοὺς ἐκδιδόναι βούλονται ἢ τὸν ὑπὲρ αὐτῶν ἀναδέχονται πόλεμον. παρακελευσάμενος δὲ πρότερον καὶ τὸν Μαξιμῖνον ἐπιμένειν, ὡς διʼ αὐτοῦ περὶ τῶν γεγραμμένων ἀποκρινούμενος βασιλεῖ, ἐπέτρεπε τὰ δῶρα δόντας, ἅπερ ὁ Μαξιμῖνος ἔφερεν, ὑπεξιέναι. δόντες τοίνυν καὶ ἐπανιόντες ἐς τὴν σκηνὴν ἑκάστου τῶν λεχθέντων πέρι ἰδιολογούμεθα. καὶ Βιγίλα θαυμάζοντος ὅπως πάλαι αὐτῷ πρεσβευομένῳ ἤπιός τε καὶ πρᾶος νομισθεὶς τότε χαλεπῶς ἐλοιδορήσατο, ἔλεγον, μήποτέ τινες τῶν βαρβάρων τῶν ἐν Σερδικῇ ἑστιαθέντων σὺν ἡμῖν δυσμενῆ αὐτῷ τὸν Ἀττήλαν παρεσκεύασαν ἀπαγγείλαντες, ὡς θεὸν μὲν τὸν Ῥωμαίων ἐκάλει βασιλέα, ἄνθρωπον δὲ τὸν Ἀττήλαν. τοῦτον τὸν λόγον ὁ Μαξιμῖνος ὡς πιθανὸν ἐδέχετο οἷα δὴ ἀμέτοχος ὢν τῆς συνωμοσίας, ἣν κατὰ τοῦ βαρβάρου ὁ εὐνοῦχος ἐποιήσατο. ὁ δὲ Βιγίλας ἀμφίβολός τε ἦν καὶ ἐμοὶ ἐδόκει προφάσεως ἀπορεῖν, διʼ ἣν αὐτῷ ὁ Ἀττήλας ἐλοιδορήσατο· οὔτε γὰρ τὰ ἐν Σερδικῇ, ὡς ὕστερον ἡμῖν διηγεῖτο, οὔτε τὰ τῆς ἐπιβουλῆς εἰρῆσθαι τῷ Ἀττήλᾳ ἐνόμιζεν, μηδενὸς μὲν ἑτέρου τῶν ἐκ τοῦ πλήθους διὰ τὸν ἐπικρατοῦντα κατὰ πάντων φόβον ἐς λόγους αὐτῷ θαρροῦντος ἐλθεῖν, Ἐδέκωνος δὲ πάντως ἐχεμυθήσοντος διά τε τοὺς ὅρκους καὶ τὴν ἀδηλίαν τοῦ πράγματος, μήποτε καὶ αὐτός, ὡς τοιούτων μέτοχος λόγων, ἐπιτήδειος νομισθεὶς θάνατον ὑφέξει ζημίαν. ἐν τοιαύτῃ οὖν ἀμφιβολίᾳ τυγχάνουσιν ἐπιστὰς Ἐδέκων καὶ τὸν Βιγίλαν ἔξω τῆς ἡμετέρας ἀπαγαγὼν συνόδου ὑποκρινάμενός τε ἀληθίζεσθαι τῶν αὐτοῖς βεβουλευμένων ἕνεκα καὶ τὸ χρυσίον κομισθῆναι παρακελευσάμενος τὸ δοθησόμενον τοῖς ἅμα αὐτῷ περὶ τὴν πρᾶξιν ἐλευσομένοις ἀνεχώρει. [245]
8 (250)
πολυπραγμονοῦντα δὲ τίνες οἱ τοῦ Ἐδέκωνος πρὸς αὐτὸν λόγοι ἀπατᾶν ἔσπευδεν ἠπατημένος αὐτός, καὶ τὴν ἀληθῆ αἰτίαν ἀποκρυψάμενος ἔφασκε παρʼ αὐτοῦ Ἐδέκωνος εἰρῆσθαι ὡς καὶ αὐτῷ ὁ Ἀττήλας περὶ τῶν φυγάδων χαλεπαίνοι· ἔδει γὰρ ἢ πάντας ἀπολαβεῖν ἢ πρέσβεις ἐκ τῆς μεγίστης ἐξουσίας ἀφικέσθαι πρὸς αὐτόν. ταῦτα διαλεγομένοις παραγενόμενοί τινες τοῦ Ἀττήλα ἔλεγον μήτε Βιγίλαν μήτε ἡμᾶς Ῥωμαῖον αἰχμάλωτον ἢ βάρβαρον ἀνδράποδον ἢ ἵππους ἢ ἕτερόν τι πλὴν τῶν εἰς τροφὴν ὠνεῖσθαι, ἄχρις ὅτου τὰ μεταξὺ Ῥωμαίων καὶ Οὔννων ἀμφίβολα διακριθείη. σεσοφισμένως δὲ ταῦτα καὶ κατὰ τέχνην ἐγέντο τῷ βαρβάρῳ, ὥστε τὸν μὲν Βιγίλαν ῥᾳδίως ἐπὶ τῇ κατʼ αὐτοῦ ἁλῶναι πράξει ἀποροῦντα αἰτίας, ἐφʼ ᾗπερ τὸ χρυσίον κομίζοι, ἡμᾶς δὲ προφάσει ἀποκρίσεως ἐπὶ τῇ πρεσβείᾳ δοθησομένης Ὀνηγήσιον ἀπεκδέξασθαι τὰ δῶρα κομιούμενον, ἅπερ ἡμεῖς τε διδόναι ἐβουλόμεθα καὶ βασιλεὺς ἀπεστάλκει. συνέβαινε γὰρ αὐτὸν σὺν τῷ πρεσβυτέρῳ τῶν Ἀττήλα παίδων ἐς τὸ τῶν Ἀκατίρων ἔθνος ἐστάλθαι, ὅ ἐστι Σκυθικὸν ἔθνος, παρέστη δὲ τῷ Ἀττήλᾳ ἐξ αἰτίας τοιᾶσδε. πολλῶν κατὰ φῦλα καὶ γένη ἀρχόντων τοῦ ἔθνους, Θεοδόσιος ὁ βασιλεὺς ἐκπέμπει δῶρα, ὥστε ὁμονοίᾳ σφετέρᾳ ἀπαγορεῦσαι μὲν τῇ τοῦ Ἀττήλα συμμαχίᾳ, τὴν δὲ πρὸς Ῥωμαίους εἰρήνην ἀσπάζεσθαι. ὁ δὲ τὰ δῶρα ἀποκομίζων οὐ κατὰ τάξιν ἑκάστῳ τῶν βασιλέων τοῦ ἔθνους δίδωσιν, ὥστε τὸν Κουρίδαχον πρεσβύτερον ὄντα τῇ ἀρχῇ τὰ δῶρα δεξάμενον δεύτερον οἷα δὴ περιοφθέντα καὶ τῶν σφετέρων στερηθέντα γερῶν, ἐπικαλέσασθαι τὸν Ἀττήλαν κατὰ τῶν συμβασιλευόντων, τὸν δὲ μὴ μελλήσαντα πολλὴν ἐκπέμψαι δύναμιν, καὶ τοὺς μὲν ἀνελόντα, τοὺς δὲ παραστησάμενον καλεῖν τὸν Κουρίδαχον τῶν νικητηρίων μεθέξοντα. τὸν δὲ ἐπιβουλὴν ὑποτοπήσαντα εἰπεῖν ὡς χαλεπὸν ἀνθρώπῳ ἐλθεῖν ἐς ὄψιν θεοῦ· εἰ γὰρ οὐδὲ τὸν τοῦ ἡλίου δίσκον ἀτενῶς ἔστιν ἰδεῖν, πῶς τὸν μέγιστον τῶν θεῶν ἀπαθῶς τις ὄψοιτο; οὕτω μὲν οὖν ὁ Κουρίδαχος ἔμεινεν ἐπὶ τοῖς σφετέροις καὶ διεφύλαξε τὴν ἀρχήν, τοῦ λοιποῦ παντὸς τοῦ Ἀκατίρων ἔθνους τῷ Ἀττήλᾳ παραστάντος· οὗπερ ἔθνους βασιλέα τὸν πρεσβύτερον τῶν παίδων καταστῆσαι βουλόμενος Ὀνηγήσιον ἐπὶ ταύτην ἐκπέμπει τὴν πρᾶξιν. διὸ δὴ καὶ ἡμᾶς, ὡς εἴρηται, ἐπιμεῖναι παρακελευσάμενος τὸν Βιγίλαν διαφῆκεν ἅμα Ἤσλᾳ προφάσει μὲν τῶν φυγάδων ἐς τὴν Ῥωμαίων διαβησόμενον, τῇ δὲ ἀληθείᾳ τῷ Ἐδέκωνι τὸ χρυσίον κομιοῦντα. Τοῦ δὲ Βιγίλα ἐξορμήσαντος, μίαν μετὰ τὴν ἐκείνου ἀναχώρησιν ἡμέραν ἐπιμείναντες τῇ ὑστεραίᾳ ἐπὶ τὰ ἀρκτικώτερα τῆς χώρας σὺν Ἀττήλᾳ ἐπορεύθημεν, καὶ ἄχρι τινὸς τῷ βαρβάρῳ συμπροελθόντες ἑτέραν ὁδὸν ἐτράπημεν, τῶν ξεναγούντων ἡμᾶς Σκυθῶν τοῦτο ποιεῖν παρακελευσαμένων, ὡς τοῦ Ἀττήλα ἐς κώμην τινὰ παρεσομένου, ἐν ᾗ γαμεῖν θυγατέρα Ἐσκὰμ ἐβούλετο, πλείστας μὲν ἔχων γαμετάς, ἀγόμενος δὲ καὶ ταύτην κατὰ νόμον τὸν Σκυθικόν. [295]
8 (300)
ἐνθένδε ἐπορευόμεθα ὁδὸν ὁμαλὴν ἐν πεδίῳ κειμένην ναυσιπόροις τε προσεβάλομεν ποταμοῖς, ὧν οἱ μέγιστοι μετὰ τὸν Ἴστρον ὅ τε Δρήκων λεγόμενος καὶ ὁ Τίγας καὶ ὁ Τιφήσας ἦν. καὶ τούτους μὲν ἐπεραιώθημεν τοῖς μονοξύλοις πλοίοις, οἷς οἱ προσοικοῦντες τοὺς ποταμοὺς κέχρηνται, τοὺς δὲ λοιποὺς ταῖς σχεδίαις διεπλεύσαμεν, ἃς ἐπὶ τῶν ἁμαξῶν οἱ βάρβαροι διὰ τοὺς λιμνάζοντας φέρουσι τόπους. ἐχορηγοῦντο δὲ ἡμῖν κατὰ κώμας τροφαί, ἀντὶ μὲν σίτου κέγχρος, ἀντὶ δὲ οἴνου ὁ μέδος ἐπιχωρίως καλούμενος. ἐκομίζοντο δὲ καὶ οἱ ἑπόμενοι ἡμῖν ὑπηρέται κέγχρον καὶ τὸ ἐκ κριθῶν χορηγούμενοι πόμα· κάμον οἱ βάρβαροι καλοῦσιν αὐτό. μακρὰν δὲ ἀνύσαντες ὁδὸν περὶ δείλην ὀψίαν κατεσκηνώσαμεν πρὸς λίμνῃ τινὶ πότιμον ὕδωρ ἐχούσῃ, ὅπερ οἱ τῆς πλησίον ὑδρεύοντο κώμης. πνεῦμα δὲ καὶ θύελλα ἐξαπίνης διαναστᾶσα μετὰ βροντῶν καὶ συχνῶν ἀστραπῶν καὶ ὄμβρου πολλοῦ οὐ μόνον ἡμῶν ἀνέτρεψε τὴν σκηνήν, ἀλλὰ καὶ τὴν κατασκευὴν σύμπασαν ἐς τὸ ὕδωρ ἐκύλισε τῆς λίμνης. ὑπὸ δὲ τῆς κρατούσης τὸν ἀέρα ταραχῆς καὶ τοῦ συμβάντος δειματωθέντες τὸ χωρίον ἀπελείπομεν καὶ ἀλλήλων χωριζόμεθα, ὡς ἐν σκότῳ καὶ ὑετῷ, τραπέντες ὁδόν, ἣν αὑτῷ ῥᾳδίαν ἕκαστος ἔσεσθαι ᾤετο. ἐς δὲ τὰς καλύβας τῆς κώμης παραγενόμενοι (τὴν αὐτὴν δὲ πάντες διαφόρως ἐτράπημεν) ἐς ταὐτὸν συνῄειμεν καὶ τῶν ἀπολειπομένων σὺν βοῇ τὴν ζήτησιν ἐποιούμεθα. ἐκπηδήσαντες δὲ οἱ Σκύθαι διὰ τὸν θόρυβον τοὺς καλάμους, οἷς πρὸς τῷ πυρὶ κέχρηνται, ἀνέκαιον φῶς ἐργαζόμενοι, καὶ ἀνηρώτων ὅ τι βουλόμενοι κεκράγαμεν. τῶν δὲ σὺν ἡμῖν βαρβάρων ἀποκριναμένων ὡς διὰ τὸν χειμῶνα ταραττόμεθα, πρὸς σφᾶς τε αὐτοὺς καλοῦντες ὑπεδέχοντο καὶ ἀλέαν παρεῖχον καλάμους πλείστους ἐναύοντες. τῆς δὲ ἐν τῇ κώμῃ ἀρχούσης γυναικὸς (μία δὲ αὕτη τῶν Βλήδα γυναικῶν ἐγεγόνει) τροφὰς ἡμῖν διαπεμψαμένης καὶ ἐπὶ συνουσίᾳ γυναῖκας εὐπρεπεῖς (Σκυθικὴ δὲ αὕτη τιμή), τὰς μὲν γυναῖκας ἐκ τῶν προκειμένων ἐδωδίμων φιλοφρονησάμενοι, τῇ πρὸς αὐτὰς ὁμιλίᾳ ἀπαγορεύσαντες ἐγκαταμείναντες δὲ ταῖς καλύβαις ἅμα ἡμέρᾳ ἐς τὴν τῶν σκευῶν ἐτράπημεν ἀναζήτησιν, καὶ σύμπαντα εὑρηκότες, τὰ μὲν ἐν τῷ χωρίῳ, οὗπερ ἐν τῇ προτεραίᾳ καταλύσαντες ἐτύχομεν, τὰ δὲ καὶ πρὸς τῇ ὄχθῃ τῆς λίμνης, τὰ δὲ καὶ ἐν αὐτῷ τῷ ὕδατι, ἀνελάβομεν καὶ ἐκείνην τὴν ἡμέραν ἐν τῇ κώμῃ διετρίψαμεν ἅπαντα διατερσαίνοντες· ὅ τε γὰρ χειμὼν ἐπέπαυτο καὶ λαμπρὸς ἥλιος ἦν. ἐπιμεληθέντες δὲ καὶ τῶν ἵππων καὶ τῶν λοιπῶν ὑποζυγίων παρὰ τὴν βασιλίδα ἀφικόμεθα, καὶ αὐτὴν ἀσπασάμενοι καὶ δώροις ἀμειψάμενοι, τρισί τε ἀργυραῖς φιάλαις καὶ ἐρυθροῖς δέρμασι καὶ τῷ ἐξ Ἰνδίας πεπέρει καὶ τῷ καρπῷ τῶν φοινίκων καὶ ἑτέροις τραγήμασι διὰ τὸ μὴ ἐπιχωριάζειν τοῖς βαρβάροις οὖσι τιμίοις, ὑπέξιμεν εὐξάμενοι αὐτῇ ἀγαθὰ τῆς ξενίας πέρι. [345]
8 (350)
ἡμερῶν δὲ ζʹ ὁδὸν ἀνύσαντες ἐν κώμῃ τινὶ ἐπεμείναμεν, τῶν ξεναγούντων παρακελευσαμένων Σκυθῶν, οἷα δὴ τοῦ Ἀττήλα ἐς αὐτὴν ἐμβαλοῦντος τὴν ὁδὸν καὶ ἡμῶν κατόπιν αὐτοῦ πορεύεσθαι ὀφειλόντων. ἔνθα δὴ 〈ἐνε〉τυγχάνομεν ἀνδράσι τῶν ἑσπερίων Ῥωμαίων καὶ αὐτοῖς παρὰ τὸν Ἀττήλαν πρεσβευομένοις· ὧν Ῥωμύλος ἦν, ἀνὴρ τῇ τοῦ κόμητος ἀξίᾳ τετιμημένος. καὶ Προμοῦτος τῆς Νωρικῶν ἄρχων χώρας καὶ Ῥωμανὸς στρατιωτικοῦ τάγματος ἡγεμών. συνῆν δὲ αὐτοῖς Κωνστάντιος, ὃν ἀπεστάλκει Ἀέτιος παρὰ τὸν Ἀττήλαν ὑπογραφέως χάριν, καὶ Τατοῦλος ὁ Ὀρέστου πατὴρ τοῦ μετὰ Ἐδέκωνος, οὐ τῆς πρεσβείας ἕνεκα, ἀλλὰ οἰκειότητος χάριν ἅμα σφίσιν αὐτοῖς τὴν πορείαν ποιούμενοι, Κωνστάντιος μὲν διὰ 〈τὴν ἐν〉 ταῖς Ἰταλίαις προϋπάρξασαν πρὸς τοὺς ἄνδρας γνῶσιν, Τατοῦλος δὲ διὰ συγγένειαν· ὁ γὰρ αὐτοῦ παῖς Ὀρέστης Ῥωμύλου θυγατέρα ἐγεγαμήκει. *** ἀπὸ Παταβίωνος τῆς ἐν Νωρικῷ πόλεως, *** ἐπρεσβεύοντο ἐκμειλιττόμενοι τὸν Ἀττήλαν ἐκδοθῆναι αὑτῷ βουλόμενον Σιλβανόν, ἀρμίου τραπέζης κατὰ τὴν Ῥώμην προεστῶτα, ὡς φιάλας χρυσᾶς παρὰ Κωνσταντίου δεξάμενον, ὃς ἐκ Γαλατῶν μὲν τῶν ἐν τῇ ἑσπέρᾳ ὡρμᾶτο, ἀπέσταλτο δὲ καὶ αὐτὸς παρὰ Ἀττήλαν τε καὶ Βλήδαν, ὥσπερ ὁ μετʼ αὐτὸν Κωνστάντιος, ὑπογραφέως χάριν. κατὰ δὲ τὸν χρόνον, ἐν ᾧ ὑπὸ Σκυθῶν ἐν τῇ Παιόνων ἐπολιορκεῖτο τὸ Σίρμιον, τὰς φιάλας παρὰ τοῦ τῆς πόλεως ἐπισκόπου ἐδέξατο ἐφʼ ᾧ αὐτὸν λύσασθαι, εἴ γε περιόντος αὐτοῦ ἁλῶναι τὴν πόλιν συμβαίη, ἢ ἀναιρεθέντος ὠνήσασθαι τοὺς αἰχμαλώτους ἀπαγομένους τῶν ἀστῶν. ὁ δὲ Κωνστάντιος μετὰ τὸν τῆς πόλεως ἀνδραποδισμὸν ὀλιγωρήσας τῶν συνθηκῶν ἐς τὴν Ῥώμην κατὰ πρᾶξίν τινα παραγίνεται καὶ κομίζεται παρὰ τοῦ Σιλβανοῦ χρυσίον τὰς φιάλας δούς, ὥστε ῥητοῦ χρόνου ἐντὸς ἢ ἀποδόντα τὸ ἐκδανεισθὲν χρυσίον ἀναλαβεῖν τὰ ἐνέχυρα, ἢ αὐτοῖς τὸν Σιλβανὸν ἐς ὅ τι βούλοιτο χρήσασθαι. τοῦτον δὴ τὸν Κωνστάντιον ἐν ὑποψίᾳ προδοσίας ποιησάμενοι Ἀττήλας τε καὶ Βλήδας ἀνεσταύρωσαν· μετὰ δὲ χρόνον τῷ Ἀττήλᾳ ὡς τὰ περὶ τῶν φιαλῶν ἐμηνύθη, ἐκδοθῆναι αὑτῷ τὸν Σιλβανὸν οἷα δὴ φῶρα τῶν αὑτοῦ γενόμενον ἐβούλετο. πρέσβεις τοίνυν παρὰ Ἀετίου καὶ τοῦ βασιλεύοντος τῶν ἑσπερίων Ῥωμαίων ἐστάλησαν ἐροῦντες ὡς χρήστης Σιλβανὸς Κωνσταντίου γενόμενος τὰς φιάλας ἐνέχυρα καὶ οὐ φώρια λαβὼν ἔχοι, καὶ ὡς ταύτας ἀργυρίου χάριν ἱερεῦσι καὶ τοῖς ἐπιτυχοῦσιν ἀπέδοτο· οὔτε γὰρ θέμις ἀνθρώποις εἰς σφετέραν διακονίαν κεχρῆσθαι ἐκπώμασιν ἀνατεθεῖσι θεῷ. εἰ οὖν μὴ τῆς εὐλόγου προφάσεως καὶ εὐλαβείᾳ τοῦ θείου ἀποσταίη τοῦ τὰς φιάλας αἰτεῖν, ἐκπέμπειν τὸ ὑπὲρ αὐτῶν χρυσίον τὸν Σιλβανὸν παραιτουμένους· οὐ γὰρ ἐκδώσειν ἄνθρωπον ἀδικοῦντα οὐθέν. καὶ αὕτη μὲν αἰτία τῆς τῶν ἀνδρῶν πρεσβείας, καὶ παρείποντο ὅ τι καὶ ἀποκρινάμενος ἀποπέμψοι σφᾶς ὁ βάρβαρος. [395] *[crux: ἀρμίου]* *[crux: τοῖς]* *[crux: τῆς]*
8 (400)
ἐπὶ τῆς αὐτῆς οὖν ὁδοῦ γενόμενοι, προπορευθῆναι αὐτὸν ἀναμείναντες σὺν τῷ παντὶ ἐπηκολουθήσαμεν πλήθει. καὶ ποταμούς τινας διαβάντες ἐν μεγίστῃ παρεγινόμεθα κώμῃ, ἐν ᾗ τὰ τοῦ Ἀττήλα οἰκήματα περιφανέστερα τῶν ἁπανταχοῦ εἶναι ἐλέγετο ξύλοις τε καὶ σανίσιν εὐξέστοις ἡρμοσμένα καὶ περιβόλῳ ξυλίνῳ κυκλούμενα οὐ πρὸς ἀσφάλειαν, ἀλλὰ πρὸς εὐπρέπειαν συλλαμβάνοντι. μετὰ δὲ τὰ τοῦ βασιλέως ἦν τὰ τοῦ Ὀνηγησίου διαπρεπῆ καὶ περίβολον μὲν ἐκ ξύλων καὶ αὐτὰ ἔχοντα, οὐχ ὁμοίως δὲ ὥσπερ ὁ Ἀττήλα πύργοις ἐκοσμεῖτο. βαλανεῖον δὲ ἦν οὐ πόρρω τοῦ περιβόλου, ὅπερ Ὀνηγήσιος μετὰ τὸν Ἀττήλαν παρὰ Σκύθαις ἰσχύων μέγα ᾠκοδόμει λίθους ἐκ τῆς Παιόνων διακομίσας γῆς· οὐδὲ γὰρ οὐδὲ λίθος οὐ δένδρον παρὰ τοῖς ἐκεῖνο τὸ μέρος οἰκοῦσι βαρβάροις ἐστίν, ἀλλὰ ἐπεισάκτῳ τῇ ὕλῃ κέχρηνται ταύτῃ. ὁ δὲ ἀρχιτέκτων τοῦ βαλανείου ἀπὸ τοῦ Σιρμίου αἰχμάλωτος ἀχθείς, μισθὸν τοῦ εὑρέματος ἐλευθερίαν λήψεσθαι προσδοκῶν ἔλαθε μείζονι πόνῳ περιπεσὼν τῆς παρὰ Σκύθαις δουλείας· βαλανέα γὰρ αὐτὸν Ὀνηγήσιος κατέστησεν, καὶ λουομένῳ αὐτῷ τε καὶ τοῖς ἀμφʼ αὐτὸν διηκονεῖτο. ἐν ταύτῃ τῇ κώμῃ εἰσιόντα τὸν Ἀττήλαν ἀπήντων κόραι στοιχηδὸν προπορευόμεναι ὑπὸ ὀθόναις λεπταῖς τε καὶ λευκαῖς ἐπὶ πολὺ ἐς μῆκος παρατεινούσαις, ὥστε ὑπὸ μιᾷ ἑκάστῃ ὀθόνῃ ἀνεχομένῃ ταῖς χερσὶ τῶν παρʼ ἑκάτερα γυναικῶν κόρας ζʹ ἢ καὶ πλείους βαδιζούσας (ἦσαν δὲ πολλαὶ τοιαῦται τῶν γυναικῶν ὑπὸ ταῖς ὀθόναις τάξεις) ᾄδειν ᾄσματα Σκυθικά. πλησίον δὲ τῶν Ὀνηγησίου οἰκημάτων γενόμενον (διʼ αὐτῶν γὰρ ἡ ἐπὶ τὰ βασίλεια ἦγεν ὁδός) ὑπεξελθοῦσα ἡ τοῦ Ὀνηγησίου γαμετὴ μετὰ πλήθους θεραπόντων, τῶν μὲν ὄψα, τῶν δὲ καὶ οἶνον φερόντων (μεγίστη δὲ αὕτη παρὰ Σκύθαις ἐστὶ τιμή) ἠσπάζετό τε καὶ ἠξίου μεταλαβεῖν ὧν αὐτῷ φιλοφρονουμένη ἐκόμισεν. ὃς δὲ ἐπιτηδείου ἀνδρὸς χαριζόμενος γαμετῇ ἤσθιεν ἐπὶ τοῦ ἵππου ἥμενος, τῶν παρεπομένων τὸν πίνακα (ἀργύρεος δὲ ἦν οὗτος) ἐς ὕψος ἀράντων βαρβάρων. ἀπογευσάμενος δὲ καὶ τῆς προσενεχθείσης αὐτῷ κύλικος ἐς τὰ βασίλεια ἐχώρει ὄντα τῶν ἄλλων ὑπέρτερα καὶ ἐν ὑψηλῷ διακείμενα χωρίῳ. ἡμεῖς δὲ ἐν τοῖς Ὀνηγησίου, ἐκείνου παρακελευσαμένου, ἐγκατεμείναμεν· ἐπανεληλύθει γὰρ σὺν τῷ Ἀττήλα παιδί. ἠριστοποιησάμεθα 〈δέ〉, δεξιωσαμένης ἡμᾶς τῆς τε γαμετῆς καὶ τῶν κατὰ γένος αὐτῷ διαφερόντων· αὐτὸς γὰρ τῷ Ἀττήλᾳ μετὰ τὴν ἐπάνοδον τὸτε πρῶτον ἐς ὄψιν ἐλθὼν καὶ αὐτῷ τὰ ἐπὶ τῇ πράξει, ἐφʼ ἣν ἔσταλτο, ἀπαγγέλλων καὶ τὸ πάθος τὸ τῷ Ἀττήλα παιδὶ συνενεχθέν (τὴν γὰρ δεξιὰν χεῖρα ἐξολισθήσας κατέαξεν) συνευωχεῖσθαι ἡμῖν οὐκ ἦγε σχολήν. μετὰ δὲ τὸ δεῖπνον ἀπολιπόντες τὰ τοῦ Ὀνηγησίου οἰκήματα πλησίον τῶν Ἀττήλα κατεσκηνώσαμεν ἐπιτραπέντες, ὥστε καιροῦ καλοῦντος ἢ παρὰ τὸν Ἀττήλαν ἐσιέναι τὸν Μαξιμῖνον ἤγουν καὶ τοῖς ἄλλοις τοῖς ἀμφʼ αὐτὸν ἐς λόγους ἰέναι ὀφείλοντα μὴ πολλῷ κεχωρίσθαι διαστήματι. [445]
8 (450)
διαγαγόντων δὲ ἡμῶν ἐκείνην τὴν νύκτα ἐν ᾧπερ κατελύσαμεν χωρίῳ, ὑποφαινούσης ἡμέρας ὁ Μαξιμῖνος στέλλει με παρὰ τὸν Ὀνηγήσιον τὰ δῶρα δώσοντα, ἅ τε αὐτὸς ἐδίδου, ἅ τε βασιλεὺς ἀπεστάλκει, καὶ ὅπως γνοίη οἷ βούλεται αὐτῷ καὶ ὁπότε ἐς λόγους ἐλθεῖν. παραγενόμενος δὲ ἅμα τοῖς κομίζουσιν αὐτῷ ὑπηρέταις προσεκαρτέρουν, ἔτι τῶν θυρῶν κεκλεισμένων, ἄχρις ὅτου τις ὑπεξελθὼν τὴν ἡμετέραν μηνύσειεν ἄφιξιν. Διατρίβοντι δέ μοι καὶ περιπάτους ποιουμένῳ πρὸ τοῦ περιβόλου τῶν οἰκημάτων προσελθών τις, ὃν βάρβαρον ἐκ τῆς Σκυθικῆς ᾠήθην εἶναι στολῆς, Ἑλληνικῇ ἀσπάζεταί με φωνῇ, χαῖρε προσειπών, ὥστε με θαυμάζειν ὅτι γε δὴ ἑλληνίζει Σκύθης ἀνήρ. ξύγκλυδες γὰρ ὄντες πρὸς τῇ σφετέρᾳ βαρβάρῳ γλώσσῃ ζηλοῦσιν ἢ τὴν Οὔννων ἢ τὴν Γότθων ἢ καὶ τὴν Αὐσονίων, ὅσοις αὐτῶν πρὸς Ῥωμαίους ἐπιμιξία· καὶ οὐ ῥᾳδίως τις σφῶν ἑλληνίζει τῇ φωνῇ, πλὴν ὧν ἀπήγαγον αἰχμαλώτων ἀπὸ τῆς Θρᾳκίας καὶ Ἰλλυρίδος παράλου. ἀλλʼ ἐκεῖνοι μὲν γνώριμοι τοῖς ἐντυγχάνουσιν ἐτύγχανον ἔκ τε τῶν διερρωγότων ἐνδυμάτων καὶ τοῦ αὐχμοῦ τῆς κεφαλῆς ὡς ἐς τὴν χείρονα μεταπεσόντες τύχην· οὗτος δὲ τρυφῶντι ἐῴκει Σκύθῃ εὐείμων τε ὢν καὶ ἀποκειράμενος τὴν κεφαλὴν περιτρόχαλα. ἀντασπασάμενος δὲ ἀνηρώτων τίς ὢν καὶ πόθεν ἐς τὴν βάρβαρον παρῆλθε γῆν καὶ βίον ἀναιρεῖται Σκυθικόν. ὁ δὲ ἀπεκρίνατο ὅ τι βουλόμενος ταῦτα γνῶναι ἐσπούδακα. ἐγὼ δὲ ἔφην αἰτίαν πολυπραγμοσύνης εἶναι μοι τὴν Ἑλλήνων φωνήν. τότε δὴ γελάσας ἔλεγε Γραικὸς μὲν εἶναι τὸ γένος, κατʼ ἐμπορίαν δὲ εἰς τὸ Βιμινάκιον ἐληλυθέναι τὴν πρὸς τῷ Ἴστρῳ ποταμῷ Μυσῶν πόλιν. πλεῖστον δὲ ἐν αὐτῇ διατρῖψαι χρόνον καὶ γυναῖκα γήμασθαι ζάπλουτον. τὴν δὲ ἐντεῦθεν εὐπραγίαν ἐκδύσασθαι ὑπὸ τοῖς βαρβάροις τῆς πόλεως γενομένης, καὶ διὰ τὸν ὑπάρξαντα πλοῦτον αὐτῷ Ὀνηγησίῳ ἐν τῇ τῶν λαφύρων προκριθῆναι διανομῇ· τοὺς γὰρ ἁλόντας ἀπὸ τῶν εὐπόρων μετὰ τὸν Ἀττήλαν ἐκκρίτους εἶχον οἱ τῶν Σκυθῶν λογάδες διὰ τὸ ἐπὶ πλείστοις διατίθεσθαι. ἀριστεύσαντα δὲ ἐν ταῖς ὕστερον πρὸς Ῥωμαίους μάχαις καὶ τὸ τῶν Ἀκατίρων ἔθνος, δόντα τῷ βαρβάρῳ δεσπότῃ κατὰ τὸν παρὰ Σκύθαις νόμον τὰ κατὰ τὸν πόλεμον αὐτῷ κτηθέντα, ἐλευθερίας τυχεῖν. γυναῖκα δὲ γήμασθαι βάρβαρον, εἶναί τε αὐτῷ παῖδας· καὶ Ὀνηγησίῳ τραπέζης κοινωνοῦντα ἀμείνονα τοῦ προτέρου τὸν παρόντα βίον ἡγεῖσθαι. τοὺς μὲν γὰρ παρὰ Σκύθαις μετὰ τὸν πόλεμον ἐν ἀπραγμοσύνῃ διατελεῖν, ἑκάστου τῶν παρόντων ἀπολαύοντος καὶ οὐδαμῶς ἢ ὀλίγα ἐνοχλοῦντος ἢ ἐνοχλουμένου, τοὺς μέντοι παρὰ Ῥωμαίοις ἐν μὲν πολέμῳ ῥᾳδίως ἀναλίσκεσθαι εἰς ἑτέρους τὰς τῆς σωτηρίας ἐλπίδας ἔχοντας, ὡς πάντων διὰ τοὺς τυράννους μὴ χρωμένων ὅπλοις· καὶ τῶν χρωμένων δὲ σφαλερωτέρα ἡ τῶν στρατηγῶν κακία μὴ ὑφισταμένων τὸν πόλεμον. ἐν δὲ εἰρήνῃ ὀδυνηρότερα ὑπάρχειν τὰ συμβαίνοντα τῶν ἐν τοῖς πολέμοις κακῶν διά τε τὴν βαρυτάτην εἴσπραξιν τῶν δασμῶν καὶ τὰς ἐκ τῶν πονηρῶν βλάβας, τῶν νόμων οὐ κατὰ πάντων κειμένων, ἀλλὰ εἰ μὲν ὁ παραβαίνων τὸν θεσμὸν τῶν πλουτούντων εἴη, ἐπὶ τῆς ἀδικίας αὐτὸν μὴ διδόναι δίκας· εἰ δὲ πένης εἴη, οὐκ ἐπιστάμενος χρῆσθαι πράγμασιν ὑπομένει τὴν ἀπὸ τοῦ νόμου ζημίαν, εἴπερ μὴ πρὸ τῆς κρίσεως ἀπολείποι τὸν βίον, μακροῦ ἐπὶ ταῖς δίκαις παρατεινομένου χρόνου καὶ πλείστων ἐκδαπανωμένων χρημάτων· ὅπερ τῶν πάντων ἀνιαρότατον εἴη, ἐπὶ μισθῷ τῶν ἀπὸ τοῦ νόμου τυγχάνειν. [505]
8 (500)
οὐδὲ γὰρ τῷ ἀδικουμένῳ τις δικαστήριον παραδώσει, εἰ μή τι ἀργύριον τῷ τε δικαστῇ καὶ τοῖς ἐκείνῳ διακονουμένοις κατάθοιτο. τοιαῦτα καὶ πλεῖστα ἕτερα προτιθέντος, ὑπολαβὼν ἔφασκον πράως αὐτὸν καὶ τὰ ἐξ ἐμοῦ ἀκούειν. καὶ δὴ ἔλεγον ὡς οἱ τῆς Ῥωμαίων πολιτείας εὑρεταὶ σοφοί τε καὶ ἀγαθοὶ ἄνδρες, ὥστε τὰ πράγματα τηνάλλως μὴ φέρεσθαι, τοὺς μὲν τῶν νόμων εἶναι φύλακας, τοὺς δὲ ποιεῖσθαι τῶν ὅπλων ἐπιμέλειαν ἔταξαν καὶ τὰς πολεμικὰς μελέτας ἀσκεῖν, πρὸς μηδὲν ἕτερον ἐπαγομένους ἢ ὥστε εἶναι πρὸς μάχην ἑτοίμους καὶ ὡς ἐπὶ τὴν συνήθη γυμνασίαν θαρροῦντας ἐπὶ τὸν πόλεμον ἰέναι, προαναλωθέντος αὐτοῖς διὰ τῆς μελέτης τοῦ φόβου· τοὺς δὲ προσκειμένους τῇ γεωργίᾳ καὶ τῇ ἐπιμελείᾳ τῆς γῆς ἑαυτούς τε καὶ τοὺς ὑπὲρ σφῶν αὐτῶν ἀγωνιζομένους τρέφειν 〈ἔταξαν〉, ἔταξαν 〈δὲ καὶ〉 τὸ στρατιωτικὸν εἰσπραττομένους σιτηρέσιον· ἄλλους δὲ τῶν ἀδικουμένων προνοεῖν, καὶ τοὺς μὲν τοῦ δικαίου προΐστασθαι ὑπὲρ τῶν διʼ ἀσθένειαν φύσεως μὴ οἵων τε ὄντων τὰ σφέτερα προΐσχεσθαι δίκαια, τοὺς δὲ δικάζοντας φυλάττειν ἅπερ ὁ νόμος βούλεται· μὴ ἐστερῆσθαι δὲ φροντίδος μηδὲ τῶν παραστάντων τοῖς δικασταῖς, ἀλλὰ κἀκείνων εἶναι τοὺς πρόνοιαν ποιησομένους, ὅπως τοῦ τε δικαίου τεύξοιτο ὁ τῆς τῶν δικαστῶν τυχὼν κρίσεως καὶ ὁ ἀδικεῖν νομισθεὶς μὴ εἰσπραχθείη πλέον ἤπερ ἡ δικαστικὴ βούλεται ψῆφος. εἰ γὰρ μὴ ὑπῆρχον οἱ ταῦτα ἐν φροντίδι ποιούμενοι, ἐκ τῆς αὐτῆς αἰτίας ἑτέρας δίκης ἐγίνετο ἂν πρόφασις, ἢ τοῦ νενικηκότος χαλεπώτερον ἐπεξιόντος, ἢ τοῦ τὴν χείρονα ἀπενεγκαμένου τῇ ἀδίκῳ ἐπιμένοντος γνώμῃ. εἶναι δὲ καὶ τούτοις τεταγμένον ἀργύριον παρὰ τῶν τὰς δίκας ἀγωνιζομένων, ὡς παρὰ τῶν γεωργῶν τοῖς ὁπλίταις. ἢ οὐχ ὅσιον τὸν ἐπικουροῦντα τρέφειν καὶ τῆς εὐνοίας ἀμείβεσθαι; ὥσπερ ἀγαθὸν ἱππεῖ μὲν ἡ τοῦ ἵππου κομιδή, ἀγαθὸν δὲ βουκόλῳ ἡ τῶν βοῶν καὶ θηρατῇ ἡ τῶν κυνῶν ἐπιμέλεια, καὶ τῶν ἄλλων ὧν πρὸς σφετέραν φυλακήν τε καὶ ὠφέλειαν ἔχουσιν ἄνθρωποι, ὁπότε τὴν δαπάνην τὴν ἐπὶ τῇ δίκῃ γενομένην ἁλόντες ἐκτίνουσιν, ἀνατιθέντες ἀδικίᾳ σφετέρᾳ καὶ οὐχ ἑτέρῳ τὴν βλάβην. τὸν δὲ ἐπὶ ταῖς δίκαις μακρότερον, ἂν οὕτω τύχοι, χρόνον τῆς τοῦ δικαίου προνοίας γίνεσθαι χάριν, ὥστε μὴ σχεδιάζοντας τοὺς δικαστὰς τῆς ἀκριβείας διαμαρτεῖν λογιζομένους ἄμεινον εἶναι ὀψὲ πέρας ἐπιτεθῆναι δίκῃ ἢ ἐσπουδακότας μὴ μόνον ἄνθρωπον ἀδικεῖν, ἀλλὰ εἰς 〈τὸν〉 τοῦ δικαίου εὑρετὴν θεὸν πλημμελεῖν. κεῖσθαι δὲ τοὺς νόμους κατὰ πάντων, ὥστε αὐτοῖς καὶ βασιλέα πείθεσθαι, καὶ οὐχ, ὃ τῇ αὐτοῦ ἔνεστι κατηγορίᾳ, ὅτι γε δὴ οἱ εὔποροι τοὺς πένητας ἀκινδύνως βιάζοιντο, εἰ μή γε διαλαθών τις φύγοι τὴν δίκην. [545]
8 (550)
ὅπερ οὐκ ἐπὶ τῶν πλουσίων, ἀλλὰ καὶ πενήτων εὕροι τις ἄν· πλημμελοῦντες γὰρ οὐδὲ αὐτοὶ ἀπορίᾳ ἐλέγχων δοῖεν δίκας. καὶ τοῦτο παρὰ πᾶσι καὶ οὐ παρὰ Ῥωμαίοις μόνον συμβαῖνόν ἐστιν. χάριν δὲ ὁμολογεῖν τῇ τύχῃ ἐπὶ τῇ αὐτῷ ὑπαρξάσῃ ἐλευθερίᾳ, καὶ μὴ τῷ ἐπὶ πόλεμον ἐξάγοντι δεσπότῃ, ὥστε αὐτὸν διʼ ἀπειρίαν ἢ ὑπὸ τῶν πολεμίων ἀναιρεθῆναι ἢ φεύγοντα ὑπὸ τοῦ κτησαμένου κολάζεσθαι. ἄμεινον δὲ καὶ τοῖς οἰκέταις διατελοῦσι Ῥωμαῖοι χρώμενοι. πατέρων γὰρ ἢ διδασκάλων ἐς αὐτοὺς ἔργα ἐπιδεικνύντες, ἐφʼ ᾧ τῶν φαύλων ἀπεχομένους μετιέναι ἅπερ αὐτοῖς καλὰ νενόμισται, σωφρονίζουσι σφᾶς ἐπὶ τοῖς ἁμαρτήμασιν ὥσπερ τοὺς οἰκείους παῖδας· οὐδὲ γὰρ οὐδὲ αὐτοῖς θάνατον, ὥσπερ Σκύθαις, ἐπάγειν θέμις. ἐλευθερίας δὲ τρόποι παρʼ αὐτοῖς πλεῖστοι, ἣν οὐ μόνον περιόντες ἀλλὰ καὶ τελευτῶντες χαρίζονται διατάττοντες κατὰ τῆς περιουσίας ὃν βούλονται τρόπον, καὶ νόμος ἐστὶν ὅπερ ἕκαστος τελευτῶν περὶ τῶν προσηκόντων βουλεύσοιτο. καὶ ὃς δακρύσας ἔφη ὡς οἱ μὲν νόμοι καλοὶ καὶ ἡ πολιτεία Ῥωμαίων ἀγαθή, οἱ δὲ ἄρχοντες οὐχ ὅμοια τοῖς πάλαι φρονοῦντες αὐτὴν διαλυμαίνονται. Ταῦτα διαλεγομένων ἡμῶν, προσελθών τις τῶν ἔνδοθεν ἀνοίγει τὰς θύρας τοῦ περιβόλου. ἐγὼ δὲ προσδραμὼν ἐπυθόμην ὅ τι πράττων Ὀνηγήσιος τυγχάνοι· ἀπαγγεῖλαι γὰρ αὐτῷ με βούλεσθαί τι παρὰ τοῦ 〈παρὰ〉 Ῥωμαίων ἥκοντος πρεσβευτοῦ. ὃς δὲ ἀπεκρίνατο αὐτῷ μοι ἐντεύξεσθαι μικρὸν ἀναμείναντι· μέλλειν γὰρ αὐτὸν ὑπεξιέναι. καὶ δὴ οὐ πολλοῦ διαγενομένου χρόνου, ὡς προϊόντα εἶδον, προσελθὼν ἔλεγον ὡς ὁ Ῥωμαίων αὐτὸν ἀσπάζεται πρεσβευτής, καὶ δῶρα ἐξ αὐτοῦ ἥκω φέρων σὺν καὶ τῷ παρὰ βασιλέως πεμφθέντι χρυσίῳ· ἐσπουδακότι δὲ ἐς λόγους ἐλθεῖν οἷ καὶ πότε βούλεται διαλέγεσθαι. ὃς δὲ τό τε χρυσίον τά τε δῶρα ἐκέλευσε τοὺς προσήκοντας δέξασθαι, ἐμὲ δὲ ἀπαγγέλλειν Μαξιμίνῳ ὡς ἥξοι αὐτίκα παρʼ αὐτόν. ἐμήνυον τοίνυν ἐπανελθὼν τὸν Ὀνηγήσιον παραγίνεσθαι· καὶ εὐθὺς ἧκεν ἐς τὴν σκηνήν. προσειπὼν δὲ τὸν Μαξιμῖνον ἔφασκε χάριν ὁμολογεῖν ὑπὲρ τῶν δώρων αὐτῷ τε καὶ βασιλεῖ καὶ ἀνηρώτα ὅ τι λέγειν βουλόμενος αὐτὸν μετεπέμψατο. ὁ δὲ ἔφασκεν ἥκειν καιρὸν ὥστε Ὀνηγήσιον μεῖζον ἐν ἀνθρώποις ἕξειν κλέος, εἴπερ παρὰ βασιλέα ἐλθὼν διευκρινήσει τὰ ἀμφίβολα τῇ σφετέρᾳ συνέσει καὶ ὁμόνοιαν Ῥωμαίοις καὶ Οὔννοις καταστήσεται. γενήσεται γὰρ ἐνθένδε οὐ μόνον τοῖς ἔθνεσιν ἀμφοτέροις συμφέρον, ἀλλὰ καὶ τῷ σφετέρῳ οἴκῳ ἀγαθὰ παρέξει πολλά, ἐπιτήδειος ἐς ἀεὶ αὐτός τε καὶ οἱ αὐτοῦ παῖδες βασιλεῖ τε καὶ τῷ ἐκείνου ἐσόμενοι γένει. ὁ δὲ Ὀνηγήσιος ἔφη· καὶ τί ποιοῦντες κεχαρισμένως βασιλεῖ ἢ ὅπως παρʼ αὐτοῦ τὰ ἀμφίβολα λυθείη; ἀποκριναμένου δὲ ὡς διαβὰς μὲν εἰς τὴν Ῥωμαίων βασιλεῖ τὴν χάριν καταθήσει, διευκρινήσει δὲ τὰ ἀμφίβολα τὰς αἰτίας διερευνῶν καὶ ταύτας κατὰ 〈τὸν〉 τῆς εἰρήνης λύων θεσμόν, ἔφασκεν ἐκεῖνα ἐρεῖν βασιλεῖ τε καὶ τοῖς ἀμφʼ αὐτόν, ἅπερ Ἀττήλας βούλεται. [595]
8 (600)
ἢ οἴεσθαι ἔφη Ῥωμαίους τοσοῦτον ἐκλιπαρήσειν αὐτὸν ὥστε καταπροδοῦναι δεσπότην καὶ ἀνατροφῆς τῆς παρὰ Σκύθαις καὶ γαμετῶν καὶ παίδων κατολιγωρήσειν, μὴ μείζονα δὲ ἡγεῖσθαι τὴν παρὰ Ἀττήλᾳ δουλείαν τοῦ παρὰ Ῥωμαίοις πλούτου; συνοίσειν δὲ ἐπιμένοντα τῇ οἰκείᾳ τὸν τοῦ δεσπότου καταπραΰνειν θυμόν, ἐφʼ οἷς αὐτὸν ὀργίζεσθαι κατὰ Ῥωμαίων συμβαίνει, ἢ παρὰ σφᾶς ἐλθόντα αἰτίᾳ ὑπάγεσθαι ἕτερα ἤπερ ἐκείνῳ δοκεῖ διαπραξάμενον. ταῦτα εἰρηκὼς κἀμὲ ποιεῖσθαι τὴν πρὸς αὐτὸν εἰσηγησάμενος ἔντευξιν περὶ ὧν πυνθάνεσθαι αὐτοῦ βουλόμεθα, (οὐ γὰρ τῷ Μαξιμίνῳ ὡς ἐν ἀξίᾳ τελοῦντι ἡ συνεχὴς πρόσοδος ἦν εὐπρεπής) ἀνεχώρει. ἐγὼ δὲ τῇ ὑστεραίᾳ εἰς τὸν Ἀττήλα περίβολον ἀφικνοῦμαι δῶρα τῇ αὐτοῦ κομίζων γαμετῇ, (Κρέκα δὲ ὄνομα αὐτῇ) ἐξ ἧς αὐτῷ παῖδες ἐγεγόνεισαν τρεῖς, ὧν ὁ πρεσβύτερος ἦρχε τῶν Ἀκατίρων καὶ τῶν λοιπῶν ἐθνῶν τῶν νεμομένων τὴν πρὸς τῷ Πόντῳ Σκυθικήν. ἔνδον δὲ τοῦ περιβόλου πλεῖστα ἐτύγχανεν οἰκήματα, τὰ μὲν ἐκ σανίδων ἐγγλύφων καὶ ἡρμοσμένων εἰς εὐπρέπειαν, τὰ δὲ ἐκ λόγων κεκαθαρμένων καὶ πρὸς εὐθύτητα ἀπεξεσμένων, ἐμβεβλημένων δὲ ξύλοις 〈κύκλουσ〉 ἀποτελοῦσιν· οἱ δὲ κύκλοι ἐκ τοῦ ἐδάφους ἀρχόμενοι ἐς ὕψος ἀνέβαινον μετρίως. ἐνταῦθα τῆς Ἀττήλα ἐνδιαιτωμένης γαμετῆς, διὰ τῶν πρὸς τῇ θύρᾳ βαρβάρων ἔτυχον εἰσόδου καὶ αὐτὴν ἐπὶ στρώματος μαλακοῦ κειμένην κατέλαβον, τοῖς ἐκ τῆς ἐρέας πιλωτοῖς τοῦ ἐδάφους σκεπομένου, ὥστε ἐπʼ αὐτῶν βαδίζειν. περιεῖπε δὲ αὐτὴν θεραπόντων πλῆθος κύκλῳ· καὶ θεράπαιναι ἐπὶ τοῦ ἐδάφους ἀντικρὺ αὐτῆς καθήμεναι ὀθόνας τινὰς χρώμασι διεποίκιλλον ἐπιβληθησομένας πρὸς κόσμον ἐσθημάτων βαρβαρικῶν. προσελθὼν τοίνυν καὶ τὰ δῶρα μετὰ τὸν ἀσπασμὸν δοὺς ὑπεξῄειν καὶ ἐπὶ τὰ ἕτερα ἐβάδιζον οἰκήματα, ἐν οἷς διατρίβειν τὸν Ἀττήλαν ἐτύγχανεν, ἀπεκδεχόμενος ὁπότε ὑπεξέλθοι Ὀνηγήσιος· ἤδη γὰρ ἀπὸ τῶν αὐτοῦ οἰημάτων ἐξεληλύθει καὶ ἔνδον ἦν. μεταξὺ δὲ τοῦ παντὸς ἱστάμενος πλήθους (γνώριμός τε γὰρ ὢν τοῖς Ἀττήλα φρουροῖς καὶ τοῖς παρεπομένοις αὐτῷ βαρβάροις ὑπʼ οὐδενὸς διεκωλυόμην) εἶδον πλῆθος πορευόμενον καὶ θροῦν καὶ θόρυβον περὶ τὸν τόπον γενόμενον, ὡς τοῦ Ἀττήλα ὑπεξιόντος. προῄει δὲ τοῦ οἰκήματος βαδίζων σοβαρῶς τῇδε κἀκεῖ περιβλεπόμενος. ὡς δὲ ὑπεξελθὼν σὺν τῷ Ὀνηγησίῳ ἔστη πρὸ τοῦ οἰκήματος (πολλοὶ δὲ τῶν ἀμφισβητήσεις πρὸς ἀλλήλους ἐχόντων προσῄεσαν καὶ τὴν αὐτοῦ κρίσιν ἐδέχοντο), εἶτα ἐπανῄει ὡς τὸ οἴκημα καὶ πρέσβεις παρʼ αὐτὸν ἥκοντας βαρβάρους ἐδέχετο. Ἐμοὶ δὲ ἀπεκδεχομένῳ τὸν Ὀνηγήσιον Ῥωμύλος καὶ Προμοῦτος καὶ Ῥωμανὸς οἱ ἐξ Ἰταλίας ἐλθόντες παρὰ τὸν Ἀττήλαν πρέσβεις τῶν φιαλῶν ἕνεκα τῶν χρυσῶν, συμπαρόντος αὐτοῖς καὶ Ῥουστικίου τοῦ κατὰ Κωνστάντιον, καὶ Κωνσταντιόλου ἀνδρὸς ἐκ τῆς Παιόνων χώρας τῆς ὑπὸ Ἀττήλᾳ ταττομένης, ἐς λόγους ἦλθον καὶ ἀνηρώτων, πότερον διηφείθημεν ἢ ἐπιμένειν ἀναγκαζόμεθα. [645] *[crux: λόγων]*
8 (650)
καὶ ἐμοῦ φήσαντος, ὡς τούτου χάριν πευσόμενος τοῦ Ὀνηγησίου τοῖς περιβόλοις προσκαρτερῶ, καὶ ἀντερωτήσαντος, 〈εἰ〉 αὐτοῖς ὁ Ἀττήλας ἥμερόν τι καὶ πρᾶον περὶ τῆς πρεσβείας ἀπεκρίνατο, ἔλεγον μηδαμῶς μετατρέπεσθαι τῆς γνώμης, ἀλλὰ πόλεμον καταγγέλλειν, εἰ μή γε αὐτῷ Σιλβανὸς ἢ τὰ ἐκπώματα πεμφθείη. ἀποθαυμαζόντων δὲ ἡμῶν τῆς ἀπονοίας τὸν βάρβαρον, ὑπολαβὼν ὁ Ῥωμύλος, πρεσβευτὴς ἀνὴρ καὶ πολλῶν πραγμάτων ἔμπειρος, ἔλεγε τὴν αὐτοῦ μεγίστην τύχην καὶ τὴν ἐκ τῆς τύχης δύναμιν ἐξαίρειν αὐτόν, ὥστε μὴ ἀνέχεσθαι δικαίων λόγων, εἰ μὴ πρὸς αὐτοῦ νομίσῃ ὑπάρχειν αὐτούς. οὔπω γὰρ τῶν πώποτε τῆς Σκυθικῆς ἢ καὶ ἑτέρας ἀρξάντων γῆς τοσαῦτα ἐν ὀλίγῳ κατεπράχθη, ὥστε καὶ τῶν ἐν τῷ Ὠκεανῷ νήσων ἄρχειν καὶ πρὸς πάσῃ τῇ Σκυθικῇ καὶ Ῥωμαίους ἔχειν ἐς φόρου ἀπαγωγήν. ἐφιέμενον δὲ πρὸς τοῖς παροῦσι πλειόνων καὶ ἐπὶ μεῖζον αὔξοντα τὴν ἀρχὴν καὶ ἐς Πέρσας ἐπιέναι βούλεσθαι. τῶν δὲ ἐν ἡμῖν τινος πυθομένου, ποίαν ὁδὸν τραπεὶς ἐς Πέρσας ἐλθεῖν δυνήσεται, ἔλεγεν ὁ Ῥωμύλος μὴ πολλῷ διαστήματι τὴν Μήδων ἀφεστάναι τῆς Σκυθικῆς· οὐδὲ γὰρ Οὔννους ἀπείρους τῆς ὁδοῦ ταύτης εἶναι, ἀλλὰ πάλαι ἐς αὐτὴν ἐμβεβληκέναι, λιμοῦ τε τὴν χώραν κρατήσαντος, καὶ Ῥωμαίων διὰ τὸν τότε συνιστάμενον πόλεμον μὴ συμβαλλόντων. παρεληλυθέναι δὲ ἐς τὴν Μήδων τόν τε Βασὶχ καὶ Κουρσὶχ τοὺς ὕστερον ἐς τὴν Ῥώμην ἐληλυθότας εἰς ὁμαιχμίαν, ἄνδρας τῶν βασιλείων Σκυθῶν καὶ πολλοῦ πλήθους ἄρχοντας. καὶ τοὺς διαβεβηκότας λέγειν ὡς ἔρημον ἐπελθόντες χώραν καὶ λίμνην τινὰ περαιωθέντες, ἣν ὁ Ῥωμύλος τὴν Μαιῶτιν εἶναι ᾤετο, πεντεκαίδεκα διαγενομένων ἡμερῶν ὄρη τινὰ ὑπερβάντες ἐς τὴν Μηδικὴν ἐσέβαλον. ληιζομένοις δὲ καὶ τὴν γῆν κατατρέχουσι πλῆθος Περσικὸν ἐπελθὸν τὸν σφῶν ὑπερκείμενον ἀέρα πλῆσαι βελῶν, ὥστε σφᾶς δέει τοῦ κατασχόντος κινδύνου ἀναχωρῆσαι εἰς τοὐπίσω καὶ τὰ ὄρη ὑπεξελθεῖν ὀλίγην ἄγοντας λείαν· ἡ γὰρ πλείστη ὑπὸ τῶν Μήδων ἀφῄρητο. εὐλαβουμένους δὲ τὴν τῶν πολεμίων δίωξιν ἑτέραν τραπῆναι ὁδόν, καὶ μετὰ τὴν ἐκ τῆς ὑφάλου πέτρας ἀναπεμπομένην φλόγα ἐκεῖθεν πορευθέντας ἡμερῶν ὀλίγων ὁδὸν ἐς τὰ οἰκεῖα ἀφικέσθαι καὶ γνῶναι οὐ πολλῷ διαστήματι τῶν Μήδων ἀφεστάναι τὴν Σκυθικήν. τὸν οὖν Ἀττήλαν ἐπʼ αὐτὴν ἰέναι βουλόμενον οὐ πονήσειν πολλὰ οὔτε μακρὰν ἀνύσειν ὁδόν, ὥστε καὶ Μήδους καὶ Πάρθους καὶ Πέρσας παραστήσεσθαι καὶ ἀναγκάσειν ἐλθεῖν ἐς φόρου ἀπαγωγήν· παρεῖναι γὰρ αὐτῷ μάχιμον δύναμιν, ἣν οὐδὲν ἔθνος ὑποστήσεται. ἡμῶν δὲ κατὰ Περσῶν ἐλθεῖν αὐτὸν ἐπευξαμένων καὶ ἐπʼ ἐκείνους τρέψαι τὸν πόλεμον, ὁ Κωνσταντίολος ἔλεγε δεδιέναι μήποτε καὶ Πέρσας ῥᾳδίως παραστησάμενος ἀντὶ φίλου δεσπότης ἐπανήξει. [695]
8 (700)
νῦν μὲν γὰρ τὸ χρυσίον κομίζεσθαι παρʼ αὐτῶν τῆς ἀξίας ἕνεκα· εἰ δὲ καὶ Πάρθους καὶ Μήδους καὶ Πέρσας παραστήσοιτο, οὐκ ἔτι Ῥωμαίων ἀνέξεσθαι τὴν αὐτοῦ νοσφιζομένων ἀρχήν, ἀλλὰ θεράποντας περιφανῶς ἡγησάμενον χαλεπώτερα ἐπιτάξειν καὶ οὐκ ἀνεκτὰ ἐκείνοις ἐπιτάγματα. ἧν δὲ 〈ἡ〉 ἀξία, ἧς ὁ Κωνσταντίολος ἐπεμνήσθη, στρατηγοῦ Ῥωμαίων, ἧς χάριν ὁ Ἀττήλας παρὰ βασιλέως ἐδέδεκτο τὸ τοῦ φόρου ἐπικαλύπτοντος ὄνομα, ὥστε αὐτῷ σιτηρεσίου προφάσει τοῦ τοῖς στρατηγοῖς χορηγουμένου τὰς συντάξεις ἐκπέμπεσθαι. ἔλεγεν οὖν μετὰ Μήδους καὶ Πάρθους καὶ Πέρσας τοῦτο τὸ ὄνομα, ὅπερ αὐτὸν βούλονται Ῥωμαῖοι καλεῖν, καὶ τὴν ἀξίαν, ᾗ αὐτὸν τετιμηκέναι νομίζουσιν, ἀποσεισάμενον ἀναγκάσειν σφᾶς ἀντὶ στρατηγοῦ βασιλέα προσαγορεύειν. ἤδη γὰρ καὶ χαλεπαίνοντα εἰπεῖν ὡς ἐκείνῳ μὲν οἱ αὐτοῦ θεράποντές εἰσι στρατηγοί, αὐτῷ δὲ οἱ τοῖς βασιλεύουσι Ῥωμαίων ὁμότιμοι. ἔσεσθαι δὲ οὐκ ἐς μακρὰν τῆς παρούσης αὐτῷ δυνάμεως αὔξησιν· σημαίνειν καὶ τοῦτο τὸν θεὸν τὸ τοῦ Ἄρεος ἀναφήναντα ξίφος, ὅπερ ὂν ἱερὸν καὶ παρὰ τῶν Σκυθικῶν βασιλέων τιμώμενον, οἷα δὴ τῷ ἐφόρῳ τῶν πολέμων ἀνακείμενον, ἐν τοῖς πάλαι ἀφανισθῆναι χρόνοις, εἶτα διὰ βοὸς εὑρεθῆναι. Καὶ ἑκάστου λέγειν τι περὶ τῶν καθεστώτων βουλομένου, Ὀνηγησίου ὑπεξελθόντος, παρʼ αὐτὸν ἤλθομεν καὶ ἐπειρώμεθα περὶ τῶν ἐσπουδασμένων μανθάνειν. ὁ δέ τισι πρότερον βαρβάροις διαλεχθεὶς πυθέσθαι με παρὰ Μαξιμίνου ἐπέτρεπεν, τίνα Ῥωμαῖοι ἄνδρα τῶν ὑπατικῶν παρὰ τὸν Ἀττήλαν πρεσβευόμενον στέλλουσιν. ὡς δὲ παρελθὼν εἰς τὴν σκηνὴν ἔφραζον ἅπερ εἴρητό μοι, καὶ ὅ τι δεῖ λέγειν ὧν χάριν ὁ βάρβαρος ἡμῶν ἐπύθετο, ἅμα τῷ Μαξιμίνῳ βουλευσάμενος ἐπανῆλθον ὡς τὸν Ὀνηγήσιον, λέγων ὡς ἐθέλουσι μὲν Ῥωμαῖοι αὐτὸν παρὰ σφᾶς ἐλθόντα τῶν ἀμφιβόλων ἕνεκα διαλέγεσθαι, εἰ δὲ τούτου διαμάρτοιεν, ἐκπέμψειν βασιλέα ὃν βούλεται πρεσβευσόμενον. καὶ εὐθὺς μετιέναι με τὸν Μαξιμῖνον παρεκελεύσατο, καὶ ἥκοντα αὐτὸν ἦγε παρὰ τὸν Ἀττήλαν. καὶ μικρὸν ὕστερον ὑπεξελθὼν ὁ Μαξιμῖνος ἔλεγεν ἐθέλειν τὸν βάρβαρον Νόμον ἢ Ἀνατόλιον ἢ Σενάτορα πρεσβεύεσθαι· μὴ γὰρ ἂν ἄλλον παρὰ τοὺς εἰρημένους δέξασθαι. καὶ ὡς αὐτοῦ ἀποκριναμένου μὴ χρῆναι ἐπὶ τὴν πρεσβείαν τοὺς ἄνδρας καλοῦντα ὑπόπτους καθιστᾶν βασιλεῖ, εἰρηκέναι τὸν Ἀττήλαν, εἰ μὴ ἕλοιντο ποιεῖν ἃ βούλεται, ὅπλοις τὰ ἀμφίβολα διακριθήσεσθαι. ἐπανελθόντων δὲ ἡμῶν ἐς τὴν σκηνήν, Τατοῦλος ὁ τοῦ Ὀρέστου πατὴρ ἧκε λέγων ὡς ἀμφοτέρους ὑμᾶς Ἀττήλας ἐπὶ τὸ συμπόσιον παρακαλεῖ· γενήσεσθαι δὲ αὐτὸ περὶ θʹ τῆς ἡμέρας. ὡς δὲ τὸν καιρὸν ἐφυλάξαμεν καὶ ἐπὶ τὸ δεῖπνον κληθέντες παρεγενόμεθα ἡμεῖς τε καὶ οἱ ἀπὸ τῶν ἑσπερίων Ῥωμαίων πρέσβεις, ἔστημεν ἐπὶ τοῦ οὐδοῦ ἀντία Ἀττήλα. καὶ κύλικα οἱ οἰνοχόοι κατὰ τὸ ἐπιχώριον ἐπέδοσαν ἔθος, ὡς καὶ ἡμᾶς πρὸ τῆς ἕδρας ἐπεύξασθαι· οὗ δὴ γενομένου, τῆς κύλικος ἀπογευσάμενοι ἐπὶ τοὺς θρόνους ἤλθομεν, οὗ ἔδει καθεσθέντας δειπνεῖν. [745]
8 (750)
πρὸς δὲ τοῖς τοίχοις τοῦ οἰκήματος πάντες ὑπῆρχον οἱ δίφροι ἐξ ἑκατέρας πλευρᾶς. ἐν μεσωτάτῳ δὲ ἧστο ἐπὶ κλίνης ὁ Ἀττήλας, ἑτέρας ἐξόπισθεν κλίνης ὑπαρχούσης αὐτῷ, μεθʼ ἣν βαθμοί τινες ἐπὶ τὴν αὐτοῦ ἀνῆγον εὐνὴν καλυπτομένην ὀθόναις καὶ ποικίλοις παραπετάσμασι κόσμου χάριν, καθάπερ ἐπὶ τῶν γαμούντων Ἕλληνές τε καὶ Ῥωμαῖοι κατασκευάζουσιν. καὶ πρώτην μὲν ἐνόμιζον τῶν δειπνούντων τάξιν τὴν ἐν δεξιᾷ τοῦ Ἀττήλα, δευτέραν δὲ τὴν εὐώνυμον, ἐν ᾗ ἐτυγχάνομεν ὄντες, προκαθεσθέντος ἡμῶν Βερίχου παρὰ Σκύθαις εὗ γεγονότος ἀνδρός· ὁ γὰρ Ὀνηγήσιος ἐπὶ δίφρου ἧστο ἐνδεξιᾷ τῆς τοῦ βασιλέως κλίνης. ἀντικρὺ δὲ τοῦ Ὀνηγησίου ἐπὶ δίφρου ἐκαθέζοντο δύο τῶν Ἀττήλα παίδων· ὁ γὰρ πρεσβύτερος ἐπὶ τῆς ἐκείνου ἧστο κλίνης, οὐκ ἐγγύς, ἀλλʼ ἐπʼ ἄκρου, αἰδοῖ τοῦ πατρὸς βλέπων ἐς γῆν. πάντων δὲ ἐν κόσμῳ καθεστώτων, παρελθὼν οἰνοχόος τῷ Ἀττήλᾳ οἴνου κισσύβιον ἐπιδίδωσιν· δεξάμενος δὲ τὸν τῇ τάξει πρῶτον ἠσπάζετο. ὁ δὲ τῷ ἀσπασμῷ τιμηθεὶς διανίστατο· καὶ οὐ πρότερον ἱζῆσαι θέμις ἦν, πρὶν ἢ τῷ οἰνοχόῳ ἀπογευσάμενος ἢ καὶ ἐκπιὼν ἀπέδωκε τὸ κισσύβιον. καθεσθέντα δὲ αὐτὸν τῷ 〈αὐτῷ〉 τρόπῳ οἱ παρόντες ἐτίμων δεχόμενοι τὰς κύλικας καὶ μετὰ τὸν ἀσπασμὸν ἀπογευόμενοι. ἑκάστῳ δὲ εἷς οἰνοχόος παρῆν, ὃν ἔδει κατὰ στοῖχον εἰσιέναι, τοῦ Ἀττήλα οἰνοχόου ὑπεξιόντος. τιμηθέντος δὲ καὶ τοῦ δευτέρου καὶ τῶν ἑξῆς, καὶ ἡμᾶς τοῖς ἴσοις ὁ Ἀττήλας ἐδεξιώσατο κατὰ τὴν τῶν θάκων τάξιν. ᾧ δὴ ἀσπασμῷ πάντων τιμηθέντων, ὑπεξῄεσαν μὲν οἱ οἰνοχόοι, τράπεζαι δὲ μετὰ τὴν τοῦ Ἀττήλα παρετίθεντο κατὰ τρεῖς καὶ τέτταρας ἄνδρας ἢ καὶ πλείους· ὅθεν ἕκαστος οἷός τε ἦν τῶν τῇ μαγίδι ἐπιτιθεμένων μεταλαβεῖν μὴ ὑπεξιὼν τῆς τῶν θρόνων τάξεως. καὶ πρῶτος εἰσῄει ὁ τοῦ Ἀττήλα ὑπηρέτης κρεῶν πλήρη πίνακα φέρων, καὶ οἱ πᾶσι διακονούμενοι μετʼ αὐτὸν σῖτον καὶ ὄψα ταῖς τραπέζαις ἐπέθεσαν. ἀλλὰ τοῖς μὲν ἄλλοις βαρβάροις καὶ ἡμῖν πολυτελῆ δεῖπνα κατεσκεύαστο κύκλοις ἐπικείμενα ἀργυροῖς, τῷ δὲ Ἀττήλᾳ ἐπὶ τοῦ ξυλίνου πίνακος ἦν οὐδὲν πλέον κρεῶν. μέτριον δὲ ἑαυτὸν καὶ ἐν τοῖς ἄλλοις ἅπασιν ἐδείκνυ. τοῖς γὰρ τῆς εὐωχίας ἀνδράσι κύλικες χρυσαῖ τε καὶ ἀργυραῖ ἐπεδίδοντο, τὸ δὲ αὐτοῦ ἔκπωμα ξύλινον ἦν. λιτὴ δὲ αὐτῷ καὶ ἡ ἐσθὴς ἐτύγχανεν οὖσα μηδὲν τῶν ἄλλων πλὴν τοῦ καθαρὰ εἶναι διαφυλάττουσα· καὶ οὔτε τὸ παρῃωρημένον αὐτῷ ξίφος οὔτε οἱ τῶν βαρβαρικῶν ὑποδημάτων δεσμοὶ οὔτε τοῦ ἵππου ὁ χαλινός, ὥσπερ τῶν ἄλλων Σκυθῶν, χρυσῷ ἢ λίθοις ἤ τινι τῶν τιμίων ἐκοσμεῖτο. τῶν δὲ ὄψων τῶν ἐν τοῖς πρώτοις πίναξιν ἐπιτεθέντων ἀναλωθέντων, πάντες διανέστημεν, καὶ οὐ πρότερον ἐπὶ τὸν δίφρον ἀναστὰς ἦλθεν, πρὶν ἢ κατὰ τὴν προτέραν τάξιν ἕκαστος τὴν ἐπιδιδομένην αὐτῷ οἴνου πλήρη ἐξέπιε κύλικα τὸν Ἀττήλαν σῶν εἶναι ἐπευξάμενος. καὶ τοῦτον τιμηθέντος αὐτοῦ τὸν τρόπον ἐκαθέσθημεν, καὶ δεύτερος ἑκάστῃ τραπέζῃ ἐπετίθετο πίναξ ἕτερα ἔχων ἐδώδιμα. [795]
8 (800)
ὡς δὲ καὶ αὐτοῦ οἱ πάντες μετέλαβον, καὶ τῷ αὐτῷ ἐξαναστάντες τρόπῳ αὖθις ἐκπιόντες ἐκαθέσθημεν, ἐπιγενομένης ἑσπέρας δᾷδες ἀνήφθησαν, δύο δὲ ἀντικρὺ τοῦ Ἀττήλα παρελθόντες βάρβαροι ᾄσματα πεποιημένα ἔλεγον νίκας αὐτοῦ καὶ τὰς κατὰ πόλεμον ᾄδοντες ἀρετάς. ἐς οὓς οἱ τῆς εὐωχίας ἀπέβλεπον, καὶ οἱ μὲν ἥδοντο τοῖς ποιήμασιν, οἱ δὲ τῶν πολέμων ἀναμιμνησκόμενοι διηγείροντο τοῖς φρονήμασιν, ἄλλοι δὲ ἐχώρουν ἐς δάκρυα, ὧν ὑπὸ τοῦ χρόνου ἠσθένει τὸ σῶμα καὶ ἡσυχάζειν ὁ θυμὸς ἠναγκάζετο. μετὰ δὲ τὰ ᾄσματα Σκύθης τις παρελθὼν φρενοβλαβὴς ἀλλόκοτα καὶ παράσημα καὶ οὐδὲν ὑγιὲς φθεγγόμενος ἐς γέλωτα πάντας παρεσκεύασε παρελθεῖν. μεθʼ ὃν ὑπεισῆλθε Ζέρκων ὁ Μαυρούσιος. ὁ γὰρ Ἐδέκων αὐτὸν παρὰ τὸν Ἀττήλαν ἐλθεῖν παρέπεισεν ὡς τῇ ἐκείνου σπουδῇ τὴν γαμετὴν ἀποληψόμενον, ἣν κατὰ τὴν τῶν βαρβάρων εἰλήφει χώραν τῷ Βλήδᾳ περισπούδαστος ὢν, ἀπολελοίπει δὲ αὐτὴν ἐν τῇ Σκυθικῇ παρὰ τοῦ Ἀττήλα δῶρον Ἀετίῳ πεμφθείς. ἀλλὰ τῆς μὲν τοιαύτης διήμαρτεν ἐλπίδος, τοῦ Ἀττήλα χαλεπήναντος, ὅτι γε δὴ ἐς τὴν αὐτοῦ ἐπανῆλθεν· τότε δὲ διὰ τὸν τῆς εὐωχίας καιρὸν παρελθὼν τῷ τε εἴδει καὶ τοῖς ἐσθήμασι καὶ τῇ φωνῇ καὶ τοῖς συγκεχυμένως παρʼ αὐτοῦ προφερομένοις ῥήμασι (τῇ γὰρ Αὐσονίων τὴν τῶν Οὔννων καὶ τὴν τῶν Γότθων παραμιγνὺς γλῶτταν) πάντας διέχεε καὶ ἐς ἄσβεστον ὁρμῆσαι γέλωτα παρεσκεύασε πλὴν Ἀττήλα· αὐτὸς γὰρ ἔμενεν ἀστεμφὴς καὶ τὸ εἶδος ἀμετάτρεπτος καὶ οὐδὲν οὔτε λέγων οὔτε ποιῶν γέλωτος ἐχόμενον ἐφαίνετο, πλὴν ὅτι τὸν νεώτατον τῶν παίδων (Ἠρνὰχ δὲ ὄνομα τούτῳ) εἰσιόντα καὶ παρεστῶτα εἷλκε τῆς παρειᾶς γαληνοῖς ἀποβλέπων ὄμμασι πρὸς αὐτόν. ἐμοῦ δὲ θαυμάζοντος, ὅπως τῶν μὲν ἄλλων παίδων ὀλιγωροίη, πρὸς δὲ ἐκεῖνον ἔχοι τὸν νοῦν, ὁ παρακαθήμενος βάρβαρος συνιεὶς τῆς Αὐσονίων φωνῆς καὶ τῶν παρʼ αὐτοῦ μοι ῥηθησομένων μηδὲν ἐκλέγειν προειπὼν ἔφασκε τοὺς μάντεις τῷ Ἀττήλᾳ προηγορευκέναι τὸ μὲν αὐτοῦ πεσεῖσθαι γένος, ὑπὸ δὲ τοῦ παιδὸς ἀναστήσεσθαι τούτου. ὡς δὲ ἐν τῷ συμποσίῳ εἷλκον τὴν νύκτα, ὑπεξήλθομεν ἐπὶ πολὺ μὴ βουληθέντες τῷ πότῳ προσκαρτερεῖν. Ἡμέρας δὲ γενομένης ἐπὶ τὸν Ὀνηγήσιον ἤλθομεν χρῆναι ἡμᾶς διαφεθῆναι λέγοντες καὶ μὴ τηνάλλως τρίβειν τὸν χρόνον καὶ ὃς ἔφη ἐθέλειν καὶ τὸν Ἀττήλαν ἀποπέμπειν ἡμᾶς. καὶ μικρὸν διαλιπὼν ἅμα τοῖς λογάσιν ἐβουλεύετο περὶ τῶν Ἀττήλᾳ δεδογμένων καὶ τὰ βασιλεῖ ἀποδοθησόμενα συνέταττε γράμματα, ὑπογραφέων αὐτῷ παρόντων καὶ Ῥουστικίου, ἀνδρὸς ὁρμωμένου μὲν ἐκ τῆς ἄνω Μυσίας, ἁλόντος δὲ ἐν τῷ πολέμῳ καὶ διὰ λόγων ἀρετὴν τῷ βαρβάρῳ ἐπὶ τῇ τῶν γραμμάτων διαπονουμένου συντάξει. ὡς δὲ ἐκ τῆς συνόδου διανέστη, ἐδεήθημεν αὐτοῦ περὶ λύσεως τῆς Σύλλου γαμετῆς καὶ τῶν ἐκείνης παίδων ἐν τῇ Ῥατιαρίας ἀνδραποδισθέντων ἁλώσει. καὶ πρὸς μὲν τὴν αὐτῶν οὐκ ἀπηγόρευσε λύσιν, ἐπὶ πολλοῖς δὲ σφᾶς ἐβούλετο χρήμασιν ἀπεμπολᾶν. [845]
8 (850)
ἡμῶν δὲ ἐλεεῖν αὐτοὺς τῆς τύχης ἱκετευσάντων τὴν προτέραν εὐδαιμονίαν λογιζόμενον, διέβη τε πρὸς τὸν Ἀττήλαν, καὶ τὴν μὲν γυναῖκα ἐπὶ πεντακοσίοις διαφῆκε χρυσοῖς, τοὺς δὲ παῖδας δῶρον ἔπεμπε βασιλεῖ. ἐν τούτῳ δὲ καὶ Κρέκα ἡ τοῦ Ἀττήλα γαμετὴ παρὰ Ἀδάμει τῶν αὐτῆς πραγμάτων τὴν ἐπιτροπὴν ἔχοντι δειπνεῖν ἡμᾶς παρεκάλει. καὶ παρʼ αὐτὸν ἐλθόντες ἅμα τισὶ ἐκ τοῦ ἔθνους λογάδων φιλοφροσύνης ἐτύχομεν· ἐδεξιοῦτο γὰρ ἡμᾶς μειλιχίοις τε λόγοις καὶ τῇ τῶν ἐδωδίμων παρασκευῇ. καὶ ἕκαστος τῶν παρόντων Σκυθικῇ φιλοτιμίᾳ κύλικα ἡμῖν πλήρη διανιστάμενος ἐδίδου καὶ τὸν ἐκπιόντα περιβαλὼν καὶ φιλήσας ταύτην ἐδέχετο. μετὰ δὲ τὸ δεῖπνον ἐπὶ τὴν σκηνὴν ἐλθόντες ἐς ὕπνον ἐτράπημεν. τῇ δὲ ὑστεραίᾳ ἐπὶ συμπόσιον αὖθις ἡμᾶς Ἀττήλας ἐκάλει, καὶ τῷ προτέρῳ τρόπῳ παρά τε αὐτὸν εἰσήλθομεν καὶ ἐς τὴν εὐωχίαν ἐτράπημεν. συνέβαινε δὲ ἐπὶ τῆς κλίνης ἅμα αὐτῷ μὴ τὸν πρεσβύτερον τῶν παίδων ἧσθαι, ἀλλὰ γὰρ Ὠηβάρσιον θεῖον αὐτῷ τυγχάνοντα πρὸς πατρός. παρὰ πᾶν δὲ τὸ συμπόσιον λόγοις φιλοφρονούμενος φράζειν ἡμᾶς βασιλεῖ παρεκελεύετο τῷ Κωνσταντίῳ, ὃς αὐτῷ παρὰ Ἀετίου ἀπέσταλτο ὑπογραφέως χάριν, διδόναι ἣν αὐτῷ γυναῖκα [καὶ] ὑπέσχετο. παρὰ γὰρ τὸν βασιλέα Θεοδόσιον ἅμα τοῖς σταλεῖσι παρὰ τοῦ Ἀττήλα πρέσβεσιν ἀφικόμενος ὁ Κωνστάντιος τὴν εἰρήνην Ῥωμαίοις καὶ Σκύθαις ἔφησεν ἐπὶ μακρὸν φυλάττεσθαι χρόνον παρασκευάσειν, ἂν αὐτῷ γυναῖκα εὔπορον δοίη. καὶ πρὸς τοῦτο ἐπένευσε βασιλεὺς καὶ Σατορνίλου περιουσίᾳ καὶ γένει κοσμουμένου θυγατέρα εἰρήκει δώσειν. τὸν δὲ Σατορνίλον ἀνῃρήκει Ἀθηναῒς ἡ καὶ Εὐδοκία· ἀμφοτέροις γὰρ ἐκαλεῖτο τοῖς ὀνόμασιν. ἐς ἔργον δὲ τὴν αὐτοῦ οὐ συνεχώρησεν ἀχθῆναι ὑπόσχεσιν Ζήνων ὑπατικὸς ἀνὴρ καὶ πολλὴν ἀμφʼ αὑτὸν ἔχων Ἰσαύρων δύναμιν, μεθʼ ἧς καὶ τὴν Κωνσταντίνου κατὰ τὸν τοῦ πολέμου καιρὸν φυλάττειν ἐπετέτραπτο. τότε δὴ τῶν ἐν τῇ ἕῳ στρατιωτικῶν ἄρχων ταγμάτων ὑπεξάγει τοῦ φρουρίου τὴν κόρην καὶ Ῥούφῳ τινὶ ἑνὶ τῶν ἐπιτηδείων κατεγγυᾷ. ταύτης δὲ ἀφῃρημένης, ὁ Κωνστάντιος ἐδεῖτο τοῦ βαρβάρου ἐνυβρισμένον αὐτὸν μὴ περιορᾶσθαι, ἀλλὰ ἢ τὴν ἀφαιρεθεῖσαν ἢ καὶ ἄλλην αὐτῷ δίδοσθαι γαμετὴν τοσαύτην φερνὴν εἰσοίσουσαν. παρὰ τὸν τοῦ δείπνου τοίνυν καιρὸν ὁ βάρβαρος λέγειν τῷ βασιλεύοντι τὸν Μαξιμῖνον ἐκέλευε μὴ χρῆναι τῆς ἐξ αὐτοῦ τὸν Κωνστάντιον ἐλπίδος διαμαρτεῖν· οὔτε γὰρ βασιλεῖ τὸ ψεύδεσθαι. ταῦτα δὲ ὁ Ἀττήλας ἐνετέλλετο, ὑποσχομένου Κωνσταντίου χρήματα δώσειν, εἰ τῶν ζαπλούτων αὐτῷ παρὰ Ῥωμαίοις κατεγγυηθείη γυνή. Τοῦ δὲ συμποσίου ὑπεξελθόντες μετὰ τὴν νύκτα ἡμερῶν διαγενομένων τριῶν διηφείθημεν δώροις τοῖς προσήκουσι τιμηθέντες. ἔπεμπε δὲ ὁ Ἀττήλας καὶ Βέριχον τὸν ἡμῶν ἐν τῷ συμποσίῳ προκαθεσθέντα ἄνδρα τῶν λογάδων καὶ πολλῶν ἐν τῇ Σκυθικῇ κωμῶν ἄρχοντα παρὰ βασιλέα πρεσβευσόμενον, ἄλλως τε καὶ αὐτόν, οἷα δὴ πρέσβιν, παρὰ Ῥωμαίων δέξασθαι. [895] *[crux: τὸ ψεύδεσθαι. ταῦτα δὲ ὁ Ἀττήλας ἐνετέλλετο, ὑποσχομένου Κωνσταντίου χρήματα δώσειν, εἰ τῶν ζαπλούτων αὐτῷ παρὰ Ῥωμαίοις κατεγγυηθείη γυνή. Τοῦ δὲ συμποσίου ὑπεξελθόντες μετὰ τὴν νύκτα ἡμερῶν διαγενομένων τριῶν διηφείθημεν δώροις τοῖς προσήκουσι τιμηθέντες. ἔπεμπε δὲ ὁ Ἀττήλας καὶ Βέριχον τὸν ἡμῶν ἐν τῷ συμποσίῳ προκαθεσθέντα ἄνδρα τῶν λογάδων καὶ πολλῶν ἐν τῇ Σκυθικῇ κωμῶν ἄρχοντα παρὰ βασιλέα πρεσβευσόμενον, ἄλλως τε καὶ αὐτόν, οἷα δὴ πρέσβιν,]*
8 (900)
ποιουμένων δὲ ἡμῶν τὴν πορείαν καὶ πρὸς κώμῃ καταλυσάντων τινί, ἥλω Σκύθης ἀνὴρ κατασκοπῆς ἕνεκα ἐκ τῆς Ῥωμαίων ἐς τὴν βάρβαρον διαβεβηκὼς χώραν· καὶ αὐτὸν Ἀττήλας ἀνασκολοπισθῆναι παρεκελεύσατο. τῇ δὲ ἐπιούσῃ διʼ ἑτέρων κωμῶν πορευομένων ἡμῶν, ἄνδρες βʹ τῶν παρὰ Σκύθαις δουλευόντων ἤγοντο ὀπίσω τὼ χεῖρε δεδεμένω ὡς τοὺς κατὰ πόλεμον ἀνελόντες δεσπότας· καὶ ἐπὶ ξύλων βʹ κεραίας ἐχόντων ἀμφοῖν τὰς κεφαλὰς ἐμβαλόντες ἀνεσταύρωσαν. ἐφʼ ὅσον δὲ τὴν Σκυθικὴν διεξῄειμεν, ὁ Βέριχος ἐκοινώνει τε ἡμῖν τῆς ὁδοῦ καὶ ἥσυχός τις καὶ ἐπιτήδειος ἐνομίζετο. ὡς δὲ τὸν Ἴστρον ἐπεραιώθημεν, ἐν ἐχθροῦ ἡμῖν ἐγένετο μοίρᾳ διά τινας ἑώλους προφάσεις ἐκ τῶν θεραπόντων συνενεχθείσας. καὶ πρότερον μὲν τὸν ἵππον ἀφείλετο, ᾧ τὸν Μαξιμῖνον δωρησάμενος ᾖν. ὁ γὰρ Ἀττήλας πάντας τοὺς ἀμφʼ αὑτὸν λογάδας παρεκελεύσατο δώροις τὸν Μαξιμῖνον φιλοφρονήσασθαι, καὶ ἕκαστος ἐπεπόμφει ἵππον αὐτῷ, μεθʼ ὧν καὶ ὁ Βέριχος. ὀλίγους δὲ λαβὼν τοὺς ἄλλους ἀπέπεμπε τὸ σῶφρον δηλῶσαι ἐκ τῆς μετριότητος ἐσπουδακώς. τοῦτον οὖν ἀφείλετο τὸν ἵππον καὶ οὔτε συνοδοιπορεῖν οὔτε συνεστιᾶσθαι ἠνέσχετο· ὥστε ἡμῖν ἐν τῇ βαρβάρων χώρᾳ γενόμενον σύμβουλον ἐς τοῦτο προελθεῖν. καὶ ἐντεῦθεν διὰ τῆς Φιλίππου ἐπὶ τὴν Ἀδριανούπολιν τὴν πορείαν ἐποιησάμεθα. ἐν ᾗ διαναπαυσάμενοι ἐς λόγους ἤλθομεν τῷ Βερίχῳ καὶ αὐτὸν τῆς πρὸς ἡμᾶς σιωπῆς κατεμεμψάμεθα, ὅτι γε δὴ ὀργίζεται οὐκ ἀδικοῦσιν οὐδέν. θεραπεύσαντες οὖν αὐτὸν καὶ ἐπὶ ἑστίασιν καλέσαντες ἐξωρμήσαμεν. καὶ τῷ Βιγίλᾳ ἐν τῇ ὁδῷ ἀπαντήσαντες ἐπὶ τὴν Σκυθικὴν ἐπαναζευγνύντι καὶ τὰ παρὰ Ἀττήλα ἡμῖν τῆς ἐπὶ τῇ πρεσβείᾳ ἀποκρίσεως εἰρημένα ἀφηγησάμενοι τῆς ἐπανόδου εἰχόμεθα. ὡς δὲ ἐς τὴν Κωνσταντίνου παρεγενόμεθα, μεταβεβλῆσθαι μὲν ᾠόμεθα τὸν Βέριχον τῆς ὀργῆς· ὃς δὲ τῆς ἀγρίας οὐκ ἐπελέληστο φύσεως, ἀλλʼ ἐς διαφορὰς ἐχώρει καὶ ἐν κατηγορίᾳ ἐποιεῖτο τὸν Μαξιμῖνον, ὡς ἔφησεν εἰς τὴν Σκυθικὴν διαβὰς τὸν Ἀρεόβινδον καὶ τὸν Ἄσπαρα ἄνδρας στρατηγοὺς μηδεμίαν παρὰ βασιλεῖ ἔχειν μοῖραν, καὶ ὡς ἐν ὀλιγωρίᾳ τὰ κατʼ αὐτοὺς ἐποιήσατο τὴν βαρβαρικὴν ἐλέγξας κουφότητα. Λόγος δʹ. Ἀναζεύξαντα δὲ τὸν Βιγίλαν ἐς τὴν Σκυθικὴν καὶ ἐν οἷς τὸν Ἀττήλαν τόποις διατρίβειν συνέβαινεν ἀφικόμενον περιστάντες εἶχον οἱ πρὸς τοῦτο παρεσκευασμένοι βάρβαροι καὶ τὰ χρήματα, ἅπερ τῷ Ἐδέκωνι ἐκόμιζεν, ἀφείλοντο. ὡς δὲ καὶ αὐτὸν παρὰ τὸν Ἀττήλαν ἦγον, καὶ ἀνηρωτᾶτο, ὅτου χάριν τοσοῦτον φέροι χρυσίον ἔφη οἰκείας τε καὶ τῶν παρεπομένων προνοίας ἕνεκα, ὥστε μὴ ἐνδείᾳ τροφῶν ἢ ἵππων σπάνει ἢ καὶ τῶν φορτηγῶν ὑποζυγίων ὑπὸ τῆς μακρᾶς ἐκδαπανηθέντων ὁδοῦ διαμαρτεῖν τῆς περὶ τῆς πρεσβείας σπουδῆς· παρεσκευάσθαι δὲ αὐτῷ καὶ ἐς αἰχμαλώτων ὠνήν, πολλῶν κατὰ τὴν Ῥωμαίων δεηθέντων αὐτοῦ τοὺς σφίσι προσήκοντας λύσασθαι. [945]
8 (950)
καὶ ὁ Ἀττήλας· ἀλλʼ οὔτι, ἔφη, σὺ πονηρὸν θηρίον, τὸν Βιγίλαν λέγων, τὴν δίκην σοφιζόμενος λήσεις, οὐδὲ ἔσται σοι πρόφασις ἱκανὴ εἰς τὸ τὴν κόλασιν διαφυγεῖν, μείζονος μὲν τῆς σῆς δαπάνης παρασκευῆς σοι χρημάτων ὑπαρχούσης, καὶ τῶν ὑπὸ σοῦ ἵππων καὶ ὑποζυγίων ὠνηθησομένων, καὶ τῆς τῶν αἰχμαλώτων λύσεως, ἣν σὺν Μαξιμίνῳ παρʼ ἐμὲ ἀφικομένῳ ποιεῖν ἀπηγόρευσα. ταῦτα εἰπὼν τὸν υἱὸν (ἦν δὲ καὶ τῷ Βιγίλᾳ τότε πρῶτον εἰς τὴν βαρβάρων ἠκολουθηκὼς χώραν) ξίφει καταβληθῆναι παρεκελεύσατο, εἰ μὴ φθάσας εἴποι, ὅτῳ τὰ χρήματα καὶ διʼ ἣν αἰτίαν κομίζει. ὁ δὲ ὡς ἐθεάσατο τὸν παῖδα ἐπὶ θάνατον στείχοντα, ἐς δάκρυά τε καὶ ὀλοφυρμοὺς ἐτράπη καὶ ἀνεβόα τὴν δίκην ἐπʼ αὐτὸν φέρειν τὸ ξίφος, οὐκ ἐπὶ τὸν νέον τὸν ἀδικοῦντα οὐδέν. καὶ μηδὲν μελλήσας τά τε αὐτῷ καὶ Ἐδέκωνι καὶ τῷ εὐνούχῳ καὶ τῷ βασιλεῖ μελετηθέντα ἔλεγεν, συνεχῶς δὲ ἐς ἱκεσίας τρεπόμενος, ὥστε αὐτὸν μὲν ἀναιρεθῆναι, διαφεθῆναι δὲ τὸν παῖδα. γνοὺς δὲ ὁ Ἀττήλας ἀπὸ τῶν Ἐδέκωνι εἰρημένων μηδὲν διεψεῦσθαι τὸν Βιγίλαν ἐν δεσμοῖς εἶναι προσέταττεν, οὐ πρότερον λύσειν ἀπειλήσας, πρὶν ἢ τὸν παῖδα ἐκπέμψας ἑτέρας αὐτῷ νʹ χρυσίου λίτρας ὑπὲρ τῶν σφετέρων κομίσοι λύτρων. καὶ ὁ μὲν ἐδέδετο, ὁ δὲ ἐς τὴν Ῥωμαίων ἐπανῄει. ἔπεμπε δὲ καὶ Ὀρέστην καὶ Ἤσλαν ὁ Ἀττήλας ἐς τὴν Κωνσταντίνου. Ad quem [sc. [970]
Attilam] in legatione se missum a Theodosio iuniore Priscus istoricus tali voce inter alia refert: ingentia si quidem flumina, id est Tisia Tibisiaque et Dricca transientes venimus in loco illo, ubi dudum Vidigoia Gothorum fortissimus Sarmatum dolo occubuit; indeque non longe ad vicum, in quo rex Attila morabatur, accessimus, vicum inquam ad instar civitatis amplissimae, in quo ligena moenia ex tabulis nitentibus fabricata repperimus, quarum compago ita solidum mentiebatur, ut vix ab intentu possit iunctura tabularum compraehendi. videres triclinia ambitu prolixiore distenta porticusque in omni decore dispositas. area vero curtis ingenti ambitu cingebatur, ut amplitudo ipsa regiam aulam ostenderet. hae sedes erant Attilae regis barbariae tota tenenti; haec captis civitatibus habitacula praeponebat. Qui [sc. [15]
10
Attila] quamvis huius esset naturae, ut semper magna confideret, addebat ei tamen confidentia gladius Martis inventus, sacer apud Scytharum reges semper habitus, quem Priscus istoricus tali refert occasione detectum. cum pastor, inquiens, quidam gregis unam boculam conspiceret caludicantem nec causam tanti vulneris inveniret, sollicitus vestigia cruoris insequitur tandemque venit ad gladium, quem depascens herbas incauta calcaverat, effosumque protinus ad Attilam defert. quo ille munere gratulatus, ut erat magnanimis, arbitratur se mundi totius principem constitutum et per Martis gladium potestatem sibi concessam esse bellorum. Ζέρκων, Σκύθης οὕτω καλούμενος, Μαυρούσιος τὸ γένος. [10]
διὰ δὲ κακοφυΐαν σώματος καὶ τὸ γέλωτα ἐκ τῆς τραυλότητος τῆς φωνῆς καὶ ὄψεως παρέχειν (βραχὺς γάρ τις ἦν, κυρτός, διάστροφος τοῖς ποσί, τὴν ῥῖνα τοῖς μυκτῆρσι παραφαίνων διὰ σιμότητος ὑπερβολήν), Ἄσπαρι τῷ Ἀρδαβουρίῳ ἐδεδώρητο, καθʼ ὃν ἐν Λιβύῃ διέτριβε χρόνον. ἥλω δὲ τῶν βαρβάρων ἐς τὴν Θρᾳκῶν ἐμβαλόντων καὶ παρὰ τοὺς βασιλείους ἤχθη Σκύθας. καὶ Ἀττήλας μὲν οὐδὲ τὴν αὐτοῦ ἤνεγκεν ὄψιν· ὁ δὲ Βλήδας ἥσθη τε λίαν αὐτῷ φθεγγομένῳ οὐ μόνον γέλωτος ἄξια, εἰ μή γε καὶ βαδίζοντι καὶ περιττῶς κινοῦντι τὸ σῶμα. συνῆν δὲ αὐτῷ εὐωχουμένῳ καὶ ἐκστρατεύοντι, πεποιημένην πρὸς τὸ γελοιότερον ἀναλαμβάνων ἐν ταῖς ἐξόδοις πανοπλίαν. διὸ δὴ περισπούδαστον αὐτὸν ὁ Βλήδας ποιούμενος μετὰ αἰχμαλώτων ἀποδράντα Ῥωμαίων, τῶν μὲν ἄλλων κατωλιγώρησεν, αὐτὸν δὲ μετὰ πάσης φροντίδος ἀναζητεῖσθαι προσέταξεν. καὶ ἁλόντα καὶ παρʼ αὐτὸν ἀχθέντα ἐν δεσμοῖς ἰδὼν ἐγέλασεν. καὶ καθυφεὶς τῆς ὀργῆς ἐπυνθάνετο τὴν αἰτίαν τῆς φυγῆς, καὶ ὅτου χάριν νομίζοι τὰ Ῥωμαίων τῶν παρὰ σφίσιν ἀμείνονα. ὁ δὲ ἀπεκρίνατο, ἁμάρτημα μὲν τὴν φυγὴν εἶναι, ἔχειν δὲ τοῦ ἁμαρτήματος λόγον, τὸ μὴ γαμετὴν αὐτῷ δεδόσθαι. τῷ δὲ γέλωτι μᾶλλον ὁ Βλήδας ὑπαχθεὶς δίδωσιν αὐτῷ γυναῖκα τῶν μὲν εὖ γεγονότων καὶ τῇ βασιλίδι διακονησαμένων, ἀτόπου δέ τινος πράξεως ἕνεκα οὐκέτι παρʼ ἐκείνην φοιτῶσαν. καὶ οὕτω διετέλει ἅπαντα τὸν χρόνον τῷ Βλήδᾳ συνών. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν Ἀττήλας Ἀετίῳ τῷ στρατηγῷ τῶν Ἑσπερίων Ῥωμαίων δῶρον τὸν Ζέρκωνα δίδωσιν, ὃς αὐτὸν παρὰ τὸν Ἄσπαρα ἀπέπεμψεν. Ὅτι φωραθέντα τὸν Βιγίλαν ἐπιβουλευόμενον τῷ Ἀττήλᾳ, καὶ τοῦ χρυσίου τὰς ἑκατὸν λίτρας τὰς παρὰ τοῦ Χρυσαφίου τοῦ εὐνούχου σταλείσας ἀφελομένου, παρευθὺ ἔπεμπεν Ὀρέστην καὶ Ἤσλαν ὁ Ἀττήλας ἐς τὴν Κωνσταντίνου ἐντειλάμενος τὸν μὲν Ὀρέστην τὸ βαλλάντιον, ἐν ᾧπερ ἐμβεβλήκει Βιγίλας τὸ χρυσίον 〈τὸ〉 Ἐδέκωνι δοθησόμενον, τῷ σφετέρῳ περιθέντα τραχήλῳ ἐλθεῖν τε παρὰ βασιλέα καὶ αὐτῷ ἐπιδείξαντα καὶ τῷ εὐνούχῳ ἀνερωτᾶν, εἴ γε αὐτὸ ἐπιγινώσκοιεν, τὸν δὲ Ἤσλαν λέγειν ἀπὸ στόματος εὗ μὲν γεγονότος εἶναι πατρὸς τὸν Θεοδόσιον παῖδα, εὖ δὲ καὶ αὐτὸν φύντα καὶ τὸν πατέρα Μουνδίουχον διαδεξάμενον διαφυλάξαι τὴν εὐγένειαν· ταύτης δὲ τὸν Θεοδόσιον ἐκπεπτωκότα δουλεύειν αὐτῷ τὴν τοῦ φόρου ἀπαγωγὴν ὑφιστάμενον. [10]
οὐ δίκαιον οὖν ποιεῖ τῷ βελτίονι καὶ ὃν αὐτῷ ἡ τύχη δεσπότην ἀνέδειξεν ὡς πονηρὸς οἰκέτης λαθριδίως ἐπιτιθέμενος, οὐ λύσειν οὖν τὴν αἰτίαν ἔφη τῶν ἐς αὐτὸν ἡμαρτημένων, εἰ μή γε τὸν εὐνοῦχον ἐκπέμψοι πρὸς κόλασιν. καὶ οὗτοι μὲν ἐπὶ τοῖσδε ἐς τὴν Κωνσταντίνου παρεγένοντο. συνηνέχθη δὲ τὸν Χρυσάφιον ἐξαιτεῖσθαι καὶ παρὰ Ζήνωνος. Μαξιμίνου γὰρ εἰρηκέναι τὸν Ἀττήλαν ἀπαγγείλαντος χρῆναι βασιλέα πληροῦν τὴν ὑπόσχεσιν καὶ τῷ Κωνσταντίῳ τὴν γυναῖκα διδόναι, ἣν οὐδαμῶς παρὰ τὴν ἐκείνου βουλὴν ἑτέρῳ κατεγγυηθῆναι οἷόν τε ἦν (ἢ γὰρ ἂν ὁ τολμήσας ἐκδεδώκει δίκας, ἢ τοιαῦτα τὰ βασιλέως ἐστίν, ὥστε μηδὲ τῶν σφετέρων κρατεῖν οἰκετῶν, καθʼ ὧν συμμαχίαν, εἴ γε βούλοιτο, ἕτοιμον εἶναι παρασχεῖν). ἐδήχθη τε ὁ Θεοδόσιος τὸν θυμὸν καὶ δημοσίαν τὴν τῆς κόρης οὐσίαν ποιεῖ. Ὅτι ὑπʼ ἀμφοτέρων Ἀττήλα τε καὶ Ζήνωνος αἰτούμενος ὁ Χρυσάφιος ἐν ἀγωνίᾳ καθεστήκει. [25]
πάντων δὲ αὐτῷ εὔνοιάν τε καὶ σπουδὴν συνεισφερόντων, ἐδόκει παρὰ τὸν Ἀττήλαν πρεσβεύεσθαι Ἀνατόλιον καὶ Νόμον, τὸν μὲν Ἀνατόλιον τῶν ἀμφὶ βασιλέα ἄρχοντα τελῶν καὶ τὰς συνθήκας τῆς ἐκείνου εἰρήνης προθέμενον, τὸν δὲ Νόμον τὴν τοῦ μαγίστρου ἀρχὴν ἄρξαντα καὶ ἐν τοῖς πατρικίοις σὺν ἐκείνῳ καταλεγόμενον, οἳ δὴ τὰς ἀρχὰς ἀναβεβήκασι πάσας. συνεπέμπετο δὲ Ἀνατολίῳ Νόμος οὐ διὰ μέγεθος τῆς τύχης μόνον, ἀλλὰ ὡς καὶ τῷ Χρυσαφίῳ εὔνους ὢν καὶ φιλοτιμίᾳ τοῦ βαρβάρου περιεσόμενος· ὅτι γὰρ μάλιστα προσῆν αὐτῷ τὸ μὴ φείδεσθαι χρημάτων τὸ παρὸν διαθεῖναι ἐσπουδακότι. καὶ οὗτοι μὲν ἐστέλλοντο τὸν Ἀττήλαν ἀπάξοντες τῆς ὀργῆς καὶ τὴν εἰρήνην ἐπὶ ταῖς συντάξεσι διαφυλάττειν πείσοντες, λέξοντες δὲ καὶ ὡς τῷ Κωνσταντίῳ κατεγγυηθήσεται γυνὴ οὐ μείων τῆς Σατορνίλου γένει τε καὶ περιουσίᾳ· ἐκείνην γὰρ μὴ βεβουλῆσθαι, ἀλλʼ ἑτέρῳ κατὰ νόμον γήμασθαι· οὐ γὰρ θέμις παρὰ Ῥωμαίοις ἄκουσαν γυναῖκα κατεγγυᾶσθαι ἀνδρί. ἔπεμπε δὲ καὶ ὁ εὐνοῦχος τῷ βαρβάρῳ χρυσίον ὥστε αὐτὸν μειλιχθέντα ἀπαχθῆναι τοῦ θυμοῦ. Ὅτι οἱ ἀμφὶ τὸν Ἀνατόλιον καὶ Νόμον τὸν Ἴστρον περαιωθέντες ἄχρις τοῦ Δρέγκωνος λεγομένου ποταμοῦ ἐς τὴν Σκυθικὴν διέβησαν. [20]
αἰδοῖ γὰρ τῶν ἀνδρῶν ὁ Ἀττήλας ὥστε μὴ τῷ τῆς ὁδοῦ ἐπιτρίβεσθαι διαστήματι ἐν ἐκείνῳ τῷ χωρίῳ τὴν πρὸς αὐτοὺς ἐποιήσατο ἔντευξιν. καὶ πρῶτον μὲν ὑπερηφάνως διαλεχθεὶς ὑπήχθη τῷ πλήθει τῶν δώρων, καὶ λόγοις προσηνέσι μαλαχθεὶς φυλάττειν τὴν εἰρήνην ἐπὶ ταῖς αὐταῖς ἐπώμνυτο συνθήκαις, ἀναχωρεῖν δὲ καὶ τῆς τῷ Ἴστρῳ ὁριζομένης Ῥωμαίων γῆς καὶ τοῦ πράγματα ἔτι παρέχειν περὶ φυγάδων βασιλεῖ, εἰ μή γε Ῥωμαῖοι αὖθις ἑτέρους καταφεύγοντας παρʼ αὐτοῦ δέξοιντο. ἠφίει δὲ καὶ Βιγίλαν τὰς νʹ τοῦ χρυσοῦ λίτρας δεξάμενος· ταύτας γὰρ αὐτῷ ἐκεκομίκει ὁ παῖς σὺν τοῖς πρέσβεσιν ἐς τὴν Σκυθικὴν διαβάς· καὶ αἰχμαλώτους ἄνευ λύτρων ἀφῆκε πλείστους Ἀνατολίῳ καὶ Νόμῳ χαριζόμενος. δωρησάμενος δὲ καὶ ἵππους αὐτοῖς καὶ θηρίων δοράς, αἷς οἱ βασίλειοι κοσμοῦνται Σκύθαι, ἀπέπεμπε συμπέμψας καὶ τὸν Κωνστάντιον ὥστε αὐτῷ βασιλέα ἐς ἔργον ἀγαγεῖν τὴν ὑπόσχεσιν. ὡς δὲ ἐπανῆλθον οἱ πρέσβεις καὶ ἅπαντα τά τε παρʼ αὐτῶν τά τε παρὰ τοῦ βαρβάρου διεξῆλθον, κατεγγυᾶται τῷ Κωνσταντίῳ γυνὴ γαμετὴ Ἀρματίου γενομένη παιδὸς Πλίνθου τοῦ παρὰ Ῥωμαίοις στρατηγήσαντος καὶ τὴν ὕπατον ἀρχὴν ἄρξαντος. συνεβεβήκει δὲ τὸν Ἀρμάτον ἐς τὴν Λιβύων διαβάντα ἐπὶ τῇ πρὸς Αὐσοριανοὺς μάχῃ εὐημερῆσαι μὲν ἐν τῷ πρὸς ἐκείνους πολέμῳ, νοσήσαντα δὲ τελευτῆσαι τὸν βίον. οὗ δὴ τὴν γαμετὴν καὶ γένει καὶ περιουσίᾳ διαπρέπουσαν ἔπεισεν ὁ βασιλεὺς τῷ Κωνσταντίῳ γήμασθαι. οὕτω καὶ τῶν πρὸς Ἀττήλαν λυθέντων διαφόρων, ὁ Θεοδόσιος ἐδεδίει μήποτε καὶ Ζήνων τυραννίδι ἐπιθήσεται. Ὅτι ὡς ἠγγέλθη τῷ Ἀττήλᾳ τὸν Μαρκιανὸν ἐς τὰ κατὰ τὴν ἕω Ῥωμαϊκὰ παρεληλυθέναι βασίλεια μετὰ τὴν Θεοδοσίου τελευτήν, ἠγγέλθη δὲ αὐτῷ καὶ τὰ τῆς Ὁνωρίας πέρι γεγενημένα, πρὸς μὲν τὸν κρατοῦντα τῶν ἑσπερίων Ῥωμαίων ἔστελλε τοὺς διαλεξομένους μηδὲν Ὁνωρίαν πλημμελεῖσθαι, ἣν ἑαυτῷ πρὸς γάμον κατενεγύησε· τιμωρήσειν γὰρ αὐτῇ, εἰ μὴ καὶ τὰ τῆς βασιλείας ἀπολάβῃ σκῆπτρα. [5]
15
ἔπεμπε δὲ καὶ πρὸς τοὺς ἑῴους Ῥωμαίους τῶν ταχθέντων φόρων ἕνεκα. ἀπράκτων δὲ ἐξ ἀμφοτέρων τῶν αὐτοῦ ἐπανελθόντων πρέσβεων· οἱ μὲν γὰρ τῆς ἑσπέρας ἀπεκρίναντο Ὁνωρίαν αὐτῷ ἐς γάμον ἐλθεῖν μήτε δύνασθαι ἐκδεδομένην ἀνδρί· σκῆπτρον δὲ αὐτῇ μὴ ὀφείλεσθαι· οὐ γὰ θηλειῶν, ἀλλὰ ἀρρένων ἡ τῆς Ῥωμαϊκῆς βασιλείας ἀρχή. οἱ δὲ τῆς ἕω ἔφασαν οὐχ ὑποστήσεσθαι τὴν τοῦ φόρου ἀπαγωγήν, ἣν ὁ Θεοδόσιος ἔταξεν· καὶ ἡσυχάζοντι μὲν δῶρα δώσειν, πόλεμον δὲ ἀπειλοῦντι ὅπλα καὶ ἄνδρας ἐπάξειν τῆς αὐτοῦ μὴ λειπομένους δυνάμεως. ἐμερίζετο οὖν τὴν γνώμην καὶ διηπόρει ποίοις πρότερον ἐπιθήσεται, καὶ ἔχειν αὐτῷ ἐδόκει καλῶς τέως ἐπὶ τὸν μείζονα τρέπεσθαι πόλεμον καὶ ἐς τὴν ἑσπέραν στρατεύεσθαι, τῆς μάχης αὐτῷ μὴ μόνον πρὸς Ἰταλιώτας, ἀλλὰ καὶ πρὸς Γότθους καὶ Φράγγους ἐσομένης, πρὸς μὲν Ἰταλιώτας ὥστε τὴν Ὁνωρίαν μετὰ τῶν χρημάτων λαβεῖν, πρὸς δὲ Γότθους χάριν Γεζερίχῳ κατατιθέμενον. Ὅτι τῷ Ἀττήλᾳ ἦν τοῦ πρὸς Φράγγους πολέμου πρόφασις ἡ τοῦ σφῶν βασιλέως τελευτὴ καὶ ἡ τῆς ἀρχῆς τῶν ἐκείνου παίδων διαφορά, τοῦ πρεσβυτέρου μὲν Ἀττήλαν, τοῦ δὲ νεωτέρου Ἀέτιον ἐπὶ συμμαχίᾳ ἐπάγεσθαι ἐγνωκότος· ὃν κατὰ τὴν Ῥώμην εἴδομεν πρεσβευόμενον μήπω ἰούλου ἀρχόμενον, ξανθὸν τὴν κόμην τοῖς αὐτοῦ περικεχυμένην διὰ μέγεθος ὤμοις. [5]
θετὸν δὲ αὐτὸν ὁ Ἀέτιος ποιησάμενος παῖδα καὶ πλεῖστα δῶρα δοὺς ἅμα τῷ βασιλεύοντι ἐπὶ φιλίᾳ τε καὶ ὁμαιχμίᾳ ἀπέπεμψεν. τούτων ἕνεκα ὁ Ἀττήλας τὴν ἐκστρατείαν ποιούμενος αὖθις τῶν ἀμφʼ αὐτὸν ἄνδρας ἐς τὴν Ἰταλίαν ἔπεμπεν ὥστε τὴν Ὁνωρίαν ἐκδιδόναι· εἶναι γὰρ αὐτῷ ἡρμοσμένην πρὸς γάμον, τεκμήριον ποιούμενος τὸν παρʼ αὐτῆς πεμφθέντα δακτύλιον, ὃν καὶ ἐπιδειχθησόμενον ἐστάλκει· παραχωρεῖν δὲ αὐτῷ τὸν Βαλεντινιανὸν καὶ τοῦ ἡμίσεως τῆς βασιλείας μέρους, ὡς καὶ τῆς Ὁνωρίας διαδεξαμένης μὲν παρὰ πατρὸς τὴν ἀρχήν, ταύτης δὲ τῇ τοῦ ἀδελφοῦ ἀφαιρεθεῖσαν πλεονεξίᾳ. ὡς δὲ οἱ ἑσπέριοι Ῥωμαῖοι τῆς προτέρας ἐχόμενοι γνώμης πρὸς οὐδὲν τῶν αὐτῷ δεδογμένων ὑπήκουον, εἴχετο μᾶλλον τῆς τοῦ πολέμου παρασκευῆς πᾶν τὸ τῶν μαχίμων ἀγείρων πλῆθος. Mediolanum quoque Liguriae metropolim et quondam regiam urbem pari tenore devastant nec non et Ticinum aequali sorte deiciunt vicinaque loca saevientes allidunt demoliuntque pene totam Italiam. [20]
cumque ad Romam animus fuisset eius adtentus accedere, sui eum, ut Priscus istoricus refert, removerunt, non urbi, cui inimici erant, consulentes, sed Alarici quondam Vesegotharum regis obicientes exemplo, veriti regis sui fortunam, quia ille post fractam Romam non diu supervixerit, sed protinus rebus humanis excessit. igitur dum eius animus ancipiti negotio inter ire et non ire fluctuaret secumque deliberans tardaret placida ei legatio a Roma advenit. nam Leo papa per se ad eum accedens in agro Venetum Ambuleio, ubi Mincius amnis commeantium frequentatione transitur qui mox deposuit exercitatu furore et rediens, quo venerat, iter ultra Danubium promissa pace discessit, illud pre omnibus denuntians atque interminado decernens: graviora se in Italia inlaturum, nisi ad se Honoriam Valentiniani principis germanam, filiam Placidiae Augustae, cum portione sibi regalium opum debita mitterent. Ὅτι τοῦ Ἀττήλα 〈τὸν〉 παρὰ Θεοδοσίου τεταγμένον φόρον ζητοῦντος ἢ πόλεμον ἀπειλοῦντος, τῶν Ῥωμαίων στέλλειν παρʼ αὐτὸν πρέσβεις ἀποκριναμένων, Ἀπολλώνιος ἐπέμπετο, οὗπερ ὁ ἀδελφὸς τὴν Σατορνίλου γεγαμήκει θυγατέρα, ἣν ὁ Θεοδόσιος ἐβούλετο Κωνσταντίῳ κατεγγυᾶν, Ζήνων δὲ Ῥούφῳ ἐδεδώκει πρὸς γάμον· τότε δὲ ἐξ ἀνθρώπων ἐγεγόνει. [5]
τοῦ Ζήνωνος οὖν τῶν ἐπιτηδείων ὁ Ἀπολλώνιος γεγονὼς καὶ τὴν στρατηγίδα λαχὼν ἀρχὴν παρὰ τὸν Ἀττήλαν ἐπέμπετο πρεσβευσόμενος, καὶ τὸν μὲν Ἴστρον ἐπεραιοῦτο, οὐκ ἔτυχε δὲ τῆς πρὸς τὸν βάρβαρον προσόδου. ἐν ὀργῇ γὰρ ἐκεῖνος ποιούμενος τὸ μὴ κεκομίσθαι τοὺς φόρους, οὓς ἔλεγεν αὐτῷ παρὰ τῶν βελτιόνων καὶ βασιλικωτέρων τετάχθαι, οὐδὲ τὸν πρεσβευσάμενον ἐδέχετο τοῦ πέμψαντος κατολιγωρῶν. ὁ δὲ Ἀπολλώνιος ἀνδρὸς ἔργον κατὰ τοῦτον τὸν καιρὸν φαίνεται διαπραξάμενος. τοῦ γὰρ Ἀττήλα μὴ προσιεμένου τὴν αὐτοῦ πρεσβείαν μηδὲ ἐς λόγους αὐτῷ ἐλθεῖν βουλομένου, παρακελευομένου δὲ πέμπειν ἅπερ αὐτῷ ἐκ βασιλέως δῶρα ἐκόμιζεν, καὶ θάνατον ἀπειλοῦντος, εἰ μὴ δοίη, ἔφησεν· οὐκ αἰτεῖν προσῆκε Σκύθαις ἅπερ αὐτοῖς ἔξεστιν ἢ δῶρα ἢ σκῦλα λαβεῖν, παραδηλῶν δῶρα μὲν αὐτοῖς δοθήσεσθαι, εἰ αὐτὸν προσδέξοιντο πρεσβευόμενον, σκῦλα δέ, εἰ ἀνελόντες ἀφέλοιντο. οὕτω μὲν οὖν ἄπρακτος ἐπανῄει. Ὅτι ὁ Ἀττήλας μετὰ τὸ τὴν Ἰταλίαν ἀνδραποδίσασθαι ἐπὶ τὰ σφέτερα ἀναζεύξας τοῖς κρατοῦσι τῶν ἑῴων Ῥωμαίων πόλεμον καὶ ἀνδραποδισμὸν τῆς χώρας κατήγγελλεν, ὡς μὴ ἐκπεμφθέντος τοῦ παρὰ Θεοδοσίου τεταγμένου φόρου. [5]
20
Ὅτι Ἀρδαβούριος ὁ τοῦ Ἄσπαρος Σαρακηνοῖς ἐπολέμει κατὰ τὴν Δαμασκόν· καὶ ἐκεῖσε παραγενομένου Μαξιμίνου τοῦ στρατηγοῦ καὶ Πρίσκου τοῦ συγγραφέως, εὗρον αὐτὸν τοῖς Σαρακηνῶν πρέσβεσι περὶ εἰρήνης διαλεγόμενον. Ὅτι Βλέμμυες καὶ Νουβάδες ἡττηθέντες ὑπὸ Ῥωμαίων πρέσβεις παρὰ τὸν Μαξιμῖνον ἔπεμπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν εἰρήνης πέρι, βουλόμενοι σπένδεσθαι, καὶ ταύτην διατηρῆσαι ἔφασαν, ἐφʼ ὅσον ὁ Μαξιμῖνος τῇ Θηβαίων ἐγκαταμένοι χώρᾳ. [5]
τοῦ δὲ μὴ προσδεξαμένου ἐπὶ χρόνῳ σπένδεσθαι τοσούτῳ, ἔλεγον ἄχρι τῆς αὐτοῦ ζωῆς μὴ κινήσειν ὅπλα. ὡς δὲ οὐδὲ τοὺς δευτέρους τῆς πρεσβείας προσίετο λόγους, ἑκατοντούτεις ἔθεντο σπονδάς· ἐν αἷς ἐδόκει Ῥωμαῖον μὲν αἰχμάλωτον ἄνευ λύτρων ἀφεῖσθαι, εἴτε κατὰ ἐκείνην εἴτε κατὰ ἑτέραν ἔφοδον ἥλω, τὰ δὲ τότε ἀπαχθέντα ἀποδοθῆναι βοσκήματα, καὶ τῶν δαπανηθέντων κατατίθεσθαι τὴν ἀποτίμησιν, ὁμήρους δὲ τοὺς εὖ γεγονότας παρὰ σφίσι δίδοσθαι πίστεων ἕνεκα τῶν σπονδῶν. εἶναι δὲ αὐτοῖς κατὰ τὸν παλαιὸν νόμον ἀκώλυτον τὴν εἰς τὸ ἱερὸν τῆς Ἴσιδος διάβασιν, τοῦ ποταμίου σκάφους Αἰγυπτίων ἐχόντων τὴν ἐπιμέλειαν, ἐν ᾧπερ τὸ ἄγαλμα τῆς θεοῦ ἐντιθέμενον διαπορθμεύεται. ἐν ῥητῷ γὰρ οἱ βάρβαροι χρόνῳ ἐς τὴν οἰκείαν διακομίζοντες τὸ ξόανον πάλιν αὐτῷ χρηστηριασάμενοι ἐς τὴν νῆσον ἀποσώζουσιν. ἐμπεδωθῆναι τοίνυν ἐν τῷ 〈ἐν〉 Φίλαις ἱερῷ τὰς συνθήκας ἐδόκει τῷ Μαξιμίνῳ ἐπιτήδειον ὄν. ἐπέμποντο μετεξέτεροι· παρεγίνοντο δὲ καὶ τῶν Βλεμμύων καὶ Νουβάδων οἱ τὰς σπονδὰς ἐν τῇ νήσῳ τιθέμενοι. ἐγγραφέντων δὲ τῶν συνδοξάντων καὶ τῶν ὁμήρων παραδοθέντων· ἦσαν δὲ τῶν τε τυραννησάντων καὶ ὑπὸ τυράννων γεγονότων παῖδες, ὅπερ οὐδεπώποτε ἐν τῷδε τῷ πολέμῳ ἐγένετο· οὔποτε γὰρ Νουβάδων καὶ Βλεμμύων παρὰ Ῥωμαίοις ὡμήρευσαν παῖδες. συνηνέχθη δὲ τὸν Μαξιμῖνον ἀνωμάλως διατεθῆναι τὸ σῶμα καὶ ἀποθανεῖν. τὴν δὲ τοῦ Μαξιμίνου τελευτὴν μαθόντες οἱ βάρβαροι τούς τε ὁμήρους ἀφείλοντο βιασάμενοι καὶ τὴν χώραν κατέδραμον. Ἐπὶ τούτοις Διόσκορος μὲν τὴν τῶν Γαγγρηνῶν τῶν Παφλαγόνων οἰκεῖν κατακρίνεται, Προτέριος δὲ τὴν ἐπισκοπὴν ψήφῳ κοινῇ τῆς συνόδου τῆς Ἀλεξανδρέων κληροῦται. [30]
Ὃς ἐπειδὴ τὸν οἰκεῖον κατειλήφει θρόνον, μέγιστος καὶ ἀνύποιστος τάραχος τῷ δήμῳ διανέστη πρὸς διαφόρους κυμαινομένῳ γνώμας. Οἱ μὲν γὰρ Διόσκορον ἐπεζήτουν, οἷά περ εἰκὸς ἐν τοῖς τοιούτοις γίγνεσθαι, οἱ δὲ Προτερίου μάλα γεννικῶς ἀντείχοντο, ὡς καὶ πολλὰ καὶ ἀνήκεστα προελθεῖν. Ἱστορεῖ δʼ οὖν Πρίσκος ὁ ῥήτωρ φθῆναι τηνικαῦτα τὴν Ἀλεξάνδρου τῆς Θηβαίων ἐπαρχίας ἰδεῖν τε τὸν δῆμον ὁμόσε κατὰ τῶν ἀρχόντων χωροῦντα, τῆς τε στρατιωτικῆς δυνάμεως τὴν στάσιν διακωλύειν βουλομένης, λίθων βολαῖς αὐτοὺς χρήσασθαι, τρέψασθαί τε τούτους καὶ ἀνὰ τὸ ἱερὸν τὸ πάλαι Σαράπιδος ἀναδραμόντας ἐκπολιορκῆσαι, καὶ πυρὶ ζῶντας παραδοῦναι. Ταῦτά τε τὸν βασιλέα μαθόντα δισχιλίους νεολέκτους ἐκπέμψαι, καὶ οὕτω πνεύματος ἐπιτυχόντας οὐριοδρομῆσαι ὡς ἀνὰ τὴν ἕκτην τῶν ἡμερῶν τῇ μεγάλῃ τῶν Ἀλεξανδρέων προσχεῖν πόλει. Κἀντεῦθεν τῶν στρατιωτῶν παροινούντων ἔς τε τὰς γαμετὰς καὶ θυγατέρας τῶν Ἀλεξανδρέων, τῶν προτέρων πολλῷ δεινότερα προελθεῖν. Ὕστερόν τε δεηθῆναι τὸν δῆμον τοῦ Φλώρου, τῶν στρατιωτικῶν ταγμάτων ἡγουμένου ὁμοῦ τε καὶ τὴν πολιτικὴν διέποντος ἀρχήν, ἀνὰ τὴν ἱπποδρομίαν ἁλισθέντα, ὥστε καταπράξασθαι αὐτοῖς τὴν τοῦ σιτηρεσίου χορηγίαν, ἥνπερ παρʼ αὐτῶν ἀφῄρητο, τά τε βαλανεῖα καὶ τὴν θέαν καὶ ὅσα διὰ τὴν γενομένην παρʼ αὐτῶν ἀταξίαν ἀπεκόπησαν. Καὶ οὕτω τὸν Φλῶρον, εἰσηγήσει τῇ αὐτοῦ, φανέντα τῷ δήμῳ ὑποσχέσθαι ταῦτα, καὶ τὴν στάσιν πρὸς βραχὺ διαλῦσαι. Qui, [ scil. [25]
Attila] ut Priscus istoricus refert, exitus sui tempore puellam Ildico nomine decoram valde sibi in matrimonio post innumerabiles uxores, ut mos erat gentis illius, socians eiusque in nuptiis hilaritate nimia resolutus, vino somnoque gravatus resupinus iaceret, redundans sanduis, qui ei solite de naribus effluebat, dum consuetis meatibus impeditur, itinere ferali faucibus illapsus extinxit, ita glorioso per bella regi temulentia pudendos exitos dedit, sequenti vero luce cum magna pars diei fuisset exempta, ministri regii triste aliquid suspicantes post clamores maximos fores effringunt inveniuntque Attilae sine ullo vulnere necem sanguinis effusione peractam puellamque demisso vultu sub velamine lacrimantem. tunc, ut gentis illius mos est, crinium parte truncata informes facies cavvis turpavere vulneribus, ut proeliator eximius non femineis lamentationibus et lacrimis, sed sanguine lugeretur virile, de quo id accessit mirabile, ut Marciano principi Orientis de tam feroci hoste sollicito in somnis divvvinitas adsistens arcum Attilae in eadem nocte fractum ostenderet, quasi quod gens ipsa eo telo multum praesumat. hoc Priscus istoricus vera se dicit adtestatione probare. nam in tantum magnis imperiis Attila terribilis habitus est, ut eius mortem in locum muneris superna regnantibus indicarent. cuius manes quibus a sua gente honoratae sunt, pauca de multis dicere non omittamus. in mediis si quidem campis et intra tenturia sirica cadavere conlocato spectaculum admirandum et sollemniter exhibetur. nam de tota gente Hunnorum lectissimi equites in eo loco, quo erat positus, in modum circensium cursibus ambientes, facta eius cantu funereo tali ordine referebant. ‘praecipuus Hunnorum rex Attila, patre genitus Mundzuco, fortissimarum gentium dominus, qui inaudita ante se potentia solus Scythica et Germanica regna possedit nec non utraque Romani urbis imperia captis civitatibus terruit et, ne praedae reliqua subderentur, placatus praecibus annuum vectigal accepit: cumque haec omnia proventu felicitatis egerit, non vulnere hostium, non fraude suorum, sed gente incolume inter gaudia laetus sine sensu doloris occubuit. quis ergo hunc exitum putet, quem nullus aestimat vindicandum?‘ postquam talibus lamentis est defletus, stravam super tumulum eius quam appellant ipsi ingenti commessatione concelebrant, et contraria invicem sibi copulantes luctu funereo mixto gaudio explicabant, noctuque secreto cadaver terra reconditum copercula primum auro, secundum argento, tertium ferri rigore communiunt, significantes tali argumento potentissimo regi omnia convenisse: ferrum, quod gentes edomuit. [45]
23 (50)
aurum et argentum, quod ornatum rei publicae utriusque acceperit. addunt arma hostium caedibus adquisita, faleras vario gemmarum fulgore praetiosas et diversi generis insignia, quibus colitur aulicum decus. et, ut tantis divitiis humana curiositas arceretur, operi deputatos detestabili mercede trucidarunt, emersitque momentanea mors sepelientibus cum sepulto. Ὅτι Γεζερίχου τὴν Ῥώμην πορθήσαντος, καὶ βασιλεύοντος Ἀβίτου, Μαρκιανὸς ὁ τῶν τῆς ἕω Ῥωμαίων βασιλεὺς παρὰ τὸν Γεζέριχον τὸν τῶν Βανδήλων ἄρχοντα πρέσβεις ἔστελλεν, ὥστε τῆς Ἰταλῶν ἀπέχεσθαι γῆς καὶ τὰς βασιλείους ἐκπέμπειν γυναῖκας αἰχμαλώτους ἀγομένας, τήν τε Βαλεντινιανοῦ γαμετὴν καὶ τὰς αὐτῆς θυγατέρας. [5]
καὶ οἱ πρέσβεις ἐς τὴν ἕω ἄπρακτοι ἐπανῄεσαν· οὐδενὶ γὰρ 〈τῶν〉 ἐπεσταλμένων παρὰ τοῦ Μαρκιανοῦ ὁ Γεζέριχος ὑπήκουσεν, οὐδὲ μὴν λύειν τὰς γυναῖκας ἐβούλετο. ὁ δὲ Μαρκιανὸς ἕτερα πρὸς αὐτὸν διέπεμπε γράμματα καὶ τὸν πρεσβευσόμενον Βλήδαν· ἦν δὲ τῆς τοῦ Γεζερίχου αἱρέσεως ἐπίσκοπος· τῆς γὰρ τῶν Χριστιανῶν θρησκείας καὶ τοὺς Βανδήλους εἶναι συμβαίνει. ὃς ἐπειδὴ παρʼ αὐτὸν ἀφίκετο καὶ ἔγνω τῇ αὐτοῦ μὴ ὑπακούοντα πρεσβείᾳ, αὐθαδεστέρων λόγων ἥπτετο καὶ ἔφη μὴ συνοίσειν αὐτῷ, εἴπερ ὑπὸ τῆς παρούσης εὐημερίας ἀρθεὶς καὶ τῶν κατὰ τὴν ἕω Ῥωμαίων βασιλέα πρὸς πόλεμον αὐτῷ ἀναστῆναι παρασκευάσοι τὰς βασιλείους μὴ λύων γυναῖκας. ἀλλʼ οὔτε 〈ἡ〉 τῶν προηγησαμένων ἐπὶ τῇ πρεσβείᾳ ῥημάτων ἐπιείκεια οὔτε ὁ ἀπειληθεὶς φόβος μέτρια τὸν Γεζέριχον φρονεῖν ἠνάγκασεν· ἄπρακτον γὰρ καὶ τὸν Βλήδαν ἀπέπεμπε καὶ ἐς τὴν Σικελίαν αὖθις καὶ ἐς τὴν πρόσοικον αὐτῇ Ἰταλίαν δύναμιν διαπεμψάμενος πᾶσαν ἐδῄου. ὁ δὲ Ἄβιτος ὁ τῶν ἑσπερίων Ῥωμαίων βασιλεὺς ἐπρεσβεύετο καὶ αὐτὸς παρὰ τὸν Γεζέριχον τῶν πάλαι αὐτὸν ὑπομιμνήσκων σπονδῶν, ἃς εἰ μὴ φυλάττειν ἕλοιτο, καὶ αὐτὸν παρασκευάσασθαι πλήθει τε οἰκείῳ πίσυνον καὶ τῇ τῶν συμμάχων ἐπικουρίᾳ. ἔπεμπε δὲ καὶ παρὰ τὸν Ῥεκίμερα ἐς τὴν Σικελίαν σὺν στρατῷ. Ὅτι τῶν Ῥωμαίων ἐς Κόλχους ἐλθόντων καὶ συμβαλόντων πόλεμον πρὸς Λαζούς, ὁ μὲν Ῥωμαϊκὸς στρατὸς ἐς τὰ σφέτερα ἐπανέζευξεν, καὶ οἱ ἀμφὶ τὰ βασίλεια πρὸς τὴν ἑτέραν μάχην παρεσκευάζοντο βουλευόμενοι, πότερον τὴν αὐτὴν ἢ τὴν διʼ Ἀρμενίας τῆς Περσῶν χώρας προσοίκου πορευθέντες ὁδὸν τὸν πόλεμον ἐπάξουσι, πρότερον πρεσβείᾳ τὸν μόναρχον τῶν Παρθυαίων πείσαντες· κατὰ γὰρ θάλατταν ἄπορον αὐτοῖς πᾶν ἐνομίζετο τὰς δυσχωρίας παραπλεῖν, ἀλιμένου τῆς Κόλχου τυγχανούσης. [5]
25
ὁ δὲ Γωβάζης ἐπρεσβεύετο μὲν καὶ αὐτὸς παρὰ τοὺς Παρθυαίους, ἐπρεσβεύετο δὲ καὶ παρὰ τὸν βασιλέα Ῥωμαίων. καὶ ὁ μὲν τῶν Πάρθων μόναρχος, ὡς πολέμου αὐτῷ συνισταμένου πρὸς Οὔννους τοὺς Κιδαρίτας καλουμένους, ἀπεσείσατο παρʼ αὐτὸν τοὺς Λαζοὺς καταφεύγοντας. Ὅτι Γωβάζης πρεσβεύεται παρὰ Ῥωμαίους. [10]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top