1
+ ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ληʹ ὧν τελευταῖος· μαθοῦσιν αὐδῶ κοὐ μαθοῦσι λήθομαι. μετὰ δὲ τὸν κδʹ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον.
40
+ δέκατον μὲν ἔτος· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων σλβʹ ὧν τὰ μὲν ξδʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα. ἑξῆς δὲ μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ μέτρον ἐνήλλαξεν. καί εἰσι τὰ ἑξῆς κῶλα ἀναπαιστικὰ πενθημιμερῆ καὶ ἑφθημιμερῆ καὶ δίμετρα ἀκατάληκτά τινα καὶ μονόμετρα ξδʹ. ἑξῆς δὲ εἰς ἑτέραν ὑπόθεσιν μεταβὰς καὶ ἑτέρωι μέτρωι ἐχρήσατο. καί εἰσι τὰ ἑξῆς κῶλα χοριαμβικὰ δίμετρα καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ ἀκατάληκτα καὶ ἡμιόλια καὶ πενθημιμερῆ καὶ τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικὰ ρδʹ ὧν τελευταῖον· γαίας μονόφρουρον ἕρκος.
+ εἴσθεσις διπλῆς ἀμοιβαίας συνεχοῦς καὶ μονοστροφικῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ϙζʹ, ὧν τελευταῖος· χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.
355
+ ὦ Ζεῦ βασιλεῦ· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ρλϛʹ, ὧν τὰ πρῶτα ιβʹ ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα. τὰ δὲ ἑξῆς ρκαʹ χοριαμβικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ πενθημιμερῆ καὶ ἡμιόλια καὶ τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικά, ὧν τελευταῖον· γυναικογήρυτον ὄλλυται κλέος.
+ εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρϙβʹ, ὧν τελευταῖος· τοσαῦτʼ ἀκούσας ἴσθι τἀληθῆ κλύειν.
+ ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ρκζʹ, ὧν τὰ μὲν ρʹ εἰσὶ χοριαμβικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ 〈καὶ〉 πενθημιμερῆ καὶ ἡμιόλια καὶ τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικά. ἑξῆς δὲ μεταβὰς εἰς ἑτέραν ὑπόθεσιν καὶ τὸ μέτρον ἐνήλλαξε. καί εἰσι τὰ ἑξῆς κῶλα ἀναπαιστικὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ καὶ μονόμετρα κζʹ, ὧν τελευταῖον· πόλιν οἰκουροῦντα πολιτῶν.
810
+ εἴσθεσις διπλῆς μονοστροφικῆς τε καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρξεʹ, ὧν τελευταῖος· μέλοι δέ σοι τοι τῶνπερ ἂν μέλληις τελεῖν.
975
+ ὁ παρὼν χορὸς συνίσταται ἐκ κώλων χοριαμβικῶν ξʹ, ὧν τὰ μέν ἐστι δίμετρα ἀκατάληκτα, τὰ δὲ καταληκτικά, ἤτοι ἑφθημιμερῆ, τὰ δὲ πενθημιμερῆ καὶ ἡμιόλια καὶ τρίμετρα βραχυκατάληκτα, ὧν τελευταῖον· ζωπυρουμένας φρενός.
1035
+ εἴσθεσις διπλῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λζʹ, ὧν τελευταῖος· ἑκοῦςʼ ἀνάγκηι τῆιδε καίνισον ζυγόν.
+ ὀτοτοτοῖ· εἴσθεσις διπλῆς ἀμοιβαίας τὰς περιόδους 〈μονοστροφικὰσ〉 καὶ συνεχεῖς ἔχουσα. εἰσὶ δὲ οἱ μὲν τοῦ χοροῦ στίχοι ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, τὰ δὲ τοῦ ἑτέρου προσώπου κῶλα ἀντισπαστικά. ἔοικε δὲ ταῦτα στροφῆι καὶ ἀντιστροφῆι, καί εἰσι τῆς μὲν στροφῆς κῶλα βʹ, ὧν τὸ αʹ ἡμιόλιον, τὸ δὲ βʹ πενθημιμερές. ὁμοίως καὶ τῆς ἀντιστροφῆς· τὰ αὐτὰ γάρ εἰσι κῶλα. ἔχουσι δὲ καὶ τοὺς πόδας πεντασυλλάβους.
1080
+ ἑτέρα στροφὴ ἔχουσα κῶλα γʹ, ὧν τὸ αʹ πενθημιμερές, τὸ βʹ δίμετρον ἀκατάληκτον, τὸ δὲ γʹ ἰαμβικὸς στίχος τρίμετρος ἀκατάληκτος.
1085
+ ἀντιστροφὴ ἔχουσα κῶλα γʹ ὅμοια τοῖς τῆς στροφῆς.
1090
+ ἑτέρα στροφὴ ἔχουσα κῶλα γʹ, ὧν τὸ αʹ ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον, τὸ βʹ δίμετρον ἀκατάληκτον· ἔχουσι δὲ πεντασυλλάβους πόδας. τὸ δὲ γʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος.
1095
+ ἀντιστροφὴ ἑτέρα ἔχουσα κῶλα γʹ ὅμοια τοῖς τῆς στροφῆς.
1100
+ ἑτέρα στροφὴ ἔχουσα κῶλα εʹ, ὧν τὸ πρῶτον ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τὸ βʹ δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, τὸ γʹ ἰαμβικὸς τρίμετρος ἀκατάληκτος, τὸ δʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν, τὸ δὲ εʹ πενθημιμερές. ἔχουσι δὲ τοὺς πόδας πεντασυλλάβους.
+ ἑτέρα ἀντιστροφὴ ἔχουσα κῶλα εʹ ὅμοια τοῖς τῆς στροφῆς.
+ ἐντεῦθεν ἑτέρως ἐσχημάτισε τὸ μέτρον καὶ προέθηκε τῆς στροφῆς κῶλόν τι τὸ ἒ ἔ. τὰ δὲ ἑξῆς κῶλά εἰσι εʹ, ὧν τὸ αʹ ἀντισπαστικὸν δίμετρον ὑπερκατάληκτον, τὸ βʹ δίμετρον καταληκτικόν, ἤτοι ἑφθημιμερές, τὸ γʹ ἰαμβικὸν τρίμετρον, τὸ δʹ ὅμοιον τῶι αʹ, τὸ δὲ εʹ τρίμετρον καταληκτικὸν ἀντισπαστικὸν καὶ αὐτό. ἔχουσι δὲ καὶ πεντασυλλάβους πόδας.
+ ἡ στροφὴ αὕτη τοῦ χοροῦ κώλων ἐστὶν ϛʹ, ὧν οἱ πρῶτοι βʹ ἰαμβικοὶ τρίμετροι, τὸ γʹ καὶ δʹ ἀντισπαστικὸν τρίμετρον καταληκτικόν, τὸ εʹ δίμετρον ὑπερκατάληκτον, τὸ δὲ ϛʹ ἑφθημιμερές. ἔχουσι δὲ καὶ πεντασυλλάβους πόδας.
1125
+ ἀντιστροφή ἐστιν αὕτη τῆς ῥηθείσης στροφῆς καὶ ἔχει κῶλα ἰσόμετρα ἐκείνηι εʹ.
1130
+ τῆς τοῦ χοροῦ στροφῆς αὕτη ἐστὶν ἀντιστροφὴ ἔχουσα κῶλα ὅμοια ϛʹ.
+ στροφὴ ἑτέρα κώλων εʹ, ὧν τὸ αʹ μονόμετρον, τὸ βʹ δίμετρον ὑπερκατάληκτον ἀντισπαστικόν, τὸ γʹ τρίμετρον καταληκτικὸν ὅμοιον, τὸ δʹ ἰαμβικὸν τρίμετρον, τὸ εʹ ὅμοιον τῶι γʹ.
1140
+ ἑτέρα στροφὴ τοῦ χοροῦ κώλων ϛʹ ἀντισπαστικῶν, ὧν τὸ αʹ τρίμετρον βραχυκατάληκτον, τὸ βʹ πενθημιμερές, τὸ γʹ δίμετρον ἀκατάληκτον, τὸ δʹ τρίμετρον καταληκτικόν, τὸ εʹ ὅμοιον τῶι αʹ, τὸ ϛʹ ὅμοιον τῶι βʹ.
+ ἀντιστροφὴ τῆς ἄνω στροφῆς κώλων ὁμοίων εʹ.
1150
+ ἀντιστροφὴ ἑτέρα τῆς τοῦ χοροῦ στροφῆς κώλων ὁμοίων ϛʹ.
+ ἑτέρα στροφὴ κώλων ϛʹ ἀντισπαστικῶν, ὧν τὸ αʹ καὶ βʹ τρίμετρον ἀκατάληκτον, τὸ γʹ τρίμετρον βραχυκατάληκτον, τὸ δʹ πενθημιμερές, τὸ εʹ καὶ ϛʹ ὅμοια τῶι αʹ.
+ ἑτέρα στροφὴ τοῦ χοροῦ κώλων εʹ ἀντισπαστικῶν, ὧν τὸ αʹ δίμετρον ὑπερκατάληκτον, τὸ βʹ ἑφθημιμερές, τὸ γʹ τρίμετρον καταληκτικόν, τὸ δʹ ὅμοιον, τὸ εʹ πενθημιμερές.
1165
θρεομένας] συνίζησις.
+ ἀντιστροφὴ τῆς ἄνω στροφῆς κώλων ὁμοίων ϛʹ.
+ ἀντιστροφὴ τοῦ χοροῦ κώλων ὁμοίων εʹ.
+ εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρμθʹ, ὧν τελευταῖος· καὶ ταῦτʼ ἐκείνων μᾶλλον οἰκτείρω πολύ. μετὰ δὲ τὸν λϛʹ κῶλον ἰαμβικὸν δίμετρον ἀκατάληκτον, μετὰ δὲ τὸν ρκζʹ κῶλον ὅμοιον μονόμετρον βραχυκατάληκτον, μετὰ δὲ τὸν ρλδʹ κῶλον ὅμοιον μονόμετρον ἀκατάληκτον.
+ εἴσθεσις χοροῦ ἐπωιδικὴ διὰ τὸ μετὰ τὴν διπλῆν κεῖσθαι. τὰ δὲ κῶλά εἰσιν ἀναπαιστικὰ ιβʹ ὧν τὸ ϛʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα καὶ καταληκτικά, ἤτοι ἑφθημιμερῆ.
+ εἴσθεσις διπλῆς ἀμοιβαίας καὶ μονοστροφικῆς. οἱ δὲ στίχοι εἰσὶν ξδʹ, ὧν ὁ βʹ καὶ δʹ καὶ εʹ τροχαϊκοὶ τετράμετροι καταληκτικοί. οἱ δὲ λοιποὶ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι, ὧν τελευταῖος· ἔργον δικαίας τέκτονος τάδʼ ὧδʼ ἔχει.
+ στροφὴ χοροῦ ἐκ κώλων ἀντισπαστικῶν εʹ, ὧν τὸ αʹ δίμετρον ὑπερκατάληκτον, τὸ βʹ τρίμετρον βραχυκατάληκτον, τὸ γʹ τρίμετρον καταληκτικόν, τὸ δʹ ὅμοιον, τὸ εʹ ὅμοιον.
+ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ιδʹ.
+ ἀντιστροφὴ ἔχουσα κῶλα εʹ ὅμοια τοῖς τῆς στροφῆς ἀντισπαστικοῖς.
+ ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ιζʹ.
+ εἴσθεσις διπλῆς μονοστρόφους ἔχουσα τὰς περιόδους· οὐ γὰρ ἔχει ἀντιστροφάς. καί εἰσι τοῦ μὲν χοροῦ τὰ κῶλα χοριαμβικά, τοῦ δὲ ἑτέρου προσώπου ἀναπαιστικά. εἰσὶ δὲ τῆς παρούσης στροφῆς κῶλα χοριαμβικὰ ιδʹ δίμετρα καὶ τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατάληκτα. μετὰ δὲ τὸ ζʹ κῶλον κώλου τμῆμα τὸ ἰώ.
+ ἀναπαιστικὰ κῶλα ϛʹ, ὧν τὸ βʹ μὲν μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ϛʹ ἑφθημιμερές.
+ στροφὴ ἑτέρα κώλων χοριαμβικῶν δʹ. εἰσὶ δὲ τὰ μὲν δίμετρα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατάληκτα.
1475
+ ἀναπαιστικὰ ὅμοια τοῖς προρρηθεῖσιν ἕξ.
+ ἑτέρα στροφὴ κώλων χοριαμβικῶν ιεʹ. εἰσὶ δὲ τὰ μὲν δίμετρα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατάληκτα, τὰ δὲ ἡμιόλια. μετὰ δὲ τὸ ηʹ καὶ τὸ ιβʹ κώλων τμήματα.
+ ἀναπαιστικὰ κῶλα ηʹ ὧν τὸ βʹ καὶ τὸ ζʹ μονόμετρα, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ηʹ ἑφθημιμερές.
1505
+ στροφὴ ἑτέρα κώλων ὁμοίων τοῖς ῥηθεῖσιν χοριαμβικῶν ηʹ.
+ ἀναπαιστικὰ κῶλα ζʹ, ὧν τὸ βʹ μὲν καὶ τὸ ζʹ ἑφθημιμερῆ, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, ὧν προτίθεται κῶλον ἰαμβικὸν μονόμετρον βραχυκατάληκτον.
+ ἀναπαιστικὰ κῶλα θʹ, ὧν τὸ βʹ μὲν μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ θʹ ἑφθημιμερές.
1530
+ στροφὴ ἑτέρα κώλων ὁμοίων τοῖς ῥηθεῖσι χοριαμβικῶν ζʹ.
+ ἀναπαιστικὰ κῶλα ιʹ, ὧν τὸ αʹ, τὸ γʹ, τὸ ϛʹ καὶ τὸ θʹ μονόμετρα, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιʹ ἑφθημιμερές.
+ χοριαμβικὰ κῶλα ὅμοια τοῖς ῥηθεῖσι δʹ.
+ ἀναπαιστικὰ κῶλα θʹ, ὧν τὸ γʹ, τὸ ϛʹ καὶ τὸ ηʹ μονόμετρα, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ θʹ ἑφθημιμερές.
1560
+ ἑτέρα στροφὴ κώλων ὁμοίων τοῖς ῥηθεῖσι ζʹ. ἔοικε δὲ ἀντιστροφὴ εἶναι τῆς στροφῆς ἧς ἡ ἀρχὴ ἀμηχανῶ· ὅμοια γὰρ ἔχει τὰ κῶλα.
+ ἀναπαιστικὰ κῶλα ιʹ, ὧν τὸ βʹ μονόμετρον, τὰ δὲ λοιπὰ δίμετρα ἀκατάληκτα, τὸ δὲ ιʹ ἑφθημιμερές.
+ εἴσθεσις διπλῆς μονοστροφικῆς καὶ συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι οβʹ, ὧν τελευταῖος· ἀμφοῖν γένηται τοῖνδε παγκρατὴς φονεύς.
+ εἴσθεσις διπλῆς συνεχοῦς ἐν ἐκθέσει τοῦ δράματος. οἱ δὲ στίχοι εἰσὶ τροχαϊκοὶ κεʹ, ὧν οἱ κγʹ τετράμετροι καταληκτικοί. οἱ δὲ ἐν τῶι τέλει βʹ τρίμετροι ὑπερκατάληκτοι.
1·2
+ ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ μονοστροφικῆς ἐστι περιόδου, καὶ ἑξῆς ἐκ συνεχοῦς διπλῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλγʹ. μετὰ δὲ τὸν ριϛʹ, τὸν ριηʹ, τὸν ρκʹ, τὸν ρκβʹ κώλου τμήματα δʹ, ἃ μονόμετρά ἐστι βραχυκατάληκτα. μετὰ δὲ τὸν ρκδʹ ἕτερα βʹ κῶλα, ὧν τὸ ἓν δίμετρον βραχυκατάληκτον, τὸ δὲ ἕτερον ἑφθημιμερὲς ἐκ τριβραχέων. εἰ δὲ τροχαϊκὰ τὰ κῶλα ταῦτα εἴποις, οὐκ ἂν ἁμάρτοις. ὁ δὲ τελευταῖος· ἕπου μάραινε δευτέροις διώγμασιν.
+ ὁ παρὼν χορὸς συνέστηκεν ἐκ στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων σποράδην κειμένων ιαʹ, κώλων δὲ ἀντισπαστικῶν μονομέτρων καὶ διμέτρων καὶ τριμέτρων καταληκτικῶν 〈καὶ〉 ἀκαταλήκτων καὶ βραχυκαταλήκτων κθʹ, ὧν τελευταῖον· μιάστορʼ ἐκείνου πάσσεται.
+ εἴσθεσις διπλῆς· οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ξεʹ ὧν τελευταῖος· αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης.
+ εἶεν· τόδʼ ἐστί· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ στίχων καὶ κώλων λβʹ, ὧν οἱ μέν εἰσιν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι στίχοι ιηʹ, τὰ δὲ κῶλα ἀντισπαστικὰ ιδʹ ἡμιόλια καὶ πενθημιμερῆ καὶ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ τρίμετρα βραχυκατάληκτα καὶ καταληκτικά.
+ εἴσθεσις διπλῆς μερικῆς δύο περιόδων. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λαʹ, ὧν τελευταῖος· ὕμνον ἀκούσηι τόνδε δέσμιον σέθεν.
+ ἄγε δή· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων ἀναπαιστικῶν ιεʹ, ὧν τὰ μέν ἐστι δίμετρα ἀκατάληκτα, τὰ δὲ καταληκτικά, ἤτοι ἑφθημιμερῆ, τὰ δὲ πενθημιμερῆ, τὰ δὲ μονόμετρα.
+ ἡ μονοστροφικὴ αὕτη περίοδος κώλων ἐστὶ χοριαμβικῶν κδʹ, ὧν τὰ μέν ἐστιν ἡμιόλια, τὰ δὲ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα, τὰ δὲ τρίμετρα, ὧν τελευταῖον· μικτὸς αὔονα βροτοῖς.
+ ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων χοριαμβικῶν νβʹ, ὧν τὰ μέν εἰσιν ἡμιόλια, τὰ δὲ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ βραχυκατάληκτα καὶ ἀκατάληκτα, ὧν τελευταῖον· τάξιν γʼ ἔχουσα καὶ δυσήλιον κνέφας, ὃς μόνος ἰαμβικός ἐστι τρίμετρος.
349bis
ἐνταῦθα χρή, οἶμαι, εἶναι τὸ πρόσωπον.
ἐνταῦθα εἶχε πρόσωπον χοροῦ· οἶμαι δὲ οὐ καλῶς εἶχεν.
+ καὶ ἐνταῦθα εἶχε 〈πρόσωπον〉 Ὀρέ(στου)· καὶ τοῦτο οὐ καλῶς.
+ εἴσθεσις διπλῆς μονοστροφικῆς συνεχοῦς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ϙγʹ, ὧν τελευταῖος· ἥξω διαιρεῖν πρᾶγμα τοῦτʼ ἐτητύμως.
490
+ νῦν καταστροφαί· ὁ παρὼν χορὸς συνέστηκεν ἐκ κώλων χοριαμβικῶν οβʹ, ὧν τὰ μέν ἐστιν ἡμιόλια, τὰ δὲ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατάληκτα, τὰ δὲ τρίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατάληκτα, ὧν τελευταῖον· ὤλετʼ ἄκλαυστος ἄιστος.
+ εἴσθεσις διπλῆς καθόλου. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρμθʹ, ὧν τελευταῖος· σωτήριόν τε καὶ δορὸς νικηφόρον.
+ ὠιδὴ χοροῦ ἐπωιδικὴ διὰ τὸ μετὰ τὴν διπλῆν τίθεσθαι. ἔχει δὲ τοὺς πρώτους μὲν γʹ στίχους ἰαμβικοὺς τριμέτρους ἀκαταλήκτους, τὰ δὲ ἑξῆς κῶλά εἰσιν ἀντισπαστικὰ πενθημιμερῆ καὶ δίμετρα καταληκτικὰ καὶ ἀκατάληκτα καὶ βραχυκατάληκτα καὶ τρίμετρα ιγʹ.
+ εἴσθεσις διπλῆς ἀμοιβαίας καὶ μονοστρόφους ἔχουσα τὰς περιόδους. εἰσὶ δὲ τὰ τοῦ χοροῦ μὲν κῶλα ἀντισπαστικά, τὰ δὲ τοῦ ἑτέρου προσώπου ἰαμβικοὶ στίχοι τρίμετροι. τῆς πρώτης οὖν περιόδου ταύτης στίχοι εἰσὶν ἰαμβικοὶ ιγʹ.
+ ἡ στροφὴ αὕτη τοῦ χοροῦ κώλων ἐστὶν ἀντισπαστικῶν διμέτρων βραχυκαταλήκτων καὶ καταληκτικῶν καὶ πενθημιμερῶν καὶ μονομέτρων καὶ τριμέτρων ιαʹ.
+ ἡ μονοστροφικὴ αὕτη περίοδος στίχων ἐστὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κβʹ.
870
+ ἡ μεσωιδικὴ αὕτη ἀντιστροφὴ κώλων ἐστὶν ἀντισπαστικῶν ιαʹ. τὰ αὐτὰ δέ ἐστι κῶλα ἃ καὶ ἐν τῆι στροφῆι εἴρηκεν.
+ εἴσθεσις διπλῆς συνεχοῦς μερικῆς. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι λεʹ, ὧν τελευταῖος· τήνδʼ ἀστύνικον ἐν βροτοῖς τιμᾶν πόλιν.
+ εἴσθεσις διπλῆς ἐν ἐκθέσει τοῦ δράματος ἀμοιβαίας 〈καὶ μονοστροφικὰσ〉 τὰς περιόδους ἔχουσα. εἰσὶ δὲ τὰ μὲν τοῦ χοροῦ κῶλα χοριαμβικά, τὰ δὲ τοῦ ἑτέρου προσώπου ἀναπαιστικά. εἰσὶ δὲ τὰ τῆς πρώτης ταύτης στροφῆς κῶλα χοριαμβικὰ ὅμοια τοῖς προρρηθεῖσιν ιαʹ.
τύχας] τοῦτο περισσὸν πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς.
925
ἐξαμυρόσαι] καὶ τοῦτο περισσὸν πρὸς τὸ κῶλον τῆς ἀντιστροφῆς.
+ τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι δίμετρα καὶ μονόμετρα ιαʹ.
+ τὰ τοῦ χοροῦ ταῦτα κῶλα χοριαμβικά ἐστιν ιαʹ ὅμοια καὶ ἰσόμετρα τοῖς ἄνω. ἔστι δὲ ἀντιστροφὴ τῆς ἄνω στροφῆς.
+ τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι δίμετρα ἀκατάληκτα καὶ καταληκτικὰ ζʹ.
+ στροφὴ ἑτέρα. τὰ δὲ κῶλά εἰσι χοριαμβικὰ ὅμοια τοῖς ῥηθεῖσιν ιβʹ.
+ τὰ κῶλα ταῦτα ἀναπαιστικά εἰσι δίμετρα καὶ μονόμετρα ηʹ.
+ ἀντιστροφὴ τῆς ἄνω στροφῆς. τὰ δὲ κῶλά ἐστι χοριαμβικὰ ὅμοια ιβʹ.
+ τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι δίμετρα καὶ μονόμετρα ηʹ.
+ στροφὴ ἑτέρα. τὰ δὲ κῶλά εἰσι χοριαμβικὰ ὅμοια τοῖς ῥηθεῖσιν ζʹ.
+ τὰ κῶλα ταῦτα ἀναπαιστικά ἐστι καὶ δίμετρα καὶ μονόμετρα ιαʹ.
+ ἑτέρα στροφή. τὰ δὲ κῶλά ἐστι χοριαμβικὰ ὅμοια τοῖς ῥηθεῖσιν ηʹ.
+ ἑτέρα περίοδος ἐν ἐκθέσει τοῦ δράματος. οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ιηʹ.
+ ἑτέρα στροφὴ ἐν ἐκθέσει τελευταίαι τοῦ δράματος. τὰ δὲ κῶλα χοριαμβικά ἐστιν ὅμοια τοῖς ῥηθεῖσιν δεκαέξ.