Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Scholia: Scholia on Aeschylus’ Eumenides

Library › Greek: Grammar & Reference › Scholia on Aeschylus' Eumenides

These are scholia on Aeschylus' Eumenides, the final play of the Oresteia trilogy produced in 458 BC. They open with the play's hypothesis: Orestes, pursued by the Furies at Delphi, goes to Athens on Apollo's advice, wins his case with Athena's help and returns to Argos. The collection combines old scholia, derived from ancient commentary, with later Triclinian metrical notes explaining the structure of the play's lyric sections.

The Eumenides was not part of the Byzantine school selection, so its scholia are relatively scarce and valuable. They preserve ancient explanations of the play and its story of the trial of Orestes, and they are useful for understanding a central drama of Athenian law and religion.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions. Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Scholia on Aeschylus' Eumenides
Scholia · every word parsed
Arg
Ὑπόθεσις τοῦ προκειμένου δράματος. Ὀρέστης ἐν Δελφοῖς περιεχόμενος ὑπὸ τῶν Ἐρινύων βουλῇ Ἀπόλλωνος παραγίνεται εἰς Ἀθήνας εἰς τὸ ἱερὸν τῆς Ἀθηνᾶς· ἧς βουλῇ νικήσας κατῆλθεν εἰς Ἄργος. τὰς δὲ Ἐρινύας πραείας γινομένας κατʼ εὐφημισμὸν προσηγόρευσεν Εὐμενίδας. παρʼ οὐδετέρῳ κεῖται ἡ μυθοποιΐα. τὰ τοῦ δράματος πρόσωπα· προφῆτις τῆς Πυθίας· Ἀπόλλων· Ὀρέστης· Κλυταιμήστρας εἴδωλον· χορὸς Εὐμενίδων· Ἀθηνᾶ· προπομποί.
Inscr
Αἰσχύλου Εὐμενίδες.
1a
ἡμέτερον: ἡ εἴσθεσις τοῦ παρόντος δράματος ἐκ συστηματικῶν ἐστι περιόδων, οἱ δὲ στίχοι εἰσὶν ἰαμβικοὶ τρίμετροι ἀκατάληκτοι ρλγʹ, ὧν τελευταῖος (Eum. 139): ἕπου, μάραινε δευτέροις διώγμασι”. μετὰ δὲ τὸν ριϛʹ, τὸν ριηʹ, τὸν ρκʹ, τὸν ρκβʹ κώλου τμήματα δʹ, ἃ μονόμετρά ἐστι βραχυκατάληκτα. μετὰ δὲ τὸν ρκδʹ ἕτερα βʹ κῶλα, ὧν τὸ ἓν δίμετρον βραχυκατάληκτον, τὸ δὲ ἕτερον ἑφθημιμερὲς ἐκ τριβραχέων. εἰ δὲ καὶ τροχαϊκὰ τὰ κῶλα ταῦτα εἴποις, οὐκ ἂν ἁμάρτοις. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. *[crux: ἡ]*
1b
τὸ προοίμιον διηγηματικόν. σχόλια παλαιά.
1c
{Καὶ νῦν τυχεῖν με:} φαίνεται ἐπὶ τῆς σκηνῆς εἶναι τὸ μαντεῖον· ἡ δὲ προφῆτις πρόεισιν ἐπίκλησιν, ὡς ἔθος, τῶν θεῶν ποιησομένη. ἀπροόπτως δὲ ἰδοῦσα τὰς Ἐρινύας κύκλῳ τοῦ Ὀρέστου καθευδούσας, πάντα μηνύει τοῖς θεαταῖς, οὐχ ὡς διηγουμένη τὰ ὑπὸ τὴν σκηνήν—τοῦτο γὰρ νεωτερικὸν καὶ Εὐριπίδειον—, ὑπὸ δὲ τῆς ἐκπλήξεως τὰ θορυβήσαντα αὐτὴν καταμηνύουσα φιλοτέχνως. τὰ δὲ πρῶτα ἐξ εὐχῆς καὶ ἐπικλήσεως θεῶν ἤρξατο, ἵνα ἀπὸ τῶν εὐφημοτέρων ἄρξηται ἡ προφῆτις.
Ἣ δὴ τὸ μητρός: ἢ τῆς κοινῆς μητρὸς πάντων Γῆς, ἢ τῆς Θέμιδος· ἥτις ὀπτήριον θεασαμένη τὸν τῆς ἀδελφῆς αὐτῆς Λητοῦς παῖδα δέδωκε συγγενικὴν δόσιν. ἀπόδειξις δὲ αὕτη τῆς δωρεᾶς οὐκ ἀχάριστος.
Κελευθοποιοὶ παῖδες: Θησεὺς τὴν ὁδὸν ἐκάθηρε τῶν λῃστῶν· καὶ ὅταν πέμπωσιν εἰς Δελφοὺς θεωρίαν, προέρχονται ἔχοντες πελέκεις ὡς διημερώσοντες τὴν γῆν.
15
(τιμαλφεῖ🙂 τιμᾷ.
Ἔνθα Κωρυκὶς πέτρα: πέτραν φησὶ κοίλην τὸν Παρνασσόν· διὰ τὸ εἶναι δὲ κοῖλον τὸ ὄρος λέγεται ἐκεῖ ἀναστρέφεσθαι τοὺς δαίμονας, καὶ διὰ τὸ ἄοικον εἶναι.
(Βρόμιος🙂 ὁ Διόνυσος.
26a
Λαγὼ δίκην: οἱ λαγοὶ δειλοί εἰσιν· φησὶν οὖν αὐτὸν λαγωοῦ δίκην ὑποπτήξαντα μὴ ἀντιστῆναι τοῖς πολεμοῦσιν αὐτόν.
26b
(Πενθεῖ🙂 τῷ.
{Ἡφαίστου χθόνα:} 〈Ποσειδῶνος κράτος:〉 τὴν Πυθὼ τὴν πρώην Ποσειδῶνος, ὑπὲρ ἧς Καλαύρειαν ἐδέξατο. Καλλίμαχος (fg. 221 Schneider)· “μέσφα Καλαυρείης ἦλθεν ἐς ἀντίδοσιν”.
{Τούτους ἐν εὐχαῖς:} τοῦτό φησιν, ἐπειδὴ δραματική ἐστιν ἡ ποίησις· εἰ δὲ ἦν διηγηματική, εἶπεν ἂν ὁ ποιητής· ταῦτα εἰποῦσα εἰς θρόνον ἐκαθέζετο.
Ἦ δεινὰ λέξαι: τὰ δεινά, φησίν, ἐξέπεμψέ με τοῦ μαντείου· ἰδοῦσα γὰρ Ὀρέστην ἐπὶ τοῦ βωμοῦ καὶ τὰς Ἐρινῦς κοιμωμένας, ἔξειμι τεταραγμένη.
ὡραῖον.
40
Ἐμφαντικῶς παρίστησι τὸν νεωστὶ ηὐθεντηκότα, οἱονεὶ τὸν φονεύσαντα· αὐθέντης γὰρ λέγεται ὁ φονευτής.
(προστρόπαιον🙂 ἱκετεύοντα.
σημείωσαι.
45a
{Θαυμαστὸς λόχος:} 〈Ἀργῆτι μαλλῷ:〉 εἰώθασιν οἱ ποιηταί, ὅταν τι ἀσαφὲς εἴπωσιν, ἐπεκδιδάσκειν αὐτὸ ἀπὸ τοῦ Ὁμήρου καὶ σαφὲς ποιεῖν.
45b
(ἀργῆτι🙂 λευκῷ.
(εὕδει🙂 καθεύδει.
Πρὸς τὸ φοβερὸν τῆς ὄψεως φησὶ τὸ “Γοργείοισι”· καὶ γὰρ τὰς Γοργόνας λέγουσι δείματα φέρειν τοῖς ἀνθρώποις. τὸ δὲ ὅλον εἶδον, φησίν, αὐτὰς ἐν γραφῇ πτερωτάς, ἀλλʼ οὐχ ἁρπακτικάς.
52a
Βδελύκτροποι: ἃς ἰδών τις, φησί, βδελύξαιτο καὶ ἐκτραπείη μισήσας αὐτὰς ὡς δυσειδεῖς· ἀπὸ γὰρ τῶν ὀμμάτων αὐτῶν λείβουσιν αἱματηρὸν σταλαγμόν.
52b
σημείωσαι.
57a
Οὐδέποτε, φησί, τοιοῦτον γένος εἶδον μηδὲ ἴδοιμι.
57b
(φῦλον🙂 γένος.
57c
(ὄπωπα🙂 εἶδον.
(ἀνατεί🙂 ἄνευ ἄτης.
60
Τἀντεῦθεν ἤδη: ὥστε, φησίν, εἰ θεραπείας χρεία, αὐτῷ μελέσθω τῷ Ἀπόλλωνι· καὶ γὰρ εἰ θεραπείας χρεία, αὐτός ἐστιν ἰατρός· εἰ δὲ μαντείας, πάλιν αὐτός ἐστι τερατοσκόπος.
Post vers. paragraphus.
Ἐπιφανεὶς Ἀπόλλων συμβουλεύει Ὀρέστῃ καταλιπεῖν μὲν τὸ μαντεῖον, φυγεῖν δὲ εἰς Ἀθήνας. καὶ δευτέρα δὲ γίνεται φαντασία· στραφέντα γὰρ μηχανήματα ἔνδηλα ποιεῖ τὰ κατὰ τὸ μαντεῖον ὡς ἔχει ἐν αὐτῷ. ταῦτα δὲ ὁ Ἀπόλλων φησίν· ἡ γὰρ ἱέρεια ἀπέστη αὐτοῦ.
Καὶ παλαιὰς λέγει τὰς θεὰς καὶ κόρας· κόρας μέν, ὅτι ἄγαμοι καὶ παρθένοι εἰσί, παλαιὰς δὲ διὰ τὸ γῆρας. τὸ ἀλλόκοτον δὲ τῆς φύσεως διὰ τῶν ἐναντίων τραγικώτερον διασύρει.
75
(ἐλῶσι🙂 ἐλάσουσιν.
(βουκολούμενος🙂 περιέπων, ἐνεργῶν.
80
(ἄγκαθεν🙂 ἐν ταῖς ἀγκάλαις.
Post vers. paragraphus.
85
(μὴ ἀδικεῖν🙂 συνίζησις.
(μὴ ἀμελεῖν🙂 συνίζησις.
87a
Τὸ σὸν σθένος, φησίν, ἀσφαλές ἐστιν εἰς τὸ εὖ ποιεῖν.
87b
Post vers. paragraphus.
91a
Supra vers. ὅδιος γὰρ ὁ θεός.
91b
(ποιμαίνων🙂 φυλάσσων.
(σέβει τοι🙂 τοῦτο διὰ μέσου.
Post vers. paragraphus.
95
Ἐμὲ μέν, φησίν, ἀτιμάζετε, διότι ἐφόνευσα τὸν Ἀγαμέμνονα· καὶ οἱ ἐμὲ φονεύσαντες οὐκ ἀτιμάζονται· ὡς Ὀρέστης οὗτος ὁ ἐμὸς υἱός.
(ἀλῶμαι🙂 πλανῶμαι.
Ἔχω μεγίστην αἰτίαν: σφαγεῖσα, φησίν, αἰτιῶμαι παρʼ ἐκείνων, ὡς ὑπὸ τοῦ Ὀρέστου τοῦ ἡμετέρου υἱοῦ ἀνῃρέθην.
(μηνίεται🙂 ὀργίζεται.
Εὕδουσα γὰρ φρήν: ἐν τῷ καθεύδειν, φησίν, ὁ νοῦς ἀκριβέστερον ὁρᾷ μὴ πλανώμενος τῇ θέᾳ τῆς ἡμέρας· καὶ γὰρ τῆς νυκτὸς αἱ ἔννοιαι ἄρισται.
Χοάς τʼ ἀοίνους: οἶνος γὰρ οὐ σπένδεται Ἐρινύσιν. ἔθυον δὲ αὐταῖς κατὰ τὴν νύκτα, ἐν ᾗ οὐδεὶς τῶν θεῶν ἐκοινώνει τῆς θυσίας αὐταῖς. ἐν γὰρ τῷ μέσῳ τῆς νυκτὸς μόναις Ἐρινύσιν ἀπάρχονται θύειν.
110
(λὰξ ὁρῶ πατούμενα🙂 ἤγουν ἀνατετραμμένα.
(ἐξαλύξας🙂 ἐκφυγών.
(ἀρκυσμάτων🙂 δικτύων.
113a
Ἐγκατιλλώψας: χλευάσας, ἐγγελάσας. διὰ δὲ τούτων ἐρεθίζει αὐτάς.
113b
(ἐγκατιλλώψας🙂 χλευάσας.
Post vers. paragraphus.
118a
ἡμέτερον: ἀπὸ τοῦ μυγμοῦ τὸ μύζειν παρήγαγεν. ἔοικε δὲ εἶναι ὁ μυγμὸς καὶ μωγμὸς ἀπήχημά τι τῶν ὑπνούντων. *[crux: ἀπὸ]*
118b
Ὁ μὲν Ὀρέστης φυγῇ οἴχεται Ἀθήναζε πυθόμενος· αἱ δὲ Ἐρινύες μόναι καθεύδουσιν ὑπὸ πόνου ἴσως καὶ Ἀπόλλωνος, τοῦ τραγῳδοποιοῦ τοῦτο ἐπιτηδεύσαντος, ἵνα διὰ τούτου ἐμφανὲς γένηται τὸ ἄγριον αὐτῶν καὶ χαλεπόν.
Ὤζεις: ὥσπερ παρὰ τὸ αἴ αἰάζειν γίνεται, οὕτω καὶ παρὰ τὸ ὤ ὤζειν. τί δέ, φησί, τὸ σὸν ἔργον ἀνύει;
Κύριοι συνωμόται: συνωμοσίαν, φησί, ποιήσαντες κατεκοίμισαν ὑμᾶς.
131a
Ὀνειροπολοῦσαι διώκειν Ὀρέστην ἐοίκασιν.
131b
(κλαγγαίνεις🙂 βοᾷς.
135
Supra vers. οὕτως ἄλγησον ὡς μαστιζόμενος.
Ἐπουρίσασα: ἐφορμήσασα τῷ Ὀρέστῃ. τὸ δὲ “ἀτμῷ κατισχναίνουσα” ἀντὶ τοῦ πυρετῷ αὐτὸν ἀναλίσκουσα, ὡς δοκεῖν ἀτμοὺς ἀνιέναι ἀπὸ τῆς γαστρὸς αὐτοῦ.
Post vers. coronis.
140a
ἡμέτερον: ἔγειρʼ ἔγειρε: καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται. ἔχει γὰρ ἐν ἀρχῇ σύστημα ἐπιφθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων γʹ. ἑξῆς δὲ κατὰ σχέσιν στροφὰς καὶ ἀντιστροφὰς γʹ, ὧν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τῆς δευτέρας ὁμοίως ζʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τῆς δὲ τρίτης εʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. εἰσὶ δὲ ἐν τούτοις καὶ ἰαμβικοὶ τρίμετροι πολλοί. ἐπὶ ταῖς ἀποθέσεσι τῶν στροφῶν καὶ ἀντιστροφῶν παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. *[crux: ἔγειρʼ]*
140b
Ante vers. σύστημα ἐπιφθεγματικόν.
Post vers. (des. ματᾷ) paragraphus.
Ante vers. στροφὴ κώλων ζʹ.
ἴαμβος.
145
Ἐπάθομεν πάθος: κομματικῶς ἕκαστον ἰδίως προενεκτέον. αἱ γὰρ διακοπαὶ πρόσφοροι τοῖς πάθεσι τούτοις.
ἴαμβος.
Post vers. (des. ὤλεσα) paragraphus.
Ante vers. ἀντιστροφὴ κώλων ζʹ.
150a
ἴαμβος.
150b
(καθιππάσω🙂 ἀντὶ τοῦ κατεπολέμησας.
153a
ἴαμβος.
153b
Συλληπτικῶς χρὴ λέγεσθαι τὸν μητραλοίαν.
Post vers. paragraphus.
155a
Ante vers. στροφὴ ἑτέρα κώλων ζʹ.
155b
ἴαμβος.
Οὕτως ἔτυψέ με, φησίν, ὥσπερ ἡνίοχος τύπτει τοὺς πώλους τῷ κέντρῳ.
(λοβόν🙂 τὸ ἄκρον τοῦ ἥπατος.
161a
Supra vers. οὐ τὸ τυχὸν βαρύ, ἀλλὰ περισσόν.
161b
Post vers. paragraphus.
162a
Ante vers. ἀντιστροφὴ κώλων ζʹ.
162b
Supra vers. ἴαμβος.
(δίκας πλέον🙂 ἤγουν ὑπὲρ τὸ δίκαιον.
Τὸν θρόνον, φησίν, οὗ ὁ Ὀρέστης καθῆστο, πάρεστιν ὁρᾶν φονολιβῆ ἀπὸ ποδῶν ἕως κεφαλῆς. τὸ δὲ “γᾶς ὀμφαλόν” ἀντὶ τοῦ τὸν ἐν Πυθοῖ. διὰ τούτων δὲ ἀποσκευάζειν δοκοῦσι τῆς ἐπικουρίας τῶν θεῶν τὸν Ὀρέστην, ὥστε τὸν ὀμφαλὸν ἔχειν αἵματα ἄγος ἐπαίροντα.
Post vers. paragraphus.
169a
Ante vers. στροφὴ ἑτέρα κώλων εʹ.
169b
Supra vers. ἴαμβος.
169c
(μάντι🙂 ὦ.
170
Supra vers. αὐτὸς ἑαυτὸν καλέσας ἐπὶ τῷ μιᾶναι τὸν ναόν.
171a
(παρὰ νόμων🙂 ἔξω τῶν.
171b
(τίων🙂 τιμῶν.
172a
Supra vers. ἡμᾶς δηλονότι, ὅσον τὸ ἐπὶ σοὶ ἀναιρήσας καὶ φονεύσας.
172b
Post vers. paragraphus.
174a
Ante vers. ἀντιστροφὴ κώλων εʹ.
174b
Supra vers. ἴαμβος.
175
(ὑπαί🙂 ὑπό.
176a
Ἐναγής, φησίν, ὢν ἐν τῷ κάρᾳ αὐτοῦ ἕτερον μιάστορα λήψεται, καὶ οἱ ἐξ αὐτοῦ δίκας ἡμῖν δώσουσιν.
176b
(ποτιτρόπαιος🙂 προστρόπαιος, ἱκέτης.
Post vers. coronis.
ἡμέτερον: ἔξω κελεύω: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ξεʹ, ὧν τελευταῖος (Eum. 243)· “αὐτοῦ φυλάσσων ἀναμένω τέλος δίκης”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. *[crux: ἔξω]*
180
Supra vers. τὸ μὲν πρῶτον πρὸς πάσας ὁ λόγος, ἑξῆς δὲ πρὸς μίαν ἑκάστην ἀποδίδοται.
181a
(πτηνὸν🙂 ταχύν.
181b
Ἀργηστὴν ὄφιν: τραγικώτερον ὄφιν εἶπε τὸ βέλος διὰ τὸν ἰόν, πτηνὸν δὲ διὰ τὸ ἐπτερῶσθαι.
181c
(ἀργηστὴν🙂 λευκόν.
181d
(ὄφιν🙂 βέλος.
Μέλανα ἀφρὸν εἶπε τὸ αἷμα, οὐ δήπου τὸ ἔμφυτον αὐτῶν—ἀναίμονες γάρ εἰσιν οἱ θεοί—, ἀλλὰ τὸ ἀπʼ ἀνθρώπων ἠθροισμένον· ἀφρὸν δὲ τὴν πῆξιν τοῦ αἵματος.
Χλοῦνιν λέγει τὴν ἀκμαίαν ἀποκοπὴν παρὰ τὴν χλόην· ἢ ἐπεὶ χλούνης ὁ σῦς, οἱ κάπροι δὲ εὐθὺς εὐνουχίζονται.
Τὸ “ἑορτῆς” εἰρωνικὸν ἀντὶ τοῦ διατριβήν.
Πᾶς δʼ ὑφηγεῖται τρόπος: ἀντὶ τοῦ διὰ τῆς μορφῆς ὑμῶν ἡ κακία τῶν τρόπων ὑμῶν δείκνυται.
Post vers. paragraphus.
199-200
Οὐκ ἐπικοινωνῶν τῇ αἰτίᾳ, ἀλλὰ τοῦ παντὸς σὺ αἴτιος.
200
Post vers. paragraphus.
205a
(προστραπέσθαι🙂 προσελθεῖν.
205b
(ἐπέστελλον🙂 ἐκέλευσα αὐτόν.
Τοῦτο κατὰ ἀκκισμὸν εἴρηται, ὅ φασιν ἰδίωμα, τὰς διωκτρίας προπομποὺς εἰποῦσαι. ἀκκίζειν γάρ φασι τὸ τὰς γυναῖκας ἰδιωματεύεσθαι καὶ σεμνολογεῖν.
(μολεῖν🙂 ὑμᾶς.
Τί προστέταχθε ποιεῖν περὶ ἀνδροφόνου γυναικὸς ἄνδρα φονευσάσης;
212a
Ὁ τοῦ Ἀγαμέμνονος φόνος, φησίν, οὐκ ἔστιν αὐθέντης, ὅ ἐστι μιαρός.
212b
(αὐθέντης🙂 μιαρός.
ὡραῖον.
(ἡσυχαιτέραν🙂 δολιωτέραν.
Post vers. paragraphus.
(τίθει🙂 ποίει.
(λέγῃ🙂 ὀνομάζῃ.
ὡραῖον.
Post vers. paragraphus.
Post vers. coronis.
244a
ἡμέτερον: εἶεν· τόδʼ ἐστὶ τἀνδρός: καὶ τὰ παρόντα εἴδη τοῦ χοροῦ τοιαῦτά ἐστιν, οἷα πολλάκις εἴρηται· ἔχει γὰρ ἐν ἀρχῇ σύστημα ἐπιφθεγματικὸν στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιʹ· ἑξῆς δὲ στροφὴν μονόστροφον κώλων κβʹ· ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος· ἐν οἷς εἰσι καὶ ἰαμβικοὶ τρίμετροι. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. *[crux: εἶεν]*
244b
Ante vers. σύστημα ἐπιφθεγματικὸν στίχων ιʹ.
253a
(προσγελᾷ🙂 θέλγει, προσέρχεται.
253b
Post vers. paragraphus.
255
Ante vers. στροφὴ κώλων κβʹ.
ἴαμβος.
ἴαμβος.
Post vers. (des. οἴχεται) paragraphus.
ἴαμβος.
ἴαμβος.
(τίνῃς🙂 ἵνα.
269a
ἴαμβος.
269b
(ἄλλον🙂 εἰς.
272-273
ἴαμβοι βʹ.
(ἔχονθʼ ἕκαστον🙂 ἰωνικόν.
ὡραῖον.
275
ἴαμβος. Post vers. (des. τῇ φρενί) coronis.
ἡμέτερον: ἐγὼ διδαχθείς: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων λαʹ, ὧν τελευταῖος (Eum. 306)· “ὕμνων ἀκούσῃ τῶνδε δεσμίων σέθεν”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. *[crux: ἐγὼ]*
γνωμικόν.
(ὀρθὸν ἢ κατηρεφῆ🙂 καταβάλλει γὰρ ἢ ὀρθοῖ.
Post vers. paragraphus.
300
(μὴ οὐ🙂 συνίζησις.
Post vers. coronis.
307a
ἀναπαιστικὰ κῶλα ιεʹ, δίμετρα καὶ μονόμετρα. ἐπὶ τῷ τέλει κορωνίς.
307b
Ante vers. στροφὴ καὶ ᾠδὴ κώλων ιεʹ.
320
Post vers. coronis.
321a
ἡμέτερον: μᾶτερ ἅ μʼ ἔτικτες: τὰ παρόντα εἴδη κατὰ σχέσιν ἐστὶ καὶ ἐξ ὁμοίων, ὡς εἴρηται. εἰσὶ δὲ τῆς μὲν στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνίς. *[crux: μᾶτερ]*
321b
Ante vers. στροφὴ κώλων ιαʹ.
(Inter versus des. δεδορκόσιν et inc. τόνδε·) λείπει βʹ.
(ματρώιον·) συνίζησις.
329-330
ὅρα.
Post vers. paragraphus.
Ante vers. ἀντιστροφὴ κώλων ιγʹ.
περισσὰ βʹ.
341-342
ὅρα ὅμοια.
345
Post vers. coronis.
346a
ἡμέτερον: γιγνομέναισιν: τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται μεσῳδικά, ὡς εἴρηται· οὐκ εἰσὶ δὲ διόλου τοιαῦτα, ἀλλʼ ἐν τῇ πρώτῃ μόνον στροφῇ ἔστι καὶ μεσῳδός, αἱ δὲ λοιπαὶ δύο ταῖς ἀντιστροφαῖς εἰσὶ συνημμέναι. εἰσὶ γοῦν τῆς μὲν πρώτης στροφῆς τὰ κῶλα εʹ, τῆς μεσῳδοῦ ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς αὖθις εʹ. τῆς δευτέρας στροφῆς κῶλα ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. καὶ τῆς τρίτης ὁμοίως ηʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. καὶ τῆς τρίτης ὁμοίως ηʹ, παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν, τῶν δὲ λοιπῶν στροφῶν καὶ ἀντιστροφῶν παράγραφος. ἐπὶ δὲ τῷ τέλει κορωνὶς ἐξιόντος τοῦ χοροῦ. *[crux: γιγνομέναισιν:]*
346b
Ante vers. στροφὴ κώλων εʹ.
Ante vers. (συνδάτωρ μετάκοινος) diple, post vers. para‐ graphus et diple.
Ante vers. μεσῳδὸς κώλων ηʹ.
Post vers. paragraphus.
360
Ante vers. ἀντιστροφὴ κώλων εʹ.
(θεῶν δʼ🙂 συνίζησις.
Post vers. (des. ἐλθεῖν) paragraphus.
365a
Ante vers. στροφὴ ἑτέρα κώλων ηʹ.
365b
οὐκ ὀρθά.
366-371
ὀρθά.
Post vers. (des. ποδός) paragraphus.
Ante vers. ἀντιστροφὴ κώλων ηʹ.
372-375
οὐκ ὀρθά.
376-380
ὀρθά.
380
Post vers. paragraphus.
Ante vers. στροφὴ ἑτέρα κώλων ηʹ.
387-8
(καὶ δερκομένοισι καὶ δυσομμάτοις ὁμῶς🙂 ἴαμβος. Post vers. paragraphus.
Ante vers. ἀντιστροφὴ κώλων ηʹ.
(τάξιν γ’—κνέφας🙂 ἴαμβος. Post vers. coronis.
ἡμέτερον: πρόσωθεν ἐξήκουσα: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ϟγʹ, ὧν τελευταῖος (Eum. 488)· “ἥξω διαιρεῖν τοῦτο πρᾶγμʼ ἐτητύμως”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. *[crux: πρόσωθεν]*
Post vers. paragraphus.
Post vers. paragraphus.
(νιν🙂 αὐτόν.
Post vers. paragraphus.
(τὰ βέλτατα🙂 τὰ μέγιστα.
Post vers. coronis.
490a
ἡμέτερον: νῦν καταστροφαί: τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται προῳδικά, ὡς εἴρηται. ἔχει δὲ τὰ παρόντα προῳδὸν καὶ στροφὰς τρεῖς καὶ ἀντιστροφὰς τοσαύτας. εἰσὶ δὲ τῆς μὲν προῳδοῦ τὰ κῶλα ηʹ, τῆς πρώτης στροφῆς ιβʹ, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα· ἧστινος δὴ στροφῆς μετὰ τὸ τέλος κῶλά ἐστι δύο, ἃ καλεῖται ἐφύμνιον ἢ μεσύμνιον, ὥς φασιν. τῆς δευτέρας στροφῆς τὰ κῶλα ιαʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τῆς δὴ τρίτης ηʹ καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. ἐπὶ ταῖς ἀποθέσεσιν ἑκάστης στροφῆς καὶ ἀντιστροφῆς παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. *[crux: νῦν]*
490b
Ante vers. προῳδὸς κώλων ηʹ.
Post vers. paragraphus.
Ante vers. στροφὴ κώλων ιβʹ.
502-505
οὐκ ὀρθά.
510
Post vers. (des. θροούμενος) paragraphus.
τὰ δύο ταῦτα κῶλα καλεῖται ἐφύμνιον ἢ μεσύμνιον.
512-514
ὀρθά.
Ante vers. ἀντιστροφὴ κώλων ιβʹ.
(νεοπαθὴς🙂 ἀντὶ μιᾶς.
515-518
οὐκ ὀρθά.
519-524
ὀρθά.
Post vers. paragraphus.
525
Ante vers. στροφὴ ἑτέρα κώλων ιαʹ.
(ὤπασεν🙂 ἀντὶ μιᾶς.
(δυσσεβίας🙂 ἰωνικόν.
Post vers. paragraphus.
Ante vers. ἀντιστροφὴ κώλων ιαʹ.
539a
(αἴδεσαι🙂 αἰδέσθητι.
539b
(νιν🙂 αὐτόν.
Post vers. paragraphus.
550
Ante vers. στροφὴ ἑτέρα κώλων ηʹ.
ἴαμβος.
Post vers. paragraphus.
Ante vers. ἀντιστροφὴ κώλων ηʹ.
560
(θερμῷ🙂 ἤγουν θερμουργῷ.
ἴαμβος.
565
(ἄιστος🙂 συνίζησις. Post vers. coronis.
ἡμέτερον: κήρυσσε κῆρυξ: αἱ συστηματικαὶ αὗται περίοδοι στίχων εἰσὶν ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ρμθʹ, ὧν τελευταῖος (Eum. 777)· “σωτήριόν τε καὶ δορὸς νικηφόρον”. ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς. *[crux: κήρυσσε]*
Post vers. paragraphus.
575
Post vers. paragraphus.
ὡραῖον.
Post vers. paragraphus.
σημείωσαι.
Post vers. paragraphus.
685-686
σημείωσαι.
(μὴ ἀδικεῖν🙂 συνίζησις.
ὡραῖον.
ὡραῖον.
710
Post. vers. paragraphus.
725
ὡραῖον.
Post vers. paragraphus.
Post vers. paragraphus.
(μὴ ἀδικεῖν🙂 συνίζησις.
Post vers. paragraphus.
Post vers. paragraphus.
Post vers. coronis.
808a
ἡμέτερα: ἰὼ θεοί: τὰ τοιαῦτα εἴδη καλεῖται ἑτερόστροφα, ὡς εἴρηται. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιϛʹ, ὧν οἱ πρῶτοι γʹ ἰαμβικοὶ τρίμετροι στίχοι, τὰ δὲ λοιπὰ κῶλα διαφόρων μέτρων. ἐπὶ τῷ τέλει παράγραφος. *[crux: ἰὼ]*
808b
Ante vers. στροφὴ κώλων ιϛʹ.
Post vers. paragraphus.
824a
οὐκ ἔστʼ ἄτιμοι: σύστημα κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιγʹ. ἐπὶ τῷ τέλει παράγραφος.
824b
Ante vers. σύστημα στίχων ιγʹ.
Post vers. paragraphus.
837a
ἡμέτερα: ἐμὲ παθεῖν τάδε: στροφὴ ἑτέρα κώλων ιαʹ, ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν. *[crux: ἐμὲ]*
837b
Ante vers. στροφὴ ἑτέρα κώλων ιαʹ.
Ante vers. (παρʼ οὐδὲν ἦραν δόλῳ) diple, post vers diple et paragraphus.
848a
ὀργὰς ξυνοίσω σοι: σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων κβʹ. ἐπὶ τῷ τέλει παράγραφος.
848b
Ante vers. σύστημα ἕτερον στίχων κβʹ.
σημείωσαι.
ὡραῖον.
Post vers. paragraphus.
870a
ἡμέτερα: ἐμὲ παθεῖν τάδε: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, τὰ αὐτὰ γὰρ ἔχει κῶλα καὶ τοσαῦτα. ἐπὶ τῷ τέλει δύο διπλαῖ συνήθως. *[crux: ἐμὲ]*
870b
Ante vers. ἀντιστροφὴ κώλων ιαʹ.
880
Ante vers. (παρʼ οὐδὲν ἦραν δόλῳ) diple, post vers. diple.
881a
οὔτοι καμοῦμαι· σύστημα ἕτερον κατὰ περικοπὴν ἀνομοιομερὲς στίχων ἰαμβικῶν τριμέτρων ιαʹ· ἐπὶ τῷ τέλει παράγραφος. καὶ οἱ ἑξῆς στίχοι ὅμοιοι εἰσὶν ἰαμβικοὶ τρίμετροι κδʹ· ἐπὶ ταῖς ἀποθέσεσι παράγραφος, ἐπὶ δὲ τῷ τέλει κορωνίς.
881b
Ante vers. σύστημα στίχων ιαʹ.
Post vers. paragraphus.
910
Post vers. paragraphus
915
Post vers. paragraphus.
916a
ἡμέτερα: δέξομαι Παλλάδος: τὰ τοιαῦτα εἴδη καλεῖται, ὡς εἴρηται, ἀλλοιόστροφα. εἰσὶ δὲ τῆς παρούσης στροφῆς τὰ κῶλα ιαʹ, τὰ πλείω τροχαϊκά, εἰ βούλει. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ διὰ τὴν ἀνταπόδοσιν. *[crux: δέξομαι]*
916b
Ante vers. στροφὴ κώλων ιαʹ.
(ἐξαμυρόσαι🙂 ἀντὶ μιᾶς.
925
Ante vers. diple, post vers. paragraphus et diple.
927a
ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος.
927b
Ante vers. σύστημα κώλων ιαʹ.
Post vers. paragraphus.
938a
δενδροπήμων: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ “δέξομαι”· κώλων γάρ ἐστι καὶ αὕτη ιαʹ. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
938b
Ante vers. ἀντιστροφὴ κώλων ιαʹ.
Post vers. paragraphus.
949a
ἀναπαιστικὰ κῶλα ζʹ, εἶτα παράγραφος.
949b
Ante vers. σύστημα ἕτερον κώλων ζʹ.
955
Post vers. paragraphus.
956a
ἡμέτερα: ἀνδροκμήτας: στροφὴ ἑτέρα κώλων χοριαμβικῶν ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως διὰ τὴν ἀνταπόδοσιν. *[crux: ἀνδροκμήτας:]*
956b
Ante vers. στροφὴ ἑτέρα κώλων ιβʹ.
(νεανίδων τʼ🙂 ἀντὶ μιᾶς.
Ante vers. diple, post vers. paragraphus et diple.
968a
ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος.
968b
Ante vers. σύστημα ἕτερον κώλων ηʹ.
975
Post vers. paragraphus.
976a
τάνδʼ ἄπληστον: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ “ἀνδροκμήτας”· κώλων γάρ ἐστι καὶ αὕτη ιβʹ. ἐπὶ τῷ τέλει παράγραφος μόνη.
976b
Ante vers. ἀντιστροφὴ κώλων ιβʹ.
Post vers. paragraphus.
988a
ἀναπαιστικὰ κῶλα ηʹ, εἶτα παράγραφος.
988b
Ante vers. σύστημα ἕτερον κώλων ηʹ.
995
Post vers. paragraphus.
996a
ἡμέτερα: χαίρετε: στροφὴ ἑτέρα κώλων ζʹ, ὧν τὰ πλείω, εἰ βούλει, τροχαϊκά. ἐπὶ τῷ τέλει παράγραφος καὶ διπλαῖ συνήθως. *[crux: χαίρετε:]*
996b
Ante vers. στροφὴ ἑτέρα κώλων ζʹ.
Ante vers. (ὄντας ἅζεται πατήρ) diple, post vers. paragra‐ phus et diple.
1003a
ἀναπαιστικὰ κῶλα ιαʹ, εἶτα παράγραφος.
1003b
Ante vers. σύστημα ἕτερον κώλων ιαʹ.
Post vers. paragraphus.
1014a
ἡμέτερα: χαίρετε: ἡ ἀντιστροφὴ αὕτη τῆς ἄνω ἐστὶ στροφῆς, ἧς ἡ ἀρχὴ ἡ αὐτή· κώλων γάρ ἐστι καὶ αὕτη ζʹ. ἐπὶ τῷ τέλει δύο διπλαῖ δηλοῦσαι, ὅτι τέλος ἔσχε τὰ ἀνταποδιδόμενα. *[crux: χαίρετε:]*
1014b
Ante vers. ἀντιστροφὴ κώλων ζʹ.
1020
Ante vers. (–ψεσθε συμφορὰς βίου) diple, post vers. diple.
1021a
αἰνῶ δὲ μύθους: σύστημα ἕτερον ἐν ἐκθέσει στίχων ἰαμβικῶν τριμέτρων ἀκαταλήκτων ιαʹ. ἐπὶ τῷ τέλει παράγραφος.
1021b
Ante vers. σύστημα ἕτερον στίχων ιαʹ.
1030
(εὔφρων🙂 εὐφραντική.
Post vers. paragraphus.
1032a
ἡμέτερον: βᾶτʼ ἐν δόμῳ: ἡ ᾠδὴ καὶ στροφὴ αὕτη ἡ ἐν ἐκθέσει τοῦ δράματος κώλων ἐστὶ χοριαμβικῶν καὶ ἀλλοίων ιϛʹ· ἃ καὶ μετρήσεις τοῖς προτέροις ἑπόμενος. ἐπὶ τῷ τέλει κορωνὶς μόνη ἡ τὸ δρᾶμα ἐπισφραγίζουσα. *[crux: βᾶτʼ]*
1032b
Ante vers. ᾠδὴ καὶ στροφὴ κώλων ιϛʹ.
Post vers. coronis.
Subscr
Αἰσχύλου Εὐμενίδες:·
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top