arg lys t
ΥΠΟΘΕΣΕΙΣ Λυσιστράτης τις Ἀθήνησι τῶν πολιτίδων καὶ τῶν Πελοποννησίων, ἔτι δὲ καὶ Βοιωτίων γυναικῶν σύλλογον ἐποιήσατο, διαλλαγὰς μηχανωμένη τοῖς Ἕλλησιν· ὀμόσαι δὲ ἀναπείσασα μὴ πρότερον τοῖς ἀνδράσι συνουσιάζειν, πρὶν ἂν πολεμοῦντες ἀλλήλοις παύσωνται, τὰς μὲν ἐξωπίους ἐμπριλὰς καταλιποῦσα ὀπίσω, αὐτὴ δὲ πρὸς τὰς κατειληφυίας τὴν ἀκρόπολιν μετὰ τῶν οἰκείων ἀπαντᾷ.
arg lys 1
συνδραμόντων δὲ πρεσβυτῶν πολιτῶν μετὰ λαμπάδων καὶ πυρὸς πρὸς τὰς πύλας, τὴν ἀναστολὴν ποιεῖται ἐξελθοῦσα, καὶ προβούλου τινὸς μετʼ ὀλίγον παραβιάσασθαι μετὰ τοξοτῶν ὁρμήσαντος, εἶτα δὲ ἀποκρουσθέντος καὶ διαπυνθανομένου τί βουλόμεναι ταῦτα δεδράκασι, τὸ μὲν πρῶτόν φασιν ὅτι ἐγκρατεῖς γενόμεναι τοῦ ἀργυρίου μὴ ἐπιτρέψουσι τοῖς ἀνδράσιν ἀπὸ τούτου πολεμεῖν, δεύτερον δὲ ὅτι πολὺ ἄμεινον ταμιεύσονται καὶ τὸν παρόντα πόλεμον τάχιστα καταπαύσουσιν. οὗτος μὲν οὖν καταπλαγεὶς τοῦ θράσους ὡς τοὺς συμπροβούλους οἴχεται, ταῦτα μὴ παύσας· οἱ δὲ γέροντες ὑπομένοντες ταῖς γυναιξὶ λοιδοροῦνται. μετὰ ταῦτα αὐτῶν τινες αὐτομολοῦσαι μάλα γελοίως διʼ ἀκρασίαν ὡς τοὺς ἄνδρας ἁλίσκονται· ἐγκαρτεροῦσι δὲ Λυσιστράτης ἱκετευούσης. Κινησίας τις τῶν πολιτῶν, ἀκρατῶς ἔχων τῆς γυναικὸς, παραγίνεται· ἡ δὲ χυτροτομοῦσα αὐτὸν ἐπαγγέλλεται μὲν, τὰ περὶ τῶν διαλλαγῶν δὲ σπουδάζει. ἀφικνοῦνται δὲ καὶ παρὰ Λακεδαιμονίων περὶ σπονδῶν κήρυκες, ἐμφανίζοντες ἅμα καὶ τὰς προτέρας γυναῖκας. συνταχθέντες δὲ σφίσιν οἱ Ἀθηναῖοι πρέσβεις αὐτοκράτορας ἀποστέλλουσιν. οἱ μὲν γέροντες εἰς ταυτὸν ταῖς γυναιξὶν ἀποκαταστάντες ἕνα χορὸν ἐκ τῆς διχορίας ἀποστέλλουσι· καὶ Λυσιστράτη τοὺς παραγενομένους πρὸς αὐτὴν ἐκ Λακεδαίμονος πρέσβεις ὀργῶντας διαλλάττεσθαι προσέλκει· καὶ ἑκατέρους ἀναμνήσασα τῆς παλαιᾶς εἰς ἀλλήλους γενομένης εὐνοίας διαλλάττει ἐν φανερῷ, καὶ ξενίσασα κοινῇ παραδίδωσι τὰς γυναῖκας ἑκάστοις ἄγεσθαι. ἐδιδάχθη ἐπὶ Καλλίου ἄρχοντος τοῦ μετὰ Κλεόκριτον ἄρξαντος. εἰσῆκται δὲ διὰ Καλλιστράτου. ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ Λυσιστράτη καλέσασα τὰς πολίτιδας, ὑπέθετο φεύγειν μηδὲ μίγνυσθʼ ἄρρεσιν, ὅπως γενομένης νῦν στάσεως ἐμφυλίου, τὸν πρὸς Λάκωνας πόλεμον αἴρωσιν λόγῳ μένωσί τʼ οἴκοι πάντες.
arg lys 2 (1t)
ὡς δὲ συνέθετο, τινὲς μὲν αὐτῶν τὴν ἀκρόπολιν διεκράτουν, τινὲς δʼ ἀπεχώρουν. αἵ τʼ ἀπὸ Σπάρτης πάλιν ταυτὸν διεβουλεύοντο. κῆρυξ ἔρχεται λέγων περὶ τούτων. τῆς δʼ ὁμονοίας γενομένης, σπονδὰς θέμενοι τὸν πόλεμον ἐξώρισαν. SCHOLIA IN LYSISTRATAM (Ἐκλήθη Λυσιστράτη παρὰ τὸ λῦσαι τὸν στρατόν.
lys ante 1
) ἀλλʼ εἴ τις Βακχεῖον: Καὶ γὰρ πολλὰς ἑορτὰς αἱ γυναῖκες ἔξω τῶν δημοτελῶν ἦγον ἰδίᾳ συνερχόμεναι.
lys 2
ἢ ʼς Πανός: Πανὶ ὠργίαζον (αἱ γυναῖκες μετὰ κραυγῆς). καὶ Μένανδρος ἐν Δυσκόλῳ «σιωπῇ φασι «τούτῳ τῷ θεῷ οὐ δεῖν προσιέναι.» ἢ ʼπὶ Κωλιάδʼ: Κωλιάδος Ἀφροδίτης ἱερόν (ἐστιν) ἐν τῇ Ἀττικῇ. ὁ δὲ τόπος καλεῖται Κωλιάς· ἔστι γὰρ ἐγκείμενος ὁμοίως ἀνθρώπου κώλῳ. καὶ οἱ ἐνοικοῦντες Κώλιοι. ἔνθα ὄστρακα κάλλιστα. καὶ ἡ Γενετυλλὶς δὲ γυναικεία θεὸς περὶ τὴν Ἀφροδίτην ἀπὸ τῆς γενέσεως τῶν παίδων ὠνομασμένη. κωμῆτις: Ἀντὶ τοῦ γείτων.
lys 5
κῶμαι δὲ τὰ ἄμφοδα. ὅθεν καὶ τὸ ἐπικωμάσαι. τοξοποιεῖν: Ἀντὶ τοῦ ἐσκυθρωπακέναι.
lys 8
ἀπὸ τοῦ παρακολουθοῦντος. τοιοῦτον γὰρ τὸ πρόσωπον τῶν ἐν μερίμνῃ ὄντων. Ὅμηρος [Il. Ο, 102] οὐδὲ μέτωπον ἐπʼ ὀφρύσι κυανέῃσιν ἰάνθη. (καὶ Σοφοκλῆς «ὡς ἂν Διὸς μέτωπον ἐκταθῇ χαρᾷ.») (εἰρημένον: Ἀντὶ τοῦ εἰρημένου.
lys 13
Ἀττικῶς.) φαύλου: Εὐτελοῦς.
lys 17
ἐκύπτασεν: Ἀντὶ τοῦ ἐστράγγευσεν. κυπτάζειν ἐστὶ τὸ περί τι πονεῖν καὶ διατρίβειν. κομψῶς δὲ τῇ ἀμφιβολίᾳ καὶ χαριέντως ἐχρήσατο, καθὰ καὶ Σώφρων «ἐνθάδε κυπτάζουσι πλεῖσται γυναῖκες.» ἀναγκαῖα.
lys 22
συγκαλεῖς: Συνήγαγες. μῶν καὶ παχύ: Ὡς πρὸς τὸ αἰδοῖον.
lys 25
οὐχ οὗτος ὁ τρόπος: Ἀντὶ τοῦ οὐ κατὰ τοῦτον τὸν τρόπον λέγω τὸ πρᾶγμα εἶναι μέγα καὶ παχὺ, καθʼ ὃν σὺ ὑπονοεῖς. ἐρριπτασμένον: Γεγυμνασμένον καὶ ηὑρημένον.
lys 27
ὥστε μεριμνῶσάν με ῥιπτάζεσθαι καὶ στρέφεσθαι. τοιοῦτοι γὰρ οἱ μεριμνῶντες. βέλτιον δὲ ἀπὸ τῶν κύβων τὴν μεταφορὰν νοεῖν (ἀνερριμμένων, ὅπως ἂν ἔλθοι. καὶ γὰρ ἐπὶ τῶν κύβων ἀναβάλλομεν, μέχρις ἂν ἔλθῃ τὸ προκείμενον βληθῆναι). ἐπʼ ὀλίγου γὰρ εἴχετο: Ἀντὶ τοῦ μικρὰν ἔχουσι τὴν ἀφορμὴν τῆς σωτηρίας.
lys 33
ἢ μηκέτʼ εἶναι μηδὲ Πελοποννησίους: Μὴ πεισθέντας ἡμῖν (μήτε τοὺς Ἀθηναίους μήτε τοὺς Πελοποννησίους). ὡς φιλόπατρις δὲ ἀπεσιώπησε τοὺς Ἀθηναίους. μηκέτʼ εἶναι νὴ Δία: Πρὸς τοὺς Λακεδαιμονίους ἀπήντησε.
lys 36
ἀλλʼ ἄφελε τὰς ἐγχέλεις: Ἐν γὰρ τῇ Κωπαΐδι λίμνῃ μέγισταί εἰσιν ἐγχέλεις, ᾤκουν τε τὴν Βοιωτίαν καὶ οἱ λεγόμενοι Ἐγχελεῖς, περὶ ὧν Ἑλλάνικος ἐν τοῖς Βοιωτιακοῖς φησίν. Ἄλλως. ἐπειδὴ ἀπὸ Κωπαΐδος λίμνης Βοιωτίας φέρονται ἐγχέλεις Ἀθήναζε. οὐκ ἐπιγλωττήσομαι: Οὐ φλυαρήσω.
lys 37
οὐ βλασφημήσω. ἀλλʼ ὑπονόησον: Ὅτι ἀπολοῦνται δηλονότι.
lys 41
ἡμεῖς: Αἱ Ἀττικαί. ἐξηνθισμέναι: Ἄνθη φοροῦσαι.
lys 43
τοῖς ἄνθεσι κεκοσμημέναι, οἷον ψιμυθίῳ καὶ φύκει καὶ τοῖς ὁμοίοις. καὶ Κιμβερίκʼ ὀρθοστάδια: Κιμβερικὰ, ἢ Κιμβερινὰ, ὡς Ταραντῖνα, εἶδος ἐνδύματος, ἀπὸ τόπου.
lys 45
ὀρθοστάδια δὲ οἱ στατοὶ χιτῶνες, οἱ δὲ συρόμενοι συρτοί. περιβαρίδας: Ὑποδήματος εἶδος αἱ περιβαρίδες, ὡς Θεόπομπος ἐν Σειρῆσιν «ὑποδοῦ λαβὼν τὰς περιβαρίδας.» χἤγχουσα: Τὸ πλῆρες καὶ ἡ ἄγχουσα.
lys 48
ἔστι δὲ εἶδος βοτάνης, ἧς ἡ ῥίζα ἐρυθρὰ, ᾗ ἐρυθραίνουσι τὰ πρόσωπα αἱ γυναῖκες. διαφανῆ: Οὐ τὰ λαμπρὰ, ἀλλὰ τὰ ἰσχνὰ, διʼ ὧν διαφαίνεται τὰ σώματα τῶν γυναικῶν. ταῦτʼ αὐτὰ γάρ τοι: Ταῦτα γάρ ἐστι τὰ ὑποδήματα καὶ τὰ ἐνδύματα, ἃ σώζειν ἡμᾶς προσδοκῶ.
lys 51
(κροκωτὸν ἄρα: Εἰ ἄρα οὕτως ἔχει, καλλωπισθήσομαι καὶ γραῦς οὖσα.) οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας: Οὐ μετὰ βραδυτῆτος ἥκειν ἔδει, ἀλλὰ πετομένας.
lys 56
ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς: Ὡς τῶν Ἀθηναίων ἀεὶ μελλόντων. καὶ τὰς γυναῖκας (γοῦν) ὄψει Ἀττικὰς ἀκριβῶς, οἷον μελλούσας ἐν τῷ πράγματι. ἀλλʼ οὐδὲ παράλων: (Τῶν ἐν παράλῳ οἰκουσῶν.
lys 58
παραλία γὰρ μοῖρα τῆς Ἀττικῆς·) διῄρητο γὰρ εἰς δʹ μερίδας τὸ παλαιὸν ἡ Ἀττική· Πανδίων γὰρ διαδεξάμενος τὴν Κέκροπος βασιλείαν, προσκτησάμενος δὲ καὶ τὴν Μεγαρίδα, ἔνειμε τὴν χώραν τοῖς παισὶν εἰς δʹ μοίρας· Αἰγεῖ μὲν τὴν παρὰ τὸ ἄστυ μέχρι Πυθίου, Πάλλαντι δὲ τὴν Παραλίαν, Λύκῳ δὲ τὴν Διακρίαν, Νίσῳ δὲ τὴν Μεγαρίδα. (οὐδʼ ἐκ Σαλαμῖνος: Ἡ Σαλαμὶς μοῖρα τῆς Μεγαρίδος.
lys 59
) ἐπὶ τῶν κελήτων: Κέλης εἶδος πλοιαρίου μικροῦ.
lys 60
καὶ ἵππος δὲ κέλης ὁ γυμνός. λέγει οὖν ὅτι ἐν πλοίῳ εἰσὶν ἐρχόμεναι. ἀφʼ οὗ νῦν κακεμφάτως ἐπὶ τῶν Σαλαμινίων τὸ αἰδοῖον φησί. ναυτικοὶ δὲ οἱ Σαλαμίνιοι, (ἐπεὶ καὶ νησιῶται). τὰς Ἀχαρνέων: Εἰκότως, ἐπεὶ πολεμικοὶ οἱ Ἀχαρνεῖς.
lys 62
Ἄλλως. εἰκότως, ἐπεὶ ὁ δῆμος τῶν Ἀχαρνέων ἐτετίμητο, διὰ τοῦτο τὰς ἐκεῖθεν προσδοκᾷ γυναῖκας. ὁ δὲ Θεογένης κομπαστὴς Ἀχαρνεύς. ἐπειδὴ δὲ κέλητα εἶπεν, ἐπήγαγεν ἀκάτιον. ἀκάτιον τὸ Ἑκάτης ξόανον.
lys 64
R. Ἀναγυρουντόθεν: Δῆμός τις Ἀττικῆς, ἀπὸ Ἀναγύρου ἥρωος.
lys 68
παρὰ τὴν παροιμίαν, κινήσω τὸν ἀνάγυρον. ἔστι δὲ πόα δυσώδης. ἀντὶ τοῦ μεγάλου.
lys 71
R. δεῖ: Ἀντὶ τοῦ δέει.
lys 74
ὀλίγου γʼ: Ἀντὶ τοῦ πρὸς βραχὺν χρόνον. σφριγᾷ: Εὐσθενεῖ, εὐσωματεῖ.
lys 81
εἰς ἐκεῖνο τείνει ὅτι εὐημέρουν τότε οἱ Λάκωνες. R ναὶ σιώ: Τοὺς Διοσκόρους λέγει. Λακωνικῶς δὲ φθέγγεται, ὡς αἱ Ἀττικαὶ νὴ τὼ θεὼ, (ἤτοι τὴν Κόρην καὶ τὴν Δήμητρα). γυμνάδδομαι: Ἐν γὰρ τῷ γυμνάζεσθαι πηδᾶν εἰώθασι, καὶ οἱ πόδες ἅπτονται τῆς πυγῆς τοῦ πηδῶντος.
lys 83
ὡς δὲ καλόν: Ὡς ἐκείνης ἁψαμένης αὐτῆς. τὰ γὰρ ἱερεῖα μέλλοντες θύειν ψηλαφῶσιν, εἰ λιπαρά ἐστι. ψηλαφᾶτε R.
lys 87
ποθʼ ὑμέ: Ἀντὶ τοῦ πρὸς ὑμᾶς. καλόν γʼ ἔχουσα τὸ πεδίον: Λέγεται γὰρ ἡ Βοιωτία εὐπεδιὰς εἶναι.
lys 89
κομψότατα: Κομψῶς ἔχουσα τὸ αἰδοῖον. ἁπτομένη δὲ αὐτοῦ τοῦτό φησι. βληχώ γε: Τὴν λεγομένην βλήχωνα. παίζει δὲ εἰς τὸ γυναικεῖον αἰδοῖον αἰνιττομένη. Ἀττικοὶ δὲ διὰ τοῦ β λέγουσι τὴν βληχώ. χαΐα: Ἀντὶ τοῦ ἀγαθὴ μὲν, Κορινθία δέ.
lys 90
παίζει δὲ παρὰ τὸ κεχηνέναι. Κορινθία: Πόρνη, διὰ τὴν Λαΐδα.
lys 91
ἀγαθὴ μὲν, οὐ σώφρων δὲ, ἐπεὶ ἡ Κόρινθος πληθύει ταῖς πόρναις. τἀντευθενί: ἁπτομένη τῶν δύο φύσεων ταῦτά φησι.
lys 92
R. ξυναλίαξε: Συνήθροισε.
lys 94
μυσιδδέτω: Λεγέτω, τί θέλει ἡμᾶς. εὖ γὰρ οἶδʼ: Ὅτι διὰ τὸν πόλεμον οὐδεὶς πάρεστι.
lys 103
φυλάττων Εὐκράτην: Στρατηγὸς Ἀθηναίων ὁ Εὐκράτης, κωμῳδεῖται δὲ ὡς δωροδόκος καὶ προδότης καὶ ξένος. ἐκ τᾶς ταγᾶς: Ἐκ τῆς τάξεως.
lys 106
πορπακισάμενος: Οἷον περονησάμενος. ἀντὶ τοῦ (ἀπολαβὼν τὴν ἀσπίδα) ἅμα τῷ παρεῖναι ἄπεισιν. ἀλλʼ οὐδὲ μοιχοῦ: Σκώπτει δὲ συνεχῶς Μιλησίους καὶ κωμῳδεῖ ὡς μοιχοὺς, ἐπειδὴ ἀπέστησαν τῶν Ἀθηναίων, καὶ πολλοὶ ἄλλοι τῶν νησιωτῶν.
lys 107
φεψάλυξ: Οἷον ζωπύρημα καὶ σπινθήρ. ὄλισβον: Αἰδοῖον δερμάτινον.
lys 109
καὶ τοῦτο εἰς τὰς Μιλησίας. παίζει δὲ ὡς τοῖς ὀλίσβοις χρωμέναις. σκυτίνη ἐπικουρία: Παρὰ τὴν παροιμίαν, συκίνη ἐπικουρία, ἐπὶ τῶν ἀσθενῶν.
lys 110
ὁ δὲ εἰς τὴν σκυτίνην μετέβαλε. σκύτινοι γὰρ οἱ ὄλισβοι. εἰσὶ δὲ δερμάτινα αἰδοῖα, οἷς χρῶνται αἱ χῆραι γυναῖκες. τοὔγκυκλον: Τὸ περιβόλαιον, (ἢ) τὸ ζωνάριον.
lys 114
ἐκπιεῖν: Παρʼ ὑπόνοιαν. δέον εἰπεῖν μάχεσθαι, ἐκπιεῖν εἶπε. ψῆττα: Ὄρνεόν ἐστι τετμημένον κατὰ τὸ μέσον, ὡς οἱ σφῆκες.
lys 115
λέγει οὖν ὅτι κἂν συμβῇ τέμνεσθαι τὸ ἥμισύ μου, βούλομαι. Ταΰγετον: Ὄρος Λακωνικῆς τὸ Ταΰγετον.
lys 118
ἔλσοιμʼ: Τὸ ς ἀντὶ τοῦ θ· ἔλθοιμι. ὡς δυσχεροῦς ὄντος τοῦ τόπου. τί μοι μεταστρέφεσθε: Ὡς ἀηδισθεισῶν αὐτῶν καὶ μεταστραφεισῶν ἐπὶ τῷ λόγῳ.
lys 126
τί μοι μυᾶτε: Ὥσπερ μύες καταδύεσθε, καὶ σκαρδαμύττετε, ἢ μύλλετε, ἢ μυκτηρίζετε. μυᾶν γὰρ τὸ τὰ χείλη πρὸς ἄλληλα συνάγειν. παρατεμεῖν θʼ ἥμισυ: Πρὸς τὸ παρʼ αὐτῆς εἰρημένον.
lys 133
ἀλλʼ ἄλλʼ ὅτι βούλει: Ἄλλο κέλευε, μὴ μέντοι δίχα συνουσίας ἡμᾶς εἶναι. οὐδὲν γὰρ οἷον: Ἀντὶ τοῦ κωλῦον.
lys 135
οὕτως Ἀττικοί. οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσίν: Ἀντὶ τοῦ οὐ ματαίως, ἀλλὰ δικαίως.
lys 138
εἰς τὴν Σοφοκλέους δὲ Τυρὼ ταῦτα συντείνει ἐκθεῖσαν τὰ τέκνα εἰς σκάφη. οὐδὲν γὰρ ἐσμὲν πλὴν Ποσειδῶν: Ἀντὶ τοῦ πλὴν τῷ βουλομένῳ μίγνυσθαι.
lys 139
ὁ γὰρ Ποσειδῶν κατά τινας λαβὼν εἰς σκάφος Μελανίππην συνῆλθεν. ἔστι δὲ καὶ παροιμία ἐπὶ τῶν κυλινδομένων τῷ αὐτῷ πράγματι, ἄλλο δὲ μηδὲν νοεῖν ἀνεχομένων. (ὁ δὲ νοῦς· οὐδὲν ἐσμὲν, εἰ μὴ συνουσιάζειν καὶ τίκτειν. ὁ γὰρ Ποσειδῶν ἐμίγη τῇ Τυροῖ καὶ ἐγέννησε Νηλέα καὶ Πελίαν.) σὺ γὰρ ἐὰν γένῃ: Τῇ Λαμπιτοῖ λέγει.
lys 143
γυναῖκας ὑπνῶν: Κοιμᾶσθαι. Ἀττικὸν τὸ ὑπνῶν. τὸ γὰρ κοινὸν ὑπνοῦν. μόνη τούτων γυνή: Μόνη γυνὴ δυναμένη μηχανὴν εὑρεῖν.
lys 146
εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθα: Εἰ δʼ ἀπεχοίμεθα τοῦ πέους, διὰ τοῦτο εἰρήνη γενήσεται; —τὸ ἀπέχεσθαι τῆς τῶν ἀνδρῶν συνουσίας. R. Bar. νὴ τὼ θεώ: Τὴν Κόρην καὶ Δήμητρα λέγει, ὡς Ἀττική.
lys 149
(ἐντετριμμέναι: Καλλωπισθεῖσαι, τὰς ὄψεις τριβεῖσαι.) τοῖς ἀμοργίνοις: Οἱ μὲν χρώματος εἶδος τὴν ἀμόργην, οἱ δὲ ἀπὸ νήσου Ἀμοργοῦ τοὺς Ἀμοργίνους χιτῶνας, ὡς τὰ Θηραῖα ἀπὸ Θήρας νήσου.
lys 151
δέλτα: Ἀντὶ τοῦ τὸ αἰδοῖον τὸ γυναικεῖον. τοιοῦτον γὰρ τὸ σχῆμα. πλεκοῦν: Συνουσιάζειν, παρὰ τὸ πλέκεσθαι.
lys 155
ὅγʼ ὦν Μενέλαος: Ἡ ἱστορία παρὰ Ἰβύκῳ. (τὰ δὲ αὐτὰ καὶ Λέσχης ὁ Πυρραῖος ἐν τῇ μικρᾷ Ἰλιάδι.) καὶ Εὐριπίδης [Androm. 628] «ἀλλʼ ὡς ἐσεῖδες μαστὸν ἐκβαλὼν ξίφος, φίλημʼ ἐδέξω.» μᾶλα πᾶ: Τοὺς μαστοὺς μῆλα φησίν. ἢν ἀφίωςʼ: Ἐὰν παρίδωσιν οἱ ἄνδρες.
lys 157
R. (τὸ τοῦ Φερεκράτους: Ἐὰν ἡμᾶς παρίδωσιν οἱ ἄνδρες, τότε πάλιν ἐξέσται ὀλίσβοις χρήσασθαι, καὶ ἀποδέρειν τὰ ἀποδεδαρμένα σκύτη.
lys 158
Φερεκράτης ἐν δράματι εἶπε τοῦτο, ἔνθεν τάσσεται ἡ παροιμία ἐπὶ τῶν ἄλλο πασχόντων αὖθις ἐφʼ οἷς πεπόνθασιν.) κύνα δέρειν: Σχῆμά ἐστιν ἀκόλαστον εἰς τὸ αἰδοῖον. ἐν δὲ τοῖς σωζομένοις (Φερεκράτους) τοῦ κωμικοῦ τοῦτο οὐχ εὑρίσκεται. (τὰ μεμιμημένα: Ἐπεὶ τῷ ὀλίσβῳ χρῶνται ἀντὶ τοῦ αἰδοίου.
lys 159
φλυαρία φησὶ τὰ ἀπὸ τῶν ἄλλων. λέγει δὲ τὰ εἰρημένα Φερεκράτους.) εἰς τὸ δωμάτιον: Εἰς τὸ κοιτώνιον.
lys 162
παρέχειν χρή: Συνουσιάζειν δηλονότι, τουτέστιν οὐκ ἐκ προαιρέσεως, ἀλλʼ ἄνευ ἡδονῆς. ἀπεροῦσιν: Ἀπαγορεύσουσιν καὶ παύσονται τοῦ πολέμου.
lys 166
ξυμφέρῃ: Ἀντὶ τοῦ ἁρμόζηται. Ἀσαναίων: Ἀθηναίων.
lys 170
ῥυχάχετον: Τὸν θόρυβον καὶ συρφετόν. μὴ πλαδδιῆν: (Μὴ παραφρονεῖν.
lys 171
) μὴ πολεμεῖν, μὴ πλησιάζειν. οὐχ ἇς σποδᾶς: Οὐκ ἂν ἄγοιεν εἰρήνην οἱ Ἀθηναῖοι, ἕως ἂν θαλασσοκρατῶσιν καὶ τὸ ἀργύριον τὸ ἄβυσσον ᾖ παρὰ τῇ θεῷ ἐν τῇ ἀκροπόλει.
lys 173
καὶ γὰρ ἀληθῶς ἀπέκειτο χίλια τάλαντα. (ἤρξαντο οὖν κινεῖν αὐτὰ ἐπὶ Καλλίου ἄρχοντος, ἐφʼ οὗ εἰσήχθη τὸ δρᾶμα, ὥς φησι Φιλόχορος ἐν Ἀτθίδι.) σποδᾶς: Ἀντὶ τοῦ σπουδῆς. ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον: Τὸ λαβεῖν τὸ ἀργύριον ἀπὸ τοῦ ἱεροῦ τῆς θεοῦ.
lys 179
θύειν δοκούσαις: Προσποιουμέναις θύειν. πάντα γʼ ἔχοι: Πάντα δʼ ἔχοι καλῶς.
lys 180
καὶ τάδε γὰρ ἃ λέγεις καλῶς ἔχει. ὡς ὀμιώμεθα: Ἀντὶ τοῦ ὅπως ὀμόσωμεν.
lys 184
Σκύθαινα: Τὴν ὑπηρέτιν λέγει. Σκύθας γὰρ καὶ τοξότας ἐκάλουν τοὺς δημοσίους ὑπηρέτας ἀπὸ τῆς ἀρχαίας χρήσεως. (ὥσπερ φασὶν Αἰσχύλος ποτέ: Παρὰ τὰ ἐν Αἰσχύλῳ ἐν Ἕπτʼ ἐπὶ Θήβαις [42] ἄνδρες γὰρ ἑπτὰ θούριοι λοχαγέται ταυροσφαγοῦντες εἰς μελάνδετον σάκος.
lys 188
) μηλοσφαγούσας: Ἀντὶ τοῦ ταυροσφαγούσας μηλοσφαγούσας εἶπεν.
lys 189
εἰ μὴ ἄρα μῆλα πάντα τὰ τετράποδα. εἰ λευκόν ποθεν ἵππον: Πρὸς τὸ αἰδοῖον παίζει τὸ λευκὸν ἵππον.
lys 191
λευκὸν μὲν, ὅτι φάλης τὸ αἰδοῖον λέγεται, φάλιον δὲ τὸ λευκόν· ἵππον δὲ, ἐπεὶ καὶ κέλης λέγεται. ἢ παίζει κατὰ τὸν τύπον τῶν Ἀμαζόνων. γυναῖκες γὰρ οὖσαι λευκοὺς ἵππους ἔθυον. κύλικα μεγάλην ὑπτίαν: Παίζει, ἐπεὶ καὶ ἡ ἀσπὶς ὑπτία τίθεται.
lys 196
Θάσιον οἴνου σταμνίον: Ἐπιεικῶς λέγουσιν οἱ Ἀττικοὶ τὰ Θάσια κεράμια σταμνία. μὴ ʼπιχεῖν ὕδωρ: Δέον εἰπεῖν, μὴ λύειν τὴν εἰρήνην, εἶπε μὴ ἐπιχεῖν ὕδωρ, ἀλλʼ ἄκρατον πιεῖν, εἰς μέθην κωμῳδῶν τὰς γυναῖκας.
lys 200
κεραμέων ὅσος: Ὡς μεγάλης οὔσης τῆς κύλικος παίζει. τοῦ κάπρου: Ἀντὶ τοῦ αἰδοίου.
lys 202
ἐπειδὴ οἱ ὀμνύοντες εἰώθασιν ἐφάπτεσθαι τοῦ ἱερείου. κἀποπυττίζει: Ἀπορρεῖ.
lys 205
ταῦτα δὲ λέγει μιμουμένη τοὺς θυοσκόους. (τουτέστι τοὺς ἱερεῖς). ταῦτα γὰρ ἐπέλεγον τοῖς θύμασιν εὐφημίας χάριν. ἡδὺ προσόζει.
lys 206
R. μὰ τὴν Ἀφροδίτην: Ἐπεὶ ἡ ὀμνύουσα πρώτη ἔμελλε καὶ πρώτη πιεῖν, τοῦτό φησιν, ὅτι κλήρῳ πᾶσαι ἔλαχον, ἐμπεδώσατε.
lys 208
ἀσφαλίσατε. ὑπολύεταί μου τὰ γόνατα: Εἰρηκυῖα τὸν ἕνα στίχον .
lys 216
…. μνησθεῖσα ὅτι χωρίζεται τοῦ ἀνδρὸς, λέγει τὸ ὑπολύεταί μου τὰ γόνατα, ταῦτα φησὶν μία ὀμνύουσα, τῆς Λυσιστράτης προβαλλομένης τὸν ὅρκον. ἀταυρώτη διάξω: Οἷον ἁγνὴ καὶ ἄμικτος.
lys 217
ταῦρον γὰρ τὸ αἰδοῖον λέγουσιν. ἄζευκτος γάμου καὶ ἀζυγής. καὶ βοῶπις ἡ Ἥρα καὶ Ζυγία καὶ Γαμηλία. ἐπεὶ οἱ ταῦροι κατωφερεῖς. (ἐπιτυφῇ: Ἐπικαυθῇ καὶ πυρωθῇ ἐπʼ ἐμοί.
lys 221
) κακῶς παρέξω: Συνουσιάσαι αὐτῷ δηλονότι, (καὶ οὐ συντερφθήσομαι).
lys 229
τὰ Περσικά: Εἶδος ὑποδήματος. ἐκ δὲ τούτου τοὺς πόδας οὐκ ἀνατενῶ, ἐν τῇ στέγῃ συνουσιάζουσα. οὐ στήσομαι λέαινα: Ἀντὶ τοῦ ὡς λέαινα.
lys 231
σχῆμα δέ ἐστιν ἀκόλαστον καὶ ἑταιρικόν. τυρόκνηστις δὲ (ἡ) μάχαιρα. ἐπὶ δὲ ταῖς λαβαῖς τῶν μαχαιρῶν ἐλεφάντινοι λέοντες γλύφονται ὀκλάζοντες, ὅπως μὴ ἀποθραύοιντο αὐτῶν οἱ πόδες, εἰ ὀρθοὶ ἑστῶτες γλύφοιντο. λέγει οὖν, ὅτι οὐκ ἐπὶ ἀνδρὶ στήσομαι πορνεύουσα, ὡς λέαινα ἐπὶ τυροκνήστιδος. ἀντὶ τοῦ ἀσφαλῆ φυλάττουσα.
lys 233
R. Bar. ἐρωτηματικῶς λέγει.
lys 237
R. καθαγίσω: Οἷον καύσω, καθιερώσω.
lys 238
τὸ μέρος, ὦ φίλη: Καταλείψομαι μέρος, ὅπως ἡ φιλία ἐντεῦθεν ἄρξηται. τίς ἁ ὀλολυγά: Ὀλολυξασῶν τῶν ἐν ἀκροπόλει γυναικῶν (τοῦτο λέγει).
lys 244
τασδὶ δʼ ὁμήρους: Τὰ ἐν συνθέσει διδόμενα ἐνέχυρα ὁμήρους ἐκάλουν. τασδί: Τὰς θεραπαίνας φησί. τῇ ἀκροπόλει φησί.
lys 245
R. συνεμβάλωμεν: Συνέλθωμεν αὐταῖς, ὥστε τοὺς μοχλοὺς τοῦ ναοῦ βαλεῖν.
lys 247
ἀντὶ τοῦ καθʼ ἡμῶν. R. ὡς ἀνοῖξαι τὰς πύλας: Ἐπὶ τῷ ποιῆσαι εἰρήνην.
lys 252
ἀντὶ τοῦ μάτην. R. ἄμαχοι: Ἀκαταμάχητοι καὶ δειναί.
lys 253
χορὸς ἀνδρῶν γερόντων: Ἢ Στρυμόδωρος. ἔχειν βρέτας: Κατέχειν τὸ ἅγιον βρέτας τῆς Ἀθηνᾶς.
lys 263
λαβεῖν: Ἀντὶ τοῦ καταλαβεῖν. πακτοῦν: Κλείειν, ἀσφαλίζεσθαι.
lys 266
Φιλοῦργε: Ἐὰν ᾖ Φιλοῦργε ὡς πανοῦργε, ὄνομα κύριον· ἐὰν δὲ ὀξυτόνως, ἐπίθετον. τὰ στελέχη τῶν ξύλων.
lys 267
R. ἐνεστήσαντο: Ἔκριναν ποιῆσαι, σωρεύσαντες.
lys 269
R. Bar. ὑπὸ ψήφου μιᾶς: Ἀπὸ μιᾶς γνώμης καὶ κρίσεως.
lys 270
τὴν Λύκωνος: Τὴν Ῥοδίαν λέγει οὕτω καλουμένην, τὴν Αὐτολύκου μὲν μητέρα, γυναῖκα δὲ Λύκωνος, ἐπʼ αἰσχροῖς κωμῳδουμένην. Εὔπολις Πόλεσιν «ὥσπερ ἐπὶ τὴν Λύκωνος ἔρρει πᾶς ἀνήρ.» ἐγχανοῦνται: Ἐπεγγελάσουσι.
lys 273
Κλεομένης: Λακεδαιμόνιος ὢν στρατηγὸς, ἐπιστρατεύσας τῇ Ἀττικῇ μετά τινων Ἀθηναίων ἐπὶ τυραννίδι, τὴν ἀκρόπολιν κατέσχε, πολιορκηθεὶς δὲ ὑπὸ τῶν Ἀθηναίων καὶ ἀφεθεὶς ὑπόσπονδος, ἀπιὼν οἴκαδε πάλιν Ἐλευσῖνα κατέσχε. τῶν δὲ μετὰ Κλεομένους Ἐλευσῖνα κατασχόντων Ἀθηναῖοι τὰς οἰκίας κατέσκαψαν καὶ τὰς οὐσίας ἐδήμευσαν, αὐτῶν δὲ θάνατον ἐψηφίσαντο. καὶ ἀναγράψαντες εἰς στήλην χαλκῆν ἔστησαν ἐν πόλει παρὰ τὸν ἀρχαῖον νεών. ἀψάλακτος: Ἀπαθὴς, ἀτιμώρητος, Λακωνικὸν πνέων: Ἰσχυρόν, ἢ τὰ Λακώνων φρονῶν.
lys 277
παραδοὺς ἐμοί: Τῷ δήμῳ τὰ ὅπλα παραδούς. ἀπαράτιλτος: Ἀντὶ τοῦ δασὺς καὶ ἄκοσμος τὰς τρίχας.
lys 282
ἐφʼ ἑπτακαίδεκʼ ἀσπίδας: Ὅτι τὰς τάξεις ἀσπίδας ἔλεγον, (καὶ αὐτὸς πάλιν Ἀριστοφάνης ἐν Βαβυλωνίοις ἵστασθʼ ἐφεξῆς πάντες ἐπὶ τρεῖς ἀσπίδας. ) ἐπὶ τάξεσιν ἑπτακαίδεκα καθεύδων, ὥστε τὸ βάθος τῆς φρουρᾶς ἑπτακαίδεκα κατέχειν ἀσπίδας. τασδὶ δὲ τὰς Εὐριπίδῃ: Τὰς γυναῖκας.
lys 283
μισογύνης γὰρ ὁ Εὐριπίδης καὶ πολλὰ κατʼ αὐτῶν λέγων. τολμήματος: Ἐκείνου περιεγενόμην, τῶν δὲ γυναικῶν τοῦ τολμήματος οὐ περιγένωμαι; μή νυν: Ἀντὶ τοῦ μὴ δή.
lys 285
τρόπαιον δὲ τὸ ἐν Μαραθῶνι τὸ κατὰ Περσῶν. (ἡ γὰρ Μαραθὼν τῆς Τετραπόλεως μέρος. τὰ δὲ λοιπὰ Οἰνόη, Προβάλινθος, Τρικόρυθος.) ἀλλʼ αὐτὸ γάρ μοι τῆς ὁδοῦ: Ἀντὶ τοῦ πλησίον γεγόναμεν τῆς ἀκροπόλεως.
lys 286
καὶ οὗτός ἐστιν ὁ μεταξὺ ὀλίγος τόπος ὁ λειπόμενος. τὸ σιμὸν, οἷ σπουδὴν ἔχω: (Τὸ πρὸς τὴν ἀκρόπολιν.
lys 288
) τὸ σιμὸν ὄνομα χωρίου περὶ τὴν ἀκρόπολιν. (τὸ σιμόν) ἀντὶ τοῦ πρόσαντες. ἢ ὄνομα χωρίου. (καὶ ἐν Βαβυλωνίοις «μέσην ἔρειδε πρὸς τὸ σιμόν.» καὶ Πλάτων ἐν Νίκαις τουτὶ προσαναβῆναι τὸ σιμὸν δεῖ. ) ἐξαμπρεύσομεν: Τὸ τῷ ἕλκοντι ζεύγει βοηθεῖν ἀμπρεύειν λέγεται.
lys 289
καὶ ἄμπρον τὸ διῆκον σχοινίον. ἐξαμπρεύσομεν: Ἕλξομεν τὸ ξύλον τοῦτο ἄνευ ὄνου. ἐξιπώκατον: Θλίβουσιν, ἢ ἐθλίψατον.
lys 291
τὼ ξύλω δυϊκῶς. φυσητέον: Ἐν χύτρᾳ πῦρ εἶχον διʼ ἀνθράκων.
lys 294
μή μʼ ἀποσβεσθὲν λάθῃ πρὸς τῇ τελευτῇ τῆς ὁδοῦ: Μὴ μετὰ τὸ διελθεῖν τὴν ὁδὸν σβεσθῇ. φῦ φῦ: Φυσᾷ τῷ στόματι. (τοῦτο δὲ παρεπιγραφή.) τὼ ʼφθαλμὼ δάκνει: Δάκνει μου τοὺς ὀφθαλμοὺς ὥσπερ κύων.
lys 298
παρὰ τὰς λήμας δὲ τὸ Λήμνιον πέπαιχεν. ἔστι δὲ παρὰ τὴν παροιμίαν, Λήμνιον κακὸν, παρὰ τὰς Λημνιάδας γυναῖκας. (Λήμνιον τὸ πῦρ: Ἀντὶ τοῦ πάνυ γενναῖον.
lys 299
ἢ ἀπὸ τῶν Λημνίων γυναικῶν, πορνῶν οὐσῶν. ἢ ἀπὸ τῶν καμίνων τοῦ Ἡφαίστου.) πάσῃ μηχανῇ: Ἀντὶ τοῦ κατὰ πάντα τρόπον.
lys 301
(ἔβρυκε τὰς λήμας: Λήμας νῦν τοὺς ὀφθαλμούς. ἔστι δὲ κυρίως ἡ τῶν ὀφθαλμῶν ἀκαθαρσία.) σπεῦδε πρόσθεν ἐς πόλιν: Ὡς πρός τινα λέγει.
lys 304
φῦ φῦ: Φυσᾷ πάλιν. εἰ τὼ μὲν ξύλω: Δυϊκῶς πάλιν τὼ ξύλω.
lys 307
λέγει δὲ ἃ ἐβάσταζε ξύλα. τὸν φανὸν ἐγκαταθέντες: Φανὸν μὲν πᾶν τὸ φαῖνον ἐκάλουν.
lys 308
ἐκ δὲ τῶν ἀμπελίνων τὰς λαμπάδας κατεσκεύαζον εἰς ἔξαψιν, ὡς καὶ ἐν Λημνίαις φησί. κριηδόν: Δίκην κριοῦ.
lys 309
κριὸς γὰρ χαλκοῦν μηχάνημα, ὃ τοῖς τείχεσι προσφέρουσιν οἱ βάρβαροι. φεῦ τοῦ καπνοῦ: Ὑπὸ τοῦ καπνοῦ ἀδικούμενος τοῦτό φησι.
lys 313
τῶν ἐν Σάμῳ στρατηγῶν: Δίδυμος καὶ Κρατερός φασι ταῦτα αἰνίττεσθαι εἰς Φρύνιχον τὸν Στρατωνίδου. ἐκακοηθεύσατο γὰρ πρὸς τὸν δῆμον ἐν Σάμῳ στρατηγῶν· ὥστε ἐψηφίσατο κατʼ αὐτοῦ ὁ δῆμος δημόσια εἶναι τὰ Φρυνίχου χρήματα καὶ τῆς θεοῦ τὸ δέκατον μέρος, καὶ τὴν οἰκίαν κατεσκάφθαι αὐτοῦ. καὶ ἄλλα πολλὰ κατʼ αὐτοῦ ἔγραψεν ἐν στήλῃ χαλκῆ. καὶ ἐν Βατράχοις [689] κεἴ τις ἥμαρτε σφαλείς τι Φρυνίχου παλαίσμασιν. Ἄλλως. οἱ ἐν Σάμῳ στρατηγοῦντες ἐδυστύχησαν πάνυ. λέγει οὖν, τίς ἐκείνων συλλάβοιτο τοῦ ξύλου, ἵνα πλέον δυστυχήσῃ. ταυτὶ μὲν ἤδη τὴν ῥάχιν: Ὡς ἀποθέμενος λέγει τὰ ξύλα.
lys 317
ξυγγενοῦ: Σύνελθε. ἐν πόλει: Ἐν τῇ ἀκροπόλει. θέσθαι τρόπαιον ἡμᾶς: Κατὰ τῶν γυναικῶν.
lys 320
ὥσπερ πυρὸς καομένου: Γυναῖκές τινες ὑδροφοροῦσαι παρακελεύονται ἀλλήλαις. αἱ δὲ λοιπαί εἰσιν ἐν τῇ ἀκροπόλει. πέτου πέτου: Νῦν ἐστιν ἡμιχόριον τὸ λέγον ἐκ γυναικῶν εἰσερχομένων ἄνωθεν, ἵνα καὶ τὸ ὕδωρ αὐτῶν καταχέωσιν ἄνωθεν.
lys 321
τὸ δὲ ἄλλο ἡμιχόριον ἐξ ἀνδρῶν κάτωθεν ἐπερχομένων ταῖς ἐν τῇ ἀκροπόλει εἰς πολιορκίαν. πέτου, πέτου Νικοδίκη: Ὀνόματα γυναικῶν τῶν ἐν τῇ ἀκροπόλει. λείπει πυρί.
lys 323
R. μῶν ὑστερόπους: Μὴ ὕστερον τοῦ καιροῦ ἦλθον εἰς τὸ βοηθῆσαι.
lys 327
νῦν: Ἀρτίως. κνεφαία: Ὀρθρία. ἢ ἀόρατος. ἢ ἑσπερία. ὑδρίαν. R. καὶ πατάγου χυτρείου: Ἀντὶ τοῦ κεραμέου.
lys 329
ἐκ μέρους τὸ πᾶν. οὐ γὰρ χύτραις βάπτουσι. συντρίβεται δὲ τὰ κεράμια παρὰ ταῖς κρήναις. ὠστιζομένη: Ὠθουμένη, στενοχωρουμένη.
lys 330
στιγματίαις δὲ δούλαις. ἀπὸ τοῦ στίζεσθαι. ἀραμένη: Ἐπάρασα τὴν ὑδρίαν.
lys 335
τυφογέροντας: Τετυφωμένους γέροντας. ἔρρειν: Ἐπέρχεσθαι.
lys 336
στελέχη: Ξύλα. ὥσπερ βαλανεύσοντας: Ὥσπερ βαλανεῖον ὑποκαύσοντας.
lys 338
ἐς πόλιν: Εἰς τὴν ἀκρόπολιν. ἐς τριτάλαντον βάρος: (Ὡς) τριῶν ταλάντων βάρος. ἃς ὦ θεά: Πρὸς τὴν Ἀθηνᾶν εὔχεται.
lys 343
Ἑλλάδα καὶ πολίτας: Ἀπὸ κοινοῦ τὸ ἴδοιμι. πολιοῦχε, σὰς ἔσχον ἕδρας: Τὸν ναόν σου κατέλαβον.
lys 349
φέρειν ὕδωρ μεθʼ ἡμῶν: Ἀντὶ τοῦ ἐπικουρεῖν ἡμῖν καὶ συσβεννύειν. μοχθηροί.
lys 353
R. τί βδύλλεθʼ ἡμᾶς: Τί εὐτελίζετε.
lys 354
ἢ φοβεῖσθε καὶ τρέμετε. περικατάξαι αὐταῖς τὸ ξύλον.
lys 357
R. Bar. (εἰ νὴ Δία τὰς γνάθους: Εἴ τις ἠπείλησε τύπτειν καθάπερ Ἱππῶναξ τὸν Βούπαλον.
lys 360
) ἐκκοκκιῶ: (Οἷον αἱματώσω,) ἐκβαλῶ.
lys 364
ἡ μεταφορὰ ἀπὸ τῶν ῥοιῶν. —ὡς πρὸς τὰς γραίας ὁ τῶν γερόντων χορός. R. Στρατύλλιδος: Ἀντὶ ἐμοῦ.
lys 367
βρύκουσα: Ἐσθίουσα, δάκνουσα. —ἐξαμήσω: οἷον ἐξανύσω, ἐξοίσω. R. οὐκ ἔστʼ ἀνὴρ Εὐριπίδου: Ὅτι κατὰ γυναικῶν εἶπε.
lys 368
φησὶ γὰρ κακῶν δὲ πάντων τέκτονες σοφώταται. αἰρώμεθʼ ἡμεῖς θοὔδατος τὴν κάλπιν: Ἵνα σβέσωμεν τὸ πῦρ.
lys 372
ὦ τύμβε: Ὡς πρὸς γέροντα εἶπεν. ἀντὶ τοῦ ὦ ταφῆναι ἄξιε. [Hinc adv. 405 nulla scholia in cod. Rav.] οὐκ οἶδά ςʼ εἰ τῇδʼ ὡς ἔχω: Οὐκ οἶδα ἐγὼ εἰ ταύτῃ σε τῇ λαμπάδι ὀπτήσω.
lys 376
κυρίως δὲ σταθεύειν τὸ μὴ λίαν κατοπτᾶν, ἀλλὰ τῷ πυρὶ ἡσύχως χλιαίνειν τὸ κρέας. καὶ ἐν Ἀχαρνεῦσι [1041] «τὰς σηπίας σταθεύσω.» τὸ γὰρ μικρὸν οὖν καίειν σταθεύειν λέγεται. ῥύμμα: Τὸ παρʼ ἡμῖν σμῆγμα, ἢ νίτρον.
lys 377
ἢ ῥύμμα, ἀντὶ τοῦ ῥύπον. καὶ ταῦτα νυμφικόν: Περὶ γαμηλίων λουτρῶν Μένανδρος ἐν Κρητί φησι καὶ ἐν Ὑποβολιμαίῳ.
lys 378
ἐκ δὲ τοῦ ἐναντίου εἰς γέροντα εἶπε νυμφικόν. ἤκουσας αὐτῆς τοῦ θράσους: Πρὸς ἑταῖρον αὐτοῦ.
lys 380
ἡλιάξεις: Δικάσεις. καὶ Ὅμηρος [Il. Α, 232] «νῦν ὕστατα λωβήσαιο.» φονεύσω γάρ σε. σὸν ἔργον ὦ ʼχελῶε: Τὸ ὕδωρ ἅμα καταχέουσι.
lys 381
ταῖς κάλπισι δὲ παρακελεύονται. μῶν θερμὸν ἦν: Ἡ ἐπιχέουσα αὐτοῦ τὸ ὕδωρ λέγει.
lys 384
ἄρδω ςʼ ὅπως: Ποτίζω σε, ἵνα νεάσῃς, ἐπεὶ γέρων ἦν. τὸ γὰρ ὕδωρ αὔξει τὰ φυτά. ἀλλʼ αὖός εἰμι: Ἐπὶ τοῦ ὕδατος δηλονότι τρέμει ὁ γέρων.
lys 386
συγχλιανεῖς: Θερμανεῖς. ἐξέλαμψεν: Ἐφανερώθη ἡ ἀταξία καὶ ἡ κακία τῶν γυναικῶν.
lys 387
προβούλευμα δὲ τάγμα ἐν Ἀθήναις. εἷς οὖν αὐτῶν ἔρχεται. χὠ τυμπανισμός: Ὃ βούλεται δηλῶσαι, τοῦτό ἐστιν, ὅτι οὗτός ἐστιν ὁ τυμπανισμὸς καὶ ὁ Ἀδωνισμὸς, οὗ ἤκουον ἐν τῇ ἐκκλησίᾳ.
lys 388
τοῦτο δὲ ἔλεγεν ἐν τῇ ἐκκλησίᾳ ὁ Δημόστρατος, πλεῖν εἰς Σικελίαν. ἐν δὲ τῷ αὐτὸν λέγειν γυνή τις τὸν Ἄδωνιν ὀρχουμένη αἶ αἶ φησὶν ὑμνοῦσα. αὐτῆς δὲ ὀρχουμένης ὁ Δημόστρατος, ἔτι ἐν τῇ ἐκκλησίᾳ ὑπάρχων, ἔλεγε καταλέγειν Ζακυνθίων ὁπλίτας. πάλιν δὲ ἡ γυνὴ ἐν γειτόνων ἐπὶ τοῦ τέγους πεπτωκυῖα, ἔλεγε κόπτεσθαι τὸν Ἄδωνιν. ὁ δὲ Δημόστρατος ἐβιάζετο ἐξ αὐτῶν θρυλουσῶν καὶ μὴ ἐωσῶν αὐτὸν δημηγορεῖν. Σαβάζιοι: Οἱ ὀργιασμοὶ τοῦ Σαβαζίου, ὃν οἱ μὲν τὸν αὐτὸν τῷ Διονύσῳ ὑπειλήφασι· τυχεῖν δὲ τῆς προσηγορίας ταύτης διὰ τὸν γινόμενον περὶ αὐτὸν εὐασμόν. τὸ γὰρ εὐάζειν οἱ βάρβαροι σαβάζειν ἔλεγον. ὅτι δὲ εἷς ἐστιν ὁ θεὸς Σαβάζιος καὶ Διόνυσος πολλοὶ μαρτυροῦσι κωμικοί. ὅ τʼ Ἀδωνιασμός: Ἑορτὴν γὰρ ἐπετέλουν τῷ Ἀδώνιδι αἱ γυναῖκες καὶ κήπους τινὰς εἰς τὰ δώματα ἀνέφερον.
lys 389
τινὲς δὲ ἐκ τούτου τὸ δρᾶμα Ἀδωνιαζούσας ἐπιγράφουσιν οὐ καλῶς. παρὰ πολλοῖς δὲ ὀργιάζονται αἱ γυναῖκες θεοὺς οὐ δημοτελεῖς οὐδὲ τεταγμένους. πλεῖν εἰς Σικελίαν: Ὡς Σικελίας πολεμούσης αὐτοῖς.
lys 392
ἡ γυνὴ: Ἡ ἐν γειτόνων. L Ζακυνθίων: Ἔθνος περὶ τὴν Κεφαληνίαν, σύμμαχον Ἀθηναίων.
lys 395
ἡ δʼ ὑποπεπτωκυῖα: Ὁ μὲν κατέλεγεν στρατιώτας εἰς πόλεμον, ὁ δὲ ἐπόρνευε. ὁ δʼ ἐβιάζετο: Ὑπὸ τῶν γυναικῶν ἐξηνάγκαζε τὴν φωνὴν αὐτοῦ, ὥστε ἐξακουσθῆναι ἐν τῇ ἐκκλησίᾳ, τοσούτου ὄντος ψόφου τῶν γυναικῶν ἐν τοῖς δώμασιν.
lys 397
Χολοζύγης: Δημόστρατος Βουζύγης ἐλέγετο, ὃν Χολοζύγην εἶπε διὰ τὸ μελαγχολᾶν. καὶ Εὔπολις δὲ ἐν Δήμοις ὡς μανιώδη αὐτὸν λέγει τί κέκραγας ὥσπερ Βουζύγης ἀδικούμενος; καὶ ἄλλοι. ὥσπερ ἐνεουρηκότας: Ἵνα ἀποβάλωνται τὸ ὕδωρ.
lys 403
τὸν ἁλυκόν: Τὸν θαλάσσιον. τινὲς δὲ ὑπονοοῦσιν ἀπὸ πόλεως Πελοποννησίων Ἀλύκου, ἔνθα τιμᾶται ὁ Ποσειδῶν. (ξυμπονηρευώμεθα: Ὁρῶντες αὐτὰς πονηρὰ πραττούσας ἀνεχόμεθα.
lys 404
) οἳ λέγομεν: Οἵτινες ἡμεῖς.
lys 407
ἐν τῶν δημιουργῶν: Εἰς τὰ τῶν δημιουργῶν. τὸν ὅρμον ὃν ἐπεσκεύασας: Ἀντὶ τοῦ ὅρμου Ἀττικῶς.
lys 408
ὡς πρός τινα ἀπό τινος. βάλανος: Ἡ περόνη.
lys 410
ταῦτα δὲ πάντα εἰς τὸ κακέμφατον λαμβάνεται. πάσῃ τέχνῃ: Παντὶ τρόπῳ.
lys 413
τὸν βάλανον: δύο ἐννοίας ἔχει, τοῦ αἰδοίου καὶ τοῦ ψελίου. R. Bar. τὸ δακτυλίδιον πιέζει τὸν ζυγόν: Μέρος τοῦ σανδαλίου.
lys 417
ἀντὶ τοῦ ὑπὸ τοῦ ζυγοῦ ὁ δάκτυλος ἁπαλὸς ὢν πιέζεται θλιβόμενος. νῦν δὲ ἀμφιβόλως εἴρηκεν. ζυγὸς δὲ καλεῖται ὁ περικείμενος τοῖς γυναικείοις σανδαλίοις ἱμὰς κατὰ τοὺς δακτύλους πρὸς τὸ συνέχειν ἐζυγωμένον τὸν πόδα. (χάλασον: Πρὸς τὸ κακέμφατον.
lys 419
) (εἰς τοιαυτὶ πράγματα: Εἰς τὰς νῦν ὕβρεις.
lys 420
) ἐκπορίσας: Συλλέξας.
lys 421
πρόβουλοι δὲ πρὸς τοῖσδε ᾑρέθησαν ἄλλοι κʹ, εἰσηγησόμενοι τὰ δοκοῦντα (βέλτιστα) τῇ πολιτείᾳ μετὰ τὴν ἐν τῇ Σικελίᾳ συμφοράν. (κώπης: Κωπηλάται)—δέοντος.
lys 422
R. τί κέχηνας ὦ δύστηνε: Πρός τινα (λέγει) τῶν δημοσίων ὑπηρετῶν.
lys 427
ἀλλʼ ἢ καπηλεῖον σκοπῶν: Ὡς μεθύσῳ λέγει. (δεῖ: Ἀντὶ τοῦ δῆσον.
lys 434
) (οὐ ξυναρπάσῃ μέσην: Ὡς τοῦ δημοσίου φεύγοντος.
lys 437
) νὴ τὴν Πάνδροσον: Θυγατέρες Κέκροπος Πάνδροσος καὶ Ἀγραύλη.
lys 439
ἐκ τῆς Πανδρόσου δὲ καὶ ἡ Ἀθηνᾶ Πάνδροσος καλεῖται. (ταύτῃ: Τῇ Λυσιστράτῃ.) νὴ τὴν Φωσφόρον: Τὴν Ἄρτεμιν οὕτως ἐκάλουν, ἐπεὶ δᾳδοῦχος.
lys 443
ἡ αὐτὴ γὰρ τῇ Ἑκάτῃ. —ἢ ἐπεὶ καὶ τῇ σελήνῃ ἡ αὐτή. R. κύαθον αἰτήσεις: Ἵνα προσθῇς ταῖς γνάθοις· οὕτως ὑπωπιασθήσῃ ὑφʼ ἡμῶν.
lys 444
γεμίζουσι γὰρ κύαθον θερμοῦ, καὶ προσκολλῶσι τοῖς οἰδήμασι καὶ θεραπεύεται. νὴ τὴν Ταυροπόλον: (Οὕτω) τὴν Ἄρτεμιν ἐκάλουν.
lys 447
τὴν δὲ αἰτίαν Ἀπολλόδωρος ἐν τῷ περὶ θεῶν ἐκτίθεται. ἔστι δʼ ὅτε καὶ τὴν Ἀθηνᾶν οὕτω καλοῦσιν· ὡς Ξενομήδης ἱστορεῖ. ἐκκοκκιῶ: (Ἀνατιλῶ,) ἀνασπάσω.
lys 448
ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν. (στενοκωκύτους δὲ) ἐφʼ αἷς στενάξεις τιλλόμενος. (ὦ Σκύθαι: Ὦ ὑπηρέται.
lys 451
) ὅτι καὶ παρʼ ἡμῖν εἰσι: Παρὰ ταῖς γυναιξὶν ὑπάρχουσι δʹ λόχοι.
lys 453
τοῦτο δέ φησιν, ὅτι καὶ παρὰ Λακεδαιμονίοις τέσσαρες ὑπάρχουσι λόχοι, οἷς κέχρηται ὁ βασιλεύς. (τέτταρες λόχοι: Ἀργότερον τὰ Λακώνων ἔοικεν ἐξειργάσθαι ὁ ποιητής. λόχοι γὰρ οὐκ εἰσὶ τέτταρες ἐν Λακεδαιμονίᾳ, ἀλλὰ εʹ, Ἔδωλος, Σίνις, Ἀρίμας, Πλοὰς, Μεσσοάγης. ὁ δὲ Θουκυδίδης [5, 38] ζʹ φησὶ, χωρὶς τῶν Σκιριτῶν.) λεκιθολαχανοπώλιδες: ᾨὰ γὰρ πωλοῦσι καὶ λάχανα καὶ ὄσπρια.
lys 460
ὡς ἤδη κειμένων αὐτῶν. R. παύσασθʼ, ἐπαναχωρεῖτε: (Τοῦτο) ὡς τῶν ἀνδρῶν πεφευγότων.
lys 462
οἴμʼ ὡς κακῶς πέπραγέ μου: Ἀντὶ τοῦ ἡττήθησαν καὶ ἠτύχησαν οἱ σύμμαχοί μου. ἐάνπερ πλησίον κάπηλος ᾖ: Ἔπαιξε διὰ τὸ φίλοινον, ὅτι πίνουσαι παροινοῦσιν.
lys 470
κονίας: (Νίτρου, ἢ ῥύπου.) —μὴ κεκονιμένοις ὥστε λοῦσαι. R. κυλοιδιᾶν ἀνάγκη: Τὰ περὶ τὸν ὀφθαλμὸν μέρη κοῖλα (οἰδεῖν).
lys 472
καὶ παρὰ Θεοκρίτῳ [1, 38] «δηθὰ κυλοιδιόωντες.» —τὴν ὄψιν οἰδεῖν. R. ὥσπερ σφηκιά: Ἀπὸ τῶν μελιττῶν μετενήνοχε.
lys 475
βλίττειν γὰρ κυρίως τὸ ἐκπιέζειν μέλι. (βλήττῃ: Κινήσει, ἐρεθίσει.) τοῖσι κνωδάλοις: Τοῖς θηρίοις.
lys 477
κυρίως δὲ τοῖς θαλαττίοις. κνώδαλα γὰρ τὰ ἐν τῇ ἁλὶ κινούμενα. καταχρηστικῶς καὶ Ὅμηρος [Od. Ρ, 317] «κνώδαλον ὅττι δίοιτο.» ἀκρόπολιν ἱερὸν τέμενος: Ἀπὸ κοινοῦ τὸ κατέλαβον.
lys 484
ἀλλʼ ἀνερώτα: Ἀναπαιστικὸν τὸ μέτρον. ἀκωδώνιστον: Ἀπείραστον, ἀβασάνιστον.
lys 485
κωδωνίσαι γὰρ τὸ διαπειραθῆναι. μετῆκται δὲ ἀπὸ τῶν περιπολούντων καὶ κώδωσι διαπειρωμένων εἰ ἐγρηγόρασιν οἱ ἐπὶ ταῖς φυλακαῖς τεταγμένοι. οἱ δὲ ὑπομνηματισταὶ ἀπὸ τῶν ὀρτύγων φασὶ μετῆχθαι τὴν λέξιν. τοὺς γὰρ ὑπομείναντας τὸν ἦχον τοῦ κώδωνος ἐπιτηδείως ἔχειν πρὸς μάχην. ἔνιοι δέ φασι καὶ τοὺς ἵππους κώδωσιν ἐξετάζειν. τὴν πόλιν: Τὴν ἀκρόπολιν.
lys 489
(καὶ τἄλλα γε: Λείπει διὰ χρήματα.) ἵνα γὰρ Πείσανδρος: Ὁ γὰρ Πείσανδρος ποτὲ προειστήκει τῆς πολιτείας μετὰ Θηραμένους καὶ Φρυνίχου.
lys 490
κωμῳδοῦσι δὲ αὐτὸν καὶ ὡς δωροδόκον, ὡς καὶ ἐν Βαβυλωνίοις Ἀριστοφάνης. ἦν δὲ καὶ δειλός. ἔστι δὲ καὶ ἄλλος Πείσανδρος, ὁ Ὀνοκίνδιος, ὡς Εὔπολις διακρίνει τὴν ὁμωνυμίαν ἐν Μαρικᾷ. διχῶς, ὑμῖν.
lys 493
R. (ὡς σωθήσει κἂν μὴ βούλῃ: Τὸ ὡς προσέλαβεν ἀντὶ τοῦ ἀλλὰ μήν.
lys 499
διὸ τὸ χ.) κεἰ μὴ δέομαι: Καὶ εἰ μὴ δέομαι σωθῆναι.
lys 506
σαυτῇ κρώξαις: Ἀπὸ μεταφορᾶς τῶν ὀρνέων τῶν δυσοιωνίστων. οὐκ ἠρέσκετέ γʼ ἡμᾶς: (Τὸ) σχῆμα Ἀττικόν.
lys 509
— ὡς τὸ ἐνοχλῶ. R. κακῶς ὑμᾶς βουλευσαμένους: Τὸ ἑξῆς, ἐγινώσκομεν ὑμᾶς κακῶς βουλευσαμένους.
lys 512
εἶτʼ ἀλγοῦσαι τἄνδοθεν: Τὴν μὲν καρδίαν λυπούμεναι, γελῶσαι δέ. τί βεβούλευται: Τὸ ἑξῆς, τί βεβούλευται (ἐν) τῷ δήμῳ.
lys 514
τί δέ σοι τοῦτʼ ἦδʼ ὃς ἀνήρ: Ἔφη ἀνήρ τις. καὶ ἐπὶ πλήθους τούτῳ ἐχρῶντο καὶ ἐπὶ θηλυκοῦ καὶ ἀρσενικοῦ, ὡς τὸ ὦ τᾶν. εἰ μὴ τὸν στήμονα: Εἰ μὴ εὑρεθείης, φησὶ, νήθουσα τὸν στήμονα.
lys 519
(τὸ δὲ νήσω) ἀντὶ τοῦ νήσεις. πόλεμος δʼ ἄνδρεσσι μελήσει: Παρὰ τὸ Ὁμηρικόν [Il.
lys 520
Ζ, 492]. οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ: Λείπει ἔφη.
lys 524
οὐκ ἔστι πολέμιος ἐν τῇ χώρᾳ. μὰ Δίʼ οὐ δῆθʼ, ἕτερός τις ἔφη. ἢ οὐκ ἔστιν ἀνὴρ ἐν τῇ Ἀττικῇ λόγου ἄξιος ἡμῖν. Ἄλλως. ἀντὶ τοῦ ἄλλος τις ἔφη, οὐ μὰ τὸν Δία οὐκ ἔστιν ἀνὴρ ἐν τῇ πόλει. ποῖ γάρ: Ἀντὶ τοῦ πότε γάρ.
lys 530
καὶ ταῦτα κάλυμμα φορούσῃ: Καλύμματα φοροῦσιν, ἐπειδὴ παρρησίαν οὐκ ἔχουσι καὶ πόλιν φυλάττουσιν. ἀντὶ τοῦ, οὐδὲ τῆς τριχὸς κυριεύουσιν. κάλυμμα: Κόσμιον περὶ τὴν κεφαλήν. ἀλλʼ εἰ τοῦτʼ ἐμπόδιόν σοι: Εἰς τὸ σιωπῆσαι.
lys 536
ἐζωσμένος ὡς γυνή. H. κυάμους τρώγων: Ἢ δικάζων, ἵνα μὴ κοιμηθῇς.
lys 537
γέρων γὰρ εἶ. αἴρεσθʼ, ὦ γυναῖκες: (Ἀναχωρήσατε ἀπὸ τῶν καλπίδων.
lys 538
ταῦτα λέγουσι διὰ μέσου ἕως τοῦ προσώπου Λυσιστράτης.) —εἰσάγει αὐτὰς ὀρχουμένας ἐν τῇ σκηνῇ. παρακελεύονται γὰρ ἀλλήλαις αἱ ὑδροφόροι τῶν καλπίδων ἀναχωρῆσαι, ὅπως ἐν τῷ μέρει ὀρχήσωνται. R. οὔτε τὰ γόνατα κόπος: Ἀντὶ τοῦ οὐδὲ τὰ γόνατά μου ἔλαβε καματηρὸς πόνος.
lys 543
ἐθέλω δʼ ἐπὶ πᾶν ἰέναι: Πᾶν πρᾶγμα ποιῆσαι πανταχοῦ. ἀρετὴ φρόνιμος: Ἀντὶ τοῦ φρονίμη.
lys 549
ἀλλʼ ὦ τηθῶν: Τήθας ἐκάλουν τὰς μάμμας, τηθίδας δὲ τὰς θείας, τὰς πατρὸς ἢ μητρὸς (ἀδελφάς). τήθας δὲ καὶ τὰς τροφούς. εἰσὶ δὲ καὶ ὄστρεα θαλάσσια. (καὶ) Ὅμηρος [Il. Π, 747] «πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν.» ἀκαλήφας δὲ λέγουσι μὲν καὶ τὰς θαλασσίας, λέγουσι δὲ καὶ τὰς κνίδας Ἀττικοί. καὶ κνίδη μὲν ὅσον ἁπαλή ἐστιν, ἐπὰν δὲ σχῇ τὰς μητέρας, τουτέστι τὰς τοῦ σπέρματος σφαίρας, ἀκαλήφη λέγεται. ἀκαλήφας οὖν τὰς γραίας ἐκάλεσεν, ἐπειδὴ στερραὶ ἦσαν καὶ γενναῖαι. καὶ γὰρ τὸ φυτάριον δάκνει. ἐπεὶ οὖν εἶπε τηθῶν, εἶπε μητριδίων. μητριδίας δὲ λέγουσι τὰς ἐχούσας τὸ σπέρμα τῆς βοτάνης τῆς ἀκαλήφης· δάκνουσι δὲ αὗται. τοιαῦται γὰρ ἦσαν καὶ αἱ γραῖαι δριμεῖαι. μητριδίων ἀκαληφῶν: Δριμυτάτων. —λείπει παῖδες. R. καὶ μὴ τέγγεσθε: Ἀντὶ τοῦ βλάπτεσθε καὶ μεταβλήθητε.
lys 550
ἔτι γὰρ κρατοῦμεν τῶν ἀνδρῶν. ἀλλήλαις δὲ παρακελεύονται. κᾆτʼ ἐντέξῃ τέτανον: Παράσχῃ τὴν τάσιν τοῦ αἰδοίου.
lys 553
ὅταν γὰρ στῇ (τὸ αἰδοῖον), ὡς ῥόπαλον γίνεται. ἀγοράζοντας: Ἐν (τῇ) ἀγορᾷ διατρίβοντας.
lys 556
τινὰ δὲ τὸ «νὴ τὴν Παφίαν Ἀφροδίτην» τοῦ προβούλου, ἵνʼ ᾖ κατʼ εἰρωνείαν. τινὰ δὲ καὶ συνάπτουσιν (αὐτὸ) τοῖς ὀπίσω. (χύτραις δὲ καὶ λαχάνοις ἀντὶ τοῦ) χυτροπωλίοις καὶ λαχανοπωλίοις. Κορύβαντες: Ἔνιοι τοὺς Κούρητας καὶ Κορύβαντας τοὺς αὐτοὺς ὑπειλήφασιν.
lys 558
ἦσαν δὲ Διὸς τροφεῖς οὗτοι καὶ φύλακες. τινὲς δὲ αὐτοὺς δέκα φασὶν, ἄλλοι δὲ ἐννέα. ἦσαν δὲ τῆς Ῥέας παῖδες. εἰς τὸν χαλκοῦν ἐμβαλλόμενον: Εἰς χαλκῆν περικεφαλαίαν.
lys 562
(λέκιθος δὲ, ἐπεὶ ἔοικε λεκίθῳ ᾠοῦ.) πέλτην: Ἀσπίδα.
lys 564
ἐδεδίσκετο: Ἐφόβει. ἰσχαδόπωλιν: Ἰσχὺν μὴ ἔχουσαν. δρυπέτεις: Τὰς ἐπὶ τῶν δένδρων πεπανθείσας ἐλαίας φασὶ δρυπέτεις. νῦν δὲ ἐπὶ τῶν ἰσχάδων. φαύλως πάνυ: Εὐχερῶς.
lys 567
κλωστήρ: Νῦν τὸ νῆμα κλωστήρ. τὴν οἰσπωτήν: Τοῦ ἐρίου ὁ ῥύπος οἰσπωτὴ λέγεται.
lys 575
καὶ Κρατῖνος Διονυσαλεξάνδρῳ «οὒκ, ἀλλὰ «βόλιτα χλωρὰ κᾠσπώτην πατεῖν.» τοὺς τριβόλους: Τοὺς μοχθηρούς.
lys 576
ἔστι δὲ ἀκανθῶδες φυτόν. συνισταμένους: Συμπεπλεγμένους καὶ πιλοῦντας.
lys 577
ἀπὸ μεταφορᾶς τῶν ἐρίων· ὥσπερ γὰρ πολλάκις τὸ ἕτερον τῷ ἑτέρῳ κολλᾶται ἐρίῳ, καὶ διαχωρίζουσιν αὐτὰ ἀπʼ ἀλλήλων, οὕτως, φησὶν, ἐπὶ τῶν κεκολλημένων ταῖς ἀρχαῖς ὀφείλετε ἀποχωρίζειν, καὶ εὔνοιαν πρὸς ἀλλήλους ἔχειν ἅμα. συνισταμένους: Συνηγόρους. καὶ πιλοῦντας: Τοὺς θλίβοντας εἰς τὴν πολιτείαν ἑαυτούς. ἐπὶ ταῖς ἀρχαῖσι: Ἐπʼ ἐλπίδι τοῦ ἄρχειν.
lys 578
τουτέστιν ἐνδύνοντας ἑαυτοὺς καὶ συναθροιζομένους, καὶ θλίβοντας εἰς τὴν πολιτείαν. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς κορυφὰς πεπιλημένας, καὶ ἐπὰν τιλθῶσι, διαλύεται ὁ μαλλός. πρὸς ἑκάτερον οὖν καὶ τὰς κορυφὰς πεπιλημένας τοῦ ἐρίου ἐν τῷ πόκῳ, καὶ τὰς κεφαλὰς τῶν πονηρῶν καὶ συνισταμένων τοῖς πράγμασι (διαλῦσαι χρή). τὰς κεφαλάς: Ὡς τὰ ἄκρα τῶν ἐρίων. καὶ τούτους ἐγκαταμίξαι: Αἱ γὰρ γυναῖκες ἐργαζόμεναι ἀφʼ ἑκάστου ἐρίου λαμβάνουσιν ἕν τι καὶ μιγνύουσιν ἄλλοις.
lys 581
—ἕκαστον γὰρ τῶν ἐρίων χωρίζεται καὶ ὕστερον πάντα μίγνυται. R. (ἐγκαταμίξαι: Ἐπιτίμους ποιῆσαι.) ἀντὶ τῆς πόλεως.
lys 582
R. κατάγματα: Τὰ τῶν ἐρίων κατασπάσματα οὕτω ἐκάλουν.
lys 586
τολύπην: Συναγωγήν. καὶ τολυπεύειν: Ὡς ἐπὶ τῶν ἐρίων.
lys 587
ἐπέμεινε τῇ τροπῇ. πλεῖν ἢ διπλοῦν: Τὸ ἐντελὲς πλέον.
lys 589
πλέον, φησὶν, ἢ διπλοῦν τὸν πόλεμον φέρομεν, γεννῶσαι τὰ παιδία. μὴ μνησικακήσῃς: Ἀντὶ τοῦ μὴ μνησθῇς τῶν κακῶν λέγουσα ὅτι τοὺς παῖδας ἔτι νεωτέρους ὄντας ἐκπέμπουσιν εἰς πόλεμον.
lys 592
καὶ θἠμέτερον: Ἀντὶ τοῦ τὸ καθʼ ἡμᾶς. περὶ τῶν δὲ κορῶν: Κορῶν περισπωμένως.
lys 593
οὐκ ἔστι γὰρ τριγενές. ὀττευομένη: Ἀντὶ τοῦ κλῃδονιζομένη, περὶ γάμου χρησμῳδουμένη.
lys 597
αἱ γὰρ χῆραι συνεχῶς μαντεύονται πότε γαμηθήσονται. ἀποθνήσκεις: Ὦ πρόβουλε.
lys 600
χωρίον ἐστί: Εἰς τὸ ὑποδέξασθαί σου τὸ σῶμα· οἷον ἔστι τόπος οὗ τεθήσει. μελιτοῦτταν: Ἡ μελιτοῦττα ἐδίδοτο τοῖς νεκροῖς, ὡς εἰς τὸν Κέρβερον, καὶ ὀβολὸς μισθὸς τῷ πορθμεῖ, καὶ στέφανος ὡς τὸν βίον διηγωνισμένοις.
lys 601
καὶ δημάξω: Γράφεται καὶ δὴ μάξω. δημάζω ἀντὶ τοῦ παίζω. παρʼ ὃ καὶ τὸ δημοῦσθαι. κάλλιον (δὲ οὕτως). ὅσον οὔπω μάξω μελιτοῦτταν. καὶ ταυτασί: Τὰς ταινίας, ἃς τοῖς νεκροῖς ἔπεμπον οἱ φίλοι.
lys 603
ἐν ἄλλῳ δὲ εὗρον, τὰς δραχμὰς, εἰς μισθὸν τῷ πορθμεῖ. τίνος δέει.
lys 605
R. σὺ δὲ κωλύεις ἀνάγεσθαι: Τὸν Χάρωνα δηλονότι ἀναπλεῖν.
lys 609
τοῖς προβούλοις: Τοῖς ἄλλοις δηλονότι τοῖς κʹ τοῖς ἐκ τῆς συναρχίας. οὐ γάρ ἐστιν εἷς ὁ πρόβουλος. ὡς ἔχω: Βεβρεγμένον.
lys 611
ὅτʼ οὐχὶ προὐθέμεσθά σε: Τοὺς νεκροὺς γὰρ οἱ ἀρχαῖοι προετίθεσαν πρὸ τῶν θυρῶν καὶ ἐκόπτοντο. ἀλλʼ ἐς τρίτην: Ἐπειδὴ τῇ τρίτῃ τὸ τῶν νεκρῶν ἄριστον ἐκφέρεται.
lys 613
τὰ τρίτʼ ἐπεσκευασμένα: Ἀντὶ τοῦ τὰ τρίτα σου ποιούμενα. ἀλλʼ ἐπαποδυώμεθʼ: Ἀντὶ τοῦ ἐπιχειρήσωμεν.
lys 616
ὄζειν ταδὶ μειζόνων: Τὰ τῶν γυναικῶν πράγματα. τῆς Ἱππίου τυραννίδος: Τεσσάρων ὄντων τῶν Πεισιστρατιδῶν, εἰκότως τοῦ Ἱππίου μόνου ἐμνημόνευσεν.
lys 619
πρεσβύτατος γὰρ ἦν οὗτος τῶν ἄλλων καὶ τὴν τυραννίδα ὑπέθετο, καθάπερ Θουκυδίδης [6, 54] φησί. κατέσχε δὲ ἡ τυραννὶς ἐπὶ ἔτη γʹ, οἱ δὲ δʹ, Ἡρόδοτος δὲ ϛʹ. Ἄλλως, οὗτος τύραννος ἦν, ὃς ἐποίησε τοὺς Ἀθηναίους κατωνάκας φορεῖν, ὅπως μὴ δυνηθῶσι προενεγκεῖν τὰς χεῖρας. τοῦτον δὲ κατέλυσαν οἱ Λακεδαιμόνιοι. ἐς Κλεισθένους: Ἐπεὶ οὗτος γυναικώδης ὁ Κλεισθένης καὶ ὡς γυναικῶν συναθροιζομένων παρʼ αὐτῷ.
lys 624
τὰ χρήμαθʼ ἡμῶν: Τὰ ἐν ἀκροπόλει. λύκῳ κεχηνότι: Ὥσπερ οὐδεὶς δύναται πιστεῦσαι λύκῳ χαίνοντι.
lys 629
ἡ παροιμία ἐπὶ τῶν μάτην χαινόντων. (ἢ ἐπὶ τῶν ἀλλότρια ἁρπαζόντων.) ὃν γὰρ τρόπον λύκοις οὐκ ἔστι πίστις, οὐδὲ τούτοις. ἀλλὰ ταῦθʼ ὕφηναν: Ἀλλʼ, ὦ ἄνδρες, ταῦτα ἐποίησαν αἱ γυναῖκες ἵνα τυραννήσωσιν.
lys 632
ἐν μύρτου κλαδί: (Ἀντὶ τοῦ κλάδῳ, κατὰ μεταπλασμόν. Ἄλλως.) πρὸς τὸ κομμάτιον, ὅτι ἐκ τοῦ σκολιοῦ ἐστιν ὅτι ἐν μυρσίνῳ κλάδῳ τὸ ξίφος φορέσομεν, ὥσπερ Ἁρμόδιος καὶ Ἀριστογείτων. οὗτοι γὰρ ἀπὸ τῶν μυρσίνων κλάδων τὰ ξίφη ἀνασπάσαντες τὸν τύραννον κατέβαλον. ἀγοράσω τʼ ἐν τοῖς ὅπλοις: (Ἀντὶ τοῦ ἐν τῇ ἀγορᾷ διατρίψω μετὰ Ἀριστογείτονος.
lys 633
) —ἀντὶ τοῦ ἐγγύς. R. γίνεται: Λείπει βοηθός.
lys 634
R. L. χλευάζει ὅτι καὶ αὐτοὶ γέροντες.
lys 635
R. οὐ γὰρ εἰσιόντας: Ἀπὸ τῶν πληγῶν τῶν παρʼ ἡμῶν ἀλλοῖος γενήσῃ.
lys 636
R. L. ἠρρηφόρουν: Οἱ μὲν διὰ τοῦ α, ἀρρηφορία, ἐπειδὴ τὰ ἄρρητα ἐν κίσταις ἔφερον τῇ θεῷ αἱ παρθένοι.
lys 642
οἱ δὲ διὰ τοῦ ε ἐρσεφορία. τῇ γὰρ Ἔρσῃ πομπεύουσι, τῇ Κέκροπος θυγατρὶ, ὡς ἱστορεῖ Ἴστρος. εἶτʼ ἀλετρὶς ἦ: Ἦ ἀντὶ τοῦ ἦν, ὑπῆρχον.
lys 643
γίνονται δέ τινες τῶν εὖ γεγονυιῶν ἀλετρίδες τῇ θεῷ παρθένοι, αἵτινες τὰ εἰς τὴν θυσίαν πόπανα ἀλοῦσι· καὶ ἔστιν ἔντιμον τοῦτο. ἦσαν δὲ καὶ ἱεροὶ μυλῶνες. ἦ: Ἔα καὶ κατὰ συναίρεσιν ἦ. οὖσά τʼ ἀρχηγέτι: Τῇ δεσποίνῃ Ἀρτέμιδι, ἢ Δήμητρι.
lys 645
ἄρκτος ἦ Βραυρωνίοις: (Ἄρκτον μιμούμεναι τὸ μυστήριον ἐξετέλουν. αἱ ἀρκτευόμεναι δὲ τῇ θεῷ κροκωτὸν ἠμφιέννυντο, καὶ συνετέλουν τὴν θυσίαν τῇ Βραυρωνίᾳ Ἀρτέμιδι καὶ τῇ Μουνυχίᾳ, ἐπιλεγόμεναι παρθένοι, οὔτε πρεσβύτεραι δέκα ἐτῶν οὔτʼ ἐλάττους πέντε. ἐπετέλουν δὲ τὴν θυσίαν αἱ κόραι ἐκμειλισσόμεναι τὴν θεὸν, ἐπειδὴ λιμῷ περιπεπτώκασιν οἱ Ἀθηναῖοι, ἄρκτον ἡμέραν ἀνῃρηκότες τῇ θεᾷ. οἱ δὲ τὰ περὶ τὴν Ἰφιγένειαν ἐν Βραυρῶνι φασὶν, οὐκ ἐν Αὐλίδι. Εὐφορίων Ἀρχίαλον Βραυρῶνα κενήριον Ἰφιγενείας. δοκεῖ δὲ Ἀγαμέμνων σφαγιάσαι τὴν Ἰφιγένειαν ἐν Βραυρῶνι, οὐκ ἐν Αὐλίδι. καὶ ἄρκτον ἀντʼ αὐτῆς οὐκ ἔλαφον φονευθῆναι. ὅθεν μυστήριον ἄγουσιν αὐτῇ. Ἄλλως.) ἄρκτος τις δοθεῖσα εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ἡμερώθη. ποτὲ οὖν μία τις παρθένος ἔπαιξε πρὸς αὐτῇ, καὶ ἐξύσθη ἡ ὄψις αὐτῆς ὑπὸ τῆς ἄρκτου. καὶ λυπηθεὶς ὁ ἀδελφὸς αὐτῆς ἀνεῖλε τὴν ἄρκτον. ἡ δὲ Ἄρτεμις ὀργισθεῖσα ἐκέλευσε παρθένον πᾶσαν μιμήσασθαι τὴν ἄρκτον πρὸ τοῦ γάμου, καὶ περιέπειν τὸ ἱερὸν κροκωτὸν ἱμάτιον φοροῦσαν. καὶ τοῦτο ἀρκτεύεσθαι ἐλέγετο. —οἱ δὲ καὶ λοιμώδη νόσον τοῖς Ἀθηναίοις ἐμπεσεῖν. καὶ ὁ θεὸς εἶπεν λύσιν τῶν κακῶν ἔσεσθαι, ἐὰν τῆς τελευτησάσης ἄρκτου ποινὰς ἀρκτεύειν τὰς ἑαυτῶν παρθένους ἀναγκάσωσι. δηλωθέντος δὲ τοῦ χρησμοῦ τοῖς Ἀθηναίοις, ἐψηφίσαντο μὴ πρότερον συνοικίζεσθαι ἀνδρὶ παρθένον, εἰ μὴ ἀρκτεύσειεν τῇ θεῷ. R. κἀκανηφόρουν ποτʼ οὖσα: Ταῖς πομπαῖς ἐκανηφόρουν αἱ παρθένοι.
lys 646
ἐφόρουν δὲ καὶ λοπάδας τινὰς ὁλοχρύσους. ἔχουςʼ ἰσχάδων ὁρμαθόν: Οὕτως ἐπόμπευον καὶ ὁρμαθοὺς ἔχουσαι τῶν ἰσχάδων.
lys 651
τοὐράνου γάρ μοι μέτεστιν: Τοῦ ἐράνου φησὶ μετέχω. ἄνδρας γὰρ εἰσφέρω εἰς τοῦτο, καθὸ τίκτουσιν ἄνδρας αἱ γυναῖκες. ἐγένετο δὲ ἐπὶ τῶν Μηδικῶν ψήφισμα, ὥστε ἕκαστον κατὰ δύναμιν συμβάλλεσθαι εἰς τὰ κοινὰ χρήματα. τοὐράνου: Τοῦτό φησιν ὅτι τρέφομεν τοὺς πολεμοῦντας. R. L. εἰσφέρω: Ἀντὶ τοῦ γεννῶ. τὸν ἔρανον τὸν λεγόμενον παππῷον ἐκ τῶν Μηδικῶν: Ὡς αὐτῶν τὰ Μηδικὰ χρήματα δαπανησάντων.
lys 653
—παρέταξεν Ἀριστείδης δοῦναι τοῖς συμμάχοις εἰ ἐπὶ τοὺς βαρβάρους πολεμοῖεν. R. (εἶτʼ ἀναλώσαντες: Τὸ εἶτα παρέλκει.
lys 654
) ἆρα γρυκτόν ἐστιν: Ἆρα γρύξαι ὀφείλετε, ἢ παρρησίαν ἄγειν.
lys 656
ἀψήκτῳ δὲ ἀκαταμάκτῳ, ἢ σκληρῷ καὶ ἀμαλάκτῳ. κοθόρνῳ δὲ τῷ ὑποδήματι. κἀπιδώσειν μοι δοκεῖ: Ἀντὶ τοῦ προσθήκην σχήσειν.
lys 663
τὴν ἐξωμίδα: Εὐτελὲς ἱμάτιον. ἐντεθριῶσθαι: Ἐντετυλίχθαι, ἐσκευάσθαι.
lys 664
μετενήνεκται δὲ ἀπὸ τοῦ λεγομένου θρίου σκευάσματος, ὃ ἐν σύκου φύλλοις εἰλεῖται. λυκόποδες: Λυκόποδας ἐκάλουν, ὡς μὲν Ἀριστοτέλης, τοὺς τῶν τυράννων δορυφόρους.
lys 665
τοὺς γὰρ ἀκμάζοντας τῶν οἰκετῶν ἐπὶ τῇ τοῦ σώματος φυλακῇ ἔβαλλον. λυκόποδες δὲ ἐκαλοῦντο, ὅτι διὰ παντὸς εἶχον τοὺς πόδας λύκων δέρμασι περικεκαλυμμένους, ὥστε μὴ ἐπικαίεσθαι ἐκ τοῦ περιέχοντος. τινὲς δὲ λυκόποδας, διὰ τὸ ἔχειν ἐπὶ τῶν ἀσπίδων ἐπίσημον λύκον. (ὁ δὲ Ἀριστοφάνης ἔφη τοὺς νῦν λεγομένους Ἀλκμαιωνίδας, οὗτοι γὰρ πόλεμον ἀράμενοι πρὸς Ἱππίαν τὸν τύραννον καὶ τοὺς Πεισιστρατίδας ἐτείχισαν τὸ Λειψύδριον.) Λειψύδριον: Χωρίον τῆς Ἀττικῆς περὶ τὴν Πάρνηθον, εἰς ὃ συνῆλθόν τινες ἐκ τοῦ ἄστεος, ὥς φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ.
lys 667
ὅτʼ ἦμεν ἔτι: Λείπει νεώτεροι. κἀναπτερῶσαι: Ἐλαφρύνασθαι καὶ ἀνθῆσαι.
lys 673
λιπαρᾶς χειρουργίας: Ἀντὶ τοῦ τόλμης. λιπαρὲς ἔλεγον τὸ προσεχὲς, ἐκ τοῦ λίαν παρεῖναι. φησὶν οὖν ὅτι οὐκ ἀφέξονται προσεχοῦς ἔργου αἱ γυναῖκες. Ἀρτεμισία Λυγδάμιδος θυγάτηρ τὸ γένος Ἐφεσία, ἥτις συνεμάχησε Ξέρξῃ κατὰ τῆς Ἑλλάδος καὶ ἱκανῶς ἠνδραγάθησεν.
lys 676
διαγράφω τοὺς ἱππέας: Περιαιρῶ, ἀπὸ μεταφορᾶς τῶν δικαζόντων, οἳ ἐχάρασσον τοὺς κατεγνωσμένους. (ἐκ δὲ τούτου εὐτελεῖς ἡγήσομαι αὐτούς.) νικηθήσονται γὰρ ὑπὸ τῶν γυναικῶν. κἄποχον: Τουτέστι δυνάμενον ἐποχεῖσθαι.
lys 677
— παίζει δὲ πρὸς τὴν συνουσίαν. ἃς Μίκων ἔγραψε: Ποικίλη στοὰ Ἀθήνησιν οὕτω λεγομένη διὰ τὴν ἐνοῦσαν γραφήν.
lys 679
ἔνθα πεποίηκεν ὁ Μίκων τῶν Ἀμαζόνων τὴν μάχην. ἦν δὲ Φανόχου υἱὸς, Ἀθηναῖος. ἔστι δὲ καὶ ἕτερος Μίκων εἰς πενίαν κωμῳδούμενος. τὸν κύφωνα λέγει.
lys 680
R. ζωπυρήσεις: Ἀντὶ τοῦ ἀνεγείρῃς.
lys 683
λύσω τὴν ἐμαυτῆς ὗν: Ὗν τὴν φύσιν λέγει, τὴν ὀργήν. καὶ ποιήσω τήμερον: Ποιήσω σε δερόμενον ἐπικαλεῖσθαι εἰς βοήθειαν τοὺς δημότας.
lys 685
πεκτούμενον: Τιλλόμενον, ξεόμενον. ἀλλὰ χἠμεῖς, ὦ γυναῖκες: Μιμοῦνται τοὺς τῶν ἀνδρῶν λόγους.
lys 688
ὡς ἄν: Ὅπως ἄν. αὐτοδὰξ ὠργισμένων: Πάνυ ὠργισμένων. ἵνα μήποτε φάγῃ: Ἵνα μὴ εἰς ὥραν ἔλθῃ.
lys 690
παίζει δὲ ἀπὸ τῶν εὐτελῶν. ἵνα μὴ δικάσῃ μηδὲ πολεμήσῃ. εἰς γὰρ τὸν πόλεμον φέρουσι σκόροδα. οἱ δὲ δικασταὶ τρώγουσι κυάμους, ἵνα μὴ κοιμηθῶσιν. ὅθεν [Eq. 41] «κυαμοτρὼξ, ἀκρόχολος.» (ὑπερχολῶ γάρ: Διὰ μέσου τὸ ὑπερχολῶ γάρ.
lys 694
) αἰετὸν τίκτοντα: Λείπει τὸ ὡς.
lys 695
παροιμία, ἧς μέμνηται καὶ ἐν Εἰρήνῃ [133]. τὰ γὰρ ᾠὰ τῶν ἀετῶν οἱ κάνθαροι κυλίοντες διαφθείρουσιν. —ἐπεὶ τοὺς κανθάρους οἱ ἀετοὶ ἀναλέγονται. R. L. Ἰσμηνία: Ὄνομα γυναικός.
lys 698
οὐδʼ ἢν ἑπτάκις σὺ ψηφίσῃ: Οἱ γὰρ γέροντες ἀεὶ ἐψηφίζοντο κελεύοντες τί πρακτέον καὶ τί μή. παιγνίαν: Ἑορτήν.
lys 701
λείπει ταῖς ἐμαῖς. R. τὴν ἑταίραν: Τὸ χ (ἐνταῦθα)· ὅτι τὴν γυναῖκα ἑταίραν εἶπεν ὡς ἑταῖρον τὸν συνήθη καὶ φίλον. ἐκ Βοιωτῶν ἔγχελυν: Παρὰ προσδοκίαν πέπαιχεν.
lys 702
ἐν γὰρ τῇ Κωπαΐδι λίμνῃ μέγισται ἐγχέλεις (γίνονται). διὰ τὰ σὰ ψηφίσματα: Τὰ ψηφίσματα κωλύοντα.
lys 706
ἄνασσα πράγους: Ἐκ Τηλέφου Εὐριπίδου. γυνὴ πρὸς Λυσιστράτην.
lys 707
R. ἀλλʼ αἰσχρὸν εἰπεῖν: Ἐξ Εὐριπίδου.
lys 715
ᾗ βράχιστον τοῦ λόγου: Ἀντὶ τοῦ ἵνα συντόμως εἴπω. ἱκανή.
lys 719
R. διαλέγουσαν: Διορύττουσαν.
lys 720
κακεμφάτως. ᾗ τοῦ Πανός ἐστι ταὔλιον: Ὅπου.
lys 721
ἐν τῇ ἀκροπόλει ἱερόν ἐστι τοῦ Πανός. κατειλυσπωμένην: Εἰλυσπᾶσθαι κυρίως τὸ ἐπὶ γῆς ἕρπειν, ὥσπερ οἱ ὄφεις καὶ οἱ σκώληκες.
lys 722
(ἀπὸ τοῦ εἰλεῖν καὶ σπᾶσθαι. τροχιλία δέ ἐστιν ὁ τροχὸς τοῦ ξύλου τοῦ φρέατος, διʼ οὗ ἱμῶσι. δεδήλωται δὲ περὶ τούτου καὶ ἐν Ὁλκάσι.) τὴν δʼ ἐπὶ στρουθοῦ μίαν: Παρʼ ὅσον τὸ ὄρνεον θερμὸν εἰς συνουσίαν.
lys 725
ἐς Ὀρσιλόχου χθές: Ὀρσίλοχος πορνοβοσκὸς καὶ μοιχὸς, καὶ ἐπὶ θηλύτητι κωμῳδεῖται. ἔριά μοι Μιλήσια: Ὡς τῆς Μιλήτου καλὰ ἐχούσης ἔρια.
lys 730
ὑπὸ τῶν σέων: (Τῶν) σητῶν. πρὸς τὴν κλίσιν δὲ τῶν σέων· ὅτι ἀπὸ τῆς σεὺς εὐθείας. ὅσον διαπετάσασα: Διαπετάσασα τὰ ἔρια.
lys 732
εἰς τὸ κακέμφατον δὲ αἰνίττεται. ἢν τούτου δέῃ: Τοῦ ἀπολέσθαι.
lys 734
(ἢ) κἂν δέῃ ἀπελθεῖν; καὶ χρῄζεις μὴ ἀπέλθῃς. τῆς ἀμόργιδος: Τῆς λινοκαλάμης.
lys 735
ἔστι δὲ ἡ ἄμοργις ὅμοιον ἀλεπίστῳ λίνῳ. περιλεπίζουσι δὲ αὐτὸ καὶ ἐργάζονται. ἔστι δὲ σφόδρα λεπτὸν, ὑπὲρ τὴν βύσσον, ἢ τὴν κάρπασον· ἅμα δὲ καὶ ἐπὶ τοῦ ἀνδρείου αἰδοίου παίζει, ὅτι καὶ βάμμα γίνεται ἐξ αὐτῆς ἐρυθρόν. (αὕθʼ ἡτέρα: Αὕτη ἄλλη τῆς ἄλλης κακίων.
lys 736
) τὴν ἄλοπον: Ἀλέπιστον καὶ ἀκάθαρτον.
lys 737
πρὸς τὴν ὑπόνοιαν. (χώρει πάλιν δεῦρο: Ἐπὶ τὴν ἀκρόπολιν.
lys 738
) ἐγὼ δʼ ἀποδείρασα: Ἀποπλύνασα.
lys 739
δηλοῖ δὲ καὶ τὸ κακέμφατον. ἕως ἂν εἰς ὅσιον: Ἀντὶ τοῦ εἰς βέβηλον καὶ μὴ ἱερὸν, ἀλλʼ ὅσιον εἰς τοκετόν.
lys 743
ἐπειδὴ ἐν τῇ ἀκροπόλει ἦσαν. παρθένος δὲ ἡ θεός. περικεφαλαίαν εἶχεν ὥστε δοκεῖν κύειν. ὡς τὴν μαῖαν: Ἀντὶ τοῦ ὡς πρός.
lys 748
ἄρρεν παιδίον: Ἁπτομένη τῆς γαστρὸς αὐτῆς τοῦτο φησί. εἰσβᾶσα ταύτην ὥσπερ: Ὅτι ἐν κοιλώμασι τίκτουσιν.
lys 757
οὐδʼ ἀμφιδρόμια: Δέον παιδίου, εἶπε κυνῆς. κυνῆν γὰρ εἶχε προσποιουμένη κύειν. ἀμφιδρόμια δὲ ἡ δεκάτη ἡμέρα τῶν τικτομένων παιδίων, ἐν ᾗ τὰ ὀνόματα αὐτοῖς τιθέασι περιδραμόντες κειμένοις. οὐδὲ κοιμᾶσθʼ ἐν πόλει: Ἐν τῇ ἀκροπόλει.
lys 758
τοῦτο δὲ ἑτέρα γυνή φησιν. ἐξ οὗ τὸν ὄφιν εἶδον: Τὸν ἱερὸν δράκοντα τῆς Ἀθηνᾶς, τὸν φύλακα τοῦ ναοῦ.
lys 762
τῶν τερατευμάτων: Τῶν προφάσεων καὶ πλασμάτων. ἡμᾶς δʼ οὐκ οἴει: Οὐ νομίζεις κἀκείνους ποθεῖν ἡμᾶς.
lys 770
χελιδόνες: Αἱ γυναῖκες δηλονότι. χρησμός. φαλήτων: Τῶν μορίων.
lys 772
τὰ δʼ ὑπέρτερα νέρτερα: Τὰ ἐπικρατέστερα εὐτελέστερα ποιήσει, τοὺς ἄνδρας δηλονότι. ἐπάνω κατακεισόμεθα: Ἐρωτᾷ ἐπάνω τοῦ αἰδοίου.
lys 773
κακεμφάτως δὲ ἐδέξατο. (διαστῶσι: Διχῶς ἀποστῶσι.
lys 774
) καταπυγωνέστερον: Μαλακώτερον καὶ πορνικώτερον τῶν χελιδόνων, τουτέστι τῶν γυναικῶν.
lys 785
(ἦν νεανίσκος Μειλανίων: Μήποτε παρὰ τὴν ἱστορίαν εἴρηκεν. οὐ γὰρ Μειλανίων ἔφευγε μᾶλλον, ἀλλʼ ἡ Ἀταλάντη. ἐπίτηδες δὲ τοῦτο ὁ τῶν ἀνδρῶν χορὸς ἱστορεῖ.) ἐλαγοθήρα: Ἐκυνηγέτει, λαγοὺς ἐθήρα.
lys 790
πλεξάμενος ἄρκυς: Εἶδος δικτύου. λίνα κυνηγετικά. κατὰ κοινοῦ τὸ μισοῦμεν τὰς γυναῖκας.
lys 796
οἱ σώφρονες: Ἐσμὲν, βδελυττόμεθα. κρόμμυόν τʼ ἄρʼ οὐκ ἔδει: Οἷον κλαύσει καὶ χωρὶς κρομμύων.
lys 798
ἢ κατὰ τὸ εἰρημένον ἄνω, ἵνα μήποτε φάγῃ σκόροδα καὶ κυάμους μέλανας. ἢ ὅτι δακρύεις καὶ χωρὶς τοῦ κρόμμουν ἐσθίειν. ἢ οὐ πολεμήσεις. τὸ σκέλος ἢ τὸ αἰδοῖον.
lys 800
R. καὶ Μυρωνίδης γὰρ ἦν: Δύο Μυρωνίδαι ἦσαν, ὡς ἐν ταῖς Ἐκκλησιαζούσαις [303] δεδήλωται.
lys 801
ἐνθάδε τοίνυν μέμνηται τοῦ ἐν Οἰνοφύτοις νικήσαντος. μελάμπυγός τε: Τοὺς λευκοπύγους ὡς γυναικώδεις ἐκωμῴδουν.
lys 804
ὡς δὲ Φορμίων: Φορμίων, στρατηγὸς, σφόδρα εὐδόκιμος, Ἀσωπίου υἱός. ὡς τριχώδης δὲ καὶ αὐτὸς καὶ μελαίνας πυγὰς ἔχων ἐκωμῳδεῖτο. τῷ Μελανίωνι: Σοὶ τῷ γέροντι.
lys 808
Τίμων ἦν τις: Τίμων οὗτος ἦν ὁ λεγόμενος μισάνθρωπος, ὅν φησι Νεάνθης ἀπὸ ἀχράδος πεσόντα χωλὸν γενέσθαι, μὴ προσιέμενον δὲ ἰατροὺς ἀποθανεῖν σαπέντα. καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ τὸν τάφον ἄβατον γενέσθαι ὑπὸ θαλάσσης περιρραγέντα, ἐν ὁδῷ τῇ ἐκ Πειραιῶς εἰς Ζωστῆρα καὶ Σούνιον φερούσῃ. ἀντὶ τοῦ ἄβατος καὶ ἄστατος.
lys 809
R. —ἀΐδρυτος ἀβάτοισιν: Οἷον ἀκάνθαις τετριχωμένος, σκληρός. Ἄλλως. σκόλοψι καὶ παττάλοις ἠσφαλισμένος. τὸ πρόσωπον περιειργασμένος: Ἀντὶ τοῦ σκυθρωπός.
lys 811
ἀπορρώξ: Διὰ τὴν μισανθρωπίαν. πολλὰ καταρασάμενος: Ἐπιεικὴς ἦν καὶ ἔφευγε τοὺς πονηρούς.
lys 817
ὡς εἰ ἡμεῖς ὑμᾶς. κατʼ ἐρώτησιν.
lys 822
ἢ εἰρωνείᾳ φησὶν, ἢ ἀληθῶς ἐφοβήθη. λακτίσω.
lys 824
τὸ γυναικεῖον αἰδοῖον. ὅτι ἀπεψιλωμένον φησί.
lys 832
μαινόμενον τῷ ἔρωτι. τουτέστι τῆς αὐτῆς ὁδοῦ καὶ διανοίας.
lys 835
Χλόης Δήμητρος ἱερὸν ἐν ἀκροπόλει, ἐν ᾧ οἱ Ἀθηναῖοι θύουσι μηνὸς Θαργηλιῶνος, ὡς Φιλόχορός φησιν ἐν ϛʹ. κωμῳδεῖ Κινησίαν ὡς κατωφερῆ εἰς συνουσίαν.
lys 838
ἦν δὲ διθυραμβοποιός. πέπαιχεν παρὰ τὸ κινεῖν.
lys 840
παραλογίζεσθαι καὶ τὰ ταύτην παρακολουθοῦντα πλὴν ὧν συνωμοσάμεθα μὴ ποιεῖν, τουτέστι συνουσιάζειν. εἰς ἣν ὠμόσαμεν.
lys 844
σύν σοι ὀπτήσω τῷ ἔρωτι ἀπὸ μεταφορᾶς τῶν κρεῶν. λείπει τὸ ἐγγύς.
lys 847
ὁ ἐντὸς τῶν φυλασσουσῶν γυναικῶν. ἐν ἡμέρᾳ σκοποῦσα.
lys 852
παίζει πρὸς τὸ πέος ὡς ἀπὸ δήμου τινός. ἢ ἵνα διαβάλῃ αὐτὸν ξένον καὶ Θρᾷκα. διαπαίζει τὰς γυναῖκας ὡς ἐρώσας τοῦ κινεῖν.
lys 855
διὰ στόματος. ἀντὶ τοῦ φυλαττέσθω.
lys 861
ἐν ἐρωτήσει. τὸ αἰδοῖον δείκνυσιν.
lys 863
ἢ ἀργύριον ἢ μερίδα. ἀπὸ τοῦ τείχους κατελθοῦσα ὅπου ἐφύλασσον αἱ ἡμεροσκόποι.
lys 873
τὸ πλῆρες αὐτόσε οὐ καταβήσομαι ἀπὸ τῆς ἀκροπόλεως. οὐδενὸς χρῄζων.
lys 876
ὑπὸ τοῦ ἔρωτος δηλονότι. ἀντὶ τοῦ μὴ ἀπέλθῃς.
lys 878
πρὸς τὸν παῖδα λέγει. οἷον ἄτροφον ἀπὸ τῆς θηλῆς τοῦ μαστοῦ.
lys 881
μὴ θηλασθέν. ἀντὶ τοῦ διὰ τὸ παιδίον.
lys 886
ποθεινότερον, πραότερον. ἀλαζονικῶς θρύπτεται.
lys 887
ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ βρενθίου μύρου. τὸ ἐντελὲς δῆτά ἐστιν.
lys 889
διὰ τὸ ὡραῖον αὐτοῦ. τῇ μαμμίᾳ: Ἀντὶ τοῦ ἐμοί.
lys 893
μὴ πρόσαγε τὴν χεῖρά μοι: Ὡς αὐτοῦ ἁπτομένου αὐτῆς αἰσχρῶς. ὀλίγον μέλει σοι: Ἀντὶ τοῦ οὐδὲ ὀλίγον μέλει σοι.
lys 896
τῆς κρόκης φορουμένης: Διαφορουμένης, διασπωμένης. ἀνοργίαστά σοι: Ἀτέλεστά σοι.
lys 898
ἀντὶ τοῦ οὐκ ὠργίασας τῇ Ἀφροδίτῃ. πρὸς Λάκωνας.
lys 900
R. νῦν δʼ ἀπομώμοκα: Ἀντὶ τοῦ ὁρκωμοσίαν πρὸς τὰς γυναῖκας πεποίηκα.
lys 903
ἀπομώμοκα: Πρὸς σέ. L. καί τοι ςʼ οὐκ ἐρῶ: Οὐ κρύπτω τὸν ἐμὸν πόθον.
lys 907
ἐναντίον τοῦ παιδίου: Οὐκ ἀποτόμως παραιτεῖται, ἀλλὰ διὰ προφάσεως πλείονος ἐρεθίζει. —ἐκοιμήθης. R. ὦ Μανῆ: Οἰκέτης ὁ Μανῆς.
lys 911
ὅπου τὸ Πανὸς καλόν: Ἐπεὶ ἐρωτικὸς ὁ Πάν. πλησίον δὲ τοῦ Πανείου ἡ Κλεψύδρα ἦν κρήνη. λουσαμένη τῇ Κλεψύδρᾳ: Ἐν τῇ ἀκροπόλει ἦν κρήνη ἡ Κλεψύδρα, πρότερον Ἐμπεδὼ λεγομένη.
lys 913
ὠνομάσθη δὲ Κλεψύδρα, διὰ τὸ ποτὲ μὲν πλημμυρεῖν, ποτὲ δὲ ἐνδεῖν. ἔχει δὲ τὰς ῥύσεις ὑπὸ γῆν, φέρουσα εἰς τὸν Φλεγρεώδη λειμῶνα. —εἰς τὴν ἀκρόπολιν. R. μὰ τὸν Ἀπόλλω: Οὐκ ἔστιν ὅρκος γυναικῶν.
lys 920
κἀγὼ ʼκδύομαι: Λείπει τὸ ἱμάτιον. αἰσχρὸν γὰρ ἐπὶ τόνου γε: Ἀντὶ τοῦ ἐπὶ ἐπιτόνου.
lys 923
λείπει γὰρ ἡ ἐπί. δηλοῖ δὲ ἐπὶ δέρματος. (καὶ) Ὅμηρος [Od. Μ, 423] «ἐπίτονος βέβλητο.» καὶ δὴ ʼκδύομαι: Λείπει τὸ ἱμάτιον.
lys 928
Ἡρακλῆς ξενίζεται: Παροιμία ἐπὶ τῶν βραδυνόντων. οἱ γὰρ ὑποδεχόμενοι τὸν Ἡρακλέα βραδύνουσιν. ἀδηφάγος γὰρ ὁ ἥρως. ἀνιστὰς ἀναπήδησον: Ἵνα προσκεφάλαιον αὐτῷ θῇ.
lys 930
ἅπαντα δῆτα: Κατʼ ἐρώτησιν. σισύραν οὐκ ἔχεις: Διφθέραν, ἱμάτιον πυκνόν.
lys 933
ἄκναπτον ἱμάτιον καὶ παχὺ ἡ σισύρα. ἅνθρωπος ἐπιτρίψει με: Ἀντὶ τοῦ ἡ γυνὴ ἡ ἄνθρωπος (εἶπε).
lys 937
ἀλλʼ ἐπῆρται τοῦτό γε: Τὸ αἰδοῖον δείκνυσι. παρʼ ὑπόνοιαν δὲ ἀπήντησε. εἰ μὴ διατριπτικόν γε: Παρὰ τὸ διατρίβειν καὶ ἀναβάλλεσθαι.
lys 943
οἷον διατριβῆς γέμον καὶ βραδυτῆτος· ἐπεὶ καὶ τριβόμενα ἔνια τῶν μύρων ἡδίω γίνεται. (ἅμα δὲ καὶ πρὸς τὴν διατριβὴν λέγει.) τάλαινʼ ἐγώ: Τοῦτο φησὶν ἵνα πάλιν ἀπέλθῃ.
lys 944
(οὐ τὸ Σύριον.) Ῥόδιον δὲ μύρον τὸ ἀπὸ τῆς Ῥόδου· ὃ καλοῦμεν ἡμεῖς ῥόδινον. τὸν ἀλάβαστρον: Τὴν μυροθήκην.
lys 947
ἀλλʼ ἕτερον ἔχω: Τὸ αἰδοῖόν φησι. μή μοι φέρε: Τοῦ μύρου.
lys 951
σπονδὰς ποιεῖσθαι ψηφιεῖ: Τοῦτο εἰρηκυῖα ἡ γυνὴ ἄπεισι. ἀπολώλεκέ με: Ὁ ἀνὴρ ἀπελθούσης τῆς γυναικὸς ὀδύρεται.
lys 953
κἀποδείραςʼ οἴχεται: Εἰς τὸ αἰσχρόν. ψευσθείς: Ἀντὶ τοῦ ἀπατηθείς.
lys 956
πῶς ταύτην παιδοτροφήσω: Ὡς θυγατρὸς αὐτῷ ἑπομένης. κακεμφάτως δὲ καὶ ἐπὶ τοῦ αἰδοίου δύναται ἀκούεσθαι. ποῦ κυναλώπηξ: (Ὁ Φιλόστρατος.
lys 957
) καὶ ἀλλαχοῦ [Eq. 1069] «Φιλόστρατος ἡ κυναλώπηξ.» ὡς πορνοβοσκοῦ ὄντος τοῦ Φιλοστράτου. βούλεται δὲ τίτθην μισθώσασθαι, ἵνα θρέψῃ τὸ παιδίον. ποῖος γὰρ ἢ νεφρὸς ἀντίσχοι: Πῶς δυνήσῃ σαυτὸν ἐπισχεῖν, οὕτως ἠρεθισμένος.
lys 963
ποία ψυχή: Παρὰ τὰ ἐξ Ἀνδρομέδας «ποῖαι λιβάδες, ποία σειρήν;» ποῖος ἂν ὄρρος: Ἀντὶ τοῦ πρωκτός. τοὺς ὄρθρους: Ἀντὶ τοῦ ἐν τοῖς ὄρθροις.
lys 973
θωμούς: Σωροὺς ξύλων. θωμοὶ δὲ λέγονται οἱ τῶν πυρῶν σωροί. τυφὼς δὲ ἡ ἐξ ἀναθυμιάσεως τῆς γῆς συστροφὴ, πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα. μεγάλῳ τυφῷ: Μεγάλῳ καύσωνι.
lys 980
πᾷ τᾶν Ἀσανᾶν: Ἀντὶ τοῦ ποῦ τῶν Ἀθηνῶν ἐστιν ἡ γερουσία, τουτέστιν ἡ ἐκκλησία, καὶ ἡ σύνοδος. διατεταμένος δὲ ἦλθεν. ἀπὸ κοινοῦ δὲ ποῦ εἰσὶ καὶ οἱ πρυτάνεις, οἷς θέλω τι νέον εἰπεῖν. Κονίσαλος: Δαίμων πριαπώδης ὁ Κονίσαλος· ἐκ τοῦ μὴ ὀκνεῖν καὶ ἐπὶ κόνεως μίγνυσθαι.
lys 983
ὦ κυρσάνιε: (Ἀντὶ τοῦ ὦ νεανία, ὦ ἔφηβε. ἢ) ἀντὶ τοῦ εὐτελέστατε. κυρσὸς γὰρ εὐτελὲς λάχανον. κἄπειτα δόρυ δῆτα: Διὰ τὸ τὸ αἰδοῖον αὐτοῦ μέγα εἶναι, ἐξέτεινε τὰ ἱμάτια τῇ χειρί.
lys 985
ὁ δὲ εἶπε δόρυ ἔχεις. (οὐ τὸν Δία: Οὐ μὰ τὸν Δία.
lys 986
) (παλεός γα νὴ τὸν Κάστορα: Ὥσπερ τὸ πήγανον ἔνιοι ἀφαιρέσει τοῦ π ἤγανον λέγουσιν, οὕτως ἐνταῦθα κατὰ τὸ ἐναντίον πλεονάζει τὸ π.
lys 988
ἠλεὸς, ἀλεὸς, παλεός. τουτέστι λῆρος καὶ μάταιος.) μηδʼ αὖ πλαδδείη: Μηδὲ πλησίον γένοιτό μοι τὸ στύειν.
lys 991
τί δʼ ἐστί σοι τοδί: Τὸ αἰδοῖον δείκνυσι. σκυτάλα Λακωνικά: Ξύλον ἐστὶν εἰς δύο τεμνόμενον. καὶ τὸ μὲν ἓν δίδοται τῷ στρατηγῷ ἐξερχομένῳ, τὸ δὲ ἄλλο κεῖται ἐν τῇ πόλει. εἴπερ γε χʼ αὕτη ῎ στι: Καὶ ὁ Ἀθηναῖος δείκνυσιν αὐτῷ τὸ ἑαυτοῦ αἰδοῖον.
lys 995
ὀρσά: Ἀντὶ τοῦ ὀρθή. πᾶα, πᾶσα, οὕτως Ἡρωδιανὸς ἐν τῷ περὶ παθῶν. Πελλάνας δὲ δεῖ: Ὄνομα γυναικὸς ἑταίρας.
lys 996
ἦν γὰρ παρʼ αὐτοῖς πόρνη Πελλήνη τοὔνομα. ἐπιθυμοῦσιν οὖν τῆς πόρνης, ἤγουν τῆς πόλεως Πελλήνης. ἀντεποιοῦντο γὰρ αὐτῆς οἱ Λάκωνες. ἀπὸ τοῦ: Ἀπὸ τίνος.
lys 998
ἀπὸ Πανός: Κατʼ ἐρώτησιν. οὐκ. ἀλλʼ ἀρχὰ μέν: Ὁ νοῦς· ἤρξατο τὸ κακὸν τοῦτο διδόναι ἡμῖν ἡ Λαμπιτώ. οἰῶ δὲ (κατʼ αὐτοὺς) ἀντὶ τοῦ οἴομαι. ἅπερ: Ὥσπερ.
lys 1000
ἀπὸ μιᾶς ὑσπλαγίδος: (Ἀφέσεως. βαλβῖδος.) ἀπὸ μιᾶς ἀφετηρίας, ἤγουν ἀπὸ ἑνὸς κανόνος καὶ καμπτῆρος. ἀπήλων: Ἀπήλασαν.
lys 1001
ὑσσάκων: Τῶν γυναικείων μορίων. ἂν γὰρ τὰν πόλιν: Τὸ τέλειον ἀνά.
lys 1003
ἅπερ: Ὥσπερ. ἅπερ λυχνοφορίοντες: Οἱ γὰρ λυχνοφοροῦντες κεκύφασι διὰ τὸν ἄνεμον. οὔτε τῶ μύρτω σίγειν: Οὐδὲ θίγειν τοῦ γυναικείου μορίου.
lys 1007
τουτὶ τὸ πρᾶγμα: Οἱ Ἀθηναῖοι πρὸς τὸν κήρυκα. ποτάομαι: Δραμοῦμαι.
lys 1013
πετήσομαι. γυναικὸς ἀμαχώτερον: Ἐν ἄλλῳ Κινησίας ἦν ὁ λέγων.
lys 1019
ἀλλʼ ὅταν βούλῃ σύ: Ἀπὸ κοινοῦ βεβαίαν φίλην ἔχειν με. καὶ ἔξωθεν ὑπακουστέον τὸ ἔχε. γυμνὸν ὄνθʼ οὕτως: Γυμνὸς γὰρ ἦν.
lys 1023
καὶ τότʼ ἀπέδυν ἐγώ: Ἀντὶ τοῦ ἀπεδύσαντο κατὰ τῶν γυναικῶν. (εἶτʼ οὐ καταγέλαστος εἶ: Εἶτα οὐ καταγελασθήσῃ.
lys 1024
) τόδε τὸ θηρίον: Τὴν ἐμπίδα.
lys 1026
ἐξεῖλον: Ἀντὶ τοῦ ἐξέλοιμι. τοῦτʼ ἄρʼ ἦν: Ἡ ἐμπὶς δηλονότι.
lys 1027
δακτύλιος οὑτοσί: Δίδωσιν αὐτῇ δακτύλιον, ἵνα ἐξενέγκῃ τὴν ἐμπίδα τοῦ ὀφθαλμοῦ. ἐκσκάλευσον: Ἐξένεγκε.
lys 1032
οὐκ ἐμπὶς ἥδʼ ἐστὶ Τρικορυσία: Ἐμπὶς ζῷον κώνωπι παραπλήσιον. ὡς ἐν Τρικορύθῳ πολλῶν ἐμπίδων γινομένων. ἔστι γὰρ ἀλσώδης καὶ κάθυγρος. ἢ ἐπεὶ πονηροί εἰσιν οἱ Τρικορύσιοι. ἀπὸ μεταφορᾶς τῶν τὰ φρέατα ὀρυττόντων εἰς βάθος ὡς φρέαρ ἀνώρυττέν φησι.
lys 1037
R. κἄστʼ ἐκεῖνο τοὖπος: Ἐν παροιμίᾳ τοῦτο ἔλεγον «κακὸν γυναῖκες, ἀλλʼ ὅμως, ὦ δημόται, οὐκ ἔστιν οἰκεῖν οἰκίαν ἄνευ κακοῦ.
lys 1038
» καὶ Ἡσίοδος [Op. 58] «ἑὸν κακὸν ἀμφαγαπῶντες.» οὐ παρασκευαζόμεσθα: Λέγει ὅτι ὦ ἄνδρες οὐ παρασκευαζόμεσθα εἰπεῖν κακῶς τινὰ, ἀλλὰ μᾶλλον καλῶς.
lys 1043
ὡς ἀπὸ τοῦ ποιητοῦ δέ ἐστιν. ἱκανὰ γὰρ τὰ κακά: Τὸν πόλεμον λέγουσιν.
lys 1047
ἱκανῶς γὰρ ἐκακοπράγουν ἤδη μετὰ τὰ ἐν Σικελίᾳ. καὶ τὰ παρακείμενα: Τὴν τῶν γυναικῶν καὶ ἀνδρῶν στάσιν λέγει τὰ παρακείμενα.
lys 1050
λεγέτω τίνος δέεται. R. ἔσω ἡμῖν ἐστιν.
lys 1053
R. κἄν ποτʼ εἰρήνη φανῇ: Δηλονότι οὐδὲν αὐτοῖς προήσονται.
lys 1057
ἀντὶ τοῦ κερδάνῃ. R. ἀντὶ τοῦ ἀποδῷ παρʼ ὑπόνοιαν. R. Καρυστίους: Κάρυστος πόλις Εὐβοίας.
lys 1058
διαβάλλονται δὲ ὡς μοιχοὶ οἱ Καρύστιοι. ἐν ἄλλῳ γενέσθαι ἀντὶ τοῦ ἔξεστι.
lys 1066
R. τοῦτο εἰς γέλωτα εἶπεν.
lys 1071
R. παρʼ ὑπόνοιαν, δέον ἀνεωχθήσεται.
lys 1072
R. ἔχοντες πώγωνας.
lys 1074
διὰ τὴν τοῦ αἰδοίου ἐξοχήν. (τοῦτο δέ φασιν, ἐπεὶ καθελκόμενα εἶχον τὰ ἱμάτια, ὥστε δόξαι ἀγγεῖά τινα ἔχειν αὐτούς.) τὸ δὲ χοιροκομεῖον ἔοικε πλεκτὸν ἀγγεῖον εἶναι, ἐν ᾧ τοὺς νέους ἔτρεφον χοίρους περιδήσαντες. νῦν δὲ λέγει τὸν πάτταλον, ἐν ᾧ δεσμεύουσι τοὺς χοίρους καὶ τρέφουσιν. ἐπεὶ οὖν ἐντεταμένοι ἦλθον, ᾔκασεν αὐτοὺς παττάλοις. νενευρωμένη δὲ συμφορά: Τὴν ἔντασιν τοῦ αἰδοίου λέγει.
lys 1078
νεῦρον γὰρ (τὸ αἰδοῖον). χεῖρον φαίνεται: Ἀντὶ τοῦ, χεῖρον τῆς τάσεως τοῦ Ἑρμοῦ φαίνεται.
lys 1079
τουτέστι χεῖρον τέταται τοῦ Ἑρμοῦ. ἐπειδὴ ὁ Ἑρμῆς πριαπῶδες ἔχει τὸ αἰδοῖον καὶ ἐντέταται μεγάλως. ὅπα, ὅπου.
lys 1080
σέλει, θέλει. ἐλσὼν, ἐλθών. ἀντὶ τοῦ, πάντα πράττων τις ἀγέτω ἡμῖν εἰρήνην. ὥσπερ παλαιστάς: Οἱ γὰρ ἀσκοῦντες παῖδες συστέλλουσι τὰ ἱμάτια, ὅπως μὴ προστρίβωνται (τὰ αἰδοῖα) καὶ μιανθῇ τὰ ἱμάτια.
lys 1083
τοὺς δὲ Ἀθηναίους λέγει τεταμένους. φαίνονται δὲ οἱ ἀσκοῦντες παῖδες, ὡς μὴ παρατρίβοιντο τὰ αἰδοῖα εἰς ὑπόμνησιν (τῆς) συνουσίας ἀφιστάναι τὰ ἱμάτια ἑαυτῶν. ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος: Ἀντὶ τοῦ μέγα.
lys 1085
διὰ τὴν ἐπιθυμίαν τῆς εἰρήνης εἶπε τοῦ νοσήματος. δείκνυσιν.
lys 1088
R. σπασμός: Τέτανος.
lys 1089
—οἱ γὰρ σπασμὸν ἔχοντες περὶ τὸν ὄρθρον αἴσθονται σφόδρα. R. Bar. συγκόπτοντες, τὰ ἱμάτια συστέλλοντες.
lys 1090
R. οὐ Κλεισθένη βινήσομεν: Οὗτος Σιβυρτίου παῖς ἐπὶ θηλύτητι κωμῳδούμενος.
lys 1093
εἰ σωφρονεῖτε: Τοῦτο φησίν· εἰ μὴ περιβαλεῖσθε, ἀλλὰ φανερὰ ἕξετε τὰ αἰδοῖα, ἀκρωτηριάσει τις ὑμᾶς τῶν Ἑρμοκοπιδῶν. ἐξ οὗ δῆλον ὅτι μετὰ τὸ εἰσελθεῖν ἀπεγυμνώθησαν φορτικῶς πάνυ. Ἑρμοκοπιδῶν: Παρόσον οἱ Ἑρμοκοπίδαι ἠκρωτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἐπὶ Σικελίας ἔμελλον πλεῖν (πρὸ ἐτῶν τεσσάρων τῆς καθέσεως τούτου τοῦ δράματος.
lys 1094
τὴν δὲ αἰτίαν ταύτην οἱ μὲν τοῖς περὶ Ἀλκιβιάδην προσέγραφον, ὡς Θουκυδίδης· οἱ δὲ Κορινθίοις, ὡς Φιλόχορος. μόνον δὲ φησὶν οὐ περικοπῆναι τὸν Ἀνδοκίδου Ἑρμῆν.) ἄνδρες οἱ Ἑρμοκοπίδαι.
lys 1099
ἐκδεδαρμένους, τὰ αἰδοῖα ἀνατεταμένους. οἱ Βοιωτοὶ πρὸς τοὺς Λάκωνας.
lys 1105
παίζει, μὴ μόνον Λυσιστράτην. παρὰ τὸ λύειν τὸν στρατόν. κἂν λῆτε: κἂν βούλησθε. διαβάλλει τινά. τῷ σῷ πόθῳ, τῇ σῇ θέλξει.
lys 1110
ἴυγξ ὄρνεόν ἐστιν ἐπιτήδειον πρὸς τὰς τῶν φίλτρων κακίας. μὴ συνόντας ἀλλήλοις μήτε πεῖραν ἑαυτῶν δεχομένους· ὀργῶντας, πρὸς εἰρήνην.
lys 1114
ὡς πρός τινα ἐξυπηρετουμένην ἣν καλεῖ Διαλλαγήν. καὶ ὅλως ἐκ τοῦ μέρους τούτου Λυσιστράτη ἢ διαλλαγαὶ κέκληται τὸ δρᾶμα. ὡς ὀχληρῶν ὄντων τῶν Ἀθηναίων ἐν μάχαις.
lys 1119
σκώπτει αὐτοὺς ὡς μαινομένους ἐπὶ τῷ ἔρωτι. τῆς σάθης, τοῦ αἰδοίου. ἄν σοι δῴη ἢ τὴν χεῖρα ἢ ἄλλο τι.
lys 1123
ὦ Ἀθηναῖοι. ὁ στίχος ἐκ σοφῆς Μελανίππης Εὐριπίδου.
lys 1127
οὐ πεπαίδευμαι κακῶς. τοὺς αὐτοὺς θεοὺς τιμῶντες οὐχ ὁμονοοῦμεν ἀλλήλοις.
lys 1131
τοὺς αὐτοὺς ἀγῶνας ἄγομεν, Ὀλύμπια καὶ Πύθια. Ἄλλως. ἐν Πύλαις ἀντὶ τοῦ ἐν Θερμοπύλαις. ἔπεμπον γὰρ εἰς τὴν Πυλαϊκὴν πανήγυριν τοὺς λεγομένους ἱερομνήμονας. ὅλος ὁ ἴαμβος λέλεκται ἐξ Ἐρεχθέως. εἰ δέον ἐστί μοι μακρολογεῖν.
lys 1133
ὡς τῶν Λακώνων χρωμένων συμμάχοις βαρβάροις. εἰς σύμβασιν αὐτοὺς καὶ φιλίαν προτρεπομένη ἄρχεται τοῦ αὐτοὺς ὑπομιμνήσκειν ὧν ἦσαν ἐξ ἀλλήλων εὖ πεπονθότες.
lys 1137
οἱ μὲν γὰρ Ἀθηναῖοι καταπονουμένους αὐτοὺς ὑπὸ Μεσσηνίων διέσωσαν, οἱ δὲ Λακεδαιμόνιοι καθεῖλον τὴν τῶν Πεισιστρατιδῶν τυραννίδα βοηθοῦντες Ἀθηναίοις. ταῦτα καὶ οἱ συντεταχότες τὰς Ἀτθίδας ἱστοροῦσιν περὶ τῶν Λακεδαιμονίων· ὁ δὲ Φιλόχορός φησι καὶ τὴν ἡγεμονίαν τοὺς Ἀθηναίους λαβεῖν διὰ τὰς κατασχούσας τὴν Λακεδαίμονα συμφοράς.
lys 1138
ὁ στρατηγὸς Λακεδαιμονίων. σημαίνει ὅτι πόλεμος ἦν αὐτοῖς πρὸς Μεσσηνίους.
lys 1142
σείων μέγα, ὁ Ποσειδῶν. σεισμοὶ γὰρ συχνοὶ ἐγένοντο ὅτε ὁ πόλεμος συνειστήκει. Κίμων, μετὰ τὴν ἐν Πλαταιαῖς μάχην ιβʹ ἔτει ὕστερον.
lys 1144
ταῦτα ἦν ἐπὶ Θεαγενίδου. καὶ γὰρ τοῦ Ταϋγέτου τι παρερράγη καὶ τὸ ᾠδεῖον καὶ ἕτερα καὶ οἰκίαι πλεῖσται, καὶ Μεσσήνιοι ἀποστάντες ἐπολέμουν καὶ οἱ εἵλωτες ἐπέστησαν, ἕως Κίμων ἐλθὼν διὰ τὴν ἱκετηρίαν ἔσωσεν αὐτούς. ὡς πρὸς γυναῖκα.
lys 1148
λέγει δὲ τὴν γῆν τῆς Ἀττικῆς λιπαρὰν εἶναι. ἀφήσειν τῆς μέμψεως οἴει.
lys 1152
καὶ γὰρ τῶν Θετταλῶν οἱ πλεῖστοι ἐβοήθουν Ἱππίᾳ. Ἀριστοτέλης φησὶ μετὰ τὸν Ἱππάρχου θάνατον χρησμὸν γενέσθαι τοῖς Λάκωσιν καταλύειν τὴν τυραννίδα, τῆς Πυθίας, ὡς οἱ Ἀλκμαιωνίδαι ἐμισθώσαντο τὸν ἐν Δελφοῖς νεὼν οἰκοδομεῖν, συνεχῶς τοῦτο χρώσης αὐτοῖς μαντευομένοις, ἕως πρότερον μὲν Ἀγχιμόλιον ἔπεμψαν κατὰ θάλασσαν, ἀποκρουσθέντος δὲ αὐτοῦ ὀργισθέντες οἱ Λάκωνες Κλεομένη τὸν βασιλέα σὺν μείζονι ἐξέπεμψαν στόλῳ, καὶ νικήσας τοὺς Θετταλοὺς εἰσῆλθεν εἰς τὴν Ἀττικὴν καὶ τὸν Ἱππίαν συνέκλεισεν εἰς τὸ Πελαργικὸν τεῖχος, ἕως οἱ παῖδες τῶν τυράννων ἐξιόντες ἑάλωσαν.
lys 1157
ἀγαθωτέραν. ἡμεῖς θέλομεν, ἐάν τις ἡμῖν θελήσῃ ἀποδοῦναι τὸ ἔγκυκλον, τουτέστι τὴν Πύλον, διὰ τὴν τῶν τειχῶν περιβολήν.
lys 1164
ἀντὶ τοῦ ψηλαφῶμεν καὶ ἐπιθυμοῦμεν. ἀντὶ τοῦ οἰκήσομεν.
lys 1169
ταῦτα οἱ Λακεδαιμόνιοι ἐδόκουν οὐκ ἐπιτηδείως ἔχειν. ἔστι δὲ ὁ Ἐχινοῦς κόλπος. λιμήν ἐστιν ὄπισθεν τοῦ Ἐχινοῦντος. σκέλη τόπος οὕτω καλούμενος τῆς Μεγαρίδος.
lys 1170
σημαίνει δὲ καὶ τὸ κακέμφατον. οἱ δὲ τὰ Μεγαρικὰ τείχη. ὦ μαινόμενε.
lys 1173
ἀπαλλαγεὶς τοῦ πολέμου γυμνὸς βούλομαι γεωργεῖν, ἀντὶ τοῦ θέλω τὴν εἰρήνην. ἀντὶ τοῦ κόπρον ἄγειν πρῶτον, ὡς μὴ εὐπορούντων αὐτῶν ἀροσίμης γῆς.
lys 1176
δρᾶν ταῦτα, τὰ τῆς γεωργίας. κατʼ ἐρώτησιν.
lys 1181
τοῖς ἐμοῖς. τοὺς Καρυστίους ὡς μοιχοὺς κωμῳδοῦσιν. ἦσαν δὲ Ἀθηναίων σύμμαχοι. ἀντὶ τοῦ ὧν εἴχομεν ἐδεσμάτων ἐν τῇ κίστῃ.
lys 1189
ἀποκοπή ἐστι τοῦ ἄλλου χοροῦ, ὡς παρʼ Εὐπόλιδι ἐν Κόλαξι. πορφυρῶν περιβολαίων. χρυσοφοροῦσι γὰρ αἱ κανηφόροι.
lys 1198
εὖ ἐσφραγίσθαι ὅσα εὑρίσκει ἔνδον. ῥύπους: τὰς σφραγῖδας· ἐκ πηλοῦ γὰρ ὑπῆρχον.
lys 1202
παίζουσα λέγει μηδὲν εἶναι ἔνδον. περιβλεπόμενος δὲ, φησὶν, οὐδὲν εὑρήσει. εἰ δέ τινι.
lys 1206
ἀντὶ τοῦ πυροὺς ὑποκοριστικῶς. μέγας.
lys 1211
θυλάκους. πλέγμα δεκτικὸν ἄρτων. ὁ δοῦλος.
lys 1213
γέλωτος χάριν. ἐπικωμάζει λαμπάδα ἔχων.
lys 1216
δεῖ δὲ νοεῖν ὅτι πρὸς τὴν θυρωρὸν λέγει. τὸ πρᾶγμα, τὸ ὑμᾶς καῦσαι.
lys 1218-1220
ὑμῖν τοῖς θεαταῖς τελειώσομεν τὸ δρᾶμα. φορτικὸν μέν ἐστιν εἰσελθεῖν εἰς τὴν σκηνὴν μετὰ λαμπάδος καὶ καταφλέξαι τινά· εἰ δὲ βούλεσθε, ὦ θεαταὶ, καὶ τοῦτο ποιήσομεν προσχαριζόμενοι ὑμῖν. ἀντὶ τοῦ τὸν ἐγκέφαλον ἢ τὰς τρίχας καιομένας.
lys 1225
ἐξέρχεταί τις τῶν Ἀθηναίων ἀπὸ τοῦ συμποσίου. σκώπτει τοὺς Ἀθηναίους ὅτι νήφοντες μὲν κακῶς βουλεύονται, μεθύοντες δὲ καλῶς διαπράττονται.
lys 1237
Τελαμῶνος: (Ἀρχή τινος σκολίου «παῖ Τελαμῶνος αἰχμητά,» περὶ οὗ δεδήλωται ἤδη.) ὁ δὲ νοῦς ὅτι τὰ ἐναντία λέγομεν ἑαυτοῖς καὶ πράττομεν. ὅταν γάρ τις ᾄσῃ ἀπὸ τῶν σκολίων Πινδάρου, λέγομεν ὅτι δεῖ μᾶλλον ᾄδειν ἀπὸ Κλειταγόρας τῆς ποιητρίας· ἡ γὰρ Κλειταγόρα ποιήτρια ἦν Λακωνικὴ, ἧς μέμνηται καὶ ἐν Δαναΐσιν Ἀριστοφάνης. αὖθις ἔρχονται πάλιν: Τουτέστι συνήχθησαν πάλιν.
lys 1239
ἦν γὰρ θεράπων διασκορπίσας αὐτοὺς τῇ λαμπάδι. ὦ Πολυχαρίδα: Πιθανώτερόν ἐστι, Βοιωτῶν αὐτὸν εἶναι.
lys 1242
ἀλλὰ γὰρ ἐν τοῖς πρέσβεσιν οὐδαμοῦ παρέδωκεν, ὅτι καὶ ἕτεροι παρῆσαν. γυναῖκες μὲν γὰρ ἐληλύθασι καὶ Κορίνθιαι καὶ Βοιώτιαι ἐπὶ τῆς πρεσβείας. οὐ λέγει δὲ Λάκων, ἀλλὰ Λάκωνες. ἀπίθανον δέ ἐστι μὴ παρεῖναι τοὺς παραληψομένους τὴν Βοιωτίαν καὶ τὴν Κορινθίαν. ἡ μὲν γὰρ Λαμπιτὼ εἰς Λακεδαίμονα ᾤχετο. ἵνʼ ἐγὼ διποδιάξω γε: Τοῖς δύο ποσὶ χορεύσω.
lys 1243
εἶδος δὲ ὀρχήσεως ἡ διποδία, ἧς μέμνηται καὶ Κρατῖνος ἐν Πλούτοις «ἄρξει γὰρ αὐτοῖς διποδία καλῶς.» —τοὺς αὐλοὺς, ἀπὸ τοῦ φυσᾶν. R. ὅρμαον: Ἄρχεται τῇ ἰδίᾳ διαλέκτῳ τοὺς αὐλοὺς φυσᾶν ὁ Λάκων.
lys 1247
ὁ δὲ νοῦς· ὅρμησον, ὦ μνημοσύνη, τῷ ἐφήβῳ τὴν σὴν μοῦσαν. κυρσανίους δὲ καλοῦσιν οἱ Λάκωνες τὰ μειράκια, καὶ τοὺς εὐτελεῖς ἀνθρώπους παρʼ αὐτοῖς. (λείπει δὲ ἡ εἰς πρόθεσις, εἰς τοὺς κυρσανίους.) ἀντὶ τοῦ μέλλοντας ὀρχεῖσθαι. R. μοῦσαν.
lys 1249
R. τοὺς Ἀθηναίους.
lys 1250
R. ἐπʼ Ἀρτεμισίῳ: Ἄκρα ἐστὶν Εὐβοίας τὸ Ἀρτεμίσιον, ἔνθα ἐπολέμησαν τῷ Ξέρξῃ οἱ Ἀθηναῖοι.
lys 1252
τὸ πλῆρες θεοείκελοι ἐμάχοντο, θεοῖς ὅμοιοι προέκρουον καὶ ἐμάχοντο. R. πρὸς τὰ πλοῖα.
lys 1253
R. Λεωνίδας στρατηγὸς Λακεδαιμονίων.
lys 1254
R. ᾇπερ τὼς κάπρως: Ὥσπερ τοὺς κάπρους· συνεβοήθουν γὰρ κατὰ Περσῶν τοῖς Ἀθηναίοις οἱ Λακεδαιμόνιοι.
lys 1257
πολὺς δʼ ἀμφὶ τὰς γένυας: Πρὸς τὸ παρὰ τῷ Ἀρχιλόχῳ «πολλὸς δʼ ἀφρὸς ἦν περὶ στόμα.» καὶ Σοφοκλῆς [El. 1219]. Αἰσχύλος δὲ «ἀφρὸς βορᾶς βροτείας ἐρρύη κατὰ στόμα.» —ἀντὶ τοῦ ἤνθει. R. ἔπαιξεν.
lys 1259
ἐπὶ δειλίᾳ δὲ αὐτοὺς κωμῳδεῖ ὡς ἐναφιέντας. ἦσαν γὰρ οἱ Πέρσαι οὐκ ἐλάσσονες τῶν ψάμμων.
lys 1262
θηροκτόνε. παρθένε θεά.
lys 1266
τῶν πανούργων ῥητόρων. παραδίδωσι λοιπὸν μετὰ ταῦτα τοῖς μὲν Λάκωσι τὰς Λακαίνας, τοῖς δὲ Ἀθηναίοις τὰς ὁμοφύλους.
lys 1276
ἐπʼ εὐτυχίαις. ἐπὶ δὲ Δίδυμον: Ἀπὸ Διδύμου τῆς Μιλήτου τόπου Διδυμαῖος Ἀπόλλων καλεῖται.
lys 1281
ἢ ὅτι δύο εἰσὶ χοροὶ, ὁ τῶν Λακώνων καὶ ὁ τῶν Ἀθηναίων. μετὰ τῶν βακχῶν.
lys 1283
βλέπει. R. ἀντὶ τοῦ φλέγοντα διὰ τῶν κεραυνῶν.
lys 1286
Ἥραν. ἢ τὴν Ἀριάδνην. R. δαίμονας: Ἄλλους.
lys 1287
καὶ τοὺς ἄλλους θεοὺς κάλεσον. τῆς εἰρήνης.
lys 1296
ἐπὶ νέα νέαν: ἐπὶ νεώτερα πράγματα, νέαν μοῦσαν. ἐκλιποῦσα μοῦσα.
lys 1299
κλείουσαι καὶ ὑμνοῦσαι. οὕτω χαλκιοίκου Ἀρτέμιδος ἱερὸν ἐν Λακεδαίμονι.
lys 1300
ἢ Ἀθηνᾶς. διχῶς. ἄνασσαν Ἀθήνην. χαλκίοικος δὲ ἡ Ἀθηνᾶ τιμᾶται ἐν Σπάρτῃ. ἀγαθούς.
lys 1303
ἐπίφθεγμα παρακελευστικόν. ᾗτινι οἱ χοροὶ τῶν θεῶν μέλουσιν.
lys 1308
ἤ τε, ὅπου. ἢ ὡς εἴτε ὥσπερ. λείπει τὸ κτύπον.
lys 1311
ἀνακινοῦσαι. θυρσαδδωᾶν: Ὥσπερ αἱ τῶν βακχῶν.
lys 1313
ἀντὶ τοῦ θυρσαζουσῶν καὶ παιζουσῶν, παρὰ τὸ δονεῖν τοὺς θύρσους. παραμπυκίδδετε: Παραπλέκετε, ποικίλλετε.
lys 1316
ἀντὶ τοῦ σκέπασον τῇ ἄμπυκι. οἷον πήδα.
lys 1318
R. χορωφελέταν: Ἀντὶ τοῦ, ποίει κρότον ὠφελοῦντα τὸν χορόν.
lys 1320
καὶ τὰν σιὰν δʼ αὐτάν: Καὶ τὴν θεὰν Ἀθηνᾶν.