ante 1
Προλογίζει Μνησίλοχος κηδεστὴς Εὐριπίδου. ὁ χορὸς ἐκ θεσμοφοριαζουσῶν. καὶ τοῦτο τὸ δρᾶμα τῶν κατʼ Εὐριπίδου πεποιημένων. ἀπὸ δὲ τῶν θεσμοφορίων τὰς θεσμοφοριαζούσας γυναῖκας ἐπέγραψεν, ἀφʼ ὧν καὶ ὁ χορός. Εὐριπίδου γυνὴ μὲν Χοιρίλη, μήτηρ δὲ Κλειτώ.
1
ἐπεὶ εἰώθασιν ἀπὸ χειμῶνος εὔχεσθαι ἔαρ, τῷ δὲ ἔαρι χελιδόνες φαίνονται, οὗτος δὲ ὥσπερ ἐχειμάσθη περιαγόμενος ὑπὸ Εὐριπίδου ἀλύοντος. τοῦτο ἔφη ἐν ἤθει οἷον πότε ἀπαλλαγήσομαι τοῦ κακοῦ τούτου, ὥσπερ οἱ ἐκ χειμῶνος ἐπιθυμοῦντες ἔαρ ἀφικέσθαι.
ἀλοῶν: Ἔξωθεν ἐν κύκλῳ περιάγων ὡς οἱ ἐν ταῖς ἅλωσι. καὶ τὸ τύπτειν ἀλοᾶν λέγουσιν ἀπὸ τῶν κοπτόντων τοὺς στάχυας.
οἷόν τε: δυνατὸν, ἐρωτηματικῶς.
5
ὁ μὲν τραγικώτερον καὶ ὑψηλότερον φράζει, ὁ δὲ ταπεινότερον ἢ δεῖ ἀκούει.
ταῦτα τῶν φυσικῶν λόγων. χωρὶς, τοῦ ἀκούειν καὶ ὁρᾶν.
ἀντὶ τοῦ εἰπεῖν τοῦ ἀκούειν καὶ ὁρᾶν εἶπε τοῦ μήτʼ ἀκούειν μήθʼ ὁρᾶν.
15
ἐπεὶ ὁ αἰθὴρ δοκεῖ τρέφειν ἡμᾶς. κινούμενα: οὐδὲν γὰρ δίχα κινήσεως γίνεται. ξυνετέκνου δὲ ἀντὶ τοῦ ἐτεκνοποίει.
ἀντίμιμον: ὅμοιον. λείπει τὸ περιφερές.
διὰ τούτου ὑπονοεῖ Εὐριπίδου εἶναι ἐκεῖνο τὸ «σοφοὶ τύραννοι τῶν σοφῶν ξυνουσίᾳ.» ἔστι δὲ Σοφοκλέους ἐξ Αἴαντος Λοκροῦ. ἢ οὖν ἐπίτηδες, ἵνα καὶ τοὺς ἄλλους ἐξαπατήσῃ, ἢ συνέμπτωσις Σοφοκλεῖ καὶ Εὐριπίδῃ ἐγένετο. οἷόν γε πού ʼστιν αἱ σοφαί: καὶ διὰ τούτου φαίνεται ὑπονοῶν Εὐριπίδου εἶναι τὸ «σοφοὶ τύραννοι τῶν σοφῶν συνουσίᾳ.» ἔστι δὲ Σοφοκλέους ἐξ Αἴαντος Λοκροῦ. ἐνταῦθα μέντοι ὑπονοεῖ μόνον, ἐν δὲ τοῖς Ἥρωσιν ἄντικρυς ἀποφαίνεται. καὶ Ἀντισθένης καὶ Πλάτων [Rep. 8, p. 568, A; Theag. p. 125, D] Εὐριπίδου αὐτὸ εἶναι ἡγοῦνται, οὐκ ἔχω εἰπεῖν ὅ τι παθόντες. ἔοικε δὲ ἤτοι πεπλανημένος ἢ συνεξαπατῆσαι τοὺς ἄλλους, ὥσπερ ὑπονοοῦσί τινες συμπτώσεις τῷ τε Σοφοκλεῖ καὶ τῷ Εὐριπίδῃ, ὥσπερ καὶ ἐπὶ ἄλλων τινῶν. τὸ μέντοι δρᾶμα ἐν ᾧ Εὐριπίδης ταῦτα εἶπεν οὐ σώζεται.
ἵνα μὴ περιπατήσῃ μετʼ αὐτοῦ.
25
πρόσεχε ἀντὶ τοῦ μνῆσαι.
λείπει ἡ διά, οἷον σιωπῶ διὰ τὸ θύριον. ἔπαιξε δέ.
οἱ περὶ Ἀρίσταρχον καὶ Δίδυμόν φασιν εἶναι τοιοῦτον Ἀγάθωνα. ἐγὼ δὲ οὐχ ἡγοῦμαι, ἀλλʼ ἐπειδὴ βούλεται κωμῳδεῖν τὸν Ἀγάθωνα ὡς μήτε καρτερὸν μήτε μέλανα, τοῦτο εἶπεν. ἢ ἄσημόν τινα.
ἐπειδὴ οὐ πάλαι ἤρξατο διδάσκειν, ἀλλὰ τρισὶν πρὸ τούτων ἔτεσιν.
διαβάλλει τὸν Ἀγάθωνα πάλιν ὡς λεῖον καὶ ἀποτίλλοντα αὑτοῦ τὰς τρίχας τοῦ πώγωνος.
κρυβῶμεν. κυρίως δὲ πτήσσειν ἐστὶ τὸ φεύγειν καὶ φοβεῖσθαι.
ὅτε γὰρ δρᾶμα ποιῆσαι ἤθελον, πρότερον θυσίας ἐποίουν. λείπει τὸ ὡς. ὡς ἔοικε.
παρὰ τοῖς τραγικοῖς οὕτω λέγεται, πᾶς ἔστω λαός.
45
ἐπίρρημα ἐπὶ θαυμασμοῦ λαμβανόμενον.
ἀναδιπλασιάζει τὴν λέξιν.
προοίμια. κυρίως δὲ δρύοχοί εἰσιν οἱ ἐντιθέμενοι πάτταλοι ναυπηγουμένης νεώς.
ὡς ἀπὸ τῶν οἰκοδομούντων.
ὡς ἐπὶ τεκτόνων. μέλη κολλᾷ.
55
ὄνομα ἀντὶ ὀνόματος τίθησιν.
ὡς ἐπιπηγνύντος καὶ συντιθέντος. μεταστρέφει.
60
ἀντὶ τοῦ ἐπὶ τοῦ θριγκοῦ.
ὡς εἰς χόανον τὸν πρωκτὸν ἐμβαλεῖν.
ὡς ἀπὸ τῶν λυόντων τὸν κηρὸν ἐν τῷ ἡλίῳ. ἐπειδὴ δύσκαμπτοι αἱ στροφαί. καὶ Ἀριστοφάνης [Nub. 971] τὰς δυσκολοκάμπτους αὐτάς φησιν. εἴρηται δὲ καὶ διὰ τὴν φωνὴν, ἐπεὶ λέγεταί τι κάμπτειν καὶ ἐν ταῖς ᾠδαῖς.
στενάζει φοβούμενος τὰς γυναῖκας.
τὸ σημεῖον· οὐ μόνον κηδεστὴς ὁ ἐκδιδοὺς, ἀλλὰ καὶ ὁ λαμβάνων.
80
τοῦτο τῶν ζητουμένων ἐστὶ, πῶς καὶ τρίτην καὶ μέσην εἶπεν. ιαʹ γὰρ ἄνοδος, εἶτα ιβʹ νηστεία, εἶτα τρισκαιδεκάτη καλλιγένεια, ὥστε μέση μὲν εἶναι δύναται, τρίτη μὲν οὒ, ἀλλὰ δευτέρα. ἀλλʼ οὐδὲ ψυχρεύεσθαί τις δύναται λέγων ὅτι τρίτη ἡ τρισκαιδεκαταία, ὡς ἑκταία ἑκατηβόλος σελάνα, ἑκκαιδεκαταία· ἡ γὰρ μέση οὐκ ἔστιν ιγʹ, ἀλλὰ δωδεκάτη. ἡ λύσις οὖν ἥδε.
80·2
δεκάτῃ ἐν Ἁλιμοῦντι Θεσμοφόρια ἄγεται, ὥστε τρίτην μὲν ἀπὸ δεκάτης ιβʹ εἶναι, μέσην δὲ μὴ συναριθμουμένης τῆς δεκάτης. τοῦτο δὲ αἰνιγματῶδες κατὰ Καλλιμάχου ἄν τις φαίη, ἔνθα μὲν τρίτη λέγεται, συναριθμεῖν τὴν ιʹ, ἔνθα δὲ μέση, μηκέτι συναριθμεῖν. καὶ ὅπου γε λιμώττουσιν, ἀστεϊζόμενοι τὴν μέσην τῶν Θεσμοφορίων ἄγειν φασὶν, ἐπεὶ αὕτη ἡ νηστεία. ἑνδεκάτη Πυανεψιῶνος ἄνοδος. δωδεκάτη νηστεία, ἐν ᾗ σχολὴν ἄγουσαι ὑπόκεινται αἱ γυναῖκες ἐκκλησιάζουσαι περὶ Εὐριπίδου. τρισκαιδεκάτη καλλιγένεια. γʹ οὖν συναριθμουμένης ιʹ, μέσην δὲ τῆς ἀνόδου καὶ τῆς καλλιγενείας.
κἀν θεσμοφόροιν: Ἀττικὴ σύνταξις καὶ δυϊκὴ, ἀντὶ τοῦ ἐν τῷ τῶν θεσμοφόρων ἱερῷ, Δήμητρος καὶ Περσεφόνης.
ἀεὶ γὰρ τὸν Εὐριπίδην ὡς πανοῦργον διαβάλλει.
εἶδος πλακοῦντος ὁ πυραμοῦς. οὗτος δὲ ἐτίθετο τοῖς διαπαννυχίζουσιν ἔπαθλον, καὶ ὁ ἐγρηγορὼς ἕως πρωΐας ὡς νικῶν αὐτὸν ἐλάμβανε. νῦν οὖν ταύτῃ τῇ μεταφορᾷ ἐχρήσατο ὡς νικῶντος αὐτοῦ τῇ πανουργίᾳ πάντας, ἤτοι τὰς γυναῖκας.
ἐπὶ ἐκκυκλήματος γὰρ φαίνεται.
Κυρήνην: Τὴν ἑταίραν, περὶ ἧς πολλάκις φησί. τοιοῦτον δὲ τὸν Ἀγάθωνα καὶ οἱ ἄλλοι κωμῳδοῦσιν.
100
ὡς λεπτὰ καὶ ἀγκύλα ἀνακρουομένου μέλη τοῦ Ἀγάθωνος· τοιαῦται γὰρ αἱ τῶν μυρμήκων ὁδοί. μεταξὺ δὲ τῶν δυοῖν ἀξιοῦσί τινες γράφειν μινυρισμὸς, ὡς πολλὰ τοιαῦτα παρεπιγράφεται.
ὁ Ἀγάθων ὑποκριτικὰ μέλη τέως ποιεῖ. ἀμφότερα δὲ αὐτὸς ὑποκρίνεται. μονῳδεῖ ὁ Ἀγάθων ὡς πρὸς χορὸν, οὐχ ὡς ἐπὶ σκηνῆς, ἀλλʼ ὡς ποιήματα συντιθείς. διὸ καὶ χορικὰ λέγει μέλη αὐτὸς πρὸς αὑτὸν, ὡς χορικὰ δέ. χθονίαις δὲ τῇ Δήμητρι καὶ τῇ Κόρῃ.
105
εὐπίστως ἔχω πρὸς τὸ τοὺς θεοὺς ὑμνῆσαι καὶ εὐλογῆσαι.
τῇ Φρυγίᾳ ἁρμονίᾳ ἡρμοσμένα. καὶ τὰ κρούματα τοῦ Ἀπόλλωνος κιθάρας σέβομαι, ἐπειδὴ εἶπε κάτω «κιθάραν ματέρα ὕμνων.» Ἀσιάδα δὲ τὴν κιθάραν λέγει.
125
εὐτόνῳ. προεῖπε γὰρ ὅτι ἐκ παρθένων ἐστὶν ὁ χορός. ἢ ἄρσενι βοᾷ δοκίμῳ, ἐπεὶ Ἀπόλλων ἐστὶν ὁ κιθαρίζων. τῆς οὖν κιθάρας ἄρσενι βοᾷ δοκίμου οὔσης φῶς ἔσσυτο. ἐπάγει δὲ σημεῖον τοῦ παρὰ Ἀπόλλωνος λελέχθαι. τῇ θαυμαστῇ φωνῇ καὶ δεδοκιμασμένῃ.
τῆς κιθάρας φῶς ἔσσυτο τοῖς σοφοῖς· ἀπὸ γὰρ τῆς κιθάρας ἐδιδάχθησαν οἱ παλαιοὶ ᾄδοντες καὶ γράφοντες ποιήματα. ἢ τῇ Λητοῖ λαμπρότατα ὄμματα λέγει. πάλιν δὲ φῶς ἐγένετο αὐτοῖς ἀπὸ τῆς ἡμετέρας φωνῆς· ἄνευ γὰρ κιθάρας ἢ ἄνευ ἀνδρὸς τοῦ διδάσκοντος οὐ μαθήσεταί τις.
ὀλολύζει. παρεπιγραφὴ τοῦτο· εἰπόντος γὰρ τοῦ Ἀγάθωνος ὁ κηδεστὴς τοῦ Εὐριπίδου ὀλολύζει εἰς τὴν θηλύτητα αὐτοῦ καὶ μόνον οὐχὶ γυναικὸς εὐχήν.
130
δαίμων ἡ Γενετυλλὶς περὶ τὴν Ἀφροδίτην. φασὶ δὲ παρὰ τὴν γέννησιν πεποιῆσθαι τὸ ὄνομα. τινὲς δὲ περὶ τὴν Ἄρτεμίν φασιν αὐτὰς τῶν τοκετῶν ἐφόρους, καὶ πάλιν παρὰ τὴν γέννησιν τὸ ὄνομα πεποιῆσθαι.
ποικίλον καὶ ἡδύ. ἔστι δὲ εἶδος φιλήματος πολλαῖς γλώτταις μεμιγμένον. γλῶττα δέ ἐστι καὶ ἡ λέξις· κυρίως δὲ κατεγλωττισμένον ἐστὶ τὸ ἔγγλωττον φίλημα.
135
τὴν τετραλογίαν λέγει Λυκουργίαν, Ἠδωνοὺς, Βασσαρίδας, Νεανίσκους, Λυκοῦργον τὸν σατυρικόν. λέγει δὲ ἐν τοῖς Ἠδωνοῖς πρὸς τὸν συλληφθέντα Διόνυσον «ποδαπὸς ὁ γύννις;»
ἐντεῦθεν τὴν ἀρχὴν Εὔβουλος ἐποιήσατο τοῦ Διονυσίου, τὰ ἀνόμοια τῶν ἐν τῇ Διονυσίου οἰκίᾳ καταλέγων· ἐπὶ πλέον μέντοι. ἡ κιθάρα.
γρ. σύ τʼ αὐτός. ἀντὶ τοῦ τρέφῃ· τὸ γὰρ τρέφει Ἀττικόν.
στοχάζομαί γε ἐκ τῆς μελοποιίας οἷος ἄν τις εἴης.
γυναικεῖα δράματα λέγεται ἐν οἷς ὁ χορὸς ἐκ γυναικῶν ἐστὶν, ἀνδρεῖα δὲ ἐν οἷς ἐξ ἀνδρῶν.
ἐπεὶ ὡς ἐπίπαν ἐστυκότας τοὺς σατύρους εἰσάγουσιν.
160
ἀγροῖκον καὶ πώγωνα μέγαν ἔχοντα.
Ἴβυκος ὁ Ῥηγῖνος καὶ Ἀνακρέων ὁ ἀπὸ Τέω (αὕτη δὲ πόλις τῆς Ἰωνίας), καὶ Ἀλκαῖος ὁ Λέσβιος μέλη ἔγραψαν πρὸς λύραν.
ἔγχυμον ἐποίησαν. ἐν ἐνίοις δὲ Ἀχαιὸς γέγραπται, καὶ τὰ παλαιότερα ἀντίγραφα οὕτως εἶχεν. Ἀριστοφάνης δέ ἐστιν ὁ μεταγράψας Ἀλκαῖος· περὶ γὰρ παλαιῶν ἐστὶν ὁ λόγος, ὁ δὲ Ἀχαιὸς νεώτερος. τὸ δὲ λεγόμενον ὑπὸ Διδύμου πρὸς Ἀριστοφάνην, ὅτι οὐ δύναται Ἀλκαίου μνημονεύειν (οὐ γὰρ ἐπεπόλαζε, φησὶ, τὰ Ἀλκαίου διὰ τὴν διάλεκτον), λελήρηται ἄντικρυς. καὶ ἐν τῷ πρὸ τούτου δράματι, τοῖς Ὄρνισι, παρῴδηται τὸ «ὄρνιθες τίνες οἵδʼ ὠκεανῶ γᾶς ἀπὺ περράτων» οὕτως «ὄρνιθες τίνες οἵδʼ οὐδὲν ἔχοντες» καὶ ἐν Σφηξὶν «ὤνηρ οὗτος ὁ μαιόμενος τὸ μέγα κράτος.» ἀλλαχοῦ δὲ ὁ Δίδυμός φησιν, ἡ μὲν γραφὴ δύναται μένειν, οὐκ ἂν δὲ τούτου τοῦ μελοποιοῦ μέμνηται, πάλιν τὸ αὐτὸ λέγω ὅτι οὐκ ἐπεπόλαζε τὰ μέλη, ἀλλʼ Ἀλκαίου τοῦ
162·2
κιθαρῳδοῦ, οὗ καὶ Εὔπολις ἐν Χρυσῷ Γένει μέμνηται «ὦ ʼλκαῖε Σικελιῶτα Πελοποννήσιε.» τί δὲ ἐνταῦθα κιθαρῳδοῦ, περὶ ποιητοῦ ὄντος τοῦ λόγου;
Φρύνιχος ὁ τραγικὸς, ἐπεὶ Ἀθηναῖος ἦν.
ἐκ τούτου …. καὶ ἐν τοῖς Ὄρνισιν [1295] οὐκ ἄλλοθεν κορυδὸν αὐτὸν ὠνόμασεν ἀλλʼ ἢ ὅτι μικρὸς καὶ αἰσχρός. καὶ Τηλεκλείδης Ἡσιόδοις «ἀλλʼ ἡ τάλαινα «Φιλοκλέα **** οὖν, εἰ δʼ ἐστὶν Αἰσχύλου φρόνημʼ «ἔχων.» τραγῳδίας ποιητὴς αἰσχρὸς τὸ πρόσωπον καὶ σιμὸς καὶ μικρὸς τὸ σῶμα.
σοφοὺς μᾶλλον ἔλεγον καὶ σοφιστὰς τοὺς περὶ μουσικὴν καὶ ποιητικήν.
190
γέρων γὰρ τότε Εὐριπίδης ἦν· ἕκτῳ γοῦν ἔτει ὕστερον τελευτᾷ.
ἐξ Ἀλκήστιδος Εὐριπίδου [694].
215
τὰ γένεια. ταῦτα δὲ ἔλαβεν ἐκ τῶν Ἰδαίων Κρατίνου.
220
παρὰ τὸ δουροδόκης ὡς πολλὰ αυ..
ἵνα ἀποτεταμένης αὐτῆς καλ…νεν.
ἀντὶ τοῦ εἰς τῶν Ἐρινύων. ἄσυλον γὰρ εἶχον οἱ καταλαμβάνοντες τὰ ἱερὰ τῶν Ἐρινύων.
τὴν μίαν κομῶν γνάθον, τὴν ἑτέραν ἐψιλωμένος.
ὅτι τὸ μύζειν παρῆκται ἀπὸ τοῦ μῦ πολλοῖς ἄλλοις ὁμοίως. μύζειν δέ ἐστι τὸ τοῖς μυκτῆρσι ποιὸν ἦχον ἀποτελεῖν.
ψιλὴ τάξις ἐστὶν ἀγεννεστάτη, ἥτις βάλλεται ἔμπροσθεν τοῦ στρατοπέδου γυμνὴ οὖσα ὅπλων, καὶ ἐὰν ταραχὴ γένηται, ἐκείνη πρώτη ἀναιρεῖται. τοῦτο δὲ λέγει, ἐπεὶ ἐψίλωται.
235
διαβάλλει τοῦτον ὡς ξυρούμενον.
μετὰ γὰρ τὸ τυθῆναι τὰ δελφάκια φλογίζονται, ἵνα ψιλωθῶσιν.
245
ἄσβολος καλεῖται ἡ αἰθάλη τοῦ πυρός.
δέον εἰπεῖν μύρου εἶπε ποσθίου. πόσθιον δέ ἐστι τὸ αἰδοῖον τοῦ ἀνδρός. διαβάλλει δὲ αὐτὸν ὡς μετʼ αὐτοῦ ἑταιρίζοντα.
ὅτι τὴν περίθετον οὕτως. καὶ τοῦτο δὲ εἰς μαλακίαν, ἵνα λανθάνῃ νυκτὸς καὶ ὡς γυνὴ πάσχῃ. λέγουσι δὲ περίθετον πρόσωπον, ὡς Ἀριστομένης ἐν Γόησιν «παντευχίαν δὲ τοῦ θεοῦ ταύτην λαβεῖν καὶ «περίθετον πρόσωπον, ὃ λαβὼν ἕσταθι.»
πάντα ἔχουσα τὰ τοιαῦτα ἐν ἑαυτῇ.
τῆς κλίνης. στρῶμα δίδωσιν αὐτῷ. βάθριόν τι ἡ κλινὶς εἰστεταμένον. δῆλον δὲ ὅτι τὸ ἔγκυκλον ἱμάτιον, ὁ δὲ κροκωτὸς ἔνδυμα.
χαῦνα. διαβάλλει δὲ πάλιν τὸν Ἀγάθωνα ὡς χαῦνον.
ἐκ τῆς Μελανίππης Εὐριπίδου.
Ἱπποκράτης ἐγένετο Ἀθηναῖος, ὃς εἶχεν υἱοὺς ** διεβάλλετο δὲ σὺν αὐτοῖς ὡς ἀπαίδευτος.
ὅτι κατὰ δύναμιν τῆς λέξεως, ἀντὶ τοῦ ἀθρόους πάντας. τὸ γὰρ ἄρδην ὅμοιόν ἐστι τῷ φοράδην ἐνέγκαι· ἡ γὰρ ἄρσις τοῦτο δηλοῖ. εἰ μὴ νῦν τοῦτο βούλεται, πάντας ὁμοῦ αἴρω.
ἐπειδὴ ἐν Ἱππολύτῳ [608] τοῦτο εἶπεν Εὐριπίδης, νῦν εὐλαβούμενος λέγει ὅτι ἡ φρήν σου ὀμώμοκε καὶ οὐχ ἡ γλῶττα.
παρεπιγραφή. ἐκκυκλεῖται ἐπὶ τὸ ἔξω τὸ θεσμοφόριον.
ὅτε ἔμελλε γίνεσθαι ἐκκλησία, σημεῖον ἐτίθετο. οὕτως οὖν καὶ τῶν γυναικῶν μελλουσῶν ἐκκλησιάζειν σημεῖον τίθεται.
μιμεῖται τὴν φωνὴν γυναικός.
δυϊκόν. τὸ ἐντελὲς περικαλλέε.
ὡς τῆς θυγατρὸς αὐτοῦ κατʼ ἐπίκλησιν οὕτω καλουμένης. οἷον βοίδιον ἢ χρυσίον ἢ μύρτιον. ἴσως δὲ τὸ αἰδοῖον τὸ γυναικεῖον αἰνίττεται.
290
ἀναισθήτου καὶ μωροῦ, ἵνα κρατῇ αὐτοῦ.
τὸν παιδαρίσκον. ἴσως δὲ παρὰ τὴν πόσθην αὐτὸ συνέθηκεν. ἀντὶ τοῦ κατωφερῆ τὸν νοῦν μου ποίησον.
295
γυνὴ μιμουμένη κήρυκα. πεζῇ εὐφημίᾳ χρῶνται οἱ κωμικοὶ, ἐπειδὰν εὐχὴν ἢ ψήφισμα εἰσάγωσιν.
ὡς ἀνδρὶ τῆς Περσεφόνης. δαίμων περὶ τὴν Δήμητραν, ἣν προλογίζουσαν ἐν ταῖς ἑτέραις Θεσμοφοριαζούσαις ἐποίησεν.
εἴτε τῇ γῇ εἴτε τῇ ἑστίᾳ, ὁμοίως πρὸ τοῦ Διὸς θύουσιν αὐτῇ.
ὁ χορὸς ἀπὸ γυναικῶν θεσμοφοριαζουσῶν.
τὸν ὑπὸ τῶν ἀνέμων κινούμενον. πᾶσαν δὲ κίνησιν καλοῦσιν οἶστρον.
ἐπὶ τὸ τελεστικὰ τὰ πράγματα γενέσθαι. εἰς τέλος ἄγοιμεν τὰ δόξαντα.
ἐκ τῆς κατάρας τῆς ἐπὶ τοῖς Πεισιστρατίδαις γενομένης ταῦτα παρέμιξεν. ἔοικέ τινα παραμιγνύναι τῶν ἐφʼ Ἱππίᾳ ψηφισθέντων.
κατεῖπε πρὸς τὸν δεσπότην.
ἢ καὶ δέχεται δῶρα παρʼ ἑταίρας ἐπὶ τῷ προδιδόναι καὶ συγχωρῆσαι αὐτῇ τὸν φίλον. γράφεται ἔν τισιν ἑταίρα καὶ ἔστιν ἕτερος νοῦς. Ἄλλως. ἐὰν μὲν ἄνευ τοῦ ι γρ. ἑταίρα, οὕτως· ἢ δέχεται δῶρα ὑπὲρ τοῦ ἑταίρα οὖσα προδιδόναι τὸν φίλον. ἐὰν δὲ σὺν τῷ ι, προδιδοῦσάν τινα ἑταίραν τὸν ἑαυτῆς φίλον.
τοῦ διξέστου. χοὺς γὰρ δύο ξέσται, χοεὺς δὲ ἕξ.
355
ὅσαις δὲ προσήκει τὰ ἄριστα λέγειν, ταύτας νικᾶν λεγούσας.
δηλοῖ ἐνταῦθα ὅτι λέγουσι καὶ ὁμοίως ἡμῖν τὰ ἀπόρρητα, οὐ μόνον ἀπηγορευμένων.
365
ἀντὶ τοῦ εἰπεῖν πολεμίους εἶπε Μήδους. κατʼ ἐξοχὴν δὲ εἴρηται, ὥσπερ καὶ παρʼ Ὁμήρῳ [Il. Ν, 1] «Ζεὺς ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα.»
ἐπιστάτις ἐστὶν ἡ Τιμόκλεια. ἀρχὴ δέ τίς ἐστιν ἐπιστάτις, ἥτις ἀνισταμένη συμβουλεύει περὶ πολέμου ἢ εἰρήνης ἢ περὶ ἄλλου τινός.
ἐν γὰρ ταῖς ἄλλαις ἡμέραις περὶ τὰς θυσίας γίνονται. —ᾗ, ὅπου. Put.
χρηματίζειν ἐστὶ τὸ λόγους διδόναι ἀλλήλοις.
380
ἀντὶ τοῦ στέφανον· ἔθος γὰρ ἦν τοῖς λέγουσι στεφανοῦσθαι πρῶτον. τὸ δὲ περίθου, ὅπερ ἡμῖν σύνηθες ἐπίθου λέγειν.
ἐπιχρίει, ἐπιξύει. σμῆξαι δέ ἐστι τὸ τὸν ῥύπον ἐπιξύσαι. μεταφορικῶς ἀπὸ τοῦ σμήχειν, οἷον ἐπιτρίβει· σφοδρὰν γάρ τινα τρίψιν καὶ τὴν σμῆξιν εἶναι. τάχα δὲ καὶ τὴν σμώδιγγα εἰρῆσθαι ἀπὸ τούτου. Διόδωρος οὐ μεταφορικὴν, ἀλλʼ ἐξ ἔθους γλωσσηματικὴν, καὶ μὴ εἶναι ἐπιτρίβειν ἀλλὰ τύπτειν ἢ σκώπτειν τὸ σμώχειν. Ἄλλως. ἐπισμῇ: καὶ παρὰ Κρατίνῳ ἐστὶν ἐν Κλεοβουλίναις τὸ ἐπισμῇ. ἔστι δὲ λοιδορία, ἀπὸ τοῦ καθάπτεσθαι τῶν σμωμένων.
ὁ Σύμμαχός φησι παρὰ τὸ πιπίζειν τὸν οἶνον. ἐγὼ δὲ οὐχ ὁρῶ τὸ πιπίζειν ἐπὶ ταύτης τῆς ἐννοίας παρὰ τοῖς Ἀττικοῖς κείμενον, ἀλλὰ κατὰ μίμησιν φωνῆς λεγόμενον. ἄμεινον οὖν, ὥσπερ παιδοπίπης λέγεται, οὕτω καὶ οἰνοπίπης. Ἄλλως. τὰ πλεῖστα οἰνοπίπους ἔχει ἀντὶ τοῦ τὰς μεθύσους ἀπὸ τοῦ πιπίζειν, ὅπερ ἐστὶν ἐκμύζειν.
395
ὡς ἔτι ἰκρίων ὄντων ἐν τῷ θεάτρῳ καὶ ἐν ταῖς ἐκκλησίαις ἐπὶ ξύλων καθημένων. πρὶν γὰρ γενέσθαι τὸ θέατρον, ξύλα ἐδέσμευον καὶ οὕτως ἐθεώρουν.
ἀντὶ τοῦ ἐν ὅλοις αὐτοῦ τοῖς δράμασι.
νεωτέρων καὶ ἐρωτικῶν τὸ στεφανοπλοκεῖν. πρὸς τὸ ἔθος, ὅτι ἐστεφανηπλόκουν αἱ παλαιαί. Σαπφὼ «αυταόρα αιστεφανηπλόκουν.»
ἀντὶ τοῦ εἰς τίνα τὸν νοῦν ἐχούσης σου κατέαγεν ἡ χύτρα. ὡς διὰ τὸ ἐρᾶν μὴ προσεχουσῶν ἐπεφώνουν ταῦτα οἱ ἄνδρες, εἰ ἡ γυνή τι ἐκ τῶν χειρῶν ἀφίοι.
ἐκ Σθενεβοίας Εὐριπίδου. διαβάλλει δὲ ὡς μοιχοὺς τοὺς Κορινθίους.
ὅτε τίκτουσιν αἱ γυναῖκες.
410
πρὸς τοὺς γέροντας διαβέβληκεν, οἳ πρὸ τοῦ τὰς μείρακας ἤγοντο.
ἀντὶ τοῦ διὰ τὸν ἴαμβον τοῦτον. πᾶν γὰρ μέτρον οἱ παλαιοὶ ἔπος ἐκάλουν.
φόβον ἀπὸ τῶν προσωπείων.
420
ὅτι ἑνικῶς τὸ ἄλφιτον.
τὰ γὰρ ἀρχαῖα μονοβάλανά φασιν εἶναι. γομφίους δὲ, οὓς ἡμεῖς ὀδόντας. Μένανδρος Μισουμένῳ «Λακωνικὴ κλείς ἐστιν ὡς ἔοικέ μοι περιοιστέα.» καί φασιν ὅτι ἔξωθεν περικλείεται μοχλοῦ παρατιθεμένου ἤ τινος τοιούτου, ὥστε τοῖς ἔνδον μὴ εἶναι ἀνοῖξαι. περιβόητοί εἰσιν αἱ Λακωνικαὶ κλεῖδες.
425
σφραγίδιον παραπλήσιον ᾧ ἐσφράγιζεν ὁ ἀνήρ.
ξύλα ὑπὸ θριπῶν βεβρωμένα, οἷς ἐσφράγιζον. θρῖπες δὲ εἶδος σκωλήκων.
διὰ τὸ εὐμήχανον ἐν τοῖς δράμασι λέγεσθαι τὸν Ξενοκλέα πρὸς τὰς τῆς γυναικὸς μηχανὰς παρελήφθη. χλευάζων δὲ λέγει οὐκ ἀπὸ σπουδῆς, ὡς ἐπὶ συμμέτρου. Ἄλλως. ὁ τραγῳδοποιός. ἤτοι δὲ διαβάλλει αὐτὸν ὡς ἀφυᾶ.
διὰ μυρρινῶν στεφάνους ποιοῦσα.
οὓς ἡμεῖς ἐκδοτικοὺς λέγομεν.
ἐπίτηδες ὁ κηδεστὴς ὑπὲρ τὰς ἄλλας γυναῖκας γυναικίζεται, ἵνα διὰ τούτου λάθῃ.
ἀντὶ τοῦ μόναι. οὐδεμία ἐκφέρουσα τοὺς λόγους πρὸς τοὺς ἄνδρας.
ἔξυεν ἠρέμα, παρὰ τὸ κνᾶν.
ἐλελίσφακον. ὡς ἐπιτήδεια παῦσαι στρόφον.
ἵνα ὀλισθηρὸς γενόμενος μὴ ψοφῇ.
ἀγυιεὺς οὕτω καλούμενος Ἀπόλλων τετράγωνος.
τῶν νῦν καλουμένων σταβλίτων ἢ βουρδωναρίων, τῶν τοὺς οὐρῆας κομούντων.
495
διὰ γὰρ τὸν πρὸς Πελοποννησίους πόλεμον ἐφύλαττον Ἀθηναῖοι τὰ τείχη.
500
ὅτι καὶ συστολαῖς βιαίοις χρῶνται καὶ ἐκτάσεσι. καὶ ἄνω [176] «ἀλλʼ ὧνπερ οὕνεκʼ ἦλθον ἀλλʼ εἰπεῖν βούλομαι.»
505
ὅτι ἐν χύτρᾳ τὰ παιδία ἐξετίθεσαν.
τὸ στόμα πεπληρωμένον. καὶ ἄλλως οὐ γάλα πρότερον τοῖς βρέφεσιν ἐδίδοσαν, ἀλλὰ μέλι ἀπολείχειν. Μένανδρος δὲ οὐκ ὀρθῶς ποιεῖ τὰ ἀρτίτοκα γάλακτος δεόμενα.
δέον εἰπεῖν «τὸ βρέφος τὸ ἦτρον τῆς μήτρας ἐλάκτισεν» εἶπε τῆς χύτρας, ἐπειδὴ ἐν χύτρᾳ εἰσῆλθε τὸ παιδίον. τὸ κάλυμμα τῆς μήτρας, ὃ καλοῦμεν ἔλυτρον.
Θεόφραστος τὴν προάνθησίν φησι τῆς πίτυος καὶ τῆς πεύκης. Ἐρατοσθένης ἀγγεῖον τοῦ σφηκὸς ἢ τῆς μελίσσης, ὅπου οἱ σκώληκες ἔπεισιν. ἀλλʼ οὐδὲ οὕτως πάνυ σώζεται ἡ ἀκολουθία. δεῖ οὖν χωρίζειν ἑκάτερον οὕτως, καὶ ὡς στρεβλὸν καὶ ὥσπερ κύτταρον, προσόμοιον κυττάρῳ πλήρει καὶ ἔχοντι τὸν σκώληκα. Ἄλλως. κύτταρος καλεῖται τὰ κοιλώματα τῶν μελικηρίδων· ὁμοίως δὲ καὶ τὸ πῶμα τῆς βαλάνου, ὅπου ἐγκάθηται ἡ βάλανος, ὅπερ νῦν ἀκουστέον· περὶ γὰρ αἰδοίου λέγει.
παρὰ τὰ ἐκ Τηλέφου Εὐριπίδου «εἰ δὴ θυμούμεθα παθόντες οὐδὲν μᾶλλον ἢ δεδρακότες.»
ἐκ τῶν εἰς Πράξιλλαν ἀναφερομένων «ὑπὸ παντὶ λίθῳ σκορπίον ὦ ʼταῖρε φυλάσσεο.» καὶ ἑτέρα «πάντα λίθον κίνει.»
τοῦτο ἰαμβικὸν τετράμετρον καταλῆγον.
κατὰ τῆς Ἀγραύλου ὤμνυον, κατὰ δὲ τῆς Πανδρόσου σπανιώτερον· κατὰ δὲ τῆς Ἔρσης οὐχ εὑρήκαμεν.
συντιμωρεῖσθαι αὐτὸν βουλόμεναι, ἐπειδὴ ἐπὶ σκηνῆς εἰσίν.
τοῦτο μόνον τὸ τετράμετρον ἰαμβεῖον ἀνάπαιστον ἔχει τὸν καταλήγοντα. ἄξιον οὖν αὐτὸν τηρῆσαι.
κατεχρήσατο εἰποῦσα σιφωνίζομεν σῖτον. κυρίως γὰρ σιφωνίζειν τὸ τὰ ὑγρὰ ἀποσπᾶν.
560
κατέκοψεν. τοῦτο διὰ τὴν Κλυταιμνήστραν, οὐκ ἀπὸ ἱστορίας.
οὐκ ἀπὸ ἱστορίας παλαιᾶς εἴληφεν, ἀλλʼ ὡς ἐν τῇ Ἀττικῇ τούτου γενομένου.
ὡς καὶ τούτου πάλιν γενομένου.
ὡς καὶ τούτου πάλιν γενομένου.
565
ἐπιτετήδευκεν ὑφαρπάζουσαν τὴν ἑτέραν ποιῆσαι τὸν λόγον, ἐπεὶ ἔλειπε τὸ λαβεῖν.
ὡς τὼ χεῖρε. οὐκέτι δὲ τοῖν θεοῖν, ἀλλὰ ταῖν θεαῖν.
ὅτι ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολὺ, καὶ ὅτι παρετυμολογεῖ τὸν πόκον οὐ κακῶς. Λυκόφρων δὲ ἁπλῶς τὰς τρίχας. ἐμπλοκὴ δέ τις φαίνεται, καὶ ὡς πλοκαμῖδες σπανίως ποτὲ ἐπὶ ἀνδρὸς λέγεται.
ἀντὶ τοῦ ἐγγὺς παρὰ τοῖς Ἀττικοῖς. καὶ Μένανδρος «ἔστιν δʼ ὁμοῦ τὸ χρῆμα.»
575
ἐψίλωτο γὰρ ὁ Κλεισθένης τὰς γνάθους γυναικωδῶς.
585
ὅτι ἀναπέμψαι κυρίως. διὸ καὶ ἄνοδος ἡ πρώτη λέγεται, παρʼ ἐνίοις καὶ κάθοδος, διὰ τὴν θέσιν τῶν θεσμοφορίων. ἐπεὶ καὶ ἄνοδον τὴν εἰς τὸ θεσμοφόριον ἄφιξιν λέγουσιν· ἐπὶ ὑψηλοῦ γὰρ κεῖται τὸ θεσμοφόριον.
600
ἀντὶ τοῦ κεκρυμμένος. καλοῦνται μὲν γὰρ καὶ κρύπται παρὰ Πλάτωνι τῷ φιλοσόφῳ [Leg. 1, 633, A] καὶ παρʼ Εὐριπίδῃ καὶ ἐν ταῖς τῶν Λακεδαιμονίων πολιτείαις. καὶ ἐν Θάσῳ ἀρχή τις κρύπται. ἁπλῶς ἀντὶ τοῦ κεκρυμμένος.
Μνησίλοχος τοῦτο διὰ τὸ μέλλειν ἔρευναν γίνεσθαι.
ἐπισχετικὰ γάρ ἐστιν οὔρου τὰ κάρδαμα καὶ πτύσματος. καὶ διὰ τοῦτό φασι τοὺς Πέρσας αὐτοῖς χρῆσθαι. ὅτι μὲν γὰρ χρῶνται καὶ Ξενοφῶν φησι [Cyrop. 1, 2, 16.] «φυλάττονται πολλὰ οὐρεῖν, ὥσπερ καὶ «πτύειν καὶ ἀπομύττεσθαι.»
620
Κοθωκίδαι δῆμος τῆς Οἰνηίδος φυλῆς.
οἱ μὴ δυνάμενοί τι λέγειν τοιαῦτα λέγουσιν.
καὶ τοῦτο πρὸς τὴν ἄνοδον, ἐπειδὴ ἄνοδος ἦν πρὸς τὸ ἱερόν.
φίλη συνδίαιτος. σκηνὰς γὰρ ἑαυταῖς ἐποίουν τὸ ἱερόν.
630
διαβάλλει πάλιν τὰς γυναῖκας ὡς μεθύσους.
μὴ εὑρίσκων τί εἴπῃ ὁ κηδεστής φησιν ὅτι ἀντὶ ἀμίδος σκάφιον ᾔτησεν ἡ Ξένυλλα. ἀμὶς δέ ἐστιν οὐροδόχον ἀγγεῖον.
οὐκ ἐνταῦθά γε. παρατετήρηται καὶ πρότερον.
ἐπεὶ τὰς ναῦς διὰ τοῦ Ἰσθμοῦ εἷλκον Κορίνθιοι, ὥστε μὴ περιέρχεσθαι. τοῦτο δὲ διισθμονίσαι ἐκάλουν.
τῶν ἐγκύκλων ἀποδυσαμένας.
ἐπεὶ μόνων γυναικῶν ἐστιν ἡ ἐκκλησία. περιδραμεῖν.
τὴν ἐκκλησίαν παρὰ τὸ πυκνοῦσθαι τοὺς ὄχλους. ἐπεποίηντο γὰρ ἐκκλησίαν. τὰς δὲ σκηνὰς διὰ μέσου εἴρηκε. καὶ γὰρ πρὸς τῇ πυκνὶ σκηναὶ ἦσαν, ὡς καὶ αὐτὸς Ἀριστοφάνης μέμνηται τούτου.
680
ἀντὶ τοῦ διάπυρος ὢν ταῖς μανίαις.
γελοίως εἶπεν, ὡς Ἀλέξανδρος «ἦσαν ἄνθρωποι πέντε καὶ γυναῖκες τρεῖς.» πέπαικται οὖν τοῦτο ὡς ἐν κωμῳδίᾳ.
….. ἁρπάζει παιδίον μιᾶς γυναικὸς, καὶ καταφεύγει ἐν τῷ ἱερῷ, λέγων ὅτι ἐάν με τύψητε, κατασφάξω τοῦτο τὸ παιδίον. ἀντὶ δὲ παιδίου ἀσκὸν οἴνου λαμβάνει, καὶ αὐτὸν ἐνδύει κροκωτὸν, καὶ ποιεῖ αὐτῷ χεῖρας καὶ πόδας, καί φησιν αὐτὸ παιδίον. διαβάλλει δὲ τὰς γυναῖκας ὡς ἐν ταῖς μάχαις αὐτῶν τοὺς ἀσκοὺς τῶν οἴνων κατέχουσιν.
τῶν βωμῶν, ἀπὸ τοῦ τὰ μηρία ἐπάνω ἀποκεῖσθαι. ἐκ δὲ τοῦ περιεχομένου τὸ περιέχον εἶπεν.
τροπαῖον προπερισπωμένως ἀναγνωστέον παρὰ Ἀριστοφάνει καὶ παρὰ Θουκυδίδῃ, τρόπαιον δὲ προπαροξυτόνως παρὰ τοῖς νεωτέροις ποιηταῖς
710
ἐκ τῶν ἀνδρῶν φησὶν, ὅθεν οὐκ ἔξεστιν. ὁ Σύμμαχος· γελοίως φησὶν ὅθεν ἥκεις φαύλως ἥκεις. ἥκεις, φησὶν, εἰς τὰς χεῖρας ἡμῶν, ὅθεν οὐ φεύξῃ.
κάθηται ἐπὶ βωμοῦ ὡς ἱκετεύων, ἡρπακώς τινος θυγάτριον· φαίνεται δὲ ἀσκὸν ἔχων.
ὄνομα κύριον δούλης τὸ Μανία. καὶ ἐκτεταμένον ἔχει τὸ α.
730
εἶδος ἱματίου. ἠμφίεσται δὲ ὡς παιδίον καὶ ὑποδήματα ἔχει ὁ ἀσκός.
ὁ ἀσκός. εἶδος δὲ ὑποδημάτων αἱ Περσικαί.
ἅπαντα γὰρ ἕνεκα τοῦ πιεῖν ἐνέχυρα τίθεται καὶ πιπράσκεται.
ἀλλʼ οὐ δέκα μῆνας κυοῦσιν αἱ γυναῖκες, ἀλλʼ ἐννέα. εἰώθασι δὲ οὕτω πλήρει ἀριθμῷ χρῆσθαι ἀντὶ τῶν ἐννέα μηνῶν.
τρεῖς κοτύλας οἴνου χωροῦν.
τοῦτο πάλιν ὡς ἐπὶ ἀσκοῦ· ἀντὶ γὰρ τοῦ εἰπεῖν ἔτη εἶπε χοᾶς.
750
εἰώθασι λέγειν, ἐάν τις ἐν Διονυσίοις ἢ Διασίοις ἢ Σκίροις μικρόν τι προσεναγισμάτων φησὶν ευπα. ἅμα δὲ ὅτι καὶ περὶ οἴνου ἐστὶν ὁ λόγος. Ἄλλως. ουτο… λέγοντος ἃ δὲ ἔχει ἐκ Διονυσίων ἢ Ἀπατουρίων, τὸν ὑπερπίπτοντα τῶν μηνῶν ἀριθμὸν οὕτω δηλοῖ τις. τοῦτο ἔθος ἦν Ἀττικοῖς, λέγειν τὰ ἔτη κατὰ τὸν ὑπερπίπτοντα ἀριθμὸν ἀπὸ τῶν Διονυσίων.
τοῦτο αἱματοδεκτικὸν ἀγγεῖον, ὃ εἶπεν ὁ ποιητὴς ἄμνιον.
τοῦτο ἅμα εἰπὼν ἐκχέει τὸν οἶνον ὁ κηδεστὴς ἐν τῷ βωμῷ.
ἀπὸ ἔθους. ἐκδερματώσαντες γὰρ τὰ ἱερεῖα διδόασι τὰ δέρματα ταῖς ἱερείαις. ἐκχέας οὖν τὸν οἶνον χαρίζεται αὐτῇ τὸν ἀσκόν.
760
ἐνταῦθα ἀπέδωκεν ὁ Ἀριστοφάνης τὸ ὄνομα τῆς γυναικὸς, ἧς ἥρπασε τὸ παιδίον ἤτοι τὸν ἀσκὸν ὁ κηδεστής.
ὁ γὰρ Εὐριπίδης ἐν τῷ Παλαμήδει ἐποίησε τὸν Οἴακα τὸν ἀδελφὸν Παλαμήδους ἐπιγράψαι εἰς τὰς ναῦς τὸν θάνατον αὐτοῦ, ἵνα φερόμεναι αὗται ἔλθωσιν εἰς τὸν Ναύπλιον τὸν πατέρα αὐτοῦ καὶ ἀπαγγείλωσι τὸν θάνατον αὐτοῦ. ὥσπερ Οἴαξ τῷ Ναυπλίῳ γράφει ἐν τῷ Παλαμήδει Εὐριπίδου. ὁ γὰρ Οἴαξ ἐγχαράττει πολλαῖς πλάταις τὰ περὶ τὸν Παλαμήδην καὶ ἀφίησιν εἰς θάλασσαν, ὥστε μιᾷ γέ τινι τὸν Ναύπλιον προσπεσεῖν.
πᾶν ἐφʼ ᾧ τις ἀγάλλεται. πινάκια δὲ ἦσαν ἀνακείμενα. πίνακες γὰρ ἦσαν ἐν τῷ ἱερῷ, καὶ ἀπὸ τούτων λαβὼν γράφει, καὶ ῥίπτει αὐτὰς λέγων «ἀπέλθετε, σημάνατε Εὐριπίδῃ.»
ἄνυσιν ἔχοντι καὶ ἐπίνοιαν.
σμίλης λέγει ἀντὶ τοῦ γραφείου. ὁλκοὺς λέγει τὰ σημεῖα, ἐπειδὴ ἕλκομεν γράφοντες.
ὡς Εὐριπίδην γράφων, ἐν ᾧ τὸ ρ. ἐν τῷ γράφειν τὸ τοῦ Εὐριπίδου ὄνομα τοῦτό φησιν.
785
τῇ παραβάσει χρησάμεναι.
790
μήτε καταληφθῆναι παρακύπτουσαν.
πέπλασται τὰ ὀνόματα, ἐπεὶ εὐδοκίμουν οἱ Ἀθηναῖοι τότε τῷ ναυτικῷ. Χαρμῖνος δὲ περὶ Σάμον συνεστρατήγησε κατὰ τὸν καιρὸν τοῦτον τοῖς περὶ Φρύνιχον. Ναυσιμάχη δὲ πόρνη καὶ Σαλαβακχώ. Ἄλλως. συνεμάχησε γὰρ Φρυνίχῳ ἐν Θρᾴκῃ ὁ Χαρμῖνος, καὶ ἴσως οὐδὲν ἀξιόλογον ἔπραξεν. διὸ λέγει «δῆλα τὰ ἔργα.»
805
Κλεοφῶντα λέγει τὸν λυροποιόν. διαβάλλει δὲ αὐτὸν ὡς κίναιδον.
καὶ ἡ Εὐβούλη πέπλασται. τὸ δὲ ὅλον τί βούλεται, οὐκ ἔστι σαφές. ἀλλʼ οὐδὲ παρὰ Πλάτωνι ἐν τῷ Ὑπερβόλῳ· λέγει γάρ τι περὶ τοῦ ἐπιλαγχάνειν τοῖς βουλευταῖς «εὐτυχεῖς ὦ δέσποτα. τί δʼ ἔστι; βουλεύειν «ὀλίγου ʼλαχες πάνυ. ἀτὰρ οὐ λαχὼν ὅμως ἔλαχες, «ἢν νοῦν ἔχῃς. πῶς ἢν ἔχω νοῦν; ὅτι πονηρῷ καὶ «ξένῳ ἐπέλαχες ἀνδρί· *** οὐδέπω γὰρ ἐλευθέρῳ.» καὶ ἐν ταὐτῷ «ἄπερρʼ· ἐγὼ δʼ ὑμῖν τὸ πρᾶγμα δὴ «φράσω. Ὑπερβόλῳ (βουλῆς γὰρ) ἄνδρες ἐπέλαχον.» τὸ βουλεῦσαι βουλείαν ἔλεγον.
λέγει ἀπὸ συμμάχων ἢ στρατείας. τὸ δὲ ζεύγει ἀντὶ τοῦ ἁμάξαις ἐκφέρειν δεῖ. ** διὸ καὶ οὐκ εἶπεν οὕτως πεντήκοντα, ἀλλὰ κατὰ πεντήκοντα, τὸ συνεχὲς ἐκφαίνων.
σκέπασμά τι ἐπὶ τῆς κεφαλῆς βαλλόμενον, ἢ μέρος τοῦ ἱστίου.
825
τὴν κάμακα τῆς λόγχης λέγει. οἱ μέν φασι κανόνα αὐτὸν λέγειν τὸ ξύλον τῆς λόγχης, οἱ δὲ τὸν κανόνα τῆς ἀσπίδος.
συνέχεεν καὶ οὗτος ὡς Εὔπολις πολλάκις· στρατιὰ μὲν γὰρ τὸ πλῆθος, στρατεία δὲ ἡ στράτευσις.
τὴν ἀσπίδα λέγει· σκιάζει γὰρ τὸν ἄνδρα. αἰνίττεται δὲ καὶ εἰς Κλεώνυμον.
ἀμφότεραι ἑορταὶ γυναικῶν, τὰ μὲν Στήνια πρὸ δυεῖν τῶν Θεσμοφορίων Πυανεψιῶνος θʹ, τὰ δὲ Σκίρα λέγεσθαί φασί τινες τὰ γινόμενα ἱερὰ ἐν τῇ ἑορτῇ ταύτῃ Δήμητρι καὶ Κόρῃ. οἱ δὲ, ὅτι ἐπὶ Σκίρῳ θύεται τῇ Ἀθηνᾷ.
εἶδος κουρᾶς δουλικῆς. τὸ ἑξῆς. ὑστέραν τῆς τὸν ἀνδρεῖον τεκούσης. ἀντὶ τοῦ μιᾶς γυναικὸς ὑστέραν. ἐὰν δὲ ὑστάτην, ἁπάντων ὑστάτην.
840
πολλάκις εἶπον ὅτι προβάλλει ὁ Ὁμηρικὸς ἐν τῷ πρὸς Πολύβιον προτατικῷ τίς ἡ Ὑπερβόλου μήτηρ. οὐκ ἔχομεν δὲ εἰπεῖν. εἰ δὲ χρὴ τὰ τοιαῦτα ζητεῖν, ζητείτωσαν καὶ τὴν ἑξῆς, τὴν Λαμάχου· τὸν γὰρ πατέρα μόνον οἶδα Λαμάχου, Ξενόφαντον.
ἐπαινεῖ τὸν Λάμαχον νῦν· ἤδη γὰρ ἐτεθνήκει ἐν Σικελίᾳ τετάρτῳ ἔτει πρότερον.
τυφλὸς, διεστραμμένος τὴν ὄψιν. Σώφρων «ἰλ‐ «λοτέρα τᾶν κορωνᾶν.»
ἄνω γὰρ ἐκέχρητο τῇ ἐκ Παλαμήδους ἐπινοίᾳ.
τὸ κοικύλλειν, φασὶν, ἐπὶ τοῦ περιβλέπεσθαι δύναται καὶ ἐνθάδε. βέλτιον δὲ ἐπὶ τοῦ κακοτεχνεῖν. τὸ δὲ ἔχων παρέλκει Ἀττικῷ ἔθει.
855
ἐξ Ἑλένης Εὐριπίδου πολλὰ τούτων.
μέλανα καὶ συρμαϊζόμενον. ἡ δὲ συρμαία κρίθινόν ἐστι πότημα.
ἐπὶ πονηρίᾳ διαβάλλεται. τινὲς δὲ καὶ πατέρα αὐτῷ φασὶν ἀληθῶς εἶναι τοῦτον.
ὅτι πονηροὶ οἱ κόρακες, καὶ ὅτι μέχρι νῦν οὐκ ἐσπάραξάν σε.
870
σύνηθες τὸ σχῆμα. Μένανδρος «οἶσθʼ ὃ ποίησον.» Σοφοκλῆς Πηλεῖ «μὴ ψεῦσον ὦ Ζεῦ· μή μʼ ἕλῃς ἄνευ δορός.» «οἶσθʼ οὖν ὃ δρᾶσον» Εὐριπίδης Πολυΐδῳ.
ὁ Εὐριπίδης ἀναλαμβάνει τὸ πρόσωπον τοῦ Μενελάου καὶ ὑποκρίνεται.
Πρωτέας οὕτω καλούμενος Ἀθηναῖος, ὃς ἐτεθνήκει πρόπαλαι.
διαβάλλει τὴν Αἴγυπτον ὡς ἀλίμενον καὶ ὡς κίνδυνον ἐμποιοῦσαν ταῖς ναυσίν.
ἣν εἶπεν Ὅμηρος [Od. Θ, 366] Εἰδοθέαν.
ἀπὸ δήμου τῆς Αἰγηίδος φυλῆς, ἔνθα τὸ Εὐρυσθέως ἀπόκειται σῶμα ἐν τῷ ἀκρωτηρίῳ. ἐπίρρημα δὲ τὸ Γαργηττόθεν.
τὰς κόρας σου ἀντιπροσώπους μοι στρέψον.
910
δέον εἰπεῖν ἐκ τῶν ὄψεων, εἶπεν ἐκ τῶν ἰφύων. ἴφυον δέ ἐστιν εἶδος ἀγρίου λαχάνου, ὅτι Εὐριπίδης λαχανοπώλιδος Κλειτοῦς υἱὸς ἦν δηλονότι.
καὶ ταῦτα ἐκ τῆς Ἑλένης, καὶ καθόλου τὰ πλεῖστα.
915
ταῦτα λέγει ἀκολουθῶν αὐτῷ καὶ βουλόμενος ἐκφυγεῖν.
τὸ χ παράκειται τῷ στίχῳ. καί φησι Καλλίστρατος ** οὐ τῇ λαμπάδι εἶπεν, ἀλλὰ νὴ τῇ δᾳδὶ, ὡς δῆλον εἶναι ὅτι ἑκατέρως ἔλεγον. ἀνάξιος δὲ ἂν εἴη ὁ Καλλίστρατος πιστεύεσθαι ὡς ἂν περὶ διδασκάλου τοῦ Ἀριστοφάνους λέγων.
οὐ κυρίως, ἀλλʼ οἷον κοινόβουλος.
ἐπανουργεῖτε, ὡς δὴ τῶν Αἰγυπτίων πανούργων ὄντων.
ἡ σπάρτος. ἀντὶ τοῦ ἡ μηχανή. παροιμία ἐπὶ τῶν ἐπιχειρούντων τι ποιεῖν καὶ ἀποτυγχανόντων.
935
ἐπεὶ ἄνω αἰγυπτιάζειν αὐτοὺς ἔφη, οἱ δὲ Αἰγύπτιοι λινοποιοί εἰσιν. ὁ πανοῦργος. ἀπὸ μεταφορᾶς τῶν τὰ ἄρμενα ῥαπτόντων.
940
πρὸς σανίσιν ἐδεσμεύοντο πολλάκις, ὡς καὶ Κρατῖνος δηλοῖ. «ἐπίτρεψον οὖν τῷ τοξότῃ» φησὶ «γυμνόν με πρὸς τῇ σανίδι δῆσαι.»
μετὰ κροκωτοῦ τοῖς κόραξιν ἑστίασιν παρέχων. ἀντὶ τοῦ ἑστίασιν παρέχων. Ἀττικὴ δὲ ἡ σύνταξις, ὅτι τὸ ἑστιᾶν καὶ δοτικῇ συντάσσουσιν, ὡς καὶ παρʼ Εὐπόλιδί ἐστιν ἐν Αὐτολύκῳ θατέρῳ «ὥστʼ οὔτʼ ἐκεῖ οὔτʼ «ἐνθάδε δεῖ ξενίζεσθαι.»
ὅτι ἐνδυσάμενος καὶ ἐλθὼν εἰς τὰς γυναῖκας κατάδηλος ἐγενόμην.
τὸ παίξωμεν οἱ Ἀττικοὶ παίσωμεν ἔλεγον, καὶ τὸ παίσωμεν πάλιν παίξωμεν. καὶ [Hom. Od. Ψ, 134] «πολυπαίγμονος ὀρχηθμοῖο.»
ὅταν τὰ μυστήρια αὔξωμεν, φησὶν, τῶν θεῶν. λέγει δὲ Δημήτρας καὶ Περσεφόνης. Ἄλλως. ὅταν τὰς τελετὰς αὔξωμεν· τοῖς γὰρ ὕμνοις ἐπαίρομεν αὐτάς. καὶ τοῦτο ἐστὶ τὸ ἀνέχωμεν.
Παύσων ὁ ζωγράφος εἰς πενίαν διαβάλλεται, καὶ διὰ τοῦτο εἶπε νηστεύει.
ὅτι ἐν θεάτρῳ ἦσαν. ἐπειδὴ μέλλουσιν ἐλθεῖν εἰς τὴν ᾠδήν.
Ἥρα τελεία καὶ Ζεὺς τέλειος ἐτιμῶντο ἐν τοῖς γάμοις ὡς πρυτάνεις ὄντες τῶν γάμων. τέλος δὲ ὁ γάμος. διὸ καὶ προτέλεια ἐκαλεῖτο ἡ θυσία ἡ πρὸ τῶν γάμων γινομένη.
ἔφορος γὰρ τῶν θρεμμάτων ὁ θεός.
τορῶς καὶ τρανῶς λέγε τὴν ᾠδήν.
ἀντὶ τοῦ πρὸς τὴν αἰθρίαν. βαρβαρίζει δὲ ὁ τοξότης.
ἀντὶ τοῦ δρῶ. τοῦτο δὲ εἰπὼν πλέον αὐτὸν ἐπισφίγγει.
πορμός ἀντὶ τοῦ φορμὸς, ψίαθος. ἀντὶ τοῦ ἵνα φυλάξω σε.
Ἀνδρομέδαν: πιθανῶς· συνδεδίδακται γὰρ τῇ Ἑλένῃ.
1015
παρὰ τὰ ἐξ Ἀνδρομέδας Εὐριπίδου «φίλαις παρθένοι, φίλαι μοι.» τὰ δὲ ἐπιφερόμενα πρὸς τὸ αὐτὸ χρήσιμον.
πάλιν ἐξ Ἀνδρομέδας. πρὸς τὴν ἠχὼ Ἀνδρομέδα λέγει «προσαιδοῦσσαι τὰς «ἐν ἄντροις ἀπόπαυσον ἔασον ἀχοῖ με σὺν φίλαις γόου «πόθον λαβεῖν.» διὰ τὸ λαμβάνειν ἀποσπάσματα ἀσύνδετον τὸ ὅλον γίνεται.
παρὰ τὸ τοῦ χοροῦ ἐν Ἀνδρομέδᾳ «ἄνοικτος «ὃς τεκών σε τὴν πολυπονωτάτην βροτῶν μεθῆκεν «ᾍδᾳ πατρὸς ὑπερθανεῖν.»
τὴν τηρήσασαν αὐτὸν ἐν τοῖς θεσμοφορίοις.
1025
δέον εἰπεῖν ἐσώθην, ἀπωλόμην εἶπε χάριν γέλωτος.
1030
πάλιν ἐξ Ἀνδρομέδας. τὸ δὲ ἐπιφερόμενον σκώπτοντός ἐστι τοὺς Ἀθηναίους ὡς φιλοδίκους.
παρὰ τὴν ψηφοθήκην. οὐ δικάζω, φησὶν ὁ γέρων.
ἐπεὶ ὀψοφάγος καὶ γαστρίμαργος ὁ Γλαυκέτης, ὡς ἐν Εἰρήνῃ [1008] δηλοῦται.
1040
ἀπὸ κοινοῦ λάβωμεν πέπονθα ἄνομα πάθεα. καὶ ταῦτα ἐξ Ἀνδρομέδας. δεομένη τοῦ βαρβάρου. προεῖπε δὲ «γοᾶσθέ μʼ ὦ γυναῖκες.» γρ. καὶ φῶτα ἀντομένα· καὶ τοῦτο ἔχει νοῦν πρὸς τὰ ἑξῆς, φῶτʼ ἀντομέναν, ὃς ἔμʼ ἀπεξύρησε πρῶτον.
ἀντὶ τοῦ κροκωτὸν ἀμφέδυσεν.
1050
ἴσως τὸν ἥλιον ἀστέρα ἐκάλεσεν, ἢ μᾶλλον τὸν κεραυνόν.
λείπει ἔσχον, ἐκ τῶν δαιμόνων τὰ ἄχη ἔσχον. σκοτεινήν.
ὑποκρίνεται Εὐριπίδης τὸ πρόσωπον τῆς Ἠχοῦς. πατὴρ γὰρ τῆς Ἀνδρομέδας ὁ Κηφεύς.
εἰωθυῖα γελᾶν, γελάστρια. ἐπεὶ εἰσήγαγε κακοστένακτον τὴν Ἠχὼ ὁ Εὐριπίδης ἐν τῇ Ἀνδρομέδᾳ, εἰς τοῦτο παίζει. ἐζήλωσε δὲ αὐτὸν Πτολεμαῖος ὁ Φιλοπάτωρ ἐν ᾗ πεποίηκε τραγῳδίᾳ Ἀδώνιδι, περὶ ἧς ὁ ἐρώμενος αὐτῷ Ἀγαθοκλῆς γέγραφεν, ὁ ἀδελφὸς τῆς ἐρωμένης αὐτοῦ πάλιν Ἀγαθοκλείας.
1060
ἐπεὶ πέρυσιν ἐδιδάχθη ἡ Ἀνδρομέδα.
ἠρέμα ὁ κηδεστὴς τοῦτο πρὸς τὸν Εὐριπίδην.
1065
ὁ Μνησίλοχος ὡς Ἀνδρομέδα. τοῦ προλόγου Ἀνδρομέδας εἰσβολή.
1070
καὶ τοῦτο ἐκ τοῦ προλόγου.
χωρὶς τοῦ ε γράφεται· ὁ γὰρ Σκύθης βαρβαρίζει.
πόθεν ἡ φωνή; θαυμάζει τὴν ἠχώ.
1090
τοῦτο ὁ χορὸς ἢ ὁ γέρων.
τὴν λάλον καὶ κατάρατον γυναῖκα.
εἰς Περσέα ἐξ Ἀνδρομέδας τρία τὰ πρῶτα. καὶ λοιπὸν ἐπέζευξε τὰ ἑξῆς.
ἐλέγετο γὰρ ὁ Περσεὺς εἰς τοὺς πόδας ἔχειν τὰ πτερά.
τί λέγει περὶ τῆς κεφαλῆς τοῦ Γόργου τοῦ γραπτέως, ἐπεὶ προεῖπεν ἐκεῖνος «Γοργόνος κάρα κομίζων.» ὁ δὲ Γόργος γραμματεὺς, ἀλλὰ καὶ βάρβαρος.
1105
πάλιν ἐξ Ἀνδρομέδας «ἔα, τίνʼ ὄχθον τόνδʼ «ὁρῶ περίρρυτον ἀφρῷ θαλάσσης, παρθένου τʼ εἰκώ «τινα.»
ἀποθανουμένη τολμᾷς λαλῆσαι.
δείκνυσιν αὐτῷ τὸ αἰδοῖον.
οὐ ζηλῶ σε, φησὶν, εἰ ἐρᾷς.
εἰ μὴ τὸν νῶτον ἦν, φησὶ, πρὸς τῇ σανίδι, ἀλλὰ πρὸς ἡμᾶς ἐτέτραπτο, οὐκ ἄν σοι ἐφόνησα ἀπαγαγόντι περανεῖν.
ἔλεγε τὸ ξιφομάχαιρα ὡς δρεπανομάχαιρα.
1130
παρὰ τὰ ἐκ Μηδείας [298].
1170
Ἀττικῶς ἀντὶ τοῦ πεπείσμεθα.
Εὐριπίδης ἐν σχήματι προαγωγοῦ γραός. ἑταίρας ὄνομα Ἐλάφιον ὡς Χρυσίον, ..ον καὶ τὰ ὅμοια.
σημειωτέον τοῦτο. σημαίνει δὲ τὸ ἁβρῶς βαδίζειν. ἡ αὐλητρίς.
1175
βαρβαρικὸν καὶ Περσικὸν ὄρχημα ὄκλασμα καλεῖται, περὶ οὗ Ἰόβας μακρὸν πεποίηται λόγον ἐν τοῖς περὶ τῆς θεατρικῆς ἱστορίας, ὥστε λελύσθαι τὴν Σελεύκου πρότασιν. προτείνει γὰρ ἐν τῷ πρὸς Ζήνωνα προτατικῷ τὸ Περσικὸν ὄρχημα.
1185
ὡς στέριφα τὰ τιτθία.
πρὸς τὸ πέος λέγει ἐπιπλήττων ἐντεινομένῳ.
τὴν τοξοθήκην. συβήνη αὐλοθήκη. λέγουσι δὲ καὶ τὸν φαρετρεῶνα συβήνην.
παρακελεύεται αὐτῷ τηρεῖν τὸν γέροντα, αὐτὸς δὲ εἰσέρχεται μετὰ τῆς ὀρχηστρίδος.
ἐπειδὴ τῶν δόλων ἔφορος ὁ Ἑρμῆς.
τὴν τοξοθήκην καὶ τὰ ὄργανα τῆς ὀρχηστρίδος.
ἐξηπάτησε. παρὰ τοῖς Ἴωσιν. ὁ αὐτὸς ἐν Ὄρνισιν [1648] «διαβάλλεταί ςʼ ὁ θεῖος.» ἑαυτῷ παρακελεύεται.
ὁ χορὸς ἐμπαίζει τῷ Σκύθῃ. ἵνα μὴ διώκων καταλάβῃ αὐτούς· συνέθετο γὰρ Εὐριπίδης ἐλθὼν φιλίαν πρὸς αὐτάς. πηκτὶς ὄργανον κιθαρῳδικόν. ἔφερεν δὲ τοῦτο· ἦν γὰρ μετʼ αὐτῆς ἡ αὐλητρίς.
ποίαν ὁδὸν, φησὶ, περιπατήσω.
ὡς αὐτοῦ τὴν ὁδὸν ἐκείνην θέλοντος ἀπελθεῖν. οἵαν ἀπῆλθον οἱ περὶ τὸν Εὐριπίδην.
1230
ἡ Δημήτηρ καὶ ἡ Περσεφόνη.