inscript
Περὶ τῶν σοφιστικῶν ἐλέγχων Τὸ ʼΠερὶ τῶν σοφιστικῶν ἐλέγχωνʼ ἴσον ἐστι τῷ ʼΠερὶ τῶν σοφιστικῶν τρόπων διʼ ὧν δοκοῦσιν οἱ σοφισταὶ ἐλέγχειν τοὺς ἀπείρους τῆς συλλογιστικῆς μεθόδουʼ, καὶ ἔστιν ἡ ἐπιγραφὴ τοῦ βιβλίου οὐ τῆς ἀντιλογίας ἀλλὰ τῆς συστάσεως.
165a8-9
τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων καὶ ἐπὶ τῶν πραγμάτων ἡγούμεθα συμβαίνειν Ἐπειδὴ τῷ ʼΣωκράτησʼ ὀνόματι καὶ τῷ ʼποταμόσʼ συμβέβηκε ταυτότης τις, οἷον τὸ λέγεσθαι ἀρσενικῶς, ἡγοῦνται οἱ σοφισταὶ ὅτι καὶ ὁ Σωφρονίσκου υἱός, οὗ σύμβολον τὸ ʼΣωκράτησʼ ὄνομα, ὁ αὐτός ἐστι τῷ τοιῳδὶ ὕδατι, οὗ πάλιν σημαντικόν ἐστι τὸ ʼποταμόσʼ ὅνομα. διὸ καὶ οὕτως ἐρωτῶσιν· ʼοὐχὶ ὁ Σωκράτης ἄρρεν;ʼ ʼναί.ʼ ʼοὐχὶ καὶ ὁ ποταμὸς ἄρρεν;ʼ ʼναί.ʼ ʼὁ Σωκράτης ἄρα καὶ ὁ Ἰνδὸς ποταμὸς οἱ αὐτοί.ʼ Ἐπειδὴ τῷ ʼΣωκράτησʼ ἢ ʼΠλάτωνʼ ὀνόματι ὁμοίως καὶ τῷ ʼποταμόσʼ ὀνόματι συμβέβηκε ταυτότης τις, οἷον τὸ ἀρσενικῶς λέγεσθαι, ἡγοῦνται οἱ σοφισταὶ ὅτι καὶ ὁ Σωφρονίσκου υἱός, οὗ σύμβολόν ἐστι τὸ ʼΠλάτωνʼ ὄνομα, ὁ αὐτός ἐστι τῷ τοιῳδὶ ὕδα‐
165a8-9·2
τι, οὗ πάλιν σύμβολόν τε καὶ σημαντικὸν καθέστηκε τὸ ʼποταμόσʼ ὄνομα. διὸ καὶ οὕτως ἐρωτῶσιν· ʼοὐχὶ ὁ Πλάτων ἄρρεν;ʼ ʼναί.ʼ ʼοὐχὶ ὁ ποταμὸς ἄρρενʼ· ʼναί.ʼ ʼὁ Πλάτων ἄρα καὶ ὁ Ἰνδὸς ποταμὸς οἱ αὐτοί.ʼ
165b14
παράδοξον Τὸ συνωθῆσαι τὸν προσδιαλεγόμενον εἰς τὸ παράδοξα λέγειν, οἷον εἴ τις λέγει μὴ εἶναι κίνησιν, ἀνάγκη τοῦτον μηδʼ ἀνατολὰς καὶ δύσεις τῶν ἄστρων λέγειν, μήτε ἡμέρας καὶ νύκτας, ἀλλὰ μηδὲ εἰς ἀγορὰν ἐμβάλλειν εἶναι δυνατόν. ἢ εἴ τις λέγει ὅτι τὸ ἀδικεῖν κακόν ἐστιν, ἄξομεν αὐτὸν εἰς τὸ παράδοξα λέγειν οὕτως· εἰ τὸ ἀδικεῖν κακόν, Ἀρχέλαος ὁ φονεύσας τοὺς οἰκείους καὶ τὴν βασιλείαν λαβὼν οὐκ ἔσται εὐδαίμων. τοῦτο δέ (τὸ μὴ εἶναι τὸν Ἀρχέλαον εὐδαίμονα) παράδοξον· πάντες γὰρ εὐδαίμονά φασιν αὐτόν. ὥστε οὐκ ἔστι κακὴ ἡ ἀδικία, εἴπερ Ἀρχέλαος ἀδικήσας εὐδαιμονεῖ.
165b26
ὁμωνυμία ἀμφιβολία Ἰστέον ὅτι ἀμφίβολα λέγονται καὶ τὰ ὁμώνυμα ὡς πολλαχῶς λεγόμενα· εἶδος γάρ τι τῶν πολλαχῶς λεγομένων τὸ ἀμφίβολον.
165b27
σχῆμα λέξεως Τὸ παρὰ τὸ σχῆμα τῆς λέξεως τοιοῦτον· ʼὁ ποταμὸς ἄρρην· ἄρρεν δʼ ἐστὶ τὸ πεφυκὸς ἐν ἄλλῳ γεννᾶν, ἤτοι τῷ θήλει· ὁ ποταμὸς ἄρα πέφυκεν ἐν τῷ θήλει γεννᾶν.ʼ
165b27-30
τούτου δὲ πίστις ἥ τε διὰ τῆς ἐπαγωγῆς καὶ συλλογισμός, ἄν τε ληφθῇ τις ἄλλος καὶ ὅτι τοσαυταχῶς ἂν τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις μὴ ταὐτὸ δηλώσαιμεν τὸ σόφισμα γίνεται παρὰ τὴν κακίαν ἐστὶ τῆς λέξεως παρὰ τὸ μὴ τὸ αὐτὸ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλοῦσθαι τὰ μὴ τὰ αὐτὰ καὶ τοῖς αὐτοῖς ὀνόμασι καὶ λόγοις δηλούμενα τὸ διττὸν ἔχει παρὰ τὸ διττὸν ἢ δυνάμει ἢ ἐνεργείᾳ ἢ φαντασίᾳ ἑξαχῶς συμβαίνει γίνεσθαι τὸ σόφισμα ἑξαχῶς συμβαίνει γίνεσθαι
165b39
κάμνειν καὶ ὑγιαίνειν Τὸ σόφισμα τοιοῦτον· ʼὁ κάμνων ὑγιάζετο· ὁ ὑγιαζόμενος ὑγιαίνει· ὁ κάμνων ὑγιαίνει.ʼ λύσις τοῦ σοφίσματος ὅτι ὁ κάμνων πρότερον, ἐφʼ οὗ καὶ ἠρωτήθη, ὑγιαίνει νῦν· οὐ μὴν ὁ νῦν κάμνων καὶ νῦν ὑγιαζόμενος ὑγιαίνει νῦν. τίς γὰρ ἂν δοίη ὅτι ὁ νῦν ὑγιαζόμενος νῦν ὑγιαίνει;
166a1-6
circiter. ʼΠότερον ὁ ἀνδρεῖος ἀνδρίαν ἔχει;ʼ ʼναί.ʼ ʼτί δέ· ὁ χιτὼν οὐκ ἀνδρεῖος; ὁ χιτὼν ἄρα ἀνδρίαν ἔχει.ʼ πάλιν· ʼπότερον ὁ δίκαιος ἀδικήσει ἢ οὔ;ʼ ʼοὐ δῆτα.ʼ ʼὁ ἄδικα πράττων οὐκ ἀδικεῖ;ʼ ʼναί.ʼ ʼτί δέ· ὁ δίκαιος οὐκ ἄδικα πράττει ὅταν ἑαυτοῦ ἀφειδῇ καὶ μὴ τῶν ἴσων ἀλλὰ τῶν ἐλαττόνων ἀξιοῖ; ὁ δίκαιος ἄρα ἀδικεῖ.ʼ ἀλλὰ καὶ τὸ τοιοῦτον σόφισμα παρὰ τὴν ὁμωνυμίαν ἐστί, τὸ· ʼἅ τις λέγει διὰ τοῦ στόματος ἐξέρχεται· εἶπε δέ τις ἅμαξαν· ἐξῆλθεν ἄρα ἀπὸ τοῦ στόματος ἅμαξαʼ· λεγόμενα γάρ ἐστι καὶ αὐτὰ τὰ πράγματα περὶ ὧν ὁ λόγος καὶ τὰ νοήματα τὰ περὶ τῶν πραγμάτων. διὸ δὴ ὅταν οἰώμεθα μὴ νενοηκότα λέγειν τὸν λέγοντα λέγομεν ʼοὐδὲν λέγεισʼ,
166a1-6·2
κἂν προφέρηταί τινα λόγον ἢ λέξιν· λεγόμενα δὲ καὶ αὐταὶ αἱ λέξεις αἱ σημαντικαὶ τῶν πραγμάτων διὰ μέσων τῶν νοημάτων.
166a6
παρὰ δὲ τὴν ἀμφιβολίαν Παρὰ τὴν ἀμφιβολίαν καὶ οὗτος ὁ λόγος· ʼἆρʼ οἷόν τέ ἐστι τυφλὸν ὁρᾶν;ʼ ʼοὐ δῆτα.ʼ ʼτί δέ· ὁ τυφλὸν ὁρῶν οὐχὶ τυφλὸν ὁρᾷ; ἔστιν ἄρα τυφλὸν ὁρᾶν.ʼ ἀλλὰ καὶ τὸ ἐν τῷ Εὐθυδήμῳ τοιοῦτόν ἐστι· εἰπόντος γὰρ τοῦ Κτησίππου ἐπὶ τῷ τοῦ Διονυσ[ι]οδώρου λόγῳ ʼπύπταξ ὦ Ἡράκλεις καλοῦ λόγουʼ ὁ Διονυσόδωρος ʼπότερον οὖνʼ, ἔφη, ʼὁ Ἡρακλῆς πύπταξ ἐστίν, ἢ ὁ πύπταξ Ἡρακλῆς;ʼ τίθεται δὲ τὸ ʼπύπταξʼ καὶ ἐπὶ σχετλιασμοῦ καὶ ἐπὶ ἐγκωμίου.
166a14-15
παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν Παρὰ τὴν ὁμωνυμίαν ἐστὶν ὅταν διὰ τῶν ὀνομάτων ἐν τῷ λόγῳ τὸ διττὸν γένηται ὡς ἐν τῷ ʼἀετὸν ἢ κύνα τεθήρακαʼ· πλείω γὰρ οὗτος ὁ λόγος 〈σημαίνει〉 διὰ τὸν κύνα τοὔνομα ἢ τὸν ἀετόν· ὁμώνυμον γὰρ καὶ τὸ ἀετός· ἀετὸς γάρ ἐστι καὶ ἰχθὺς καὶ ἀστὴρ καὶ πτηνόν, ὥσπερ καὶ κύων. παρὰ δὲ τὴν ἀμφιβολίαν ἐστιν ὄταν ἐν αὐτῷ τῷ λόγῳ καὶ μὴ τῷ ὀνόματι τὸ διττὸν ᾖ ὡς ἐπὶ τοῦ ʼγένοιτο καταβαλεῖν τὸν ὗν ἐμέʼ· ἐνταῦθα γὰρ οὐδὲν τῶν ὀνομάτων διττόν, αὐτὸς δὲ ὁ λόγος σφᾶς αὐτοὺς σημαίνει ἑλεῖν τε καὶ ἀναιρεθῆναι. ἢ ὡς ἐφʼ οὗ αὐτὸς παρέθετο τοῦ ʼἐπίσταται τὰ γράμματα.ʼ ἀλλὰ τῶν μὲν δύο τρόπων ἐν ᾧ τε τὸ ὄνομα καὶ ἔτι ἐν ᾧ ὁ λόγος πλείω σημαίνει παρέθετο παραδείγματα, τοῦ μὲν ἑνὸς τὸν ἀετὸν καὶ κύνα, τοῦ δὲ λοιποῦ τὸ ʼἐπίσταται
166a14-15·2
τὰ γράμματαʼ· τοῦ δὲ ὅταν εἰωθότες ὦμεν οὕτως λέγειν οὐκ ἐπήγαγεν· εἴη δʼ ἂν αὐτοῦ τὸ ʼἆρʼ ἔστι σιγῶντα λέγειν;ʼ εἰώθαμεν γὰρ λέγειν σιγῶντα καὶ τὰ σιγώμενα καὶ αὐτὸν τὸν σιωπῶντα ἄνθρωπον.
166a18-19
ἐπίσταται γράμματα Τὸ σόφισμα τοιοῦτον· ʼἆρʼ ἔστιν ἐπίστασθαί τινα;ʼ ʼναί.ʼ ʼἆρʼ ἔστι γράμματα;ʼ ʼναί.ʼ ʼἔστιν ἄρα ἐπίστασθαί τινα γράμματα· τινὰ ἄρα γράμματα ἐπίσταται.ʼ
166a24
μὴ γράφοντα γράφειν Γράφοντα γράφειν· ταῦτα θεὶς τῶν δύο τρόπων τὰ παραδείγματα σαφηνίζων τίνος ἐστὶν ἑκάτερον δηλωτικὸν ἐπήγαγε λέγων· σημαίνει γὰρ ὡς ἔχει δύναμιν τοῦ μὴ γράφων γράφειν καὶ τὰ ἑξῆς. ἔστι δὲ ὃ λέγει δυνάμει τοιοῦτον· ὁ μὲν γὰρ διαιρῶν τὸ βαδίζειν ἀπὸ τοῦ καθημένου καὶ συντιθεὶς αὐτὸ τῷ δύνασθαι καὶ λέγων ὅτι ὁ καθήμενος δύναται βαδίζειν, σημαίνει ὅτι ὁ καθήμενος οὐ βαδίζει, δύναται δὲ βαδίσειν, ὅπερ ἐστὶν ἀληθές. ἐὰν δὲ μὴ συνθῇ, τουτέστιν ἐὰν δὲ μὴ τῷ δύνασθαι συνθῇ τὸ βαδίζειν ἢ τὸ γράφειν (τοῦτο γὰρ λείπει), ἀλλὰ τῷ καθημένῳ ἢ τῷ μὴ γράφοντι, καὶ φάσκει ὅτι ὁ μὴ γράφων γράφει, οὗτος οὐ λέγει ὅτι δύναμιν ἔχει ὁ μὴ γράφων νῦν ὕστερον γράψαι, ἀλλʼ ὅτι νῦν ὅτε οὐ
166a24·2
γράφει δύναμιν ἔχει τοῦ γράφειν, τουτέστι νῦν ὅτε οὐ γράφει γράφει, ὅπερ ἐστὶ ψεῦδος.
166a25-27
ὡς δυνατὸν τὸ καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφειν καὶ τοῦθʼ ὡσαύτως ἄν τις συνθῇ Εἰπὼν ὅτι οὐ ταὐτὸν σημαίνει ἂν διέλῃ τις ἀπὸ τοῦ καθημένου τὸ βαδίζειν καὶ συνθήσει αὐτό (φημὶ δὴ τὸ βαδίζειν) τῷ δυνατῷ, καὶ ἂν συνθῇ τῷ καθημένῳ· ἄλλο γὰρ σημαίνει ὅτε τὸν καθήμενον λέγει βαδίζειν, ἐν ᾧ καὶ τῷ καθημένῳ τὸ βαδίζειν συντίθησι, καὶ ἄλλο ὅτε τὸν καθήμενον λέγει δύνασθαι βαδίζειν, ὅτε καὶ τὸ βαδίζειν ἀπὸ τοῦ καθημένου διαιρεῖ, συντίθησι δὲ καὶ τῷ δύνασθαι—τοῦτο δὴ εἰπὼν τοῦ μὲν ἑνὸς τρόπου, καθʼ ὃν τὸ βαδίζειν ἀπὸ τοῦ καθημένου μὲν διαιροῦμεν, συντίθεμεν δὲ τῷ δύνασθαι, παράδειγμα τέθεικε τὸ ʼὡς δυνατὸν τὸν καθήμενον βαδίζειν καὶ μὴ γράφοντα γράφεινʼ, ἐν ᾧ καὶ αὐτῷ προσυπακούειν δεῖ τὸ ʼδυνατόνʼ, ἵνʼ ᾖ ʼκαὶ δυνατὸν τὸν μὴ γράφοντα γράφειν.ʼ τοῦ δὲ λοιποῦ τρόπου, καθʼ ὃν συντίθεμεν τῷ καθημένῳ τὸ βαδίζειν, μηνυτικὸν
166a25-27·2
ἐπήγαγε ʼκαὶ τοῦθʼ ὡσαύτως ἄν τις συνθῇ.ʼ
166a30-31
καὶ μανθάνειν νῦν γράμματα εἴπερ ἐμάνθανεν ἃ ἐπίσταται Τὸ σόφισμα τοιοῦτον· ʼὁ Σωκράτης ἐπίσταται νῦν γράμματα· ἃ ἐπίσταται νῦν ἐμάνθανεν· ὁ Σωκράτης ἄρα νῦν μανθάνει γράμματα.ʼ
166a31-32
ἔτι τὸ ἓν μόνον δυνάμενον φέρειν πολλὰ δύνασθαι φέρειν ʼΣωκράτης πολλὰ δύναται φέρειν· ὁ πολλὰ δυνάμενος φέρειν καὶ ἓν μόνον δύναται φέρειν· ὁ Σωκράτης ἄρα ἓν μόνον δύναται φέρειν.ʼ λύσις· ὁ Σωκράτης πολλὰ δυνάμενος φέρειν καὶ ἓν δύναται μόνον φέρειν.
166a32?
Παρὰ τὴν σύνθεσιν καὶ τόδε· ʼπᾶς ὁ πυρέσσων πὼς πυρέσσει· παντὶ τῷ πὼς πυρέσσοντι οἶνον δοτέον· παντὶ ἄρα τῷ πυρέσσοντι οἶνον δοτέον.ʼ ἔδει γὰρ οὕτω συμπεράνασθαι· ʼπαντὶ ἄρα τῷ πὼς πυρέσσοντι οἶνον δοτέον.ʼ
166a34
καὶ τὸ μεῖζον ἴσον Λείπει ʼτῶ ἐλάττονιʼ ἴνʼ ᾖ ʼκαὶ τὸ μεῖζον ἴσον τῷ ἐλάττονι.ʼ ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ʼἆρʼ οὐχὶ ὁ ὀκτὼ εἰς ἓξ καὶ δύο διαιρεῖται;ʼ ʼναί.ʼ ʼτί δέ· οὐχὶ καὶ εἰς πέντε καὶ τρία;ʼ ʼναί.ʼ ʼὁ ὀκτὼ ἄρα εἰς ϛ καὶ β καὶ ε καὶ γ διαιρεῖται· ἀλλὰ μὴν τὰ ϛ καὶ β καὶ ε καὶ γ ιϛ ἐστιν, ὁ ὀκτὼ ἄρα εἰς τὸν ιϛ διαιρεῖται, ἴσος ἄρα ὁ ιϛ τῷ η, ὁ μείζων τῷ ἐλάττονι.ʼ παρὰ τὴν διαίρεσιν τὸ σόφισμα· δυνάμει γὰρ ἐν τῷ η ταῦτα, ἀλλʼ οὐκ ἐνεργείᾳ.
166a37-38
καὶ τὸ πεντήκοντʼ ἀνδρῶν ἑκατὸν λίπε δῖος Ἀχιλλεύς Ἄλλο δηλοῖ διαιρουμένων τῶν ἀνδρῶν ἀπὸ τῶν πεντήκοντα καὶ ἄλλο συντιθεμένων· εἰ μὲν γὰρ ὑποστίξομεν εἰς τὸ ʼπεντήκονταʼ λέγοντες ὅτι πεντήκοντα, εἶτα ἐπάξομεν τὸ ʼἀνδρῶνʼ, σημαίνει ὅτι ὁ δῖος Ἀχιλλεὺς ἀπὸ τῶν ρ ἀνδρῶν ἔλιπε πεντήκοντα· εἰ δὲ εἰς τὸ ρ, ὅτι ἀπὸ τῶν ν ἀνδρῶν κατέλιπεν ρ ἄνδρας, ὅπερ παράδοξον, τὸ ἀπὸ τῶν πεντήκοντα τοὺς καταλειφθέντας εἶναι ἑκατόν· τοῦτο γὰρ καὶ βούλονται οἱ σοφισταί, τὸ παράδοξα ποιῆσαι τὸν ἀποκρινόμενον λέγειν.
166b11-13
οἷον τὸ ἄρρεν θῆλυ ἢ τὸ θῆλυ ἄρρεν ἢ τὸ μεταξὺ θάτερον τούτων, ἢ πάλιν τὸ ποιὸν ποσὸν ἢ τὸ ποσὸν ποιόν, ἢ τὸ ποιοῦν πάσχον Τοῦ μὲν ὅτι ἄρρεν τὸ θῆλυ σοφίσματος ἡ ἀγωγὴ τοιαύτη· ʼοὐχὶ τὸ ἄρρεν οὐδέτερον;ʼ ʼναί.ʼ ʼοὐχὶ τὸ θῆλυ οὐδέτερον;ʼ ʼναί.ʼ ʼτὸ ἄρρεν ἄρα καὶ θῆλυ ταὐτόν.ʼ τοῦ δὲ ὅτι τὸ οὐδέτερον—μεταξὺ γὰρ ἄρρενος καὶ θήλεος τὸ οὐδέτερον—τοῦ οὖν ὅτι τὸ οὐδέτερον ἢ ἄρρεν ἢ θῆλυ οὕτως· ʼοὐχὶ ὁ λίθος ἄρρην; οὐχὶ ὁ Πλάτων ἄρρην; ὁ λίθος ἄρα καὶ ὁ Πλάτων ταὐτόν, ὥστε ὁ λίθος τὸ οὐδέτερον ἄρρην ἐστί.ʼ τοῦ δὲ ὅτι τὸ ποιὸν ποσὸν οὕτως·
166b11-13·2
ʼοὐχὶ ποιὸν καὶ ποσὸν οὐδέτερα; ταὐτὸν ἄρα τὸ ποιὸν καὶ ποσόν.ʼ τοῦ δὲ 〈ὅτι〉 τὸ ποιοῦν πάσχον οὕτως· ʼοὐχὶ τὸ λέγειν ἀπαρέμφατον;ʼ ʼναί.ʼ ʼοὐχὶ τὸ ὁρᾶν ἀπαρέμφατον;ʼ ʼναί.ʼ ʼτὸ λέγειν ἄρα καὶ ὁρᾶν ταὐτόν. ἀλλὰ τὸ μὲν λέγειν ποιεῖν ἐστι, τὸ δὲ ὁρᾶν πάσχειν· τὸ ποιεῖν ἄρα καὶ πάσχειν ταὐτόν.ʼ πάλιν· ʼοὐχὶ τὸ διαλέγεσθαι ποιεῖν τί ἐστι καὶ ἐνεργεῖν;ʼ ʼναί.ʼ ʼὥστε καὶ τὸ τέμνεσθαι ποιεῖν ἔσται καὶ ἐνεργεῖν. ἀλλὰ μὴν τὸ τέμνεσθαι πάσχειν ἐστί· τὸ ποιεῖν ἄρα καὶ πάσχειν ταὐτόν.ʼ
166b16?
Παρὰ τὸ σχῆμα τῆς λέξεως τοιοῦτόν τι ὁ Εὐθύδημος ἐσοφίζετο· ʼπότερον ὁρῶσι καὶ 〈Σκύθαι καὶ〉 οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ἢ τὰ ἀδύνατα;ʼ ʼτὰ δυνατὰ δήπου.ʼ οὐκοῦν καὶ σὺ καὶ ἐγώ;ʼ ʼναί.ʼ ʼὁρᾷς δὲ τὰ ἡμέτερα ἱμάτια;ʼ ʼναί.ʼ ʼδυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα.ʼ ἐνταῦθα ὁ μὲν τὸ ὁρᾶν δέδωκεν ἀντὶ τοῦ ὁρᾶσθαι, ὁ δὲ Εὐθύδημος ἔλαβεν ἐπὶ τοῦ βλέπειν καὶ συνήγαγεν ὅτι δύναται βλέπειν τὰ ἱμάτια—ἢ κάλλιον λέγειν παρὰ τὴν ἀμφιβολίαν καὶ τοῦτο;
166b16bis?
Παρὰ τὸ σχῆμα τῆς λέξεως καὶ τάδε· ʼεἴ τίς ἐστιν ἐν Ἀθήναις, οὐκ ἔστιν ἐν Μεγάροις· τὶς δέ ἐστιν ὁ ἄνθρωπος· ὁ ἄνθρωπος ἄρα ἐν Ἀθήναις ὢν οὐκ ἔστιν ἐν Μεγάροις.ʼ οὐ γάρ ἐστι τὶς ὁ κοινός, οὐ γὰρ τόδε τι σημαίνει, ὡς τινὰ δὲ αὐτὸν ἔλαβε. καὶ πάλιν· ʼὃ ἐγώ εἰμι, σὺ οὐκ εἷ· ἄνθρωπος δʼ εἰμὶ ἐγώ· ἄνθρωπος ἄρα σὺ οὐκ εἶ.ʼ κἀνταῦθα τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος οὐχί, εἰ καὶ δοκεῖ πᾶσα οὐσία τόδε τι σημαίνειν.
166b28-30
οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν ὅταν ὁμοίως ὁτιοῦν ἀξιωθῇ τῷ πράγματι καὶ τῷ συμβεβηκότι ὑπάρχειν. Τὸ ʼὁμοίωσʼ ἀντὶ τοῦ τὸ ὑπάρχον τῷ συμβεβηκότι ὑπάρχειν καὶ τῷ πράγματι καὶ ἔμπαλιν τὸ ὑπάρχον τῷ πράγματι ὑπάρχειν καὶ τῷ συμβεβηκότι.
166b28-30 bis
ʼΠρᾶγμαʼ λέγει τὸ σύνθετον, ʼσυμβεβηκὸσʼ δὲ πᾶν κατηγορούμενον, εἴτε τῶν οὐσιωδῶς ὑπαρχόντων, εἴτε καὶ μή. καί φησιν· οὐκ ἀνάγκη ὅσα συμβέβηκε τῷ κατηγορουμένῳ καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβεβηκέναι· οὐ γὰρ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκε πρὸς τὸ ᾧ συμβέβηκε μόνον συγκρινόμενον, οἷον εἴ τις εἴποι· ʼὁ Κορίσκος ἄνθρωπος· ὁ ἄνθρωπος ἕτερος Κορίσκου· ὁ Κορίσκος ἄρα ἕτερος ἑαυτοῦ.ʼ λύομεν τοῦτο λέγοντες οὐ ταὐτὸν εἶναι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκε πρὸς τὸ ᾧ συμβέβηκε συγκρινόμενον. διὸ καὶ παρὰ τὸ συμβεβηκός φαμεν τὸ σόφισμα· ὥσπερ γὰρ ὁ λέγων ʼὁ Σωκράτης λευκός· τὸ λευκὸν χρῶμαʼ ἐν μὲν τῇ ʼΣωκράτης λευκόσʼ προτάσει τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν
166b28-30 bis·2
ὁμοῦ λαμβάνει, ἐν δὲ τῇ ʼτὸ λευκὸν χρῶμαʼ τὸ συμβεβηκὸς μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ʼὁ Κορίσκος ἄνθρωποσʼ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ ἄνθρωπον καὶ τὸν Κορίσκον· ἐν δὲ τῇ ʼὁ ἄνθρωπος ἕτερος Κορίσκουʼ τὸν ἀκατάτακτον αὐτὸν τὸν καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε τῷ ἁπλῷ ταῦτα ἀνάγκη καὶ τῷ συνθέτῳ ὑπάρχειν· οὐ γάρ εἰσι ταυτά· εἰ μὲν γὰρ τὸ Σωκράτης ἄνθρωπος ταὐτὸν ἦν τὸ ὁ ἄνθρωπος ἕτερος Κορίσκου τότε ἄν, ἐπειδὴ συνέβη τῷ ἀνθρώπῳ ἑτέρῳ εἶναι Κορίσκου, ἦν ἂν καὶ τὸ συμπέρασμα ἀληθές. ἐπειδὴ δὲ οὐ ταὐτά εἰσι, ψεῦδος, καὶ παρὰ τὸ συμβεβηκὸς τὸ σόφισμα. καὶ εἴη ἂν τὸ τῆς λέξεως “ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοισʼ τοιοῦτον· ἐπειδὴ γὰρ τῷ αὐτῷ, οἷον τῷ Σωκράτει, πολλὰ συμβέβηκεν. —ἢ οὕτως· ἐπειδὴ τῷ κατηγορουμένῳ, οἷον τῷ βροτῷ, πολλὰ συμβέβηκεν, οἷον τὸ δισύλλαβον *[crux: τὸ Σωκράτης ἄνθρωπος ταὐτὸν ἦν τὸ ὁ ἄν‐ θρωπος ἕτερος Κορίσκου]*
166b28-30 bis·3
εἶναι, τὸ ἕτερον Κορίσκου καὶ ἄλλα πλείω, οὐκ ἀνάγκη ταῦτα πάντα καὶ τῷ κατηγορουμένῳ καὶ καθʼ οὗ κατηγορεῖται ὑπάρχειν διὰ τὸ μὴ ταὐτὰ εἶναι, ὥσπερ εἴρηται. τὸ δὲ ʼὁ Κορίσκος ἕτερος ἀνθρώπουʼ ἴσον ἐστὶ τῷ ʼὁ ἄνθρωπος ἕτερος Κορίσκουʼ, καὶ ἔστιν ἡ μείζων πρότασις· τὸ δὲ ʼἔστι γὰρ ἄνθρωποσʼ ἡ ἐλάττων. —ἢ τὸ ʼἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθʼ οὗ κατηγορεῖταιʼ τοιοῦτόν ἐστιν· ἐπειδὴ γὰρ τῷ ὑποκειμένῳ πολλὰ συμβέβηκε —τουτέστι πολλὰ ὑπάρχει, καὶ ἔθος αὐτῷ τῷ ʼσυμβέβηκενʼ ἀντὶ τοῦ ʼὑπάρχεινʼ χρῆσθαι· πολλαχοῦ γὰρ εἶπε “συμβέβηκε τῷ Σωκράτει ἀνθρώπῳ εἶναι”—ἐπειδὴ οὖν τῷ αὐτῷ πολλὰ ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα ὅσα τοῖς κατηγορουμένοις ἕπεται (τοῦτο γὰρ λείπει) καὶ τῷ ὑποκειμένῳ (τοῦτο γὰρ εἶπε ʼκαθʼ οὗ κατηγορεῖταιʼ) ἕπεσθαι· οὐ
166b28-30 bis·4
γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ταῦτα πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται, ὡς ἐν Κατηγορίαις εἴρηται. οὐκ ἀνάγκη οὖν ταῦτα πάντα ὅσα τοῖς κατηγορουμένοις πᾶσιν ὑπάρχει καὶ κατὰ τοῦ ὑποκειμένου ὑπάρχειν· οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ ταῦτα καὶ τῷ Σωκράτει πάντα ὑπάρξει· οὔτε γάρ ἐστιν ὁ Σωκράτης διαφορὰ διότι καὶ τὸ λογικόν, οὔτε δισύλλαβον διότι καὶ τὸ ζῷον. ὡσαύτως δὴ οὐχί, 〈εἰ〉 ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον εἶναι Κορίσκου ὑπάρξει. δύναται τὸ ʼὁ δὲ Κορίσκος ἕτερος ἀνθρώπουʼ τοιοῦτον εἶναι· ὁ Κορίσκος ἕτερος ἀνθρώπου· ὁ ἄνθρωπος ἕτερος Κορίσκου· ὁ Κορίσκος ἕτερος ἀνθρώπου. ἕτερος δὲ ὁ Κορίσκος ἀνθρώπου ᾗ ὁ μὲν καθόλου, ὁ δὲ ἐπὶ μέρους, καὶ ᾗ ὁ μὲν
166b28-30 bis·5
Κορίσκος μετὰ τῶν συμβεβηκότων ἐστὶ τῶν ἀτομούντων αὐτόν, ὁ δὲ οὐχί.
167a14
ἐπʼ ἐνίων δὲ λανθάνει πολλάκις Ὡς ἐπὶ τοῦδε· ʼἆρʼ ἔστι τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν;ʼ ʼοὐ δῆτα.ʼ ʼἀλλὰ μὴν ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας εὐώρκησεν· ἔστιν ἄρα τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν.ʼ ἐπὶ γὰρ τούτου πῂ εὐορκῶν δόξειεν ἂν καὶ ἁπλῶς εὐορκεῖν, ὅπερ ἐστὶ ψεῦδος.
167a16-17
γίνεται δὲ τὸ τοιοῦτον ἐν οἷς ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα Ὡς ἐπὶ τῆς ἀνδρείας· δοκεῖ γὰρ καὶ ἀγαθὸν εἶναι καὶ μὴ ἀγαθόν· ἀγαθὸν μὲν ὡς ἀρετή, μὴ ἀγαθὸν δὲ διὰ τὰ ἐν πολέμῳ τραύματα καὶ τοὺς κινδύνους. ὁμοίως καὶ τὸ πολιτεύεσθαι ἢ παραδυναστεύειν βασιλεῖ· ἐπίσης γὰρ δοκεῖ διωκτὸν καὶ φευκτὸν εἶναι· τὸ μὲν διὰ τὰς τιμάς, τὸ δὲ διὰ τὰς ἐπιβουλὰς καὶ τὰ τοιαῦτα.
167a36
οἱ δὲ παρὰ τὸ τὸ ἐν ἀρχῇ λαμβάνειν Οἱ παρὰ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ὡς ὁ λέγων· ʼεἰ ἔστιν ἄνω καὶ κάτω καὶ δεξιὰ καὶ ἀριστερὰ καὶ πρόσω καὶ ὀπίσω, ἔστι τόπος· ἀλλὰ μὴν ἔστι ταῦτα· ἔστιν ἄρα τόποσʼ —τὸ ἐν ἀρχῇ αἰτεῖται· εἰ γὰρ τὰ τινὸς μέρη αὐτὸ ἐκεῖνό ἐστιν οὗ τὰ μέρη καθέστηκεν, ὁ λέγων ʼεἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόποσʼ τοῦτό φησιν· ʼεἰ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος.ʼ
167b1-2
ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντιστρέφειν τὴν ἀκολούθησιν Ἐντεῦθεν καὶ οἱ τὴν ὄψιν πῦρ λέγοντες ἀπατηθέντες πῦρ αὐτὴν ἔλεγον. ἐπειδὴ γὰρ θλιβομένου καὶ κινουμένου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν, πυρὸς εἶναι τὴν ὄψιν εἶπον, ὡς ἐν τῷ Περὶ Αἰσθήσεως καὶ Αἰσθητῶν εἴρηται. γέγονε δὲ αὐτοῖς ἡ ἀπάτη παρὰ τὸ ἑπόμενον· οὐ γάρ, εἰ τὸ πῦρ στίλβει, καὶ πᾶν τὸ στίλβον πῦρ· πυγολαμπίδες γὰρ καὶ κεφαλαὶ ἰχθύων καὶ θολὸς σηπίας καὶ ἄλλα πολλὰ στίλβει ἐν νυκτί, καὶ ὅμως οὐκ εἰσὶ πῦρ. καὶ οἱ τὴν ἡδονὴν ἀγαθὸν καὶ συμφέρον· ἐπειδὴ
167b1-2·2
γὰρ τὸ ἀγαθὸν καὶ τὸ συμφέρον ἡδύ, ὑπώπτευσαν ὅτι καὶ τὸ ἡδὺ ἀγαθὸν καὶ συμφέρον, ὥστε καὶ ἡ ἡδονὴ ἀγαθόν, ἀλλὰ καὶ συμφέρον.
167b24-26
ἐὰν οὖν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸ τοῦ συμπεράσματος τὸ συμβαῖνον ἀδύνατον δόξει παρὰ τοῦτο γίνεσθαι πολλάκις ὁ ἔλεγχος ʼΤὸ συμβαῖνον ἀδύνατονʼ ἀντὶ τοῦ ʼτὸ αἴτιον διʼ οὗ συμβαίνει τὸ ἀδύνατονʼ, ὥσπερ ἐνταῦθα συγκατέμικται τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ʼἡ ζωὴ τῷ θανάτῳ ὄντι φθορᾷ ἐναντίαʼ· οὐ γάρ ἐστιν ὁ θάνατος φθορά, ἀλλὰ διάλυσις ψυχῆς καὶ σώματος, τὰ δὲ διαλυόμενα οὐκ ἀνάγκη φθείρεσθαι. συγκατεμίχθη οὖν τοῖς ἀναγκαίοις ἐρωτήμασιν ὅτι ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, διʼ οὗ —λέγω δὴ τοῦ τὸν θάνατον ταὐτὸν τῇ φθορᾷ λαβεῖ— συνῆκται ὅτι ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι,
167b24-26·2
καὶ τὸ ζῶον ᾗ ζῇ γίνεται. ἀναγκαῖα δὲ εἶπε τὰ ληφθέντα διότι τούτων μὴ κειμένων οὐκ ἂν συνήχθη τὸ προκείμενον ἀδύνατον. ὅτι δὲ οὐ ταὐτὸν ὁ θάνατος τῇ φθορᾷ δῆλον, εἴπερ θνήσκειν μὲν λέγομεν τὰ ζῶντα, φθείρεσθαι δὲ τὰ νεκρὰ καὶ ἄψυχα σώματα· καὶ πολλοὶ πάλαι μὲν τεθνήκασι, τὰ δὲ σώματα αὐτῶν εἰσέτι διατελεῖ.
167b27-30
εἰ γὰρ φθορᾷ γένεσις ἐναντίον, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις· ὁ δὲ θάνατος φθορά τις καὶ ἐναντίον ζωῇ, ὥστε γένεσις ἡ ζωὴ καὶ τὸ ζῆν γίνεσθαι.
167b27-30,col 1
φθορά ὁ θάνατος τὶς φθορά
167b27-30,col 2
γένεσις τὶς γένεσις ζωή γίνεσθαι ζῆν γίνεται ζῶον
167b34-35
ἀσυλλόγιστοι μὲν οὖν ἀπλῶς οὐκ εἰσὶν οἱ τοιοῦτοι λόγοι Ἀσυλλόγιστοι ἁπλῶς εἰσιν οἱ μὴ ὑγιῆ τὴν πλοκὴν ἔχοντες τοῦ σχήματος, ὡς οἱ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογιζόμενοι, καθάπερ καὶ ὁ Καινεὺς συνῆγε τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ αὔξεσθαι, οὗ ἐν τῷ πρώτῳ τῆς Ἀποδεικτικῆς ἐμνημόνευσεν.
167b38-39
οἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν Ἰστέον ὅτι ὅπου μὲν διαλεκτικαί εἰσιν αἱ ἐρωτήσεις πρὸς ἃς ἀναγκαῖον ἀποκρίνεσθαι τὸ ʼναίʼ ἢ ʼοὔʼ, μίαν εἶναι δεῖ τὴν ἐρώτησιν ἵνα καὶ θάτερον μόριον τῆς ἀντιφάσεως ἀποκρίνεσθαι ἐξῇ πρὸς τὸν ἐρωτῶντα· ὅπου δὲ πυσματικαί, δυνατὸν καὶ πλείω ἐρωτᾶν, ὡς ὁ Πλάτων ἐν τῇ Ἀπολογίᾳ “τίς καὶ ποδαπὸς καὶ πόσου διδάσκει;” καὶ ἀποκρίνεται πρὸς πάντα “Εὔηνος, Πάριος, πέντε μνῶν”.
168a1-3
ἐπʼ ἐνίων μὲν οὖν ῥᾴδιον ἰδεῖν ὅτι πλείω καὶ ὅτι οὐ δοτέον μίαν ἀπόκρισιν … ἐπʼ ἐνίων δʼ ἧττον Ὥσπερ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ πεποίηκεν ἐρωτήσας αὐτὸν τὰ πλείω ὡς ἕν, οὐχ ὡς κακουργῶν ἀλλʼ οὔτω νομίζων. ὃν ὁ Σωκράτης ἐπέπληξε πλείονας ἅμα ἐρωτήσεις ἐρωτήσαντα. εἶπε γάρ· “Ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες ὥσπερ οἱ τύραννοι ἅπαντα ποιεῖν ἃ βούλονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι;” ἐν γὰρ τούτοις πλείονας ἅμα ἐρωτήσεις ἠρώτησεν ἀγνοῶν τὴν διαφορὰν τῆς τε βουλήσεως καὶ τῆς δοκήσεως.
168a21
πρῶτον μὲν εἰ ἀσυλλόγιστοι Ὥσπερ οὗτος· ʼτὸ παρὰ τὸ ὂν οὐκ ὄν· τὸ οὐκ ὂν οὐδέν· ἓν ἄρα τὸ ὄν.ʼ οὐ γὰρ τοῦτο συνάγεται ἐκ τῶν κειμένων, ἀλλʼ ὅτι τὸ ἓν ὄν.
168a25-26
σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν Τοῦτο περὶ τῆς ἀμφιβολίας εἴρηκε· σύνηθες γὰρ τὸ τὰ σιγώμενα σιγῶντα λέγειν ὥσπερ καὶ τὸν σιγῶντα ἄνθρωπον, ὁμοίως δὲ καὶ λέγοντα τὰ λεγόμενα ὥσπερ καὶ τὸν λέγοντα, καὶ ὁρῶντα τὰ ὁρώμενα καθάπερ καὶ τὸν ὁρῶντα. δύναται τοῦτο καὶ περὶ τῆς ὁμοιοσχημοσύνης λέγεσθαι· σύνηθες γὰρ τὰ οὐδέτερα ἀρρενικῶς λέγειν καὶ τὰ παθητικὰ ἐνεργητικῶς καὶ ἔμπαλιν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.
168a26-28
ἡ δὲ σύνθεσις καὶ διαίρεσις καὶ προσῳδία τῷ μὴ τὸν αὐτὸν εἶναι τὸν λόγον ἢ τὸ ὄνομα τὸ διαφέρον ʼΤῷ μὴ τὸν αὐτὸνʼ εἶπε ʼλόγονʼ διὰ τὴν σύνθεσιν καὶ διαίρεσιν, ʼτὸʼ δὲ ʼὄνομα τὸ διαφέρονʼ διὰ τὴν προσῳδίαν· ἀδιάφορον γὰρ ὂν τὸ ορος ὄνομα χωρὶς τῆς προσῳδίας διάφορον γίνεται ψιλούμενον καὶ δασυνόμενον· ὡς γὰρ τὸ πρᾶγμα διαφόροις ὀνόμασι σημαινόμενον τὸ αὐτό ἐστι—κἂν γὰρ λώπιον κἂν ἱμάτιον ἐρεῖς, τὸ αὐτό ἐστι—οὕτως δεῖ καὶ ἐπὶ τοῦ ἐλέγχου διαιρουμένου καὶ συντιθεμένου ἢ ψιλουμένου ἢ δασυνομένου τοῦ λόγου 〈ἢ〉 τοῦ ὀνόματος ταὐτὸν δηλοῦσθαι.
168a30-32
οἷον εἰ λώπιον, μὴ ἱμάτιον συλλογίσασθαι ἀλλὰ λώπιον. ἀληθὲς μὲν γὰρ κἀκεῖνο, ἀλλʼ οὐ συλλελόγισται, ἀλλʼ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτὸν σημαίνει Οἷον εἴ τις οὕτως συλλογίσαιτο· ʼπότερον καὶ Σκύθαι καὶ οἱ λοιποὶ ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ὁρῶσιν ἢ τὰ ἀδύνατα;ʼ ʼτὰ δυνατὰ δήπου.ʼ ʼοὐκοῦν καὶ σὺ καὶ ἐγώ;ʼ ʼναί.ʼ ʼὁρᾷς δὲ τὰ ἡμέτερα λώπια;ʼ ʼναί.ʼ ʼδυνατὰ οὖν ἐστιν ὁρᾶν ταῦτα· ὁρᾷ ἄρα τὰ ἱμάτια· ἀλλὰ μὴν καὶ οὐχ ὁρᾷ.ʼ ἐπὶ τούτου, εἰ καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ ἱμάτιον, ἀλλʼ ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι τὸ λώπιον τῷ ἱματίῳ.
168a37-38
εἰ οὖν μὴ ἔστι συλλογισμὸς τοῦ συμβεβηκότος Οὐκ ἔστι τοῦ συμβεβηκότος συλλογισμός, διότι ἐν τοῖς συλλογισμοῖς ὁ μέσος ὅρος κοινωνεῖ τοῖς ἄκροις, ἐν δὲ τοῖς συμβεβηκόσιν ἢ τῷ ἑνὶ ἄκρῳ κοινωνεῖ ἢ οὐδετέρῳ· ἐν γὰρ τῷ ʼὁ Σωκράτης λευκός· τὸ λευκὸν χρῶμαʼ τῷ μείζονι ὅρῳ κοινωνεῖ ὁ μέσος καὶ συγγενής ἐστιν αὐτῷ, τῷ δὲ ἐλάττονι οὐδαμῶς· οὗτος μὲν γὰρ ὑπὸ τὴν οὐσίαν ἐστίν, ἐκεῖνος δὲ ὑπὸ τὸ ποιόν.
168a40-168b4
οὐδʼ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει, συμβέβηκε δʼ αὐτῷ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, ὅτι σχῆμα ἢ ἀρχὴ ἢ πρῶτον τοῦτό ἐστιν. οὐ γὰρ ᾗ σχῆμα οὐδʼ ᾗ πρῶτον ἀλλʼ ᾗ τρίγωνον ἡ ἀπόδειξις Οὐ γὰρ εἰ τὸ τρίγωνον σχῆμά ἐστιν, ἔχει δὲ καὶ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, ἀνάγκη τὸ σχῆμα τρεῖς γωνίας ἔχειν δυσὶν ὀρθαῖς ἴσας· οὐ γάρ ἐστι ταὐτὸν τό τε σχῆμα καὶ τὸ τρίγωνον. εἰ μὲν γὰρ εἶχε τὸ τρίγωνον ᾗ σχῆμα τὰς τρεῖς δυοῖν ὀρθαῖς ἴσας, τότʼ ἄν, ἐπειδὴ ἔχει τὸ τρίγωνον οὕτως τὰς γωνίας, εἶχεν ἂν ὡσαύτως καὶ τὸ σχῆμα· ἐπεὶ δὲ οὐχ ᾗ σχῆμα, οὐκ ἀνάγκη τοῦτο εἶναι.
168a40-168b4bis
[Start of a diagram]σχῆμα δύο ὀρθαί τρίγωνον[End of a diagram]
168b1
συμβέβηκε δʼ αὐτῷ σχήματι εἶναι Οὐχ ἁπλῶς συμβεβηκός ἐστι τὸ σχῆμα τῷ τριγώνῳ, οὐδὲ τοῦτο λέγει, ἀλλʼ ὅτι ὡς πρὸς τὸ ἔχειν τὸ τρίγωνον τὰς τρεῖς δυοῖν ὀρθαῖς ἴσας οὐδὲν συντελεῖ τὸ σχῆμα τῷ τριγώνῳ, οὐδʼ αἴτιον αὐτῷ γίνεται το〈ῦ〉 τὰς γωνίας ἔχειν τοιαύτας, ὥστε ὅσον πρὸς αὐτὸ τοῦτο συμβέβηκε τὸ σχῆμα τῷ τριγώνῳ, ὥσπερ καὶ ὁ ἄνθρωπος τῷ Σωκράτει πρὸς τὸ προγάστορι εἶναι ἢ ἑτέρῳ Κορίσκου. καὶ ὅτι τοῦτό ἐστι, δῆλον ἐκ τοῦ μὴ λέγειν ἡμᾶς τὸ τρίγωνον συμβεβηκέναι τῷ ἰσοσκελεῖ πρὸς τὸ τὰς τρεῖς δυοῖν ὀρθαῖν ἴσας ἔχειν τὸ ἰσοσκελές· αἴτιον γὰρ τὸ τρίγωνον τῷ ἰσοσκελεῖ τοῦ τοιαύτας ἔχειν τὰς γωνίας, ὥστε οὐκ ἀνάγκη τὸ ὑπάρχον τῷ πράγματι καὶ τῷ συμβαίνοντι ὑπάρχειν, ἢ τὸ τῷ συμβαίνοντι καὶ τῷ πράγματι.
168b6-7
ἀλλὰ παρὰ τοῦτο καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες ὑπὸ τῶν ἀνεπιστημόνων ἐλέγχονται Οὐ λέγει ὅτι οἱ ἐπιστήμονες παρὰ τῶν ἀνεπιστημόνων ἐλέγχονται, ἀλλʼ ὅτι δοκοῦσι τοῖς ἀνεπιστήμοσιν ἀκροαταῖς ἐλέγχεσθαι, οὐ μὴν ἐλέγχονται. καὶ τὴν αἰτίαν τοῦ μὴ ἐλέγχεσθαι ἐπήγαγεν εἰπὼν ʼκατὰ συμβεβηκὸς γὰρ ποιοῦνται τοὺς συλλογισμοὺσʼ καὶ οὐκ ἐκ τῶν καθʼ αὑτό· ὁ γὰρ ἀληθινὸς ἔλεγχος οὐκ ἀπὸ συμβεβηκότων γίνεται. ἢ ἐπιστήμονας λέγει ἐλέγχεσθαι τοὺς τινὸς ἐπιστήμης εἰδήμονας, ἀπείρους δὲ τῆς διαλεκτικῆς.
168b28-29
διαφέρει δὲ τοῦ συμβεβηκότος ὅτι τὸ συμβεβηκὸς ἔστιν ἐφʼ ἑνὸς μόνου λαβεῖν Οἱ παρὰ τὸ ἑπόμενον, φησίν, ἔλεγχοι διαφέρουσι τῶν παρὰ τὸ συμβεβηκός, ὅτι τοὺς παρὰ τὸ συμβεβηκὸς ἔστιν ἐφʼ ἑνὸς μόνου λαβεῖν, λέγων ἐφʼ ἑνὸς λῆψιν τὸ μὴ ἀντιστρέφειν. οἷον ὡς ἐπὶ τοῦ παρόντος· ʼτὸ μέλι ξανθόν· τὸ ξανθὸν χρῶμα· τὸ χρῶμα ποιότης· τὸ μέλι ἄρα ποιότης.ʼ ἢ τὸ ἐφʼ ἑνὸς λαβεῖν ἀντὶ τοῦ τὸ συμβεβηκὸς καὶ τὸ ὑποκείμενον ὡς ἓν καὶ ταὐτὸν καὶ μίαν φύσιν λαβεῖν, εἶτα συνάγειν· ʼἐπειδὴ τὸ μέλι καὶ τὸ ξανθὸν ταὐτόν, τὸ δὲ ξανθὸν χρῶμα,
168b28-29·2
τὸ μέλι ἄρα χρῶμα.ʼ τοὺς δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν πλείοσι, τουτέστιν ἀεὶ ἐν ἀντιστροφῇ, οἷον ʼὁ κύκνος λευκός καὶ τὸ λευκὸν κύκνοσʼ, εἶτα προσλαβεῖν ὅτι ʼἡ δὲ χιὼν λευκή· ἡ χιὼν ἄρα κύκνος.ʼ ὥστε ὅταν μὲν ἀντιστρέψωμεν τοὺς ὅρους καὶ μετὰ τὴν ἀντιστροφὴν προσλάβωμεν ὅρον, τότε παρὰ τὸ ἐπόμενον τὸ τοιοῦτον ῥηθήσεται σόφισμα, ὥσπερ ἐπὶ τοῦ λευκοῦ καὶ κύκνου καὶ τῆς χιόνος εἴρηται· ὅταν δὲ μὴ ἀντιστρέψωμεν, ἀλλʼ εὐθὺς τῇ ληφθείσῃ προτάσει προσλάβωμεν ἑτέραν πρότασιν, παρὰ τὸ συμβεβηκὸς τὸ σόφισμα, ὡς ἐπὶ τοῦ μέλιτος καὶ ξανθοῦ καὶ χρώματος εἴρηται. μέρος ἄρα τὸ παρὰ τὸ ἑπόμενον τοῦ παρὰ τὸ συμβεβηκός· ἀπὸ συμβεβηκότος γὰρ καὶ οὗτοι κἀκεῖνοι ὥρμηνται, διαφορὰ δὲ αὐτῶν τὸ ἀντιστρέφειν καὶ μὴ ἀντιστρέφειν.
168b28-29·3
ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι οἱ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν ἀντιστροφῇ εἶπε τὸ ʼἀεὶ ἐν πλείοσιʼ διὰ τὸ ἄλλο μὲν εἶναι τὸ λέγειν ʼὁ κύκνος λευκόνʼ καὶ ἄλλο τὸ ʼτὸ λευκὸν κύκνοσʼ· ἐκείνως μὲν γὰρ ὁ κύκνος ἐστὶν ὑποκείμενον, κατηγορούμενον δὲ τὸ λευκόν· οὕτως δὲ ἔμπαλιν. τὸ δὲ τῆς λέξεως τῆς ʼτὰ γὰρ [τῷ] ἑνὶ καὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτάʼ τοιοῦτόν ἐστιν· ἐπεὶ γὰρ ὁ κύκνος καὶ ἡ χιὼν τῷ λευκῷ ταὐτά ἐστιν, ἄμφω γὰρ λευκά, τὸν κύκνον χιόνα ἀξιοῦμεν εἶναι· νομίσαντες γὰρ ὅτι ἐπειδὴ ἡ χιὼν λευκὴ καὶ τὸ λευκὸν χιών, ἔστι δὲ καὶ ὁ κύκνος λευκόν, ὑπολαμβάνομεν ὅτι ὁ κύκνος χιών ἐστι. καὶ πάλιν· ʼἐπειδὴ ὁ μοιχὸς καλλωπιστής, καὶ ὁ καλλωπιστὴς μοιχός· ὅδε δὲ καλλωπιστής· ὅδε ἄρα μοιχός.ʼ ὅτι δὲ τὸ ʼἐν πλείοσινʼ ἀντὶ τοῦ ʼἐν
168b28-29·4
ἀντιστροφῇʼ εἴρηκε δῆλον καὶ ἐξ ὧν εἶπεν εὐθὺς ἀρχόμενος τοῦ δευτέρου τῶν Προτέρων Ἀναλυτικῶν· λέγει γὰρ ἐκεῖσε “οἱ μὲν καθόλου πάντες ἀεὶ πλείω συλλογίζονται, τῶν δὲ ἐν μέρει οἱ μὲν κατηγορικοὶ πλείω” καὶ τὰ ἑξῆς. ἢ ʼτὰ γὰρ ἑνὶ καὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτάʼ μάλιστα τοιοῦτόν ἐστι· τὰ τῷ αὐτῷ καὶ ἑνὶ ὄντα καὶ ἀλλήλοις ἀξιοῦμεν ταὐτὰ εἶναι· ἐπεὶ γὰρ τῷδε τῷ σώματι συμβέβηκε καὶ μέλιτι εἶναι καὶ ξανθῷ, ἀξιοῦμεν καὶ τὸ μέλι καὶ τὸ ξανθὸν ταὐτὰ εἶναι. καὶ ἀντιστρέφει· τὰ γὰρ ταὐτὰ καὶ ἀντιστρέφει—ταὐτὰ δὲ λέγω τῷ ἀριθμῷ ὡς λώπιον καὶ ἱμάτιον καὶ ἄνθρωπον καὶ βροτόν.
168b31-32
τὰ γὰρ ἑνὶ καὶ ταὐτῷ ταὐτὰ καὶ ἀλλήλοις ἀξιοῦμεν εἶναι ταὐτά Οἷον ὡς ἐπὶ τοῦδε· εἰ τὰ τὸ αὐτὸ χρῶμα ἔχοντα κέχρωσται, ὅτι καὶ τὰ κεχρωσμένα τὸ αὐτὸ χρῶμα ἔχουσι. λαμβάνουσιν οὖν ὡς τὰ αὐτὰ τὰ τὸ αὐτὸ χρῶμα ἔχοντα καὶ τὰ κεχρωσμένα.
169a5
ἐπισκεπτέον δὲ τοῦτο καὶ ἄλλως Ἄλλως· πῶς; ἢ ὅτι καὶ ἀσυλλόγιστοί εἰσιν ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συλλογιζόμενοι;
169a24
ἔνια γὰρ οὐκ εὔπορον διελεῖν Ὡς ἐπὶ τοῦ λέγοντος τὴν γένεσιν ἀγωγὴν εἰς οὐσίαν καὶ τὴν ὑγίειαν συμμετρίαν θερμῶν καὶ ὑγρῶν· ὁμώνυμον γὰρ καὶ ἡ ἀγωγὴ καὶ ἡ συμμετρία καὶ οὐκ εὐφώρατος ὁσαχῶς ἑκάστη τούτων λέγεται. λέγεται δὲ ἀγωγὴ ἡ τῶν σιτίων καὶ οἴνων φορά, λέγεται καὶ ἡ τῶν παίδων τοιάδε τις ἀνατροφή, λέγεται ἀγωγὴ καὶ ἡ μεταβολή. ὁμοίως δὲ καὶ ἐπὶ συμμετρίας· λέγονται γὰρ σύμμετρα καὶ τὰ αὐτάρκη πρὸς τὸ ζῆν καὶ τὰ τῷ αὐτῷ μέτρῳ μετρούμενα, καθὸ ἀσύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ. λέγεται σύμμετρα καὶ τὰ καλῶς μιχθέντα ἢ κραθέντα.
169a33
μάλιστα δʼ ἐπίσταται συνεπινεύειν Τὸ ʼμάλιστα δʼ ἐπίσταται συνεπινεύεινʼ ἴσον ἐστὶ τῷ ʼμάλιστα δὲ δύναται συμπείθειν.ʼ ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν ταῖς τῶν σοφιστῶν προτάσεσι τὸ νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τι καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. οὐκ ἔστι δὲ ἀληθές· τὸ γὰρ τόδε τι, ὡς ἐν ταῖς Κατηγορίαις εἴρηται, ἐπὶ μόνης τῆς πρώτης οὐσίας ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστι, ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅμως τῷ σχήματι τῆς προσηγορίας τόδε τι σημαίνειν ὅταν εἴπῃ ἄνθρωπον ἢ ζῷον, οὐ μὴν ἀληθές γε”. ἡ γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε τι ἢ δείκνυται ἢ λέγεται, ἀλλʼ ὡς τοιόνδε διότι “περὶ οὐσίαν τὸ ποιὸν ἀφορίζει”. *[crux: ὅμως]*
169a33·2
τοῦτο δὲ γίνεται διὰ τὸ ἀνώμαλον τῆς συνηθείας, ἥτις τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις ἄνθρωπον πιθανὴν φαντασίαν ἐμποιεῖ ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ὁμοίῳ τῷ σχήματι τῆς προσηγορίας σημαίνεσθαι —ἑνικῶς γὰρ ἀμφότεροι λέγονται, καὶ γὰρ ὁ Σωκράτης ἄνθρωπος καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλʼ οὐκ ἄνθρωποι πληθυντικῶς—ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὡς ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων παραλογισμῶν. ὡς ἔοικε δὲ τοῦτο οὐχ
169a33·3
ἁπλῶς ἐπὶ πάντων τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων εἶπεν, ἀλλʼ ἐπʼ ἐκείνων μόνων τῶν συναγόντων διὰ τὴν ὁμοιότητα τὰς καθόλου οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς, καὶ ὅλως τῶν συναγόντων τὰ καθόλου τὰ αὐτὰ τοῖς μερικοῖς· διὰ τοῦτο γὰρ καὶ εἶπε ʼδιὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέοσʼ ὡς εἰ ἔλεγεν· ʼοὐ μόνον γὰρ τοὺς ἤδη ῥηθέντας, ἀλλὰ καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα τοῖς παρὰ τὴν λέξιν παραλογισμοῖς συντακτέον. εἰπὼν δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν λέξιν θετέον αἰτίαν ἐπήγαγε τούτου, μίαν μὲν ὅτι ἡ ἀπάτη γίνεται μετʼ ἄλλων σκοπουμένοις, ἐκεῖνοι δʼ ἀεὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους τὰς ἐρωτήσεις ποιοῦνται. ἀπὸ δὲ τῶν πολλαχῶς
169a33·4
ὀνομάτων καὶ λέξεων λεγομένων ἡ ἀπάτη, ὥστε καλῶς ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τοῦτον τάττειν. ἄλλην δὲ ὅτι ἡ ἀπάτη τοῦ τὸν ἄνθρωπον τῷ Σωκράτει ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος· αὕτη δὲ παρὰ τὴν λέξιν.
169a33-34
ὅτι πᾶν τὸ κατηγορούμενόν τινος ὑπολαμβάνομεν τόδε τι Τὸ ʼὑπολαμβάνομεν τόδε τιʼ ταὐτόν ἐστι τῷ ʼὑπολαμβάνομεν ταὐτὸν εἶναι τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ καθʼ οὗ κατηγορεῖταιʼ· ἐκ γὰρ τούτου τὴν χώραν ἔσχε τὸ τοιόνδε σόφισμα· ʼὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· εἰμὶ δʼ ἐγὼ ἄνθρωπος· σὺ ἄρα οὐκ εἶ ἄνθρωπος.ʼ ὁρᾷς ὅτι τὸ ʼἐγώʼ ὅπερ ἐστὶν ἄτομον ὡς ταὐτὸν ἐλήφθη τῷ ʼἄνθρωποσʼ ὅπερ ἐστι καθόλου· εἰ μὲν γὰρ ἐγὼ καὶ ὁ ἄνθρωπος ταὐτὸν ἦμεν, τότε ἂν τῷ ὄντι σὺ οὐκ ἂν ἦς ἄνθρωπος οὐχ ὁ αὐτὸς ὢν ἐμοί· ἄνθρωπος μὲν γάρ εἰμι ἐγώ, οὐ μὴν ὁ ἄνθρωπός εἰμι.
169a35-36
τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι καὶ τὸ ὄν Παρὰ τὸ σχῆμα τῆς λέξεως, ὥσπερ καὶ πρότερον εἴρηται, μάλιστά ἐστι τοῦτο· ʼὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· εἰμὶ δʼ ἐγὼ ἄνθρωπος, σὺ ἄρα ἄνθρωπος οὐκ εἶ.ʼ τὸ γὰρ ʼἐγώʼ καὶ ʼσύʼ ἐπὶ τῶν ἀτόμων λέγεται, τὸ δὲ ʼἄνθρωποσʼ οὐχί, ὃν ἄνθρωπον ὡς τινὰ ἔλαβεν ἐν τῷ λόγῳ.
170a1-2
οἷον ὁ παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον ὁ εἰς ἀδύνατον Ὃ λέγει ἐστίν· εἰ τὸ ἀναίτιον ὡς αἴτιον δοθῇ τῷ σοφιστῇ, δῆλον ὅτι ἀδύνατόν τι ἵνα συνάξῃ. ἔστι δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν προσδιαλεγόμενον γίνεται παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν. τὸ γὰρ μὴ παρὰ τοῦτο συμβαίνειν τὸ ψεῦδος λέγομεν ἐν τοῖς εἰς τὸ ἀδύνατον συλλογισμοῖς.
170a6-7
ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν ʼΤὸ καθόλουʼ φησὶν ἀντὶ τοῦ ʼἁπλῶσʼ, ʼτὴν ἀντίφασινʼ δὲ ἀντὶ τοῦ ʼπῄ.ʼ δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ Αἰθίοψ μέλας, συνάγει ἐκεῖνος ὅτι τοὺς ὀδόντας λευκός, ἤτοι πῂ λευκός. ἢ λεγόντων ἡμῶν ʼοὐδεὶς ἐπιορκῶν ἅμα εὐορκεῖʼ, συνάγει τὸ τινὰ ἢ πῄ, ʼὀμόσασʼ λέγων ʼτὶς ἐπιορκήσειν, ἐπιώρκησεν, ὥστε καὶ εὐώρκησεν.ʼ
170a20
Παρὰ πόσα δʼ ἐλέγχονται οἱ ἐλεγχόμενοι Παρʼ ὅσα μέν, φησίν, φαινομένως ἐλέγχεσθαί τινες δοκοῦσιν, εἴρηται. παρʼ ὅσα δὲ ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι, οὐδεὶς ἀριθμήσασθαι ἢ παραδοῦναι δύναται· ὅσαι γὰρ ἀποδείξεις, τοσοῦτοι δύνανται καὶ ἔλεγχοι γενέσθαι πρὸς τοὺς μὴ τιθεμένους τὸ ἀποδειχθέν. ἄπειρα δὲ τὰ ἀληθῶς δεικνύμενα· ἄπειροι ἄρα καὶ οἱ ἀληθινοὶ ἔλεγχοι.
170a22
ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι Τὸ ʼἴσωσʼ κατὰ τὴν ἑαυτοῦ δόξαν εἶπεν· ἀϊδίου γὰρ κατʼ αὐτὸν ὄντος τοῦ κόσμου ἐπʼ ἄπειρον καὶ αἱ ἐπιστῆμαι αὐξηθήσονται.
170a22bis
Ἐπιστήμας τὰ ἐπιστητὰ αὐτὰ τὰ ἀποδεικτικὰ καλεῖ.
170a27-29
οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχὰς καὶ τὰ τούτων συμπεράσματα, οἱ δὲ παρὰ τὰς ἐν ἰατρικῇ Ὥσπερ ὁ Βρύσων ἐλέγχεται μὴ τετραγωνίζων τὸν κύκλον διὰ τὸ μὴ ἐκ τῶν γεωμετρικῶν ἀρχῶν τοῦτο ποιεῖν, ἀλλʼ ἔκ τινων κοινοτέρων· ἀλλὰ καὶ οἱ δυσίατα δεικνύντες τὰ περιφερῆ τῶν τραυμάτων διὰ τὸ τὸν κύκλον πολυχωρητότερον εἶναι τῶν ἐπιπέδων σχημάτων ἐλέγχονται διὰ τὸ μὴ ἐξ ἰατρικῶν ἀρχῶν τοῦτο δεικνύναι.
170a31-32
καθʼ ἑκάστην γὰρ τέχνην ἔστι ψευδὴς συλλογισμός, οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικός Παρὰ τὰς γεωμετρικὰς ἀρχάς ἐστιν ὁ τοῦ Βρύσωνος τετραγωνισμός, κατὰ δὲ τὰς γεωμετρικὰς ἀρχὰς τὰ ψευδογραφήματα· ἐκ μὲν τῶν γεωμετρικῶν γάρ εἰσιν ἐκεῖνα ἀρχῶν, συλλογίζονται δὲ ψεῦδος διὰ τὸ μὴ ποιεῖσθαι τὰς καταγραφὰς ὡς δεῖ.
170b35-36
ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τούτων εἰσί τινες οἱ παρὰ τοὔνομα Εἰ γὰρ πρὸς τοὔνομα ἐκείνους φαμὲν συλλογίζεσθαι, τοὺς περὶ τὰς ὁμωνυμίας διατρίβοντας, ἐν οἷς μή εἰσιν ὁμώνυμα τὰ τιθέμενα οὗτοι πάντως οὐκ εἰσὶ πρὸς τοὔνομα. ἔστι δὲ ὃ λέγει· ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων· τὸ γὰρ ʼΣωκράτης κάθηται· ὁ καθήμενος δύναται βαδίζειν· ὁ Σωκράτης ἄρα βαδίζειʼ οὐδενὶ τῶν πλεοναχῶς λεγομένων κέχρηται, ὥστε οὐκ ἕστιν ὁ λόγος οὗτος ἐκ τῶν πλεοναχῶς, ἀλλʼ ἐκ τῶν παρὰ τὸ πλεοναχῶς· ὥστε οὐδὲ πρὸς τοὔνομά ἐστιν· ὥστε οὐδὲ παρὰ τὴν διάνοιαν. τὸ δὲ ʼοἱ παρὰ τοὔνομαʼ ἀντὶ τοῦ ʼοἱ μὴ πρὸς τοὔνομα ὄντες.ʼ
171a6-7
προσκεῖσθαι γὰρ δεῖ τὴν ἀντίφασιν ʼΠροσκεῖσθαι γὰρ δεῖʼ· δεῖ, φησί, προσκεῖσθαι τὴν ἀντίφασιν ἐν τῇ ἐρωτήσει, οἷον ʼἆρα ἔστι σιγῶντα λέγειν ἢ οὔ;ʼ ἔστι δὲ ὃ λέγει ὅτι ὁ τοῦ Εὐθυδήμου λόγος ὁ συνάγων ὅτι τὰ σιγῶντα λέγει τὸ αἴτιον τοῦ παραλογισμοῦ καὶ ἁπλῶς τὸ ψεῦδος ἐν τῇ ἀντιφάσει καὶ οὐκ ἐν τῷ συμπεράσματι ἔχει (συλλογισμὸν γὰρ τὸ συμπέρασμα εἶπε). πῶς δὲ τοῦτο γίνεται δῆλον ἔσται τὸν τοῦ Εὐθυδήμου λόγον εἰποῦσιν, ὅς ἐστι τοιοῦτος· ʼἆρʼ ἔστι σιγῶντα λέγειν;ʼ ʼοὐδαμῶς.ʼ ʼτί δέ· ὅταν
171a6-7·2
ξύλα λέγεις καὶ λίθους καὶ σίδηρα, οὐ σιγῶντα λέγεις;ʼ ʼναί.ʼ ʼἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σίδηρα λέγειν, τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν.ʼ τὸ μὲν οὖν σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς παραγωγῆς οὐκ ἐν τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ ξύλα καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλʼ ἐν τῇ ἀντιφάσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ʼἆρʼ ἔστι σιγῶντα λέγειν;ʼ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἠρώτα δὲ τὸν λόγον ὁ Εὐθύδημος καὶ οὕτως· ʼἆρʼ ἔστι λέγοντα σιγᾶν;ʼ ʼοὐδαμῶς.ʼ ʼτί δέ· ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς;ʼ ʼναί.ʼ ʼοὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς, ἐκ τῶν πάντων γάρ· ἔστιν ἄρα λέγοντα σιγᾶν.ʼ ἐνταῦθα γὰρ λέγοντα τὰ λεγόμενα ἔδωκεν, ὁ δὲ ἐπὶ τοῦ λέγοντος ἔλαβε. καὶ οὗτος μὲν ἐν τῇ ἀντιφάσει τὸ αἴτιον ἔχει, ὁ δὲ ʼἃ μὴ ἔχει τις δοίη ἄνʼ ἐν ἀμφοῖν, καὶ ἐν τῇ
171a6-7·3
ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι· ὅπως δέ, δῆλον ἔσται καὶ ἐνταῦθα τὸ σόφισμα θεμένοις· ʼἆρʼ ὃ μὴ ἔχει τις δοίη ἄν;ʼ ʼοὐδαμῶς.ʼ ʼτί δέ· ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως;ʼ ʼναί.ʼ ʼὃ ἄρα μὴ ἔχει τις δοίη ἄν.ʼ ἐνταῦθα ὅτι μὲν καὶ ἐν τῷ συμπεράσματί ἐστι τὸ αἴτιον τοῦ ψεύδους δῆλον· ἔδει γὰρ μὴ συμπεράνασθαι ʼὃ ἄρα μὴ ἔχει τις δοίη ἄνʼ, ἀλλʼ ὅτι ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως· τοῦτο γὰρ ἦν ἀκόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν εἰπεῖν· ʼὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει;ʼ, ἀλλʼ οὐχί· ʼὃ μὴ ἔχει τις δοίη ἄν;ʼ ὁ δὲ λέγων ὅτι ʼτὰ ἔπη κύκλος· ὁ δὲ κύκλος σχῆμα· τὰ ἔπη ἄρα σχῆμαʼ ἐν τῷ συμπεράσματι ἔχει τὸ αἴτιον, διότι ὁ μέσος ὅρος ὡς πλειόνων δηλωτι‐
171a6-7·4
κὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται, ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα καὶ οἶδε καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους ὅσοις ὁ τοῦ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι· διὰ τοῦτο τὰ ἔπη κύκλους λέγεσθαι οὐδὲν ὅλως συγχωρήσειε. ποίησιν δὲ Ὁμήρου λέγει τὸ ἐπίγραμμα ὃ πεποίηκεν Ὅμηρος εἰς τὸν Μίδαν τὸν Φρυγῶν βασιλέα. λέγονται δὲ ταῦτα κύκλος διὰ τὸ μὴ πάντως εἶναι τάξιν τινὰ τοῦ δευτέρου πρὸς τὸν πρῶτον στίχον καὶ
171a6-7·5
τοῦ τρίτου πρὸς τὸν δεύτερον, μηδὲ ἀναγκαῖον εἶναι ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν ποιεῖσθαι, ἀλλὰ δύνασθαι καὶ ἀπὸ τοῦ τρίτου, ὁμοίως καὶ ἀπὸ τοῦ τελευταίου στίχου, ὡς ἐπὶ τούτων· χαλκῆ παρθένος εἰμί, Μίδου δʼ ἐπὶ σήματι κεῖμαι εὖτʼ ἂν ὕδωρ τε νάει καὶ δένδρεα μακρὰ τεθήλει ἠέλιός τε ἀνιὼν λάμπει μακρά τε σελήνη αὐτοῦ τῇδε μίμνουσα πολυκλαύστῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται —ἐπὶ γὰρ τούτων ἔξεστιν ἀφʼ οἱουδηποτοῦν στίχου ἄρξασθαι·
171a6-7col 1
codd. 54, 164: ʼαὐτοῦ τῇδε μίμνουσα πολυκλαύστῳ ἐπὶ τύμβῳʼ, εἶτα ʼχαλκῆ παρθένος εἰμί.ʼ καὶ οὕτως ἐπὶ τῶν ἄλλων. ἢ συλλογισμῶν τῶν μέσων ὅρων εἶπεν· ὁ γὰρ κύκλος, ὅς ἐστι μέσος ὅρος, ὁμώνυμος. *[crux: ἢ]*
171a6-7col 2
cod. 124: ὅπερ ⟪οὖν⟫ εἶπεν ἐνταῦθα ʼἐν τῷ συλλογισμῷʼ ἢ ἐν τῷ συμπεράσματι τὸ αἴτιον τοῦ ψεύδους ἐστίν, 〈ἢ〉 συλλογισμὸν τὸν μέσον ὅρον εἶπεν· ὁ γὰρ κύκλος, ὅς ἐστι μέσος ὅρος, ὁμώνυμος. *[crux: ὅπερ]*
171b6
ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινά Τὸ ἑξῆς τοιοῦτον· ὁ μὲν οὖν κατὰ τὰ κοινὰ θεωρῶν τὸ πρᾶγμα. λέγει δὲ κοινὰ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς.
171b8-12
συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαινόμενος συλλογιστικὸς περὶ ὧν ἡ διαλεκτικὴ πειραστική ἐστι, κἂν ἀληθὲς τὸ συμπέρασμα ᾖ (τοῦ γὰρ διὰ τί ἀπατητικός ἐστι) Φαινόμενον συλλογιστικὸν λέγει τὸν ἀσυλλόγιστον οἷον τὸν ἐκ δύο καταφατικῶν συνάγοντά τι ἐν δευτέρῳ σχήματι ἢ ἐκ δύο μερικῶν ἐν ᾡτινιοῦν τῶν σχημάτων ἢ ὅπως ἄλλως παρὰ τοὺς συλλογιστικοὺς τρόπους συνάγοντά τι. τοιοῦτος καὶ ὁ τοῦ Καινέως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συνάγων ὅτι τὸ πῦρ ἐν πολλαπλασίᾳ ἀναλογίᾳ, λέγων ʼτὸ πῦρ τάχιον αὔξεται, ἡ πολλαπλάσιος ἀναλογία τάχιον αὔξεται, τὸ πῦρ ἄρα ἐν πολλαπλασίᾳ ἀναλογίᾳ.ʼ ὁ οὖν τοιοῦτος, φησί, τουτέστιν ὁ μὴ τὸ σχῆμα ἔχων ὑγιές, ἐριστικὸς καὶ σοφιστικός ἐστι, ἐκ παραλλήλου θεὶς τὰ ἀμφότερα· ὁ γὰρ ἐριστικὸς καὶ σοφιστικὸς καὶ ἔμπαλιν· ἔστιν οὖν ὁ τοιοῦτος ἐριστικὸς κἂν ψεῦδος κἂν ἀληθὲς ᾖ τὸ συμπέρασμα. τὸ δὲ ʼτοῦ γὰρ διὰ τί
171b8-12·2
ἀπατητικός ἐστινʼ ἴσον ἐστὶ τῷ ʼτοῦ γὰρ μέσου ὅρου ἀπατητικός ἐστιʼ· καὶ γὰρ εἰ καὶ ἀληθῶς κατʼ ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται ἐν τῷ δευτέρῳ σχήματι, ὅταν ἀμφότεραι αἱ προτάσεις καταφατικαὶ ληφθῶσιν· ἀλλʼ οὐχ οὕτως ἔδει ταύτας λαβεῖν, ἀλλὰ τὴν μὲν οὕτως, τὴν δὲ στερητικῶς· ὥστε ἀπατητικός ἐστι τοῦ διὰ τί. ἀλλὰ κἂν τὰς δύο μερικὰς λάβῃ, ὡς ἐπὶ τοῦδε· ʼὁ Πιττακὸς σπουδαῖος· ὁ Πιττακὸς σοφός· οἱ σοφοὶ ἄρα σπουδαῖοιʼ· ἀπατητικὸς καὶ οὗτος τοῦ μέσου καίτοι ἀληθοῦς ὄντος τοῦ συμπεράσματος· οὐ γὰρ ἀνάγκη εἰ ὁ Πιττακὸς σπουδαῖος καὶ σοφὸς καὶ τοὺς σοφοὺς σπουδαίους εἶναι. περὶ ἃ οὖν, φησί, ἡ διαλεκτικὴ πειραστική ἐστι—καὶ εἴρηται κατʼ ἀρχὰς πῶς ἐστι—περὶ ταῦτα ἡ σοφιστικὴ ἀπατητική ἐστι· προσποιεῖται γὰρ εἰδέναι αὐτά. ἀλλʼ ὁ
171b8-12·3
μὲν πειραστικὸς ἐπʼ ὠφελείᾳ, ὡς εἴρηται πρότερον, τοῦτο ποιεῖ τοῦ προσποιουμένου εἰδέναι τὸ πρᾶγμα, καὶ ἐκ τῶν ἀληθῶς καὶ ἁπλῶς ἐνδόξων ἢ τῶν δοκούντων τῷ προσποιουμένῳ εἰδέναι τὸ πρᾶγμα (καὶ πολὺ τοῦτο παρὰ τῷ Πλάτωνι τὸ εἶδος τῶν λόγων)· ὁ δὲ σοφιστὴς ἔκ τινων ὁμωνύμων ἢ ἀμφιβόλων ἤ τινων ἄλλων τοιούτων· ὁ γὰρ συνάγων ὅτι αἱ ἀρεταὶ διδακταὶ ἐκ τοῦ λέγειν ὅτι τὰ διδακτὰ πρότερον μὴ ὄντα ὕστερον ἡμῖν ἐπιγίνεται, τοιαῦτα δὲ καὶ αἱ ἀρεταί—πῶς ἂν δόξειεν οὗτος κατὰ τὸ πρᾶγμα καὶ ἐκ τῶν τοῦ πράγματος οἰκείων συνάγειν τὸ προκείμενον. ἢ τὸ ʼτοῦ γὰρ διὰ τί ἀπατητικός ἐστιʼ εἴη ἂν ἁπλῶς ῥηθὲν περὶ ἀπάντων τῶν εἴτε ἀσυλλογίστων εἴτε καὶ τὸ σχῆμα ὑγιὲς ἐχόντων· οὐ γὰρ ἐκ τῶν οἰκείων τοῦ πράγματος τοὺς λόγους ποιοῦνται,
171b8-12·4
ὥσπερ καὶ Πρωταγόρας εἰπὼν τὴν ἀρετὴν διδακτόν, καὶ τοῦ Σωκράτους ἐπιδεῖξαι τοῦτο αὐτὸν ἀξιώσαντος, ἀπό τινων μύθων ἐπικεχείρηκε τοῦτο δεῖξαι μηδὲν ὄντων πρὸς τὸ πρᾶγμα, ἐπιπόλαιον δέ τινα φαντασίαν ἐμποιούντων ὡς 〈οἰκείων〉 τοῦ πράγματος ὄντων.
171b8-12bis
Τοιοῦτος καὶ ὁ κατασκευάζων τὸν χρόνον εἶναι τὸν οὐρανόν· χρόνος γάρ, φησίν, ἔστιν ἐν ᾧ τὰ πάντα, καὶ ὁ οὐρανὸς ἐν ᾧ τὰ πάντα—ἐν γὰρ δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογίζεται.
171b18-20
ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλλογισμὸς ἐριστικὸς λόγος καὶ ὁ κατὰ τὸ πρᾶγμα φαινόμενος συλλογισμός, κἂν ᾖ συλλογισμός, ἐριστικὸς λόγος ʼΠερὶ τῶνδε φαινόμενονʼ λέγει τὸν μὴ ὑγιῆ κατὰ τὸ σχῆμα, τὸν ἐκ δύο ἐν δευτέρῳ σχήματι καταφατικῶν· ʼκατὰ δὲ τὸ πρᾶγμα φαινόμενον συλλογισμὸνʼ λέγει τὸν ὑγιῆ κατὰ τὸ σχῆμα, δοκοῦντα δὲ συνάγεσθαι ἐκ τῶν ἀρχῶν τοῦ πράγματος μὴ συναγόμενον δὲ ἀπʼ ἐκείνων ἀλλὰ φαινομένως. ἀναγνωστέον δὲ τὴν λέξιν ὑπερβατῶς· καὶ ὁ συλλογισμὸς, φαινόμενος δὲ κατὰ τὸ πρᾶγμα, τουτέστι· καὶ ὁ ὑγιὴς μὲν κατὰ τὸ σχῆμα, φαινόμενος δὲ συλλογίζεσθαι ἀπὸ τῶν τοῦ πράγματος ἀρχῶν, μὴ ἀπʼ αὐτῶν δὲ συλλογιζόμενος,
171b18-20·2
ἐριστικός ἐστι καὶ σοφιστικός.
171b36-37
ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται καθάπερ καὶ ὁ ψευδογράφος τῇ γεωμετρίᾳ Ἐλλιπῶς εἴρηται. ἔστι δὲ τὸ πλῆρες τοιοῦτον· ἐκ τῶν αὐτῶν ἡ διαλεκτικὴ παραλογίζεται ὥσπερ καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ. πῶς δὲ ἐκ τῶν αὐτῶν; ὅτι καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικὸς ἐκ τῶν δοκούντων ἐνδόξων· διαφορὰ δὲ αὐτῶν ὅτι ὁ μὲν διαλεκτικὸς καὶ ἐκ δοκούντων καὶ ὄντων, ὁ δὲ λοιπὸς ἐκ δοκούντων μέν, μὴ ὄντων δέ.
172a9-11
εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν τῷ ψευδογράφῳ πρὸς τὸν γεωμέτρην Ἔχουσι μὲν ὁμοιότητα ὁ ψευδογράφος καὶ ὁ ἐριστικός· ὁ μὲν ψευδογράφος πρὸς τὸν γεωμέτρην καὶ ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικόν, ἀλλʼ οὐ πάντῃ τὴν αὐτήν, ἀλλὰ διαφέρουσί πῃ, ὅτι ὁ μὲν γεωμέτρης καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ ὥρμηνται, ὁ δὲ ἐριστικὸς καὶ ὁ διαλεκτικὸς οὐκ ἐκ τῶν αὐτῶν, ἀλλʼ ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἐνδόξων, ὁ δὲ ἐριστικὸς ἐκ τῶν φαινομένων, μὴ ὄντων δέ· ψευδογράφημα δὲ ἐκ φαινομένων μὲν τῇ γεωμετρίᾳ ἀρχῶν, μὴ ὄντων δέ, οὐ γίνεται. καὶ
172a9-11·2
διὰ τοῦτο οὐδεὶς διαλεκτικὸς ψευδογραφεῖν ἐπιχειρεῖ, ἀλλὰ ὁ ἐριστικός. ἔχει δὲ χώραν πρὸς τὰ γεωμετρικὰ διὰ τὸ μιμεῖσθαι τὴν διαλεκτικὴν περὶ παντὸς τοῦ προτεθέντος ἐξ ἐνδόξων συλλογιζομένην.
172a9-11bis
Ἐπειδὴ ὁ διαλεκτικὸς ἐξ ἐνδόξων ἐπιχειρεῖ, ὁ δὲ ἐριστικὸς ἐκ φαινομένων ἐνδόξων, οὐ πάντῃ ὁμοίως ἔχει ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν καὶ ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην, καὶ διὰ τοῦτο χώραν ἔχει ὁ ἐριστικὸς καὶ πρὸς τὰ γεωμετρικά. τὸ δὲ ʼνῦν δὲ οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένοσʼ οὐ τῆς ἀνομοιότητός ἐστιν, ἀλλὰ μᾶλλον τῆς ὁμοιότητος· ἀόριστος γὰρ καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικός, οὐ ψευδογραφεῖ δὲ ὁ διαλεκτικὸς ἀλλʼ ὁ ἐριστικός, ὅτι ὁ διαλεκτικὸς ἐξ ἐνδόξων συλλογίζεται, ψευδογράφημα δὲ ἐξ ἐνδόξων οὐ γίνεται. εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχον, καὶ ὥσπερ ὁ ψευδογράφος οὐκ ἄλλοθεν συλλογίζεται, ἀλλὰ ἐκ τῶν αὐτῶν ἀρχῶν ἐξ ὧν καὶ ὁ γεωμέτρης, οὕτως καὶ ὁ ἐριστικὸς ἐκ τῶν αὐτῶν τῷ διαλεκτικῷ συνελογίζετο, οὐκ ἂν εἶχε χώραν ὁ ἐριστικὸς πρὸς τὰ γεωμετρικά.
172a13
οὐδὲ τοιοῦτος οἷος ὁ καθόλου Καὶ καθόλου λέγει τὸν θεολόγον, καὶ λέγει μὴ εἶναι τὸν διαλεκτικὸν ἢ τὸν ἐριστικὸν οἷος ὁ καθόλου· εἰ γὰρ καὶ ὁ θεολόγος ἐπιστήμων ἐστὶ πάντων τῶν ὄντων ᾗ ὄντα, ἀλλὰ τῶν γε κοινῶν· οὐχὶ δέ γε καὶ περὶ τὰ καθέκαστα διατρίβει ὡς ὁ διαλεκτικὸς καὶ πειραστικός.
172a21
ἡ δʼ αὐτὴ καὶ πειραστική Οὐ λέγει τὴν κυρίως πειραστικὴν τὴν αὐτὴν εἶναι τῇ ἐριστικῇ ἢ τὴν ἐριστικὴν τὴν αὐτὴν τῇ πειραστικῇ, ἀλλὰ πειραστικὴν νῦν λέγει τὴν ἄτεχνον καὶ ἄλογον τριβήν. διαιρεῖται τοίνυν ἡ πειραστικὴ εἴς τε τὴν ἄλογον ἐμπειρίαν καὶ εἰς τὴν μετὰ λόγου τέχνην καὶ δύναμιν, καὶ εἰσὶν ἀμφότεραι ἀόριστοι· οὐδὲ γὰρ τούτου ἐστὶν ὡρισμένον τι ὑποκείμενον.
172b7-8
ἡ γὰρ περὶ τὰς προτάσεις μέθοδος ἅπασαν ἔχει ταύτην τὴν θεωρίαν Τουτέστιν ἡ γὰρ μέθοδος ἡ θεωροῦσα πᾶσαν πρότασιν, ἐκείνη καὶ τὰς ἡμαρτημένας ὄψεται· τῶν γὰρ ἐναντίων ἡ αὐτὴ ἐπιστήμη· πᾶσαν δὲ πρότασιν καὶ πᾶν πρόβλημα ἡ διαλεκτικὴ ὁρᾷ· ταύτης γάρ ἐστι τὸ περὶ παντὸς τοῦ προτεθέντος συλλογίζεσθαι· ὥστε τῆς διαλεκτικῆς ἐστι πρὸς τῷ τὰς ἐνδόξους ὁρᾶν καὶ τὰς φαινομένας μέν, μὴ οὔσας δέ, ἐνδόξους ἐπισκέπτεσθαι· τῶν γὰρ ἐναντίων, ὡς εἴρηται, ἡ αὐτὴ ἐπιστήμη.
172b18-19
ἐάν τε ἐρωτώμενος φῇ ἢ ἀποφῇ τούτων τι ἄγειν πρὸς ἃ ἐπιχειρήματος εὐπορεῖ Οἷον εἰ φῇ τὸν σοφὸν πολυπράγμονα, ἀκτέον εἰς τὴν φιλοπραγμοσύνην λέγοντα· ʼὁ σοφὸς πολυπράγμων, ὁ πολυπράγμων 〈φιλοπράγμων, ὁ φιλοπράγμων〉 ἐρωτικῶς ἔχει περὶ τὰ χρήματα· ἀλλὰ μὴν ὁ σοφὸς οὐ τοιοῦτος· οὐκ ἄρα πολυπράγμων ὁ σοφός ἐστι.ʼ
172b26-27
ἔστι δὲ καὶ καλῶς καὶ μὴ καλῶς τοῦτο ποιεῖν Οἷον τὸν λέγοντα τὴν γῆν ἐν τῷ μέσῳ τοῦ παντὸς κεῖσθαι, καίπερ ἀληθῆ λέγοντα, δείξομεν ψευδόμενον, οὐ καλῶς μὲν εἰ τῇ τῶν Πυθαγορείων ἐπιχειρήσει χρησόμεθα, καλῶς δὲ εἰ τῇ τοῦ Ἀριστοτέλους μεταχειρίσει συλλογισόμεθα. τίνες δὲ ἑκατέρου τούτων οἱ λόγοι ἐν τῷ δευτέρῳ Περὶ Οὐρανοῦ μεμαθήκαμεν, καὶ ὅπως ὁ μὲν Ἀριστοτέλης εὐφυῶς τὴν παραγωγὴν συνήγαγεν, οἱ δὲ Πυθαγόρειοι μαλακῶς, καίπερ οὕτως δοξάζοντες.
172b26-27bis
Πάλιν εἰ λέγοι τις ὅτι ἔστι χρόνος, συλλογισόμεθα δεικνύντες αὐτὸν ψευδόμενον· μὴ καλῶς μέν, εἰ λέγοιμεν ʼοὐκ ἔστι κίνησις (καθάπερ δείκνυσι Ζήνων)· ταύτης δὲ μὴ οὔσης οὐδὲ χρόνος ἔστιʼ· καλῶς δὲ οὕτως· ʼτοῦ χρόνου τὰ παρεληλυθὸς καὶ μέλλον οὐκ ἔστι, τὸ δὲ ἐνεστὼς νῦν καὶ οὐ χρόνος· οὐκ ἄρα ἔστι χρόνος.ʼ
172b29-31
σκοπεῖν ἐκ τίνος γένους ὁ διαλεγόμενος, εἶτα ἐρωτᾶν ὃ τοῖς πολλοῖς οὗτοι λέγουσι παράδοξον Οἷον εἴ τις τῶν ἐκ τοῦ Ζήνωνος ἐρωτητέον· ʼἆρʼ ἔστι κινεῖσθαι;ʼ καὶ δῆλον ὅτι ἀπαρνήσεται τὸ εἶναι κίνησιν ἢ κινεῖσθαι, ὃ δή, τὸ μὴ εἶναι κίνησιν, τοῖς πολλοῖς ἐστι παράδοξον.
172b33-34
λύσις δὲ καὶ τούτων ἡ προσήκουσα φέρεται τὸ ἐμφανίζειν ὅτι οὐ διὰ τὸν λόγον συμβαίνει τὸ ἄδοξον Οἷον λεγόντων ἡμῶν ὅτι ὁ ἄδικος κακοδαίμων ἐστίν, ὁ δὲ ἐρωτῶν ἢ ὁ ἀποκρινόμενος ὡς παράδοξα τοῖς πολλοῖς λεγόντων ἡμῶν ἐπιφέρουσιν· οἱ γὰρ πολλοὶ τὸν ἀδικώτατον Ἀρχέλαον εὐδαίμονα λέγουσι—λυτέον ὅτι οὐ διὰ τὰ ὑφʼ ἡμῶν λεγόμενα συμβαίνει τὸ παράδοξον, ἀλλὰ διὰ τὴν ἡμαρτημένην τῶν πολλῶν δόξαν.
172b36
ἔτι δʼ ἐκ τῶν βουλήσεων καὶ τῶν φανερῶν δοξῶν Ἄν, φησί, λέγῃ τις καὶ τίθησιν ἐκ τῶν βουλήσεων, ἄγε εἰς τὰς δόξας· εἰ δὲ τὰ δοκοῦντα, εἰς τὰς βουλήσεις.
173a23-24
ἐὰν μὲν λέγῃ τις ὡς οἱ περὶ τοὺς λόγους εἰς τὰ τοῖς πολλοῖς Εἴ τις λέγοι τὸν εὐδαίμονα δίκαιον εἶναι, φήσεις αὐτὸν παράδοξα καὶ ἐναντία τῇ τῶν πολλῶν λέγειν δόξῃ· τοῖς γὰρ πολλοῖς Ἀρχέλαος ὁ Μακεδόνων βασιλεὺς εὐδαίμων δοκεῖ, καίπερ πάνυ ἀδίκως τὴν βασιλείαν λαβών· οὐκ ἄρα ὁ εὐδαίμων δίκαιος. εἰ δὲ ὁ δίκαιος εὐδαίμων, ὁ Ἀρχέλαος οὐκ εὐδαίμων, ἄδικος γάρ, ἀλλὰ δοκεῖ εὐδαίμων εἶναι.
173b5-7
καὶ ὅσων ἡ οὐσία οὐκ ὄντων πρός τι ὅλως ὧν εἰσιν ἕξεις ἢ πάθη ἤ τι τοιοῦτον ἐν τῷ λόγῳ αὐτῶν προσδηλοῦται Τὸ τῆς λέξεως κατάλληλον τοιοῦτόν ἐστι· καὶ ὅλως ὧν εἰσι ἕξεις ἢ πάθη ἤ τι τοιοῦτον ἐν τῷ λόγῳ αὐτῶν προσδηλοῦται. τὸ δὲ ʼὅσων ἡ οὐσία οὐκ ὄντων πρός τιʼ δηλωτικόν ἐστι τοῦ τίνων εἰσὶν αἱ ἕξεις ἢ τὰ πάθη. ὁ γὰρ ἀριθμὸς καὶ ἡ ῥὶς οὐ πρός τι, ὧν ἀριθμοῦ καὶ ῥινὸς ἕξεις ἢ πάθη εἰσί, τοῦ μὲν τὸ περιττὸν καὶ ἄρτιον, τοῦ δὲ τὸ σιμόν, καὶ προσδηλοῦται ἐν μὲν τῷ τῆς σιμότητος λόγῳ ἡ ῥίς (ἔστι γὰρ σιμότης κοιλότης ἐν ῥινί), ἐν δὲ τῷ τοῦ περιττοῦ ὁ ἀριθμός (ἔστι γὰρ
173b5-7·2
περιττὸν ἀριθμὸς ὁ μονάδι διαφέρων ἀρτίου). τὸν δὲ λόγον οὕτως συνῆγον εἰπόντες ʼπεριττὸν ἀριθμὸν λέγομεν· προσθέντες δὲ καὶ τὸν ἀριθμὸν δὶς τὸν ἀριθμόν φαμεν.ʼ φαίνονται δέ, φησί, τοῦτο ποιεῖν διὰ τὸ μὴ ἐρωτᾶν ἡμᾶς εἰ δοκεῖ ταὐτὸν σημαίνειν τὸ περιττὸν τῷ περιττῷ ἀριθμῷ ἢ ἕτερον, ἀλλὰ τὸ συμπέρασμα λέγειν εὐθύς, οἷον ὅτι τὸ διπλάσιον καὶ τὸ διπλάσιον ἡμίσεος ταὐτὸν σημαίνει. τὸ δὲ ʼἀλλὰ φαίνεται διὰ τὸ ὄνομα τοῦτο εἶναι ταὐτὸ καὶ σημαίνεινʼ ἴσον ἐστὶ τῷ ʼἀλλὰ φαίνεται μὲν ὅτι ταὐτὸν σημαίνει διὰ τὸ ὄνομα τὸ διπλάσιον καὶ ἐν τῷ λόγῳ καὶ καθʼ αὑτὸ τὸ αὐτὸ λαμβάνεσθαι ὅτι τὸ αὐτὸ σημαίνει καὶ καθʼ αὑτὸ καὶ μετὰ τοῦ ἡμίσεοσʼ· τοῦτο δὲ οὐ ταὐτὸν σημαίνει, ὡς δείξει. *[crux: ὅτι ταὐτὸν σημαίνει διὰ τὸ ὄνομα τὸ διπλάσιον καὶ ἐν τῷ λόγῳ καὶ καθʼ αὑτὸ τὸ αὐτὸ λαμβάνεσθαι ὅτι τὸ αὐτὸ σημαίνει]*
173b13-14
εἰ σημαίνει τι καθʼ αὑτὸ λεχθὲν τὸ διπλάσιον ἢ οὐδέν, καὶ εἴ τι σημαίνει, πότερον τὸ αὐτὸ ἢ ἕτερον Τὸ μὲν ʼδιπλάσιονʼ μόνον ῥηθὲν δυνάμει τὸ ʼἡμίσεοσʼ ἔχει· τὸ δὲ ʼδιπλάσιον ἡμίσεοσʼ ἐνεργείᾳ. ἕτερον δὲ τὸ δυνάμει καὶ ἐνεργείᾳ, ἕτερον ἄρα καὶ οὐ ταὐτὸν καὶ τὸ ʼδιπλάσιονʼ τοῦ ʼδιπλάσιον ἡμίσεοσʼ· ὁμοίως καὶ τὸ ʼσιμόνʼ καὶ ʼῥὶς σιμήʼ, καὶ ἐπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος.
173b26-27
εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τόδε Τὸ ʼτόδεʼ, φησί, πρόσρημά ἐστιν αἴτιον τοῦ δοκεῖν ἡμᾶς σολοικίζειν· δοκεῖ μὲν γὰρ δηλωτικὸν εἶναι τῶν μεταξὺ ἄρρενος καὶ θήλεος, σημαίνει δὲ πολλάκις καὶ ἄρρεν ἢ θῆλυ· καὶ τοῦ μὲν ἄρρενος καὶ θήλεος αἱ πτώσεις διαφέρουσιν· ἀεὶ γὰρ τὸ ʼαὕτηʼ καὶ τὸ ʼταύτησʼ καὶ τὸ ʼοὗτοσʼ καὶ τὸ ʼτοῦτονʼ τὰ μὲν εὐθειῶν εἰσι τὰ δὲ γενικῶν δηλωτικά, τὸ δὲ ʼτόδεʼ ὁτὲ μὲν εὐθείας ὁτὲ δὲ γενικῆς. διὰ οὖν τὸ ʼτόδεʼ καὶ οὐδετέρων καὶ ἀρρένων καὶ θηλέων εἶναι δηλωτικόν, *[crux: γενικῶν]* *[crux: γενικῆς]*
173b26-27·2
ὁμοίως δὲ καὶ εὐθειῶν καὶ γενικῶν, διὰ τοῦτο συμβαίνει ταῦτα. *[crux: γενικῶν]*
173b26-27bis?
Ἆρʼ ὃ λέγεις ἀληθῶς, καὶ ἔστι τοῦτο ἀληθῶς; ναί. φῇς δὲ εἶναί τι λίθον. ἔστιν ἄρα τι λίθον.
174a5-8
καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ τὰ μὴ ὅμοια ὁμοίως λεγομένοις ἐλέγχοις. ὥσπερ γὰρ ἐκείνοις ἐπὶ τῶν πραγμάτων, τούτοις ἐπὶ τῶν ὀνομάτων συμπίπτει σολοικίζειν Εἶπεν ἐν τῷ Περὶ Μνήμης καὶ Ἀναμνήσεως ὅτι ὁ μὴ λέγων τὸ πρᾶγμα ἀλλὰ τὸ ὅμοιον τῷ πράγματι, εἰς μὲν τοῦτο οὐ σολοικίζει, εἰς δʼ ἐκεῖνο· ὁ γὰρ ἀντὶ τοῦ εἰπεῖν ʼΚλεόβουλοσʼ εἰπὼν ʼΚλεώνυμοσʼ εἰς μὲν τὸ ʼΚλεώνυμοσʼ, ὅμοιον ὂν τῷ Κλεοβούλῳ, οὐ σολοικίζει, εἰς δὲ τὸν Κλεόβουλον ἐσολοίκισεν. ὁμοίως καὶ
174a5-8·2
ἐπὶ τῆς πλευρωνίας καὶ τῆς πλευρᾶς.
174a20
ἔτι δʼ ὀργὴ καὶ φιλονεικία Ἔτι, φησί, πρὸς τὸ ἐλέγχειν συντελεῖ ἡμῖν τὸ τὸν ἀποκρινόμενον ποιῆσαι ὀργισθῆναι· οἱ γὰρ ὀργιζόμενοι ὑπὸ τοῦ πάθους ἧττον δύνανται φυλάττεσθαι. δυνησόμεθα δέ, φησίν, εἰς ὀργὴν κινῆσαι τὸν ἀποκρινόμενον (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ʼστοιχεῖον δὲ τῆς ὀργῆσʼ) ἐὰν φανεροὺς ἑαυτοὺς ποιῶμεν ὡς βουλόμεθα ἀδικεῖν καὶ ὅλως ἀναισχυντεῖν· εἰ γὰρ αἴσθοιτο ὁ ἀποκρινόμενος ἡμῶν ἀδικούντων ἢ ἀναισχυντούντων, ὀργισθήσεται· ὀργισθεὶς δʼ ἂν ἧττον ἂν φυλάξαιτο. ἀδικεῖν δὲ
174a20·2
δόξομεν ὅταν μὴ ὡς δεῖ ἐρωτῶμεν, ἀναισχυντεῖν δὲ ὅταν ἀμαθῆ ἤ τι τοιοῦτον λέγωμεν τὸν ἀποκρινόμενον.
174a23-24
ἐάν τε πρὸς ταὐτὸ πλείους τις ἔχῃ λόγους Πρὸς τὸ αὐτὸ πλείους ἔχειν λεγόμεθα λόγους ὅταν τὸ αὐτὸ πρόβλημα διʼ ἄλλου καὶ ἄλλου μέσου δεικνύναι δυνάμεθα, οἷον τὴν ἡδονὴν ἀγαθὸν διά τε τοῦ κατὰ φύσιν καὶ διὰ τοῦ πάντα αὐτῆς ἐφίεσθαι. πάλιν δὲ οὐχ οὕτως, ἤτοι μὴ ἀγαθὸν οὖσαν, συλλογισαίμεθʼ ἂν αὐτὴν διά τε τοῦ ἀτελοῦς καὶ διὰ τοῦ λείαν εἶναι κίνησιν. ἀλλὰ καὶ ἐπὶ τοῦ ʼἔστι σιγῶντα λέγειν καὶ λέγοντα σιγᾶνʼ καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως συλλογιζόμεθα.
174b8-9
σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν τὸ μάλιστα σοφιστικὸν συκοφάντημα Ὡς τὸ τοιοῦτον· ʼοὐχὶ καὶ ἠρώτηκά τί σε πρῶτον, οὐχὶ καὶ οἱ ἀστέρες ἄρτιοί εἰσιν; ἠρώτηκα δὲ τί σε πρῶτον· οὐκ ἄρα οἱ ἀστέρες περιττοί εἰσιν· ἄρτιοι ἄρα.ʼ ἀλλὰ καὶ ὁ Εὐθύδημος ἐν τῷ ὁμωνύμῳ διαλόγῳ μηδὲν συλλογισάμενος συμπεραντικῶς, ἤγουν ὥσπερ συλλογισάμενος, συμπεραίνων ἐπήγαγεν· ʼδῆλον οὖν, ὦ Σώκρατες, παῖς ὢν πάντα ἠπίστω καὶ πρὶν αὐτὸς γενέσθαι καὶ πρὶν οὐρανὸν καὶ γῆν γενέσθαι· ψεῦδος ἄρα ὅτι οὐκ ἐπιστήμων εἶ καὶ πάντων καὶ ἀεί.ʼ καὶ πάλιν·
174b8-9·2
ʼπότερον τὸ ὕδωρ λίθος ἐστίν;ʼ ʼοὐ δῆτα.ʼ ʼτί δέ· οὐχὶ ὁ λίθος σῶμά ἐστι;ʼ ʼναί.ʼ ʼτί δέ· οὐχὶ τὰ στοιχεῖα σώματα;ʼ ʼναί.ʼ ʼτὸ ὕδωρ ἄρα λίθος ἐστὶ σῶμα ὄν.ʼ καὶ πάλιν· ʼοὐχὶ ὁ λίθος σῶμα;ʼ ʼναί.ʼ ʼτὸ δὲ ζῷον οὐ σῶμα;ʼ ʼναί.ʼ ʼσὺ δὲ ζῷον;ʼ ʼναί.ʼ ʼσὺ ἄρα λίθος εἶ σῶμα ὤν.ʼ ἀσυλλόγιστα γὰρ ταῦτα πάντα. καὶ πάλιν· ʼτὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν· ἒν ἄρα τὸ ὂν καὶ οὐ πολλά· οὐκ ἄρα πολλὰ τὰ ὄντα.ʼ
174b27
οἷον ὁ Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ Οἷον Κλεοφῶν ποιεῖ ἐν τῷ Μανδροβούλῳ· ὁ Κλεοφῶν οὗτος τραγικὸς ἦν, ὡς Ἀριστοτέλης ἐν τοῖς Περὶ Ποιητικῆς ἱστορεῖ· δρᾶμα δὲ τοῦ Κλεοφῶντος ὁ Μανδρόβουλος, ὡς τοῦ Εὐριπίδου ἡ Ἑκάβη. ηὔξατο δὲ οὗτος ὁ Μανδρόβουλος ὡς εἰ πλουτήσειεν ἐφʼ ἑκάστῳ χρόνῳ χρυσοῦν ἀνατιθέναι κριὸν τῷ Ἀπόλλωνι. καὶ πλουτήσας πρῶτον μὲν χρυσοῦν ἀνέθηκε κριόν, εἶτα χαλκοῦν, καὶ τέλος ἔθυσε ζῷον, ἀφʼ οὗ καὶ παροιμία γέγονε κατὰ τῶν ἐπὶ τὰ χείρω ἀπὸ τῶν κρειττόνων μεταβαινόντων, ἡ ʼἐπὶ τὰ Μανδροβούλου χωρεῖσʼ λέγουσα. οὗτος οὖν ὁ Μανδρόβουλος πάλιν πτωχεύσας πεποίηται τῷ Κλεοφῶντι λέγων πρὸς τὸν Ἀπόλλωνα ὡς ʼτὸ ζῷον ὡς χρυσοῦν προσήνεγκαʼ, ὁ δὲ Ἀπόλλων ʼἀλλʼ ἐγώʼ, φησίν, ʼὡς ζῷον εἰλήφειν.ʼ ἃ δὲ λέγει ὁ Ἀριστοτέλης
174b27·2
πάντως οὐκ ἄδηλον.
174b28-30
δεῖ δὲ καὶ ἀφισταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν καὶ ἀποκρινόμενον ἂν προαισθάνηται προενίστασθαι καὶ προαγορεύειν Τοῦτο δύναται καὶ ὡς ἓν παράγγελμα νοεῖσθαι μέχρι τοῦ ʼπροενίστασθαι καὶ προαγορεύεινʼ, δύναται δὲ καὶ ὡς δύο τις αὐτὰ ἐκλαβεῖν· ὡς ἓν μὲν τὸ ʼδεῖ καὶ ἀφισταμένουσʼ καὶ τὰ ἑξῆς, ὡς ἕτερον δὲ τὸ ʼκαὶ ἀποκρινόμενον ἂν προαισθάνηται προενίστασθαι καὶ προαγορεύεινʼ, ὅπερ οἶμαι καὶ κάλλιον. τί δέ ἐστι τὸ λεγόμενον ὑπʼ ἀμφοῖν, εἴπερ δύο ἐκληψόμεθα, ἔσται δῆλον οὕτως· οἱ ἐρωτώμενοι πολλάκις διὰ τὸ γελοίως ἐρωτᾶν τοὺς ἐρωτῶντας εἰς τὴν τοῦ ἐρωτῶντος μεταπίπτουσι τάξιν τὰ σοφιστικὰ καὶ ἀσυλλογίστως συναγόμενα διελέγχοντες, καὶ πλήρης τοιούτων ὁ Εὐθύδημος τοῦ Πλάτωνος διάλογος. λέγει οὖν ὅτι δεῖ σε ἀφιστάμενον ἐπιτέμνειν τὰ λοιπὰ ἐπιχειρήματα, διʼ ὧν μέλλει ἐλέγχεσθαι τὰ ὑπὸ σοῦ συναγόμενα, ὅπερ καὶ ποιεῖ ὁ Εὐθύδημος καὶ Διονυσ[ι]όδωρος·
174b28-30·2
ἀφίστανται γὰρ καὶ ἐπιτέμνουσι τὰ τοῦ Σωκράτους ἐπιχειρήματα. οὕτως μὲν τὸ ʼἀφίστασθαι δεῖʼ· τὸ δὲ ʼκαὶ ἀποκρινόμενον ἂν προαισθάνηταιʼ τοιοῦτόν ἐστι· καὶ δεῖ σε, ἂν ὁ ἀποκρινόμενος προαισθάνηται τὰ ἐρωτώμενα ὅτι ὁμώνυμά ἐστιν ἢ ἀμφίβολα, πρὸς αὐτὸν ἐνίστασθαι καὶ λέγειν μὴ οὕτω ποιεῖν (τοῦτο γὰρ λείπει) ἀλλὰ μόνον φάσκειν ἢ ἀποφάσκειν —ὥσπερ καὶ ὁ Εὐθύδημος πρὸς τὸν Σωκράτην· εἰπὼν γὰρ ʼὦ Σώκρατες, ἐπιστήμων του εἶ;ʼ καὶ τοῦ Σωκράτους εἰπόντος ʼἔγωγεʼ, ὁ Εὐθύδημος· ʼπότερον ᾧ ἐπιστήμων εἶ, τούτῳ καὶ ἐπίστασαι, ἢ ἄλλῳ τῳ;ʼ καὶ τοῦ Σωκράτους εἰπόντος ʼᾧ ἐπιστήμων· οἶμαι γάρ σε τὴν ψυχὴν λέγεινʼ, ὁ Εὐθύδημος· ʼοὐκ αἰσχύνῃ, ὦ Σώκρατες; ἐρωτώμενος ἀντερωτᾷς.ʼ δεῖ οὖν, φησίν, ἐνίστασθαι πρὸς αὐτὸν καὶ προλέγειν
174b28-30·3
μὴ διαστέλλειν τὰ λεγόμενα, ἀλλὰ μόνον ἢ ʼναίʼ ἢ ʼοὔʼ λέγειν. εἰ μὲν οὖν ὡς δύο παραγγελμάτων τις ἀκούει τῶν προκειμένων, τοιαῦτα ἄν, οἶμαι, εἴη τὰ λεγόμενα· εἰ δὲ ὡς ἑνός, εἴη ἂν ὃ λέγει· δεῖ δέ σε ἀφιστάμενον τοῦ προκειμένου ἀφίστασθαι ὅτι ἀνωτάτω, οἷον εἰ μέλλεις δεικνύναι ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, οὐ δεῖ σε ἐνδιατρίβειν τοῖς καθέκαστα καὶ λέγειν ʼἡρμοσμένου καὶ ἀναρμόστου ἡ αὐτὴ ἐπιστήμη· μουσικὴ γάρ. ἀλλὰ καὶ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτή· ἰατρικὴ γάρ. ἀλλὰ καὶ συμμέτρου καὶ ἀσυμμέτρου· γεωμετρία. ἀλλὰ καὶ τοῦ ὀρθογραφεῖν καὶ μή· γραμματικήʼ, ἀλλὰ δεῖ σε ἀποστάντα ἐπὶ τὸ καθόλου, οἷον ὅτι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, τὰ ἐκ τῆς ἐπαγωγῆς ἐπιτέμνειν ἐπιχειρήματα· εἰ γὰρ λάβῃς ὅτι τῶν ἀντικειμένων, ἔχεις καὶ ὅτι τῶν ἐναντίων. τὸ δὲ ʼκαὶ ἀπο‐
174b28-30·4
κρινόμενον ἂν προαισθάνηταιʼ δῆλον ἔσται οὕτως εἰποῦσιν· εἷς ἦν τρόπος τῶν τὸ ἐν ἀρχῇ αἰτούντων, ὡς καὶ ἐν τῷ η τῶν Τόπων καὶ ἐν τῷ δευτέρῳ τῶν Προτέρων Ἀναλυτικῶν μεμαθήκαμεν, ὅταν τὸ κατὰ μέρος δέον ἀποδεῖξαι τὸ καθόλου τις αἰτήσει, οἷον εἰ μέλλει τις δεῖξαι ὅτι ὑγιεινοῦ καὶ νοσώδους, τῶν ἐναντίων ἀξιώσει μίαν εἶναι ἐπιστήμην· ὃ γὰρ ἔδει καθʼ αὑτὸ δεῖξαι, μετὰ ἄλλων αἰτεῖται πλειόνων. τούτων οὕτως ἀναμνησθέντων τὸ λεγόμενόν ἐστιν· ἀποστατέον ὅτι ἀνωτάτω, καὶ ἂν προαισθάνηται ὁ ἀποκρινόμενος ὡς τὸ ἐν ἀρχῇ αἰτεῖς, προενίστασθαι καὶ προλέγειν ὅτι οὐκ ἔστι τὸ ἐν ἀρχῇ· οὐ γὰρ τὰ αὐτά ἐστι τὰ ἀντικείμενα καὶ τὰ ἐναντία· τοῦτο δὲ ἦν τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, ὅταν ὁ μέσος ὅρος τινὶ τῶν ἄκρων ἦν ὁ
174b30-31
ἐπιχειρητέον δʼ ἐνίοτε καὶ πρὸς ἄλλα τοῦ εἰρημένου Ὥσπερ καὶ ὁ Πρωταγόρας πεποίηκε. περὶ ἀρετῆς γὰρ ὄντος τοῦ λόγου πρὸς ἄλλα τοῦ κειμένου ἐπιχειρεῖ καὶ τὸν Σιμωνίδην ὡς ἐναντία αὐτὸν ἑαυτῷ λέγοντα ἐλέγχειν πειρᾶται εἰπόντα ʼχαλεπὸν ἐσθλὸν γενέσθαιʼ, εἶτα μεμφόμενον τὸν Πιττακὸν λέγοντα ʼχαλεπὸν ἐσθλὸν ἔμμεναι.ʼ ὃ δὴ λύσας ὁ Σωκράτης εἰπὼν ἄλλο εἶναι τὸ γίνεσθαι καὶ ἄλλο τὸ εἶναι· τὸ μὲν γὰρ γενέσθαι ἀγαθὸν ὄντως χαλεπόν· ἱδρῶτα γὰρ ἀρετῆς ἔμπροσθεν ἔθεσαν οἱ θεοί· γεγονότα δὲ εἶναι οὐ χαλεπόν. ὥστε
174b30-31·2
οὐκ ἐναντία, ἀλλὰ καὶ ἐν τούτοις τὸ χαλεπὸν πρὸς ἄλλο ἢ 〈ἐφʼ〉 οὗ κεῖται μετέλαβεν ὁ Πρωταγόρας, ἐπεὶ μὴ εἶχε πρὸς αὐτὸ ἐπιχειρεῖν· μετέλαβεν οὖν τὸ χαλεπὸν εἰς τὸ φαῦλον, εἰπὼν ʼπολλὴ ἂν εἴη τοῦ ποιητοῦ ἀμαθία, εἰ φαῦλον νομίζει τὸ ἀρετὴν κεκτῆσθαιʼ· τοῦ γοῦν χαλεποῦ ἐπὶ τοῦ μὴ ῥᾳδίως ἀλλὰ διὰ πολλῶν πραγμάτων γινομένου κειμένου, ὁ Πρωταγόρας ἐπὶ τοῦ φαύλου μετέλαβε μὴ ἔχων πρὸς τὸ κείμενον ἐπιχειρεῖν. καὶ ὁ σοφιστὴς Λυκόφρων τὸ ὄργανον τὴν λύραν ἐγκωμιάζων συμπεριελάμβανε τὴν ἐν τῷ οὐρανῷ λύραν καὶ τοὺς λυρικούς. τοιοῦτον δέ τι πεποίηκε καὶ ἄλλος· τὸν κύνα μὴ δυνηθεὶς ἐγκωμιάσαι τὸν ἐν τῷ οὐρανῷ περιέλαβε, καὶ πρὸς τούτῳ ἔφησεν· εἰ μὴ τίμιόν τι ἦν ὁ κύων, οὐκ ἂν τὸν Πᾶνα ὁ Πίνδαρος κύνα εἴρηκεν εἰπὼν ʼὦ μάκαρ ὅν τε μεγάλας θεοῦ
174b30-31·3
κύνα παντοδαπὸν καλέουσιν Ὀλύμπιοι.ʼ
174b38-39
οὐ δεῖ δὲ τὸ συμπέρασμα προτατικῶς ἐρωτᾶν Εἶπε περὶ τούτου καὶ ἐν τῷ η τῶν Τοπικῶν, ἐν οἷς ὑπογράφει πῶς δεῖ ἐρωτᾶν. λέγει γὰρ ἐκεῖ “οὐ δεῖ δὲ τὸ συμπέρασμα ἐρώτημα ποιεῖν” καὶ τὰ ἑξῆς.
175a26-28
συμβαίνει δέ ποτε καθάπερ ἐν τοῖς διαγράμμασιν· καὶ γὰρ ἐκεὶ ἀναλύσαντες ἐνίοτε συνθεῖναι πάλιν ἀδυνατοῦμεν· Πολλὰ τῶν διαγραμμάτων τοιαῦτα καθέστηκεν, ὧν τὴν φύσιν ζητοῦντες ἀναλύομεν εἰς τὰ ἐξ ὧν σύγκεινται, συνθεῖναι δὲ ἀδυνατοῦμεν οἱ μὴ πολλὴν ἕξιν ἔχοντες τῶν τοιούτων, οἷον τὸ ὀκτάεδρον ἀναλῦσαι μὲν ἴσως δυνήσεται καὶ ὁ μὴ πολλὴν ἔχων ἕξιν τῶν μαθημάτων εἴς τε ὀκτὼ ἰσόπλευρα τρίγωνα καὶ ἡμιτρίγωνα τεσσαρακονταοκτώ· συνθεῖναι δὲ πάλιν αὐτὰ καὶ ὀκτάεδρον ἀποπληρῶσαι ἴσως ἀδυνατήσει· ἀλλὰ καὶ τὸν κύβον εἰς δύο πυραμίδας—ἐκ τούτων γὰρ καὶ σύγκειται—ἴσως ἂν ἀναλύσειε, καὶ ταύτας εἰς τρίγωνα· συνθεῖναι δὲ ταῦτα εἰς πυραμίδας καὶ ταύτας εἰς κύβον οὐκ εὔπορον παντί.
175a29-30
εἰδότες παρʼ ὃ ὁ λόγος συμβαίνει συνεῖραι, διαλῦσαι τὸν λόγον ἀποροῦμεν. Εἰδότες γὰρ συνείρειν καὶ λέγειν ὅτι τὰ σοφίσματα ἢ ὁμωνυμίᾳ συμβαίνει γίνεσθαι ἢ ἀμφιβολίᾳ ἢ διαιρέσει, καὶ ὅλως εἰδότες τοὺς ιγ λέγειν τρόπους καθʼ οὓς αἱ ἀπάται, τὸ παρὸν σόφισμα παρὰ τίνα τούτων γέγονεν ἀδυνατοῦμεν διαλῦσαι.
175a31-33
πρῶτον μὲν οὖν, ὥσπερ συλογίζεσθαί φαμεν ἐνδόξως ποτὲ μᾶλλον ἢ ἀληθῶς προαιρεῖσθαι δεῖν, οὕτω καὶ λυτέον ποτὲ μᾶλλον ἐνδόξως ἢ κατὰ τἀληθές. Ὥσπερ καὶ αὐτὸς πεποίηκεν ἐν τῇ Φυσικῇ Ἀκροάσει· λέλυκε γὰρ τοὺς κατὰ τῆς κινήσεως ἠρωτημένους τοῦ Ζήνωνος λόγους πρῶτον μὲν ἐνδόξως, ὕστερον δὲ ἀληθῶς. ἀλλὰ κἄν τις φῇ ʼὁ Σωκράτης ζῷον· τὸ ζῷον γένος· ὁ Σωκράτης γένοσʼ, λύων δέ τις φῇ ʼἀληθῶς· ἔστι γὰρ ὁ Σωκράτης γένος, εἴπερ γένος λέγεται ἡ ἑκάστου τῆς γενέσεως ἀρχήʼ, οὗτος ἐνδόξως, ἀλλʼ οὐκ ἀληθῶς λέλυκεν.
175a37-38
οὐδὲν ἂν δέοι διαιρεῖσθαι πρὸς ἀμφίβολα καὶ τὴν ὁμωνυμίαν Οὐ δεῖ, φησί, διαιρεῖσθαι ποσαχῶς καὶ κατὰ πόσων λέγεται τὸ ἐρωτηθὲν ὄνομα ἢ ὁ λόγος, ἀλλὰ διορθωτέον ἡμᾶς αὐτοὺς ἐν ταῖς ἀποκρίσεσιν. ἢ μᾶλλον διορθωτέον τοὺς ἀκροατάς, ὅπως μὴ δοκῶσιν ὡς ἐλεγχόμεθα. Ἀλλʼ οὖν, ἐπειδὴ φαντασίαν τινὰ ἐλέγχου διδόασιν αἱ τοιαῦται ἐρωτήσεις, δεῖ ἡμᾶς ἀποκρινομένους ἀναιρεῖν ταύτην ἐκ τοῦ καλῶς ἀποκρίνεσθαι· δεῖ δὲ ἀποκρινομένους μὴ διαιρεῖν καὶ λέγειν ὅτι σιγῶντά ἐστι καὶ τὰ σιγώμενα καὶ ὁ σιγῶν, καὶ μανθάνειν τὸ συνιέναι τὰ λεγόμενα καὶ τὸ ἀναλαμβάνειν ἐπιστήμην· μὴ οὕτω ποιητέον, ἀλλʼ ἐρωτηθέντα πότερον οἱ σοφοὶ μανθάνουσιν ἢ οἱ ἀμαθεῖς, εἰ μὲν τοὺς σοφοὺς βούλει ὁμολογῆσαι ὅτι μανθάνουσι, ῥητέον ʼοἱ σοφοὶ ξυνίασι τῶν λεγομένων.ʼ εἰ δὲ βούλει δοῦναι ὅτι οἱ ἀμαθεῖς εἰσιν οἱ μανθάνοντες, φάθι·
175a37-38·2
ʼοἱ ἀμαθεῖς· τῶν γὰρ μὴ ἐπισταμένων τὸ μανθάνεινʼ, ἢ οὕτως· ʼοἱ ἀμαθεῖς· τῶν γὰρ ἀμαθῶν τὸ λαμβάνειν ἐπιστήμην.ʼ οὕτω μὲν οὖν ἐν ταῖς ἀποκρίσεσι διορθωτέον πρὸς τὸ μὴ δοκεῖν τὸν λόγον ἐλέγχεσθαι. ἂν δὲ λάθῃ ἐν ταῖς προτάσεσι, τοῦτο ἡμᾶς ἐν τῷ συμπεράσματι διορθωτέον, οὐχ οὕτω λέγοντες ὅτι ἐλεγχοειδὲς τὸ συμπέρασμά ἐστιν, ὡς αὐτὸς δοκεῖ διὰ τῆς λέξεως λέγειν, ἀλλʼ ἔστιν ὃ λέγει δυνάμει τοιοῦτον· ἂν λάθῃ ἡμᾶς ἐν ταῖς τῶν προτάσεων ἐρωτήσεσι προσαποκρίνεσθαί τι πρὸς διόρθωσιν, ἐν τῷ συμπεράσματι τοῦτο ποιήσαντες οὐ δόξομεν ἐλέγχεσθαι, ἀλλʼ ὅτι καὶ τὰς προτάσεις εἰς τοῦτο βλέποντες δεδώκαμεν, οἷον εἰ οὕτως ἤρετο· ʼἆρʼ ἔστι σιγῶντα λέγειν·ʼ, ἡμῶν δὲ φησάντων ʼοὔʼ, κἀκείνου εἰπόντος ʼτί δέ· ὅταν ξύλα καὶ λίθους λέγεις, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγεινʼ, εἴπερ ἡμεῖς φήσαιμεν ʼναί· ἔστι γὰρ τὰ σι‐
175a37-38·3
γώμενα λέγεινʼ, οὐκ ἔλεγχος ἀλλὰ ἐλεγχοειδές, τουτέστι φαινόμενος ἔλεγχος, δόξει, καὶ ὅτι ὁπηνίκα μὴ λέγειν σιγῶντα δεδώκαμεν οὐ πρὸς τὰ σιγώμενα βλέποντες ἀπεφήσαμεν τὸ λέγειν ἀλλὰ πρὸς τὸν σιγῶντα.
175b17-18
ἐπὶ γὰρ τῶν ὁρατῶν ἀναγκαῖον ὃ ἔφησεν ἀποφῆσαι ὄνομα καὶ ὃ ἀπέφησε φῆσαι Ἐπὶ γὰρ τῶν ὁρατῶν πάντα ἀληθεύει πῃ καὶ ψεύδεταί πῃ· ὁ γὰρ Σωκράτης καὶ λευκός ἐστι καὶ οὐ λευκός, καὶ ἓν καὶ οὐχ ἕν, καὶ δίπηχυς καὶ οὐ δίπηχυς, καὶ τὰ ἄλλα ὁμοίως.
175b17-18bis
Ὁρατὰ τὰ αἰσθητὰ καὶ καθέκαστα λέγεται, ἐφʼ ὧν καὶ τὴν ἀντίφασιν δοκοῦσι συνάγειν, οὕτως· ʼἆρʼ οἶδας ὅτι πᾶσα δυὰς ἀρτία;ʼ ʼναί.ʼ, εἶτα δεικνύουσι τὴν δυάδα τήνδε ἣν ἔχουσιν ἐν τῇ χειρὶ καί φασιν· ʼἀλλὰ μὴν ταύτην ὅλως μὴ εἰδὼς εἰ δυάς ἐστιν, οὐδὲ εἰ ἔστιν ἀρτία οἶδας· οἶδας ἄρα ὅτι πᾶσα δυὰς ἀρτία καὶ οὐκ οἶδας.ʼ τοιοῦτόν τι καὶ ἐπὶ τοῦ ἐγκεκαλυμμένου ἐποίουν Κορίσκου· περικαλυψάμενοι γὰρ αὐτὸν ἔλεγον· ʼἆρʼ οἶδας ὅτι ὁ Κορίσκος μουσικός ἐστι;ʼ ʼναί.ʼ, εἶτα τὸ περικάλυμμα ἀφελόντες ἐπῆγον· ʼκαὶ μὴν τοῦτον εἰ ὅλως ἐστὶ Κορίσκος ἠγνόεις, ὥστε καὶ ὅτι μουσικός· οἶδας ἄρα καὶ οὐκ οἶδας τὸν αὐτὸν ὅτι μουσικός ἐστιν.‘—ἢ μᾶλλον οὕτως· ʼτὸν πατέρα οἶδας τὸν σεαυτοῦ ὅστις ἐστί;ʼ ʼναί. ἔστι γάρ μου
175b17-18bis·2
πατὴρ ὁ Κορίσκος.ʼ ʼτί οὖν ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι ʼτοῦτον οἶσθα;ʼ, τί φήσεις;ʼ ʼδηλαδὴ ἀγνοεῖν.ʼ ʼἀλλὰ μὴν ὁ αὐτὸς οὗτος ἦν ὁ σὸς πατήρ, ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν σὸν πατέρα ἀγνοῶν· ὥστε ὅτι καὶ μουσικός ἐστιν ἀγνοεῖς.ʼ ἔστι δὲ τὸ τοῦ ἐγκεκαλυμμένου σόφισμα παρὰ τὸ συμβεβηκός, ἀλλʼ οὐ παρὰ τὴν ὁμωνυμίαν, ὡς καὶ αὐτὸς ἐρεῖ ὅτε τὰς τῶν σοφισμάτων λύσεις ἐπάγει. ὥστε διὰ τοῦ εἰπεῖν ʼεἰ δέ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχονʼ πάντας ᾐνίξατο τοὺς τρόπους.
175b29-30
πότερον ἐλήλεγκται ἢ οὐκ ἐλήλεγκται Ἐλέγχεται μὲν ὁ ἀποκρινόμενος ὅταν δίδωσι τοιαῦτα ἐξ ὧν τἀναντία συνάγεται τῆς αὐτοῦ θέσεως. ὅπερ καὶ Πρωταγόρας καὶ Καλλικλῆς καὶ Πῶλος καὶ ἄλλοι μυρίοι πεπόνθασι. δοὺς γὰρ ὁ Πρωταγόρας ὅτι σωφροσύνη ἕτερόν ἐστι σοφίας, συνήγαγεν ὁ Σωκράτης ὅτι ταὐτόν ἐστιν ἡ σοφία καὶ ἡ σωφροσύνη ἐξ ὧν ὁ Πρωταγόρας δέδωκεν. ὅταν μὲν οὖν ἐπὶ τοῦ αὐτοῦ καὶ ἑνός, καὶ ὀνόματος καὶ πράγματος, καὶ ὁ ἀποκρινόμενος δίδωσι καὶ ὁ ἐρωτῶν λαμβάνει, οὐχ ὁ λόγος ἀλλʼ ὁ ἀποκρινόμενος ἐλήλεκται· ὁπηνίκα δὲ ὁ μὲν ἐπʼ ἄλλου δίδωσιν, ὁ δὲ ἐπὶ ἄλλου λαμβάνει, ὡς ἐπὶ τῶν ὁμωνυμιῶν καὶ τῶν ἀμφιβόλων, οὐχ ὁ ἀποκρινόμενος ἐλέγχεται ἀλλʼ ὁ λόγος· καὶ οὐδὲ οὗτος ἁπλῶς, ἀλλὰ δοκεῖ ἐληλέχθαι. ἀλλὰ πῶς, εἰπὼν πρότερον ὅτι ʼοὐδὲν ἂν δέοι διαιρεῖσθαι πρὸς τὰ ἀμφίβολα καὶ τὴν
175b29-30·2
ὁμωνυμίανʼ, ὥσπερ ἐκείνων ἐπιλαθόμενος παραινεῖ μὴ ὀκνηρῶς ἔχειν ἀλλὰ πάντως διαιρεῖσθαι; ἢ τὸ διαιρεῖν νῦν ἀντὶ τοῦ προσδιορίζεσθαι εἶπεν; ὃ γὰρ πρὸ ὀλίγου διόρθωσιν μοχθηρίας εἶπε, τοῦτο νῦν διαίρεσιν ἐκάλεσε. διορθωτέον δὲ οὕτως· ʼἆρ ἔστι σιγῶντα λέγειν;ʼ ʼναί· δυνατὸν γὰρ τὰ σιγώμενα λέγειν ἡμᾶς.ʼ
176a4-6
φανερὸν ὅτι οὐδενὶ προσήκει τῶν ὁμωνύμων ἀποκρίνεσθαι ἁπλῶς, οὐδʼ εἰ κατὰ πάντων ἀληθές Πῶς χρὴ ἀποκρίνασθαι πρὸς τὰ πλείω ἐρωτήματα ὅταν κατὰ πάντων ὁ λόγος ἀληθεύηται, παγκάλως ἡμᾶς ὁ Πλάτων ἐδίδαξεν ἐν τῷ Πρωταγόρᾳ· εἰπόντος γὰρ τοῦ Πρωταγόρου ʼλέγει που Σιμωνίδης “χαλεπὸν ἐσθλὸν ἔμμεναι”· πότερον οὖν δοκεῖ σοι καλῶς πεποιῆσθαι καὶ ὀρθῶς;ʼ καὶ δύο ἐρωτήσας—ἄλλο γὰρ τὸ καλὸν τοῦ ὀρθοῦ—Σωκράτης ἀπεκρίνατο εἰπὼν ʼπάνυ ἔγωγε καὶ ὀρθῶς.ʼ
176a30-31
ὅταν τι τοιοῦτον ἀξιοῖ τις ὃ ἀναγκαῖον μὲν συμβαίνειν ἐκ τῆς θέσεως, ᾖ δὲ ψεῦδος ἢ ἄδοξον Οἷον εἴ τις λέγει μὴ εἶναι πρόνοιαν τεθέντος τοῦ τὴν ψυχὴν εἶναι θνητήν, ἢ μὴ εἶναι τὸ κατʼ ἀξίαν διὰ τὸ ὁρᾶν πολλοὺς ἀσεβεῖς εὐτυχοῦντας, σπουδαίους δὲ δυστυχοῦντας, ῥητέον ὅτι τεθέντος τοῦ μὴ εἶναι τὸ κατʼ ἀξίαν ἢ τὸ τὴν ψυχὴν φθείρεσθαι συμβαίνει μὴ εἶναι πρόνοιαν· ἀλλὰ ψεῦδος τὸ μὴ εἶναι τὸ κατʼ ἀξίαν, ἢ τὸ τὴν ψυχὴν φθείρεσθαι ἄδοξον· οὐ γὰρ δοκεῖ Πλάτωνι, Ὁμήρῳ, τοῖς ἄλλοις. ἀλλὰ κἂν τὸν Ἀρχέλαόν τις θήσει εὐδαίμονα εἶναι, συμβαίνει τὸ ἀδικεῖν ἀγαθὸν εἶναι· ἀλλὰ ψεῦδος ὅτι ὁ Ἀρχέλαος εὐδαίμων ἐστί.
176a36-37
ἐξειργόμενον δὲ τούτων ἐπὶ τὸ μὴ καλῶς δεδεῖχθαι πορευτέον Εἰ μὴ συγχωρεῖ, φησίν, ὁ ἐρωτῶν τοῖς ὑπὸ σοῦ ἀντεπαγομένοις ἀλλὰ λέγοι ὅτι ʼοὔτως ταῦτα δέδωκας ὡς ἐγὼ ἔλαβονʼ, τράπηθι ἐπὶ τὸ δεικνύναι ὡς οὐ συλλελόγισται.
176b11-13
ἐὰν δʼ ἐπιχειρῇ ὅτι τῷ μὲν ἔστιν ἐναντίον τῷ δʼ οὐκ ἔστιν ἂν ὁ λόγος ἀληθὴς ᾖ ἐναντίον φάναι ὄνομα δὲ μὴ κεῖσθαι τοῦ ἑτέρου Ἀληθοῦς ὄντος τοῦ λέγοντος λόγου ὅτι ἡ ὑγίεια καὶ ἡ νόσος ἐναντία, ἄν τις ἐπιχειρῇ τοῦτον ψευδῆ δεικνύναι λέγων ὅτι, εἴπερ ἡ ὑγίεια ἐναντία ἐστὶ τῇ νόσῳ, ἔσται καὶ τῇ τινὶ νόσῳ τὶς ὑγίεια ἐναντία· ἀλλὰ μὴν τῇ τοῦ Σωκράτους, εἰ τύχοι, ὀφθαλμίᾳ νόσῳ οὔσῃ οὐκ ἔστι τὶς ὑγίεια ἐναντία—ῥητέον ὡς ἔστι μὲν ἡ ἐναντία διάθεσις, ἣν διέκειτο ὁ ὀφθαλμὸς ὅτε ὑγίαινεν, οὐ κεῖται δὲ αὐτῇ ὄνομα.
176d26-28
ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων προενστατέον καὶ προαγορευτέον· οὕτω γὰρ ἂν μάλιστα τὸν πυνθανόμενον κωλύσειν Εἰ προαισθάνηται, φησίν, ὁ ἐρωτῶν ὅτι μεταφέρεις, προενίστασθαί σε χρὴ καὶ λέγειν ὡς ʼοὐ μεταφέρω, ἀλλὰ τοῦτο μάλιστά ἐστιν ὃ δίδωμι.ʼ
177a9
τῶν μὲν οὖν Παραδοὺς τοὺς ιγ τρόπους καθʼ οὓς ἀπατᾶν οἱ σοφισταὶ προαιροῦνται, εἶτα καὶ πῶς ἐρωτηματίζειν δεῖ καὶ ὑπέχειν λόγον εἰπών, καὶ πρὸς τούτοις κοινότερον ὑπογράψας πῶς λύειν ὀφείλομεν τὰ σοφίσματα, νῦν καὶ τὰς λύσεις τῶν δέκα καὶ τριῶν τρόπων ἐπάγει, καὶ πρῶτον τῶν ἀπὸ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας, καὶ ἐφʼ ἑξῆς τῶν ἄλλων.
177a12
ἐν μὲν τῷ σιγῶντα λέγειν τὸ συμπέρασμα διττόν Ζητήσειεν ἄν τις πῶς πρότερον ἔλεγεν ὅτι ἐν μὲν τῷ ʼσιγῶντα λέγεινʼ ἐν τῇ ἀντιφάσει ἐστὶ τὸ αἴτιον τοῦ παραλογισμοῦ καὶ οὐκ ἐν τῷ συλλογισμῷ, ἤτοι τῷ συμπεράσματι, νῦν δὲ λέγει ὅτι ἐν τῷ συμπεράσματι τὸ διττόν. ἢ ἐπειδὴ ἔν τισι τῶν σοφισμάτων τὸ συμπέρασμα τὸ αὐτό ἐστι μιᾷ τῶν προτάσεων, διὰ τοῦτο ὁτὲ μὲν ὡς παράδειγμα τοῦ ἔχοντος τὸ διττὸν ἐν τῇ προτάσει λαμβάνει αὐτό, ποτὲ δὲ ὡς τοῦ ἔχοντος τὸ συμπέρασμα διττόν; ὅτι δὲ ἐπὶ τοῦ παρόντος ἡ πρότασις καὶ τὸ συμπέρασμα ταὐτόν ἐστι, δῆλον· ʼἆρʼ ἔστι σιγῶντα λέγειν;ʼ ʼοὔ.ʼ ʼτί δέ, ὅταν ξύλα καὶ λίθους φῇς, οὐ σιγῶντα λέγεις; ἔστιν ἄρα σιγῶντα λέγειν.ʼ ὁρᾷς ὅτι τὸ ʼσιγῶντα λέγειʼ καὶ ὡς πρότασις καὶ ὡς συμπέρασμα εἴληπται. ὅταν δὲ ἕτερόν ἐστι τὸ συμπέρασμα τῶν
177a12·2
προτάσεων, οὐδέποτε ἔλαβε τὸ συμπέρασμα καὶ ὡς παράδειγμα προτάσεως ἐχούσης τὸ διττόν, ἀλλὰ μόνον ὡς συμπεράσματος. ἐπεὶ δὲ τέτταρές εἰσι τρόποι καθʼ οὓς οἱ παρὰ τὸ συμβεβηκὸς καὶ τὴν ἀμφιβολίαν γίνονται παραλογισμοί· εἷς μὲν ὅταν ἢ τὸ ὄνομα ἢ ὁ λόγος πλείω σημαίνῃ, ὃς κοινός ἐστι τῶν τε παρὰ τὸ συμβεβηκὸς καὶ τῶν παρὰ τὴν ἀμφιβολίαν· ἄλλος δὲ ὅταν εἰωθότες ὦμεν οὕτως λέγειν, ὅστις καὶ αὐτὸς κοινός ἐστιν· ἕτερος δὲ εἰ χωρὶς μὲν ἕκαστον ἁπλοῦν ἐστι, συντεθὲν δὲ πλείω σημαίνει, ὡς τὸ ʼἐπίσταται γράμματαʼ· τέταρτος δὲ ὅταν συγκείμενον ἓν δηλοῖ, χωρισθὲν δὲ πλείω, ὡς ὁ ἐπτά· περισσὸς γὰρ ὢν διαιρεθεὶς ἄρτιος καὶ περισσὸς φαίνεται γινόμενος· διὰ μὲν τοῦ ʼσιγῶντα λέγεινʼ καὶ τοῦ ʼμὴ συνεπίστασθαι τὸν *[crux: τὸ συμβεβηκὸς]*
177a12·3
ἐπιστάμενονʼ τοὺς δύο πρώτους ἐδήλωσε τρόπους, διὰ δὲ τοῦ ʼκαὶ τὸ διττὸν ὁτὲ μέν ἐστι, ὁτὲ δὲ οὐκ ἔστιʼ τοὺς λοιποὺς δύο· εἰ μὲν γὰρ συντεθεῖεν ἢ διαιρεθεῖεν, ἔστι τὸ διττόν, εἰ δὲ μή, οὐκ ἔστι.
177a16-18
ὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶς ἃν μὴ προσλάβῃ τὴν ἀντίφασιν οὐ γίνεται ἔλεγχος, οἷον ἐν τῷ τὸν τυφλὸν ὁρᾶν· ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος. Τὸ λεγόμενον δῆλον ἔσται εἴπερ ἀναμνησθῶμεν ὧν εἶπεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων Ἀναλυτικῶν ἐν οἷς περὶ τοῦ ἐξ ἀντικειμένων συλλογίζεσθαι τὸν λόγον ἐποιεῖτο. εἰσὶ δὲ ἅπερ εἶπεν ἐκεῖσε ταῦτα· “δεῖ δὲ κατανοεῖν ὅτι οὕτως μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ, ὥστʼ εἶναι τὸ συμπέρασμα ʼτὸ μὴ ὂν ἀγαθὸν ἀγαθόνʼ ἢ ἄλλο 〈τι〉 τοιοῦτον, ἐὰν μὴ εὐθὺς ἡ πρότασις τοιαύτη ληφθῇ, οἷον ʼπᾶν ζῷον λευκὸν εἶναι καὶ μὴ λευκόν, τὸν δὲ ἄνθρωπον ζῷονʼ, ἀλλὰ προσλαβεῖν δεῖ τὴν ἀντίφασιν, οἷον ὅτι
177a16-18·2
πᾶσα ἐπιστήμη ὑπόληψις καὶ οὐχ ὑπόληψις, εἶτα προσλαβεῖν ὅτι ἡ ἰατρικὴ ἐπιστήμη μέν ἐστιν, 〈οὐδεμία δʼ ὑπόληψισ〉, ὥσπερ οἱ ἔλεγχοι γίνονται. ἢ ἐκ δύο συλλογισμῶν.” τούτων οὕτως ἐκεῖ ῥηθέντων δῆλον ὅτι τὸ ʼὅσοις μὲν οὖν ἐν τῷ τέλει τὸ πολλαχῶσʼ ἴσον ἐστὶ τῷ ʼἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματιʼ· τοῦτο γὰρ εἶπε ʼτέλος.ʼ ἐν ὅσοις μὲν οὖν ἐν τῷ τέλει ἐνορᾶται τὸ πολλαχῶς, τουτέστιν ἡ ἀντίφασις, δεῖ εἰδέναι ὅτι ἡ πρότασις ἔχουσα τὴν ἀντίφασιν ἐλήφθη· εἰ γὰρ μὴ προσλάβῃ ἐν τῇ προτάσει τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος ἐξ ἑνὸς συλλογισμοῦ τἀναντία συνάγων.
177a16-18·3
εἶτα, ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῶν ἐν τῷ δευτέρῳ τῶν Προτέρων Ἀναλυτικῶν εἰρημένων, ἐπήγαγεν ʼἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχοσʼ ὡς εἰ ἔλεγεν· εἴρηται γὰρ ἐν ἐκείνοις ὅτι ἄνευ τοῦ προσλαβεῖν τὴν ἀντίφασιν οὐ δύναται γενέσθαι ἔλεγχος ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν· τὰ γὰρ δεύτερα τῶν Προτέρων τὰς ἀρχὰς περιέχει τῶν Σοφιστικῶν Ἐλέγχων ἢ μᾶλλον τὸ λεγόμενόν ἐστιν· ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι ἀμφιβολία ἐστί (ταύτην γὰρ εἶπε ʼπολλαχῶσʼ), ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὔπω δῆλον εἰ ἐλέγχει (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ʼοὐ γίνεται ἔλεγχοσʼ), οἶον ʼἆρʼ ἔστι τυφλὸν ὁρᾶν;ʼ ʼοὔ.ʼ ʼτί δέ· ὅταν τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶνʼ· τοῦτο ἀμφίβολον· ἢ γὰρ ὅτι ὁ τυφλὸς ὁρᾷ ἢ ὅτι ὁ βλέπων ὁρᾷ τὸν τυφλόν, ὥστε εἰ μέλλει φανῆναι ἔλεγχος, δεῖ προσλαβεῖν τὴν ἀντίφασιν, οὕτως· ʼἔστιν ἄρα τυφλὸν
177a16-18·4
ὁρᾶν καὶ μὴ ὁρᾶνʼ, ἢ οὕτως· ʼὁ τυφλὸς ἄρα ὁρᾷ καὶ οὐχ ὁρᾷ.ʼ
177a36-38
ἆρʼ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον τούτῳ ἐτύπτετο οὗτος καὶ ᾧ ἐτύπτετο τούτῳ σὺ εἶδες; Τὸ σόφισμα· ʼἆρʼ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος; τῇ ῥάβδῳ δὲ εἶδες τοῦτον τυπτόμενον· τῇ ῥάβδῳ ἄρα βλέπεις καὶ οὐ τοῖς ὀφθαλμοῖς.ʼ
177b1-2
οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν. Ἐπειδὴ γάρ, φησί, τὸ γινόμενον χωρὶς τοῦ ἀπὸ τῆς διαιρέσεως οὐκ ἔστι διττόν, οὐκ ἔστιν ἀμφίβολον. μὴ διῃρήσθω ἀπὸ τοῦ λόγου τὸ τὸ εἶδες, ἀλλʼ ἔστω κείμενον, καὶ ἔστω τὸ συμπέρασμα τοιοῦτον· ʼεἶδες ἄρα τῷ ὀφθαλμῷ τοῦτον τυπτόμενον.ʼ τοῦτο οὖν οὐκ ἔστι διττόν, ὥστε παρὰ τὴν τοιάνδε διαίρεσιν καὶ τοιάνδε σύνθεσιν τὸ σόφισμα. ἢ μᾶλλον οὕτως· τὰ παρὰ τὴν διαίρεσιν γινόμενα σοφίσματα ὅταν συντεθῶσιν οὐκ ἔχουσι τὸ διττόν, ὡς *[crux: τὸ]*
177b1-2·2
ἐπὶ τούτου. τὰ δὲ παρὰ τὴν ἀμφιβολίαν καὶ συντεθειμένα καὶ διῃρημένα τὸ διττὸν ἔχει. καὶ ἔσται τὸ πλῆρες τοιοῦτον· οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν ὅταν συντεθῇ.
177b20-21
ἆρʼ ἀληθὲς εἰπεῖν νῦν ὅτι σὺ γέγονας; γέγονας ἄρα νῦν. Τὸ σόφισμα τοιοῦτον· ʼἆρα γέγονας σύ;ʼ ʼναί.ʼ ʼτί δέ· ἀληθές ἐστιν εἰπεῖν νῦν ὅτι γέγονας;ʼ ʼναί.ʼ ʼγέγονας ἄρα νῦν.ʼ ἄλλο γὰρ σημαίνει διαιρούμενον τὸ ʼνῦνʼ ἀπὸ τοῦ ʼεἰπεῖνʼ καὶ ἄλλο συντιθέμενον. εἰ δέ τις ἐρωτᾷ τὸν λόγον ἐπὶ τῆς νῦν γενομένης ἐκλείψεως, ἔσται παρὰ τὴν διαίρεσιν, οἷον· ʼἆρα νῦν γέγονεν ἔκλειψις; ἀληθὲς δέ ἐστιν εἰπεῖνʼ καὶ τὰ ἑξῆς.
177b29-31
οὐ γὰρ πάντως ὡς δύναται ποιεῖν δεδόσθαι ποιήσειν· οὐ ταὐτὸ δʼ εἶναι ὡς δύναται καὶ πάντως ὡς δύναται ποιεῖν. Οὐ γὰρ πάντως, φασί, τουτέστιν οὐ κατὰ πᾶν σημαινόμενον τοῦ δυνατοῦ δέδωκε τὸ δύνασθαι κιθαρίζειν. δυνατὸν γὰρ λέγομεν βαδίζειν καὶ τὸ ἤδη βαδίζον καὶ τὸ μὴ βαδίζον, δυνάμενον δὲ βαδίζειν· οὕτως καὶ κιθαρίζειν δύνασθαι τὸ κιθαρίζον καὶ τὸ μή, δυνάμενον δέ. οὐ ταὐτὸν δέ ἐστι τὸ ʼὡς δύναταιʼ, φασί, καὶ τὸ ʼπάντωσʼ, ἀλλὰ τὸ μὲν ʼὡς δύναμαι κιθαρίζειν κιθαρίσωʼ δηλοῖ ὅτι δύναμιν ἔχω τοῦ μὴ κιθαρίζων νῦν μετὰ ταῦτα κιθαρίσειν, τὸ δὲ ʼπάντως δύναται κιθαρίζεινʼ δηλοῖ τὸ ʼκαὶ ὅτε οὐ κιθαρίζει κιθαρίζει καὶ ὅτε κιθαρίζειʼ, ὅπερ ψεῦδος, τὸ λέγειν ὅτι δύναμιν ἔχει ὅτε οὐ κιθαρίζει τότε κιθαρίζειν,
177b29-31·2
ὡς ἅμα εἶναι κιθαρίζοντα καὶ μὴ κιθαρίζοντα.
177b31
ἀλλὰ φανερὸν ὅτι οὐ καλῶς λύουσιν Λέγει οὖν ὁ Ἀριστοτέλης μὴ καλῶς αὐτοὺς λύειν. εἰ γάρ τις ἔροιτο· ʼἆρʼ ὡς συγχωρεῖς καὶ δίδως, καὶ ἃ συγχωρεῖς καὶ δίδως, οὕτως καὶ ταῦτα ποιήσεις ἄν;ʼ ʼναί.ʼ ʼοὐ κιθαρίζων δὲ δίδως ὡς κιθαρίσεις ἄν;ʼ ʼναί.ʼ ʼοὐ κιθαρίζων ἄρα κιθαρίζεισʼ, ἐπὶ τούτου οὐ συμβαίνει ἡ λύσις αὐτῶν. παρὰ τὴν σύνθεσιν ἄρα τὸ σόφισμα.
177b32-33
αὕτη δʼ οὐχ ἁρμόσει ἐπὶ πάντας οὐδὲ πάντως ἐρωτωμένους Εἰ γὰρ οὕτως τις ἐρωτήσει τὸν λόγον· ʼἆρα ὡς συγχωρεῖς καὶ τίθεσαι καὶ ἃ συγχωρεῖς καὶ τίθεσαι, οὕτω καὶ ταῦτα ποιήσεις ἄν; οὐ κιθαρίζων δὲ συγχωρεῖς καὶ τίθεσαι κιθαρίζειν;ʼ ʼναί.ʼ ʼοὐ κιθαρίζων ἄρα κιθαρίζεις. εἰ οὖν οὕτως ἔροιτό τις τὸν λόγον, ἡ μὲν τοῦ Ἀριστοτέλους λύσις ἁρμόσει, ἡ λέγουσα παρὰ τὴν σύνθεσιν εἶναι τὸ σόφισμα, τούτων δὲ οὐδαμῶς. ὅτι δὲ παρὰ τὴν σύνθεσιν τὸ σόφισμα δῆλον· ἔδει γὰρ εἰπεῖν ʼοὐ κιθαρίζων ἄρα
177b32-33·2
συγχωρεῖς καὶ τίθεσαι κιθαρίσεινʼ, τοῦτο δὲ οὐκ ἀδύνατον.
178a9-10
ἆρʼ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι; Τὸ σόφισμα τοιοῦτον· ʼἆρα ἐνδέχεται ἅμα τὸ αὐτὸ ποιεῖν καὶ πεποιηκέναι;ʼ ʼοὔ.ʼ ʼἀλλὰ μὴν ἐνδέχεται ἅμα ὁρᾶν καὶ ἑωρακέναι, ὥστε καὶ ποιεῖν καὶ πεποιηκέναι.ʼ παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ σόφισμα· τὸ γὰρ ὁρᾶν πάσχειν ἐστί, τὸ δὲ ποιεῖν ἐνεργεῖν· οὐκ ἀνάγκη δὲ τὰ τῷ διαφόρῳ συμβαίνοντα καὶ τῷ λοιπῷ συμβαίνειν. τοιοῦτον καὶ τοιόνδε σόφισμα· ʼὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ.ʼ κἀνταῦθα τὸ μὲν ʼἐγώʼ καὶ ʼσύʼ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπʼ οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ὁ παραλογισμὸς διὰ τὸ οὐ τινὶ ὡς τινὶ χρήσασθαι· τὸ γὰρ τόδε τι ἐπὶ τῆς ἀτόμου οὐσίας λέγεται, ὡς ἐν Κατηγορίαις εἴρηται· δοκεῖ γάρ, φησὶν ἐκεῖ, πᾶσα οὐσία τόδε τι σημαίνειν· ἐπὶ δὲ τῆς καθόλου οὐδαμῶς τόδε τι ἁρμόζει, εἰ καὶ δοκεῖ ὁμοίως τῷ
178a9-10·2
σχήματι τῆς προσηγορίας. ἐκ τούτων λύεται καὶ τὸ σόφισμα τὸ λέγον μὴ εἶναι τὴν κίνησιν ἐν τῷ κινουμένῳ· εἰ γὰρ κίνησίς ἐστιν ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν, ὡς ἐν τῷ γ τῆς Φυσικῆς δέδεικται, δῆλον ὅτι ἐν τῷ κινουμένῳ ἐστί. πρὸς τοῦτο δὲ ἐνίστανται οἱ σοφισταὶ λέγοντες ʼοὐ λέγομεν “ὁρᾷ, ὁρᾶται, ὅρασις” καὶ “ἀκούει, ἀκούεται, ἄκουσις”; ἀλλὰ μὴν ἡ ὅρασις ἐν τῷ ὁρῶντι καὶ ἡ ἄκουσις ἐν τῷ ἀκούοντι· καὶ ἡ κίνησις ἄρα ἐν τῷ κινοῦντι.ʼ παρὰ τὸ σχῆμα τῆς λέξεως ὁ παραλογισμός· τὸ γὰρ ὁρᾶν καὶ ὅλως τὸ αἰσθάνεσθαι πάσχειν ἐστὶν ἀλλʼ οὐ ποιεῖν.
178a12-13
οὐκοῦν τὸ τέμνεται καίεται αἰσθάνεται ὁμοίως λέγεται καὶ πάντα πάσχειν τι σημαίνει; Ἀλλὰ καὶ τὸ ʼμέμφεταιʼ, ὥστε τὸ ʼμέμφεταιʼ πάσχειν ἐστίν, ἀλλʼ οὐ ποιεῖν.
178a29-31
εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει, ἀπέβαλεν· ὁ γὰρ ἕνα μόνον ἀποβαλὼν ἀστράγαλον οὐχ ἔξει δέκα ἀστραγάλους. Ὁ δέκα ὅτι μὲν ᾗ ἀριθμὸς ποσόν ἐστιν, ᾖ δὲ δεκὰς ποιόν, ὥσπερ καὶ τὸ τρίγωνον καὶ ἁπλῶς τὰ εἴδη ᾗ εἴδη, δῆλον. ἐρωτήσας οὖν ἑπὶ τοῦ πράγματος τὸ οἷον συνάγει τὸ ὅσον· ἔχων γὰρ πρότερον δεκάδα οὐκ ἔχει δεκάδα· ἔχει δὲ τὸν ἐννέα· οὐ γὰρ εἰ μὴ ἔχει τὸν δέκα ἀνάγκη καὶ δέκα μονάδας ἀποβαλεῖν. ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν· οὐ γὰρ εἰ μὴ ἔχει δεκάδα ἀνάγκη καὶ δέκα ἀποβεβληκέναι.
178b8-9
ἆρʼ ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; Τὸ μὲν ἐρώτημα ἐπὶ ποιοῦ, τὸ δὲ συναγόμενόν ἐστιν ἔχειν ἢ ὡς οὐκ ἔχει· ἄλλη δὲ κατηγορία τὸ ποιὸν καὶ ἄλλη τὸ ἔχειν. παρὰ τὸ σχῆμα ἄρα τῆς λέξεως τὸ σόφισμα. ἢ μᾶλλον δεῖ λέγειν ὅτι ἐρωτήσας ἔχειν συνάγει πρός τι· τὸ γὰρ ʼἆρα ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν τις;ʼ ἐρωτᾶν ἐστιν εἰ ποιήσειέ τι μετὰ τῆς χειρὸς ἣν οὐκ ἔχει· τὸ δὲ ἐπάγειν ʼοὐκ ἔχων μίαν μόνην χεῖρα τύψειεν ἂν τῇ μιᾷʼ τῶν πρός τι· τὸ γὰρ ʼμόνονʼ καὶ τὸ ʼτόδε μετὰ τοῦδεʼ τῶν πρός τί ἐστι.
178b18-19
εἰ γὰρ ἦν αὕτη λύσις δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε λύειν Εἰ γὰρ ἦν, φησίν, αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε λύειν· τῆς γὰρ ἀποφάσεως ψευδοῦς οὔσης ἡ κατάφασις ἀληθὴς ἔσται, καὶ οὐδὲν συμβήσεται ἀπʼ αὐτῆς ἄτοπόν τι, ἀλλὰ καὶ ταύτης τεθείσης τὸ ψεῦδός τι ἀπατᾶν δοκεῖ, οἷον εἰ λέγοιμεν· ʼἆρʼ ὃ ἔλαβέ τις, ἔχει;ʼ ʼναί.ʼ ʼὅδε δὲ μίαν λαβὼν ψῆφον πλείους ἔχει· οὐχ ὃ ἔλαβεν ἄρα ἔχει, ἀλλʼ ὃ μὴ ἔλαβεν.ʼ ὥστε ἡ τοῦ Ἀριστοτέλους λύσις ἀληθὴς ἡ λέγουσα μὴ ταὐτὸν εἶναι τὸ ʼὃ ἔλαβεʼ τῷ ʼὡς ἔλαβενʼ ἢ τὸ ʼὃ μὴ ἔλαβεʼ τῷ ʼὡς οὐκ ἔλαβεν.ʼ
178b24-28
ἆρʼ ὃ γέγραπται […..] οὐ τόδε ἀλλὰ τοιόνδε σημαίνει Τὰ γραφόμενα λόγοι ἐκ συλλαβῶν καὶ ποσά, εἴπερ ὁ λόγος καὶ αἱ συλλαβαὶ ποσά· τὸ δὲ ἀληθὲς καὶ ψεῦδος ποιά. δοὺς οὖν ἐπὶ τοῦ ποσοῦ συνάγει ἐπὶ τοῦ ἀληθοῦς καὶ ψευδοῦς, ἅπερ ἐστὶ ποιά.
178b29-30
ἆρʼ ὃ μανθάνει ὁ μανθάνων τοῦτʼ ἔστιν ὃ μανθάνει; μανθάνει δέ τις τὸ βραδὺ ταχύ. Ἐρωτήσας ἀντωνυμίαν συνάγει ἐπίρρημα. ἢ μᾶλλον· ἐρωτήσας ποιὸν συνάγει πρός τι.
178b31-32
ἆρʼ ὃ βαδίζει τις πατεῖ; βαδίζει δὲ τὴν ἡμέραν ὅλην. Δοὺς τὸ ποτὲ ὁ ἐρωτηθείς, συνάγει ὁ ἐρωτήσας ποιόν.
178b34-36
ἆρʼ ὅ τις οἶδεν ἢ μαθὼν ἢ εὑρὼν οἶδεν; ὧν δὲ τὸ μὲν εὗρε τὸ δʼ ἔμαθε, τὰ ἄμφω οὐδέτερον. ἢ ὃ μὲν ἅπαν τὸ δʼ οὐχ ἅπαντα; Τὸ μὲν ʼὧν τὸ μὲν εὗρε τὸ δὲ ἔμαθεʼ πᾶν, ἤτοι ποσόν. τὸ δὲ ʼἆρʼ ὅ τις οἶδεν ἢ εὐρὼν ἢ μαθὼν οἶδε τοῦτοʼ οὔ, οὐχ ἅπαν, ἤτοι οὐ ποσὸν ἀλλὰ ποιόν. ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν.
178b39-179a2
ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός, πότερον ταὐτὸν ἢ ἕτερον; τὸ μὲν γὰρ τόδε τι τὸ δὲ τοιόνδε σημαίνει. Ὁ μὲν γὰρ Κορίσκος τόδε τι καὶ οὐσίαν σημαίνει· ὁ δὲ μουσικὸς Κορίσκος τοιόνδε τι καὶ ποιόν.
179a2-3
ὥστʼ οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι. Οὐκ ἔστι, φησί, τὸ ʼἄνθρωποσʼ ἐκθέσθαι, ἤτοι ὡς οὐσίαν ἄτομον καὶ αἰσθητὴν λαβεῖν, εἰ καὶ τῷ σχήματι τῆς προσηγορίας δοκεῖ τόδε τι σημαίνειν. εἰ δὲ μὴ ἐκτίθεται, οὐδὲ συγχωρεῖν χρὴ ὅτι ὁ ἄνθρωπος περιπατεῖ· τὸ γὰρ περιπατεῖν τῶν καθέκαστα καὶ αἰσθητῶν ἀνθρώπων ἀλλʼ οὐ τοῦ ἀνθρώπου. οὐ ποιεῖ δὲ τὸν τρίτον ἄνθρωπον τὸ ἐκτίθεσθαι, ἤτοι τὸ λαβεῖν αὐτὸν περιπατοῦντα, ἀλλὰ τὸ συγχωρεῖν ὅτι ὁ ἄνθρωπος τόδε τι σημαίνει. ἀλλὰ πῶς ταῦτα λέγεται; ἆρα οὔ φαμεν ὅτι ἄνθρωπος περιπατεῖ, ἣν καὶ ἀόριστον καλοῦμεν; ἢ ὅταν λέγωμεν ὅτι ἄνθρωπος περιπατεῖ οὐ τὸν κοινὸν λέγομεν ἀλλὰ τῶν καθέκαστόν τινα;
179a4-6
οὐ γὰρ ἔσται τόδε τι εἶναι ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστιν. οὐδʼ εἴ τις τὸ ἐκτιθέμενον μὴ ὅπερ τόδε τι εἶναι λέγοι ἀλλʼ ὅπερ ποιόν Τόδε τι εἶναί φησιν ὅπερ τόδε τι εἶναί ἐστιν ὅπερ Καλλίας· τοῦτο οὐκ ἔσται ὅπερ καὶ ὁ ἄνθρωπος· οὔτε γὰρ ὁ Καλλίας ἔσται ὅπερ ὁ ἄνθρωπος, εἰ καὶ ἄνθρωπος ὁ Καλλίας, οὔτε ὁ ἄνθρωπος ὅπερ ὁ Καλλίας· ὁ μὲν γὰρ ἄνθρωπος τοιόνδε τι, ὁ δὲ Καλλίας οὐ τοιόνδε τι. πάλιν· ὁ Καλλίας τόδε τι, ὁ δὲ ἄνθρωπος οὐ τόδε τι. τὸ δὲ ʼοὐδʼ εἰ τὸ ἐκτιθέμενον μὴ ὅπερ τόδε τι εἶναι λέγοιʼ ἴσον ἐστι 〈τῷ〉 ʼκἂν τὸ ἐκτιθέμενον, ἤτοι τὸν Κορίσκον, μὴ λέγοι τόδε τι ἀλλὰ τοιόνδε, κἂν τὸν ἄνθρωπον μὴ τοιόνδε ἀλλὰ τόδε τι, οὐ συνάγεται
179a4-6·2
τρίτος ἄνθρωπος.ʼ
179a15-18
εἰ δὲ παρʼ ὁμωνυμίαν, ἔστι τὸ ἀντικείμενον ὄνομα εἰπόντα λύειν· οἷον εἰ ἔμψυχον συμβαίνει λέγειν, ἀποφήσαντα μὴ εἶναι, δηλοῦν ὡς ἔστιν ἔμψυχον. Οἷον εἴ τις ἔροιτο πότερον ὁ κόραξ ἔμψυχόν ἐστιν ἢ οὔ, σοῦ δὲ φήσαντος ἔμψυχον, ἐκεῖνος τὸ ὄργανον προσαγάγοι ἐν ᾧ τὰς θύρας κλείομεν λέγων· ʼἀλλὰ μὴν τόδε κόραξ ἐστὶν ἄψυχον ὄν· οὐκ ἄρα ὁ κόραξ ἔμψυχόν ἐστιʼ, ῥητέον ὅτι ʼἀλλὰ τὸ πτηνὸν ζῷον ὁ κόραξ ἔμψυχόν ἐστιν, ἐφʼ οὗ καὶ ἀπεκρινάμην.ʼ
179a31
ἔχειν δὲ δεῖ προφέρειν τὸ οἷον Ὥσπερ καὶ ἐν τῷ Μίνωι τοῦ Πλάτωνος· “ὁ νόμος ἡμῖν,” φησι, “τί ἐστιν;”, ὁ δὲ ἔφησεν· “ὁποῖον καὶ ἐρωτᾷς τὸν νόμον;” καί· ʼἆρά γε οἶδας ὃ μέλλω σε ἐρωτᾶν;ʼ ʼοἷον μέλλεις ἐρωτᾶν;ʼ
179a33-34
ἆρʼ οἶδας τὸν προσιόντα ἢ τὸν ἐγκεκαλυμμένον; Ὁ ἐγκεκαλυμμένος λόγος ἠρωτᾶτο οὕτως· ʼἀπόκριναι δή μοι· τὸν πατέρα οἶσθα τὸν σεαυτοῦ ὅστις ἐστί;ʼ ʼναί· ἔστι γάρ μου πατὴρ ὁ Κορίσκος.ʼ ʼτί οὖν ἤν σοι παραστήσας τινὰ ἐγκεκαλυμμένον ἔρωμαι· ʼτοῦτον οἶσθα;ʼ τί φήσεις;ʼ ʼδηλαδὴ ἀγνοεῖν.ʼ ʼἀλλὰ μὴν αὐτὸς οὗτος ἦν ὁ πατὴρ ὁ σός, ὥστε εἰ τοῦτον ἀγνοεῖς, δῆλος εἶ τὸν πατέρα τὸν σὸν ἀγνοῶν, ὥστε καὶ ὅτι μουσικός ἐστιν ἀγνοεῖς.ʼ
179b7-9
φασὶ γὰρ ἐνδέχεσθαι ταὐτὸ πρᾶγμα εἰδέναι καὶ ἀγνοεῖν ἀλλὰ μὴ κατὰ ταὐτό Τὸ μὴ κατὰ ταὐτὸ γινώσκειν καὶ ἀγνοεῖν, ἀλλὰ κατʼ ἄλλο μὲν εἰδέναι, κατʼ ἄλλο δὲ ἀγνοεῖν, ἐπὶ τῶν καθόλου καὶ τῶν μερικῶν συμβαίνει· γινώσκων γάρ τις τὸ καθόλου ἀγνοεῖ τὸ μερικὸν ἢ ἔμπαλιν. ἐπὶ δὲ τοῦ ἐγκεκαλυμμένου οὐκ ἄλλος ἐστὶν ὃν γινώσκομεν, ἄλλος δὲ ὃν ἀγνοοῦμεν, ἀλλʼ ὁ αὐτός ἐστι, τῇ σχέσει μόνῃ διαφέρων. ἐκεῖνα μὲν γάρ, τὸ καθόλου λέγω καὶ τὸ μερικόν, ἕτερα πάντῃ πάντως εἰσίν· ὁ δὲ Κορίσκος τῷ ἐγκεκαλυμμένῳ Κορίσκῳ ὁ αὐτός ἐστιν. ὥστε οὐ δεῖ λέγειν ὅτι ʼκατʼ ἄλλο μὲν γινώσκω,
179b7-9·2
κατʼ ἄλλο δὲ ἀγνοῶʼ, ὡς ἐπὶ τοῦ τριγώνου τοῦ κεκρυμμένου ὅτι ʼκατὰ μὲν τὸ καθόλου οἶδα τὰς γωνίας αὐτοῦ δυσὶν ὀρθαῖς ἴσας οὔσας, καθʼ αὑτὸ δὲ ἀγνοῶ.ʼ
179b26
ἴσως δὲ τοῦτʼ ἐπʼ ἐνίων οὐδὲν κωλύει συμβαίνειν Ἐπὶ τῆς ἐν τῇ χειρὶ κεκρυμμένης δυάδος· ʼἆρʼ οἶδας πᾶσαν δυάδα ἀρτίαν;ʼ ʼναί.ʼ εἶτα προσενεγκόντες τὴν ἐν τῇ χειρὶ ἔλεγον· ʼἀλλὰ μὴν ταύτην ἠγνόεις ὅτι δυάς ἐστιν, ὥστε καὶ ὅτι ἀρτία.ʼ ἐπὶ τούτου ἐνδέχεται λέγειν ὅτι ʼοἶδα αὐτὴν κατὰ τὸ καθόλου, ἀγνοῶ δὲ ὡς μερικήν· ὥστε οὐ κατὰ ταὐτὸ οἶδα καὶ ἀγνοῶ, ἀλλὰ κατʼ ἄλλο καὶ ἄλλο.ʼ ὅταν οὖν ἡ μὲν ἐρώτησις γένηται ἐπὶ τοῦ καθόλου, ὁ δὲ συλλογισμὸς ἐπὶ τοῦ μερικοῦ, τότε ἔχει χώραν ἡ λύσις αὕτη· ὅταν δὲ ἀμφότερα ἐπὶ τοῦ μερικοῦ,
179b31-33
τὸ δὲ προσιὸν καὶ Κορίσκον καὶ ὅτι προσιὸν καὶ ὅτι Κορίσκος οἶδεν Καὶ ὅτι τὸ προσιὸν προσιόν ἐστιν οἶδε· ὁμοίως δὲ καὶ τὸν Κορίσκον ὅστις ἐστὶν οἶδεν· ἀγνοεῖ δὲ τὸν κεκαλυμμένον, ὅπερ συμβέβηκε—λέγω δὴ τὸ κεκαλύφθαι— τῷ Κορίσκῳ, ὤστε οὐχ ᾗ Κορίσκος ἀγνοεῖ τὸν Κορίσκον, ἀλλὰ τὸν κεκαλυμμένον. παρὰ τὸ συμβεβηκὸς ἄρα ὁ παραλογισμός. οὕτως καὶ ἐπὶ τοῦ ἑκατόν· οὐ γάρ, εἰ συμβέβηκεν αὐτῷ πρὸς τὸν ἑκατοντάκις μύρια ὀλιγάκις ὀλίγον εἶναι, καὶ ἁπλῶς ὀλίγος ἐστί. ὡσαύτως οὐχί, ἂν ἀγνοῶ τὸν κεκαλυμμένον, συμβέβηκε δὲ ὁ κεκαλυμμένος τῷ Κορίσκῳ, ἀνάγκη τὸν Κορίσκον ἀγνοεῖν.
179b36
τοῦτο παραλιπόντες ἀληθὲς συμπεπεράνθαι φασί Παραλιπόντες, φησί, λέγειν ὅτι οὐ συμπεράνω τὴν ἀντίφασιν, λέγουσιν ὅτι ἀληθές ἐστι τὸ τὰ ἑκατὸν ὀλιγάκις λέγειν ὀλίγα καὶ τὸ τὸν αὐτὸν εἰδέναι καὶ ἀγνοεῖν. *[crux: συμπεράνω]*
179b38
ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς Ἔνιοι, φησί, τῷ διττῷ λύουσι τὰ σοφίσματα, λέγων ʼδιττόνʼ τήν τε ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν. τὸ γὰρ ʼἆρά γε οὗτος σός ἐστι;ʼ διττόν φασιν· ἢ ὅτι οὗτος σὸς υἱός ἐστιν ἢ ὅτι οὗτος σὸς δοῦλός ἐστι. λέγει οὖν αὐτοὺς μὴ καλῶς λύειν· οὐ γάρ ἐστι, φησί, τὸ ʼοὗτος σόσʼ διττόν. εἰ μὲν γὰρ ὁ δοῦλος καὶ δοῦλος δεσπότου καὶ υἱὸς πάλιν δεσπότου ἐλέγετο, τότε ἂν εἶχε τὸ διττὸν ἡ ἐρώτησις ἡ ʼἆρά γε οὗτος σός ἐστιν;ʼ ἐπεὶ δὲ ὁ δοῦλος δεσπότου μὲν λέγεται δοῦλος, υἱὸς δὲ δεσπότου οὐ λέγεται, πῶς χρὴ λέγειν ὅτι διττὴ ἡ ἐρώτησις; καὶ τοῦτο δῆλον πεποίηκε τῇ παραθέσει τοῦ ἔπους· εἰ μὲν ἐλέγετο καὶ ἡ Ἰλιὰς ἅπασα ἔπος καὶ ὁ εἷς στίχος ἔπος, ἦν ἂν ὁ λόγος ὁ λέγων ʼδός μοι τὸ ἥμισυ τοῦ ἔπουσʼ διττός, δυναμένων ἡμῶν ἥμισυ ἔπους
179b38·2
νοεῖν καὶ τὸ ἥμισυ τοῦ στίχου καὶ τὸ ἥμισυ τῆς Ἰλιάδος. νῦν δὲ διὰ τὸ μὴ οὕτως τὴν Ἰλιάδα λέγεσθαι ἀκούσαντες ʼἥμισυ ἔπουσʼ ἥμισυ στίχου ἐννοοῦμεν. οὐκ ἄρα διττὸς ὁ λέγων λόγος ʼδός μοι τὸ ἥμισυ τοῦ ἔπους.ʼ οὕτως οὖν καὶ ἐπὶ τοῦ ʼἆρά γε οὗτος σός ἐστινʼ· εἰ μέν, ὡς εἴρηται, ὁ δοῦλος καὶ υἱὸς καὶ δοῦλος ἐλέγετο δεσπότου, ἠδυνάμεθα νοεῖν ἐπὶ τοῦ ʼἆρά γε οὗτος σός ἐστιʼ καὶ ὅτι σός ἐστιν υἱὸς καὶ ὅτι σός ἐστι δοῦλος. νῦν δὲ ἐπὶ τοῦ δούλου ἀκούσαντες τοῦ ʼοὗτος σός ἐστινʼ εὐθὺς τὸ ʼδοῦλοσʼ ἐννοοῦμεν.
180a9-10
τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς ἀλλὰ κτῆμα. Ὃ λέγει ἐστί· τὸ δὲ λέγειν ὅτι οὗτος τούτων ἐστίν —ἢ μᾶλλον· τὸ λέγειν ὅτι τοῦτο τὸ χωρίον Ἀθηναίων ἐστί, οὐ λέγεται πολλαχῶς ἀλλὰ μοναχῶς, ὅτι κτῆμα τῶν Ἀθηναίων ἐστίν. εἰ δὲ ἄρα πολλαχῶς τὸ ʼτούτωνʼ λέγεσθαί τις φήσει, οὗτος εἴποι ἂν καὶ τὸ ʼὁ ἄνθρωπος τῶν ζῴωνʼ πολλαχῶς λέγεσθαι· λέγομεν γὰρ τὸν ἄνθρωπον τῶν ζῴων εἶναι, ἀλλʼ οὐ λέγεται πολλαχῶς· οὐ γὰρ λέγεται ὁ ἄνθρωπος κτῆμα τῶν ζῴων, ἀλλʼ ὅτι τῆς τῶν ζῴων ἐστὶ φύσεως. ὡς οὖν τοῦτο οὐ λέγεται πολλαχῶς, οὕτως οὐδὲ τὸ ʼτοῦτο τὸ προάστειον τῶν Ἀθηναίων ἐστίʼ πολλαχῶς ἂν λέγοιτο, ἀλλὰ μοναχῶς, ὅτι κτῆμα τῶν Ἀθηναίων. εἰ δὲ ἐπὶ τούτων οὕτως, καὶ ἐπὶ τοῦ ʼἆρʼ οὗτος σός ἐστιν;ʼ ὁμοίως ἕξει, καὶ οὐκ ἔσται τῶν πολλαχῶς ἀλλὰ παρὰ τὸ συμβεβηκός.
180b1-2
οὐδʼ ὁ ἀπειθῶν πείθεται ἀλλὰ τὶ πείθεται Τὸ σόφισμα τοιοῦτον· ʼἆρʼ ἐνδέχεται τὸν αὐτὸν ἅμα πείθεσθαι καὶ ἀπειθεῖν;ʼ ʼοὔ.ʼ ʼοὗτος δὲ ἀπειθῶν ὅτι ὁ ἥλιος μείζων ἐστὶ τῆς γῆς, ἅμα πείθεται ὅτι ἐλάττωνʼ· οὐχ ἁπλῶς ἀπειθῶν πείθεται, ἀλλὰ τὶ ἀπειθῶν τὶ πείθεται.
180b2-3
ὅμοιος δʼ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν Ὡς ἐπὶ τοῦδε· ʼπότερον ἐνδέχεται τὸν αὐτὸν ἅμα ἀληθεύειν καὶ ψεύδεσθαι;ʼ ʼοὔ.ʼ ʼἀλλὰ μὴν ὁ λέγων ʼἐγὼ ψεύδομαιʼ ἀληθεύει ἅμα καὶ ψεύδεται.ʼ τοιοῦτον καὶ τὸ ὑπὸ Πλάτωνος περὶ Πρωταγόρου ῥηθέν· εἰπὼν γὰρ ὁ Πρωταγόρας πάντα τὸν ὁτιοῦν λέγοντα ἀληθῆ λέγειν, ὁ Πλάτων ἔφησεν· εἰ ψεύδεται Πρωταγόρας, ψεύδεται Πρωταγόρας· καὶ εἰ μὴ ψεύδεται, ψεύδεται· ὥστε ὁ αὐτὸς ἅμα ἀληθεύει καὶ ψεύδεται· εἰ γὰρ πᾶς ἀληθεύει, καὶ ὁ λέγων τὸν Πρωταγόραν ψεύδεσθαι τοῦτο λέγοντα ἀληθεύει· εἰ δὲ μὴ ἀληθεύει Πρωταγόρας, πάντα λέγων ἀληθεύειν ψεύδεται. ἀλλʼ οὐκ ἔστιν ἀντίφασις αὕτη· ἀντίφασις γάρ ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως, καὶ ὅσα ἄλλα διώρισται. ἐνταῦθα δὲ τὸ ʼεἰ ψεύδεται, ψεύδεταιʼ κατʼ ἀλήθειαν, τὸ δὲ ʼεἰ
180b2-3·2
ἀληθεύει, ψεύδεταιʼ πῄ.
180b14-16
ἆρʼ ὃ μὴ βούλοιτʼ ἂν ὁ φρόνιμος κακόν; ἀποβαλεῖν δʼ οὐ βούλεται τἀγαθόν· κακὸν ἄρα τἀγαθόν. Καὶ τοῦτο παρὰ τὸ πῄ· οὐ γὰρ ἁπλῶς ὃ μὴ βούλεται ὁ φρόνιμος κακόν, ἀλλὰ πῄ· τὸ γὰρ μὴ βούλεσθαι τὸν φρόνιμον ἄδικον εἶναι οὐ κακόν. ἀλλὰ καὶ τὸ λέγειν ὅτι ʼἆρά γε τὸ ἀποβαλεῖν ὃ ἔχει τις κακόν ἐστιν; ἔχει δέ τις νόσον· τὸ ἄρα ἀποβαλεῖν νόσον κακόν.ʼ ἐν τούτῳ δὴ οὐχὶ εἰ πῄ ἐστι τὸ ἀποβαλεῖν ὃ ἔχει τις κακόν, καὶ ἁπλῶς ἐστι κακόν. οὐδὲ ἂν οὐ βούλεται ἀποβαλεῖν τὸ ἀγαθόν, καὶ ἁπλῶς τὸ κακὸν ἀγαθόν. οὐδὲ εἴ τινα μὲν ἃ μὴ βούλεται ὁ ἀγαθὸς ἢ ὁ φρόνιμος κακά,
180b14-16·2
καὶ πάντα ἃ οὐ βούλεται κακά.
180b21-23
ἆρα τὸ δίκαιον τοῦ ἀδίκου καὶ τὸ δικαίως τοῦ ἀδίκως αἱρετώτερον; ἀλλʼ ἀποθανεῖν ἀδίκως αἱρετώτερον. Καὶ τοῦτο παρὰ τὸ πῂ καὶ ἁπλῶς· οὐ γὰρ εἰ τὸ δίκαιον καὶ τὸ δικαίως αἱρετώτερον, καὶ ἁπλῶς· ἀλλὰ πὼς μὲν αἱρετώτερον τὸ ἀδίκως 〈ἢ〉 ὡδί, ἁπλῶς δὲ ἢ ὡδὶ οὔ.
181a31
ὅσοι τε παρὰ τὸ προστιθέναι τι συλλογίζονται Τοιοῦτοι οἱ μὴ παρὰ τοῦτο.
181a33-35
λεκτέον ὡς ἔδωκεν οὐχ ὡς δοκοῦν ἀλλʼ ὡς πρὸς τὸν λόγον ὁ δὲ κέχρηται οὐδὲν πρὸς τὸν λόγον. Ῥητέον, φησίν, ὅτι ʼδέδωκα οὐχ ὡς δοκοῦν ἐμοὶ ἀλλʼ ὡς πρὸς τὸν λόγον, τουτέστιν ἵνα μὴ δόξω ἐμποδίζειν τὸν λόγον καὶ φαῦλος νομίζεσθαι κοινωνός· σὺ δὲ τῷ δοθέντι μηδὲν ὄντι πρὸς τὸν λόγον ἐχρήσω ὡς οἰκείῳ τοῖς προκειμένοις.ʼ τοιοῦτόν τι καὶ ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ λέγει.
181b26-28
φανερὸν ὡς οὐ δοτέον τῶν πρός τι λεγομένων σημαίνειν τι χωριζομένας καθʼ αὑτὰς τὰς κατηγορίας οἷον διπλάσιον ἄνευ τοῦ διπλάσιον ἡμίσεος Τὸ ʼτίʼ ἀντὶ τοῦ ʼσύνθετονʼ· ἐπειδὴ γὰρ τὰ σύνθετα μερικώτερα (τὸ γὰρ ζῷον λογικὸν μερικώτερον τοῦ ζῴου), ἀντὶ τοῦ εἰπεῖν ὅτι τὸ χωριζόμενον καὶ ἁπλούστερον, οἷον τὸ διπλάσιον, οὐ σημαίνει σύνθετον, οἷον διπλάσιον ἡμίσεος, εἶπε τὸ ʼτί.ʼ ὅτι δὲ οὐ ταὐτόν ἐστι τὸ ʼδιπλάσιονʼ τῷ ʼδιπλάσιον ἡμίσεοσʼ δῆλον· ὁ γὰρ ʼδιπλάσιονʼ εἰπὼν δυνάμει εἶπε τὸ ʼἡμίσεοσʼ, ὁ δὲ προσθεὶς τὸ ʼἡμίσεοσʼ ἐνεργείᾳ· ἕτερον δὲ τὸ δυνάμει τοῦ ἐνεργείᾳ· καὶ ταῦτα ἄρα.
181b32-33
ὥσπερ οὐδὲ τὸ ἐν τῷ ἡμίσει Ἐλλιπὴς ἡ λέξις· ἔστι δὲ τὸ πλῆρες· ὥσπερ οὐδὲ τὸ διπλάσιον ἐμφαίνεται ἐν τῷ ἡμίσει καθʼ αὐτὸ τοῦ ἡμίσεος λεγομένου.
182a12
οὐδὲ τοῦτο ἀλλὰ τοῦτον Οἶμαι ʼοὐδὲ τοῦτο τοῦτον ἀλλὰ οὗτοσʼ δεῖ γράφεσθαι.
182b9
τὸν παρὰ ταὐτὸ Ἀντὶ τοῦ ʼπαρὰ τὸ σχῆμα τῆς λέξεως.ʼ
182b17
ποῖ στέλλεσθε; Ὁμώνυμον τὸ στέλλεσθαι· σημαίνει γὰρ τό τε ἀπέρχεσθαι καὶ τὸ ἀποστέλλεσθαι.
182b20-21
ἆρʼ Εὔαρχος; οὐ δῆτα ἀλλʼ Ἀπολλωνίδης. Τὸ σόφισμα πρὸς τὸν ἀδελφὸν ἠρωτᾶτο τοῦ Εὐάρχου· ἦσαν δὲ ὅ τε Εὔαρχος καὶ ὁ ἀδελφὸς αὐτοῦ υἱοὶ τοῦ Ἀπολλωνίδου· ἦν δὲ ὁ Εὔαρχος καὶ πατήρ. ἠρώτων οὖν τὸν ἀδελφὸν Εὐάρχου οὕτως· ʼἆρά γε Εὔαρχος σός ἐστι;ʼ ʼναί.ʼ ʼτί δέ· οὐχὶ ὁ Εὔαρχος πατήρ ἐστι;ʼ ʼναί.ʼ ʼσὸς ἄρα ὁ Εὔαρχος πατήρ ἐστιν. ἀλλὰ μὴν καὶ οὐ πατήρ· ἀδελφὸς γάρ ἐστιν.ʼ ἡ μὲν ἀγωγὴ τοῦ σοφίσματος αὔτη. αὐτὸς δὲ διά τε βραχυλογίαν καὶ τὸ φθάσαι τὰ ἀπὸ τοῦ συμβεβηκότος σοφίσματα, ὧν καὶ τοῦτό ἐστι, καὶ διʼ ἄλλων ὀνομάτων ἐκθέσθαι τὴν μίαν θεὶς πρότασιν, καὶ ταύτην ἐλλιπῆ, τἆλλα παρῆκεν. ἦν γὰρ ἂν πλῆρες εἰ οὕτως εἶχεν· ʼἆρά γε Εὔαρχος σός ἐστι;ʼ τέθεικε δὲ αὐτὴν ἐλλιπῆ διὰ τὸ δύνασθαι τὸ ʼἆρά γε Εὔαρχος;ʼ ποτὲ μὲν συμπλέκεσθαι τῷ ʼσός ἐστιʼ, ποτὲ δὲ τῷ ʼπατήρ ἐστι.ʼ
182b20-21·2
τὸ δὲ ʼοὐ δῆτα, ἀλλʼ Ἀπολλωνίδησʼ ἡ λύσις ἐστὶ τοῦ σοφίσματος, δυνάμει λέγων· ʼοὐκ ἔστι μοι ὁ Εὔαρχος πατήρ, ἀλλʼ ὁ Ἀπολλωνίδης.ʼ δύναται τὸ ʼεὔαρχοσʼ καὶ ὡς παράδειγμα τῶν ὁμωνύμων νοεῖσθαι· τὸ γὰρ ʼεὔαρχοσʼ διττόν· ἢ ὁ εὖ τὴν ἀρχὴν διέπων, ἢ ὁ καλὴν ἀρχὴν ἔχων. καὶ ἴσως ἂν ἠρωτᾶτο ὁ λόγος ἐπὶ τοῦ Ἀπολλωνίδου καλὴν μὲν ἔχοντος ἀρχήν, οὐ καλῶς δὲ αὐτὴν κυβερνῶντος. ἴσως ἂν καὶ οὕτως ἠρωτᾶτο· ʼἆρʼ εὔαρχος ὅδε;ʼ ʼναί.ʼ ʼτί δέ· ὅδε ὁ τοῦ Πλάτωνος, εἰ τύχοι, διάλογος οὐκ εὔαρχός ἐστιν, ἤτοι εὐπροοιμίαστός ἐστιν; ὁ Ἀπολλωνίδης ἄρα διάλογός ἐστιν.ʼ
182b30
ἐν τίνι γένει Γένη τοὺς ιγ λέγει τρόπους.