Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Simplicius (attributed): Commentary on Aristotle’s On the Soul

Library › Greek: Philosophy › Commentary on Aristotle's On the Soul

This commentary on Aristotle's On the Soul is transmitted under the name of Simplicius, the sixth-century Neoplatonist from Cilicia, although several scholars have assigned it to his contemporary Priscian of Lydia. It works through Aristotle's three books on the soul, covering perception, imagination and intellect, and interprets them in the light of Neoplatonist theories of the soul and its powers.

Whatever its authorship, the commentary is an important witness to late Neoplatonist psychology and to the way the schools tried to harmonise Aristotle with Plato. Its detailed treatment of perception, imagination and intellect repays close study, and the debate over its author is itself part of the scholarship on late ancient philosophy.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAG XI (Hayduck 1882)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ). The commentary is transmitted under Simplicius' name, but several scholars (Bossier, Steel) assign it to Priscian of Lydia.

Ancient Greek · Philosophy
Commentary on Aristotle's On the Soul
Simplicius (attributed) · Part 1 · every word parsed
de An 11 1 (1T)
ΣΙΜΠΛΙΚΙΟΥ ΕΙΣ ΤΟ Α ΤΩΝ ΠΕΡΙ ΨΥΧΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΥΠΟΜΝΗΜΑ Περισπούδαστον μὲν προηγουμένως ἡ περὶ αὐτῶν τῶν πραγμάτων τῶν τε ἄλλων καὶ ἡ περὶ ψυχῆς ἀλήθεια, αὐτίκα οἰκειοτάτη πασῶν ἡμῖν ὑπάρχουσα· δευτέρως δὲ καὶ ἡ τῶν δοκούντων τοῖς εἰς ἄκρον ἐπιστήμης ἥκουσι κατάληψις. διὸ καὶ τῆς Περὶ ψυχῆς Ἀριστοτέλους πεφροντισμένως ἄγαν ἀντέχεσθαι ἡγοῦμαι δεῖν πραγματείας. πολλὰ μὲν οὖν καὶ μακάρια θεωρήματα περὶ αὐτῆς καὶ ὑπὸ Πλάτωνος παραδέδοται, ἀλλʼ ἐκεῖνα καὶ ἱκανῶς καὶ συμφώνως ἀλλήλοις τοῖς Πλάτωνος ἐξηγηταῖς ἐπεξείργασταί τε καὶ σεσαφήνισται. τελεωσαμένου δὲ τὴν Περὶ ψυχῆς πραγματείαν τοῦ Ἀριστοτέλους, ὡς τῷ ἀρίστῳ τῆς ἀληθείας κριτῇ δοκεῖ τῷ Ἰαμβλίχῳ, πολλὴ ἡ τῶν τὰ ἐκείνου σαφηνιζόντων πρὸς ἀλλήλους διαφωνία οὐ περὶ τὴν τῆς Ἀριστοτελικῆς λέξεως μόνον ἑρμηνείαν, ἀλλὰ καὶ περὶ αὐτὰ τὰ πράγματα μάλιστα. διὸ καὶ αὐτῷ μοι ἔδοξε ζητῆσαί τε καὶ γράψαι τὴν αὐτοῦ τε πρὸς ἑαυτὸν τοῦ φιλοσόφου καὶ τὴν πρὸς τὴν ἀλήθειαν συμφωνίαν, τὰς μὲν πρὸς τοὺς ἄλλους ἀντιρρήσεις φυλαττομένῳ, πιστουμένῳ δὲ τὰ δοκοῦντα ἐν τοῖς ἀμφιβόλοις ἐκ τῶν Ἀριστοτέλους ἐναργῶν δογμάτων τε καὶ ῥητῶν, πανταχοῦ δὲ κατὰ δύναμιν τῆς τῶν πραγμάτων ἀντεχομένῳ ἀληθείας κατὰ τὴν Ἰαμβλίχου ἐν τοῖς ἰδίοις αὐτοῦ περὶ ψυχῆς συγγράμμασιν ὑφήγησιν. σπουδὴ μὲν οὖν μία αὕτη. ἤδη δὲ ὑφʼ ἡγεμόνι τῶν ψυχῶν τε καὶ λόγων πάντων αἰτίῳ τῆς προκειμένης ἀρκτέον πραγματείας. Ὁ μὲν οὖν σκοπὸς αὐτῆς προφανής, ὅτι περὶ ψυχῆς. ζητήσομεν δὲ ὕστερον εἰ περὶ πάσης, καὶ διὰ τί δοκεῖ μηδένα περὶ τῆς τῶν οὐρανίων ποιεῖσθαι λόγον· πρότερον δέ, πότερον τῇ φυσικῇ φιλοσοφίᾳ ἢ τῇ ὑπερτέρᾳ ἡ περὶ ψυχῆς προσήκει θεωρία. συντελεῖ γὰρ τοῦτο καὶ εἰς τὴν τῆς οὐσίας αὐτῆς κατάληψιν, πότερον φυσική πως ἢ κρείττων ἤ πῃ ἑκάτερον. [25]
de An 11 2
ἐπεὶ οὖν οὐχ ἁπλῶς ἀποφαίνεται ζητήσας περὶ τούτων ὁ Ἀριστοτέλης, ἀλλὰ καὶ τὰς αἰτίας προστιθεὶς δείκνυσιν ἐν τῷ πρώτῳ τῆς Περὶ ζῴων μορίων, παραγραπτέον ἡμῖν καὶ ἐπεξεργαστέον τὸ ἐκείνου ῥητόν. προλαβὼν τοίνυν ὡς τῷ φυσικῷ οὐ τὴν ὕλην μόνην ἀλλὰ καὶ τὸ εἶδος ἔν τε τοῖς ἄλλοις καὶ ἐν τοῖς ζῴοις θεωρητέον, ἐπάγει· “εἰ δὴ τοῦτό ἐστι ψυχὴ ἢ ψυχῆς μέρος ἢ μὴ ἄνευ ψυχῆς (ἀπελθούσης γοῦν οὐκέτι ζῷόν ἐστιν, οὐδὲ τῶν μορίων οὐδὲν τὸ αὐτὸ πλὴν τῷ σχήματι μόνον καθάπερ τὰ μυθευόμενα λιθοῦσθαι) εἰ δὴ ταῦτα οὕτω, τοῦ φυσικοῦ περὶ ψυχῆς ἂν εἴη λέγειν καὶ εἰδέναι, καὶ εἰ μὴ πάσης, κατʼ αὐτὸ τοῦτο καθʼ ὃ τοιοῦτο τὸ ζῷον, καὶ τί ἐστι ψυχὴ ἢ αὐτὸ τοῦτο τὸ μόριον, καὶ περὶ τῶν συμβεβηκότων κατὰ τὴν τοιαύτην οὐσίαν· ἄλλως τε καὶ τῆς φύσεως διχῶς λεγομένης καὶ οὔσης τῆς μὲν ὡς ὕλης τῆς δὲ ὡς οὐσίας. καὶ ἔστιν αὕτη καὶ ὡς ἡ κινοῦσα καὶ ὡς τὸ τέλος. τοιοῦτον δὲ τοῦ ζῴου ἤτοι πᾶσα ἡ ψυχὴ ἢ μέρος τι αὐτῆς. ὥστε καὶ οὕτως ἂν λεκτέον εἴη τῷ περὶ φύσεως θεωρητικῷ περὶ ψυχῆς μᾶλλον ἢ περὶ τῆς ὕλης, ὅσῳ μᾶλλον ἡ ὕλη διʼ ἐκείνην φύσις ἐστὶν ἢ ἀνάπαλιν. καὶ γὰρ κλίνη καὶ τρίπους τὸ ξύλον ἐστίν, ὅτι δυνάμει ταῦτά ἐστιν. ἀπορήσειε δʼ ἄν τις εἰς τὸ νῦν λεχθὲν ἀποβλέψας, πότερον περὶ πάσης ψυχῆς τῆς φυσικῆς ἐστιν εἰπεῖν ἢ περί τινος. εἰ γὰρ περὶ πάσης, οὐδεμία λείπεται παρὰ τὴν φυσικὴν ἐπιστήμην φιλοσοφία. ὁ γὰρ νοῦς τῶν νοητῶν· ὥστε περὶ πάντων ἡ φυσικὴ γνῶσις ἂν εἴη. τῆς γὰρ αὐτῆς περὶ νοῦ καὶ τῶν νοητῶν θεωρῆσαι, εἴπερ πρὸς ἄλληλα, καὶ ἡ αὐτὴ θεωρία τῶν πρὸς ἄλληλα πάντων καθάπερ περὶ αἰσθήσεως καὶ τῶν αἰσθητῶν. ἢ οὐκ ἔστι πᾶσα ἡ ψυχὴ κινήσεως ἀρχή, οὐδὲ τὰ μόρια πάντα, ἀλλʼ αὐξήσεως μὲν ὅπερ καὶ ἐν τοῖς φυτοῖς, ἀλλοιώσεως δὲ τὸ αἰσθητικόν, φορᾶς δὲ ἕτερόν τι καὶ οὐ τὸ νοητικόν. ὑπάρχει γὰρ φορὰ καὶ ἐν ἑτέροις τῶν ζῴων, διάνοια δʼ οὐδενί. δῆλον οὖν ὡς οὐ περὶ πάσης ψυχῆς λεκτέον· οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω.” Ἐν δὴ τούτοις διώρισται ὅτι τὸ μέν ἐστι τῆς ψυχῆς τῇ φυσικῇ θεωρητὸν φιλοσοφίᾳ, ὅσα αὐτῆς τῶν ζῴων ἐστὶν εἶδος τὸ τὰ ζῷα ὡς ζῷα ὁρίζον (ὃ καὶ ἀμφισβητεῖ εἴτε ψυχὴν εἴτε μόριον ψυχῆς εἴτε οὐκ ἄνευ ψυχῆς καλεῖν δεῖ), καὶ ὅσον αὐξητικὸν καὶ αἰσθητικὸν καὶ τῆς κατὰ τόπον αἴτιον κινήσεως· ὅσον δὲ νοερόν, τῇ πρώτῃ φιλοσοφίᾳ, ἣ τὰ νοητὰ γινώσκουσα καὶ τὸν τῶν νοητῶν θεωρητικὸν γινώσκει νοῦν, καὶ οὐ τὸν ἐξῃρημένον μόνον, ἀλλὰ καὶ τὸν ἐν ἡμῖν. [30]
de An 11 3
καὶ γὰρ τῷ ἐν ἡμῖν νῷ νοητὰ ἐκεῖνα, καὶ πρὸς ἄλληλα τό τε νοητικὸν καὶ τὸ νοητὸν λεγόμενα ὑπὸ μιᾶς καὶ τῆς αὐτῆς θεωρεῖται ἐπιστήμης, ὥσπερ τὸ αἰσθητικόν τε καὶ αἰσθητόν. διὸ οὔτε φυσικὴ ἁπλῶς οὔτε μετὰ τὰ φυσικὰ ἡ περὶ ψυχῆς θεωρία, ἀλλʼ ἀμφοῖν ἐχομένη, ὡς ἐν τούτοις ὑπὸ τοῦ Ἀριστοτέλους διώρισται. ἔοικε δὲ ἐν πλάτει ὁ Ἀριστοτέλης καὶ τὴν φυσιολογίαν καὶ τὴν μετὰ τὰ φυσικὰ τιθέμενος φιλοσοφίαν ἑκατέραν μέχρι ψυχῆς τὴν μὲν ἀνάγειν τὴν δὲ προάγειν, ἐπεὶ δῆλον ὡς οὔτε κατὰ τὰ φυσικὰ εἴδη τῶν σωμάτων ἐστὶν οὐσιώδης ὅρος ἡ ψυχή (ἐκεῖνα γὰρ ὡς σωμάτων, αὕτη δὲ ὡς ζῴων εἶδός ἐστι, καὶ ἐκεῖνα μὲν τοῦ κινεῖσθαι ἀρχαί, αὕτη δὲ τοῦ κινεῖν· τὸ γὰρ ὑφʼ ἑαυτῶν κινεῖσθαι τῶν ἐμψύχων ἴδιον, ὡς ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς εἴρηται ἀκροάσεως), οὔτε ὡς τὰ ὑπερφυῆ καὶ καθαρῶς ἀμέριστα καὶ μόνιμα πάντῃ καὶ εἰλικρινῆ τὸ νοερόν ἐστι τῆς ψυχῆς. διὸ εἰ περὶ τὰ ἄκρα ἀφορίζοιτό τις τὰς φιλοσοφίας, πῇ μὲν τὴν φυσικὴν πῇ δὲ τὴν μετὰ τὰ φυσικά, μέση ἀμφοτέρων ἔσται ἡ περὶ ψυχῆς, καὶ αὕτη ἐν πλάτει, μᾶλλον δὲ ἐν βάθει ὁρωμένη, ὅσῳ τὸ νοερὸν τῆς ψυχῆς τοῦ αἰσθητικοῦ καὶ φυσικοῦ διέστηκε. καὶ δῆλον ὡς ἡ περὶ ψυχῆς ἐπιστήμη τοιαύτη, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς οὐσία τοιάδε, οἵα μέση τῶν τε ὑπερφυῶν εἶναι καὶ τῶν φυσικῶν, καὶ οἵα τὸ μέν τι ἔχειν τοῖς ὑπερφυέσι κοινωνοῦν, τὸ δὲ πρὸς τὴν φύσιν ἀποκλῖνον· εἴτε καὶ κατʼ ἄλλον τινα τρόπον, ὃν ἂν ὁ λόγος ἐκφήνειεν, ὅτε καὶ Ἀριστοτέλης αὐτὸ τοῦτο ζητεῖ. συμπεραινόμενος δὴ ὁ Ἀριστοτέλης ἐν τοῖς προκειμένοις ῥητοῖς “δῆλον, φησίν, ὡς οὐ περὶ πάσης ψυχῆς λεκτέον” τῷ φυσικῷ δηλαδή· “οὐδὲ γὰρ πᾶσα ψυχὴ φύσις, ἀλλά τι μόριον αὐτῆς ἓν ἢ καὶ πλείω.” ἐπεὶ οὖν αὐτὸς καὶ περὶ τοῦ νοῦ τῆς ψυχῆς, καὶ οὐ περὶ τῶν φυσικῶν μόνων αὐτῆς μορίων ποιεῖται λόγον, δῆλον ὡς οὐκ ἔστιν ἁπλῶς φυσικὴ ἡ περὶ ψυχῆς πραγματεία. τοῦτο μὲν οὖν ἡμῖν ὧδε συμπεπεράνθω. Ὁ δὲ σκοπὸς αὐτῆς δοκεῖ περὶ μόνης τῆς ἐν τοῖς θνητοῖς ζῴοις εἶναι ψυχῆς· οὐδένα γὰρ φαίνεται περὶ τῆς τῶν οὐρανίων ποιούμενος λόγον, εἰ μὴ ὅσον ἐπισκήπτων ταῖς τοῦ Τιμαίου μαθηματικαῖς περὶ αὐτῆς ἐνδείξεσι. καὶ ἴσως ὡς ἱκαναῖς ταῖς Πλατωνικαῖς περὶ αὐτῆς θεωρίαις ἠρκέσθη, τοσοῦτον ἐπιστήσας μόνον μὴ τῷ φαινομένῳ προσανέχειν τῶν μαθηματικῶν· ἴσως δὲ καὶ διὰ τῶν περὶ τῆς ἀκρότητος τοῦ ἡμετέρου νοῦ εἰρημένων ἀξιῶν εἰς τὴν οὐρανίαν ἀναπέμπεσθαι ψυχήν. “τὴν γὰρ τοῦ παντός, φησί, δῆλον ὅτι τοιαύτην εἶναι βούλεται, οἷόν ποτέ ἐστιν ὁ καλούμενος νοῦς. οὐ γὰρ οἷόν γε ἡ αἰσθητικὴ οὐδʼ οἷον ἡ ἐπιθυμητική. [35]
de An 11 4
” λόγος γὰρ καθαρὸς καὶ νοερὸς ἡ τοῦ παντὸς ψυχή, ὅλη διʼ ὅλης ἀμιγὴς πρὸς τὰς δευτέρας ζωάς, ὅτι μὴ ῥέπει εἰς σώματα μηδὲ αὕτη γίνεται τῶν σωμάτων, ἀλλὰ ταῦτα ἐκείνης μενούσης ἐν ἑαυτῇ. διὸ καὶ κυκλικὴ αὐτῆς ἡ φορὰ διὰ τὴν αὐτῆς πρὸς ἑαυτὴν ὅλης πρὸς ὅλην ἐπιστροφήν. ἀλλʼ οὐδὲ περὶ τῶν διαφόρων τῆς ἀνθρωπείας ψυχῆς λήξεων ἢ τῶν πλειόνων ἐν τοῖς βίοις αἱρέσεών τι φαίνεται πραγματευόμενος, εἰδὼς τῷ καθηγεμόνι τὸν περὶ τούτων ἱκανῶς ἐπεξειργασμένον λόγον, ἀλλʼ οὐχ ὡς ἀχώριστον τοῦ σώματος τιθέμενος τὴν ψυχήν· τὴν γοῦν αἰτίαν τοῦ μὴ μεμνῆσθαι ἡμᾶς τῆς χωριστῆς ζωῆς ἀποδίδωσιν ἐν τῷ τρίτῳ, ὡς ὄντας δηλαδὴ καὶ πρὸ τῆς εἰς σῶμα ἀφίξεως. Περὶ δὴ μόνης τῆς ἐν τοῖς θνητοῖς ψυχῆς προηγουμένως πραγματευόμενος οὐδεμίαν αὐτῆς ἀπολείπει ἀνεπεξέργαστον δύναμίν τε καὶ οὐσίαν. ἀλλὰ πρῶτον μὲν κοινῇ πάσαις τὴν εἰδητικὴν τῶν σωμάτων ἀποδίδωσιν αἰτίαν, οὐχ ὡς σωμάτων ἀλλʼ ὡς ὀργάνων ζωτικῶν. φύσις γὰρ ἡ ὡς σωμάτων εἰδητικὴ αἰτία, οὐ ψυχή· ἡ δὲ ὡς ὄργανον ζωτικὸν εἰδοποιοῦσα ἢ ψυχὴ ἢ μέρος ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς. καὶ αὕτη μὲν αἰτία εἰδητική, καθʼ ἣν τὸ εἰδοποιηθὲν ζωτικῶς οἷόν τε κινεῖσθαι. ἑτέρα δὲ ἡ ὑφʼ ἧς κινεῖται· ὑπὸ γὰρ τῆς ψυχῆς τὸ ζῷον κινεῖται ὡς ὑπὸ τοῦ κυβερνήτου τὸ πλοῖον· ἐντελέχεια δὲ καὶ ὁ πλωτὴρ λέγεται. ἑτέρα δέ πως ἥδε ὡς εἰσόμεθα ἡ κινοῦσα ζωτικῶς τῆς καθʼ ἣν τὸ οὕτω κινούμενον ὁρίζεται, ἐπειδὴ οὐ ταὐτὸν τῷ κινουμένῳ τὸ κινοῦν, ἀλλὰ διῄρηται κατʼ αὐτόν. κινεῖται δὲ τὰς ζωτικὰς κινήσεις, οἷον βάδισιν καὶ πτῆσιν καὶ ἀναπνοήν, οὐ τὸ σῶμα ἁπλῶς, ἀλλὰ τὸ ζῶν σῶμα. ζῶν δέ ἐστι κατὰ τὴν ἐν αὐτῷ ζωήν· ὥστε καὶ ζωτικῶς κινούμενον κατὰ ταύτην. ἐπεὶ οὖν καὶ τὸ κινοῦν ἐν τῷ ζῴῳ ἡ ψυχή, πότερον ἡ αὐτὴ τῇ καθʼ ἣν κινεῖται, ἢ ἀδύνατον; ἦν γὰρ ἂν καὶ τὸ ὅλον ζῷον κατʼ αὐτὴν εἰδοποιούμενον, κινούμενόν τε καὶ κινοῦν, καὶ οὐχ, ὡς τῷ Ἀριστοτέλει δοκεῖ, κινεῖ μὲν ἡ ψυχή, κινεῖται δὲ τὸ ζῷον. ἀλλὰ καὶ τὸ ὄργανον ἕτερον τοῦ χρωμένου. καὶ τὸ ὡς ὀργάνου ἄρα χαρακτηριστικὸν εἶδος ἕτερον τοῦ χρωμένου. καὶ ἐντελέχεια καὶ τὸ χρώμενον ὡς ὁ πλωτὴρ τῆς νεώς· διττὴ γὰρ ἡ ἐντελέχεια, ἡ μὲν καθʼ ἥν ἐστι ναῦς, ἡ δὲ ὡς πλωτήρ. Πρῶτον μὲν οὖν ὡς εἴρηται κοινῇ πάσαις ταῖς τῶν θνητῶν ζῴων ψυχαῖς τὴν εἰδητικὴν αὐτῶν ἀποδίδωσιν αἰτίαν διττὴν οὖσαν. ἔπειτα δὲ καὶ καθʼ ἑκάστην ἐπεξιὼν ἅμα μὲν τὰς διαφορὰς αὐτῶν παραδίδωσιν, ἅμα δὲ καὶ τὸ κοινῇ πάσαις ὑπάρχον ἰδιοτρόπως καθʼ ἑκάστην θεωρεῖ, ὅπερ ἡ ἀποδεικτικὴ παραγγέλλει ἐπιστήμη, καὶ τὰς μὲν μᾶλλον εἰς τὸ ὀργανικὸν ἀποκλινούσας, τὰς δὲ κατὰ τὸ χρώμενον ἱσταμένας μᾶλλον ὁρᾷ. καὶ πᾶσαν μὲν εἶναι ψυχὴν ἐντελέχειαν τοῦ ὀργανικοῦ σώματος παραδίδωσιν, οὐ πᾶσαν δὲ κατὰ πᾶσαν ἑαυτῆς δύναμιν· σαφῶς γὰρ ὁ νοῦς εἴρηται μηδὲν συνέχων σῶμα καὶ μηδὲ ὡς ὀργάνῳ τῷ σώματι χρώμενος. [35]
de An 11 5
διὸ οὐκ ἀπαμβλύνεται πρὸς τὴν τῶν ἐλαττόνων θέαν ἐκ τῆς τῶν μειζόνων νοήσεως, ὥσπερ ἡ αἴσθησις διὰ τὸ αὐτὰς ὡς ὀργάνῳ χρῆσθαι τῷ σώματι. Διακρίνει δὲ ἱκανῶς καὶ τὰ περὶ τῆς νοερᾶς τῶν ψυχῶν δυνάμεως, ἑτέραν μὲν ὁρῶν τὴν πρακτικὴν ταύτην καὶ φαντασίᾳ χρωμένην, σωματοειδεῖ οὔσῃ ζωῇ, κατὰ τὴν μερικὴν πρότασιν· ἑτέραν δὲ τὴν θεωρητικήν, καὶ ταύτην διττήν, τὴν μὲν κατὰ τὴν ἀπὸ τῆς οὐσίας προϊοῦσαν ἐνέργειαν ἢ ἀτελῶς ἔχουσαν ἢ τελειωθεῖσαν, καὶ ἢ εἰς τὸ πρότερον δυνάμει διὰ τὸ ἀτελὲς ἐκπίπτουσαν ἢ κατὰ τὸ τελειότερον ἱσταμένην δυνάμει ἢ καὶ κατὰ τὸ ἐνεργείᾳ· ἥτις οὐ χρῆται μὲν τῇ φαντασίᾳ, ἑπομένην δὲ αὐτὴν ἔχει ὡς τῇ προϊούσῃ καὶ ἐξισταμένῃ τῆς οὐσίας ἐνεργητικῇ θεωρίᾳ συγκινουμένην· τὴν δὲ κατὰ τὴν μόνιμον καὶ εἰς ἓν καὶ ταὐτὸν τῇ οὐσίᾳ τὴν ἐνέργειαν συνάγουσαν· καθʼ ἣν καὶ τὸν ἐξῃρημένον μιμεῖται νοῦν, καὶ ἔστι τῇ οὐσίᾳ ἐνέργεια. καθʼ ἣν μόνην ἐστὶν ἀθάνατος, ὡς διʼ αὐτῆς τοῖς αἰωνίοις συναπτομένη καὶ ὡς ἀεὶ μὲν τὸ μόνιμον ἔχουσα, ἀκραιφνὲς μὲν ἐν τῇ χωριστῇ ζωῇ, ἀφιστάμενον δέ πως ἑαυτοῦ ἐν τῇ εἰς τὰ δεύτερα ῥοπῇ, ἀλλʼ οὐχ οὕτως ὡς μηδαμῶς μένον. ἔστι μὲν οὖν καὶ τότε μόνιμον δευτέρως· τὸ δὲ ἔξω ῥέπον οὐκ ἀθάνατον, ὡς μεταβαλλόμενον καὶ ὡς ἐν τῇ χωριστῇ ζωῇ οὐ παρόν. διελὼν δὲ καὶ τὰς ὀρεκτικὰς δυνάμεις ἀπὸ τῶν γνωστικῶν, τίνες αἱ κατὰ τόπον τῶν ζῴων κινητικαὶ δυνάμεις ἐπεξεργάζεται. Καὶ ταύτην μὲν ἅπασαν τὴν θεωρίαν ἔν τε τῷ δευτέρῳ καὶ τρίτῳ ποιεῖται· ἐν δὲ τῷ πρώτῳ μετὰ τὸ ἀφορίσαι τὸν σκοπὸν καὶ ἐκθέσθαι, ὅσα τε καὶ οἷα δεῖ ζητῆσαι περὶ ψυχῆς προβλήματα, καὶ τὸν τρόπον ἀφορίσαι τῆς ἐπεξεργασίας τὸν ἀπὸ τῶν ἀντικειμένων ἀρχόμενον καὶ διὰ μέσης τῆς ἐνεργείας εἰς τὴν οὐσίαν ἀναπεμπόμενον, τὰς τῶν παλαιοτέρων ἱστορήσας περὶ ψυχῆς δόξας, διʼ ὧν τε ἀποδέχεται καὶ διʼ ὧν ἀντιλέγει, γνωστικήν τε τὴν ψυχὴν καὶ κινητικὴν τίθεται ἀσώματόν τε καὶ ἀμέριστον καὶ ἀκίνητον τὰς σωματικὰς κινήσεις οὖσαν. καὶ οὔτε ἁρμονίαν σωματικὴν οὔτε σύνθεσιν οὔτε λόγον τινὰ μίξεως ἐπιδείκνυσι· καὶ ἀρχὴν οὐχ ὡς στοιχεῖον, οὐδὲ ὡς ἐκ τῶν στοιχείων, ἀλλʼ ὡς λόγον καὶ εἶδος. καὶ μίαν τὴν ἐν ἑκάστῳ ζῴῳ εἶναι βούλεται ψυχὴν καὶ ἐν τοῖς λογικοῖς, πάσας ἔχουσαν τὰς ζωτικὰς οὐσίας τε καὶ δυνάμεις, καθʼ ἅς τε ὀρέγεται λογικῶς τε καὶ θυμοειδῶς καὶ ἐπιθυμητικῶς, καὶ καθʼ ἃς γινώσκει νοερῶς ἢ ἐπιστημονικῶς ἢ δοξαστικῶς ἢ φανταστικῶς ἢ αἰσθητικῶς, καὶ αὐτὰς ἔχουσαν ἐσχάτως τὰς φυσικάς. Ἔτι ἐν τῷ τρίτῳ κατʼ αὐτὸ τὸ λογικὸν τὴν ἡμετέραν ψυχὴν ἐν μεσότητι τῶν ἄκρων ὁρῶν ζωῶν, ποτὲ μὲν ἀπεικάζει τῇ αἰσθητικῇ ποτὲ δὲ τῇ νοερᾷ· καὶ ποτὲ μὲν εἰς τὴν αἰσθητικὴν ὑποβαίνουσαν, ποτὲ δὲ εἰς τὴν νοερὰν ἀνιοῦσαν μίμησιν· καὶ ποτὲ μὲν εἰς τὸ ἀμέριστον ὡς οἷόν τε αὐτῇ συναιρουμένην καὶ ὅλην ἐν ἑαυτῇ μένουσαν, ὅτε καὶ τὸν ὑπερέχοντα αὐτῆς μιμεῖται νοῦν, ποτὲ δὲ ἀφισταμένην πως ἑαυτῆς ἐν τῇ ἔξω ῥοπῇ καὶ κατὰ προβολὴν ἐνεργοῦσαν καὶ εἰς μερισμὸν προϊοῦσαν· οὐ μὴν ὡς πάντῃ τῶν ἀντικειμένων ἀφισταμένην. [5]
de An 11 6
καὶ γὰρ ὁ μερισμὸς αὐτῆς μετὰ τῆς εἰς τὸ ἀμέριστον συναιρέσεως, καὶ ἡ προβολὴ μετὰ τῆς εἰς ἑαυτὴν ἐπιστροφῆς, καὶ ἡ ἑαυτῆς ἀπόστασις μετὰ τῆς ἐν ἑαυτῇ μονῆς, ἀμυδρουμένης ὅτε εἰς τὸ ἔξω ῥέπει· ἵνα καὶ μένῃ ἅμα καὶ μεταβάλλῃ διὰ τὴν τῶν μόνως τε μενόντων καὶ πάντῃ μεταβαλλομένων μεσότητα ἡ ἡμετέρα ψυχὴ ἑκατέρῳ πως ἐπικοινωνοῦσα τῶν ἄκρων, ὥσπερ καὶ μερίζεταί πως καὶ οἷον ἀμέριστος [τε] ἅμα γίνεται τε καὶ ἀγένητος ὑπάρχει, φθείρεταί τε τρόπον τινὰ καὶ ἄφθαρτος διασώζεται. διὸ οὔτε μένειν τι αὐτῆς θησόμεθα κατὰ τὸν Πλωτῖνον ἀεὶ ὡσαύτως καὶ καθαρῶς οὔτε παντελῶς προϊέναι ἐν τῇ εἰς γένεσιν ῥοπῇ, ἀλλʼ ὅλη πρόεισι καὶ μένει εἰλικρινῶς ἐν τῇ πρὸς τὰ δεύτερα ῥοπῇ. ἀλλὰ ταῦτα μὲν σαφέστερον καὶ ἡ ὅλη τῶν λόγων ἐπιδείξει διέξοδος ὡς καὶ Ἀριστοτέλει δοκοῦντα καὶ ὑπὸ τοῦ Ἰαμβλίχου ἐναργέστερον ἐκπεφασμένα. ἤδη δὲ τῶν ῥητῶν ἐχώμεθα. p. 402a1 Τῶν καλῶν καὶ τιμίων τὴν εἴδησιν ὑπολαμβάνοντε ς . Τὸ προοίμιον τὸν σκοπόν τε ἅμα τῆς προκειμένης πραγματείας ὁρίζει καὶ ὡς περισπούδαστον ἀνθρώποις ἅπασι γεραίρει. ἔτι τε συντείνει τὸν ἀκροατὴν τὸ δύσληπτον καθόλου τε τῆς τῶν οὐσιῶν θεωρίας καὶ ἰδίως τῆς ψυχικῆς ἐκφαῖνον. πᾶσαν μὲν οὖν εἴδησιν ἐν τοῖς καλοῖς τε καὶ τιμίοις τάττει, οὐ τὴν ὁποιανοῦν γνῶσιν εἴδησιν προσαγορεύων, ἀλλὰ τὴν ἐπιστημονικήν· κατὰ γὰρ ταύτην ἡμῖν τὸ εἰδέναι, κατὰ δὲ δόξαν τὸ οἴεσθαι. ἀπολείπονται δὲ καὶ φαντασίαι καὶ αἰσθήσεις τῆς εἰδήσεως, συμβεβηκότων ἀεὶ καὶ οὐδεμιᾶς οὐσίας ἀντιλαμβανόμεναι. εἴδησις μὲν οὖν ἡ ἐπιστημονική ἐστι γνῶσις. καλὰ δὲ καὶ τίμια τῷ μὲν ὑποκειμένῳ συντρέχει (καὶ γὰρ πᾶν τὸ ὄντως τίμιον καλόν, καὶ πᾶν τὸ καλὸν τίμιον), τῷ δὲ λόγῳ διαφέρει· καλὸν μὲν γάρ ἐστιν ὡς ἐραστὸν καὶ διʼ αὑτὸ αἱρετόν, τίμιον δὲ διὰ τὸ σεμνὸν καὶ ὑπερέχον, ὑποκλινομένων αὐτῷ τῶν ἄλλων οἷς ἐστι τίμιον. εἰκότως ἄρα ἄνθρωποι ὄντες καὶ κατὰ λόγον οὐσιωμένοι τῶν καλῶν καὶ τιμίων εἶναι ὑπολαμβάνομεν τὴν ἐπιστημονικὴν θεωρίαν, ὡς τὴν ἀρίστην οὖσαν τοῦ λόγου τελειότητα καὶ διὰ τοῦτο ἐφετήν τε αὐτῷ καθʼ αὑτὴν οὖσαν καὶ ἐγγενομένην τὸ ὑπερέχον αὐτῷ δωρουμένην. p. 402a2 Μᾶλλον δ ’ ἑτέραν ἑτέρας ἢ κατὰ ἀκρίβειαν ἢ τῷ βελτιόνων τε καὶ θαυμασιωτέρων εἶνα ι . Ἅπασα μὲν γὰρ ἐπιστήμη καλή τε καὶ τιμία, ἄλλη δὲ ἄλλης καλλίων τε καὶ τιμιωτέρα ἢ τῷ ἀκριβεστέρα εἶναι, ὡς γεωμετρία ἔχει πρὸς τὴν τῶν ἐν οὐρανῷ φαινομένων καταληπτικὴν ἀστρονομίαν, διὰ τὴν πόρρω αὐτῶν ἀπόστασιν ἀπολιμπανομένην τοῦ ἀκριβοῦς, ἢ τῷ βελτιόνων εἶναι, ὡς ἀνάπαλιν ἔχει ἀστρονομία καὶ ἡ περὶ τὰ φαινόμενα πρὸς ὀπτικὴν γεωμετρικήν τινα ὑπάρχουσαν. [5]
de An 11 7
ἀλλʼ αὗται μὲν μαθηματικαὶ οὖσαι πραγματεῖαι τῶν κυρίως ἀπολείπονται ἐπιστημῶν, ὡς μήτε οὐσίας οὖσαι μήτε ἐκ τῶν ἀληθινῶν ἀρχόμεναι αἰτίων· ἀληθινὰ γὰρ τὰ οὐσιώδη εἴδη. εἶεν δʼ ἂν καὶ ἐν ταῖς τῶν οὐσιῶν θεωρητικαῖς ἀκριβέστερον μὲν ἡμῖν τῆς περὶ τῶν οὐρανίων φυσιολογίας ἐγγινομένη ἡ περὶ ζῴων διὰ τὸ προσεχὲς οὐ λανθάνουσα, ἐκείνη δὲ ταύτης τῷ περὶ βελτιόνων εἶναι. βέλτιον μὲν οὖν ἐστι τοῦ ποτὲ ὄντος τὸ ἀίδιον, καὶ τὸ αἰτιώτερον ὡς τέλος ἢ ὡς ποιοῦν ἢ ὡς εἶδος τοῦ αἰτιατοῦ, καὶ ὅλως τὸ θεοῖς πλησιάζον τοῦ μᾶλλον ἀπωτέρω κατʼ οὐσίαν. ἀκριβεστέρα δὲ γνῶσις ἡ ἀναγκαία καὶ ἀπαράλειπτος καὶ ἡ οἰκεία τῷ γνωστῷ. p. 402a3 Δ ι ’ ἀμφότερα ταῦτα τὴν περὶ ψυχῆς ἱστορίαν εὐλόγως ἂν ἐν πρώτοις τιθείημε ν . Διά τε ἀκρίβειαν καὶ διὰ τὸ περὶ βελτίω καὶ θαυμάσια ἔχειν. διὰ γὰρ τὴν πρὸς ἑαυτὴν αὐτῆς τῆς ψυχῆς οἰκειότητα ἐγγυτάτω ὂν τῷ γινώσκοντι τὸ γνωστὸν ἐναργῆ παρέχεται καὶ ἀκριβῆ τὴν τῶν συνθέτων γνῶσιν· καὶ γὰρ ἡ τῶν συνθέτων ἡμῶν αὐτῶν συναίσθησις ἐναργής τε καὶ ἀκριβής. ἡ δὲ κατὰ νοῦν καὶ λόγον τῆς ψυχῆς αὐτῆς εἰς ἑαυτὴν ἐπιστροφὴ ἀπαθῶς γινομένη ἔτι ἐναργεστέρα καὶ ἀκριβεστέρα. ἀλλὰ καὶ αὐτῇ τῇ πρὸς ἑαυτὴν ἐπιστροφῇ ἀσώματον καὶ χωριστὴν σωμάτων ἑαυτὴν εὑρίσκουσα καὶ γνωστικὴν καὶ ἑαυτῆς κυρίαν διὰ τὸ κατὰ βούλησιν ζῆν καὶ ἀρχικὴν ὡς βελτίστην θαυμάσεται ὡς οὐκ ἀπεσπασμένην τῶν πρώτων αἰτίων. οὐ γὰρ ὡς αὐτόθεν πρώτην, ἀλλʼ ὡς ἐν τοῖς πρώτοις φησί, διὰ τὴν οἷον συνεχῆ πρὸς αὐτὰ ὑπόβασιν. ἡ δὲ ἱστορία ἀντὶ τῆς ἐπιστήμης εἴληπται νῦν· ἴσμεν γάρ φαμεν ὅσα ἀκριβῶς γινώσκομεν. p. 402a4 Δοκεῖ δὲ καὶ πρὸς ἀλήθειαν ἅπασαν ἡ γνῶσις αὐτῆς μεγάλα συμβάλλεσθα ι , μάλιστα δὲ πρὸς τὴν φύσιν · ἔστι γὰρ οἷον ἀρχὴ τῶν ζῴω ν . Καὶ καθʼ αὑτὴν μὲν ἡ περὶ ψυχῆς εἴδησις καλή τε καὶ τιμία ὡς εἴρηται, μειζόνως δὲ εἰ καὶ πρὸς πᾶσαν ἀλήθειαν μεγάλα ἡ γνῶσις αὐτῆς συντελεῖ, τουτέστι πρὸς τὴν τῶν ὄντων ἐπιστημονικὴν γνῶσιν. ἀλήθειαν γὰρ νῦν οὐ τὴν αἰσθητικὴν οὐδὲ τὴν δοξαστικὴν ἀκουστέον, ἀλλὰ τὴν ἐπιστημονικὴν καὶ τὴν τῶν οὐσιῶν, πρὸς ἣν οὐ μόνον συμβάλλεται ἡ τῆς ψυχῆς γνῶσις, ἀλλὰ καὶ μεγάλως· πρὸς μὲν τὴν περὶ τῶν ὄντων, ἐπειδὴ ὡς ἐν τοῖς Περὶ ζῴων μορίων ἔφη, οὐκ ἄνευ τῆς τοῦ νοῦ γνώσεως τὸ νοητὸν οἷόν τε γνῶναι, οὐδʼ ἄνευ τῆς τοῦ ἡμετέρου νοῦ, εἴ γε ἡμῖν ὁπωσοῦν γνωστὰ τὰ νοητά. [35]
de An 11 8
ὁμοίως μὲν οὖν οὐδὲ τὰ αἰσθητὰ ἄνευ τῆς τοῦ αἰσθητικοῦ, ἀλλʼ ἐπεὶ οὐκ ἐπιστητὰ οὐδὲ οὐσίαι, λόγος δὲ καὶ νοῦς ὁ τῶν οὐσιῶν καὶ τῶν φυσικῶν θεωρητικός, ἡ τούτου γνῶσις καὶ πρὸς τὴν τῶν φυσικῶν γνῶσιν ὡς ἐπιστητῶν ἱκανῶς συντελεῖ. ἔτι διὰ τὸ μέσην τῶν τε ἀληθῶς νοητῶν καὶ τῶν φυσικῶς ὄντων καὶ τῶν ἀμερίστων τε καὶ μεριστῶν εἶναι τὴν ψυχὴν καὶ ἡ περὶ αὐτῆς θεωρία ἱκανὴ πρὸς τὰς τῶν ἄκρων συμβάλλεσθαι φιλοσοφίας· πρὸς μὲν τὴν πρώτην διὰ τὴν πρὸς τὰ ἄλλα τῆς ψυχῆς ὁμοιότητα (ἐκ γὰρ τῶν μέσων ῥᾴων ἡ πρὸς τὰ κρείττω ἀναφορά), πρὸς δὲ τὴν φυσικὴν μάλιστα διὰ τὸ ὡς ἐξ αἰτίας τὰ αἰτιατὰ γινώσκειν ἐπιστημονικὸν ὑπάρχειν. εἰκότως οὖν μάλιστα πρὸς τὴν φύσιν, διότι ἡ ἐξ αἰτίων τῶν αἰτιατῶν γνῶσις κυριωτέρα τῆς ἐκ τῶν αἰτιατῶν εἰς τὰ αἴτια ἀναγομένης. ἐκ δὲ τῆς ψυχῆς τὰ φυσικὰ ὡς ἐξ ἀρχῆς ἤρτηται· κυριώτατα γὰρ τῶν φυσικῶν τὰ ζῷα, ὧν οἷον ἀρχ ή, φησίν, ἡ ψυχή, τὸ οἷον προσθείς, ὅτι τὸ εἶδος καὶ ἡ νοερὰ καὶ ἡ ἀμέριστος οὐσία ὄντως ἀρχή, ἡ δὲ ψυχὴ ἐκβᾶσα τῆς ἀμερίστου καθαρῶς οὐσίας καὶ τῆς ἀληθῶς ἀρχῆς ἀπολείπεται. καὶ γὰρ ἡ εἰδητικὴ ἀρχὴ ἀμέριστος (πᾶν γὰρ εἶδος ὅρος καὶ οὗ ἕνεκα· τελειότης γάρ) καὶ τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· νοῦς γὰρ τὸ πρώτως κινοῦν. δοκεῖ δὲ ἔφη οὐχ ὡς ἀμφισβητῶν, ἀλλʼ ὡς καὶ ὑπὸ τῶν ἄλλων ὁμολογούμενον. p. 402a7 Ἐπιζητοῦμεν δὲ θεωρῆσαι καὶ γνῶναι τήν τε φύσιν αὐτῆς καὶ τὴν οὐσία ν . Σαφέστερον τὸν σκοπὸν ἐκτίθεται διὰ τούτων, τῆς τε ψυχικῆς οὐσίας καὶ τῶν καθʼ αὑτὰ ὑπαρχόντων αὐτῇ τε τῇ ψυχῇ καὶ διʼ ἐκείνην τοῖς ζῴοις ὄντα θεωρητικόν τε καὶ γνωστικόν. δηλοῖ δὲ ἡ μὲν θεωρία τὴν ἐκ τῆς ἐναργείας καὶ ἐκ τῶν τῇ αἰσθήσει φαινομένων ἀναφορὰν εἰς τὴν περὶ αὐτῆς ἀλήθειαν, ἡ δὲ γνῶσις τὴν κατὰ λόγον ἐπιστημονικὴν κατάληψιν. ἡ δὲ φύσις οὔτε τὸ γένος δοκεῖ μοι δηλοῦν (οὐ γὰρ συνήθης ἡ χρῆσις) οὔτε ἐκ παραλλήλου ταὐτὸν τῇ οὐσίᾳ σημαίνει· ἀλλʼ ἡ μὲν τὸ ὅσον αὐτῆς πρὸς τὰ φυσικῶς ὄντα ἀποκλῖνον δηλοῖ, ἡ δὲ οὐσία τὸ πρὸς τὰ νοητὰ συγγενὲς καὶ χωριστόν. p. 402a8 Εἶ θ ’ ὅσα συμβέβηκ ε . Τὰ καθʼ αὑτὰ δηλαδή· τὰ γὰρ ὡς ψυχῇ. καὶ ἐπεὶ προηγεῖται κατὰ τὴν ἐξ αἰτίων γνῶσιν ἐπιστημονικὴν οὖσαν ἡ τῆς οὐσίας τῆς τῶν συμβεβηκότων, βουλόμεθα δὲ γενέσθαι ἐπιστήμονες, εἰκότως ἐπιζητοῦμεν πρότερον γνῶναι τὴν οὐσίαν, εἶ θ ’ ὅσα συμβέβηκε ν. [35]
de An 11 9
ἀλλʼ ἐπεὶ ἐκ τῶν ἡμῖν γνωριμωτέρων ἐπὶ τὰ φύσει πρότερα ἡ μάθησις, ἀναγκαίως ἐν τῇ διδασκαλίᾳ ἀπὸ τῶν συμβεβηκότων τὴν οὐσίαν αἱρεῖ, ὧν τὰ μὲν ἴδια πάθη τῆς ψυχῆς εἶναι δοκε ῖ, πάθη λέγων οὐ τὰ ὁπωσοῦν αὐτῇ ὑπάρχοντα (οὐ γὰρ καὶ τὰς μονίμους αὐτῆς νοερὰς ἐνεργείας), ἀλλʼ ὅσα τῷ παθεῖν τι αὐτὴν ὑπάρχει, οἵα ἡ εἰς σῶμα ῥοπὴ καὶ ὅλως ἡ κατὰ προβολὴν ζωή· ἐν γὰρ ἀποστάσει πως τῇ ἀφʼ ἑαυτῆς, τοῦτο δὲ πάθος· ἐπεὶ ἡ μόνιμος ἐνέργεια ἡ αὐτὴ τῇ οὐσίᾳ καὶ οὐ συμβεβηκός. τῶν δὲ συμβεβηκότων, ἃ καὶ πάθη ἔφη, τὰ μέν ἐστιν ἴδια τῆς ψυχῆς, ὡς ἡ θεωρητικὴ αὐτῆς γνῶσις οὐδὲν αἰσθήσει ἢ φαντασίᾳ ἢ ὅλως τῷ σώματι χρωμένη· ὅση δὲ αἰσθητικὴ καὶ φανταστικὴ καὶ ἡ ταύταις χρωμένη πρακτικὴ γνῶσις, κοινὴ καὶ τοῖς ἄλλοις ζῴοις ὑπάρχει. οὐδὲ μόνων ἐστὶ τῶν ζῴων, ἅπερ ἐστὶ τὰ σύνθετα, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς. ὡς γὰρ ἐρεῖ, ἢ ἄρχεται ἐξ αὐτῆς ἢ λήγει εἰς αὐτήν. p. 402a10 Πάντῃ δὲ καὶ πάντως ἐστὶ τῶν χαλεπωτάτων λαβεῖν τινα πίστιν περὶ αὐτῆ ς . Αἱρετὴν ἐκ τῶν εἰρημένων τὴν περὶ ψυχῆς ἐπιδείξας θεωρίαν καὶ ὅτι μάλιστα ἐπιζητοῦμεν τὴν οὐσίαν αὐτῆς γνῶναι προειπών, συντείνων τοὺς φιλοθεάμονας τῶν ὄντων, τὸ δύσληπτον πρῶτον μὲν καθόλου τῆς τῶν οὐσιῶν γνωστικῆς μεθόδου ὑπομιμνήσκει. οὔτε γὰρ εἰ μία ἢ πλείους ῥᾴδιον γνῶναι· καὶ γὰρ ἂν μία δόξειεν, ἐπεὶ καὶ αὐτὴ ἡ ζητουμένη οὐσία κοινὴ καὶ μία τις ἐν πᾶσιν εἶναι δοκεῖ καὶ ἡ τοῦ ὄντος κοινωνία, καὶ διὰ τὸ μίαν παραδίδοσθαι μέθοδον, ἐπὶ μὲν τῶν ἁπλῶν ἰδιοτήτων τὴν κατʼ ἐπιβολὴν σύνεσιν, ᾗ τοὺς ὅρους γινώσκομεν, ἐπὶ δὲ τῶν ἐκ πλειόνων τὴν ὡς ἐκ γένους καὶ διαφορῶν· καὶ πλείους αὖ διὰ τὴν ἑτερότητα τῶν τε γενῶν καὶ τῶν διαφορῶν καὶ δηλονότι καὶ τῶν εἰδῶν. εἴτε δὲ μία εἴτε πλείους εἴτε, ὅπερ ἀληθές, καὶ μία καὶ πλείους, οὐκ εὔκολος αὐτῆς ἡ κατάληψις, ἐπειδὴ καὶ πᾶσα ἐπιστημονικὴ ἕξις δύσληπτος, φύσεώς τε δεομένη ἐπιτηδείας καὶ γυμνασίας μακρᾶς καὶ διακεκαθαρμένης τῆς λογικῆς ζωῆς, εἰ μέλλοιμεν ὀρθῶς πάντως τοῦ προτιθεμένου τὴν οὐσίαν εὐέκτως αἱρεῖν. ἀλλὰ τοῦτο τὸ ζήτημα οὐκ ἴδιον τῆς περὶ ψυχῆς θεωρίας, κοινὸν δέ φησι πολλοῖς ἑτέροις, ἐφʼ ὅσων τὸ τί ἐστι ζητοῦμεν· κοινὴ γὰρ τούτων ἁπάντων ἡ ὁριστική. εἶτα ὅτι μία μετὰ παραμυθίας ὑποθέμενος (ὡς γὰρ μία ἡ τῶν καθʼ αὑτὰ ὑπαρχόντων ἐπιστήμη, ἥπερ ἐστὶν ἡ ἀποδεικτική, οὕτω καὶ ἡ τοῦ τί ἦν εἶναι μία ἡ ὁριστική, ἐπεὶ καὶ ἡ διαιρετικὴ μία καὶ ἡ ἀναλυτικὴ ὡσαύτως), ζητητέον φησὶ τὴν μέθοδον ταύτην οὕτω δηλαδὴ ὡς ἕξιν κτήσασθαι ὁριστικήν. ἐπεὶ δὲ καὶ πολλαὶ τρόπον τινὰ (ὑπέμνησεν δὲ καὶ τοῦτο διὰ τοῦ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπο ς· δεῖ γὰρ ἐφʼ ἑκάστου ἰδιοτρόπως τῇ κοινῇ χρήσασθαι μεθόδῳ)· ἐπεὶ οὖν καὶ πολλαί, ἔτι χαλεπώτερον γίνεται τὸ πραγματευθῆναι, τουτέστι τὸ τὴν ἴδιον ἑκάστου ἑλεῖν οὐσίαν. [35]
de An 11 10
τὸ δὲ ἐπιφερόμενον τὸ ἐὰν δὲ φανερὸν ᾖ , πότερον ἀπόδειξις καὶ τὰ ἑξῆς ἐξήγησις εἶναί μοι τοῦ προειρημένου δοκεῖ τοῦ δεήσει γὰρ λαβεῖν περὶ ἕκαστον τίς ὁ τρόπος, ὡς ἑπομένου τούτου καὶ τοῖς μίαν ἡντιναοῦν τὴν τοῦ τί ἐστιν ὁμολογοῦσι μέθοδον. ἕπεται γὰρ καὶ τούτοις ζητεῖν, ἐκ τίνων ἀρχῶν ὁ ἴδιος ἑκάστου ἀποδοθήσεται ὁρισμός. p. 402a21 Ἄλλαι γὰρ ἄλλων ἀρχα ί . Ἕτεραι γοῦν ἀριθμῶν καὶ ἕτεραι ἐπιπέδων καὶ ἄλλαι τῶν φυσικῶν καὶ ἐπὶ πάντων ὁμοίως. κατὰ συμβεβηκὸς δὲ ἴδια τὰ ἀποδεικνύμενα λέγεται, κἂν οὐσιώδη ᾖ, ὅτι ὡς ἄλλο ἄλλου κατηγορεῖται πᾶν δεικνύμενον καὶ διὰ τοῦτο μὲν συμβεβηκὸς ὡς σὺν ἄλλῳ βεβηκός· ἴδιον δέ, ἐπειδὴ καὶ τὸ κοινὸν πλειόνων ἰδιοτρόπως χρὴ γινώσκεσθαι διὰ τῆς ἀποδείξεως. οὕτω μὲν οὖν πρῶτον κοινῇ τὸ δύσληπτον τῆς ὁριστικῆς ὑπέμνησεν ἕξεως. προστίθησι δὲ καὶ τὴν ἴδιον ἐπὶ τῆς ψυχικῆς οὐσίας χαλεπότητα, ἅμα καὶ τὰ προβλήματα ἐκτιθέμενος περὶ ὅσων ζητήσει διὰ τοῦ· p. 402a22 Πρῶτον δ ’ ἴσως ἀναγκαῖον διελεῖ ν , ἐν τίνι τῶν γενῶν καὶ τί ἐστι ν . Ἐπείπερ ἐν τοῖς ὁριστικοῖς λόγοις πρὸ πάντων ἐστὶ τὸ γένος λαμβανόμενον καὶ τότε ἡ διαφορά, διότι ἀμέριστον τὸ εἶδος καὶ ἀμερίστως τό τε ὡρισμένον καὶ χαρακτηριστικὸν συνειληφός, ὁ λόγος ἅμα τε διαιρῶν καὶ συνάγων ἰδίᾳ πρῶτον αὐτοῦ ἐμφαίνει τὸ ὡρισμένον, ἔπειτα δὲ τὸ χαρακτηριστικόν, ὧν τὸ μὲν ἐν τῷ τί ἐστι, τὸ δὲ ἐν τῷ ὁποῖόν τί ἐστι γινώσκεταί τε καὶ λέγεται. διὸ καὶ αὐτὸς εἰπὼν ἐν τίνι τῶν γενῶν ἀναγκαῖον διελεῖν προστέθεικε καὶ τί ἐστ ι, σαφηνίζων τί δηλοῖ τὸ ἐν γένει εἶναι, ὅτι καθʼ ὅ τί ἐστιν, ὥσπερ ἐν διαφοραῖς καθʼ ὃ τοιόνδε. ἀμφισβητεῖται δὲ ἐπὶ ψυχῆς, εἰ τὸ γένος αὐτῆς οὐσία ἢ ποιὸν ἢ ποσό ν. διὸ καὶ τούτων εἰδικῶς τῶν τριῶν ἐμνήσθη κατηγοριῶν, ὡς ἐν ταῖς φερομέναις δόξαις τῶν τριῶν λεγομένων, προσθεὶς δὲ τὸ ἢ καί τις ἄλλη τῶν διαιρεθεισῶν κατηγοριῶν διὰ τὸ ἐνδέχεσθαί τινας καὶ ὑπʼ ἄλλην αὐτὴν ἄγειν. οἱ μὲν οὖν Πυθαγόρειοι καὶ Πλάτων οὐσίαν αὐτήν φασιν· οἱ δὲ ἁρμονίαν σωμάτων εἰπόντες καὶ οἱ τοιάνδε κρᾶσιν ἐν τῷ ποιῷ τίθενται. Ξενοκράτης δὲ ἀριθμὸν αὐτὴν θέμενος ἐν ποσῷ δοκεῖ. p. [35]
de An 11 11
402a25 Ἔτι δὲ πότερον τῶν ἐν δυνάμει ἢ μᾶλλον ἐντελέχειά τις · διαφέρει γὰρ οὔ τι σμικρό ν . Ἡ μὲν πρώτη καὶ εἰλικρινὴς ἐντελέχεια τὸ εἶδός ἐστιν· ἡ γὰρ ἐνέργεια καὶ ἡ τελειότης τὸ εἶδος. ἐν δυνάμει δὲ ὂν οὐχ ἡ ὕλη μόνη ὡς ἀτελὴς καθʼ αὑτὴν ἐν τῷ δεκτικῷ τῶν εἰδῶν οὐσιωμένη, ἀλλὰ καὶ πᾶν τὸ εἰδοπεποιημένον, μάλιστα δὲ τὸ σύνθετον διὰ τὴν πρὸς ὕλην κοινωνίαν· ἤδη δὲ καὶ πᾶν τὸ σῶμα κἂν ἄυλον ᾖ, ὡς μὴ καθʼ ἑαυτὸ μηδʼ ὑφʼ ἑαυτοῦ ζῶν, ἀλλʼ ἑτέρωθεν· οὐ γὰρ ὡς σῶμα. ἡ δὲ ψυχὴ κατὰ μὲν ἀλήθειαν μέση τῶν εἰδῶν καὶ τῶν εἰδοπεποιημένων ὡς ὅλη διʼ ὅλης ἑαυτῆς τὴν πρὸς ἑκάτερον ἐμφαίνουσα κοινωνίαν. ἀξιοῦται δὲ ὑπὸ Ἀριστοτέλους διὰ τὸ ἀφʼ ἑαυτῆς ζῆν τε καὶ ἐγείρεσθαι, καὶ ὡς κινητικὴ τῶν σωμάτων ἀρχὴ οὐ πρὸς τὸ ὁριζόμενον ἀλλὰ πρὸς τὸ ὁρίζον ἀποκλίνειν. διὸ καὶ οὕτω πως ἔφη ἢ μᾶλλον ἐντελέχεια, ἐπειδὴ οὐκ εἰλικρινῶς οὐδὲ ἁπλῶς, εἴ γε καὶ ἡ λογικὴ ψυχὴ καὶ ὁ μετεχόμενος ὑπʼ αὐτῆς νοῦς δυνάμει τε καὶ ὑλικὸς λέγεται. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ τὸ τὶς πρόσκειται, ὅτι μὴ ἀπροσδιορίστως καὶ ἁπλῶς ἐστιν ἐντελέχεια, ἀλλʼ ὑποβεβηκότως. ὅθεν οὐδὲ ἀεὶ κατὰ τὴν τελείαν ἵσταται ἐνέργειαν, ἀλλʼ ἐνίοτε κατὰ τὴν ἀτελεστέραν τὴν κατὰ τὴν ἕξιν. ἐν δυνάμει δὲ ὂν καὶ τὸ εἰδοποιούμενον θέμενος, ὅπερ ἐντελεχείᾳ μέν ἐστιν, οὐ μὴν ἐντελέχεια (αὕτη γὰρ τὸ εἶδος), εἰκότως τῷ ἐν δυνάμει οὐ τὸ ἐντελεχείᾳ, ἀλλὰ τὴν ἐντελέχειαν ἀντιτέθεικεν. ἐν μὲν γὰρ ἐντελεχείᾳ τὸ εἰδοποιηθέν, τὸ δὲ εἶδος οὐκ ἐν αὐτῇ, ἀλλʼ αὐτή, ὅπερ οὐ σμικρὸν διαφέρει. ἡ μὲν γάρ ἐστι καθʼ αὑτὴν οὐσία, ὡς ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ μανθάνομεν, ἡ δὲ καθʼ ἕτερον, καὶ ἡ μὲν πρώτη ἡ δὲ δευτέρα, καὶ ἡ μὲν αἰτία ἡ δὲ αἰτιατή. p. 402b1 Σκεπτέον δὲ καὶ εἰ μεριστὴ ἢ ἀμερή ς . Μεριστὴ μὲν ἁπλῶς ἡ σωματικὴ οὐσία πᾶσα, ἄλλων ἀλλαχοῦ τῶν μορίων κειμένων· ἀμέριστος δὲ εἰλικρινῶς ἡ νοερά· πολὺ δὲ βάθος ἔχουσα καὶ ἡ μεταξὺ ἀμφοῖν οὐσία, ἐν ᾗ καὶ ἡ ψυχή. δηλοῖ δὲ τὴν μὲν εἰς τὸ μεριστὸν αὐτῆς ὑπόβασιν ἡ κατὰ ἀπόστασιν τοῦ γνωστοῦ ἀντίληψις καὶ ἡ ἀφʼ ἑτέρων εἰς ἕτερα μετάβασις καὶ ἡ κατὰ μέρος ἐπὶ τῶν ζητουμένων διέξοδος· τὴν δὲ τοῦ ἀμερίστου μέθεξιν ἡ κατὰ τὸ γνωστὸν τῆς γνώσεως στάσις (ἕνωσις γὰρ ἀμφοῖν ἥδε ἀμερής) καὶ ἡ καθʼ ὅρους ἀεὶ ἐν τῇ μεταβολῇ βάσις καὶ ἡ μετὰ τὴν κατὰ μέρος διέξοδον εἰς ἓν συναγωγή. ὁ δὲ Ἀριστοτέλης ὥσπερ πρὸς τῷ εἴδει, οὕτω καὶ πρὸς τῷ ἀμερίστῳ μᾶλλον τίθεται τὴν ψυχήν, τοῦτο μὲν ὡς οὐ μεριστήν, τοῦτο δὲ ὡς οὐ μόνον τῶν μεριστῶν, ἀλλὰ καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας ἐξῃρημένης τῆς λογικῆς ψυχῆς. p. [35]
de An 11 12
402b1 Καὶ πότερον ὁμοειδὴς ἅπασα ψυχὴ ἢ ο ὔ . Καὶ τοῦτο εἰς ζήτησιν προβάλλεται, εἰ ὁμοειδεῖς ἀλλήλαις αἱ ψυχαὶ πᾶσαι, ἡ φυτικὴ ἡ αἰσθητικὴ ἡ λογική. ὁμοειδῆ δὲ δηλαδὴ τὰ καθʼ ἓν τὸ εἰδικώτατον ὁριζόμενα εἶδος· τὰ γὰρ κατά τι κοινότερον ὁμογενῆ, οὐχ ὁμοειδῆ. ζητήσεως δὲ τὸ προκείμενον ἀξιοῦται διὰ τοὺς τὴν διαφορὰν ἐν τοῖς συνθέτοις ἀπὸ τῆς ὕλης, ἀλλὰ μὴ ἐκ τοῦ εἴδους εἰσάγοντας, ὡς ἐπὶ τῶν αὐλῶν, φασί, διάφοροι οἱ ἐκ τῶν ἔγγιον καὶ τῶν ἀπωτέρω τρήσεων ἀποδίδονται ἦχοι, ἑνὸς ὅμως ὄντος τοῦ ἐμφυσωμένου πνεύματος. ἀλλʼ οὐ κατʼ εἶδος οὐδὲ κατʼ οὐσίαν, φήσομεν, ἡ διαφορά. ὡς γὰρ τὸ μακρότερον καὶ βραχύτερον οὐ ποιεῖ κατʼ εἶδος ἐν τοῖς ἀνθρώποις ἐναλλαγήν, οὕτως οὐδὲ τὸ βαρύτερον καὶ ὀξύτερον τὸν αὐλητικὸν ἦχον κατʼ εἶδος ἐξαλλάττει, ἐπεὶ πᾶσα οὐσία καὶ τὸ εἶναι καὶ τὸ τοιάδε εἶναι κατά τι ἔχουσα εἶδος κατὰ τοῦτο ἂν καὶ τὴν πρὸς τὰς ἄλλας ἔχοι ἑτερότητα. καὶ γὰρ ἡ ἐν τοῖς ὀργάνοις καὶ ἡ ἐν ταῖς ὕλαις ἑτερότης ἢ ἐκ τῶν διαφόρων ἥκει εἰδῶν ἢ ἐκ τῶν ἐν τῷ ἑνὶ εἴδει διαφόρων λόγων. ἕπεται δὲ τῷ ὁμοειδεῖς τὰς ψυχὰς ὑποτιθεμένῳ τὸ καὶ τὰς διαφόρους ἐν μιᾷ ψυχῇ δυνάμεις ὁμοειδεῖς ὑποτίθεσθαι, ὡς εἶναι κατʼ εἶδος ἐν ἡμῖν ἀδιάφορον τὴν φυτικήν τε καὶ αἰσθητικὴν καὶ λογικὴν καὶ ὅσαι ἄλλαι. οὐ μὴν εἰ ἀνομοειδεῖς αἱ τῶν διαφόρων ζῴων οἷον ἡ ἵππου αἰσθητικὴ τῆς ἀνθρώπου (ἡ μὲν γὰρ ἄλογος ἡ δὲ λογική), ἤδη καὶ αἱ ἐν ἀνθρώπῳ πλείους δυνάμεις ἀνομοειδεῖς, ἡ αἰσθητικὴ φέρε καὶ ἡ δοξαστική· πᾶσαι γὰρ ἀνθρώπειαι καὶ καθʼ ἓν εἰδικώτατον τὸ ἀνθρώπειον χαρακτηρίζονται εἶδος, ἀλλὰ λόγοις διαφόροις· πολλοὶ γὰρ οἱ καθʼ ἕκαστον εἶδος λόγοι. p. 402b2 Εἰ δὲ μὴ ὁμοειδή ς , πότερον εἴδει διαφέρουσα ἢ γένε ι . Κἂν γὰρ πᾶσαι ψυχαὶ καὶ ζωαί τινες, ἀλλὰ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀλλήλων διαφέρουσαι οὐδʼ ἂν ὑφʼ ἓν τελοῖεν γένος· τοιαῦτα γὰρ τὰ ὁμοταγῆ, τὰ δὲ ὕστερα τοῖς πρώτοις ὡς τὰ ἀφʼ ἑνὸς καὶ πρὸς ἓν κοινωνεῖ. p. 402b3 Νῦν μὲν γὰρ οἱ λέγοντες καὶ ζητοῦντες περὶ ψυχῆς περὶ τῆς ἀνθρώπου μόνον ἐοίκασιν ἐπισκοπεῖ ν . Εἰς τὸν Τίμαιον ἔοικεν ἀποτείνεσθαι, εἰς τὸν ἄνθρωπον ἐν τῇ φυσιολογίᾳ καὶ τὰς τούτου ζωὰς καταλήξαντα, ὡς αὐτὸς καὶ ἐπὶ τὰς τῶν ἄλλων ζῴων τε καὶ φυτῶν ψυχὰς διατείνειν τὴν θεωρίαν μέλλων. δοκεῖ δέ μοι καὶ ὁ Τίμαιος ἀφιέναι τὸν ἴδιον περὶ τῶν ἐν τοῖς ἄλλοις λόγον ὡς ἐκ παραδείγματος τοῦ δευτέρου καὶ τρίτου μέρους τῆς ἀνθρωπείας ἀξιῶν τὰς ἐν τοῖς ἄλλοις αἱρεῖν. p. [35]
de An 11 13
402b5 Εὐλαβητέον δ ὲ , ὅπως μὴ λαθάν ῃ , πότερον εἷς ὁ λόγος αὐτῆς ἐστ ι , καθάπερ ζῴο υ . Εἰ μὲν γὰρ ὁμοειδεῖς πᾶσαι, εἷς ἔσται πάσης λόγος, ὥσπερ καὶ ἀνθρώπου καὶ ὡς αὐτὸς ἔφη ζῴο υ, εἰ δὲ ἀνομοειδεῖς, καθʼ ἕκαστον εἶδος ἕτερος ἀποδοθήσεται λόγος. p. 402b6 Οἷον ἵππου κυνός ἀνθρώπου θεο ῦ . Θεοῦ τοῦ οὐρανίου λέγων ζῴου. ἐπεὶ δὲ καὶ τῶν ἀνομοειδῶν ἑκάστου ὁ τοῦ γένους κατηγορεῖται λόγος, τὴν διαφορὰν ὑπογράφων τοῦ εἰδητικοῦ λόγου πρὸς τὸν τοῦ γένους ἐπάγει· p. 402b7 Τὸ δὲ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερο ν . Ἅπαν μὲν γὰρ εἰδικώτατον εἶδος οὐσίας αὐτοτελῆ δηλοῖ ὕπαρξιν καὶ καθʼ ἑαυτὴν οὐσιωμένην, κἂν ἔνυλον ᾖ, οὐκ οὐσιωμένον ἐκ τῆς ὕλης ἢ τοῦ συνθέτου, ἀλλʼ αὐτὸ οὐσιοῦν μὲν τὰ σύνθετα, τελειοῦν δὲ τὴν ὕλην εἰς ἐνέργειαν τὸ δεκτικὸν αὐτῆς ἄγον. τὸ δὲ γένος ὡς καθʼ αὑτὸ μὲν ἄνευ τῶν εἰδῶν ὑφεστὼς οὐδέν ἐστιν (ἀεὶ γὰρ μετά τινος εἴδους τοῦ οὐρανίου ἢ ἀνθρωπείου ἢ ἱππίου ἤ τινος ἄλλου) ἢ ὕστερο ν· τὸ γὰρ ἐν ἑκάστῳ εἴδει γένος μετὰ τὸ εἶδος, ἐπειδὴ τὸ μὲν εἶδος ἀμερίστως ἐστὶ τὸ ὅλον, τὸ δὲ γένος καθʼ ἕνα λόγον μερικὸν τῶν ἐν τῷ εἴδει περιεχομένων ὁρίζεται. διὸ ὡς μὲν καθʼ αὑτὸ ὑφεστὼς οὐδέν ἐστιν, ὡς δὲ μερικὸς λόγος ἐν τῷ εἴδει περιεχόμενος ὕστερος τοῦ εἴδους. p. 402b8 Ὁμοίως δὲ κἂν εἴ τι ἄλλο κοινὸν κατηγοροῖτ ο . Οὐ μόνον εἴ τι ἄλλο ὡς γένος κατηγοροῖτο ὡς τὸ φυτόν, ἀλλʼ ἔτι μᾶλλον καὶ εἴ τι ὡς ἐν προτέροις καὶ ὑστέροις κοινὸν ὑπάρχον· οὐδὲ γὰρ τὸ κοινὸν καθαρῶς ἐν τούτοις, ἀλλʼ ὅ τι ἂν φῇς, μετὰ ἐξαλλαγῆς. p. 402b9 Ἔτι δὲ εἰ μὴ πολλαὶ ψυχα ί , ἀλλὰ μόρι α , πότερον δεῖ ζητεῖν πρότερον τὴν ὅλην ψυχὴν ἢ τὰ μόρι α ; Εἰ μὴ πολλαὶ ψυχαί φησιν, τουτέστιν εἰ μὴ κατʼ εἶδος ἀλλήλων διαφέροιεν αἵ τε ἐν τοῖς διαφόροις καὶ ἐν ἑνὶ τῷ ἀνθρώπῳ, ἀλλὰ μόρια τὸ διάφορον οὐ κατʼ εἶδος ἔχοντα διὰ τὸ ἑνὸς εἶναι μόρια, ἀλλὰ κατὰ λόγους, ὡς τὸ κοῦφον καὶ φωτιστικὸν τοῦ πυρός. τοῦτο δὲ ἐπὶ μὲν ἑνὸς ζῴου εἴτε ἀνθρώπου εἴτε τινὸς ἄλλου ἀληθές, ἵνα μία ἡ ἑνὸς ἑκάστου ᾖ ψυχή. εἴτε οὖν μόρια εἴτε δυνάμεις τὰς πολλὰς ἐν ἑκάστῳ λεκτέον ζωάς, ὁμοειδεῖς μὲν κατὰ λόγον δὲ διαφερούσας ῥητέον. [30]
de An 11 14
τὰς δὲ ἐν τοῖς ἀνομοειδέσι ζῴοις κατʼ εἶδος ἐξηλλαγμένας θετέον, ἵνα καὶ προηγουμένως τὸ κατʼ εἶδος αὐτῶν διάφορον ἐκ τῶν ψυχῶν ἐφήκῃ. ἐφʼ ὧν δʼ οὖν μόρια τὰ πολλά, προτίθεται ζητεῖν, πότερον τὸ ὅλον πρότερον ἢ τὰ μόρια θεωρητέον, καὶ ποῖα μὲν τῶν μορίων ἀληθῶς ἐστιν ἀλλήλων ἕτερα, ποῖα δὲ οὐχί. οἷον τὸ φυτικὸν μὲν ἕτερον τοῦ ὀρεκτικοῦ, τὸ δὲ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικὸν οὐ πλείω, ἀλλʼ ἓν πάντα. χαλεπὸς δὲ ὁ περὶ τούτων διορισμός, διότι κατὰ ἀλήθειαν καὶ τῇ οὐσίᾳ μία καὶ πολλαὶ ἡ ψυχή, καὶ καθʼ ὅλην ἑαυτὴν καὶ καθʼ ἑκάστην ζωήν. καὶ γὰρ ἑκάστη μία καὶ πολλαί, μεριστή τέ πως καὶ ἀμέριστος διὰ τὴν μεσότητα, καὶ οὔτε τὸ ταὐτὸν εἰλικρινῶς διʼ ὅλης ἔχουσα ἑαυτῆς οὔτε τὸ ἕτερον διεσπασμένον ἢ ὅλως μεριστὸν παντελῶς. χαλεπὴ δὴ διὰ ταῦτα καὶ δυσδιάκριτος ἐπὶ τῶν μέσων ἡ τῶν ἀντικειμένων θέα διὰ τὴν πρὸς τὰ ἄκρα τῶν μεταξὺ κοινωνίαν. p. 402b11 Καὶ πότερον τὰ μόρια χρὴ ζητεῖν πρότερα ἢ τὰ ἔργα αὐτῶ ν . Ἐπιστημονικὴ μὲν ἡ ἐκ τῆς οὐσίας τῶν ἐνεργειῶν γνωστική, πρὸς ἡμᾶς δὲ σαφεστέρα ἡ ἀνάπαλιν. ἀλλὰ καὶ τὰς ἐνεργείας πρός τι οὔσας διὰ τὴν ἢ ὡς πρὸς γνωστὸν ἢ ὡς πρὸς πρὸς ὀρεκτὸν ἢ ὡς πρὸς τὸ τρέφον ἀπότασιν οὐκ ἂν γνοίημεν ἄνευ τῶν πρὸς ἃ λέγεται· ἅπερ ἀντικείμενα κατὰ τὴν τῶν πρός τι ἀντίθεσιν, οἷον ἀντίβασίν τε καὶ ἀντέρεισιν οὖσαν καὶ σὺν ἀλλήλοις ὑπόστασιν. καὶ ἐναργεστέρα τῆς περὶ τῶν ἐνεργειῶν γνώσεως ἡ περὶ τῶν ἀντικειμένων, ὅταν αἰσθητικώτερα ᾖ τὰ ἀντικείμενα, ὡς αὐτὸ τὸ αἰσθητὸν καὶ τὸ ἐν τούτοις ὀρεκτὸν καὶ ὅσον ἐν τοῖς αἰσθητοῖς νοητόν. τὸ δέ γε ἐξῃρημένον τοῦ ἡμετέρου νοῦ ἐκ τοῦ νοῦ ληψόμεθα μᾶλλον. p. 402b16 Ἔοικε δὲ οὐ μόνον τὸ τί ἐστιν γνῶναι χρήσιμον εἶναι πρὸς τὸ θεωρῆσαι τὰς αἰτίας τῶν συμβεβηκότων καὶ ἑξῆ ς . Ἐπειδὴ τὰ προβλήματα ἐκτιθέμενος καὶ τὴν χαλεπότητα τῆς θεωρίας ἐξέφαινε, τὸ μετὰ τοῦτο εὐπορίας ἀφορμὰς παραδίδωσι, καὶ πρῶτον εἰς τὴν παντὸς ὁρισμοῦ εὕρεσιν. ἐπιστημονικὸν μὲν γὰρ ἐκ τοῦ τί ἐστι τουτέστιν ἐκ τοῦ τὸ εἶναι ἐκφαίνοντος ὁρισμοῦ τὰ καθʼ αὑτὰ συμβεβηκότα θεωρεῖν ταῖς οὐσίαις, διότι ἐξ αἰτίου ἡ θεωρία· αἰτία γὰρ τῶν συμβεβηκότων ἡ οὐσία. οὐσίαν δὲ ἀκουστέον νῦν κοινότερον πᾶν εἶδος, κἂν ὑπὸ ἡντιναοῦν τελῇ κατηγορίαν. τὸ γοῦν εὐθὺ καὶ τὸ τρίγωνον εἴληπται, οἷς τὰ συμβαίνοντα ἐκ τοῦ ὁρισμοῦ αὐτῶν γνωρίζομεν. ὁ γὰρ ὁρισμὸς οἰκείως τὸ εἶναι αὐτῶν ἐκφαίνων παρασκευάζει ἡμᾶς ῥᾳδίως καὶ τὰ καθʼ αὑτὰ ὑπάρχοντα τῷ τοιῷδε ὄντι γνωρίζειν. ἐπιστημονικὸν οὖν τοῦτο, ἐπειδὴ τὸ ἑκάστου ὂν τῶν ὑπαρχόντων αὐτῷ αἴτιον. ἀλλὰ τὸ ὂν ἐνίοτε οὐκ ἐξ ἑαυτοῦ ὂν γνώριμον ἀνάπαλιν ἐκ τῶν καθʼ αὑτὰ συμβεβηκότων αὐτῷ, ὧν καὶ ἡ αἴσθησις καὶ ἡ φαντασία ἀντιληπτική, γινώσκεται. [35]
de An 11 15
ἐπὶ μὲν οὖν τῶν μαθημάτων γνώριμον τὸ τί ἦν εἶναι ἑκάστου διὰ τὸ ποσὰ ἄττα ἢ ποιὰ εἶναι τὰ ὁριζόμενα, ὧν καὶ ἡ αἴσθησις καὶ ἡ φαντασία ἀντιληπτική. ὅσα δὲ οὐσίαι, ὧν λόγος καὶ νοῦς θεωρητικός, οὐκ ἐξ αὐτῶν φανερὰ τοῖς κατʼ αἴσθησιν ζῶσιν, ἀλλʼ ἐκ τῶν συμβεβηκότων αὐτοῖς ἡ ἐπʼ αὐτὰ ἀναφορά· ὃς δὴ τρόπος ἐπὶ ψυχῆς ἀναγκαῖος. ἐν δὲ τῷ· p. 402b25 Πάσης γὰρ ἀποδείξεως ἀρχὴ τὸ τί ἐστιν ὁ αἰτιολογικὸς πρόσκειται σύνδεσμος δηλῶν ὡς καὶ διὰ τοῦτο περισπούδαστος ἡ τῆς οὐσίας θεωρία διὰ τὸ καὶ ἀρχὴν ἔχειν ἀποδείξεως. ἀπόδειξις δὲ ἡ ἐκ τοῦ τί ἐστι τὰ συμβεβηκότα συλλογιζομένη, ἀλλʼ οὐχὶ ἀνάπαλιν ἡ ἐκ τούτων εἰς τὴν οὐσίαν ἀναδρομή. φησὶν οὖν ὡς ἕξομέν τι λέγειν περὶ τῆς οὐσίας κάλλιστα, ἵνα καὶ ἀποδείξεως ἡμῖν ἀρχὴ ᾖ τὸ τί ἐστι ν. ἐφʼ οἷς οἷον πόρισμα ἐπάγει πρὸς διάκρισιν τῶν τε ὀρθῶς καὶ τῶν οἷον ὑπογραφικῶς καὶ ἐπιπολαίως ἀποδιδομένων ὁρισμῶν. ἐκ μὲν γὰρ τῶν τῆς φύσεως τοῦ ὑποκειμένου ἐχομένων ὅρων ἢ ἐναργέστερον ἢ ἀμυδρότερον ἀκολουθεῖ ἡ τῶν συμβεβηκότων γνῶσις· εἰ δὲ μὴ ἕπεται, διαλεκτικῶς εἴρηνται καὶ κενῶς ἀντὶ τοῦ λογικῶς καὶ οὐ φυσικῶς. εἴωθε γὰρ τῷ φυσικῶς ἀντιδιαστέλλειν τὸ λογικῶς τὸ κατὰ τὸ φαινόμενον καὶ ἔνδοξον, ἀλλʼ οὐ κατὰ τὴν φύσιν καὶ τὸ εἶναι τῶν πραγμάτων εἰλημμένον· οὐ γὰρ ἐπὶ τῆς πραγματειώδους, ἀλλʼ ἐπὶ τῆς ἐνδόξου γνώσεως τὸ τῆς διαλεκτικῆς αὐτὸς φέρει ὄνομα. καὶ ὡς τῆς φύσεως καὶ τοῦ βάθους τῶν ὄντων ἀποπίπτον κενὸν προσαγορεύει. p. 403a3 Ἀπορίαν δὲ ἔχει καὶ τὰ πάθη τῆς ψυχῆ ς , πότερόν ἐστιν ἅπαντα κοινὰ καὶ τοῦ ἔχοντος ἢ ἔστι τι καὶ τῆς ψυχῆς ἴδιον αὐτῆ ς . Πάθη μὲν ὡς καὶ πρότερον ἔφαμεν ψυχῆς οὐχ ἁπλῶς πᾶσαν αὐτῆς καλεῖ ἐνέργειαν, ἀλλὰ τῆς παθούσης καὶ ἔξω ἀφʼ ἑαυτῆς προϊούσης· οὐ γὰρ δὴ καὶ τὰς μονίμους αὐτῆς ἐνεργείας καὶ μὴ ἀφισταμένας τῆς οὐσίας, ἀλλὰ συνδρόμους οὔσας αὐτῇ. ἀξιοῖ δὲ ἀπὸ τούτων ὡς ἀπὸ φανερῶν εἰς τὴν ψυχικὴν ἀνάγεσθαι οὐσίαν, καὶ πρός γε εἰς τὰς τῇ οὐσίᾳ συνδρόμους ἐνεργείας, τὸ κρύφιον καὶ ταύτας ὁμοίως ἐχούσας τῇ οὐσίᾳ. διὸ καὶ οὐ ῥᾴδιον ὡς αὐτὸς ἔφη ταύτας λαβεῖν, ἐξ ὧν μόνων τὸ χωριστὸν πάντῃ σωμάτων αὐτῆς καταδησαίμεθα ἄν. φαίνεται γὰρ τὸ μὲν οὐσίαν πᾶσαν εἶναι ψυχὴν ὡς ἐναργὲς τιθέμενος, ἐπειδὴ καὶ πᾶσα ζωὴ οὐσία καὶ ἡ ἐσχάτη, ὡς τῶν ἐναντίων δεκτικὴ οἷον ἡδονῆς λύπης, ἐπιθυμίας ἀποστροφῆς, καὶ ὡς κινητικὴ καὶ συνεκτικὴ σωμάτων, καὶ τῶν ζώντων συμφυῶς ὁριστική, ἅπερ τῶν ἄλλων πάντων σωμάτων κυριώτεραί εἰσιν οὐσίαι. [35]
de An 11 16
ὅπερ δὲ τὸ ζῶν δευτέρως, τοῦτο πρώτως ἡ ζωή, καθʼ ἣν καὶ τοῖς ζῶσι τὸ εἶναι ἅπερ ἐστί. πρώτως οὖν καὶ κυριώτερον οὐσία πᾶσα ζωή. ζητεῖ δὲ εἰ ἔστι τις ψυχὴ χωριστὴ παντελῶς σωμάτων. τὸ μὲν γὰρ ἀχωρίστους εἶναι πολλὰς ζωὰς καὶ τοῦτο ὡς ἐναργὲς ὑποτίθεται, ἐπειδὴ μηδὲ αἱ ἐνέργειαι αὐτῶν χωρισταὶ σωμάτων. ἀξίωμα δὲ ἀληθέστατον καὶ ἐναργέστατον τὸ οἰκείας ἐπὶ ταῖς οὐσίαις εἶναι τὰς ἐνεργείας· ζωτικαὶ μὲν γὰρ αἱ τῶν ζώντων, λογικαὶ δὲ αἱ τῶν λογικῶν· ὥστε καὶ τὴν χωριστὴν οὐσίαν χωριστὰς πάντως ἔχειν ἐνεργείας. αἰσθήσεις δὲ πᾶσαι καὶ φαντασίαι καὶ τὰ ταύταις συνυπάρχοντα πάθη ὀργή θάρρος ἐπιθυμία ἀποστροφὴ οὐκ ἄνευ σωμάτων· ὥστε οὐδὲ ἡ ταῦτα πάσχουσά τε καὶ ἐνεργοῦσα ψυχὴ πάντῃ χωριστή. ἐπεὶ δὲ πολλαὶ αἱ κατὰ βάθος τοῦ ἀχωρίστου διαφοραί, αἱ μὲν ἔσχαται ἀχώριστοι ὡς τοῦ ὀργανικοῦ σώματος οὖσαι ἐντελέχειαι, καθʼ ἃς ζωτικῶς δύναται κινεῖσθαι, αἱ δὲ ὡς κινητικαὶ τοῦ ὀργάνου αἱ ἀνάλογον τῷ πλωτῆρι, αἳ καὶ τὸ ἀχώριστον ἔχουσι κρειττόνως. ὡς γὰρ κινητικαὶ τῶν κινουμένων ὑπερέχουσαι πάντως διὰ τὴν πρὸς αὐτὰ ἐνέργειαν ἀχώριστοι αὐτῶν ὑπάρχουσι, δυνάμεναι καὶ χωριστὰς ἔχειν ἄλλας αὗται, ὡς καὶ ὁ πλωτὴρ τῆς νεὼς τὰς βαδιστικὰς φέρε. ἄλλον δὲ τρόπον ἀχώριστοι αἱ πρακτικαὶ τοῦ λόγου ἐπιστῆμαι, κατὰ μόνην τὴν ἐλάττονα αἰσθήσει καὶ φαντασίᾳ συμπλεκόμεναι καὶ διὰ τοῦτο κοιναὶ καὶ τοῦ ἔχοντος, κατὰ δὲ τὴν μείζω οὐδὲν αὐτοῦ προσδεόμεναι. ὁμοίως δὲ καὶ ὅσαι θεωρητικαὶ τῶν φυσικῶς ὄντων. αἱ δὲ περὶ τὰ νοητὰ οὐδὲν μὲν αὐτῷ χρώμεναι, ὅσαι δὲ κατὰ προβολὴν ἐνεργοῦσαι τὴν περὶ τῶν νοητῶν ποιοῦνται θεωρίαν, οὐκ ἄνευ φαντασίας εἰσὶν ὡς ἐπακολουθούσης αὐτῆς ἀλλʼ οὐ συνεργούσης, καθάπερ ἡ σκιὰ τῷ ἐν φωτὶ σώματι, διὰ τὴν ἔξω πρόοδον τοῦ λόγου κινοῦντος τὴν φαντασίαν. ταύτῃ οὖν ἀχώριστος καὶ ἥδε ὡς ὅλως ἀκολουθοῦσαν ἔχουσα, ἐπεὶ ἡ μόνιμος καὶ εἰς τὸ οὐσιῶδες συναιροῦσα τὴν ἐνέργειαν, παντελῶς ἐστι χωριστή, οὐδὲ ὁπωσοῦν συγκινουμένης τῆς ὁποιασοῦν σωματοειδοῦς ἢ ὀρέξεως ἢ γνώσεως. p. 403a7 Μάλιστα δ ’ ἔοικεν ἰδίῳ τὸ νοεῖ ν . Τὸ αἰσθάνεσθαι ὡς κοινὸν παραθέμενος, καὶ τὰς παθητικὰς ὀρέξεις τὸ ὀργίζεσθαι καὶ θαρρεῖν καὶ ἐπιθυμεῖν ὑπὸ τὸ αἰσθάνεσθαι καὶ ταῦτα ἄγων, διότι τὰ πάθη ἢ αἰσθήσεις ἢ οὐκ ἄνευ αἰσθήσεως, καὶ ἀντιθεὶς τὸ νοεῖν, περιέλαβε δηλονότι ἐν τῷ νοεῖν πάσας τὰς ὑπὲρ τὴν αἴσθησιν ζωάς, τουτέστι τὴν φαντασίαν καὶ πᾶσαν τὴν κατὰ λόγον ἐνέργειαν, αἷς ἀμφοτέραις κοινὸν τὸ ἔνδοθεν ἄρχεσθαι καὶ ἐξ ἑαυτῶν ἐγείρεσθαι. καὶ διὰ τοῦτο μάλιστα ἰδίῳ τῆς ψυχῆς ἔοικε ν. p. [35]
de An 11 17
403a8 Εἰ δέ ἐστι καὶ τοῦτο φαντασία τις ἢ μὴ ἄνευ φαντασία ς . Καλῶς ἐξ ὑποθέσεως εἰπών, ἐπειδὴ οὔτε πᾶσα φαντασία νοῦς (οὐ γὰρ καὶ ἡ τῶν ἀλόγων ἀλλὰ μόνη ἡ λογική), ὅθεν καὶ τὸ τὶς τῇ φαντασίᾳ πρόσκειται, οὔτε ἁπλῶς νοῦς ἡ φαντασία, ἀλλὰ τὸ ὅλον τοῦτο παθητικὸς καὶ μορφωτικὸς νοῦς. ἀλλʼ οὐδὲ τὸ ἐπὶ τῆς λογικῆς ἐνεργείας νοεῖν πᾶν οὐκ ἄνευ φαντασίας, ἀλλʼ ὅσον οὐ καθαρὰ ἐνέργεια οὐδὲ μόνιμος ἐν ἑαυτῇ, ἔξω δὲ προϊούσης ἀφʼ ἑαυτῆς ψυχῆς γίνεται, καὶ ἀπὸ τῆς οὐσίας μεριστῶς διακρίνεται· ὅπερ καὶ πάθος πως. καὶ διὰ τοῦτο καὶ τὴν ἀπορίαν εἶναι λέγει οὐ περὶ τῶν ἐνεργειῶν, ἀλλὰ περὶ τῶν παθῶν τῆς ψυχῆς. καὶ ταῦτα νῦν μὲν ὑποτίθεται οὐκ ἄνευ σώματος εἶνα ι, ἐν δὲ τῷ τρίτῳ καὶ ἀποφαίνεται. ἀλλὰ διὰ τί ὅλως ἀπορίαν ἔχειν λέγει, εἰ περὶ παθῶν ὁ λόγος; δοκεῖ γὰρ ἐναργῶς πᾶν πάθος κατὰ τὴν πρὸς σῶμα γίνεσθαι ῥοπήν. ἢ διότι τὴν λογικὴν ἐνέργειαν τὴν μηδὲν προσδεομένην σώματος, κἂν παρακολουθῇ ἡ φαντασία, ἀπορήσοι ἄν τις, εἰ δεῖ κοινὴν καὶ σώματος φάναι. τὸ γὰρ χωριστὸν ἔχει σαφῶς, ἀλλʼ εἴπερ ἄρα, οὕτως, ὡς ἀκριβέστερον αὐτὸς ἐπήγαγεν, ὅτι οὐκ ἄνευ σώματος, οὐ δήπου πάντως τοῦ θνητοῦ. αἰσθητικὸν γὰρ καὶ φανταστικὸν καὶ τὸ αἰθερῶδες τῆς ἡμετέρας ψυχῆς ὄχημα. p. 403a10 Εἰ μὲν οὖν ἐστί τι τῶν τῆς ψυχῆς ἔργων ἢ παθημάτων ἴδιο ν , ἐνδέχοι τ ’ ἂν αὐτὴν χωρίζεσθαι · εἰ δὲ μηδέν ἐστι ν , οὐκ ἂν εἴη χωριστ ή . Καλῶς ἐκ τῶν ἐνεργειῶν εἰς τὴν οὐσίαν ἀναπεμπόμενος. ὡς γὰρ ἐκ τῶν ζωτικῶν ζῶσαν ἴσμεν, καὶ ἐκ τῶν λογικῶν λογικήν, οὕτω καὶ ἐκ τῶν χωριστῶν χωριστήν, ἐπειδὴ καὶ τὸ ἀντίστροφον ἀναγκαῖον, τὴν λογικὴν οὐσίαν λογικὰς ἐνεργείας ἔχειν, καὶ τὴν χωριστὴν χωριστάς. πρότερον δὲ τὴν ἀπορίαν προάγων ἐπὶ τῶν παθῶν, εἰ κοινὰ πάντα καὶ τοῦ ἔχοντος, νῦν διοριζόμενος καθόλου οὐκ ἐκ μόνων τῶν παθημάτων, ἀλλὰ καὶ ἀπὸ τῶν ἔργων ἀξιοῖ τὸ χωριστὸν ὁρᾶν τῆς ψυχῆς, εἰδὼς τὰ μὲν πάθη τρόπον τινὰ ἀχώριστα, τὰς δὲ μονίμους αὐτῆς ἐνεργείας χωριστάς. ἀλλὰ πῶς, φησίν, οὐδέποτε ὁραθήσεται τὸ ἐν βυθῷ ὄστρακον ὁρατὸν ὄν; διότι, ἐρῶ, φθάνει φθαρῆναι πρὶν ὁραθῆναι. οὐδὲ γὰρ τὸ βαδιστικὸν πάντως βαδίσει, ἀλλὰ πέφυκεν ὅμως βαδίζειν καὶ οὐχὶ τὸ τῇ οὐσίᾳ τοιονδὶ καὶ ἐνεργεῖν ἤδη τοιωσδὶ ἀξιοῦμεν, ἀλλὰ πεφυκέναι. ἀλλὰ καὶ ὁ ὀφθαλμὸς ἰδίας ἔχων ἐνεργείας ὅμως ἀχώριστός ἐστι τοῦ σώματος ὅλου κατʼ οὐσίαν. οὐ γὰρ ταὐτόν, φήσω, τὸ ἴδιον καὶ τὸ χωριστόν. ἴδιον μὲν γὰρ αὐτοῦ τὸ ὁρᾶν, οὐ μὴν ἄνευ τοῦ ὅλου, ὅτι καὶ τοῦ σὺν τῷ ὅλῳ ὀφθαλμοῦ ἦν ἴδιον. ὁ δὲ κυβερνήτης ἀνάπαλιν δοκεῖ ἀχωρίστους ἔχων τῆς νεὼς ἐνεργείας χωριστὸς εἶναι κατʼ οὐσίαν, ὅτι ὡς ἄνθρωπος ἦν χωριστός, ἔχων καὶ ἐνεργείας ἄλλας χωριστάς. [35]
de An 11 18
ἀνθρώπειαι μὲν γὰρ καὶ αἱ κυβερνητικαί, ἀλλὰ κατὰ τὴν πρὸς ἕτερον γινόμεναι συμπλοκήν· οὐ κωλύεται δὲ τὸ χωριστόν ποτε κατά τινα ἐνέργειαν συμπλέκεσθαι τῷ οὗ κεχώρισται. p. 403a12 Ἀλλὰ καθάπερ τῷ εὐθε ῖ , ᾗ εὐθ ύ , πολλὰ συμβαίνε ι , οἷον ἅπτεσθαι τῆς χαλκῆς σφαίρας κατὰ στιγμή ν , οὐ μέντοι γε ἅψεται τούτου χωρισθὲν τὸ εὐθύ · ἀχώριστον γά ρ , εἴπερ ἀεὶ μετὰ σώματός ἐστι ν . Ὡς τὸ λευκὸν ὁμώνυμον, ποτὲ μὲν δηλοῦν τὴν λευκότητα, ποτὲ δὲ τὸ λελευκασμένον, οὕτω καὶ τὸ εὐθὺ τήν τε εὐθύτητα καὶ τὸ κατʼ αὐτὴν χαρακτηριζόμενον, οἷον τὸ κανόνιον σῶμα ὂν πάντως, ἐπειδὴ ἀχώριστος σωμάτων ἡ εὐθύτης. τὸ οὖν εὐθὺ τὸ τῆς χαλκῆς ἐφαπτόμενον σφαίρας, ᾗ εὐθύ, τὸ χαρακτηριζόμενόν ἐστι τῇ εὐθύτητι σῶμα, ἐπεὶ καὶ ἡ σφαῖρα ἡ χαλκῆ. οὐ μέντοι ἅψεται τούτου χωρισθὲν τὸ εὐθ ύ . τούτου μὲν τοῦ ὑποκειμένου λέγει, εὐθὺ δὲ νῦν τὸ ὡς χαρακτῆρα καὶ τὸ ὡς εὐθύτητα. βούλεται δὲ διὰ τούτων τὰ τοῦ ὁριζομένου καὶ εἰδοποιουμένου θεωρεῖν πάθη, κατὰ μὲν τὸν ὅρον ὄντα, οὐ μέντοι τοῦ ὅρου ἀλλὰ τοῦ ὁριζομένου, ὡς ἡ βάδισις κατὰ τὴν ζωὴν μὲν, τοῦ δὲ ζῴου. p. 403a16 Ἔοικε δὲ καὶ τὰ τῆς ψυχῆς πάθη πάντα εἶναι μετὰ τοῦ σώματο ς . Ἀφεὶς τὰ ἔργα τουτέστι τὰς ἐνεργείας τῆς ψυχῆς, περὶ μόνων νῦν λέγει τῶν παθημάτων αὐτῆς· ἅπερ πάντα μὲν αὐτῇ συμβαίνει κατὰ τὴν εἰς τὸ σῶμα ῥοπήν, καὶ διὰ τοῦτο πάθη τε λέγεται, καὶ ἀχώριστά πώς ἐστι τοῦ σώματος, ἀλλὰ τὰ μὲν ὡς παρακολουθοῦντος μόνον, τὰ δὲ ὡς συμπράττοντος· καὶ ταῦτα διχῶς γινόμενα, κατά τε τὴν χρωμένην ζωὴν καὶ κινοῦσαν τὸ ὄργανον τουτέστι τὸ ζῶν σῶμα, καὶ κατʼ αὐτὴν τὴν ὡς ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωήν. τὰ μὲν οὖν ὡς παρακολουθοῦντος μόνον τοῦ σώματος πάθη νῦν οὐκ ἠξίωται μνήμης, ἐπειδὴ ἐνέργειαι μᾶλλον ταῦτα· τὸ γὰρ νοεῖν κἂν μὴ ἄνευ φαντασίας, ἐνέργεια μᾶλλον ἢ πάθος. μάλιστα δὲ παραδίδοται τὰ κατὰ τὴν ὡς ὄργανον αὐτὸ εἰδοποιοῦσαν ζωήν, θυμὸς πραότης καὶ τὰ σύστοιχα τούτοις, ἅπερ τοῦ κινουμένου μὲν ζωτικῶς ἐστι πάθη ὡς πάσχοντος, τῆς δὲ ψυχῆς ὡς κινούσης· ἐπεὶ μηδὲ αἱ πρακτικαὶ νοήσεις, διότι καὶ αὗται οὐ καθʼ ὅλας ἑαυτὰς χρῶνται τῷ σώματι, καὶ διότι οὐδὲ αἱ χρώμεναι ὡς πάσχοντι κατὰ τροπὴν οἰκείαν χρῶνται τῷ σώματι, ἀλλʼ ὡς ἐνεργοῦντι μᾶλλον τῷ ζῴῳ, καὶ αὗται κατʼ ἐνέργειαν ἑστῶσαι κριτικήν. τὰ δὲ καταριθμούμενα νῦν πάθη, κατὰ τροπὴν καὶ ἀλλοίωσιν ἐγγινόμενα τῷ σώματι, εἰ καὶ κρινούσης τῆς χρωμένης ἐγγίνεται ψυχῆς, ἀλλʼ ἐγγίνεται τῷ ὀργάνῳ πάθη ὄντα ζωτικά· οὐ γὰρ ὡς τὰ τῶν ἀψύχων κατὰ τὴν ἀπὸ τῶν ἔξωθεν μόνην τροπήν, ἀλλὰ κατʼ ἐνέργειάν πως διὰ τὸ ζωτικόν· τὸ γὰρ κινοῦν ἐπὶ τῶν ἐμψύχων ἔνδοθεν. [35]
de An 11 19
διὸ ὥσπερ ἐπὶ τῶν ἀπαιδεύτων ἡ σωματικὴ διαφαίνεται κρᾶσις, αἰτία γινομένη τῶν παθῶν τούτων, οὕτω καὶ ἐπὶ τῶν πεπαιδευμένων ἡ τῆς ψυχῆς κινητικὴ ἐνέργεια, ἢ κινοῦσα καὶ μὴ ὀργῶν τὸ σῶμα ἢ ἀναστέλλουσα τὴν κίνησιν καὶ ὀργῶντος. ὁ δὲ Ἀριστοτέλης ὅτι μὲν κυρία τῆς τούτων ἐγέρσεώς τε καὶ κατοχῆς ἡ λογικὴ ψυχή, ὡς ἐναργὲς ὂν ἐκ τῆς ἠθικῆς φιλοσοφίας ἀφῆκε. διὸ καὶ πρὸς τῷ τέλει τοῦδε τοῦ βιβλίου ἄρχειν καὶ κυριεύειν τοῦ σώματος καὶ τὸν νοῦν διαβεβαιοῦται. ὅτι δὲ οὐκ αὐτῆς ἐστι τῆς ψυχῆς ἀλλὰ τοῦ ζῴου πιστοῦται σωματικὰ πάντα βουλόμενος εἶναι τὰ πάθη τὰ ἐν τροπῇ καὶ ἀλλοιώσει, τὴν δὲ ψυχὴν παντὸς ἐξαίρων πάθους, οὐ μόνον ὅση χωριστὴ καὶ μένει ἐν ἑαυτῇ, ἀλλὰ καὶ ὅση χρῆται ὡς ὀργάνῳ τῷ σώματι, καὶ ἐν τῷ κινεῖν ἕστηκεν. ἡ δὲ αὐτοῦ τοῦ ὀργάνου ζωὴ μόνη σὺν τῷ σώματι τὰ προειρημένα πάθη ἀναδέχεται. ἀλλʼ εἰ καθʼ αὑτὴν ἀπαθὴς ἡ κινοῦσα ψυχή, πῶς αὐτὴ παιδευομένη ἀναστέλλει τὰ πάθη; τί δὲ ἡ ἔξω αὑτῆς ῥέψασα τῆς ὅλης ἐν ἑαυτῇ ἱσταμένης διοίσει ψυχή, εἰ καὶ αὐτὴ ἀπαθής; ἢ ἔστι τις καὶ ἐν ταῖς ἐνεργείαις ὑπόβασις καὶ διαστροφή, ὅπερ ἕτερον τρόπον πάθος φαμέν, εἰ καὶ μὴ πάθος καλεῖν δεῖ. τὸ γὰρ κυρίως πάθος ἔξωθεν πᾶν καὶ ἐν μεταβολῇ τῇ ὑπό τινος ἄλλου κινοῦντος· ἡ δὲ κινοῦσα ψυχὴ καὶ ἡ χρωμένη τῷ σώματι οὐκ ἔξωθέν τι δεχομένη οὐδὲ ὑπʼ ἄλλου κινουμένη, ἀλλὰ κατʼ οἰκείαν ἐνέργειαν καὶ ὑποβαίνει καὶ διεστραμμένως κινεῖ καὶ χρῆται τῷ ὀργάνῳ, τῷ ἀμυδρῶς ἢ παρὰ λόγον ἢ ἀτάκτως ἢ ὁπωσοῦν ἀορίστως ἐνεργεῖν. καὶ ἡ παιδεία μὲν ἴασις τῆς διεστραμμένης ἐνεργείας· ἡ δὲ νοερὰ θεωρία τῆς πρὸς τὸ ἔξω ἀποτεινομένης ἐνεργείας ἐπὶ τὴν οὐσιώδη μετάστασις. θυμοὶ δὲ καὶ φόβοι καὶ τὰ ὅμοια μετὰ σωματοειδοῦς ἐγγινόμενα τροπῆς, τὸ δὲ ὅλον τοῦτο ζωτικὰ ὄντα κινήματα, πάθη μέν ἐστι τοῦ ζῴου κατὰ τὴν ὡς ζῴου χαρακτηριστικὴν ζωήν, ὑπὸ δὲ τῆς κινούσης ἐγγινόμενα ψυχῆς ἢ ἀτάκτως καὶ ἀμέτρως ὑπὸ τῆς ἀορίστως ἐνεργούσης ἢ τεταγμένως ὑπὸ τῆς κατὰ φύσιν καὶ λόγον. ὅτι δʼ οὖν κοινὰ τοῦ ἔχοντος σῶμα τὰ τοιάδε πάθη, πρώτη πίστις τὸ ἅμα τούτοις πάσχειν τὸ σῶμ α, τουτέστι τὸ σωματικὴν ἐγγίνεσθαι μεταβολήν· δευτέρα δὲ ἐκ τῶν ἀπαιδεύτως κατὰ τὰς σωματικὰς κράσεις καὶ διαθέσεις ἢ ἀκινητούντων, καὶ ἰσχυρῶν ἐνίοτε συμβαινόντων τῶν ἔξωθεν προσπιπτόντων ἡδέων ἢ δυσχερῶν, ἃ δὴ καὶ αὐτὰ παθήματα κέκληκεν, ἢ πέρα τοῦ μέτρου κινουμένων, ὅταν ὀργᾷ τὸ σῶμ α, ὡς τὸ πολύσπερμον πρὸς ἀφροδίσια ἢ τὸ ἐκκεχολωμένον πρὸς ὀργήν. ὅταν δὲ καὶ μηδενὸς ἔξωθεν συμβαίνοντος δυσχεροῦς οἱ μελαγχολικώτεροι ἐν φόβοις γίνωνται, φανερωτέρα ἡ ἀπὸ τῆς τοῦ σώματος διαθέσεως αἰτία τῶν παθῶν, προσκαλουμένη τὴν κινοῦσαν αὐτὸ ψυχήν. [40]
de An 11 20
ὥσπερ γὰρ ἐρεῖ, ποτὲ μὲν κατάρχουσα ἡ τῆς ψυχῆς ἐνέργεια πρόεισιν εἰς τὸ σῶμα, ὁτὲ δὲ τὰ τούτου πάθη προσκαλεῖται τὴν ἐκείνης εἰς ἑαυτὸ ἐνέργειαν, οὐχ ὡς πρὸς τέλος καθάπερ ὁ ἄρτος τὴν ὄρεξιν, ἀλλʼ ὡς χαρακτηρίσουσαν ἐν αὐτῷ σύμμετρα καὶ οἰκεῖα τῇ ὑποκειμένῃ κράσει πάθη. p. 403a24 Εἰ δ ’ οὕτως ἔχε ι , δῆλον ὅτι τὰ πάθη λόγοι ἔνυλοί εἰσι ν . Τὴν μὲν ζωτικὴν ἐνέργειαν τοῦ λόγου δηλοῦντος, τὴν δὲ ἀχώριστον αὐτοῦ πρὸς τὴν σωματικὴν κίνησιν μίξιν τοῦ ἐνύλου, διὰ τὸ τοῦ συνθέτου εἶναι τὰ πάθη, ἑπόμενος οὖν τοῖς πράγμασι καὶ ὁ ὁριστικὸς τῶν παθῶν λόγος οὐ τὸ ζωτικὸν μόνον ἀλλὰ καὶ τὸ σῶμα παραλήψεται, οἷον τὸ ὀργίζεσθαι κίνησίς τις τοῦ τοιουδὶ σώματος ἢ μέρου ς· μεταβολὴ γὰρ σωματικὴ καὶ διὰ τοῦτο κίνησις, οὐχ ἁπλῶς δέ, ἀλλὰ τίς, ἐπειδὴ τὸ ὅλον τοῦτο ζωτική ἐστι καὶ ὡς ζῶντος σώματος κίνησις. διὸ καὶ οὐ σώματος ἁπλῶς, ἀλλὰ τοῦ τοιουδὶ σώματος, τουτέστι τοῦ ζῶντος, καὶ κατὰ τὸ τοιόνδε ζωῆς ζῶντος εἶδος, οἷον ὀρεκτικὸν καὶ αἰσθητικὸν καὶ ἀμυντικόν. ἐνίοτε δὲ οὐ τὸ ὅλον παραλαμβάνεται σῶμα, ἀλλὰ μέρος τὸ πρώτως τοῦ πάθους δεκτικόν. οἷον τὸ περὶ καρδίαν αἷμα ἢ τὸ αἰσθητικὸν πνεῦμα. καὶ διὰ τοῦτο ἢ μέρους ἔφη. τὸ δὲ ἢ δυνάμεως πρόσκειται διὰ τὸ ἐνίοτε τοὺς ὅρους τὴν κίνησιν τῆς τοιᾶσδε πρώτως λέγειν ζωῆς τῆς τὸ ὄργανον χαρακτηριζούσης. ὁ μὲν γὰρ τὴν ὀργὴν εἰπὼν ζέσιν τοῦ περὶ καρδίαν αἵματος ὀρεκτικὴν ἀντιλυπήσεως, τὴν κίνησιν τοῦ σώματος πρώτως εἰπὼν τὸ ὑλικόν, ὕστερον τὸ εἶδος διὰ τοῦ ὀρεκτικοῦ ἐδήλωσεν· ὁ δὲ ὄρεξιν ἀντιλυπήσεως ἐκ τοῦ περὶ καρδίαν ζέοντος αἵματος τὴν κίνησιν πρώτως ἔφη τῆς δυνάμεως, τουτέστι τῆς τὸ ὄργανον χαρακτηριζούσης ζωῆς. p. 403a27 Ὑπὸ τοῦδε ἕνεκα τοῦδ ε . Ἀπαιτεῖ γὰρ πᾶσα κίνησις τὸ ὑφʼ οὗ. παραληπτέον οὖν ἐν τοῖς τελείοις τῶν παθῶν ὁρισμοῖς οὐ τὸ ζῶν μόνον τοιωσδὶ σῶμα, ἀλλὰ καὶ τὸ κινοῦν αὐτὸ καὶ τὸ ὡς ὀργάνῳ χρώμενον καὶ τὸ τελικὸν αἴτιον, ἢ ἀληθῶς ὂν ἀγαθὸν ἢ φαινόμενον, οἷον ἡ μὲν κατὰ φύσιν σωτηρία ἀγαθόν, ἡ δὲ ἄμυνα φαινόμενον. p. 403a27 Καὶ διὰ ταῦτα ἤδη φυσικοῦ τὸ θεωρῆσαι περὶ ψυχῆς ἢ πάσης ἢ τῆς τοιαύτη ς . Τοιαύτην μὲν λέγει οὐ μόνον τὴν τὸ ὄργανον εἰδοποιοῦσαν, ἀλλὰ καὶ τὴν ὡς κινητικὴν αὐτοῦ καὶ ὡς ὀργάνῳ χρωμένην, ᾗ κινεῖ καὶ ᾗ χρῆται, καὶ τὴν ὅλως πρὸς σῶμα ῥέπουσαν, ᾗ ῥέπει· πᾶσαν δὲ πρὸς ταύταις καὶ τὴν θεωρητικὴν τῆς τῶν ὄντων ἀληθείας κατά τε προβολὴν καὶ κατὰ τὴν εἰς τὴν οὐσίαν τὴν ἐνέργειαν συναιροῦσαν. [35]
de An 11 21
ἐπεὶ γὰρ μία καὶ πολλὴ ἡ τῆς ψυχῆς οὐσία, καθὸ μὲν μία καὶ ἡ αὐτὴ τῷ ὑποκειμένῳ ἥ τε μονίμως καὶ ποτὲ κατὰ προβολὴν θεωροῦσα καὶ πρὸς σῶμα ἀπονεύουσα καὶ χρωμένη τῷ σώματι καὶ κινοῦσα αὐτό, περὶ πάσης ἂν δόξειεν ὁ φυσικὸς ποιεῖσθαι λόγον· τῆς γὰρ ὅλης ἐφάπτεται ὁ καθʼ ὁτιοῦν αὐτὴν θεωρῶν· καθὸ δὲ διαφορεῖται ὡς οὐ μία μόνον ἀλλὰ καὶ πολλὴ οὖσα, ὁ κατὰ τὸ ἀχώριστον αὐτὴν θεωρῶν οὐ περὶ πάσης ἂν θεωροίη, ἀλλʼ ἰδίως περὶ τῆς ἀχωρίστου σωμάτων ὁπωσοῦν καθὸ τοιαύτη. p. 403a29 Διαφερόντως δ ’ ἂν ὁρίσαιτο ὁ φυσικός τε καὶ διαλεκτικὸς ἕκαστον αὐτῶ ν . Ἐπειδὴ διώρισται ὅπῃ τῆς ψυχικῆς οὐσίας ὁ φυσικὸς ἀντιλαμβάνεται, καθʼ ὅσον ἐστὶ σωμάτων ἀχώριστος, καὶ τὸν τρόπον αὐτοῦ τῆς γνώσεως ἀφορίζει ἑπόμενον τοῖς πράγμασι. τὸ γὰρ ὅσον αὐτῆς σωμάτων ἀχώριστον, ὡς πέφυκε, καὶ νοεῖσθαι δεῖ κατὰ τὴν τοῖς οὖσιν ἀκολουθοῦσαν νόησιν, τουτέστιν ὡς ἀχώριστον καὶ αὐτό. δύο τε ἅμα τὸ ζωτικὸν εἶδος καὶ τὸ σῶμα, οὗπέρ ἐστιν ἀχώριστον, ὁ τοῖς πράγμασιν ἀκολουθῶν εἴσεται. ὁ δὲ μὴ ὡς ἀχώριστον τὴν ἀχώριστον θεωρῶν ζωὴν ἐπιπολαιότερον αὐτῆς καὶ οὐκ ἐκ βάθους ἀντιλαμβάνεσθαι ἔοικεν, καὶ διὰ τοῦτο λογικῶς τε καὶ διαλεκτικῶς· τὴν γὰρ ἐπιπολαιοτέραν καὶ οὐ πραγματειώδη γνῶσιν λογικὴν καὶ διαλεκτικὴν εἴωθε προσαγορεύειν ὡς δοξαστικὴν καὶ οὐκ ἐπιστημονικήν. ὁ τοίνυν φυσιολόγος ἐπιστημονικὸς ὢν καὶ ὡς ἀχώριστον εἴσεται, καὶ ὅπως ἀχώριστον, καὶ ὁποῖόν τι τὸ τῆς ζωῆς εἶδος, περὶ οὗ ὁ λόγος, καὶ τίνος σώματος ἀχώριστον. ἐν δὲ τῇ λέξει προειπὼν διαφερόντως ὁρίζεσθαι τόν τε φυσικὸν καὶ τὸν διαλεκτικὸν ἕκαστον αὐτῶν τῶν τῆς ζωῆς εἰδῶν καὶ παθῶν, ἐπὶ ὑποδείγματος τῆς ὀργῆς τὸ διαφέρον παραστῆσαι θελήσας τὸν μὲν εἶναι μόνου τοῦ εἴδους φησί, τὸν δὲ μόνης τῆς ὕλης· οὐ τὸν φυσικὸν μόνης τῆς ὕλης λέγων (σαφῶς γὰρ ἄμφω τὸν φυσικὸν παραλαμβάνειν ἐρεῖ), ἀλλὰ σκοπὸν θέμενος τὴν διαφορὰν ἰδεῖν τοῦ τε φυσικοῦ καὶ τοῦ διαλεκτικοῦ διαιρεῖ καθολικώτερον, ὅσοι ἂν νομισθεῖεν γίνεσθαι τῆς ὀργῆς ὅροι, ἐν οἷς καὶ ὁ ἐκ τῆς ὕλης παρείληπται διὰ τὸ τέλειον τῆς διαιρέσεως. ὁ μὲν οὖν ἐκ τῆς ὀρέξεως τοῦ εἴδους, ὁ δʼ ἐκ τοῦ περικαρδίου θερμοῦ τῆς ὕλης. ἐπιφέρει δὲ καὶ τὸν ἐξ ἀμφοῖν διὰ τῶνδε. p. 403b2 Ὁ μὲν γὰρ λόγο ς , ὁ δὲ τοῦ πράγματος · ἀνάγκη δ ’ εἶναι τοῦτον ἐν ὕλῃ τοιᾳδ ί , εἰ ἔστα ι . Οὐχ ὡς ὁ φιλόσοφος ἐξηγεῖται Πλούταρχος, ἀντιδιαιρῶν τὸν λόγον πρὸς τὸν τοῦ πράγματος, ἀλλʼ εἰπὼν τὴν ὄρεξιν τῆς ἀντιλυπήσεως εἶδος εἶναι καὶ λόγον, τὸν δὲ λόγον τοῦ πράγματος εἶναί φησι, τουτέστι τὸ εἶδος, καθʼ ὃ εἰδοποιεῖται ἡ ὁργή. [35]
de An 11 22
ἐπεὶ δὲ σύνθετος ἡ ὀργή, ἀνάγκη καὶ τὸν λόγον καὶ τὸ εἶδος ἐν ὕλῃ ὁρᾶν, εἰ ἔσται, ἐπειδὴ τὸ εἶναι αὐτῷ οὐκ ἄνευ ὕλης. εἶτα καὶ ἐπὶ τῆς οἰκίας τὸ εἶδος ἰδίᾳ καὶ ἰδίᾳ τὴν ὕλην εἰπὼν τὸν ἐξ ἀμφοῖν προστίθησιν. p. 403b6 Ἕτερος δ ’ ἐν τούτοις Ἐν ξύλοις δηλαδὴ καὶ λίθοις καὶ πλίνθοις τὸ εἶδος, τουτέστι τὸ σκέπασμα, προσθεὶς καὶ τὸ τέλος, ἐπειδὴ ἐν τοῖς τεχνητοῖς διώρισται τὸ οὗ ἕνεκα ἐκ τοῦ εἴδους. διακρίνας δὴ τοὺς ὅρους ζητεῖ λοιπόν, τίς ἐκ τούτων ὁ φυσικός, καὶ ἐγκρίνει εἶναι τὸν ἐξ ἀμφοῖν. p. 403b9 Ἐκείνων δὲ δὴ τίς ἑκάτερο ς ; Ὅ τε περὶ τὴν ὕλην καὶ ὁ περὶ μόνον τὸν λόγον. δοκεῖ δέ μοι τὸν μὲν περὶ τὴν ὕλην ἀφιέναι, ἐνδεικνύμενος μηδένα ποτὲ ἐκ μόνης ὁρίζεσθαι τῆς ὕλης, διὰ δὲ τῶν ἐπιφερομένων διακρίνειν καθολικῶς τοὺς περὶ τὸν λόγον ὁρισμούς. τῶν γὰρ ἐνύλων λόγων τῶν μὲν ὄντων οὐσιωδῶν, καθʼ οὓς οὐσίαι τὰ σύνθετα, οἷος ὁ τῆς ὁριστικῆς τῶν ζώντων ζωῆς ὅ τε τοῦ πυρὸς καὶ τῶν ἄλλων στοιχείων, καὶ ἔτι ὁ τῶν ἐκ τούτων συνθέτων, τῶν δὲ ἑπομένων ταῖς οὐσίαις πάντων τῶν κατὰ τὰ συμβεβηκότα λόγων, καὶ τούτων τῶν τε ὡς οὐσιῶν καὶ τῶν ὡς συμβεβηκότων λόγων τῶν μὲν ὡς ἀχωρίστων τῆς ὕλης, ᾗπερ καὶ ἔχει φύσεως, νοουμένων, τῶν δὲ ὡς καθʼ ἑαυτοὺς ὄντων ἐπινοουμένων, περὶ πάντων μὲν αὐτῶν τῶν τε οὐσιωδῶν καὶ τῶν ὡς συμβεβηκότων ἐνύλων λόγων, οὐ χωριστῶν ὄντων καὶ ὡς μὴ χωριστῶν, μόνος ἔσται ὁ φυσικός. p. 403b9 Οὐ γὰρ ἔστι τι ς , φησί ν , ὁ περὶ τὰ πάθη τῆς ὕλης τὰ μὴ χωριστ ά , μη δ ’ ᾗ χωριστ ά , ἀλ λ ’ ὁ φυσικὸς περὶ πάντα τὰ τοῦ τοιουδὶ σώματος καὶ τῆς τοιαύτης ὕλης ἔργα καὶ πάθ η . Ἔργα καὶ πάθη τοὺς ἐνύλους καλῶν λόγους, οὓς πάντας τούς τε οὐσιώδεις καὶ τοὺς συμβεβηκότας μόνος ὁρᾷ ὁ φυσικὸς ἀχωρίστους ὄντας ὡς ἀχωρίστους. p. 403b12 Ὁπόσα δὲ μὴ ᾗ τοιαῦτ α , ἄλλο ς . Τουτέστι μὴ ᾗ ἀχώριστα, ἀλλʼ ὡς χωριστά, ἄλλος· ὁ γὰρ διαλεκτικός, ὃς καὶ τοὺς οὐσιώδεις ὡς καθʼ ἑαυτοὺς ὄντας ἐπινοεῖ. p. [30]
de An 11 23
403b13 Καὶ περί τινων μὲν τεχνίτη ς , ἐὰν τύχ ῃ . Ὡς περὶ ἀχωρίστων μὲν καὶ ὁ τεχνίτης θεωρῶν, οὐ περὶ πάντων δέ, ἀλλὰ περὶ συμβεβηκότων μόνων· συμβεβηκὸς γὰρ καὶ ἡ ὑγεία καὶ τὸ εὔξεστον τοῦ ξύλου. καὶ ταύτῃ τοῦ φυσικοῦ διαφέρει, τῷ περί τινων εἶναι ὡς εἴρηται, καθάπερ ὁ διαλεκτικὸς τῷ ὡς χωριστοὺς σκοπεῖν καὶ τοὺς οὐσιώδεις λόγους. περί τινων δὲ καὶ ὁ μαθηματικὸς ὥσπερ καὶ ὁ τεχνίτης, καὶ τούτων συμβεβηκότων καὶ δηλονότι οὐ χωριστῶν, ἀλλʼ οὐκέτι ὁ μαθηματικὸς ὡς τοιούτου σώματος παθῶν· οὐ γὰρ ὡς ἀχωρίστων· ἀλλʼ ὡς ἐξ ἀφαιρέσεως καὶ αὐτοὺς καθʼ ἑαυτοὺς τούς τε ἀριθμοὺς καὶ τὰς πρὸς ἀλλήλους αὐτῶν σχέσεις καὶ τὰ σχήματα ἐπισκοπεῖ. p. 403b15 Ἧι δὲ κεχωρισμέν α , ὁ πρῶτος φιλόσοφο ς . Ὅτι μὲν περὶ τὰ χωριστὰ ὁ πρῶτος φιλόσοφος ἐναργές. τὸ δὲ ᾗ κεχωρισμένα χώραν ἔχει οὐκ ἐπὶ τῶν ὑπερτέρων ἡμῶν, ἀλλʼ ἐπὶ τῆς ἡμετέρας λογικῆς ζωῆς, ἣν προσαγορεύει νοῦν. αὕτη γὰρ ἐν τῇ πρὸς σῶμα νεύσει χωριστὴ ἅμα ἐστὶ καὶ ἀχώριστος. καὶ ὡς μὲν ἀχώριστον ὁ φυσικὸς ὁρᾷ, ᾗ δὲ κεχωρισμένη, τῷ πρώτῳ ἐστὶ φιλοσόφῳ θεατή. p. 403b16 Ἀλ λ ’ ἐπανιτέον ὅθεν ὁ λόγο ς . Τουτέστιν ἐπὶ τὰ τῆς ψυχῆς πάθη, ὅσα ἀχώριστα ὄντα τῆς φυσικῆς ὕλης τῶν ζῴω ν, ᾗ γε τοιαῦτα ὑπάρχε ι. ψυχῆς μὲν οὖν λέγεται τὰ πάθη, καίτοι ὄντα τοῦ συνθέτου, ὡς κινούσης ἐκείνης καὶ ἐνεργούσης αὐτὰ ἐν τῷ συνθέτῳ, καθάπερ καὶ τοῦ ἡλίου φαμὲν τὸ ἐν ἀέρι φῶς, ὡς ἐνεργοῦντος μὲν αὐτὸ τοῦ ἡλίου, πάσχοντος δὲ τοῦ ἀέρος. φυσικὴ δὲ ὕλη τῶν ζῴων τὸ ὀργανικὸν σῶμα καὶ πρὸς ζωὴν ἐπιτηδειότατον. τὸ δὲ ᾗ γε τοιαῦτα ὑπάρχει καὶ τὰ ἑξῆς δηλοῖ τὰ τοιαῦτα πάθη, θυμὸν λέγω καὶ φόβον καὶ τὰ ὅμοια, ἃ μηδὲ ἐξ ἀφαιρέσεως, ὥσπερ γραμμὴ καὶ ἐπίπεδον, ἐπινοεῖσθαι δύναται ἄνευ τῆς ὕλης, ὡς καθὸ τοιαῦτα συνεφελκόμενα τὴν ὕλην, καὶ οὐχ ὥσπερ τὸ ἐπίπεδον ἄνευ τοῦ χαλκοῦ καὶ ὅλως τοῦ ἀντιτύπου. τὸ μὲν γὰρ ἐπίπεδον ὡς τὸ κοῖλον ἔχει ἄνευ ῥινὸς ἐπινοούμενον, ὁ δὲ θυμὸς ὡς τὸ σιμόν· τὸ γὰρ σιμὸν ἡ ἐν ῥινὶ κοιλότης, ὡς ἡ ὀργὴ ὄρεξις ἀντιλυπήσεως ἐν τῇ ζέσει τοῦ περὶ καρδίαν αἵματος. p. 403b20 Ἐπισκοποῦντας δὲ περὶ ψυχῆς ἀναγκαῖο ν . Διὰ τὸ μὴ αὐτόθεν ἡμῖν τὴν τῶν πραγμάτων προσπίπτειν ἀλήθειαν, ἀτελῶς ἔχουσιν ἐν τῇ γενέσει πρὸς θεωρίαν, προηγεῖται ἡ ζήτησις καὶ ἡ πρὸς τὰ ἀντικείμενα ἡμῶν φορὰ καὶ τούτων διαπορία, οἷον ὡς ἐπὶ τοῦ προκειμένου, πότερον οὐσία ἡ ψυχὴ ἢ οὔ· καὶ εἰ οὐσία, πότερον δυνάμει ἢ ἐνεργείᾳ, καὶ πότερον σῶμα ἢ ἀσώματος· καὶ αὖθις εἰ οὐσία, πότερον χωριστὴ ἢ ἀχώριστος ἢ ἄμφω τρόπον τινά. [30]
de An 11 24
ἀλλʼ ἐπεὶ αἱ προκαταβεβλημέναι περὶ αὐτῆς δόξαι τὰ ἀντικείμενα περὶ αὐτῆς ἔνιαι ἀπεφήναντο, μέγα ἡμῖν ἡ περὶ αὐτῶν ἱστορία συντελεῖ πρός τε τὴν διαπορίαν καὶ πρὸς τὴν εὕρεσιν, ἐπισημαινομένοις, εἰς ἃ ἀποβλέψαντες οἱ μὲν ὡδί, οἱ δὲ ὡδὶ τιθέασι, καὶ τὰ μὲν ἐλέγχουσι, τὰ δὲ ἀποδεχομένοις. p. 403b24 Ἀρχὴ δὲ τῆς ζητήσεως προθέσθαι τὰ μάλιστα δοκοῦν θ ’ ὑπάρχειν αὐτῇ κατὰ φύσι ν . Ἐπειδὴ καὶ τὸ εἰδέναι τὰ ὑπάρχοντα, ὡς προείρηται, μέγα συμβάλλεται μέρος πρὸς τὸ εἰδέναι τὸ τί ἐστι. τὸ δὲ κατὰ φύσιν πρόσκειται, ἵνα τὰ καθʼ αὑτὰ δηλώσῃ· τὰ γὰρ κοινότερα τῶν συμβεβηκότων οὐκ εἰς τὴν ἴδιον τῆς ψυχῆς ἀναπέμπει οὐσίαν. p. 403b25 Τὸ ἔμψυχον δὴ τοῦ ἀψύχου δυοῖν μάλιστα διαφέρειν δοκε ῖ . Βούλεται μὲν ἐκ τῶν ὑπαρχόντων τῇ ψυχῇ τὴν οὐσίαν αὐτῆς ἑλεῖν· τίνα δὲ τὰ ὑπάρχοντα, ἐκ τῶν ὑπʼ αὐτῆς ὁριζομένων, τουτέστι τῶν ἐμψύχων, ᾗ τοιαῦτά ἐστι, θεωρεῖ. τίνα οὖν ὑπάρχει τῷ ἐμψύχῳ ὡς ἐμψύχῳ κατὰ τὰς πάντων ὡς εἰπεῖν δόξας; τό τε ἔνδοθεν κινεῖσθαι 〈καὶ τὸ αἰσθάνεσθαι〉. ἡ γὰρ ἔνδοθεν αὐτῷ νῦν εἴληπται κίνησις, ἀλλʼ οὐχ ἡ ἁπλῶς· ἡ γὰρ ἔνδοθεν τῶν ἐμψύχων ἴδιος, ἡ δὲ ὑφʼ ἑτέρου καὶ ἐν ἀψύχοις. τὸ δὲ αἰσθάνεσθαι εἴληπται οὐχ ὡς πᾶσιν ὑπάρχον τοῖς ἐμψύχοις, ἀλλʼ ὡς μόνοις. τὸ δὲ ἔνδοθεν κινεῖσθαι πᾶσι· καὶ γὰρ τοῖς φυτοῖς ἡ αὔξησίς τε καὶ μείωσις. p. 403b28 Φασὶ γὰρ ἔνιοι καὶ μάλιστα καὶ πρώτως ψυχὴν εἶναι τὸ κινοῦ ν . Ἡ μὲν φύσις οὐ τοῦ κινεῖν ἀλλὰ τοῦ κινεῖσθαί ἐστιν ἀρχὴ τῷ ἐν ᾧ ἐστιν, ἡ δὲ ψυχὴ οὐχ ἁπλῶς, ἀλλὰ τοῦ ζωτικῶς ἔνδοθεν. διὸ οὐ τοῦ κινεῖσθαι μόνον κατάρχει τοῖς ζῴοις, ἀλλὰ καὶ ὡς αὐτὴ κινητική. ἔστι μὲν οὖν τοῦ ζωτικῶς κινουμένου καὶ ἡ τοῦ κινεῖσθαι οὕτως ἀρχὴ ἡ ἐνδοθεῖσα τῷ σώματι ζωή. ἀλλʼ ἐπειδὴ ταύτην οὐ πάνυ ψυχήν, ἀλλʼ ἢ μέρος ψυχῆς ἢ οὐκ ἄνευ ψυχῆς προσαγορεύει, ἀνέδραμεν εἰς τὴν ἐνδοτικὴν 〈κινήσεωσ〉 τοῖς σώμασι, τῆς ζωῆς κυριωτέραν οὖσαν ψυχήν, ἣν κατὰ τὸ κινοῦν ἀφορίζεται. κινοῦν μὲν οὖν εἶναι τὴν ψυχὴν καὶ αὐτὸς τίθεται, ἀλλʼ οὐ πρώτως καὶ μάλιστα τὴν τῶν γενητῶν ψυχήν, περὶ ἧς νῦν ὁ λόγος. [30]
de An 11 25
αἱ δὲ τῶν οὐρανίων ψυχαὶ 〈καὶ μάλιστα καὶ πρώτωσ〉, εἰ μὴ ἄρα καὶ πρὸ τούτων ὁ νοῦς. αἱ δὲ ἡμέτεραι οὐ διʼ ἑαυτὰς τὸ ὅλον φάναι κινοῦσαι τὰ θνητὰ σώματα καὶ πρός τι δὲ ἔξωθεν συμβαῖνον ἀφορῶσαι τέλος, ὡς ἐν τῇ Φυσικῇ εἴρηται, καὶ διὰ τὴν πρὸς σώματα ῥοπὴν κατὰ συμβεβηκὸς κινούμεναι οὐκ ἂν εἶεν πρώτως καὶ μάλιστα κινοῦσαι· ὅπου γε οὐδὲ τὰ τῶν πλανωμένων κινητικὰ αἴτια, εἴτε ψυχαὶ εἴτε νοῖ εἶεν, διὰ τὸ μὴ μόνα τῆς πάσης κατάρχειν αὐτῶν κινήσεως. ἴσως δὲ τὸ ἔνιοι πρόσκειται καὶ διʼ Ἀναξαγόραν, οὐ σαφῶς ψυχὴν λέγοντα τὸν νοῦν, ὃν πρῶτον κινοῦν τίθεται, καὶ διʼ Ἐμπεδοκλέα, φιλίαν καὶ νεῖκος ἀλλʼ οὐ ψυχὰς λέγοντα τὰ κινοῦντα, ἢ καὶ διὰ τοὺς φυσικούς, ὅσοι μόνοις τοῖς ὑλικοῖς χρῶνται αἰτίοις. p. 403b29 Οἰηθέντες δὲ τὸ μὴ κινούμενον αὐτὸ μηδὲ ἐνδέχεσθαι κινεῖν ἕτερον τῶν κινουμένων τι τὴν ψυχὴν ὑπέλαβον εἶνα ι . Ὡς ἐν τοῖς ὑλικοῖς αἰτίοις τὸ μέν τί ἐστι προσεχὲς τὸ δὲ ἀπωτέρω καὶ τὸ πρῶτον, καὶ ἐν τοῖς εἰδικοῖς ὡσαύτως, οὕτω καὶ ἐν τοῖς κινητικοῖς. καὶ ἐπεὶ τὸ μὲν κινοῦν αἴτιον, ἡ δὲ κίνησις αἰτιατόν, τὸ πρῶτον κινοῦν οὐδαμῇ κινεῖσθαι ἀνάγκη, ἵνα καθαρῶς ἐν τῇ τοῦ κινεῖν μένῃ αἰτίᾳ. τὰ δὲ μέσα κινεῖσθαί πως βούλεται ὁ Πλάτων, ὡς τοῦ πρώτου κινητικοῦ νοῦ ὑποβάντα, ἀλλʼ οὐ τὴν σωματοειδῆ κίνησιν ἐσχάτην οὖσαν καὶ τῶν μόνως κινουμένων. δεκάτη γοῦν ἐν Νόμοις ἡ τῆς ψυχῆς λέγεται κίνησις μετὰ τὰς σωματικὰς οὔσας ὀκτὼ καὶ ἐνάτην τὴν φυσικήν. καὶ γὰρ ἡ φύσις παρʼ ἐκείνῳ κινεῖται διὰ τὴν ἐκ τοῦ ἀμερίστου ὑπόβασιν, καὶ μειζόνως ἡ ψυχή. ἀλλʼ ὁ Ἀριστοτέλης μόνην τὴν σωματοειδῆ ὀνομάζων κίνησιν, ταύτην μηδενὶ τῶν κινητικῶν αἰτίων προσάπτειν ἀπαγορεύει. p. 403b31 Ὅθεν Δημόκριτος πῦρ τι καὶ θερμόν φησιν αὐτὴν εἶνα ι . Πρώτου Δημοκρίτου μέμνηται ὡς σαφῶς σωματικὴν κίνησιν (τοπικὴν γὰρ) τῇ ψυχῇ ἀποδιδόντος, εἴπερ τῶν ἀτόμων τι σωμάτων αὐτὴν ὑπετίθετο ὅσον σφαιροειδές, ὅπερ καὶ πῦρ, εἶναι. τὸ γὰρ εὐκίνητον καὶ διὰ πάντων διϊέναι οὐ κωλυόμενον διὰ τὸ ἀγώνιον ἐν σχήμασι τὸ σφαιροειδὲς ὂν προσήκειν τῷ τε πυρὶ καὶ τῇ ψυχῇ. σαφὴς δὲ ἡ Δημοκρίτου περὶ τῶν στοιχείων δόξα ἐκ τοῦ πρώτου τῆς Φυσικῆς ἀκροάσεως, ἄτομα ὑποτιθεμένη μικρὰ ἄττα σωμάτια, οἷα τὰ ἐν ἀέρι φαίνεται ταῖς διὰ τῶν θυρίδων ἀκτῖσι ξύσματα. οὐ γὰρ ταῦτα ἀλλʼ ὅμοια τούτοις διὰ σμικρότητα τὰ στοιχεῖα ὁ Δημόκριτος ὑπετίθετο, μιᾶς μὲν οὐσίας ὄντα ἅπαντα, μεγέθει δὲ καὶ σχήματι ἀλλήλων διαφέροντα· ἐξ ὧν ὡς σπερμάτων τὰ σύνθετα πάντα συνίστασθαι σώματα. [30]
de An 11 26
διὸ καὶ πανσπερμίαν αὐτὰ προσαγορεύει ὡς πάντων σπέρματα. διὸ καὶ τοῦ ζῆν ὅρον εἶναι τὴν ἀναπνοήν, διχῶς αἰτίαν τοῦ ζῆν γινομένην, καὶ τῷ κωλύειν τὴν τῶν ἤδη ἐνυπαρχόντων σφαιροειδῶν ἔξοδον, ἀντιβαίνοντός τε τοῦ εἰσιόντος ἀέρος τοῖς καὶ ἀφʼ ἑαυτῶν ἐξιοῦσι σφαιρικοῖς σχήμασι διὰ τὸ εὐκίνητον, καὶ κατὰ ἀνάγκην ἐκθλιβομένοις ἐκ τῆς ὑπὸ τοῦ περιέχοντος τῶν στερεῶν συναγωγῆς, καὶ πρὸς αὐτὴν μαχομένου τὴν συναγωγὴν τοῦ εἰσιόντος ἀέρος τῷ εὐρύνειν καὶ ἐξωθεῖν τὰ στερεά· ταύτῃ τε οὖν ἡ ἀναπνοὴ γίνεται τοῦ ζῆν αἰτία καὶ τῷ ἀντὶ τῶν ἐξιόντων σφαιροειδῶν θύραθεν τὰ ὅμοια ἐπεισάγειν. πότερον δὲ οὕτως ὁ Δημόκριτος ἀπὸ σωμάτων ἐγέννα τὴν ζωήν, ἢ ἐνδεικτικῶς τὴν νοερὰν ἐβούλετο δηλοῦν διὰ τῆς σφαίρας οὐσίαν, οὐκ ἔχομεν ἀποφήνασθαι. οὐ δεῖ γὰρ τῇ Ἀριστοτελικῇ ἐπερείδεσθαι ἱστορίᾳ διὰ τὸ ὡς ἐπίπαν μόνον ἐκτίθεσθαι τὸ φαινόμενον, ὥσπερ καὶ τὸ περὶ τῶν Πυθαγορείων ἐπαγόμενον. τὸν μὲν γὰρ Δημόκριτον ἱστορεῖ ὅμοια τοῖς ἐν ἀέρι λέγειν ξύσμασι τὰ στοιχεῖα, τινὰς δὲ τῶν Πυθαγορείων αὐτὰ ταῦτα, οὐκ ἂν ταῦτα οἰηθέντων ποτὲ τῶν Πυθαγορείων ἀνδρῶν, ἐνδεικνυμένων δὲ ἴσως τὴν ἤδη μεριζομένην τῆς ψυχῆς οὐσίαν καὶ εἰς τὸ φανερὸν προϊοῦσαν. p. 404a20 Ἐπὶ ταὐτὸ δὲ φέρονται καὶ ὅσοι λέγουσι τὴν ψυχὴν τὸ ἑαυτὸ κινοῦ ν . Ὅπως μὲν ὁ Πλάτων τὴν ψυχὴν κινεῖσθαι λέγει διὰ τὴν ἀπὸ τοῦ πρώτου κινοῦντος ὑπόβασιν, ἤδη εἴρηται. οὐχ ἁπλῶς δὲ κινητικὴ ἀλλʼ αὐτοκίνητος λέγεται, ὡς οὐ παντελῶς τῆς ἀμερίστου οὐσίας τε καὶ ἐνεργείας ἀποστᾶσα· τὸ γὰρ αὐτὸ τὴν ἀμέριστον οὐσίαν καὶ τὴν τελείαν ἐνέργειαν τῷ Πλάτωνι δηλοῖ, ὡς τὸ κινητὸν τῆς μεριστῆς ἐστι σημαντικόν. τῇ οὖν μεσότητι τῆς ψυχῆς τὸ ἐκ τῶν ἄκρων σύνθετον ἀποδίδοται ὄνομα διὰ τὴν πρὸς ἄμφω τὰ ἄκρα τοῦ μέσου κοινωνίαν. ὁ δὲ Ἀριστοτέλης ἐπὶ μόνης τῆς πάντῃ μεριστῆς καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης ἐνεργείας τὸ τῆς κινήσεως φέρων ὄνομα, εἰκότως ἀπαγορεύει μὴ κινεῖσθαι τὰ ἀσώματα τῆς κινήσεως αἴτια, κἂν πρῶτα κἂν μέσα κἂν ἔσχατα ᾖ. p. 404a24 Ταύτην δ ’ ὑ φ ’ ἑαυτῆ ς , διὰ τὸ μηδὲν ὁρᾶν κινοῦ ν , ὃ μὴ καὶ αὐτὸ κινεῖτα ι . Κἂν γὰρ ὁ νοῦς πρώτως κινῇ πάντῃ ὢν ἀκίνητος, ἀλλὰ σὺν τῇ ψυχῇ καὶ τῇ φύσει. ἐὰν οὖν κινῶνται ἥ τε ψυχὴ καὶ ἡ φύσις, τὸ ἐξ αὐτῶν καὶ τοῦ νοῦ συμπλεκόμενον κινητικὸν αἴτιον κινούμενον ἔσται. μνησθεὶς δὲ Ἀναξαγόρου τῆς κινήσεως τὸν νοῦν αἰτιωμένου, ὡς καὶ αὐτοῦ ψυχὴν τὴν κινοῦσαν λέγοντος, ἐπάγει οὐ μὴν παντελῶς γε ὥσπερ Δημόκριτο ς. [35]
de An 11 27
τοῦτον μὲν γὰρ ὡς μὴ διορίζοντα τὴν ἀεὶ ἀληθῆ γνωστικὴν δύναμιν, ἣν νοῦν φαμεν, ἀπὸ τῆς ψευδομένης ποτέ, ὁποία ἥ τε αἰσθητικὴ καὶ ἡ φανταστικὴ καὶ ἡ δοξαστικὴ ἐν ἡμῖν ζωή, διὰ τὸ πᾶν τὸ φαινόμενον ἀληθὲς τίθεσθαι, εἰς ταὐτόν φησιν ἄγειν νοῦν τε καὶ ψυχήν, τὴν ὅση δηλαδὴ γνωστική· ἐπαινεῖσθαι γοῦν καὶ τὸν Ὅμηρον ὑπὸ Δημοκρίτου ἱστορεῖ ποιήσαντα ὡς ὁ Ἕκτωρ κεῖτʼ ἀλλοφρονέων ὑπὸ τῆς πληγῆς, καίτοι τῆς τοῦ συνθέτου βεβλαμμένης κριτικῆς ζωῆς διὰ τὴν σωματικὴν πληγήν, ἀλλʼ οὐ τῆς σώματος χωριστῆς, ἣν δύναμιν τῆς ψυχῆς καλεῖ τῆς ἀληθείας ἀντιληπτικὴν καὶ τὸν κατὰ φρόνησιν νοῦν ἐπιστημονικὸν ὄντα δηλαδή. τὸν μὲν οὖν Ὅμηρον κατὰ ποιητικὴν ἐξουσίαν ἀδιαφόρως χρῆσθαι τοῖς ῥήμασιν οὐδὲν θαυμαστόν. ὁ δὲ Δημόκριτος καὶ τῷ τοῦτον ἐπαινεῖν δῆλός ἐστι καὶ ἐπὶ τῆς ὁποιασοῦν γνώσεως τὸν κατὰ φρόνησιν φέρων νοῦν. τὸν δὲ Ἀναξαγόραν φησὶ μὴ παντελῶς εἰς ταὐτὸν ψυχήν τε καὶ νοῦν ἄγειν, ὅτι τε μὴ σαφῶς καὶ ὅτι τὰ ἀντικείμενα φαίνεται λέγων, ἐνίοτε μὲν μόνης τῆς ὀρθῆς γνώσεως τὸν νοῦν αἰτιώμενος καὶ διὰ τοῦτο χωρίζων πως αὐτὸν τῆς ψυχῆς, ὡς μὴ πάσης τῆς ἀληθείας οὔσης ἀντιληπτικῆς, ἀλλὰ κατὰ τὴν ἀρίστην δύναμιν· ποτὲ δὲ ἐν ἅπασιν αὐτὸν ὑπάρχειν τοῖς ζῴοις ἀποφαινόμενος τὸν αὐτὸν τίθεται τῇ ψυχῇ. ψυχὴ γὰρ ἐν πᾶσιν ἀλλʼ οὐχὶ νοῦς, εἰ μὴ ἄρα τὴν φαντασίαν τις καλοίη νοῦν· πρὸς ὃν ἀντιδιαστέλλων τὸν κατὰ φρόνησιν νοῦν λέγει μὴ ἐν πᾶσιν ὑπάρχειν, ὅπου γε μηδὲ ἐν ἀνθρώποις πᾶσιν· ὀλίγοι γὰρ οἱ κατʼ ἐπιστημονικὴν φρόνησιν τῆς ἀληθείας θεωρητικοί. οὐκ ἐν πᾶσιν οὖν τοῖς ἀνθρώποις, οὐχ ὡς μὴ ἔχουσι τὴν νοητικὴν οὐσίαν (μία γὰρ ἡ πάσας ἔχουσα τὰς δυνάμεις ψυχή), ἀλλʼ ὡς μὴ χρωμένοις αὐτῷ. p. 404b8 Ὅσοι δὲ ἐπὶ τὸ γινώσκειν καὶ τὸ αἰσθάνεσθαι τῶν ὄντων Ἀπέβλεψαν δηλαδή· προείρηται γὰρ τοῦτο. δυσὶ δὲ χαρακτηρίζεσθαι τὴν ψυχὴν εἰπών, τῷ τε κινητικῷ καὶ τῷ γνωστικῷ, καὶ ἱστορήσας ὡς τῷ κινεῖσθαι κινεῖν αὐτὴν οἱ παλαιότεροι ἐτίθεντο, ἐπάγει καὶ ὅπως γινώσκειν αὐτὴν ὑπέλαβον τὰ ὄντα. τῷ γὰρ ὁμοίῳ τὸ ὅμοιον ἀεὶ γινώσκεσθαι οἰόμενοι, καὶ τὴν ψυχὴν ὡς γνωριστικὴν τῶν ὄντων ἀφομοιοῦν τοῖς οὖσι βουλόμενοι, ἵνα μὴ ἐκ πάντων τῶν ὄντων αὐτὴν ποιῶσιν ἀπείρων ὑπαρχόντων, ἐκ τῶν ἀρχῶν αὐτὴν ὑφιστᾶσιν, ἐπειδὴ καὶ ἡ τῶν ἀρχομένων γνῶσις ἐκ τῶν ἀρχῶν· ἱκανὴν οὖν ἀπὸ τῶν ἀρχῶν τὴν ψυχὴν συμπληρουμένην οὐ μόνας αὐτὰς ἀλλὰ καὶ τὰ ἐξ αὐτῶν γνωρίζειν. οὕτω δὴ Ἐμπεδοκλέα μὲν ἔκ τε τῶν τεττάρων αὐτὴν ὑφιστάνειν στοιχείων καὶ ἐκ τῶν δύο κινητικῶν ἀρχῶν, φιλίας τε καὶ νείκους, οὐ μόνον τὸ ἐκ πασῶν μῖγμα ψυχὴν λέγοντα, ἀλλὰ καὶ ἑκάστην ἀρχὴν γνωστικὴν οὖσαν τοῦ ὁμοίου· τὸ γὰρ γνωστικὸν ὁτουοῦν ψυχὴν εἶναι. Πλάτων δὲ ἐν Τιμαίῳ ἐκ τῆς ἀμερίστου καὶ τῆς περὶ τὰ σώματα μεριζομένης οὐσίας, ὧν ἡ μὲν τὸν νοητὸν ἡ δὲ τὸν αἰσθητὸν δηλοῖ ὅρον, ἐκ τῶν τοῦ ὄντος γενικῶν στοιχείων οὐσίας τε καὶ ταὐτοῦ καὶ θατέρου, ἃ δὴ καὶ τὰ τούτοις ὅμοια διακόσμια γένη τῶν ὄντων πάντων στοιχεῖα τίθεται Πλάτων. [35]
de An 11 28
p. 404b18 Ὁμοίως δὲ καὶ ἐν τοῖς περὶ φιλοσοφίας λεγομένοις διωρίσθ η . Περὶ φιλοσοφίας νῦν λέγει τὰ Περὶ τοῦ ἀγαθοῦ αὐτῷ ἐκ τῆς Πλάτωνος ἀναγεγραμμένα συνουσίας, ἐν οἷς ἱστορεῖ τάς τε Πυθαγορείους καὶ Πλατωνικὰς περὶ τῶν ὄντων δόξας. p. 404b19 Αὐτὸ μὲν τὸ ζῷον ἐξ αὐτῆς τῆς τοῦ ἑνὸς ἰδέας καὶ τοῦ πρώτου μήκους καὶ πλάτους καὶ βάθου ς . Ὁ μὲν Ἀριστοτέλης τὸ φαινόμενον ἀεὶ εἰωθὼς ἱστορεῖν καὶ ἐλέγχειν καὶ τὰ ὀνόματα κατὰ τὴν τῶν πολλῶν συνήθειαν ἐκδέχεσθαι εἴωθεν, ἀλλʼ οὐ τῇ πραγματειώδει τῶν ἀνδρῶν * * * ἀναιρεῖν αὐτὴν τὴν ἀλήθειαν, ἀλλὰ μόνον τὴν τῶν ὀνομάτων κατάχρησιν, ἀπατωμένους τε ἤδη τινὰς ὁρῶν, καὶ ἐπʼ ἀριθμούς τε τοὺς μαθηματικοὺς καὶ ἐπὶ μεγέθη φερομένους τὰ γεωμετρικά. οἱ δὲ ἄνδρες τὰς λεωφόρους ἐκτρεπόμενοι καὶ ἐν ἀπορρήτοις μόνοις τοῖς ἀξίοις παραδιδόντες τὴν φιλοσοφίαν πρὸς τοὺς ἄλλους διὰ τῶν μαθηματικῶν αὐτὴν ἐνεδείκνυντο ὀνομάτων. καὶ σαφέστερον μὲν ἡ τῶν ἀνδρῶν ἔννοια ἐν τοῖς εἰς τὰ Μετὰ τὰ φυσικά μοι γεγραμμένοις διήρθρωται. νῦν δὲ ὅσον πρὸς μόνην τὴν τῶν προκειμένων ῥητῶν ἐξήγησιν ἐπιμνησθῆναι ἀνάγκη λέγωμεν. ἀριθμοὺς λέγοντες τὰ εἴδη ὡς πρῶτα διακεκριμένα τῆς ἀμερίστου ἑνώσεως (τὰ γὰρ ὑπερείδεα καὶ ὑπὲρ διάκρισιν) τὸ μὲν παντελὲς τῶν εἰδῶν πλῆθος διὰ τῆς δεκάδος ᾐνίττοντο. τὰς δὲ πρώτας εἰδητικὰς ἀρχὰς πρώτῃ μὲν μονάδι καὶ δυάδι ὡς οὐδὲ ἀριθμοῖς, πρώτῃ δὲ τριάδι καὶ τετράδι ὡς πρώτοις ἀριθμοῖς τῇ μὲν περιττῶν τῇ δὲ ἀρτίων· ἐξ ὧν κατὰ συναγωγὴν ὁ δέκα γίνεται ἀριθμός. μετὰ δὲ τοὺς ἀριθμοὺς ἐν ζωαῖς δευτέραις καὶ πολλοσταῖς τὰ γεωμετρικὰ πρὸ τῶν φυσικῶν ὑποτιθέμενοι μεγέθη, καὶ ταῦτα ὡς εἰς αἰτίους τοὺς εἰδητικοὺς ἀνῆγον ἀριθμοὺς καὶ τὰς τούτων ἀρχάς· τὸ μὲν σημεῖον ὡς ἀμερὲς εἰς τὴν μονάδα, τὴν δὲ γραμμὴν ὡς πρώτην διάστασιν εἰς τὴν δυάδα, καὶ τὴν ἐπιφάνειαν αὖ ὡς ἐπὶ πλέον διαστᾶσαν εἰς τὴν τριάδα, εἰς δὲ τὴν τετράδα τὸ στερεόν. καὶ ἐκάλουν, ὡς ἐκ τῶν ὑπʼ Ἀριστοτέλους λεγομένων τεκμαίρεσθαι, τὴν δυάδα πρῶτον μῆκος (οὐ γὰρ ἁπλῶς μῆκος, ἀλλὰ τὸ πρῶτον, ἵνα τὸ αἴτιον σημαίνωσιν), ὡσαύτως δὲ καὶ πρῶτον πλάτος τὴν τριάδα καὶ πρῶτον βάθος τὴν τετράδα. [30]
de An 11 29
ἀνῆγον δὲ εἰς τὰς εἰδητικὰς ἀρχὰς καὶ τὰς ψυχικὰς πάσας γνώσεις, τὴν μὲν νοερὰν ὡς καθʼ ἕνωσιν ἀμέριστον συναιρουμένην εἰς τὴν μονάδα, τὴν δὲ ἐπιστημονικὴν ὡς ἀνελισσομένην καὶ ὡς ἀπὸ ἑτέρου τοῦ αἰτίου εἰς τὸ αἰτιατὸν προαγομένην, ὡς δὲ καὶ διὰ τὸ ἀπλανὲς καὶ ἀεὶ διὰ τῶν αὐτῶν ὁδεῦον εἰς τὴν δυάδα, τὴν δὲ δόξαν εἰς τὴν τριάδα διὰ τὸ τὴν δύναμιν αὐτῆς μὴ ἐπὶ τὸ αὐτὸ ἀεὶ, ἀλλὰ τοτὲ μὲν ἐπὶ τὸ ἀληθὲς τοτὲ δὲ ἐπὶ τὸ ψεῦδος κλίνειν, εἰς δὲ τὴν τετράδα τὴν αἴσθησιν διὰ τὸ σωμάτων εἶναι ἀντιληπτικήν. καὶ γὰρ ἐν μὲν τῇ δυάδι μίαν 〈εἶναι〉 ἀφʼ ἑκατέρας μονάδος πρὸς τὴν λοιπὴν διάστασιν, ἐν δὲ τῇ τριάδι δύο ἐξ ὁποιασοῦν πρὸς τὰς λοιπάς, ἐν δὲ τῇ τετράδι τρεῖς. ἀνῆγον τοίνυν εἰς τὰς ἀρχὰς τά τε γνωστὰ πάντα, τουτέστι τὰ ὄντα, καὶ τὰς γνωστικὰς τούτων δυνάμεις. διῄρουν δὲ τά τε ὄντα οὐ κατὰ πλάτος, ἀλλὰ κατὰ βάθος εἴς τε τὰ νοητὰ καὶ ἐπιστητὰ καὶ δοξαστὰ καὶ αἰσθητά, καὶ ὁμοίως τὰς γνώσεις εἰς νοῦν καὶ ἐπιστήμην καὶ δόξαν καὶ αἴσθησιν. τὸ μὲν οὖν αὐτοζῷον ἐκ τῆς τῶν γνωστῶν εἴληπται διαιρέσεως, τὸν νοητὸν δηλοῦν διάκοσμον, ἐν ᾧ τὰ αὐτοειδῆ, τουτέστι τὰ πρώτιστα καὶ αἱ τούτων ἀρχαί, ἡ τοῦ αὐτοενὸς ἰδέα ἥ τε τοῦ πρώτου μήκους, ἥτις ἦν ἡ αὐτοδυάς, ἥτε τοῦ πρώτου πλάτους καὶ ἡ τοῦ πρώτου βάθους (κατὰ κοινοῦ γὰρ τὸ πρῶτον ἐπὶ πάντων συναρμοστέον), τουτέστιν ἡ αὐτοτριὰς καὶ ἡ αὐτοτετράς. τὰ δὲ ἄλλα ὁμοιοτρόπως φησί, τὰ λοιπὰ λέγων τῆς τῶν γνωστῶν διαιρέσεως τὰ ἐπιστητὰ τὰ δοξαστὰ τὰ αἰσθητά, ἐκ τῶν ἀρχῶν μὲν καὶ ταῦτα ὄντα τῶν εἰδῶν, ἀλλʼ οὐκέτι ἐκ τῶν αὐτοαρχῶν ὡς ἐκ στοιχείων, ἀλλʼ ἐξ ἐκείνων μὲν ὡς ἐξῃρημένων αἰτίων, ὡς δὲ ἐκ στοιχείων καὶ ἀχωρίστων αἰτίων τῶν ἑκάστοις συστοίχων. p. 404b21 Ἔτι δὲ καὶ ἄλλω ς . Τρόπου μὲν ἑτέρου τὸ ἄλλως σημαντικόν. δηλοῖ δὲ τὴν ἐπὶ ὄντων μὲν καὶ αὐτὴν γινομένην διαίρεσιν, οὐ μὴν ᾗ γνωστά, ἀλλʼ ᾗ γνωστικά, καὶ τούτων εἰς τὰς αὐτὰς ἀνηρτημένων ἀρχάς. p. 404b24 Οἱ μὲν γὰρ ἀριθμοὶ τὰ εἴδη αὐτὰ καὶ ἀρχαὶ ἐλέγοντ ο . Μετὰ τὸ διελεῖν ἑκάτερα ἰδίως τά τε γνωστὰ καὶ τὰ γνωστικά, τὴν πρὸς ἄλληλα αὐτῶν ἐν τούτοις ἐπιδείκνυσιν ὁμοιότητα, ἵνα καὶ κατὰ τοὺς ἄνδρας τῷ ὁμοίῳ τὸ ὅμοιον γνωρίζηται. οἱ γὰρ ἀριθμοὶ τὰ αὐτὰ καὶ πρώτιστα εἴδη ὄντες ἦσαν μὲν ἐκ τῶν στοιχείων τοῦ αὐτοενὸς δυάδος τε καὶ τριάδος καὶ τετράδος, ἀρχαὶ δὲ ἐλέγοντο τῶν τε γνωστικῶν καὶ τῶν γνωστῶν οὐσιῶν. καὶ γὰρ τὰ οἷς κρίνεται τὰ πράγματα ταῖς στοιχειώδεσιν ὡρίζετο ἀρχαῖς, καὶ αὐτὰ τὰ γνωστὰ πράγματα, ὅτι εἴδη οἱ ἀριθμοὶ οὗτοι, τουτέστιν οἱ εἰδητικοί, καὶ αἱ τούτων στοιχειώδεις ἀρχαὶ τῶν πραγμάτων· πάντα γὰρ τὰ γνωστὰ πράγματα τοῖς εἴδεσιν ὁρίζεται, ᾗ εἴδη ἐστίν. p. [35]
de An 11 30
404b27 Ἐπεὶ δὲ καὶ κινητικόν γε ἐδόκει ἡ ψυχὴ εἶναι καὶ γνωριστικό ν , οὕτως ἔνιοι συνέπλεξαν ἐξ ἀμφοῖ ν , ἀποφηνάμενοι τὴν ψυχὴν ἀριθμὸν κινοῦν θ ’ ἑαυτό ν . Ξενοκράτους ὁ τῆς ψυχῆς οὗτος λόγος βουλομένου τὴν μεσότητα αὐτῆς τῶν τε εἰδῶν καὶ τῶν εἰδοποιουμένων ἅμα καὶ τὸ ἴδιον αὐτῆς ἐνδείξασθαι· ὁ γὰρ ἀριθμὸς τὸ εἶδος, τὸ δὲ κινητὸν τοῖς εἰδοποιουμένοις προσήκει. ἐκ μὲν οὖν τῶν ἄκρων μονονοὺ δηλοῖ τὸ οὔτε ἀριθμὸς ἁπλῶς ἔσται οὔτε κινητόν· τοῦ μὲν γὰρ ὑφεῖται, ᾗ τοῦ ἀμερίστου ἐκβέβληται, τοῦ δέ ἐστι κρείττων, ᾗ τοῦ μεριστοῦ ὑπερέχει. τὸ συναμφότερον οὖν ἄν πως εἴη ὡς ἀμφοτέροις κοινωνοῦσα, ἀριθμὸς κινητός. κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφʼ ἑαυτοῦ κινητὸς λέγεται, ὅτι οὐχ ὡς διαστατική ἐστι μέση ἡ ψυχή, οἷος ὁ φυσικὸς λόγος καὶ πρὸ τούτου κατὰ τοὺς ἄνδρας ἡ μαθηματικὴ οὐσία, οὐδὲ οἷα κατὰ τὸ προϊὸν ἀπὸ νοῦ φῶς οὐσία νοερὰ μὲν ἔτι μένουσα, τῷ δὲ εἰς τὸ φανὸν καὶ σύμμετρον τοῖς ὑπὸ νοῦ καταλαμπομένοις προέρχεσθαι ἐξαγγέλλουσα τὸ μόνιμον καὶ κρύφιον τῆς νοερᾶς φύσεως, ἀλλὰ κατʼ αὐτὴν τὴν ζωτικὴν ἰδιότητα ἔγερσιν καὶ ζέσιν τινὰ πάσης δηλούσης ζωῆς, ἀμέριστον μὲν καὶ ἐν ἑαυτῇ μένουσαν τῆς νοερᾶς, περὶ δὲ τὰ σώματα μεριζομένην καὶ ἑτέρωθεν εἰς ἕτερα ὑφιζάνουσαν τῆς σωματοειδοῦς, τῆς δὲ ψυχικῆς τὴν ἀφʼ ἑαυτῆς εἰς ἀνέλιξιν καὶ εἰς διάστασιν ἅμα συναγωγήν. διὰ ταῦτα μὲν οὖν ὁ Ξενοκράτης ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα τὴν ψυχὴν ἀπεφήνατο. ὁ δὲ Ἀριστοτέλης τὸν ἀριθμὸν ὁριστικὸν προειπὼν καὶ τῶν γνωστῶν καὶ τῶν γνωστικῶν, ἐπὶ τῆς ψυχῆς εὐλόγως ὡς γνωστικὸν εἰρῆσθαι ἀκούει, καὶ διὰ τοῦτο τοὺς εἰπόντας τὴν ψυχὴν ἀριθμὸν αὐτὸν ἑαυτὸν κινοῦντα συμπλέξαι ἔφη τὸ κινητικὸν καὶ τὸν γνωστικόν. p. 404b30 Διαφέρονται δὲ περὶ τῶν ἀρχῶ ν , τίνες καὶ πόσα ι . Ἐπειδὴ ἐκ τῶν ἀρχῶν συμπληροῦσι τὴν ψυχὴν οἱ περὶ αὐτῆς, ὡς αὐτὸς ἱστορεῖ, φιλοσοφήσαντες, ὁποίας ἂν καὶ ὁπόσας ἕκαστος ὑπέθετο ἀρχάς, ἐκ τοιούτων καὶ τοσούτων καὶ τὴν ψυχὴν συνέστησαν, σωματικὰς μὲν οἱ φυσιολόγοι θέμενοι, ἀσωμάτους δὲ οἱ Πυθαγόρειοι καὶ Πλάτων, μίξαντες δὲ ἀ π ’ ἀμφοῖν Ἐμπεδοκλῆς τε καὶ Ἀναξαγόρας. ἑπομένως δὲ τούτοις καὶ τὴν ψυχὴν ἀποδιδόασιν, ἕκαστος τὴν παρʼ αὐτοῦ ἀρχὴν εἰς τὴν ψυχὴν φέρων ἢ τὰς ἀρχάς, οὐχ ὡς γνωστικὴν μόνον τῶν ὄντων, ἀλλὰ καὶ ὡς κινητικήν. οὐκ ἀλόγως γάρ φησιν αὐτοὺς τῶν πρώτων ὑπειληφέναι τὸ κινητικὸν αἴτιον, ἐπειδὴ αἰτιατὸν μὲν πάντως τὸ κινούμενον, τὸ δὲ καθʼ ἑαυτὸ κινοῦν καὶ μὴ τῷ ἑτέρωθεν κινεῖσθαι τῆς αἰτιώδους φύσεως. οἱ δὲ πῦρ τὴν ἀρχὴν ὑποθέμενοι καὶ ὡς τὸ λεπτομερέστατον σῶμα τῇ ψυχῇ ἀπονέμοντες οἰκειότερόν τι αὐτῇ προσάπτουσι τῶν ἄλλο τι αὐτὴν οἰομένων σῶμα· ἀσώματος γὰρ κατʼ ἀλήθειαν ἡ ψυχὴ οὖσα, διὸ οἰκειότερον αὐτῇ τὸ λεπτομερέστερον ὡς ἀσωματώτερον ἢ τὸ παχυμερές. [35] *[crux: δηλοῖ τὸ οὔτε ἀριθμὸς ἁπλῶς ἔσται οὔτε κινητόν· τοῦ μὲν γὰρ ὑφεῖται, ᾗ τοῦ ἀμερίστου ἐκβέβληται, τοῦ δέ ἐστι κρείττων, ᾗ τοῦ μεριστοῦ ὑπερέχει. τὸ συναμφότερον οὖν ἄν πως εἴη ὡς ἀμφοτέροις κοινωνοῦσα, ἀριθμὸς κινητός. κατὰ δὲ τὸ οἰκεῖον τῆς μεσότητος ὑφʼ ἑαυτοῦ κινητὸς λέγεται, ὅτι οὐχ ὡς διαστατική ἐστι μέση ἡ ψυχή, οἷος ὁ φυσικὸς λόγος καὶ πρὸ τούτου κατὰ τοὺς ἄνδρας ἡ μαθηματικὴ οὐσία, οὐδὲ οἷα κατὰ τὸ προϊὸν ἀπὸ νοῦ φῶς οὐσία νοερὰ μὲν ἔτι μένουσα, τῷ δὲ εἰς τὸ φανὸν καὶ σύμμετρον τοῖς ὑπὸ νοῦ καταλαμπομένοις προέρχεσθαι ἐξαγγέλλουσα τὸ μόνιμον καὶ κρύφιον τῆς νοερᾶς φύσεως, ἀλλὰ κατʼ αὐτὴν τὴν ζωτικὴν ἰδιότητα ἔγερσιν καὶ ζέσιν τινὰ πάσης δηλούσης ζωῆς, ἀμέριστον μὲν καὶ ἐν ἑαυτῇ μένουσαν τῆς νοερᾶς, περὶ δὲ τὰ σώματα μεριζομένην καὶ ἑτέρωθεν εἰς ἕτερα ὑφιζάνουσαν τῆς σωματοειδοῦς, τῆς δὲ ψυχικῆς τὴν ἀφʼ ἑαυτῆς εἰς]*
de An 11 31
καὶ ὡς εὐκίνητόν τε φαινόμενον αὐτὸ καὶ τἄλλα κινοῦν συγγενέστερον ἔδοξε τῇ ψυχῇ. p. 405a8 Δημόκριτος δὲ καὶ γλαφυρωτέρως εἴρηκε ν . Ὡς καὶ τὰς αἰτίας προστιθεὶς, κατὰ μὲν τὰς κοινὰς αἰτίας νοερὰς τὰς ψυχὰς τιθέμενος, κατὰ δὲ τὰς ἰδίας ὑποθέσεις ἐν τοῖς ἀδιαιρέτοις αὐτὰς τιθέμενος σώμασιν· καὶ ἔτι τὴν ψυχὴν εἰς ταὐτὸν ἄγων τῷ νῷ, καὶ ταῖς ἀρχαῖς τὸ κινητικὸν ἀπονέμων. ἐν δὲ τοῖς ἀδιαιρέτοις εὑρίσκων τὸ σφαιροειδὲς ὂν σχῆμα εὐκίνητον, ἐν τούτῳ τὴν ψυχὴν ἔθετο. p. 405a13 Ἀναξαγόρας δ ’ ἔοικε μὲν ἕτερον λέγειν ψυχήν τε καὶ νοῦ ν . Διότι, ὡς ἤδη ἔφη, μόνον τοῦ καλῶς καὶ ὀρθῶς αἰτιᾶται τὸν νοῦν, χρῆται δὲ ἀμφοῖν ὡς μιᾷ φύσε ι, διότι εἰς πάντα τὰ ζῷα ἐνοικίζει καὶ τὸν νοῦν. πλὴν ἀρχήν γε τὸν νοῦν τίθεται μάλιστα πάντων, ἐπειδὴ σαφῶς καὶ πρὸ πάντων ἀμιγῆ ὡς ἐξῃρημένον πάντων ὑμνεῖ, καὶ τὸ γνωστικὸν καὶ τὸ κινητικὸν αὐτῷ ἀποδιδούς. p. 405a19 Ἔοικε δὲ καὶ Θαλῆς ἐξ ὧν ἀπομνημονεύουσ ι . Ὅτι μηδὲν αὐτοῦ ἐφέρετο σύγγραμμα. τοσοῦτον δὲ περὶ Θαλοῦ ἱστορήσας, καὶ τοῦτο μετά τινος ἐπιτιμήσεως, ὅτι τῇ μαγνήτιδι λίθῳ ψυχὴν ἐδίδου ὡς κινητικῇ τοῦ σιδήρου, ἵνα κατʼ ἐκεῖνον κινητικὴν εἶναι τὴν ψυχὴν πιστώσηται, οὐκέτι τὸ ὕδωρ εἶναι τὴν ψυχὴν εἰς αὐτὸν ἀνέπεμψεν, καίτοι στοιχεῖον τὸ ὕδωρ τιθέμενον, ἐπειδὴ τῶν σωμάτων τὸ ὕδωρ ἔλεγε στοιχεῖον, εἰκὸς δὲ ἀσώματον αὐτὴν ἐκεῖνον ὑποτίθεσθαι. σαφῆ δὲ τὰ περὶ Διογένους ἱστορημένα. περὶ δὲ Ἡρακλείτου συλλογιζομένῳ ἔοικεν, οὐχ ὡς σαφῶς λέγοντος πῦρ ἢ ἀναθυμίασιν ξηρὰν τὴν ψυχήν, ἀλλʼ ὡς τοῦ πυρὸς πρὸς τῷ λεπτομερεῖ καὶ τὸ εὐκίνητον ἔχοντος καὶ τῷ κινεῖσθαι τὰ ἄλλα κινοῦντος, καὶ διὰ ταῦτά [τε] τῇ ψυχῇ προσήκοντος ὡς διὰ παντὸς τοῦ ζῶντος ἰούσῃ σώματος καὶ ὡς τῷ κινεῖσθαι κινητικῇ καὶ ἔτι ὡς γνωστικῇ. ἐν μεταβολῇ γὰρ συνεχεῖ τὰ ὄντα ὑποτιθέμενος ὁ Ἡράκλειτος καὶ τὸ γνωσόμενον αὐτὰ τῇ ἐπαφῇ γινῶσκον συνέπεσθαι ἐβούλετο, ὡς ἀεὶ εἶναι κατὰ τὸ γινῶσκον ἐν κινήσει. p. [30]
de An 11 32
405a29 Παραπλησίως δὲ τούτοις καὶ Ἀλκμαίων ἔοικεν ὑπολαβεῖν περὶ ψυχῆ ς . Ὁ Ἀλκμαίων Κροτωνιάτης ὢν ὑπὸ μὲν ἄλλων ὡς Πυθαγόρειος παραδέδοται, ὑπὸ δὲ Ἀριστοτέλους ἐν τῇ Μετὰ τὰ φυσικὰ ὡς τὰς δύο συστοιχίας ἢ αὐτὸς παραδοὺς τοῖς Πυθαγορείοις ἢ παρʼ ἐκείνων λαβὼν μνήμης ἠξίωται. ἔοικε δὲ ἄριστα φιλοσοφεῖν, ὡς ἐκ τῶν νῦν λεγομένων τεκμαίρεσθαι· ἀθάνατον γὰρ λέγει τὴν ψυχὴν ὡς ἐοικυῖαν τοῖς ἀθανάτοις. καὶ παρὰ Πλάτωνι γοῦν ὁμώνυμος λέγεται τοῖς ἀθανάτοις διὰ τὸ καὶ τῆς ἀθανασίας ὑφειμένως τὴν ἡμετέραν μετέχειν ψυχήν· ὑπάρχειν δὲ αὐτῇ τὸ ἀθάνατον ὡς ἀεικινήτῳ. οὕτω δὴ καὶ ἐν τῷ Φαίδρῳ ὡς ἀεικίνητος διὰ τὸ εἶναι αὐτοκίνητος δείκνυται ἀθάνατος, οὐ τὴν σώμασι πρέπουσαν κίνησιν, ἀλλʼ ἣν καὶ αἱ οὐράνιαι ψυχαί, διʼ ἣν καὶ τὰ φαινόμενα αὐτῶν σώματα κινεῖται ἀϊδίως. p. 405b1 Τῶν δὲ φορτικωτέρων καὶ ὕδωρ τινὲς ἀπεφήναντ ο , καθάπερ Ἵππω ν . Ἐτίθετο μὲν καὶ Θαλῆς ὕδωρ τὸ στοιχεῖον, ἀλλὰ σωμάτων, καὶ οὐχὶ τὴν ψυχὴν πάντως σῶμα ᾤετο. 〈τὸν〉 δὲ Ἵππωνα, ὡς εἰκός, ὃν καὶ ἄθεον γενέσθαι ἱστοροῦσιν, ὅθεν καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ οὐκ ἀξιοῖ συντάττειν αὐτὸν τοῖς φυσικοῖς, καὶ ἐνταῦθα φορτικὸν καλεῖ οὐ μόνον ὡς παχυμερέστερον αὐτὴν λέγοντα στοιχεῖον (τούτου γὰρ καὶ ὑπεραπολογεῖσθαι ἠξίωσεν, τὴν αἰτίαν τῆς ὑπονοίας ἐκθέμενος), ἀλλὰ μάλιστα διὰ τὴν ἀθεΐαν. ὁ δὲ τὸ αἷμα τὴν ψυχὴν θέμενος Κριτίας εἴτε ὁ τῶν τριάκοντα γενόμενος εἷς εἴτε σοφιστής τις, οὐδὲν ἡμῖν διοίσει. εἰς τοῦτο δὲ ὑπεφέρετο διὰ τὸ τὰ ἐν ἡμῖν ἄναιμα, οἷον τὰ ὀστᾶ, ἀναίσθητα ὁρᾶν. p. 405b8 Πάντα γὰρ τὰ στοιχεῖα κριτὴν εἴληφε πλὴν τῆς γῆ ς . Τουτέστι τὸν ἐγκρίναντα ἕν τι στοιχεῖον εἶναι ἀρχήν τε καὶ τῇ ψυχῇ προσήκειν. οὐδεὶς δὲ μόνην τὴν γῆν, διὰ τὸ παχυμερὲς καὶ ἀκίνητον. p. 405b10 Ὁρίζονται δὲ πάντες τὴν ψυχὴν τρισὶν ὡς εἰπεῖ ν , κινήσε ι , αἰσθήσε ι , τῷ ἀσωμάτ ῳ . Τὸ μὲν πρῶτον, ἐπειδὴ ἐκ τῶν τῷ ἐμψύχῳ ὑπαρχόντων εἰς τὰ τῇ ψυχῇ προσόντα ἀνεπέμπετο, μόνας αὐτῇ προσῆπτε κίνησίν τε καὶ αἴσθησιν· οὐ γὰρ ἦν τῷ ἐμψύχῳ προσὸν τὸ λεπτομερὲς ἢ τὸ ἀσώματον. ὕστερον δὲ ἐκ τῶν περὶ αὐτῆς εἰπόντων καὶ ἔτι διά τε τὸ εὐκίνητον καὶ διὰ τὸ διʼ ὅλου ἰέναι τοῦ σώματος καὶ τῷ ἀσωμάτῳ αὐτὴν ὁρίζεσθαι ὑπὸ πάντων λέγει, οὐ τῷ κυρίως λέγων ἀσωμάτῳ πάντως, ἀλλὰ ἀσώματον λέγων καὶ τὸ λεπτομερὲς σῶμα. [30]
de An 11 33
p. 405b12 Τούτων δὲ ἕκαστον ἀνάγεται πρὸς τὰς ἀρχά ς . Ὡς κατὰ τὴν πρὸς ἀρχὰς κοινωνίαν τῆς ψυχῆς ἕκαστον τούτων ὑπάρχειν τῇ ψυχῇ, τό τε κινητικὸν καὶ τὸ αἰσθητικὸν καὶ τὸ ἀσώματον. ὅτι μὲν οὖν τὸ ἀσώματον καὶ τὸ κινητικὸν ταῖς ἀρχαῖς προσήκει, νῦν παρῆκεν ὡς αὐτόθεν γνώριμον. τὸ γὰρ σωματικὸν καὶ τὸ κινούμενον πάντῃ σωματοειδῆ κίνησιν, μεριστὸν ὂν καὶ μεριστὴν ἔχον ἐνέργειαν καὶ διὰ τοῦτο τοῦ συνέχοντος δεόμενον, τοῖς αἰτιατοῖς ἀλλʼ οὐ ταῖς ἀρχαῖς προσήκει. τὸ δὲ κινητικὸν καὶ τὸ ἀσώματον ὡς αἴτια τούτων καὶ αὐτὸς ἐγκρίνει ἀρχικὰ εἶναι. ὅπως δὲ καὶ οἱ τὸ αἰσθητικὸν ἢ ἁπλῶς τὸ γνωστικὸν αὐτῇ ἀποδιδόντες κατὰ τὴν πρὸς τὰς ἀρχὰς οἰκειότητα καὶ αὐτὸ ἀπονέμουσι, λόγου καὶ νῦν ἠξίωσε· διὰ γὰρ τὸ οἴεσθαι τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεσθαι. τῆς δὲ τοιαύτης αἰτίας μόνον τὸν Ἀναξαγόραν ἐξαίρει, οὐχ ὡς μὴ καὶ τοῦτον τῇ ἀρχικῇ δυνάμει τὸ γνωστικὸν προσήκειν τιθέμενον (νοῦν γοῦν αὐτὴν τίθεται), ἀλλʼ ὅπερ καὶ σαφῶς ἐπάγει, ὡς μὴ καθʼ ὁμοιότητα ἡγούμενον γίνεσθαι τὴν γνῶσιν. ἀμιγῆ γὰρ ὄντα πρὸς τὰ ἄλλα τὸν νοῦν καὶ οὐδὲν ἔχοντα πρὸς αὐτὰ κοινόν, ἀλλʼ οὐδὲ μετεχόμενον ὑπʼ αὐτῶν (τοῦτο γὰρ τὸ ἀπαθὲς δηλοῖ) ὅμως γινώσκειν πάντα. p. 405b21 Τοιοῦτος δ ’ ὢν πῶς γνωριεῖ καὶ διὰ τί ν ’ αἰτία ν , οὔτε ἐκεῖνος εἴρηκεν οὔ τ ’ ἐκ τῶν εἰρημένων ἐμφανές ἐστι ν . Διʼ ὧν τὸ μὲν ἀμιγὲς τῆς κυρίως καὶ πρώτης ἀρχῆς πρὸς τὰ ἀπʼ αὐτῆς καὶ τὸ ἀπαθὲς ἀποδεχόμενος φαίνεται· τῷ δὲ ἐπισκήπτειν αὐτῷ ὡς μὴ εἰπόντι τὴν τῆς γνωρίσεως αἰτίαν, ἁπλῶς δὲ ἀμιγῆ μόνον εἰπόντι τὴν ἀρχήν, φαίνεται τὴν μὲν ὡς ἐν συστοίχοις ὁμοιότητα τῆς ἀρχῆς πρὸς τὰ ἀπʼ αὐτῆς μὴ ἀποδεχόμενος, οὐ προσιέμενος δὲ οὐδὲ τὸ παντελῶς ἀκοινώνητον. δεῖ γὰρ στῆναι κατὰ τὸ τοῦ γνωστοῦ εἶδος τὸ γινῶσκον· τοῦτο δὲ οὐκ ἦν τοῦ μηδεμίαν ἔχοντος πρὸς αὐτὸ κοινωνίαν. ἔδει οὖν καὶ ἐν τῇ ἀρχῇ ἀπολείπειν οὐ τὴν σύστοιχον πρὸς τὰ ἀπʼ αὐτῆς, ἀλλὰ τὴν κατὰ κρείττονα ἰδέαν καὶ αὐτὸ τοῦτο αἰτιώδη αὐτῶν πρόληψιν, ἣ καὶ οὐχ ὁμοταγῶς, ἀλλὰ κατὰ τὴν ὑφειμένην πρὸς ἑαυτὴν ὁμοιότητα καὶ παράξει αὐτὰ καὶ γνωριεῖ. διὸ καὶ τοῖς τὰς στοιχειώδεις ἀρχὰς ἐν τῇ ψυχῇ θεμένοις ἐπισημαίνεται, ὡς εἰς τὴν κινουμένην τὰς τῶν κινουμένων ἀχωρίστους μεταφέρουσι. δῆλον δὲ ὡς καὶ οἱ ἓν τῶν ἐναντίων θέμενοι τὴν ψυχὴν γνωστικὴν ἀμφοῖν ὑπέλαβον, διὰ θατέρου καὶ τὸ λοιπὸν γινώσκουσαν, εἴπερ μία καὶ ἡ αὐτὴ τῶν ἐναντίων ἐπιστήμη. [35]
de An 11 34
p. 405b31 Ἐπισκεπτέον δὲ πρῶτον μὲν περὶ κινήσεω ς . Ὁ σκοπὸς τὰς παραδεδομένας ἐξετάσαι δόξας καὶ ἐλέγξαι μὲν εἴ τι 〈μὴ〉 ἀληθῶς εἴρηται, διαρθρῶσαι δὲ καὶ εἴ τι μὴ κατὰ τὴν συνήθη τῶν ὀνομάτων χρῆσιν παραδέδοται, ἵνα μὴ κατὰ ταῦτα τὰς τῶν πρεσβυτέρων ἡμεῖς ἐκδεχόμενοι δόξας καὶ ὡς ἀληθεῖς διὰ τὸ κλεινὸν τῶν παραδόντων προσιέμενοι σφαλλώμεθα. αὐτίκα τοῦ Πλάτωνος τῷ τῆς κινήσεως χρωμένου ὀνόματι καὶ ἐπὶ τῆς ψυχικῆς ζωῆς ὡς ἀνελιττομένης καὶ οὔτε μεριζομένης πάντῃ οὔτε καθαρῶς ἀμερίστου μενούσης, καὶ ταύτην κίνησιν προσαγορεύοντος διὰ τὴν ὅλως ἐκ τοῦ ἀμερίστου ὑπόβασιν, καὶ οὐσίαν τῆς ψυχῆς τὸ αὐτοκίνητον θεμένου, ὡς κατὰ ζωὴν οὐσιωμένης τοιαύτην, ὑποβᾶσαν μὲν τῆς ἀμερίστου οὐσίας ἀλλʼ οὐ πάντῃ ἐξεστῶσαν, ἵνα διὰ μὲν τοῦ κινητοῦ τὴν ὕφεσιν, διὰ δὲ τοῦ αὐτὸ τὴν ἐν τῷ ἀμερίστῳ μονὴν ἐνδείξηται, καὶ τὴν ἅμα ἐν ἑαυτῇ μένουσαν καὶ ἀφʼ ἑαυτῆς προϊοῦσαν, ὁ Ἀριστοτέλης, τὴν μεριστὴν καὶ κατὰ συνέχειαν ἀριθμουμένην μόνην εἰωθὼς προσαγορεύειν κίνησιν κατὰ τὴν παρὰ τοῖς πολλοῖς τοῦ ὀνόματος χρῆσιν, οὐ μόνον τῆς ψυχικῆς αὐτὴν ἀποφάσκει οὐσίας, ἀλλὰ μηδὲ ὁπωσοῦν καθʼ αὑτὴν κινεῖσθαι τὴν ψυχὴν ἀποφαίνεται. p. 406a3 Ὅτι μὲν οὖν οὐκ ἀναγκαῖον τὸ κινοῦν καὶ αὐτὸ κινεῖσθα ι , πρότερον εἴρητα ι . Ἐν γὰρ τῷ θῆτα τῆς Φυσικῆς ἀκροάσεως, ἐν ᾧ δέδεικται πάντα μὲν τὰ πρῶτα κινητικὰ καθʼ αὑτὰ ἀκίνητα, τὸ δὲ πρώτιστον καὶ κατὰ συμβεβηκὸς ἀκίνητον. καὶ νῦν ὑπομιμνήσκει διὰ τοῦ ἐν τῷ κινουμένῳ πλοίῳ ἠρεμοῦντος ἀνθρώπου, ὃς κινεῖταί πως ἐξ ἄλλου εἰς ἄλλον μεταφερόμενος τόπον, οὐχ ὁμοίως δὲ τῷ πλοίῳ, ὅτι τοῦτο μὲν καθʼ αὑτό, ὁ δὲ ἐν αὐτῷ ἠρεμῶν οὔτε καθʼ ὅλον ἑαυτὸν οὔτε κατὰ τὰ μόρια, ἀλλὰ τῷ ἐν τῷ κινουμένῳ εἶναι. κατὰ συμβεβηκὸς μὲν οὖν συγχωρεῖ τὴν ψυχὴν κινεῖσθαι κινήσεις, ἃς τὸ ἐν ᾧ ἐστι σῶμα κινεῖται· οὐ μὴν καθʼ αὑτήν. τέτταρες δὲ αἱ κινήσεις τῆς οὐσιώδους οὐ κατηριθμημένης μεταβολῆς, ἀλλὰ τῶν κατὰ τὰ τρία γένη, ὧν ἡ κατὰ ποσὸν μία μὲν οὐκ ἔχουσα δὲ κοινὸν ὄνομα ὡς δύο ἠρίθμηται, καθάπερ καὶ ἐν Κατηγορίαις. ὅτι οὖν μηδεμίαν τῶν σωματικῶν καθʼ ἑαυτὴν κινεῖται ἡ ψυχή, ἐκ τοῦ τόπου ὑπέμνησται. τὸ γὰρ ὁποιανοῦν αὐτῶν κινούμενον ἢ σῶμα ἁπλοῦν ἐστιν ἢ σύνθετον ὡς τὸ ζῷον· ταῦτα δὲ ἐν τόπῳ. [30]
de An 11 35
καὶ τοῦτο δηλοῖ τὸ τὰς λεχθείσας κινήσεις ἐν τόπῳ εἶναι, ὡς τῷ ἐν τόπῳ ὄντι ὑπαρχούσας, τουτέστι τῷ ἄλλοθι τὰ οἰκεῖα ἔχοντι μόρια, ἵνα μερισταὶ οὖσαι τοῦ μεριστοῦ ὦσιν ἐντελέχειαι. ἡ δὲ ψυχὴ οὐκ ἐν τόπῳ, ὅλη ἁπανταχοῦ τῷ σώματι παροῦσα, ὡς καὶ ἡ ἐσχάτη αὐτῆς ζωὴ δηλοῖ ἡ ἁπτική, ὅλη ἐν ἑκάστῳ ἡμῶν παροῦσα μορίῳ· τῶν γοῦν διαφόροις προσπιπτόντων μορίοις αἰσθητῶν ἡ αὐτὴ ἀντιληπτική, τήν τε ταυτότητα αὐτῶν καὶ τὴν ἑτερότητα κρίνουσα οὐ κατὰ τὰ μόρια ἑαυτῆς, ἀλλὰ καθʼ ὅλην ἑαυτὴν πάντων, ἐπεὶ ὅμοιον ὡς εἰ τοῦ μὲν ἐγὼ τοῦ δὲ σὺ αἴσθοιο. ἀλλὰ πῶς οὐκ ἀλλοιοῦται, ἢ ἐξ ἀπαιδευσίας ἢ κακίας εἰς ἀρετὴν ἢ ἐπιστημονικὴν μεταβάλλουσα ἕξιν; ποιότητες γὰρ αἱ ἕξεις. ἀλλʼ ὡς ἐν τῷ ἦτα εἴρηται τῆς Φυσικῆς, αἱ μεταβολαὶ καὶ ἐνταῦθα μετὰ τὰ πάθη γίνονται, ἅ ἐστιν οὐ τῆς ψυχῆς ἀλλὰ τοῦ ζῴου. ἡ μὲν γὰρ ἀθρόα παρουσία τῆς ἕξεως ἐν τῇ ψυχῇ, ἡ δὲ πρὸ τῆς παρουσίας διεξοδικὴ μεταβολὴ ἐν τῷ συνθέτῳ. καὶ σαφέστερον ταῦτα καὶ ἡμῖν ἐν τοῖς εἰς ἐκεῖνα γεγραμμένοις ὑπέμνησται. ἐπεὶ δʼ οὐκ ἐν τόπῳ ἡ ψυχή, οὐδʼ ἂν κινοῖτο τὰς τῶν ἐν τόπῳ ὄντων κινήσεις, εἰ μὴ κατὰ συμβεβηκός· ἀλλʼ εἴπερ φύσει κινήσεως μετέχει, τουτέστιν εἰ μὴ κατὰ τὸ ἐν ᾧ ἐστιν ἀλλὰ καθʼ ἑαυτήν, καὶ ἐν τόπῳ ἔσται. p. 406a22 Ἔτι δ ’ εἰ φύσει κινεῖτα ι , κἂν βίᾳ κινηθεί η . Ἡ τῶν ἐν γενέσει ζῴων δηλαδὴ ψυχή, περὶ ἧς ὁ λόγος καὶ ἡ ὑπόθεσις 〈τὸ〉 τῷ κινεῖσθαι κινεῖν. οὐ γὰρ καθόλου ἠξίωται πᾶν τὸ φύσει κινούμενον καὶ βίᾳ κινεῖσθαι, ὅπερ ψεῦδος διὰ τὰ οὐράνια, ἀλλʼ ἰδίως περὶ τῆς τοιαύτης εἴρηται ψυχῆς, ἥτις τὰς τοιαύτας κινεῖ κινήσεις τὰς καθʼ ὅλον τὸ ζῷον, αἷς καὶ τὸ βίαιον παρυφίσταται. ποτὲ γὰρ καθʼ ὅλα κατὰ φύσιν κινούμενα καὶ ἠρεμοῦντα ποτὲ καὶ βίᾳ πέφυκε κινεῖσθαι. καὶ ἡ ψυχὴ οὖν εἰ τῷ κινεῖσθαι κινεῖ, ποτὲ ἂν κινοῖτο, ἅτε μὴ ἀεὶ κινοῦσα. διὸ καὶ βίᾳ κινηθήσεται. ἢ οὔτε ἡ ψυχὴ ποτὲ κινεῖται, εἴ γε κατὰ τὴν ζωὴν κινεῖται, οὔτε τὸ καθʼ ὁρμὴν κινούμενον κἂν ποτὲ κινῆται, ἀνάγκη καὶ βίᾳ κινεῖσθαι· οὐ γὰρ ἑτέρωθέν ποθεν ἀλλʼ ἀφʼ ἑαυτοῦ ἀεὶ καὶ ἑκουσίως ὁρμῶν. ἐπὶ δὲ τῶν ἑτέρωθεν κινουμένων καὶ ἐπὶ τῶν σωματικῶν κινήσεων, εἰ ποτὲ γίνοιντο, ἀληθὲς τὸ ἀξίωμα. εἴ τι γὰρ τούτων φύσει κινεῖται, καὶ βίᾳ· καὶ τὸ ἀνάπαλιν εἰ βίᾳ, καὶ φύσει. οὐ γὰρ ἂν ἐβιάσθη μὴ πεφυκός, τὸ δὲ πεφυκὸς ἔχοι ἄν τινα κατὰ φύσιν κίνησιν. καὶ τοῦτο καὶ ἠρεμεῖν φύσει τε καὶ βίᾳ καλῶς ἀξιοῦται, καὶ εἰς ὃν φέρεται φύσει τόπον, καὶ μένειν κατὰ φύσιν ἐν τούτῳ (〈τὸ〉 γὰρ ὑπʼ ἄλλου κινούμενον ἐπὶ τὸ οἰκεῖον οὐκ ἀεὶ δηλαδὴ τὸ οἰκεῖον ἔχον πέφυκε), καὶ αὖθις εἰς τὸ μὴ οἰκεῖον ὑπό τινος γενέσθαι παρὰ φύσιν καὶ βίᾳ. p. [35]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top