Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Stobaeus: Anthology

Library › Greek: Philosophy › Anthology

Anthology is the great collection of extracts compiled by John of Stobi in Macedonia, known as Stobaeus, probably in the fifth century AD. Arranged by subject, from God and the nature of the cosmos to ethics, politics, marriage, household and death, it quotes passages from hundreds of Greek poets, philosophers, historians and orators. It survives in four books, conventionally divided into the Eclogae (Books I–II) and the Florilegium (Books III–IV).

Stobaeus is one of the most important sources for lost Greek literature. Many fragments of tragedy, comedy, lyric poetry and the Presocratic, Pythagorean and Stoic philosophers are known only because he quoted them. The Anthology also shows what late-antique readers valued in classical literature, and it remains a treasury of Greek thought on almost every subject of human life.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Wachsmuth–Hense I–V). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
Anthology
Stobaeus · Book 1, part 1 · every word parsed
1
Θεοδέκτου (fr. 7 N. p. 625). Ἀπὸ τῶν θεῶν ἀρχὴν δὲ ποιεῖσθαι πρέπον. Εὐριπίδου (fr. inc. 935 N.) Ὁρᾷς τὸν ὑψοῦ τόνδʼ ἄπειρον αἰθέρα, καὶ γῆν πέριξ ἔχονθʼ ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδʼ ἡγοῦ θεόν. Ἀράτου (Phaen. 1—9). Ἐκ Διὸς ἀρχώμεσθα, τὸν οὐδέποτʼ ἄνδρες ἐῶμεν ἄρρητον, μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δʼ ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντῃ δὲ Διὸς κεχρήμεθα πάντες. τοῦ γὰρ καὶ γένος ἐσμέν, ὁ δʼ ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει, λαοὺς δʼ ἐπὶ ἔργον ἐγείρει μιμνήσκων βιότοιο, λέγει δʼ ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δʼ ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι. 〈 Ὁμήρου (Υ 242. 243)〉 Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε 〈 Tragici ignoti (fr. adesp. 394 N.).〉 Ὁ γὰρ θεὸς μέγιστος ἀνθρώποις νόμος. 〈 Elegiaci ignot i . 〉 Ζεὺς πάντων αὐτὸς φάρμακα μοῦνος ἔχει. 〈 Ὁμήρου (ζʹ 188).〉 Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν ἑκάστῳ. 〈 Ὁμήρου (πʹ 212).〉 Ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι. 〈 Poetae ignot i . 〉 Ζεὺς ὁ καὶ ζωῆς καὶ θανάτου πείρατα νωμῶν. Σιμωνίδου (fr. 61 B.). Οὔτις ἄνευ θεῶν Μενάνδρου (Com. IV p. 293, fr. 280). Ἅπαντα σιγῶν ὁ θεὸς ἐξεργάζεται. Κλεάνθου ς . Κύδιστʼ ἀθανάτων, πολυώνυμε, παγκρατὲς αἰεί, Ζεῦ, φύσεως ἀρχηγέ, νόμου μέτα πάντα κυβερνῶν, χαῖρε· σὲ γὰρ πάντεσσι θέμις θνητοῖσι προσαυδᾶν. ἐκ σοῦ γὰρ γένος ἐσμέν, ἤχου μίμημα λαχόντες μοῦνοι, ὅσα ζώει τε καὶ ἕρπει θνήτʼ ἐπὶ γαῖαν· τῷ σε καθυμνήσω καὶ σὸν κράτος αἰὲν ἀείδω. σοὶ δὴ πᾶς ὅδε κόσμος, ἑλισσόμενος περὶ γαῖαν, πείθεται, ᾗ κεν ἄγῃς, καὶ ἑκὼν ὑπὸ σεῖο κρατεῖται· τοῖον ἔχεις ὑποεργὸν ἀνικήτοις ἐνὶ χερσὶν ἀμφήκη, πυρόεντʼ, αἰειζώοντα κεραυνόν· τοῦ γὰρ ὑπὸ πληγῇς φύσεως πάντʼ ἐρρίγα〈σιν〉· …………….. ὡς τόσσος γεγαὼς ὕπατος βασιλεὺς διὰ παντός, οὐδέ τι γίγνεται ἔργον ἐπὶ χθονὶ σοῦ δίχα, δαῖμον, οὔτε κατʼ αἰθέριον θεῖον πόλον οὔτʼ ἐνὶ πόντῳ, πλὴν ὁπόσα ῥέζουσι κακοὶ σφετέρῃσιν ἀνοίαις· ἀλλὰ σὺ καὶ τὰ περισσά 〈τʼ〉 ἐπίστασαι ἄρτια θεῖναι, καὶ κοσμεῖν τἄκοσμα καὶ οὐ φίλα σοὶ φίλα ἐστίν. ὧδε γὰρ εἰς ἓν πάντα συνήρμοκας ἐσθλὰ κακοῖσιν, ὥσθʼ ἕνα γίγνεσθαι πάντων λόγον αἰὲν ἐόντα, ὃν φεύγοντες ἐῶσιν ὅσοι θνητῶν κακοί εἰσι, δύσμοροι, οἵ τʼ ἀγαθῶν μὲν ἀεὶ κτῆσιν ποθέοντες οὔτʼ ἐσορῶσι θεοῦ κοινὸν νόμον οὔτε κλύουσιν, ᾧ κεν πειθόμενοι σὺν νῷ βίον ἐσθλὸν ἔχοιεν. αὐτοὶ δʼ αὖθʼ ὁρμῶσιν ἄνοι κακὸν ἄλλος ἐπʼ ἄλλο, οἳ μὲν ὑπὲρ δόξης σπουδὴν δυσέριστον ἔχοντες, οἳ δʼ ἐπὶ κερδοσύνας τετραμμένοι οὐδενὶ κόσμῳ, ἄλλοι δʼ εἰς ἄνεσιν καὶ σώματος ἡδέα ἔργα ……… ἐπʼ ἄλλοτεν ἄλλα φέρονται, σπεύδοντες μάλα πάμπαν ἐναντία τῶνδε γενέσθαι. ἀλλὰ Ζεῦ πάνδωρε, κελαινεφές, ἀργικέραυνε, ἀνθρώπους 〈μὲν〉 ῥύου ἀπειροσύνης ἀπὸ λυγρῆς, ἣν σύ, πατήρ, σκέδασον ψυχῆς ἄπο, δὸς δὲ κυρῆσαι θνητὸν ἐόντʼ, ἐπεὶ οὔτε βροτοῖς γέρας ἄλλο τι μεῖζον, οὔτε θεοῖς, ἢ κοινὸν ἀεὶ νόμον ἐν δίκῃ ὑμνεῖν. 〈 Tragici ignoti (fr. adesp. 396 N.).〉 Θεοῦ θέλοντος εὖ τὰ πάντα γίγνεται. 〈 Tragici ignoti (fr. adesp. 397 N.).〉 Τί δʼ οὐ γένοιτʼ ἂν θεοῦ 〈γʼ〉 ἐφιέντος τύχῃ; 〈 Σοφοκλέους (Ai. 383).〉 Ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται. 〈 Poetae ignot i . 〉 Γεννᾷ τὸ θεῖον εὐτυχῆ δωρήματα. 〈 Tragici ignoti (fr. adesp. 398 N.).〉 Ζεὺς ἔσθʼ ὁ πέμπων τὴν ἐφήμερον τροφήν. 〈 Tragici ignoti (fr. adesp. 399 N.).〉 Ἄνευ θεοῦ γὰρ οὐδὲ εἷς ἀνὴρ σθένει. 〈 Tragici ignoti (fr. adesp. 400 N.).〉 Θείᾳ προνοίᾳ πάντʼ ἐγέννησεν φύσις. 〈 Poetae ignot i . 〉 Θεὸς μόνος πέφυκεν ἐν βροτοῖς μέγας. 〈 Ὁμήρου (ρʹ 485—487).〉 Καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι παντοῖοί τʼ ἐλθόντες ἐπιστρωφῶσι πόληας, 〈 Ὁμήρου (σʹ 135. 136).〉 Τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπʼ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τε. 〈 Poetae ignot i . 〉 Πάντῃ πάρεστι καὶ βλέπει πάντῃ θεός. 〈 Εὐριπίδου (fr. inc. 1014 N.).〉 Θεοῦ γὰρ οὐδεὶς χωρὶς εὐτυχεῖ βροτῶν, οὐδʼ εἰς τὸ μεῖζον ἦλθε, τὰς θνητῶν δʼ ἐγὼ χαίρειν κελεύω θεῶν ἄτερ προμηθίας. 〈 Ἀρχιλόχου (fr. 70 B. 3 ).〉 Τοῖος ἀνθρώποισι θυμός, Γλαῦκε, Λεπτίνεω πάι, γίνεται θνητοῖς, ὁκοίην Ζεὺς ἐφʼ ἡμέρην ἄγῃ. 〈 Εὐριπίδου Θυέστῃ (fr. 401 N.).〉 Θεοῦ θέλοντος κἂν ἐπὶ ῥιπὸς πλέοις. 〈 Tragici ignoti (fr. adesp. 401, 1 N.).〉 Θνητοῖσιν ἀνθρώποισι καταφυγὴ θεοί. 〈 Tragici ignoti (fr. adesp. 401, 2—4 N.).〉 〈 Tragici ignoti (fr. adesp. 402 N.).〉 Νῦν οὐκέτι μοι δίχα θυμός, ἀλλὰ σαφὴς 〈φάτις ἔσθʼ〉, ὅτι πάντα βροτοῖς Ζεὺς ἐπικάρσια τέμνει, καθελὼν μὲν δοκέοντʼ, ἀδόκητον δʼ ἐξαείρων. 〈 Ὀρφέως (fr. VI, 9—42 Hermann. Orph. p. 457).〉 Ζεὺς πρῶτος γένετο, Ζεὺς ὕστατος ἀργικέραυνος, Ζεὺς κεφαλή, Ζεὺς μέσσα, Διὸς δʼ ἐκ πάντα τέτυκται· Ζεὺς ἄρσην γένετο, Ζεὺς ἄμβροτος ἔπλετο νύμφη, Ζεὺς πυθμὴν γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος· Ζεὺς βασιλεύς, Ζεὺς αὐτὸς ἁπάντων ἀρχιγένεθλος· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας ἀρχὸς ἁπάντων· ἓν 〈δὲ〉 δέμας βασίλειον, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθήρ, νύξ τε καὶ ἦμαρ· καὶ Μῆτις, πρῶτος γενέτωρ καὶ Ἔρως πολυτερπής· πάντα γὰρ ἐν Ζηνὸς μεγάλῳ τάδε σώματι κεῖται· τοῦ δή τοι κεφαλὴ μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται· ταύρεα δʼ ἀμφοτέρωθε δύο χρύσεια κέρατα ἀντολίη τε δύσις τε, θεῶν ὁδοὶ οὐρανιώνων ὄμματα δʼ ἠέλιός τε καὶ ἀντιόωσα σελήνη· οὖς δέ οἱ ἀψευδὲς βασιλήϊον ἄφθιτος αἰθήρ, ᾧ δὴ πάντα κλύει καὶ φράζεται· οὐδέ τίς ἐστιν αὐδὴ οὐδʼ ἐνοπὴ οὐδὲ κτύπος οὐδὲ μὲν ὄσσα, ἣ λήθει Διὸς οὖας ὑπερμενέος Κρονίωνος. ὧδε μὲν ἀθανάτην κεφαλὴν ἔχει ἠδὲ νόημα· σῶμα δέ οἱ περιφεγγές, ἀπείριτον, ἀστυφέλικτον, ἄτρομον, ὀβριμόγυιον, ὑπερμενὲς ὧδε τέτυκται· ὦμοι μὲν καὶ στέρνα καὶ εὐρέα νῶτα θεοῖο ἀὴρ εὐρυβίης, πτέρυγες δέ οἱ ἐξεφύοντο, τῇς ἐπὶ πάντα ποτᾶθʼ, ἱερὴ δέ οἱ ἔπλετο νηδὺς γαῖά τε παμμήτωρ ὀρέων τʼ αἰπεινὰ κάρηνα, μέσση δὲ ζώνη βαρυηχέος οἶδμα θαλάσσης καὶ πόντου· πυμάτη δὲ βάσις χθονὸς ἔνδοθι ῥίζαι, 〈 Philosophi incert i . 〉 Τί πότʼ ἐστὶ θεός; νοῦς. τί δὲ νοῦς ἐστι; φρόνησις. Ζῆνα δὲ σὺ νόμιζε τοῦτον, ὅθεν ἔχομεν ἀεὶ 〈τὸ〉 ζῆν. Πορφυρίου ἐκ τοῦ Περὶ ἀγαλμάτω ν . Ζεὺς οὖν ὁ πᾶς κόσμος, ζῷον ἐκ ζῴων καὶ θεὸς ἐκ θεῶν. Ζεὺς δὲ καὶ 〈ὁ θεόσ〉, καθὸ νοῦς ἀφʼ οὗ προφέρεται πάντα, ὅτι δημιουργεῖ τοῖς νοήμασιν. Χρυσίππο υ . Ζεὺς μὲν οὖν φαίνεται ὠνομάσθαι ἀπὸ τοῦ πᾶσι δεδωκέναι τὸ ζῆν. Δία δὲ αὐτὸν λέγουσιν, ὅτι πάντων ἐστὶν αἴτιος καὶ διʼ αὐτὸν πάντα. Πλάτωνος ἐκ τοῦ Κρατύλου (p. 396 A ). Οἳ μὲν γὰρ Ζῆνα, οἳ δὲ Δία καλοῦσι· συντιθέμενα δὲ εἰς ἓν δηλοῖ τὴν φύσιν τοῦ θεοῦ, ὃ δὴ προσήκειν φαμὲν ὀνόματι οἵῳ τε εἶναι ἀπεργάζεσθαι. οὐ γὰρ ἔστιν ἡμῖν καὶ τοῖς ἄλλοις πᾶσιν, ὅστις ἐστὶν αἴτιος μᾶλλον τοῦ 〈 Platonici incert i . 〉 Φημὶ κατʼ ἀμφοτέρων λέγεσθαι τοῦ θεοῦ τὸ ὄνομα τοῦ τε δημιουργοῦ καὶ τοῦ κόσμου. Καί μοι δοκῶ πρῶτα κατὰ νόμους τοὺς ἐμαυτοῦ Πλάτωνι χρήσεσθαι μάρτυρι τῆς τοιαύτης δόξης. Πλάτων γάρ τοι καὶ αὐτὸς Δία μὲν καλεῖ τὸν δημιουργὸν τῶν ἁπάντων, θεὸν δὲ καὶ τόνδε τὸν κόσμον. Τὸν μὲν δημιουργὸν τρόπῳ τοιῷδε· ἐπειδὰν ἐν Φαίδρῳ (c. 26 p. 246 E ) περὶ τῆς τοῦ παντὸς φορᾶς διαλέγηται, τάδε φησὶ περὶ τοῦ μεγάλου Διός· „Ὁ δὴ μέγας ἡγεμὼν ἐν οὐρανῷ Ζεύς, ἐλαύνων πτηνὸν ἅρμα, πρῶτος πορεύεται, διακοσμῶν πάντα καὶ ἐπιμελούμενος· 〈τῷ δʼ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων〉.“ Οἶμαι σαφὴς ἐν τούτοις ὑπάρχει μνημονεύσας τοῦ ποιητοῦ τῶν ἁπάντων· καὶ γὰρ ἀνέθηκεν αὐτῷ τὴν ἀκολουθίαν τῶν περὶ τὸν κόσμον θεῶν· ἔφη γοῦν ἕπεσθαι τῇ ἐκείνου προνοίᾳ τοὺς στρατιώτας θεούς· στρατιώτας δὲ ἐκάλεσε τοὺς τῇδε θεούς, οἳ τοῦδε τοῦ πολέμου τῆς γενέσεως στρατηγοῦσιν. Ὁμοίως Ὀνάτας ὁ Πυθαγόρειος ἐπεμνήσθη τοῦ τε δημιουργοῦ καὶ τῶν ἑπομένων τούτῳ θεῶν, λέγων οὕτως· „τοὶ δʼ ἄλλοι θεοὶ ποτὶ τὸν πρᾶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι, ὥσπερ χορευταὶ ποτὶ κορυφαῖον καὶ στρατιῶται ποτὶ στραταγόν.“ Κατὰ ταὐτὰ δὲ Πλάτων ἀμφοτέρων ἐπεμνήσθη ἐν τῇ πρὸς καὶ τῶν μελλόντων. Μέλλοντας δὲ ἴσμεν θεοὺς τοὺς ἀεὶ γενητούς, τουτέστι συναπτομένους ποτὲ σώμασι. Ἐν δὲ τῷ Τιμαίῳ (c. 8 p. 34 A ) χωρίσας τοῦ πλήθους τοὺς θεοὺς ἑνικῶς διὰ τοῦ οἰκητηρίου τοῦ κόσμου τοὺς πάντας ὠνόμασεν· „οὗτοσ“ γὰρ ἔφη, „ὄντος ἀεὶ λογισμὸς θεοῦ περὶ τὸν ποτὲ ἐσόμενον θεόν“· δῆλος γὰρ ὁ μὲν λογιζόμενος θεὸς ὁ δημιουργὸς ὤν, ὁ δὲ ἐσόμενος καὶ γιγνόμενος αἰεὶ ὁ κόσμος λεγόμενος. Ὡσαύτως δὲ καὶ Ὅμηρος (Α 423 sqq.)· Ζεὺς γὰρ ἐπʼ ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη μετὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο. δωδεκάτῃ δέ τοι αὖθις ἐλεύσεται οὐλυμπόνδε. Περὶ τοῦ κατὰ τὸν κόσμον Διὸς ταυτὶ λέλεκται· οἵ τε γὰρ θεοὶ ἅμα πάντες εἵποντο, τὸ δὲ πλῆθος τῶν θεῶν ἔργον ἐστὶ τοῦ δημιουργοῦ ἅμα τῷ κόσμῳ γενόμενον. Ὁπόταν δὲ εἰς τὸν Ὄλυμπον ἀφίκωνται, δηλοῦσι καὶ τὴν διαφοράν, ἑτέρου λεγομένου Διὸς τοῦ κεχωρισμένου τῶν θεῶν. Ἡ γοῦν Θέτις εἰς μὲν τὸν Ὄλυμπον ἧκε (χρῆν γὰρ τὴν ποίησιν ἐκτελεῖν τὸ μύθευμα)· εὗρε δὲ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο (Α 498 sq.). Τὴν μέντοι δωδεκάτην ἀκουστέον τῆς ἐπανόδου τῶν θεῶν, ὁπόταν ὑπερβάντες τὰ δώδεκα ζῴδια ἐπὶ τῷ νώτῳ γένωνται τοῦ οὐρανοῦ, στάντας δὲ αὐτοὺς ἐκεῖσε περιάγῃ ἡ Θαλῆς ἐρωτηθείς. Τί πρεσβυτάτων τῶν ὄντων; ἀπεκρίνατο· Θεός, ἀγέννητον γάρ. Σωκράτης ἐρωτηθείς, Τί θεός; εἶπε· Τὸ ἀθάνατον καὶ ἀίδιον. Ἑρμῆς ἐρωτηθείς, Τί θεός; εἶπεν· Ὁ τῶν ὅλων δημιουργός, σοφώτατος νοῦς καὶ ἀίδιος. 〈 Aetii plac. (I 7, 11—34 p. 301 sq. Diels.).〉 Θαλῆς νοῦν τοῦ κόσμου τὸν θεόν, τὸ δὲ πᾶν ἔμψυχον ἅμα καὶ δαιμόνων πλῆρες· διήκειν δὲ καὶ διὰ τοῦ στοιχειώδους ὑγροῦ δύναμιν θείαν κινητικὴν αὐτοῦ. Ἀναξίμανδρος ἀπεφήνατο τοὺς ἀπείρους οὐρανοὺς θεούς. Ἀναξιμένης τὸν ἀέρα. δεῖ δʼ ὑπακούειν ἐπὶ τῶν οὕτως λεγομένων τὰς ἐνδιηκούσας τοῖς στοιχείοις ἢ τοῖς σώμασι δυνάμεις. Ἀρχέλαος ἀέρα καὶ νοῦν τὸν θεόν, οὐ μέντοι κοσμοποιὸν τὸν νοῦν. Ἀναξαγόρας νοῦν κοσμοποιὸν τὸν θεόν. Δημόκριτος νοῦν τὸν θεὸν ἐν πυρὶ σφαιροειδεῖ. Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις καὶ αὐτὸς ὁ νοῦς, τὴν 〈δʼ〉 ἀόριστον δυάδα 〈δαίμονα〉 καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος. Ποσειδώνιος πνεῦμα νοερὸν καὶ πυρῶδες, οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δὲ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον πᾶσιν. Σπεύσιππος τὸν νοῦν οὔτε τῷ ἑνὶ οὔτε τῷ ἀγαθῷ τὸν αὐτόν, ἰδιοφυῆ δέ. Κριτόλαος καὶ Διόδωρος ὁ Τύριος νοῦν ἀπʼ αἰθέρος ἀπαθοῦς. Ἡράκλειτος τὸ περιοδικὸν πῦρ ἀίδιον, εἱμαρμένην δὲ λόγον ἐκ τῆς ἐναντιοδρομίας δημιουργὸν τῶν ὄντων. Ζήνων ὁ Στωικὸς νοῦν κόσμου πύρινον. Μνήσαρχος τὸν κόσμον, τὴν πρώτην οὐσίαν ἔχοντα ἀπὸ πνεύματος. Βόηθος τὸν αἰθέρα θεὸν ἀπεφήνατο. Παρμενίδης τὸ ἀκίνητον καὶ πεπερασμένον σφαιροειδές. Μέλισσος καὶ Ζήνων τὸ ἓν καὶ πᾶν καὶ μόνον ἀίδιον καὶ ἄπειρον. 〈 Ἐμπεδοκλῆς τὸν σφαῖρον καὶ〉 τὸ ἕν, καὶ τὸ μὲν θεοὺς καὶ τὸ μῖγμα τούτων τὸν κόσμον καὶ προσταναλυθήσεται τὸ μονοειδές· καὶ θείας μὲν οἴεται τὰς ψυχάς, θείους δὲ καὶ τοὺς μετέχοντας αὐτῶν καθαροὺς καθαρῶς. Πολέμων τὸν κόσμον θεὸν ἀπεφήνατο. Ξενοκράτης Ἀγαθήνορος Καλχηδόνιος τὴν μονάδα καὶ τὴν δυάδα θεούς, τὴν μὲν ὡς ἄρρενα πατρὸς ἔχουσαν τάξιν, ἐν οὐρανῷ βασιλεύουσαν, ἥντινα προσαγορεύει καὶ Ζῆνα καὶ περιττὸν καὶ νοῦν, ὅστις ἐστὶν αὐτῷ πρῶτος θεός· τὴν δὲ ὡς θήλειαν μητρὸς θεῶν δίκην, τῆς ὑπὸ τὸν οὐρανὸν λήξεως ἡγουμένην, ἥτις ἐστὶν αὐτῷ ψυχὴ τοῦ παντός. Θεὸν δʼ εἶναι καὶ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας πυρώδεις Ὀλυμπίους θεούς, καὶ ἑτέρους ὑποσελήνους δαίμονας ἀοράτους. Ἀρέσκει δὲ καὶ αὐτῷ … καὶ ἐνδιήκειν τοῖς ὑλικοῖς στοιχείοις. Τούτων δὲ τὴν μὲν 〈διὰ τοῦ ἀέρος Ποσειδῶνα, τὴν δὲ διὰ τῆς γῆς φυτοσπόρον Δήμητραν. Ταῦτα δὲ χορηγήσας τοῖς Στωικοῖς τὰ πρότερα παρὰ τοῦ Πλάτωνος μεταπέφρακεν. Πλάτων δὲ τὸ ἕν, τὸ μονοφυές, τὸ μοναδικόν, τὸ ὄντως ὄν, τἀγαθόν. Πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει. Νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τὸ δὲ χωριστὸν ἀκουέσθω τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ τῶν σωματικῶν συμπεπλεγμένον, μηδὲ τῷ παθητῷ τῆς φύσεως συμπαθές. Τούτου δὲ πατρὸς καὶ ποιητοῦ τὰ ἄλλα θεῖα ἔκγονα νοητὰ μέν, ὅ τε νοητὸς λεγόμενος κόσμος 〈καὶ αἱ ἰδέαι〉, παραδείγματα δʼ ἐστὶ τοῦ ὁρατοῦ κόσμου, πρὸς δὲ τούτοις ἐναιθέριοί τινες δυνάμεις, (λόγοι δʼ εἰσὶν ἀσώματοι,) καὶ 〈ἔμπυροι καὶ〉 ἐναέριοι καὶ ἔνυδροι, αἰσθητὸς δὲ [τοῦ πρώτου θεοῦ ἔκγονα] ἥλιος, σελήνη, ἀστέρες, γῆ καὶ ὁ περιέχων πάντα κόσμος. Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος 〈χωριστόν〉, ὁμοίως Πλάτωνι, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπʼ αὐτοῦ καλούμενον. Οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γενέσει κόσμου, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ οὓς ἅπαντα καθʼ εἱμαρμένην γίνεται. Καὶ πνεῦμα μὲν ἐνδιῆκον διʼ ὅλου κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· ἀνωτάτω δὲ πάντων νοῦν ἐναιθέριον εἶναι θεόν. Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. Ὁ δʼ αὐτὸς ἄλλας τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε· τὰ ἄτομα, τὸ κενόν, τὸ ἄπειρον, τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα. 〈 Ἑρμοῦ ἐκ τοῦ Κρατῆρος (p. 26 Patric., p. 34, 7 —13 Parthey.).〉 Τοιοῦτο γάρ ἐστι τὸ σῶμα ἐκείνου, οὐχ ἁπτὸν οὐδὲ ὁρατὸν οὐδὲ μετρητὸν οὐδὲ διαστατὸν οὐδʼ ἄλλῳ τινὶ σώματι ὅμοιον. Οὔτε γὰρ πῦρ ἐστιν οὔτε ὕδωρ οὔτε ἀὴρ οὔτε πνεῦμα, ἀλλὰ πάντα ἀπʼ αὐτοῦ. Ἀγαθὸς γὰρ ὤν, μόνῳ ἑαυτῷ τοῦτο ἀναθεῖναι ἠθέλησε, καὶ τὴν γῆν κοσμῆσαι. 〈 Poetae ignot i . 〉 Ἡρακλέους κρατεροῦ ὃς γᾶν ἐκάθαρεν ἅπασαν, πετροβάτα τε θεοῦ, Πανὸς νομίοιο βρυάκτα, πρεσβίστας τε θεᾶς Ὑγιείας μειλιχοδώρου, ναυσί τʼ ἐπʼ ὠκυπόροισι Διοσκούρων ἐπιφαντᾶν, Κουρήτων θʼ, οἳ ματρὶ Διὸς Ῥέᾳ ἐντὶ πάρεδροι, καὶ Χαρίτων μεμνᾶσθαι ἐν ἔργῳ παντὶ μέγιστον, ἠδὲ Χρόνου παίδων Ὡρᾶν, αἳ πάντα φύοντι, Νυμφᾶν τʼ οὐρειᾶν, αἳ νάματα κάλʼ ἐφέποντι. 〈 Poetae lyrici incert i . 〉 Ὑμνέωμες μάκαρας, Μοῦσαι Διὸς ἔκγονοι ἀφθίτοις ἀοιδαῖς. 〈 Φιλήμονος (Com. IV p. 31, fr. inc. 2 M.).〉 Ὃν οὐδὲ εἷς λέληθεν οὐδὲ ἓν ποιῶν, οὐδʼ αὖ ποιήσων οὐδὲ πεφοιηκὼς πάλαι, οὔτε θεὸς οὔτʼ ἄνθρωπος, οὗτός εἰμʼ ἐγὼ Ἀήρ, ὃν ἄν τις ὀνομάσειε καὶ Δία. ἐγὼ δʼ ὃ 〈θεοῦ ʼστιν〉 ἔργον, εἰμὶ πανταχοῦ, 〈ἐνταῦθʼ ἐν Ἀθήναις, ἐν Πάτραις, ἐν Σικελίᾳ,〉 ἐν ταῖς πόλεσι πάσαισιν, ἐν ταῖς οἰκίαις πάσαις, ἐν ὑμῖν πᾶσιν· οὐκ ἔστιν τόπος οὗ μή ʼστιν ἀήρ· ὁ δὲ παρὼν ἁπανταχοῦ 〈 Ἀρριανοῦ Ἐπικτητείου ἐκ τῶν περὶ προνοίας (I 6, 1—11).〉 Ἀφʼ ἑκάστου τῶν ἐν τῷ κόσμῳ γιγνομένων ῥᾴδιόν ἐστιν ἐγκωμιάσαι τὴν πρόνοιαν, ἐὰν δύο ἔχῃ τις ταῦτα ἐν ἑαυτῷ, δύναμίν τε συνορατικὴν τῶν γεγονότων ἑκάστῳ καὶ τὸ εὐχάριστον. Εἰ δὲ μή, ὃ μὲν οὐκ ὄψεται τὴν εὐχρηστίαν τῶν γεγονότων, ὃ δʼ οὐκ εὐχαριστήσει ἐπʼ αὐτοῖς, οὐδʼ ἂν ἴδῃ. Χρώματα ὁ θεὸς εἰ πεποιήκει καὶ καθόλου πάντα 〈τὰ〉 ὁρατά, δύναμιν δὲ θεατικὴν αὐτῶν μὴ πεποιήκει, τί ἂν ἦν ὄφελος; — Οὐδʼ ὁτιοῦν. — Ἀλλʼ ἀνάπαλιν, εἰ τὴν μὲν δύναμιν πεποιήκει, τὰ ὄντα δὲ μὴ τοιαῦτα, οἷα ὑποπίπτειν τῇ δυνάμει τῇ ὁρατικῇ, καὶ οὕτως τί ὄφελος; — Οὐδέν. — Τί δʼ, εἰ καὶ ἀμφότερα ταῦτα πεποιήκει, 〈φῶς δὲ μὴ πεποιήκει〉; — Οὐδʼ οὕτως τι ὄφελος. — Τίς οὖν ὁ ἁρμόσας τοῦτο πρὸς ἐκεῖνο κἀκεῖνο πρὸς τοῦτο; τίς δʼ ὁ ἁρμόσας τὴν μάχαιραν πρὸς τὸν κολεὸν καὶ τὸν κολεὸν πρὸς τὴν μάχαιραν; Οὐδείς; Καὶ μὴν ἐξ αὐτῆς τῆς κατασκευῆς τῶν ἐπιτετελεσμένων ἀποφαίνεσθαι εἰώθαμεν, ὅτι τεχνίτου τινὸς πάντως τὸ ἔργον, οὐχὶ δὲ εἰκῇ κατεσκευασμένον. Ἆρʼ οὖν τούτων μὲν ἕκαστον ἐμφαίνει τὸν τεχνίτην, τὰ δὲ ὁρατὰ καὶ ὅρασις καὶ φῶς οὐκ ἐμφαίνει; Τὸ δʼ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἡ προθυμία ἡ πρὸς τὴν συνουσίαν ἑκατέρου καὶ 〈ἡ〉 δύναμις ἡ χρηστικὴ τοῖς μορίοις τοῖς ταῦτα μὲν οὔπω· ἡ δὲ τοιαύτη τῆς διανοίας κατασκευή, καθʼ ἣν οὐχ ἁπλῶς ὑποπίπτοντες τοῖς αἰσθητοῖς τυπούμεθα ὑπʼ αὐτῶν, ἀλλὰ καὶ ἐκλαμβάνομέν τι καὶ ἀφαιροῦμεν καὶ προστίθεμεν 〈καὶ συντίθεμεν〉 τάδε τινὰ διʼ αὐτῶν καὶ νὴ Δία μεταβαίνομεν ἀπʼ ἄλλων ἐπʼ ἄλλα τούτοις πως παρακείμενα, οὐδὲ ταῦτα ἱκανὰ κινῆσαί τινας καὶ διατρέψαι πρὸς τὸ μὴ ἀπολιπεῖν τὸν τεχνίτην; ἢ ἐξηγησάσθωσαν ἡμῖν, τί τὸ ποιοῦν ἐστι τούτων ἕκαστον, ἢ πῶς οἷόν τε τὰ οὕτως θαυμαστὰ καὶ τεχνικὰ εἰκῇ καὶ ἀπὸ ταὐτομάτου γίγνεσθαι. 〈 Τοῦ αὐτοῦ 〉 , Ὅτι πάντα ἐφορᾷ τὸ θεῖο ν . (Epict. Arrh. I, 14, 1—10.) Πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπʼ αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ; Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα; — Δοκεῖ, ἔφη. — Τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ δοκεῖ σοι; — Δοκεῖ μοι, ἔφη. — Πόθεν γὰρ οὕτως τεταγμένως, καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν ἀποβάλλειν, 〈ἀποβάλλει〉, καὶ φυλλορροεῖν, 〈φυλορροεῖ〉, οδον καὶ ἄφοδον τοσαύτη παραλλαγὴ καὶ ἐπὶ τὰ ἐναντία μεταβολὴ τῶν ἐπιγείων θεωρεῖται; Ἀλλὰ τὰ φυτὰ μὲν καὶ τὰ ἡμέτερα σώματα οὕτως ἐνδέδεται τοῖς ὅλοις καὶ συμπέπονθεν, αἱ ψυχαὶ δὲ αἱ ἡμετέραι οὐ πολὺ πλέον; Ἀλλʼ αἱ ψυχαὶ μὲν οὕτως εἰσὶν ἐνδεδεμέναι καὶ συναφεῖς τῷ θεῷ, ἅτε αὐτοῦ μόρια οὖσαι καὶ ἀποσπάσματα, οὐ παντὸς δὲ αὐτῶν κινήματος, ἅτε οἰκείου καὶ συμφυοῦς, ὁ θεὸς αἰσθάνεται; Ἀλλὰ σὺ μὲν περὶ τῆς θείας διοικήσεως καὶ περὶ ἑκάστου τῶν θείων, ὁμοῦ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων ἐνθυμεῖσθαι δύνασαι καὶ ἅμα μὲν αἰσθητικῶς ἀπὸ μυρίων πραγμάτων κινεῖσθαι, ἅμα δὲ διανοητικῶς, ἅμα δὲ τοῖς μὲν συγκαταθετικῶς, τοῖς δὲ ἀνανευστικῶς ἢ ἐφεκτικῶς· τύπους τε τοσούτους ἀφʼ οὕτω πολλῶν καὶ ποικίλων πραγμάτων ἐν τῇ σαυτοῦ ψυχῇ φυλάττεις καὶ ἀπʼ αὐτῶν κινούμενος εἰς ἐπινοίας ὁμοειδεῖς ἐμπίπτεις τοῖς πρώτως τετυπωκόσι, τέχνας τε ἄλλας ἐπʼ ἄλλαις καὶ μνήμας ἀπὸ μυρίων πραγμάτων διασῴζεις· ὁ δὲ θεὸς οὐχ οἷός τέ ἐστι πάντα ἐφορᾶν καὶ πᾶσι συμπαρεῖναι καὶ ἀπὸ πάντων τινὰ ἴσχειν διάδοσιν; Ἀλλὰ φωτίζειν μὲν οἷός τέ ἐστιν ὁ ἥλιος τηλικοῦτον μέρος τοῦ παντός, ὀλίγον δὲ τὸ ἀφώτιστον ἀπολείπειν, ὅσον οἷόν τε ἐπέχεσθαι ὑπὸ τῆς σκιᾶς, ἣν ἡ γῆ ποιεῖ· ὁ δὲ καὶ τὸν ἥλιον αὐτὸν πεποιηκὼς καὶ περιάγων, μέρος ὄντʼ αὐτοῦ μικρὸν ὡς πρὸς τὸ ὅλον, οὗτος δὲ οὐ δύναται πάντων Ἰαμβλίχου ἐκ τῆς πρὸς Ποιμένιον ἐπιστολῆ ς . Οἱ θεοὶ τὴν εἱμαρμένην συνέχοντες διὰ παντὸς ἐπανορθοῦνται· ἡ δʼ ἐπανόρθωσις αὐτῶν ποτὲ μὲν ἐλάττωσιν κακῶν, ποτὲ δὲ παραμυθίαν, ἐνίοτε δὲ καὶ ἀναίρεσιν ἀπεργάζεται· ἀφʼ οὗ δὴ διακοσμεῖται ἡ εἱμαρμένη τοῖς ἀγαθοῖς, διακοσμουμένη δὲ οὐχ ὑποφαίνεται πᾶσα πρὸς τὴν ἄτακτον φύσιν τῆς γενέσεως. Οὐκοῦν ἔτι μᾶλλον σῴζεται ἡ πεπρωμένη διὰ τῆς τοιαύτης ἐπανορθώσεως καὶ τὸ παρατρέπον αὐτῆς μένει κατὰ τὴν ἄτρεπτον τῶν θεῶν ἀγαθότητα συνεχόμενον, διότι οὐκ ἐᾶται ὑπορρεῖν εἰς τὴν ἄτακτον πλημμέλειαν. Τούτων δὴ οὕτως ἐχόντων τό τε ἀγαθοειδὲς τῆς προνοίας τό τε αὐτεξούσιον τῆς ψυχῆς καὶ πάντα τὰ κάλλιστα διασῴζεται, τῇ βουλήσει τῶν θεῶν συνυπάρχοντα. Ἀριστοτέλους ἐκ τῆς πρὸς Ἀλέξανδρον ἐπιστολῆς (de mundo c. 6 p. 400 b 5). Καθόλου δὲ ὅπερ ἐν νηῒ μὲν κυβερνήτης, ἐν ἅρματι δὲ ἡνίοχος, ἐν χορῷ δὲ κορυφαῖος, [ἐν πόλει δὲ νόμος,] ἐν στρατοπέδῳ δὲ ἡγεμών, τοῦτο θεὸς ἐν κόσμῳ, πλὴν καθόσον τοῖς μὲν καματηρὸν τὸ ἄρχειν πολυκίνητόν τε καὶ πολυμέριμνον, τῷ δὲ ἄλυπον ἄπονόν τε πάσης κεχωρισμένῳ σωματικῆς ἀσθενείας· ἐν ἀκινήτῳ 〈γὰρ〉 ἱδρυμένος δυνάμει πάντα κινεῖ καὶ περιάγει, ὅπου βούλεται καὶ ὅπως, ἐν διαφόροις ἰδέαις καὶ φύσεσιν· ὥσπερ ἀμέλει καὶ ὁ τῆς πόλεως νόμος ἀκίνητος ὢν ἐν ταῖς τῶν χρωμένων ψυχαῖς πάντα οἰκονομεῖ τὰ κατὰ τὴν πολιτείαν. Ἐφεπόμενοι γὰρ κλησιασταὶ εἰς συνέδρια τὰ προσήκοντα· καὶ ὃ μὲν εἰς τὸ πρυτανεῖον βαδίζει διαιτησόμενος, 〈ὃ δὲ πρὸς τοὺς δικαστὰς ἀπολογησόμενος, ὃ δὲ εἰς τὸ δεσμωτήριον ἀποθανούμενοσ〉. Γίνονται δὲ καὶ δημοθοινίαι νόμιμοι καὶ πανηγύρεις ἐνιαύσιαι, θεῶν τε θυσίαι καὶ ἡρώων θεραπεῖαι καὶ χοαὶ κεκμηκότων. Ἄλλα δʼ ἄλλως ἐνεργούμενα κατὰ μίαν πρόσταξιν ἢ νόμιμον ἐξουσίαν σῴζει τὸ τοῦ ποιήσαντος (Soph. Oed. Tyr. 4. 5), ὅτι πόλις 〈δʼ〉 ὁμοῦ μὲν θυμιαμάτων γέμει, ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων. Οὕτως ὑποληπτέον καὶ ἐπὶ τῆς μείζονος πόλεως, λέγω δὲ τοῦ κόσμου. Νόμος μὲν γὰρ ἡμῖν ἰσοκλινὴς ὁ θεός, οὐδεμίαν ἐπιδεχόμενος διόρθωσιν ἢ μετάθεσιν, κρείττων δʼ, οἶμαι, καὶ βεβαιότερος τῶν ἐν ταῖς κύρβεσιν ἀναγεγραμμένων. Ἡγουμένου δὲ ἀκινήτως αὐτοῦ καὶ ἐμμελῶς ὁ σύμπας οἰκονομεῖται διʼ αὐτοῦ διάκοσμος οὐρανοῦ τε καὶ γῆς, μεμερισμένος κατὰ τὰς φύσεις πάσας ὁμοίως διὰ τῶν οἰκείων σπερμάτων εἰς τὰ φυτὰ καὶ ζῷα κατὰ γένη τε καὶ εἴδη. Καὶ γὰρ ἄμπελοι καὶ φοίνικες καὶ περσέαι συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι (Hom. η 116), ὥς φησιν ὁ ποιητής, τά τε ἄκαρπα μέν, ἄλλας δὲ παρεχόμενα χρείας, πλάτανοι καὶ πεῦκαι καὶ πύξοι, [κλῶνές τε] ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι (Hom. η 115), τῶν τε ζῴων τά τε ἄγρια καὶ ἥμερα, τά τʼ ἐν ἀέρι καὶ ἐπὶ γῆς καὶ 〈ἐν〉 ὕδατι βοσκόμενα γίνεταί τε καὶ ἀκμάζει καὶ φθείρεται τῷ τοῦ θεοῦ πειθόμενα θεσμῷ. Πᾶν γὰρ ἑρπετὸν πληγῇ νέμεται, ὥς φησιν Ἡράκλειτος (fr. 37 Schleierm., 55 Bywat.) Εἷς δὲ ὢν πολυώνυμός ἐστι, κατονομαζόμενος τοῖς πάθεσι πᾶσιν, ἅπερ αὐτὸς νεοχμοῖ. Καλοῦμεν γὰρ αὐτὸν καὶ Ζῆνα καὶ Δία, παραλλήλως χρώμενοι τοῖς ὀνόμασιν. ὡς ἂν εἰ λέγοιμεν, διʼ ὃν ζῶμεν. Κρόνου δὲ παῖς καὶ Χρόνου λέγεται, διήκων ἐξ αἰῶνος ἀτέρμονος εἰς ἕτερον αἰῶνα, ἀστραπαῖός τε καὶ βρονταῖος 〈καὶ αἴθριοσ〉 καὶ αἰθέριος, κεραύνιός τε καὶ ὑέτιος ἀπὸ τῶν ὑετῶν τε καὶ κεραυνῶν καὶ τῶν ἄλλων καλεῖται. Καὶ μὴν ἐπικάρπιος μὲν ἀπὸ τῶν καρπῶν, πολιεὺς δὲ ἀπὸ τῆς πόλεως ὀνομάζεται, γενέθλιός τε καὶ ὁμόγνιος καὶ ἕρκειός τε καὶ πατρῷος ἀπὸ τῆς πρὸς ταῦτα κοινωνίας, ἑταιρεῖός τε καὶ φίλιος καὶ ξένιος, ἔτι δὲ στράτιός τε καὶ τροπαιοῦχος, καθάρσιός τε καὶ παλαμναῖος καὶ ἱκέσιος καὶ μειλίχιος, ὥσπερ οἱ ποιηταὶ λέγουσι· σωτήρ τε καὶ ἐλευθέριος ἐτύμως [οὕτως εἰπεῖν]· ὡς δὲ τὸ πᾶν εἰπεῖν, οὐράνιός τε καὶ χθόνιος, πάσης ἐπώνυμος φύσεως ὢν καὶ τύχης, ἅτε πάντων αὐτὸς αἴτιος ὤν. Ξενοφῶντος ἐκ τοῦ δ ’ Ἀπομνημονευμάτων (c. 3, 3—6). Εἶπέ μοι, ἔφη, ὦ Εὐθύδημε, ἤδη ποτέ σοι ἐπῆλθεν ἐνθυμηθῆναι, ὡς ἐπιμελῶς οἱ θεοί, ὧν οἱ ἄνθρωποι δέονται, κατεσκευάκασι; — Καὶ ὅς· Μὰ τὸν Δίʼ, ἔφη, οὐκ ἔμοιγε. — Ἀλλʼ οἶσθά γʼ, ἔφη, ὅτι πρῶτον μὲν φωτὸς δεόμεθα, ὃ ἡμῖν οἱ θεοὶ παρέχουσι; — Νὴ Δίʼ, ἔφη, ὅ γʼ εἰ μὴ εἴχομεν, ὅμοιοι τοῖς τυφλοῖς ἂν ἦμεν, ἕνεκά γε τῶν ἡμετέρων ὀφθαλμῶν. — Ἀλλὰ μὴν καὶ ἀναπαύσεώς γε δεομένοις ἡμῖν νύκτα παρέχουσι, κάλλιστον ἀναπαυτήριον. — Πάνυ γε, ἔφη, καὶ τοῦτο χάριτος ἄξιον. — Οὐκοῦν καὶ ἐπειδὴ ὁ μὲν ἥλιος, φωτεινὸς ὤν, τάς τε ὥρας τῆς ἡμέρας ἡμῖν καὶ τἆλλα πάντα σαφηνίζει, ἡ δὲ νὺξ διὰ τὸ σκοτεινὴ εἶναι ἀσαφεστέρα ἐστίν, ἄστρα ἐν τῇ νυκτὶ ἀνέφηναν, ἃ ἡμῖν τῆς νυκτὸς τὰς ὥρας ἐμφανίζει καὶ διὰ τοῦτο πολλὰ ὧν δεόμεθα πράττομεν; — Ἔστι ταῦτα, ἔφη. — Ἀλλὰ μὴν ἥ γε σελήνη οὐ μόνον τῆς νυκτός, ἀλλὰ καὶ τοῦ μηνὸς τὰ μέρη φανερὰ ἡμῖν ποιεῖ. — Πάνυ μὲν οὖν, ἔφη. — Τὸ δʼ ἐπεὶ τροφῆς δεόμεθα, ταύτην ἡμῖν ἐκ τῆς γῆς ἀναδιδόναι καὶ ὥρας ἁρμοττούσας πρὸς τοῦτο παρέχειν, 〈αἳ〉 ἡμῖν οὐ μόνον ὧν δεόμεθα πολλὰ καὶ παντοῖα παρασκευάζουσιν, ἀλλὰ καὶ οἷς εὐφραινόμεθα; — Πάνυ, ἔφη, καὶ ταῦτα φιλάνθρωπα. — Τὸ δὲ καὶ ὕδωρ ἡμῖν παρέχειν οὕτω πολλοῦ ἄξιον, ὥστε συμφύειν τε καὶ συναύξειν τῇ γῇ καὶ ταῖς ὥραις πάντα τὰ χρήσιμα ἡμῖν, συντρέφειν δὲ καὶ αὐτοὺς ἡμᾶς καὶ μιγνύμενον τοῖς τρέφουσιν ἡμᾶς εὐκατεργαστότερά τε καὶ ὠφελιμώτερα καὶ ἡδίω ποιεῖν αὐτά, καὶ ἐπειδὴ πλείστου δεόμεθα τούτου, ἀφθονέστατον αὐτὸ παρ‐ Πλάτωνος ἐκ τοῦ Σοφιστοῦ (p. 265 B—E ). Ποιητικῆς δὴ πρῶτον ἔστω δύο μέρη. — Ποίω; — Τὸ μὲν θεῖον, τὸ δʼ ἀνθρώπινον. — Οὔπω μεμάθηκα. — Ποιητικήν, εἴπερ μεμνήμεθα τὰ κατʼ ἀρχὰς λεχθέντα, πᾶσαν ἔφαμεν εἶναι δύναμιν, ἥτις ἂν αἰτία γίγνηται τοῖς μὴ πρότερον οὖσιν ὕστερον γίγνεσθαι. — Μεμάθηκα. — Ζῷα δὴ πάντα θνητὰ καὶ δὴ καὶ φυτά, ὅσα τʼ ἐπὶ γῆς ἐκ σπερμάτων καὶ ῥιζῶν φύεται καὶ ὅσα ἄψυχα ἐκ γῆς ἐν γῇ ξυνίσταται σώματα τηκτὰ καὶ ἄτηκτα, μῶν ἄλλου τινὸς ἢ θεοῦ δημιουργοῦντος φήσομεν ὕστερον γίγνεσθαι πρότερον οὐκ ὄντα; ἢ 〈τῷ〉 τῶν πολλῶν δόγματι χρώμενοι. — Ποίῳ τῳ; — Τὴν φύσιν αὐτὰ γεννᾶν ἀπό τινος αἰτίας αὐτομάτης καὶ ἄνευ διανοίας φυούσης, ἢ μετὰ λόγου τε καὶ ἐπιστήμης θείας ἀπὸ θεοῦ γιγνομένης; — 〈Ἐγὼ μὲν ἴσωσ〉 διὰ τὴν ἡλικίαν πολλάκις ἀμφότερα μεταδοξάζω· νῦν μὲν βλέπων εἰς σὲ καὶ ὑπολαμβάνων 〈οἴεσθαί σε〉 κατὰ θεὸν αὐτὰ γίγνεσθαι, ταύτῃ καὶ αὐτὸς νενόμικα. — Καλῶς γε, ὦ Θεαίτητε, καὶ εἰ μέν σε ἡγούμεθα τῶν εἰς τὸν ἔπειτα χρόνον ἄλλως πως δοξαζόντων εἶναι, νῦν ἂν τῷ λόγῳ μετὰ πειθοῦς ἀναγκαίας ἐπεχειροῦμεν ποιεῖν ὁμολογεῖν· ἐπειδὴ δέ σου καταμανθάνω τὴν φύσιν, ὅτι καὶ ἄνευ τῶν παρʼ ἡμῶν λόγων αὐτῇ πρόσεισιν ἐφʼ ἃ νῦν ἕλκεσθαι φῄς, ἐάσω· χρόνος γὰρ ἐκ περιττοῦ γίγνοιτʼ ἄν· τὰ δʼ ἐκ τούτων ὑπʼ ἀνθρώπων ξυνιστάμενα ἀνθρωπίνη. καὶ κατὰ τοῦτον δὴ τὸν λόγον δύο ποιητικῆς γένη, τὸ μὲν ἀνθρώπινον εἶναι, τὸ δὲ θεῖον. — Ὀρθῶς. Ὀνάτου ἐκ τοῦ περὶ θεοῦ καὶ θείο υ . Ὁ μὲν θεὸς τὰ τῶν ἄλλων ζῴων ἐπαΐει, οὔτε νοητῶς οὔτε ἐπαϊστῶς, εἰ μή τισι πάγχυ ὀλίγοις τῶν ἀνθρώπων. καὶ δυνάμιες δʼ αὐτῶ ἀλήθεια· ὧν οἶμαι νομεὺς εἰ ἐναργέα τε καὶ ἐπαϊστά. αὐτὸς μὲν γὰρ ὁ θεός ἐστιν νόος καὶ ψυχὰ καὶ τὸ ἁγεμονικὸν τῶ σύμπαντος κόσμω· τᾶ δὲ δυνάμιες αὐτῶ τἀλήθεια, ὧν οἶμαι νομεῖς, τά τʼ ἔργα καὶ τᾶ πράξεες καὶ τᾶ κατὰ τὸν σύμπαντα κόσμον ἐπιστρωφώσιες. Ὁ μὲν ὦν θεὸς αὐτὸς οὔτε ὁρατὸς οὔτε αἰσθητός, ἀλλὰ λόγῳ μόνον καὶ νόῳ θεωρατός· τὰ δʼ ἔργα αὐτῶ καὶ τᾶ πράξιες ἐναργέες τε καὶ αἰσθητὰ ἔντι πάντεσσιν ἀνθρώποις. Δοκίει δέ μοι καὶ μὴ εἷς εἶμεν ὁ θεός, ἀλλʼ εἷς μὲν ὁ μέγιστος καὶ καθυπέρτερος καὶ ὁ κατὰ δύναμιν· βασιλεύεν δὲ πάντων αὐτῶν ὁ καὶ κράτει καὶ μεγέθει καὶ ἀρετᾷ μέζων. Οὗτος δέ κʼ εἴη θεὸς ὁ περιέχων τὸν σύμπαντα κόσμον, τοὶ δʼ ἄλλοι θεοὶ οἱ θέοντές ἐντι κατʼ οὐρανὸν σὺν τᾷ τῶ παντὸς περιαγήσι, κατὰ λόγον ὀπαδέοντες τῷ πράτῳ καὶ νοατῷ. Τοὶ δὲ λέγοντες ἕνα θεὸν εἶμεν, ἀλλὰ μὴ πολλὼς ἁμαρτάνοντι· τὸ γὰρ μέγιστον ἀξίωμα τᾶς θείας ὑπεροχᾶς οὐ συνθεωρεῦντι. Λέγω δὴ τὸ ἄρχεν καὶ καθαγέεσθαι τῶν ὁμοίων καὶ κράτιστον καὶ καθυπέρτερον εἶμεν τῶν ἄλλων. Τοὶ δʼ ἄλλοι θεοὶ ποτὶ τὸν πρᾶτον θεὸν καὶ νοατὸν οὕτως ἔχοντι, ὥσπερ χορευταὶ ποτὶ κορυφαῖον καὶ στρατιῶται ποτὶ στραταγὸν καὶ λοχῖται καὶ ἐντεταγμένοι ποτὶ ταξιάρχαν καὶ λοχαγέταν, ἔχοντες φύσιν ἕπεσθαι καὶ ἐπακολουθὲν τῷ καλῶς καθαγεομένῳ. ξυνὸν μὲν ὦν αὐτῶν τὸ ἔργον ἐστὶ καὶ τῶ ἄρχοντος καὶ τῶν ἀρχομένων, ἀλλʼ οὔ κʼ ἔτι δύναιντο συντετάχθαι τοὶ ἀρχόμενοι ποτὶ τὸ ἔργον ἀπολειφθέντες ἁγεμόνος, ὥσπερ οὔτε χορευταὶ ποτὶ συναοιδίαν, οὔτε στρατιῶται ποτὶ στρατήαν, ἀπολειφθέντες τοὶ μὲν στραταγῶ, τοὶ δὲ κορυφαίω. οὔτε ἔξωθεν· διόπερ οὔτε ἐκ δύο συνάρμοκται, ψυχᾶς καὶ σώματος (καὶ γὰρ διόλω ἐστὶ ψυχά), οὔτε ἐναντίων τινῶν (τὰ γὰρ ἐναντία καὶ κρατὲν καὶ κρατεῖσθαι πέφυκεν) Ἁ δέ γα τῶ σώματος κρᾶσις μιαίνει τὸ καθαρὸν τᾶς ψυχᾶς, ἁ μὲν γὰρ ἀκήρατος καὶ θεῖόν ἐστι, τὸ δὲ θνατὸν καὶ θολομιγές· οὕτω δὲ μιαίνει καὶ μόλιβδος χρυσὸν καὶ πᾶν τὸ τᾷ φύσι γνήσιον τὸ νόθον. Ὅλως δὲ τὸ σῶμα τοῖς θνατοῖς δέδωκεν ὁ θεὸς ζῴοις διʼ ἀιδίαν ἀνάγκαν καὶ ἄφυκτον. Φύσι γὰρ ἄπορον καὶ πτωχὸν πᾶν τὸ γενέσιος κεκοινωνηκός. Θεὸς μὲν ὦν ἔστι, καθάπερ ἐν ἀρχᾷ τῶ λόγω εἶπον, αὐτὸς γὰρ ἀρχὰ καὶ πρᾶτον· θεῖος δὲ ὁ κόσμος καὶ τὰ ἐν αὐτῷ δινεύμενα πανταχῶς. ὁμοίως δὲ καὶ δαίμων ἐστὶν ἁ ψυχὰ (αὐτὰ γὰρ ἄρχει καὶ κινεῖ τὸ διόλω ζῷον)· δαιμόνιον δὲ τὸ σῶμα καὶ τὰ τούτω γε πάντα. δεῖ ὦν οὕτω διαιρέν, θεὸν καὶ θεῖον καὶ δαίμονα καὶ δαιμόνιον. Ἀρριανοῦ Ἐπικτητείου ἐκ τοῦ Περὶ εὐαρεστήσεως (I 12, 1—7). Περὶ θεῶν οἳ μέν τινές εἰσιν οἱ λέγοντες, μηδὲ εἶναι προνοεῖν μηδενός· τρίτοι δέ, οἱ καὶ εἶναι καὶ προνοεῖν, ἀλλὰ τῶν μεγάλων καὶ οὐρανίων, τῶν δὲ ἐπὶ γῆς μηδενός· τέταρτοι 〈δὲ〉 οἱ καὶ τῶν ἐπὶ γῆς καὶ τῶν ἀνθρωπίνων, εἰς κοινὸν δὲ μόνον καὶ οὐχὶ καὶ κατʼ ἰδίαν ἑκάστου· πέμπτοι δὲ, ὧν ἦν καὶ Ὀδυσσεὺς καὶ Σωκράτης, οἱ λέγοντες ὅτι οὐδέ σε λήθω κινύμενος (Hom. Κ 279. 280). Εἴπερ οὖν ὑγιῶς λέγεται τέλος εἶναι τὸ ἕπεσθαι θεῷ, ἀναγκαῖον περὶ ἑκάστου τούτων ἐπεσκέφθαι. Εἰ γὰρ μὴ εἰσὶ θεοί, πῶς ἐστι τέλος ἕπεσθαι θεοῖς; Εἰ δὲ εἰσὶ μέν, μηδενὸς δὲ ἐπιμελούμενοι, καὶ οὕτω πῶς ὑγιὲς ἔσται; Ἀλλὰ δὴ καὶ ὄντων καὶ ἐπιμελουμένων, εἰ μηδεμία διάδοσις εἰς ἀνθρώπους ἐστὶν ἐξ αὐτῶν καὶ νὴ Δία γε καὶ εἰς ἐμέ, πῶς ἔτι καὶ οὕτως ὑγιές ἐστιν; Πάντα οὖν ταῦτα ὁ καλὸς κἀγαθὸς ἐπεσκεμμένος τὴν αὑτοῦ γνώμην ὑποτέταχε τῷ διοικοῦντι τὰ πάντα, καθάπερ οἱ ἀγαθοὶ πολῖται τῷ νόμῳ τῆς πόλεως.
Ex poetis hic probabiliter (v. infra) collocavit Stobaeus alterius poetae nomine quod est Μύρων (cf. Elter de Stob. cod. Phot. p. 55). Inter scriptores laudatae fuerunt sententiae philosopho‐ rum Ἀρχαινέτου, Ἀρκεσιλάου, Εὐσεβίου (cf. Elter p. 12. 41); recteque Dilesius Doxogr. p. 59sq. huc traxit Epicuream quan‐ dam disputationem apud Plutarchum de plac. phil. I 7, 1—10, ex Aetio eam petitam, quod ipsum Καλλιμάχου nomen demon‐ strat in philosophorum indice apud pinacographum Pho‐ tianum lectum: cf. Dilesium mus. Rhen. XXXVI p. 348 sq. contra Elterum p. 22 recte se defendentem. legebatur igitur inter philosophorum placita Callimachi sententia qualis est apud Plutarchum l. s. § 1 (cf. etiam § 3). Dubia quaedam vide in prooemio commemorata.
Ἡσιόδου Ἔργων (276—279). Τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων, ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεεινοῖς ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστιν ἐν αὐτοῖς· ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη. Σοφοκλῆς (Oed. Tyr. 551. 552). Εἴ τοι νομίζεις 〈ἄνδρα〉 συγγενῆ κακῶς δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. 〈 Tragici incerti (Eurip. Oedip. fr. 559 N.).〉 Ὁρῶ γὰρ χρόνῳ δίκαν πάντʼ ἄγουσαν εἰς φῶς βροτοῖς. 〈 Tragici incerti (fr. adesp. 403 N.).〉 Φθείρει γὰρ ἡ πρόνοια τὴν ἀβουλίαν. 〈 Εὐριπίδου (Ion. 440. 441).〉 Ἀρετὰς δίωκε· καὶ γὰρ ὅστις ἂν βροτῶν κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί. Εὐριπίδης Οἰδίποδος (=trag. fr. adesp. 404 N.). Οὐ δῆκταί πως κύνες οἱ θεοί, ἀλλʼ ἡ Δίκη γὰρ καὶ κατὰ σκότου βλέπει. 〈 Σοφοκλέους (fr. inc. 873 N.).〉 Θεοῦ δὲ πληγὴν οὐχ ὑπεκπηδᾷ βροτός. 〈 Tragici incerti (fr. adesp. 283 N.).〉 Εἱμαρμένον δὲ τῶν κακῶν βουλευμάτων κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτούς. 〈 Tragici incerti (fr. adesp. 405 N.).〉 Οὐχ εὕδει Διὸς 〈 Tragici incerti (fr. adesp. 406 N.).〉 Οὐ γάρ τις, οὐδὲ χρημάτων ὑπεργέμων, νόμον μιαίνων ἀσφαλῶς γηράσεται· ἀλλʼ ἡμέρας ἢ νυκτὸς ἡ Δίκη ποτὲ τῷ δυσσεβοῦντι σῖγʼ ἔχουςʼ ἐνήλατο. 〈 Tragici incerti (fr. adesp. 407 N.).〉 Τὸ μὴ δίκαιον ἔργον οὐ λήθει θεούς. 〈 Tragici incerti (fr. adesp. 408 N.).〉 Δαίμων βροτοῖσι πόλλʼ ἀνευρίσκει κακά. 〈 Ἡσιόδου Ἔργων (706).〉 Εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι. Εὐριπίδης Μελανίππῃ (fr. 508 N.). Δοκεῖτε πηδᾶν τἀδικήματʼ εἰς θεοὺς πτεροῖσι, κἄπειτʼ ἐν Διὸς δέλτου πτυχαῖς γράφειν τινʼ αὐτά, Ζῆνα δʼ εἰσορῶντά νιν θνητοῖς δικάζειν; οὐδʼ ὁ πᾶς ἂν οὐρανὸς Διὸς γράφοντος τὰς βροτῶν ἁμαρτίας ἐξαρκέσειεν, οὐδʼ ἐκεῖνος ἂν σκοπῶν πέμπειν ἑκάστῳ ζημίαν· ἀλλʼ ἡ Δίκη ἐνταῦθά ποὔστιν ἐγγύς, εἰ βούλεσθʼ ὁρᾶν. 〈 Tragici incerti (fr. adesp. 409 N.).〉 Λύπας μὲν ἀνθρώποισιν, ὦ γύναι, θεοὶ τοῖσιν διδοῦσιν, οὓς ἂν ἐχθαίρωςʼ, ἐπεὶ οὔ σφιν πονηρόν ἐστιν. Εὐριπίδης Φρίξῳ (fr. 832, 1—4 N.). Ὅστις δὲ θνητῶν οἴεται τοὐφʼ ἡμέραν ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. 〈 Tragici incerti (=Eur. fr. 832, 5 N.).〉 Τιμωρίαν ἔτισεν ὧν ἔρξεν κακῶν. 〈 Tragici incerti (fr. adesp. 410 N.).〉 Ὀξὺς θεῶν ὀφθαλμὸς εἰς τὰ πάντʼ ἰδεῖν. 〈 Tragici incerti (frg. adesp. 411 N.).〉 Ἔσθʼ, ὡς ἔοικεν, ἔστιν οὐχ ὁρώμενον τοῖς ζῶσιν ἡμῖν οὐδὲ προσδοκώμενον δαιμόνιον, ᾧ μέλει τι τοῦ θνητοῦ βίου. 〈 Εὐριπίδου (Elect. 953—956.).〉 Δίκην δέδωκας· ὥστε τις κακουργίας μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς, νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν τέλος γραμμῆς ἵκηται καὶ πέρας κάμψῃ βίου. Διονυσίου (fr. 5 p. 617 N.). Ὁ τῆς Δίκης ὀφθαλμός, ὡς διʼ ἡσύχου λεύσσων προσώπου, πάνθʼ ὁμῶς ἀεὶ βλέπει. Σοφοκλῆς Αἴαντι (758—761). βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ. Εὐριπίδου (fr. inc. 969 N.). Οὔτοι προσελθοῦςʼ ἡ Δίκη σε πώποτε παίσει πρὸς ἧπαρ, οὐδὲ τῶν ἄλλων βροτῶν τὸν ἄδικον, ἀλλὰ σῖγα καὶ βραδεῖ ποδὶ στείχουσα μάρπτει τοὺς κακοὺς ἀεὶ βροτῶν. Θεοδέκτου (fr. inc. 8 p. 625 N.). Ὅστις δὲ θνητῶν μέμφεται τὰ θεῖʼ, ὅτι οὐκ εὐθύς, ἀλλὰ τῷ χρόνῳ μετέρχεται τοὺς μὴ δικαίους, πρόφασιν εἰσακουσάτω· εἰ μὲν παραυτίκʼ ἦσαν αἱ τιμωρίαι, πολλοὶ διὰ φόβον κοὐ διʼ εὐσεβῆ τρόπον θεοὺς ἂν ηὖξον· νῦν δὲ τῆς τιμωρίας ἄπωθεν οὔσης, τῇ φύσει χρῶνται βροτοί. ὅταν δὲ φωραθῶσιν ὀφθέντες κακοί, τίνουσι ποινὰς ὑστέροισιν ἐν χρόνοις. Εὐριπίδου Ἀνδρομέδας (fr. 149 N.). Τήν τοι Δίκην λέγουσι παῖδʼ εἶναι Διὸς ἐγγύς τε ναίειν τῆς βροτῶν τιμωρίας. Αἰσχύλου (dub. fr. 444 N.). Εὐριπίδης Ἀντιόπῃ (fr. 224 N.). Δίκα τοι δίκα χρόνιος, ἀλλʼ ὅμως ὑποπεσοῦςʼ ἔλαθεν, ὅταν ἔχῃ τινʼ ἀσεβῆ βροτῶν. Αἰσχύλου Βακχῶν (=inc. fr. 379 N.). Τό τοι κακὸν ποδῶκες ἔρχεται βροτοῖς κατʼ ἀμπλάκημα τῷ περῶντι τὴν θέμιν. 〈 Tragici incerti (adesp. fr. 412 N.)〉. Ὁρᾷς Δίκην ἄναυδον οὐχ ὁρωμένην εὕδοντι καὶ στείχοντι καὶ καθημένῳ· ἑξῆς δʼ ὀπαδεῖ δόχμιον, ἄλλοθʼ ὕστερον. 〈 Comici incert i . 〉 Οὐδὲν καλύπτει νὺξ κακῶς εἰργασμένον, Ἰξίονος (=trag. adesp. fr. 413 N.). Ἐχθρὸς μὲν ἁνήρ, ἀλλὰ τὴν Δίκην σέβω. Ὁμήρου (ξ 83. 84). Οὐ γὰρ σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, ἀλλὰ δίκην τίνουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων. 〈 Σοφοκλῆς (fr. inc. 809 N.).〉 Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι. Εὐριπίδης Ἀντιόπῃ (fr. 233 N.). Τήν τοι Δίκην λέγουσι παῖδʼ εἶναι Χρόνου, δείκνυσι δʼ ἡμῶν ὅστις ἔστʼ ἢ μὴ κακός. Ἀρχιλόχου (fr. 88 3 B.). Ὦ Ζεῦ, πάτερ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δʼ ἔργʼ ἐπʼ ἀνθρώπων ὁρᾷς λεωργὰ κἀθέμιστα, σοὶ δὲ θηρίων ὕβρις τε καὶ δίκη μέλει. Εὐριπίδης Ἀρχελάῳ (fr. 266 N.). Τὰ γὰρ οὐκ ὀρθῶς πρασσόμενʼ ὀρθῶς τοῖς πράσσουσιν κακὸν ἦλθε. 〈 Σοφοκλῆς (Electr. 696. 697).〉 Καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν Σοφοκλῆς Αἴαντι (fr. 11 N.). Τὸ χρύσεον δὲ τᾶς Δίκας δέδορκεν ὄμμα, τὸν δʼ ἄδικον ἀμείβεται. Ἡσιόδου Θεογονίας (217. 220—222). Καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, αἵ τʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν· οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν ὅστις ἁμάρτῃ. Εὐριπίδης Πολυείδῳ (fr. 646 N.). Οὐδεὶς παρανομῶν πρὸς θεοὺς ἐχέγγυος. 〈 Εὐριπίδου (inc. fr. 1030 N.).〉 Συγγνώμονάς τοι τοὺς θεοὺς εἶναι δοκεῖς, ὅταν τις ὅρκῳ θάνατον ἐκφυγεῖν θέλῃ ἢ δεσμὸν ἢ βίαια πολεμίων κακά, ἢ παισὶν αὐθένταισι κοινωνῇ δόμων; ἤτἄρα θνητῶν εἰσιν ἀσυνετώτεροι, 〈 Tragici incerti (fr. adesp. 414 N.)〉. Μόνη ʼστιν ἀπαραίτητος ἀνθρώποις Δίκη. 〈 Tragici incerti (fr. adesp. 415 N.).〉 Μὴ μουσοποίει πρὸς τὸ νηπιώτερον· πόρρω γὰρ ἑστὼς ὁ θεὸς ἐγγύθεν κλύει. 〈 Tragici incerti (fr. adesp. 416 N.).〉 Ὅστις λέγει κάκʼ εὖ φρονῶν, σιγῇ στένει. 〈 Tragici incerti (fr. adesp. 417 N.).〉 Ἄγει τὸ θεῖον τοὺς κακοὺς πρὸς τὴν δίκην. 〈 Tragici incerti (fr. adesp. 418 N.).〉 Τὸ δὲ θεῶν κράτος μέγα κατʼ ἀνθρώπους, ἄφρονες δʼ ὁπόσοι τὸ δίκαιον ἄγουςʼ ὑπὸ τᾶς ἀδίκου βιοτᾶς ἀφανές, μέγα γὰρ ὄμμα δαιμόνων, οἷς τίνουςʼ ἀμοιβὰς κακῶν. 〈 Ὁμήρου (Π 386. 387).〉 Καὶ Ζεὺς τοῖς ἄνδρεσσι κοτεσσάμενος χαλεπαίνει, οἳ βίη εἰν ἀγορῇ σκολιὰς κρίνωσι θέμιστας. 〈 Εὐριπίδου Ἀρχελάου (fr. 257 N.).〉 Δοκεῖς τὰ θεῶν σὺ ξυνετὰ νικήσειν ποτὲ καὶ τὴν Δίκην που μάκρʼ ἀπῳκίσθαι βροτῶν; ὃν χρὴ κολάζειν τʼ οἶδεν· ἀλλʼ οὐκ οἶσθα σύ, ὁπόταν ἄφνω μολοῦσα διολέσῃ κακούς. 〈 Σοφοκλῆς (=Ai. Locr. fr. 18 N.).〉 Εἰ δείνʼ ἔδρασας, δεινὰ καὶ παθεῖν σε δεῖ. 〈 Tragici incerti (fr. adesp. 419 N.)〉. Δίκας δʼ ἐξέλαμψε θεῖον φάος. Δημοσθένους (II 10 p. 20, 27). Οὐ γὰρ ἔστιν ἀδικοῦντα καὶ ἐπιορκοῦντα καὶ ψευδόμενον δύναμιν βεβαίαν κτήσασθαι. ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει· καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ· τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ. Ἐκ τῶν Ἐπικτήτου Ἀπομνημονευμάτω ν . „Ἀλλʼ ὁρῶ“, φησί τις, „τοὺς καλοὺς κἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένουσ“. Τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυμένους; „Ἀλλʼ αἰσχρὸν τὸ παρʼ ἄλλου τρέφεσθαι“. Καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. Ἐγὼ μὲν γάρ φημι πολὺ διαφέρειν μᾶλλον ἀρετὴν κακίας, ἢ ὀφθαλμοὶ ὀνύχων διαφέρουσιν. 〈 Ἡροδότου V 56.〉 Ἐν τῇ προτέρῃ νυκτὶ τῶν Παναθηναίων ἐδόκεε ὁ Ἵππαρχος ἄνδρα οἱ ἐπιστάντα μέγαν καὶ εὐειδέα αἰνίσσεσθαι τάδε τὰ ἔπεα· Τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ· οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει. Ἑρμῆς (deest apud Patric.). Δαίμων γάρ τις μεγίστη τέτακται, ὦ τέκνον, ἐν μέσῳ τοῦ παντὸς εἱλουμένη, πάντα περιορῶσα τὰ ἐπὶ γῆς γινόμενα ὑπὸ τῶν ἀνθρώπων. καθάπερ 〈γὰρ〉 ἐπὶ τῆς θείας τάξεως πρόνοια καὶ ἀνάγκη τέτακται, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀνθρώπων τέτακται ἡ δίκη, ταὐτὰ ἐκείνοις ἐνεργοῦσα. ἐκείνη μὲν γὰρ κρατεῖ τὴν τάξιν τῶν ὄντων ὡς θείων καὶ ἁμαρτεῖν μὴ θελόντων μηδὲ δυναμένων· ἀδύνατον γὰρ τὸ θεῖον πλανηθῆναι, ἐξ οὗ καὶ τὸ ἀναμαρτεῖν συμβαίνει. ἡ δὲ δίκη τέτακται τιμωρὸς τῶν ἐπὶ τῇ εἱμαρμένῃ ὑπόκεινται διὰ τὰς τῆς γενέσεως ἐνεργείας, τῇ δὲ δίκῃ διὰ τὰς ἐν τῷ βίῳ ἁμαρτίας. Ἱεροκλέους ἐκ τοῦ Τίνα τρόπον θεοῖς χρηστέο ν . Ἔτι προσδιαληπτέον καὶ ταῦθʼ ὑπὲρ τῶν θεῶν, ὡς εἰσὶν ἄτρεπτοι καὶ ἀραρότες τοῖς κρίμασιν, ὥστε τοῦ ἀπʼ ἀρχῆς δόξαντος μηδέποτε ἐξίστασθαι. Μία γάρ τις ἦν τῶν ἀρετῶν καὶ ἡ ἀμεταπτωσία καὶ βεβαιότης, ἣν εἰκὸς οὐχ ἥκιστα κἀν θεοῖς εἶναι παρέχουσαν τὸ ἱδρυμένον καὶ ἔμπεδον τῶν ἅπαξ αὐτοῖς δοξάντων. Ἐξ οὗ δῆλον, ὡς οὐδὲ τὰς κολάσεις, ἃς ἔκρινέ τισιν ἐπιθεῖναι τὸ δαιμόνιον, πιθανὸν παρίεσθαι. Καὶ γὰρ αὖ λογίσασθαι ῥᾴδιον, ὡς εἰ μεταβάλλουσιν οἱ θεοὶ τὰς αὑτῶν κρίσεις καὶ ὃν ἔγνωσαν κολάσαι παριᾶσιν ἀκόλαστον, οὔτε καλῶς καὶ δικαίως 〈ἂν〉 διοικοῖεν τὰ κατὰ τὸν κόσμον, οὔτε ἀπολογισμὸν εἰκότα φέρειν ἂν δύναιντο μετανοίας. Καὶ τὰ τοιαῦτα ἔοικεν αὐτοσχεδίως καὶ κατʼ οὐδενὸς λέγειν ἡ ποιητική (Hom. Ι 499—501)· Καὶ 〈μὲν τοὺσ〉 θυσίαισι καὶ εὐχωλῇς ἀγανῇσι, λοιβῇ τε κνίσῃ τε παρατρωπῶςʼ ἄνθρωποι λισσόμενοι, ὅτε κέν τις ὑπερβαίῃ καὶ ἁμάρτῃ, καὶ τὸ (id. Ι 497)· στρεπτοὶ δέ τε καὶ θεοὶ αὐτοί, Ἐν ταὐτ ῷ . Ἀλλʼ οὐ μὴν οὐδὲ ἐκεῖνο παρετέον, ὡς, εἰ καὶ μὴ κακῶν αἴτιοι τυγχάνουσιν οἱ θεοί, τῶν γε τοιούτων ἔνια προσάπτουσί τισι καὶ περιβάλλουσιν ἀξίους σωματικαῖς τε ἐλαττώσεσι καὶ ταῖς τῶν ἐκτός, οὐ κακοηθείᾳ χρώμενοι, κἀξεπίτηδες δυσχρηστῆσαι ἄνθρωπον οἰόμενοι δεῖν, ἀλλʼ ἐν τρόπῳ κολάσεως. Καθάπερ γὰρ λοιμοὶ καὶ αὐχμοί, ἔτι δὲ ἐπομβρίαι καὶ σεισμοὶ καὶ πᾶν τὸ τοιόνδε τὰ μὲν πολλὰ γίγνεται διʼ αἰτίας ἑτέρας τινὰς φυσικωτέρας, ἔστι δʼ ὅτε καὶ ὑπὸ θεῶν, ἐπειδὰν καιρὸς ᾖ δημοσίᾳ καὶ κοινῇ τὰ πολλῶν ἀμπλακήματα κολασθῆναι, τὸν αὐτὸν τρόπον καὶ πρὸς ἕνα χρῶνταί ποτε θεοὶ σωματικοῖς 〈τε〉 ἐλαττώμασι καὶ τοῖς 〈τῶν〉 ἐκτός, 〈ἐσ〉 αὐτοῦ μέντοι κόλασιν, ἐπιστροφὴν δὲ καὶ προαίρεσιν ἀμείνω τῶν ἄλλων. Πλάτωνος Νόμων (IV p. 715 E —716 B ). Ὁ μὲν δὴ θεὸς (ὥσπερ καὶ ὁ παλαιὸς λόγος) ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος. τῷ δʼ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων ἐχόμενος, ξυνέπεται ταπεινὸς [καὶ κεκοσμημένος]· ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας, ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ, ἅμα νεότητι καὶ ἀνοίᾳ, φλέγεται τὴν ψυχὴν μεθʼ ὕβρεως, ὡς οὔτε ἄρχοντος οὔτε τινὸς ἡγεμόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπεται ἔρημος θεοῦ· καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάντα ἅμα· καὶ πολλοῖς τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίησεν. Τοῦ αὐτοῦ Νόμων ιʹ (p. 905 D —906 B ). Ὅτι μὲν γὰρ θεοί τʼ εἰσὶ καὶ ἀνθρώπων ἐπιμελοῦνται. ἔγωγʼ οὐ παντάπασι φαύλως ἂν ἡμῖν φαίην ἀποδεδεῖχθαι· τὸ δὲ παραιτητοὺς αὐτοὺς εἶναι τοῖς ἀδικοῦσι, δεχομένους δῶρα, οὔτε τινὶ συγχωρητέον παντί τʼ αὖ κατὰ δύναμιν τρόπῳ ἐλεγκτέον. — Κάλλιστʼ εἶπες· ποιῶμέν τε ὡς λέγεις. — Φέρε καὶ πρὸς θεῶν αὐτῶν, τίνα τρόπον παραιτητοὶ γίγνοιντʼ ἂν ἡμῖν, εἰ γίγνοιντο αὖ; καὶ τίνες ἢ ποῖοί τινες ὄντες; ἄρχοντας μὲν ἀναγκαῖόν που γίγνεσθαι τούς γε διοικήσαντας τὸν ἅπαντα ἐνδελεχῶς οὐρανόν. — Οὕτως. — Ἀλλʼ ἄρα τίσι προσφερεῖς τῶν ἀρχόντων; ἢ τίνες 〈τούτοισ〉, ὧν δυνατὸν ἡμῖν ἀπεικάζουσι τυγχάνειν μείζοσιν ἐλάττονας; πότερον ἡνίοχοί τινες ἂν εἶεν τοιοῦτοι ζευγῶν ἁμιλλωμένων, ἢ πλοίων κυβερνῆται; τάχα δὲ κἂν ἀπεικασθεῖεν στρατοπέδων ἄρχουσί τισιν. Εἴη δʼ ἂν καὶ νόσων πόλεμον εὐλαβουμένοις ἰατροῖς ἐοικέναι περὶ σώματα, ἢ γεωργοῖς περὶ φυτῶν γένεσιν, εἰωθυίας ὥρας χαλεπὰς διὰ φόβων προσδεχομένοις, ἢ καὶ ποιμνίων ἐπιστάταις. Ἐπειδὴ γὰρ ξυγκεχωρήκαμεν ἡμῖν αὐτοῖς εἶναι τὸν οὐρανὸν μεστὸν μὲν πολλῶν ἀγαθῶν, πολλῶν δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή, μαχὴ δή, φαμέν, ἀθάνατός ἐστιν ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη. Ξύμμαχοι δʼ ἡμῖν θεοί τε ἅμα καὶ δαίμονες· ἡμεῖς δὲ αὖ κτήματα θεῶν καὶ δαιμόνων· φθείρει δʼ ἡμᾶς ἀδικία καὶ ὕβρις μετὰ ἀφροσύνης, σῴζει δὲ δικαιοσύνη καὶ σωφροσύνη μετὰ φρονήσεως, ἐν ταῖς τῶν θεῶν ἐμψύχοις οἰκοῦσαι δυνάμεσιν. Ἐν ταὐτῷ (X p. 906 D —907 B ). Τίσιν οὖν δὴ τῶν προρρηθέντων ἀπεικάζων ὁμοίους εἶναι φύλακας θεοὺς οὐκ ἂν καταγέλαστος γίγνοιτο ἀνθρώπων ὁστισοῦν; πότερον κυβερνήταις, λοιβῇ τε οἴνου κνίσῃ τε παρατρεπομένοις αὐτοῖς, ἀνατρέπουσι δὲ ναῦς τε καὶ ναύτας; — Μηδαμῶς. — Ἀλλʼ οὔτι μὴν ἡνιόχοις ἐν ἁμίλλῃ ξυντεταγμένοις, πεισθεῖσιν ὑπὸ δωρεᾶς τὴν νίκην ἑτέροις ζεύγεσι προδοῦναι. — Δεινὴν γὰρ εἰκόνα λέγοις ἄν, λέγων τοῦτον τὸν λόγον. — Οὐ μὴν οὐδὲ στρατηγοῖς γε οὐδὲ ἰατροῖς οὐδὲ γεωργοῖς· οὐδὲ νομεῦσι μὴν οὐδέ τισι κυσὶ κεκηλημένοις ὑπὸ λύκων. — Εὐφήμει. Πῶς γὰρ ἄν; — Ἀλλʼ οὐ πάντων φυλάκων εἰσὶ μέγιστοι καὶ περὶ τὰ μέγισθʼ ἡμῖν οἱ πάντες θεοί; — Πολύ γε. — Τοὺς δὴ κάλλιστά τε πράγματα φυλάττοντας διαφέροντάς τε αὐτοὺς φυλακῇ πρὸς ἀρετὴν κυνῶν χείρους καὶ ἀνθρώπων μέσον εἶναι φήσομεν, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδοῖεν ἕνεκα δώρων παρʼ ἀδίκων ἀνδρῶν ἀνοσίως διδομένων; — Οὐδαμῶς· οὔτε ἀνεκτὸς ὁ λόγος τῶν τε περὶ πᾶσαν ἀσέβειαν ὄντων κινδυνεύει πᾶς ὁ ταύτης τῆς δόξης ἀντεχόμενος πάντων ἂν τῶν ἀσεβῶν κεκρίσθαι δικαιότατα κάκιστός τε καὶ ἀσεβέστατος εἶναι. Πορφυρίου ἐκ τοῦ Περὶ Στυγός (ap. Holsten., opusc. Porph. p. 148). Μεσοποταμίας εἰς λόγους ἀφικόμενοι, ἐξηγήσαντο, ὡς ὁ Βαρδισάνης ἀνέγραψεν, εἶναί τινα λίμνην ἔτι καὶ νῦν παρʼ Ἰνδοῖς δοκιμαστήριον λεγομένην, εἰς ἥν, ἄν τις τῶν Ἰνδῶν αἰτίαν ἔχων τινὸς ἁμαρτίας ἀρνῆται, 〈εἰσάγεται〉. Τῶν δὲ Βραχμάνων τινὲς δοκιμάζουσιν αὐτὸν τοῦτον τὸν τρόπον. Πυνθάνονται τοῦ ἀνθρώπου, εἰ θέλει διὰ τοῦ ὕδατος γενέσθαι τὴν ἐξέτασιν, καὶ μὴ θέλοντα μὲν ὡς ὑπεύθυνον ἀποπέμπουσι τὴν δίκην ἀποτίσοντα· παραδεχόμενον δὲ τὴν βάσανον εἰσάγουσι μετὰ τῶν κατηγόρων· καταβαίνουσι γὰρ καὶ οὗτοι εἰς τὸ ὕδωρ, δοκιμασθησόμενοι μὴ συκοφαντῶσι. Διέρχονται τοίνυν οἱ ἐπιβαίνοντες τοῦ ὕδατος εἰς ἕτερον μέρος τῆς λίμνης· τὸ βάθος δʼ ἐστὶν ἄχρι τῶν γονάτων παντὸς ὁτουοῦν εἰς αὐτὴν ἐπιβάντος. Ὅταν δʼ 〈ὁ〉 κατηγορούμενος ἐπιβῇ, ἀναμάρτητος μὲν ὤν, ἀδεῶς διέρχεται ἄχρι τῶν γονάτων ἔχων τὸ ὕδωρ· ἁμαρτὼν δὲ ὀλίγον προβὰς βαπτίζεται μέχρι κεφαλῆς. Οἱ δὲ Βραχμᾶνες ἀνασπῶντες αὐτὸν ἐκ τοῦ ὕδατος παραδιδόασι τοῖς ἐνάγουσι ζῶντα καὶ ἀξιοῦσι παιδευθῆναι χωρὶς θανατικῆς καταδίκης. Γίγνεσθαι δὲ τοῦτο σπανίως τῷ μηδένα τολμᾶν ἀρνεῖσθαι τὸ ἁμάρτημα διὰ τὸν ἐκ τοῦ ὕδατος γιγνόμενον ἔλεγχον. Ἑκουσίων τοίνυν ἁμαρτημάτων δοκιμαστήριον Ἰνδοὺς τοῦτʼ ἔχειν τὸ ὕδωρ· ἀκουσίων δὲ ὁμοῦ καὶ ἑκουσίων καὶ ὅλως ὀρθοῦ βίου ἕτερον εἶναι, περὶ οὗ ὁ Βαρδισάνης τάδε γράφει· θήσω γὰρ τἀκείνου κατὰ λέξιν· „Ἔλεγον δὲ καὶ σπήλαιον εἶναι αὐτόματον, μέγα, ἐν ὄρει ὑψηλοτάτῳ σχεδὸν κατὰ μέσον τῆς γῆς, ἐν ᾧ σπηλαίῳ ἐστὶν ἀνδριάς, ὃν εἰκάζουσι πηχῶν ὁ βραχίων ὁ δεξιὸς καὶ ὁ δεξιὸς ποῦς καὶ ὅλον τὸ μέρος ἀρσενικὸν καὶ τὸ εὐώνυμον θηλυκόν, ὡς ἰδόντα τινὰ ἐκπλαγῆναι τὴν σύγκρασιν, πῶς ἀδιαιρέτως ἔστιν ἰδεῖν τὴν ἀνομοιότητα 〈τήνδε〉 τῶν δύο πλευρῶν ἐν ἑνὶ σώματι. Ἐν τούτῳ τῷ ἀνδριάντι λέγουσι γεγλύφθαι περὶ τὸν μαζὸν τὸν δεξιὸν ἥλιον καὶ περὶ τὸν ἀριστερὸν σελήνην καὶ κατὰ τῶν δύο βραχιόνων …. τέχνῃ γεγλύφθαι ἀγγέλων ἀριθμὸν καὶ ὅσα ἐστὶν ἐν τῷ κόσμῳ, τουτέστιν οὐρανὸν καὶ ὄρη καὶ θάλασσαν καὶ ποταμοὺς καὶ ὠκεανὸν καὶ φυτὰ καὶ ζῷα καὶ ἁπλῶς ὅσα ἔστι. Τοῦτον τὸν ἀνδριάντα φασὶ δεδωκέναι τὸν θεὸν τῷ υἱῷ, ὁπηνίκα τὸν κόσμον ἔκτιζεν, ἵνα θεατὸν ἔχῃ παράδειγμα. Ἐξήτασα δὲ (φησί) ποίας ἐστὶν ὕλης, καὶ διεβεβαιοῦτο ὁ Σανδάλης, ἐμαρτύρουν δὲ αὐτῷ καὶ οἱ ἄλλοι, μηδένα εἰδέναι ποίας ὕλης ἐστὶν ὁ ἀνδριὰς ἐκεῖνος· οὔτε γὰρ χρύσεός ἐστιν οὔτε ἀργύρεος οὔτε χάλκεος οὔτε λίθινος οὔτε ἄλλης ὕλης, ἀλλὰ μᾶλλον παραπλήσιός ἐστι ξύλῳ στερροτάτῳ καὶ ἀσηπτοτάτῳ· μὴ λέα ἐκεῖνον, ὡς μόλις εὐξαμένων τῶν Βραχμάνων ἀνακτήσασθαι ἑαυτόν. Ἐπὶ δὲ τῇ κεφαλῇ τούτου λέγουσι θεοῦ ἄγαλμα εἶναι ὡς ἐπὶ θρόνου τινὸς καθήμενον. Λέγουσιν δὲ καὶ ἐν τοῖς καύμασιν ἱδροῦν ὅλον τὸν ἀνδριάντα τοῦτον καὶ ῥιπίζεσθαι ὑπὸ τῶν Βραχμάνων καὶ παύεσθαι τοὺς ἱδρῶτας· καὶ εἰ μὴ ῥιπίζοιεν, πολὺν φέρειν ἱδρῶτα, ὡς βρέχεσθαι τὴν περὶ αὐτὸν γῆν. Ἐνδοτέρω δὲ αὐτοῦ ἐν τῷ σπηλαίῳ μετὰ πολὺ διάστημα εἶναι σκότος, ἔνθα μετὰ λαμπάδων εἰσέρχονται οἱ βουλόμενοι καὶ εὑρίσκουσι θύραν τινά· ἐξ ἧς θύρας προέρχεται ὕδωρ καὶ λιμνάζει περὶ τὰ τελευταῖα τοῦ σπηλαίου· καὶ ὡς δοκιμάζοντες ἑαυτοὺς εἰσέρχονται διὰ τῆς θύρας ἐκείνης. Καὶ ὅσοι εἰσὶ καθαροὶ ἀπὸ τῆς φαυλότητος τοῦ βίου εἰσέρχονται ἀνεμποδίστως εὐρυνομένης τῆς θύρας, καὶ εὑρίσκουσι πηγὴν μεγίστην ὕδατος πάνυ διαυγεστάτου καὶ ποτιμωτάτου, ἐξ ἧς τὸ ὕδωρ ἐκεῖνο προέρχεται· οἱ δὲ ἐν καταγνώσει ὄντες πολὺ θλίβουσιν εἰσελθεῖν διὰ τῆς θύρας ἐκείνης καὶ οὐ δύνανται στενουμένης αὐτοῖς· οἵτινες βιαζόμενοι ἐξομολογοῦνται ἐπὶ τῶν ἑτέρων εἴ τι ἥμαρτον, 〈καὶ〉 δέησιν ποιοῦνται ἵνα οἱ λοιποὶ εὔξωνται περὶ αὐτῶν, καὶ νηστεύουσι χρόνον τινὰ ἱκανόν.“ Ἐκεῖ φησιν εἰρηκέναι 〈τοὺσ〉 περὶ τὸν Σανδάλην συνάγεσθαι τοὺς Βραχμᾶνας ἡμέρᾳ μέν τινι τεταγμένῃ· ἀλλὰ εἶναι μέν τινας ἐκεῖ ἔχοντας τὴν διατριβήν, τοὺς δὲ ἀλλαχόθεν συνιέναι θέρους ὥρᾳ καὶ περὶ τὸ φθινόπωρον πλεοναζούσης τῆς ὀπώρας ἐπί τε τὴν θέαν τοῦ ἀνδριάντος καὶ ἐπὶ τὸ ἀλλήλοις συμμῖξαι καὶ εἰς τὸ πεῖραν ἑαυτῶν λαβεῖν, εἰ δύνανται εἰσελθεῖν διὰ τῆς εἰρημένης θύρας. Γίγνεσθαι δὲ ἐκεῖ ζητήσεις λέγουσι περὶ τῆς ἐν τῷ σώματι ἐκείνῳ γλυφῆς. Οὐδὲ γὰρ ἔστι ῥᾳδίως πάσῃ τῇ ἀνατυπώσει ἐπιστῆσαι, διά τε τὸ πολλὰ εἶναι καὶ διὰ τὸ μὴ πάντα τὰ ζῷα καὶ φυτὰ ἐν πάσῃ χώρᾳ ὑπάρχειν. Ἃ μὲν οὖν Ἰνδοὶ ἱστοροῦσι περὶ τοῦ παρʼ αὐτοῖς δοκιμαστηρίου ὕδατος, ἔστι ταῦτα. Οἶμαι δὲ τούτου καὶ Ἀπολλώνιον τὸν Τυανέα μεμνῆσθαι τοῦ ὕδατος, τοῦ ἐν τῷ σπηλαίῳ λέγω. Γράφων γὰρ τοῖς Βραχμᾶσιν ὅρκον τινὰ ὀμνύει· „οὐ μὰ τὸ Ταντάλειον ὕδωρ, οὗ με ἐμυήσατε.“ Οἶμαι γὰρ Ταντάλου λέγειν τοῦτο, διὰ τὸ ἀεὶ τῇ προσδοκίᾳ κολάζειν τοὺς ἐπὶ τοῦτο ἐλθεῖν ἐσπουδακότας κἀκ τούτου ποτὸν ἀρύσασθαι.
Μοσχίωνος Τηλέφου (fr. 2 p. 631 N.). Ὦ καὶ θεῶν κρατοῦσα καὶ θνητῶν μόνη Μοῖρʼ, ὦ λιταῖς ἄτρωτε δυστήνων βροτῶν, πάντολμʼ Ἀνάγκη, στυγνὸν ἣ κατʼ αὐχένων ἡμῶν ἐρείδεις τῆσδε λατρείας ζυγόν. Χαιρήμονος (fr. 18 p. 611 N.). Εὐριπίδου Βελλεροφόντῃ (fr. 301 N.). Πρὸς τὴν ἀνάγκην πάντα τἄλλʼ ἔστʼ ἀσθενῆ. 〈 Σιμωνίδου (Epinic. fr. 5 3 B., v. 21).〉 Ἀνάγκᾳ δʼ οὐδὲ θεοὶ μάχονται. 〈 Tragici ignoti (fr. adesp. 420 N.).〉 Ὁσία δʼ ἀνάγκη πολεμιωτάτη θεός. 〈 Tragici ignoti (fr. adesp. 421 N.).〉 Οὐδεὶς ἀνάγκης μεῖζον ἰσχύει νόμος. 〈 Εὐριπίδου (Alcest. 962—966).〉 Ἐγὼ καὶ διὰ Μούσας καὶ μετάρσιος ᾖξα καὶ πλείστων ἁψάμενος λόγων κρεῖσσον οὐδὲν Ἀνάγκας εὗρον, οὐδέ τι φάρμακον. Φιλήτα Ἑρμο ῦ . Ἰσχυρὰ γὰρ ἐπικρατεῖ ἀνδρὸς Ἀνάγκη, ἥ ῥʼ οὐδʼ ἀθανάτους ὑποδείδιεν, οἵ τʼ ἐν Ὀλύμπῳ ἔκτοσθεν χαλεπῶν ἀχέων οἴκους ἐκάμοντο. Σοφοκλῆς Θυέστῃ (fr. 236 N.). Πρὸς τὴν ἀνάγκην οὐδʼ Ἄρης ἀνθίσταται. Εὐριπίδης Λικυμνίῳ (fr. 478 N.). Τὸ τῆς ἀνάγκης οὐ λέγειν ὅσον ζυγόν. Θαλῆς ἐρωτηθείς, Τί ἰσχυρότατον; εἶπεν· Ἀνάγκη, κρατεῖ γὰρ πάντων. Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμων α . Ἀνάγκη ἐστὶ κρίσις βεβαία καὶ ἀμετάτρεπτος δύναμις προνοίας. 〈 Aetii plac. (I 25. 26 p. 321 Diels.).〉 Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ. Παρμενίδου καὶ Δημοκρίτο υ . οὗτοι πάντα κατʼ ἀνάγκην· τὴν δʼ αὐτὴν εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν καὶ κοσμοποιόν. Λεύκιππος πάντα κατʼ ἀνάγκην, τὴν δʼ αὐτὴν ὑπάρχειν εἱμαρμένην· λέγει γὰρ ἐν τῷ Περὶ νοῦ· „Οὐδὲν χρῆμα μάτην γίγνεται, ἀλλὰ πάντα ἐκ λόγου τε καὶ ὑπʼ ἀνάγκης.“ Πλάτων ὁτὲ μὲν τὴν ὕλην, ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν. Καὶ τὰ μὲν εἰς πρόνοιαν ἀνάγει, τὰ δὲ εἰς ἀνάγκην. Λέγει γοῦν ἐν τῷ Τιμαίῳ (p. 48 A )· „Μεμιγμένη γὰρ οὖν ἡ τοῦδε τοῦ κόσμου γένεσις, ἐξ ἀνάγκης τε καὶ νοῦ συστάσεως ἐγεννήθη, νοῦ δὲ ἀνάγκης ἄρχοντος.“ Ἐμπεδοκλῆς αἰτίαν χρηστικὴν τῶν ἀρχῶν καὶ τῶν στοιχείων. Ἑρμοῦ πρὸς τὸν υἱόν (p. 38 Patrit.). Ὀρθῶς μοι πάντα εἶπας, ὦ πάτερ, ἀλλʼ ἔτι με ἀνάμνησον, τίνα ἐστὶ τὰ κατὰ πρόνοιαν καὶ τίνα 〈τὰ〉 κατʼ ἀνάγκην, ὁμοίως καὶ καθʼ εἱμαρμένην; Ἔφην εἶναι ἐν ἡμῖν, ὦ Τάτ, τρία εἴδη ἀσωμάτων· καὶ τὸ μέν τι ἐστὶ νοητόν, τοῦτο μὲν οὖν ἀχρώματον, ἀσχημάτιστον, ἀσώματον, ἐξ αὐτῆς τῆς πρώτης καὶ νοητῆς οὐσίας. Εἰσὶ δὲ καὶ ἐν ἡμῖν τούτῳ ἐναντίαι σχηματότητες 〈αἷσ〉 τοῦτο ὑποδέχεται. Τὸ γοῦν κινούμενον ὑπὸ τῆς νοητῆς οὐσίας πρός τινα λόγον καὶ ὑποδεχθέν, εὐθέως μεταβάλλεται εἰς ἕτερον εἶδος κινήσεως, τοῦτο δὲ εἴδωλόν ἐστι τοῦ νοήματος τοῦ δημιουργοῦ. Τρίτον δέ ἐστιν εἶδος ἀσωμάτων, ὃ περὶ τὰ σώματά ἐστι συμβεβηκός, τόπος, χρόνος, κίνησις, σχῆμα, ἐπιφάνεια, μέγεθος, εἶδος· καὶ τούτων εἰσὶ διαφοραὶ δύο. Ἃ μὲν γάρ ἐστιν αὐτῶν ἰδίως ποιά, ἃ δὲ τοῦ σώματος. Τὰ μὲν ἰδίως ποιὰ τὸ σχῆμα, ἡ χρόα, τὸ εἶδος, ὁ τόπος, ὁ χρόνος, ἡ κίνησις· τὰ δὲ τοῦ σώματος ἴδιά ἐστι τὸ ἐσχηματισμένον σχῆμα καὶ τὸ κεχρωσμένον χρῶμα, ἔτι δὲ καὶ ἡ μεμορφωμένη μορφὴ καὶ ἡ ἐπιφάνεια καὶ τὸ μέγεθος· ταῦτά ἐστι τούτων μέτοχα. Ἡ μὲν οὖν νοητὴ οὐσία, πρὸς τῷ θεῷ γενομένη, ἑαυτῆς σις αὐτῆς κατὰ πρόνοιαν [τοῦτο δὲ τοῦ κόσμου] γίνεται· τὸ δὲ ἄλογον πᾶν κινεῖται πρός τινα λόγον· καὶ ὁ μὲν λόγος κατὰ πρόνοιαν, τὸ δὲ ἄλογον κατʼ ἀνάγκην, τὰ δὲ περὶ τὸ σῶμα συμβεβηκότα καθʼ εἱμαρμένην. Καὶ οὗτός ἐστιν ὁ λόγος τῶν κατὰ πρόνοιαν καὶ 〈κατʼ〉 ἀνάγκην καὶ καθʼ εἱμαρμένην.
5
Ὁμήρου Ἰλιάδος (Ζ 488. 489). Μοῖραν δʼ οὔτινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακόν, οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται. Εὐριπίδου Ἀνδρομέδας (fr. 151 N.). … τὸ δαιμόνιον οὐχ ὁρᾷς ὅπῃ μοίρας διεξέρχεται; στρέφει δʼ ἄλλοτʼ ἄλλως εἰς ἁμέραν. Βακχυλίδου (fr. 36 3 B.). Θνατοῖσι δʼ οὐκ αὐθαίρετοι γαῖαν ἁ πάνδωρος αἶσα. Μενάνδρου (inc. 18 a , Com. IV p. 238). Ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου. Ἡσιόδου Θεογονίας (217—219). Καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι γινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε. Εὐριπίδου Ἡρακλειδῶν (608. 609; 615—617). Οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον ἄνδρα γενέσθαι. ……….. μόρσιμα δʼ οὔτι φυγεῖν θέμις· οὐ σοφίᾳ τις ἀπώσεται· ἀλλὰ μάταν ὁ πρόθυμος ἀεὶ πόνον ἕξει. Ἐκ τῶν Βίωνος Βουκολικῶν · εἰς Ὑάκινθον (XI). Ἀμφασία τόκα Φοῖβον ἕλεν τὸ σὸν ἄλγος ὁρῶντα, ὠτειλάν· μοιραῖα δʼ ἀναλθέα τρώματα πάντα. 〈 Tragici ignoti (fr. adesp. 422 N.).〉 Μόνη γὰρ ἐν θεοῖσιν οὐ δεσπόζεται Μοῖρʼ οὐδʼ ἐν ἀνθρώποισιν, ἀλλʼ αὐτὴ κρατεῖ. 〈 Tragici ignoti (fr. adesp. 423 N.).〉 Ὦ Μοῖρα κεδνῶν καὶ κακῶν κυνηγέτι. Εὐριπίδου Πηλεῖ (fr. 623 N.). Κλύετʼ ὦ Μοῖραι, Διὸς αἵτε παρὰ θρόνον ἀγχοτάτω θεῶν ἑζόμεναι. Σοφοκλέους ἐκ Φαίδρας (fr. 611 N.). Περιώσιʼ ἄφυκτά τε μήδεα παντοδαπᾶν βουλᾶν ἀδαμαντίναις ὑφαίνεται κερκίσιν αἶσα. 〈 Lyrici ignoti (fr. adesp. 140 3 B.).〉 Κλωθὼ Λάχεσίς τʼ, εὐώλενοι κοῦραι Νυκτός, εὐχομένων ἐπακούσατʼ οὐράνιαι χθόνιαί τε δαίμονες· ὦ πανδείμαντοι, πέμπετʼ ἄμμιν ῥοδόκολπον Εὐνομίαν, λιπαροθρόνους τʼ ἀδελφάς, Δίκαν Σοφοκλῆς Φαίδρᾳ (=trag. fr. adesp. 424 N.). Ἔζης ἄρʼ, οὐδὲ γῆς ἔνερθʼ ᾤχου θανών; Οὐ γὰρ πρὸ μοίρας ἡ τύχη βιάζεται. Ἑρμοῦ (=App. ad Anthol. Palat. n. 40). Ἑπτὰ πολυπλανέες κατʼ Ὀλύμπιον ἀστέρες οὐδὸν εἱλεῦνται, μετὰ τοῖσι δʼ ἀεὶ περινίσσεται αἰών· νυκτιφανὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς, παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς, καὶ Ζεὺς ἀρχιγένεθλος, ἀφʼ οὗ φύσις ἐβλάστησεν. Οἱ δʼ αὐτοὶ μερόπων ἔλαχον γένος, ἔστι δʼ ἐν ἡμῖν Μήνη, Ζεύς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς· τοὔνεκʼ ἀπʼ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν δάκρυ, γέλωτα, χόλον, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν. Δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς 〈δʼ〉 ἡ γένεσις, λόγος Ἑρμῆς, 〈 Aetii placit. (I 27. 28 p. 322. 323 Diels.).〉 〈 Χρύσιππος 〉 μὴ διαφέρειν τοῦ εἱμαρμένου τὸ κατηναγκασμένον, 〈τὴν δὲ εἱμαρμένην εἶναι κίνησιν ἀΐδιον τῶν ὅλων〉 κατʼ ἐπιπλοκὴν τῶν μερῶν συνηρτημένην. Ἡράκλειτος οὐσίαν εἱμαρμένης ἀπεφαίνετο λόγον τὸν διὰ οὐσίας τοῦ παντὸς διήκοντα. Αὕτη δʼ ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τοῦ παντὸς γενέσεως καὶ περιόδου μέτρον τεταγμένης. Πάντα δὲ καθʼ εἱμαρμένην, τὴν δʼ αὐτὴν ὑπάρχειν ἀνάγκην· γράφει γοῦν (p. 423 Schleierm., fr. 63 Bywat.)· ʼἔστι γὰρ εἱμαρμένα πάντως …‘ Πλάτων λόγον ἀΐδιον τὴν οὐσίαν τῆς εἱμαρμένης, καὶ νόμον ἀΐδιον τῆς τοῦ παντὸς φύσεως. Ποσειδώνιος τρίτην ἀπὸ Διός. πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτην δὲ τὴν εἱμαρμένην. Ζήνων ὁ Στωικὸς ἐν τῷ Περὶ φύσεως δύναμιν κινητικὴν τῆς ὕλης κατὰ ταὐτὰ καὶ ὡσαύτως, ἥντινα μὴ διαφέρειν πρόνοιαν καὶ φύσιν καλεῖν. Ἀντίπατρος ὁ Στωικὸς θεὸν ἀπεφαίνετο τὴν εἱμαρμένην. Χρύσιππος δύναμιν πνευματικὴν τὴν οὐσίαν τῆς εἱμαρμένης, τάξει τοῦ παντὸς διοικητικήν. Τοῦτο μὲν οὖν ἐν τῷ δευτέρῳ Περὶ κόσμου, ἐν δὲ τῷ δευτέρῳ Περὶ ὅρων καὶ ἐν τοῖς Περὶ τῆς εἱμαρμένης καὶ ἐν ἄλλοις σποράδην πολυτρόπως ἀποφαίνεται λέγων· Εἱμαρμένη ἐστὶν ὁ τοῦ κόσμου λόγος, ἢ λόγος τῶν ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων· ἢ λόγος, καθʼ ὃν τὰ μὲν γεγονότα γέγονε, τὰ δὲ γινόμενα γίνεται, τὰ δὲ γενησόμενα γενήσεται. Μεταλαμβάνει δʼ ἀντὶ τοῦ λόγου τὴν ἀλήθειαν, τὴν αἰτίαν, τὴν φύσιν, τὴν ἀνάγκην, προστιθεὶς καὶ ἑτέρας ὀνομασίας, ὡς ἐπὶ τῆς αὐτῆς οὐσίας τασσομένας καθʼ ἑτέρας καὶ ἑτέρας ἐπιβολάς. Μοίρας δὲ καλεῖσθαι ἀπὸ τοῦ κατʼ αὐτὰς διαμερισμοῦ, Κλωθὼ καὶ Λάχεσιν καὶ Ἄτροπον. Λάχεσιν μέν, ὅτι ὃν κλῆρον λελόγχασιν ἕκαστοι κατὰ τὸ δίκαιον ἀπονέμεται· Ἄτροπον δέ, ὅτι ἀμετάτρεπτος καὶ ἀμετάβλητός ἐστιν ὁ καθʼ ἕκαστα διορισμὸς ἐξ ἀϊδίων χρόνων· Κλωθὼ δέ, ὅτι ἡ κατὰ τὴν εἱμαρμένην διανέμησις καὶ τὰ γεννώμενα τοῖς κλωθομένοις παραπλησίως διεξάγεται, κατὰ τὴν ἐτυμολογικὴν ἐξήγησιν τῶν ὀνομάτων ἅμα καὶ τῶν πραγμάτων συμπαρισταμένων εὐχρήστως. Περὶ τῆς ὅλης οἰκονομία ς , Ἑρμοῦ ἐκ τῶν πρὸς Ἀμοῦν (p. 38 Patrit.). Καὶ ἡ μὲν διακρατοῦσα τὸν ὅλον κόσμον πρόνοιά μένη δὲ ἄγει καὶ περιάγει πάντα καταναγκάζουσα (φύσις γάρ ἐστιν αὐτῆς τὸ ἀναγκάζειν), αἰτία γενέσεως καὶ φθορᾶς βίου. Ὁ μὲν οὖν κόσμος πρῶτος ἔχει τὴν πρόνοιαν (πρῶτος γὰρ αὐτῆς τυγχάνει) ** —Ἡ δὲ πρόνοια ἐξήπλωται ἐν τῷ οὐρανῷ, διότι καὶ θεοὶ περὶ αὐτὸν στρέφονται καὶ κινοῦνται, ἀκάματον καὶ ἄπαυστον κίνησιν ἔχοντες· εἱμαρμένη δὲ διότι καὶ ἀνάγκη. Καὶ ἡ μὲν πρόνοια προνοεῖ, εἱμαρμένη δὲ αἰτία ἐστὶ τῆς τῶν ἄστρων διαθέσεως. Οὗτος νόμος ἄφυκτος, καθʼ ὃν πάντα τέτακται. Ἐκ τῆς Ἰαμβλίχου πρὸς Μακεδόνιον ἐπιστολῆ ς . Πάντα μὲν τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα, καὶ γὰρ αὐτὸ τὸ πρῶτον ὂν ἀπὸ τοῦ ἑνὸς ἐξ ἀρχῆς παράγεται, πολὺ δὲ διαφερόντως τὰ ὅλα αἴτια τῷ ἑνὶ τὸ δύνασθαι ποιεῖν παραδέχεται καὶ κατὰ μίαν συμπλοκὴν συνέχεται καὶ συναναφέρεται τῇ τῶν πολλῶν ἀρχῇ προϋπάρχοντα. Κατὰ δὴ τοῦτον τὸν λόγον καὶ τῶν περὶ τὴν φύσιν αἰτίων, πολυειδῶν ὄντων καὶ πολυμερίστων, ἠρτημένων τε ἀπὸ πλειόνων ἀρχῶν, ἀπὸ μιᾶς ὅλης αἰτίας τὸ πλῆθος ἐκκρέμαται, κατὰ μίαν δὲ σύνδεσιν πάντα πρὸς ἄλληλα συμπλέκεται καὶ εἰς ἓν ἀνήκει τὸ περιεκτικώτατον τῆς αἰτίας κράτος ὁ σύνδεσμος τῶν πλειόνων αἰτίων. Οὗτος τοίνυν εἷς εἱρμὸς συνισταμένην ἀπὸ τῆς συμπλοκῆς ποιεῖται τὴν ἕνωσιν, οὐδὲ διαπεφόρηται ἐν τοῖς καθʼ ἕκαστα· κατὰ δὲ τὴν προηγουμένην καὶ προτεταγμένην αὐτῶν τῶν αἰτίων μίαν συμπλοκὴν ἐπιτελεῖ πάντα καὶ συνδεῖ ἐν ἑαυτῷ καὶ πρὸς αὑτὸν μονοειδῶς ἀνάγει. Μίαν οὖν τάξιν, πάσας τάξεις ὁμοῦ περιλαβοῦσαν ἐν αὑτῇ, τὴν εἱμαρμένην ἀφοριστέον. Ἐκ τῆς Ἰαμβλίχου πρὸς Σώπατρον ἐπιστολῆ ς . Τῆς δʼ εἱμαρμένης ἡ οὐσία σύμπασά ἐστιν ἐν τῇ φύσει· φύσιν δὲ λέγω τὴν ἀχώριστον αἰτίαν τοῦ κόσμου καὶ ἀχωρίστως περιέχουσαν τὰς ὅλας αἰτίας τῆς γενέσεως, ὅσα χωριστῶς αἱ κρείττονες οὐσίαι καὶ διακοσμήσεις συνειλήφασιν ἐν ἑαυταῖς. Ζωή τε οὖν σωματοειδὴς καὶ λόγος γενεσιουργός, τά τε ἔνυλα εἴδη καὶ αὐτὴ ἡ ὕλη, ἥ τε συντεθειμένη γένεσις ἀπὸ τούτων, κίνησίς τε ἡ τὰ πάντα μεταβάλλουσα καὶ φύσις ἡ τεταγμένως διοικοῦσα τὰ γιγνόμενα, ἀρχαί τε αἱ τῆς φύσεως καὶ τέλη καὶ ποιήσεις, καὶ αἱ τούτων συνδέσεις πρὸς ἄλληλα ἀπʼ ἀρχῆς τε ἄχρι τοῦ τέλους διέξοδοι συμπληροῦσι τὴν εἱμαρμένην. Πλουτάρχου ἐκ τοῦ Εἰ ἡ τῶν μελλόντων πρόγνωσις ὠφέλιμος (fr. XV, 2). Τὸ γὰρ εἱμαρμένον ἄτρεπτον καὶ ἀπαράβατον, „ χὥπερ μόνον ὀφρύσι νεύσ ῃ , | καρτερὰ τούτῳ κέκλωσ τ ’ ἀνάγκα “ (lyr. Gr. fr. adesp. n. 143 3 B.) καὶ πεπρωμένη. Διὰ τοῦτο τὴν εἱμαρμένην καὶ Ἀδράστειαν καλοῦσιν, ὅτι πέρας ταῖς αἰτίαις ἠναγκασμένον ἐπιτίθησιν, ἀνέκ‐ Ἑρμοῦ ἐκ τῶν πρὸς Ἄμμωνα (p. 38 Patrit.). Πάντα δὲ γίνεται φύσει καὶ εἱμαρμένῃ καὶ οὐκ ἔστι τόπος ἔρημος προνοίας. Πρόνοια δέ ἐστιν αὐτοτελὴς λόγος τοῦ ἐπουρανίου θεοῦ. Δύο δὲ τούτου αὐτοφυεῖς δυνάμεις, ἀνάγκη καὶ εἱμαρμένη. Ἡ δὲ εἱμαρμένη ὑπηρετεῖ προνοίᾳ καὶ ἀνάγκῃ, τῇ δὲ εἱμαρμένῃ ὑπηρετοῦσιν οἱ ἀστέρες. Οὔτε γὰρ εἱμαρμένην φυγεῖν τις δύναται, οὔτε φυλάξαι ἑαυτὸν ἀπὸ τῆς τούτων δεινότητος. Ὅπλον γὰρ εἱμαρμένης οἱ ἀστέρες, κατὰ γὰρ ταύτην πάντα ἀποτελοῦσι τῇ φύσει καὶ τοῖς ἀνθρώποις. Πλάτωνος Πολιτείας (X p. 620 D —621 A ). Ἐπειδὴ δʼ οὖν πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προσιέναι πρὸς τὴν Λάχεσιν· ἐκείνην δʼ ἑκάστῳ, ὃν εἵλετο δαίμονα, τοῦτον φύλακα ξυμπέμπειν τοῦ βίου καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων. ὃν πρῶτον μὲν ἄγειν αὐτὴν πρὸς τὴν Κλωθὼ ὑπὸ τὴν ἐκείνης χεῖρά τε καὶ ἐπιστροφὴν τῆς τοῦ ἀτράκτου δίνης, κυροῦντα ἣν λαχὼν εἵλετο μοῖραν. ταύτης δʼ ἐφαψάμενον αὖθις ἐπὶ 〈τὴν〉 τῆς Ἀτρόπου ἄγειν νῆσιν, ἀμετάστροφα τὰ ἐπικλωσθέντα ποιοῦντα. ἐντεῦθεν δὲ δὴ ἀμεταστρεπτὶ ὑπὸ τὸν τῆς Ἀνάγκης ἰέναι θρόνον· καὶ διʼ ἐκείνου διεξελθόντα, ἐπειδὴ καὶ οἱ ἄλλοι διῆλθον, πορεύεσθαι ἅπαντας εἰς τὸ τῆς Λήθης πεδίον. Ἐκ τῆς Ἀριστοτέλους πρὸς Ἀλέξανδρον ἐπιστολῆς (de mundo c. 7, 5 p. 401 b 8). Οἶμαι δὲ καὶ τὴν ἀνάγκην οὐκ ἄλλο τι λέγεσθαι πλὴν τοῦτο· οἱονεὶ ἀνίκητον οὐσίαν, εἱμαρμένην δὲ διὰ τὸ εἴρεσθαί τε καὶ χωρεῖν ἀκωλύτως· πεπρωμένην δὲ διὰ τὸ πεπερατῶσθαι πάντα καὶ μηθὲν ἐν τοῖς οὖσιν ἄπειρον τὰς μοίρας καὶ τὸν ἄτρακτον εἰς ταῦτά πως νεύει· τρεῖς μὲν αἱ μοῖραι κατὰ τοὺς χρόνους μεμερισμέναι· νῆμα δὲ ἀτράκτου τὸ μὲν ἐξειργασμένον ἤδη, τὸ δὲ μέλλον, τὸ δὲ περιστρεφόμενον. τέτακται δὲ κατὰ μὲν τὸ γεγονὸς μία τῶν μοιρῶν, Ἄτροπος, ἐπεὶ τὰ παρελθόντα πάντα ἄτρεπτά ἐστι· κατὰ δὲ τὸ μέλλον Λάχεσις, εἰς πάντα γὰρ ἡ κατὰ φύσιν μένει λῆξις· κατὰ δὲ τὸ ἐνεστὼς Κλωθώ, συμπεραίνουσα καὶ κλώθουσα ἑκάστῳ τὰ οἰκεῖα, ὅπερ αἰνίττεται καὶ ὁ μῦθος. Πάντα δὲ ταῦτά ἐστιν οὐκ ἄλλο τι πλὴν ὁ θεός, καθάπερ καὶ ὁ γενναῖος Πλάτων (de leg. IV p. 715 E )· „Ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἔχων, εὐθείᾳ περαίνει, κατὰ φύσιν περιπορευόμενος.“
Μενάνδρου Ὑποβολιμαίῳ (fr. 3 a , Com. IV p. 212 sq.). Παύσασθε νοῦν λέγοντες, οὐδὲν γὰρ πλέον εἴτʼ ἔστι τοῦτο πνεῦμα θεῖον, εἴτε νοῦς— τοῦτʼ ἔστι τὸ κυβερνῶν 〈ἅπαντα〉 καὶ στρέφον καὶ σῷζον· ἡ πρόνοια δʼ ἡ θνητὴ καπνὸς καὶ φλήναφος. πείσθητε, κοὐ μέμψεσθέ με· πάνθʼ ὅσα ποιοῦμεν ἢ λέγομεν ἢ πράττομεν, τύχη ʼστίν, ἡμεῖς δʼ ἐσμὲν ἐπιγεγραμμένοι. 〈 Comici incerti (=Menand. Hypobol. fr. 3 b , Com. IV p. 213).〉 Τύχη κυβερνᾷ πάντα, ταύτην καὶ φρένας δεῖ καὶ πρόνοιαν καὶ θεὸν καλεῖν μόνην, εἰ μή τις ἄλλως ὀνόμασιν χαίρει κενοῖς. 〈 Comici incerti (fr. anon. 255, Com. IV p. 692).〉 Ἅπανθʼ ὁρῶ ἅμα τῇ τύχῃ ῥέοντα μεταπίπτοντά τε. 〈 Ἀρχιλόχου (fr. 16 3 B.).〉 Πάντα τύχη καὶ μοῖρα, Περίκλεες, ἀνδρὶ δίδωσιν. 〈 Comici incerti (fr. anon. 256, Com. IV p. 693).〉 Ἀλλʼ ἔστιν εὔστοχόν τι βουλευτήριον ταὐτόματον. 〈 Comici incerti (fr. anon. 257, Com. IV p. 693)〉 Ἐπηρεαστικόν γέ τι 〈 Tragici incerti (fr. adesp. 425 N.).〉 Ἡ τὰ θνητῶν καὶ τὰ θεῖα πάντʼ ἐπισκοποῦςʼ 〈ἀεὶ〉 καὶ νέμουςʼ ἡμῶν ἑκάστῳ τὴν κατʼ ἀξίαν τύχη [μερίδα]. Χαιρήμονος ἐξ Ἀχιλλέως Θερσιτοκτόνου (fr. 2 p. 607 N.). Τύχη τὰ θνητῶν πράγματʼ, οὐκ εὐβουλία. Φιλήμονος (fr. inc. 98, Com. IV p. 62). Ἄλλος κατʼ ἄλλην δαιμονίζεται τύχην. Μενάνδρου Κνιδίᾳ (fr. 2, Com. IV p. 151). Ταὐτόματόν ἐστιν ὡς ἔοικέ που θεός, σῴζει τε πολλὰ τῶν ἀοράτων πραγμάτων. Μενάνδρου Ὑποβολιμαίῳ (fr. 6, Com. IV p. 214). Οὐ παντὸς ἀγαθοῦ τὴν πρόνοιαν αἰτίαν κρίνων ἂν ὀρθῶς ὑπολαβεῖν τίς μοι δοκεῖ, ἀλλʼ ἔστι καὶ ταὐτόματον ἔνθα χρήσιμον. Φιλήμονος Ἀποκαρτεροῦντι (Com. IV p. 6). Νῦν δʼ οἶδʼ ἀκριβῶς τὴν τύχην, ὡς οὐ μία, οὐδʼ ἔστι πρῴην, ἀλλὰ μετὰ τῶν σωμάτων ἡμῶν, ὅταν γινώμεθʼ, εὐθὺς χἡ τύχη προσγίνεθʼ ἡμῖν συγγενὴς τῷ σώματι· 〈 Εὐριπίδου (fr. 1006 N.).〉 Τὸν εὐτυχοῦντα καὶ φρονεῖν νομίζομεν. 〈 Lyrici incerti (fr. adesp. 139 3 B.)〉 Τύχα μερόπων ἀρχὰ καὶ τέρμα, τὺ καὶ σοφίας θακεῖς ἕδρας καὶ τιμὰν βροτέοις ἐπέθηκας ἔργοις· καὶ τὸ καλὸν πλέον ἢ κακὸν ἐκ σέθεν, ἅ τε χάρις λάμπει περὶ σὰν πτέρυγα χρυσέαν· καὶ τὸ τεᾷ πλάστιγγι δοθὲν μακαριστότατον τελέθει. τὺ δʼ ἀμαχανίας πόρον εἶδες ἐν ἄλγεσιν, καὶ λαμπρὸν φάος ἄγαγες ἐν σκότῳ, προφερεστάτα θεῶν. Μενάνδρου Κεκρυφάλῳ (fr. 4, Com. IV p. 148). Ταὐτόματον ἡμῖν ἀφανὲς ὂν συλλαμβάνει. 〈 Τοῦ αὐτοῦ Τιτθῇ (fr. 2, Com. IV p. 205).〉 Αὐτόματα γὰρ τὰ πράγματʼ ἐπὶ τὸ συμφέρον Χαιρήμονος (fr. 19 p. 611 N.). Ἅπαντα νικᾷ καὶ μεταστρέφει τύχη, οὐδεὶς δὲ νικᾷ μὴ θελούσης τῆς τύχης. Αἰσχύλου (=trag. fr. adesp. 426 N.). Πάντων τύραννος ἡ τύχη ʼστὶ τῶν θεῶν, τὰ δʼ ἄλλʼ ὀνόματα ταῦτα πρόσκειται μάτην, μόνη διοικεῖν γοῦν ἅπαντα βούλεται. 〈 Aetii plac. (I 29 p. 324 sq. Diels.).〉 Ἀριστοτέλης διαφέρειν τῆς τύχης τὸ αὐτόματον· τὸ μὲν γὰρ ἀπὸ τύχης καὶ τοῦ αὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως· τὸ δʼ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δʼ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων καὶ ἀψύχων· καὶ τὴν μὲν τύχην προαιρέτως συμβαίνειν, τὸ δʼ αὐτόματον ἀπροαιρέτως· καὶ τὴν μέν τινος ὑπάρχοντος γίγνεσθαι, τὸ δὲ ἀλόγως, μηδενὸς ἔξω βουλευθέντος. Πλάτων τὴν τύχην ἀπεφαίνετο αἰτίαν ἐν ἀπροαιρέτοις κατὰ συμβεβηκὸς καὶ παρακολούθημα καὶ σύμπτωμα, καὶ προαιρέσεως κατὰ τὴν πρὸς τὸ τέλος πρόθεσιν ἐναλλακτικὴν σχέσιν. Ἀριστοτέλη ς , αἰτίαν κατὰ συμβεβηκός, ἐν τοῖς καθʼ ὁρμὴν ἕνεκά τινος γιγνομένοις ἄστατον καὶ ἄδηλον. Καὶ ὑποθέσεις μὲν δύο ταῖς ἀρχαῖς ἐνυπάρχειν, τάξιν τε μασι, τὴν δʼ ἐν ἄλλοις· τελεῖσθαι δὲ τὰ μὲν πάντως, τὰ δὲ κατὰ τὸ πλεῖστον, τὰ δʼ ἄλλοτε ἄλλως. Τὴν δʼ εἱμαρμένην οὐκ αἰτίαν μέν, τρόπον δέ τινα αἰτίας, συμβεβηκότα πως τοῖς τῆς ἀνάγκης τεταγμένοις. Πλάτωνος Νόμων δʹ (p. 709 A ). Ὡς οὐδείς ποτε ἀνθρώπων οὐδὲν νομοθετεῖ, τύχαι δὲ καὶ ξυμφοραὶ παντοῖαι πίπτουσαι παντοίως νομοθετοῦσιν ἅπαντα ἡμῖν. ἢ γὰρ πόλεμός τις βιασάμενος ἀνέτρεψε πολιτείας καὶ μετέβαλε νόμους, ἢ πενίας χαλεπῆς ἀπορία· πολλὰ δὲ καὶ νόσοι ἀναγκάζουσι καινοτομεῖν, λοιμῶν τε ἐμπιπτόντων καὶ χρόνον ἐπὶ πολὺν ἐνιαυτῶν πολλῶν πολλάκις ἀκαιρίαι. Ταῦτα δὴ πάντα προϊδών τις ἄρξειεν ἂν εἰπεῖν ὅπερ ἐγὼ νῦν δή, θνητὸν μὲν μηδένα νομοθετεῖν μηδέν, τύχας δʼ εἶναι σχεδὸν ἅπαντα τἀνθρώπινα πράγματα· τὸ δʼ ἔστι περὶ ναυτιλίαν καὶ κυβερνητικὴν καὶ ἰατρικὴν καὶ στρατηγικὴν πάντα ταῦτʼ εἰπόντα δοκεῖν εὖ λέγειν· ἀλλὰ γὰρ ὅμως αὖ καὶ τόδε ἔστιν εὖ λέγοντα λέγειν ἐν τοῖς αὐτοῖς τούτοις. — Τὸ ποῖον; — Ὡς θεὸς μὲν πάντα καὶ μετὰ θεοῦ τύχη καὶ καιρὸς τἀνθρώπινα διακυβερνῶσι ξύμπαντα. Ἡμερώτερον μὲν τρίτον ξυγχωρῆσαι τούτοις δεῖν ἕπεσθαι τέχνην· καιρῷ γὰρ χειμῶνος συλλαβέσθαι κυβερνητικὴν ἢ μή, μέγα πλεονέκτημα ἔγωγʼ ἂν θείην. ἢ πῶς; — Οὕτως. — Οὐκοῦν καὶ τοῖς ἄλλοις ὡσαύτως κατὰ τὸν αὐτὸν ἂν ἔχοι λόγον; 〈 Aetii plac. (I 29 p. 325 Diels.).〉 Θεόφραστος προσδιαρθροῖ ταῖς αἰτίαις τὴν κατὰ προαίρεσιν· φέρεται δέ πως εἰς τὸ εἱμαρμένην εἶναι τὴν ἑκάστου φύσιν· ἐν ᾗ τόπον τεττάρων αἰτιῶν ποικίλων, προαιρέσεως 〈φύσεωσ〉 τύχης καὶ ἀνάγκης. Ἐπίκουρος κατʼ ἀνάγκην, κατὰ προαίρεσιν, κατὰ τύχην. Ἐκ τῶν Ἀριστοξένου Πυθαγορικῶν ἀποφάσεω ν . Περὶ δὲ τύχης τάδʼ ἔφασκον· εἶναι μέν τι καὶ δαιμόνιον μέρος αὐτῆς, γενέσθαι γὰρ ἐπίπνοιάν τινα παρὰ τοῦ δαιμονίου τῶν ἀνθρώπων ἐνίοις ἐπὶ τὸ βέλτιον ἢ ἐπὶ τὸ χεῖρον, καὶ εἶναι φανερῶς κατʼ αὐτὸ τοῦτο τοὺς μὲν εὐτυχεῖς, τοὺς δὲ ἀτυχεῖς. καταφανέστατον δὲ εἶναι τοῦτο 〈τῷ〉 τοὺς μὲν ἀπροβουλεύτως καὶ εἰκῇ τι πράττοντας πολλάκις κατατυγχάνειν, τοὺς δὲ προβουλευομένους καὶ προνοουμένους ὀρθῶς τι πράττειν ἀποτυγχάνειν. Εἶναι δὲ καὶ ἕτερον τύχης εἶδος, καθʼ ὃ οἳ μὲν εὐφυεῖς καὶ εὔστοχοι, οἳ δὲ ἀφυεῖς τε καὶ ἐναντίαν ἔχοντες φύσιν βλάστοιεν, ὧν οἳ μὲν εὐθυβολοῖεν ἐφʼ ὅ τι ἂν ἐπιβάλωνται, οἳ δὲ ἀποπίπτοιεν τοῦ σκοποῦ, μηδέποτε τῆς διανοίας αὐτῶν εὐστόχως φερομένης, ἀλλὰ ἀεὶ ταρασσομένης· ταύτην δὲ τὴν ἀτυχίαν σύμφυτον εἶναι καὶ οὐκ ἐπείσακτον. Εὐρύσω περὶ τύχας (fr. 2 Mullach., phil. II p. 112). μενον ἁτέραις τισὶν αἰτίαις. Ἁ τύχα ὦν καὶ τὸ ἀπὸ τύχας γινόμενον οὔθʼ ὡς φύσις ἐντὶ ὑπὸ φύσιός τε γινόμενον, οὔθʼ ὡς τέχνα καὶ φρόνασίς τις ἀνθρωπίνα καὶ θεία, ἀλλὰ ἐπισυμβαῖνον παραλόγως τε καὶ ἀπροαισθήτως τούτοις. Ἐπεὶ γὰρ δύο φύσιες ἐν τῷ ὅλῳ τῷδε καὶ τῷ παντὶ ἐνυπάρχοντι ἐναντίαι ἀλλάλαις καὶ ταυτᾶν ἃ μέν ἐντι ῥητὰ καὶ τεταγμένα καὶ λόγον ἔχουσα ποτὶ πάντα, ἃ δʼ ἄρρητος καὶ ἄτακτος καὶ ἄλογος καὶ οὐδεμίαν σύνταξιν ἔχουσα, αὐταυτόθεν φανερόν, ὅτι τὸ μὲν ἀπὸ τύχας καὶ τῶ αὐτομάτω γινόμενον γίνεται ἐμπεσούσας τᾶς ἀλόγω καὶ ἀτάκτω φύσιος ἐς τὰ πράγματα, πάντα δὲ τὰ σύστοιχα ταῖς καθόλω φύσεσιν ἀεὶ κατὰ τὸ βέλτιον καὶ τὸ χεῖρον ἀντιδιαιρέονται [τὰ] πράγματα, τὰ μὲν ὡς ἀγαθοποιῶ τινος φύσιος καὶ βασιλικᾶς ἐπικρατευσάσας, τὰ δʼ ὡς κακοποιῶ καὶ τυραννικᾶς.
Μενάνδρου Κιθαριστοῦ (fr. 8, Com. IV p. 151). Ὡς ποικίλον πρᾶγμʼ ἐστὶ καὶ πλάνον τύχη. Μενάνδρου Προγάμων (=Chaeremonis fr. 20 p. 611 N.). 〈 Μενάνδρου ( =Προγάμων Co m . IV p . 19 5) .〉 Τυφλόν γε καὶ δύστηνόν ἐστιν ἡ τύχ η . Σοφοκλέους Οἰδίποδι (Tyr. 977. 978.). Τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος, ᾧ τὰ τῆς τύχης κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής; Μενάνδρου (fr. 247, Com. IV p. 288). Οὐδὲν κατὰ λόγον γίγνεθʼ ὧν ποιεῖ τύχη. Εὐριπίδου Ἑλένης (711—715). Σκέψαι γάρ, ὁ θεὸς ὡς ἔχει τι ποικίλον καὶ δυστέκμαρτον· εὖ δέ πως ἀναστρέφει ἐκεῖσε κἀκεῖςʼ ἀναφέρων· ὃ μὲν πονεῖ, ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων. Μενάνδρου Ξενολόγῳ (fr. 2, Com. IV p. 176). Οὕτως ἀσυλλόγιστον ἡ τύχη ποιεῖ τὸ συμφέρον τί ποτʼ ἐστὶν ἀνθρώπου βίῳ· οὐ χρῆται νόμοις καθʼ οὓς κρίνει πράγματα, οὐδʼ ἔστιν εἰπεῖν ζῶντα „ταῦτʼ οὐ πείσομαι“. 〈 Εὐριπίδου Ἱππολύτῳ (701).〉 Εὐριπίδου Δανάης (fr. 332 N.). Ἐς ταὐτὸν ἥκειν φημι τὰς βροτῶν τύχας, τόν θʼ ὃν καλοῦσιν αἰθέρʼ, ὅστις ἔστι δή. οὗτος θέρους τε λαμπρὸν ἐκλάμπει σέλας, χειμῶνά τʼ αὔξει, συντιθεὶς πυκνὸν νέφος· θάλλειν τε καὶ μή, ζῆν τε καὶ φθίνειν ποιεῖ· οὕτω δὲ θνητῶν σπέρμα τῶν μὲν εὐτυχεῖ λαμπρᾷ γαλήνῃ, τῶν δὲ συννέφει πάλιν· ζῶσίν τε σὺν κακοῖσιν, οἳ δʼ ὄλβου μέτα φθίνουςʼ ἐτείοις προσφερῶς μεταλλαγαῖς. 〈 Aetii plac. (I 29, 6. 7 p. 326 Diels.).〉 Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις, χρόνοις, τόποις. Ἀναξαγόρας καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατʼ ἀνάγκην, ἃ δὲ καθʼ εἱμαρμένην, ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον. Τύχη ἀτάκτου ἐνεργείας ἐστὶ προσηγορία. Διωτογένεος Πυθαγορείου ἐκ τοῦ Περὶ ὁσιότατο ς . Ἐπεὶ γὰρ τέτορες αἰτίαι τὰ σύμπαντα περαίνοντι καὶ ἐπὶ τέλος ἐπιτίθεντι, φύσις καὶ νόμος καὶ τέχνα καὶ τύχα, καὶ τῶν μὲν … ἐξ ἄθεος ποτὶ ξυμφωνίαν πολιτικὰν φερόντων νόμος ἐπιστάτας καὶ δαμιουργός· τῶν δὲ διὰ φρονάσιος ἀνθρωπίνας τελεωθέντων τέχνα 〈κα〉 λέγοιτο μάτηρ τε καὶ ἁγεμὼν ἦμεν· τῶν δὲ εἰκᾷ τε καὶ ὡς ἔτυχεν ἀπὸ τωὐτομάτω ὁμοίως ποτιπιπτόντων τοῖς χρηστοῖς τε καὶ πονηροῖς τύχαν τῶν τοιούτων αἰτίαν φασοῦμες· ταύταν δʼ οὔτʼ ἐν μέτρῳ οὔτʼ ἐν ὅρῳ τεταγμέναν καὶ πεφυρμένως ἕκαστα ποιέν· γενναθείσα δὲ δὴ ἐξ αὐταυτῶ γένεος ἄμφω κινεῖσθαι.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top