1
Ὅτι Ὅμηρος πρῶτος ἐτόλμησε γεωγραφῆσαι.
Ὅτι γὰρ ἡ γῆ ὑπὸ τοῦ ὠκεανοῦ περικλύζεται νήσθυ δίκην, αὐτὸς λέγει, νῦν μέν· « εἶμι γὰρ ὀψομένκ πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε· » νῦν δὲ περὶ τοῦ ἀνατολικοῦ τῆς γῆς· « ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρσύρας, ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο· » περὶ δὲ τοῦ δυτικοῦ· « ἐν δ᾿ ἔπεσ᾿ ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο· » περὶ δὲ τοῦ νοτίου· « Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ᾿ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη· » περὶ δὲ τοῦ βορείου· « οἶη δ᾿ ἄμορός ἐστι λοετρῶν ὠκεανοῖο· » ὠκεανὸν δὲ λέγει τὸν ὁρίζοντα.
Ὅτι ἀψόρροον Ὅμηρος τὸν ὠκεανὸν λέγει διὰ τὰς ἀμπώτεις καὶ πλημμυρίδας. Τοιοῦτον δὲ καὶ τὸ τρὶς μὲν γάρ τ᾿ ἀνίησιν ἐπ᾿ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ· » καὶ γὰρ, εἰ μὴ τρὶς, ἀλλὰ δὶς, ἴσως ἢ ἡ γραφὴ ἦμάρτηται ἢ ἡ ποιητικὴ ὑψηγορία ἢ ἡ ἱστορία παρέπεσε. Τοιοῦτον δὲ καὶ τὸ « ἐξ ἀκαλαρρείταο· » ἡ γὰρ ἄμπωτις πραεῖα καὶ οὐκ ἀθρόα.
Ὅτι καὶ τὸ σκοπέλους λέγειν τὸν Ὅμηρον τοτὲ μὲν καλυπτομένους, τοτὲ δὲ γυμνουμένσυς τὰς ἀμπώτεις καὶ πλημμσρίδας αἰνίττεται.
5
Ὅτι τὰ πάθη τοῦ ὠκεανοῦ τὰ περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ συνεχῆ καὶ μίαν εἶναι τὴν θάλκσσαν. Πανταχοῦ γὰρ ἡ αὐτὴ αὔξησις καὶ μείωσις τοῦ ὕδατος ἢ οὐ πολὺ παραλλάττει, ὡς ἂν ἀπὸ μιᾶς αἰτίας γινομένη.
Ὅτι Ὅμηρος πᾶσαν τὴν καθʼ ἡμᾶς παραλίαν γεωγραφφῖ, λέγων Λιβύην, Θήβας, Αἴγυπτον, Φοινίκην, Κύπρον, Σιδόνα, Σολύμους, Κᾶρας καὶ τὰς περὶ αὐτὰς νήσους· ἔτι δὲ Φρυγίαν καὶ Ἑλλήσποντον καὶ Τρῶας καὶ Παφλαγόνας καὶ Αἰήτην κοὶ Ἰάσονα καὶ Κιμμερίους καὶ τοὺς τοῖς Θραξὶ πληστιοχώρους Μυσοὺς περὶ τὸν Ἴστρον οἰκοῦντας· εἶτα Κίκονας καὶ Λάρισσαν καὶ τὴν ἑξῆς Ἑλλάδα μέχρι τῆς Θεσπρωτίας εἶτα τὰ τῆς Ἰταλίας ἄκρα, Τεμέσην καὶ Σικελοὺς καὶ Ἠλύσιον πεδίον. Εἰ δέ τινα μεταξὺ παραλείπει, οὐ θαῦμα, τοιαύτη γὰρ ἡ γεωγραφία.
Ὅπ Ἀναξίμανδρος, ὁ Θαλοῦ μαθητὴς καὶ πολιτης, πρωτὸς γειωγρκφικὸν πίνκκα ἐξέδωκεν· Ἑκατκῖος δὲ σύγγραμμκ.
Ὅτι ἀδύνατον ἄνευ τῆς τῶν οὐρανίων θεωρίας γεωγραφῆσαι· καὶ γὰρ δεῖ πρὸς μέν τὰ μήκη τῶν πόλεων τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης παρατηρήσεων, πρὸς δὲ τὰ πλάτη τῆς τῶν κλιμάτων διαφορᾶς.
Ὅτι ἡ γεωγραφία συνῆπται ἔκ τε γεωμετρίας καὶ μετεωρολογίας.
10
Ὅτι, εἰ καὶ τὰ οὐράνια τῷ τόπῳ ἀφέστηκε τῶν ἐπιγείων τοσοῦτον, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης, ἀλλὰ τῆ θεωρίᾳ ἥνωται.
Ὅτι τοὺς παρʼ Ὁμίρῳ Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας δεῖ Ἄραβας ἐξακούειν, παρὰ τὸ ἐν τῇ ἔρᾳ, τῇ γῆ, ἐμβαίνειν.
Ὅτι ἡ γεωγραφίκ, οὐ μόνον διὰ φιλοσοφίαν μεγάλα συντελεῖ, ἀλλὰ καὶ διὰ πολιτικὰς καὶ στρατηγικὰς φρονήσεις τε καὶ πράξεις.
Ὅτι τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νοῦν γνῶναι καὶ τὸ ἐπὶ τοῦ Ἡρακλέους « μεγάλων ἐπιίστορα ἔργων εἰρημένον τὴν ἐκ τῆς γεωγραφικῆς ἱστορίας διαγινομένην φρόνησιν ἐμφανίζει.
Ὅτι ἡ μὲν γεωγραφία, τῆς ὅλης οὖσα οἰκουμένης ἶστορία, περὶ τὸ ποσὸν μᾶλλον καταγίνεται, ὡς μαθηματικωτέρα· ἡ δὲ χωρογραφία τόπου τινὸς οὖσα, οἶον ὡς Ὅμηρος λέγει· « εἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν, » καὶ πολύκνημον Ἐτεωνὸν καὶ πολυτρήρωνα Θίσβην καὶ πολυστάφυλον Ἄρνην, περὶ τὸ ποιὸν τῆς χώρας· οἶον εἰ βαθύγειος, εἰ ὀρεινὴ, εἰ πεδιὰς, εἰ ἄξυλος, εἰ μέταλλα ἔχουσα.
15
Ὅτι ἄλλος μὲν ὁ τῆς Ἰνδικῆς χωρογράφος, ἀγνοῶν τὴν Ἐλλάδα τυχὸν, καὶ ἄλλος ὁ τῆς Αἰγύπτου, ἀγνοῶν τὰ τῆς Περσίδος καὶ Βακτριανῆς.
Ὅτι δεῖ γεωμετρικῆς καὶ ἀστρονομίας τῷ γεωγραφήσοντι, καὶ ὑποθέσεις λαβεῖν ἐξ αὐτῶν, οἶον ὅτι σφαιρικὸς ὁ κόσμος καὶ ἡ τῆς γῆς ἐπιφάνεια, καὶ ἔτι περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῶν σωμάτων καὶ ὅσα τοιαῦτα.
Ὅτι δεῖ τὸν στρατηγὸν μήτε τοσοῦτον ἄμοιρον εἶναι γεωγραφίας, ὥστε λέγειν ἔν τισι τόποις· « ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος, οὐδʼ ὅπῃ ἠώς, » καὶ τὰ τοιαῦτα· οὔτε πάλιν περὶ ἐξάρματος τοῦ πόλου καὶ συνανατολῶν καὶ συμμμεσουρανήσεων καὶ συγκαταδύσεων τῶν ἀστέρων πολυπραγμονεῖν καὶ τῶν ὁμοίων.
Ὅτι καὶ τῆς σφαιρικῆς θεωρίας δεῖ ἦφοαι τὸν γεωγραφήσοντα, οἷον κύκλων ἐν σφαίρᾳ παραλλήλων καὶ ὀρθῶν καὶ τῶν τοιούτων.
Ὅτι, ὥσπερ ἐπὶ κολοσσοῦ τὴν ὁλοσχέρειαν τῆς κατασκευῆς σκοποῦντες τῶν μικρῶν καταφρονοῦμεν, οὕτως καὶ ἐπὶ γεωγραφίας τὴν μέν θέσιν τῆς χώρας καὶ τὴν πρὸς τὰ οὐράνια σχέσιν πολυπραγμονοῦμεν, εἰ δὲ πολύκνημος ἢ ἀμιχθαλόεσσα ἤ τι τοιοῦτον, ἐῶμεν.
20
Ὅτι Ἐρατοσθένης οὔτε τῶν ἀπαιδεύτων ἦν οὕτε τῶν γνησίως φιλοσοφούντων· διὸ καὶ Βῆτα ἐκαλεῖτο, ὡς τὰ δευτερεῖα φέρειν δοκῶν ἐπὶ πάση παιδεία· ὃς καὶ τήν ποιητικήν οὐ φιλοσοφίαν πρώτην ἠξίου καλεῖν, ἀλλὰ μόνον ψυχαγωγίαν τινὰ, κακῶς λέγων.
Ὅτι ἡ ποιητική πηγή καὶ ἀρχή φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπάρχει μετὰ τοῦ σεανοῦ καὶ ὀγκώδους. Ἀμέλει καὶ πεζὸν λόγον φαμὲν τὸν ἄνευ μέτρου ἐκ τοῦ ὕψους ταπεινωθέντα.
Ὅτι τοὺς μύθους αἵ τε παλαιαὶ πόλεις καὶ οἱ νόμοι ἐδέξαντο, ὡς μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας, οἶον Κωκυτοὺς, Ἀχέροντας, Πυριφλεγέθοντας, Στύγας καὶ ἀπλῶς πᾶσαν θεολογίαν παλαιάν.
Ὅτι τὸ « ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα » οὐ πάντα δηλονότι, ἀλλὰ πολλὰ καὶ μυθώδη· οὐ γὰρ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. Τοιοῦτοι δʼ οἱ μῦθοι περὶ τὴν ἀλήθειαν εἱλούμενοι· « ὡς ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ, » οὕτως καὶ οἱ μῦθοι.
Ὅτι Αἰαίην τὴν Κίρκην Ὅμηρος ὀνομάζει ἀπὸ τῆς Αἴας πόλεως, καὶ τὰς Συμπληγάδας τὰς ἐν Βυζαντίῳ Πλαγκτὰς, καὶ τὸν Πόντον τὸν Εὔξεινον κατʼ ἐξοχήν τῶν ἄλλων τότε ὑπονοούμενον μέγιστον εἶναι, πρὸς ὠκεανὸν μυθολογεῖ, καὶ τοὺς Κιμμερίους ἀπὸ τοῦ κλίματος τοῦ νεφελώδους, ὡς ἐσκοτισμένους ὅλους, καὶ τὸν Σικελικὸν πορθμὸν ὑπὸ λῃστῶν κατεχόμενον εἰς Σκύλλαν, καὶ τὰ ὅμοια.
25
Ὅτι περὶ Σικελίας τὴν θάλασσαν ἰχθύων τι γένος ἐστὶν, οὓς καλοῦσι γαλεώτας τε καὶ ξιφίας καὶ κύνας, ἐξ ὧν λαβὼν Ὅμηρος ἔλεγε· δελφῖνάς τε κύνας τε καὶ εἶποθεν ἄλλο λάβησιν κῆτος ς.
Ὅτι τὸ « τρὶς μέν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ » δεῖ νοεῖν, ὅτι δὶς τοῦτο γίνεται καὶ οὐ τρίς· διὸ δεῖ ἢ μεταβολὰς αἰτιᾶσθαι ἢ ἔγνοιαν ἢ ποιητικήν ἐξουσίαν.
Ὅτι ἡ ποιητικὴ σύγκειται ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. Τῆς μὲν οὖν ἱστορίας τέλος ἀλήθειά ἐστιν, ὡς ἐν νεῶν καταλόγῳ οἶον πολυτρήρωνα καὶ πετρήεσσαν· τῆς οἱ διαθέσεως ἐνέργεια τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ· μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις. τὸ τἐλος.
Ὅτι μυθεύει μὲν ὁ τὰς Γοργόνας εἰσάγων, προσμυθεύει δὲ ὁ τὴν τοῦ Ὀδυσσέως πλάνην ἐκτραγωδῶν.
Ὅτι τὸ « Βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, » καλῶς εἴρηται· ὁ γὰρ Μέλας κόλπος τῆς Θράκης, ἐπιστρέφων πρὸς νότον, τοῖς ἱν Λήμνῳ καὶ αμοθράκη τὸν ζέφνρον ἐκ Θρᾴκης πνέοντα παρέχει.
30
Ὅτι ὁ ἀπὸ θερινῆς ἀνατολῆς καικίας, ὁ δὲ κατὰ διάμετρον λὶψ, ὁ δʼ ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρος, ὁ δὲ κατὰ διάμετρον ἀργέστης, οἱ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἀπηλιώτης καὶ ζέφυρος. Καὶ ταῦτα μὲν Ἀριστοτέλης. Ὁ δὲ Ὅμηρος δυσαῆ μὲν ζέφυρον λέγει τὸν ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφʼ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὅλου εὕρου πως ὄντος· ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ ἀργεστᾶο νότοιο, βαθείῃ λαίλαπι τύπτων· τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ λευκονότου συναγόμενα, ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου.
Ὅτι τὴν Φάρον νῆσον Ὅμηρος πελαγίαν λέγει, οὐχ οὕτως οὖσαν νῦν. Ἀλλὰ τοῦτο θαυμασίως εἶρηκεν· αἰνίττεται γὰρ ὅτι ἡ Αἴγυπτος δῶρόν ἐστι τοῦ Νείλου, ὡς καὶ Ἡρόδοτος ἔλεγε· καὶ ὅτι πρὸ μυρίων ἐτῶν πελαγία οὖςα νῦν διὰ τὴν πρόσχωσιν πλησιάζει Αἰγύπτῳ.
Ὅτι τὸ « Aἰθίοπας, τοὶ διχθὰ δεδοίαται ἔσχατοι ἀνδρῶν, Οἱ μὲν δυσομένου Υπερίονος, οἱ δʼ ἀνιόντος, » Κράτης μὲν ἐξηγεῖται, ὅτι ἡ μεγάλη τῆς Ἴνδικῆς θάλασσα, μεσεμβολοῦσα τοὺς Αἰθίοπας ἐξ ἀνατολῶν ἰπὶ δυσμὰς, ποιεῖ αὐτοὺς δύχα δεδαῖσθαι· δ δὲ Ἀρίσταρχος συνεχῆ τὴν Αἰθιοπίαν λέγει εἶναι ἐξ ἀνατολῶν ἕως δυσμῶν· διὸ τοὺς μέν αὐτῶν γνωρίζεσθαι, τοὺς ἄκρους, τοὺς μέσους δὲ ἀγνοεῖσθαι, εἶτε περιρρθτου οὔσης τῆς πάσης Λιβύης εἶτε ἰσθμοῦ τινὸς μεταξὺ τῆς τε Ἀτλαντικῆς θαλάσσης καὶ τῆς Ἐρυθρᾶς κειμένου, καὶ ἡμῖν ἀγνοουμένων τῶν ἐκείνα Αἰθιόπων κατοικοάντων· καὶ διὰ τοῦτο δύο Αἰθιοπίαι λέγονται.
Ὁτ, Ὅμηρος τὰ νότια μέρη τοῦ κόσμου ἑῷα καλεῖ καὶ ἡλιακὰ, τὰ δὲ βόρεια ἑσπέρια καὶ νυκτερινὰ, οἶον· « αὐτὴ δὲ χθαμαλὺ πανυπερτάτη εἰν ἁλὶ κεῖται Πρὸς ζόφον· αἱ δέ τʼ ἄνευθε, πρὸς ἠῶ τʼ ἠέλιόν τε· » ἡ γὰρ Ἰθάκη βορειοτέρα ἐστὶ τῶν νήσων ἐκείνων· καὶ πάλιν· « εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα· » καὶ αὖθις.« Ὤ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠὼς, Οὐδʼ ὅπῃ ἡέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, Οὐδʼ ὅπη ἀννεῖται.
Ὅτι ἄμεινον τὴν Ἀσίαν χωρίζειν τῆς Λιβύης τῷ Ἀραβίῳ κόλπῳ, ἀπὸ τῆς μεγάλης θαλάσσης δίκην μεσημβρινοῦ διήκοντι ἕως τοῦ κατὰ Πηλούσιον ἰσθμοῦ, μῆκος στάδια μύρια καὶ πεντακισχίλια, πλάτος δὲ, ὅπου μέγιστον, οὐ πλείω τῶν χιλίων σταδίων ἔχοντι. Ὁ δʼ αὐτὸς οὗτος ὅρος καὶ τῶν δύο Αἰθιοπιῶν ἂν εἴη· ὁ δὲ Νεῖλος οὐκ ἄξιος ἂν εἴη μεθόριον λέγεσθαι· πολλὴ γὰρ ἡ νοτιωτέρα τούτου Ἀσία ἀδιαίρετος λείπεται, ἡ Αιβύη ἡ αὐτὴ ἀμφιδοξουμένη.
35
Ὅτι παροιμίαι εἰσὶ τῶν ὑπερβολῶν ὑπερβολὰς ἐμφαινουσαι αὗται· φελλοῦ σκιᾶς κουφότερον· Φρυγὸς λαγὼ δειλότερον· ὁ ἀγρὸς γῆν ἔχει Λακωνικῆς ἐπιστολῆς ἐλάττονα.
Ὅτι ὁ Πόντος τὸ παλαιὸν λίμνη ἦν, ἀλλὰ τῷ πλήθει τῶν τοσούτων ποταμίων ὑδάτων τῶν εἰς αὐτὰν ἐμβαλλόντων, τάχα δὲ καὶ σεισμῶν ἐξαισίων γενομένων, διερράγη ἡ κατὰ τὸ Βυζάντιον γῆ, καὶ οὅτως τὸ ὕδωρ ἐκχυθὲν εἰς τὸ Αἰγαῖον καὶ Μυρτῷον συνεχεῖς τὰς δύο θαλάσσας εἰργάσατο. Ἐλπὶς δὲ καὶ τὸν Πόντον ποτὲ χερσωθῆναι· καὶ γὰρ τὰ περὶ τὸν Σαλμυδησσὸν καὶ τὰ καλούμενα Στήθη καὶ ἡ περὶ τὸν Ἴστρον Σκυθική ἐρημία ἤδη τεναγίζει. Ἀλλὰ καὶ τὸ Ἄμμωνος ἐν Λιβύῃ ἱερὸν παραθαλάσσιόν ποτε ἦν· σημεῖον δὲ, ὅτι περὶ τοὺς τρισχιλίους σταδίους ἄπέχοντος ἀπὸ τῆς νῦν θαλάσσης, πᾶσα ἡ ὁδὸς ψαμμώδης τέ ἐστι καὶ μεστή κόγχων καὶ χηραμύδων καὶ καρκίνων καὶ ὀστρέων (ὀστῶν). Ἀλλὰ καὶ ἡ Αἴγυπτός ποτε πέλαγος ἦν· καὶ ἡ Σικελία συνεχὴς τῇ Ἰταλίᾳ. Τὸ δὲ περὶ τὴν Ἀμμωνιακὴν πάθος γέγονε, ῤαγέντος τοῦ κατὰ τὰς Στήλας πορθμοῦ· καὶ διὰ τὸ ταπεινότερον εἶναι τὸ ἔξω Στηλῶν ἔδαφος ἐκχυθῆναι μὲν τὸ κατὰ τὴν Λιβύην ὕδωρ καὶ τέναγος γενέσθαι ἐπὶ πολὺ τὸν κατὰ Πηλούσιον ἰσθμὸν, λιμνάσαι δὲ τὸ Ἀτλαντικὸν, συνεχές γενόμενον τῆ ἔσω θαλάσσῃ.
Ὅτι ἡ τῆς τῶν κυμάτων τῆς θαλάσσης κινήσεως συνέχεια φυσική ἐστιν αὐτῆς τῆς θαλέσσης, οἶον σφυγμικὴ ἀναπνοὴ, καθʼ ἣν οἵ τε εὔριποι παλινδρομοῦσι, καὶ τὰ ναυάγια καὶ περιττώματα ἐκκυμαίνεται. « ἀποπτύει δʼ ἁλὸς ἄχνην· » ἀλλὰ καὶ ἐν τοῖς ἀπογαίοις πνεύμασιν οὐδὲν ἦττον τὸ κυμάτιον, ἐκ τοῦ πελάγους προαιρετικὴν, ὡς ἂν εἴποι τις, κινούμενον κίνησιν, « πολλὸν παρέξ ἅλα φῦκος ἔχευεν.
Ὅτι οὐ μᾶλλον ἡ Σικελία ἀπερράγη τῆς Ἰταλίας, ἢ ὑπὸ τοῦ πυρὸς τοῦ Αἰτναίου ἀνεδόθη, καὶ αἱ περὶ τὴν Λιπτάραν νῆσοι καὶ αἱ Πιθηκοῦσσαι· ὥστε ἐλπὶς καὶ ἠπείρους οὖας ὰνδόδοσθαι κάτωθεν καὶ ἄλλας συνιζάνειν κάτω ἀφανιζομένας· ὅπερ καί ἡ Ἀτλαντὶς παρὰ Πλάτωνι νῆσος παθεῖν ἱστόρηται καὶ Βοῦρα περὶ τὴν Ἑλλάδα.
Ὅτι τοῦ τοὺς εὐρίπους εἶναι ῥοώδεις οὐκ ἔστι μία αἰτία· ὁ μὲν γὰρ Σικελικὸς δὶς. ὁ δέ Ναλκιδικὸς ἑπτάκις, ὁ δέ κατὰ Βυζάντιον οὐδʼ ὅλως παλινοστεῖ, ἀλλʼ ἀεὶ ἀπὸ τοῦ Πόντου ῥεῖ εἰς δυσμάς.
40
Ὅτι ἡ ἐν τῷ μυχῷ τοῦ Ἰονίου Ἰστρία ἀπὸ τοῦ Ἴστρου ποταμοῦ ὠνομάσθαι λέγεται, ἐκ τοῦ μεγάλου Ἴστρου ἀποσχιζομένου, ὥς τινές φασιν· ἀλλὰ καὶ τὸν Ἰάσονα οἱ μῦθοι ἐκ τοῦ Πόντου διὰ τούτου τοῦ ποταμοῦ ἐξάγουσιν εἰς τὴν Ἑλληνικήν θάλασσαν.
Ὅττι ἀνὰ μέσον Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφ᾿ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατʼ ὀλίγον ἐξαιρομένην, ὡς ἂν ὀργανικῶς, καὶ συντιθεμένην ἐκ μύδρων νῆσον, ἔχουσαν δώδεκα σταδίων τὴν περίμετρον.
Ὅτι, σεισμοῦ γενομένου μεγίστου, τῆς τε Σιδῶνος τὰ δύο μέρη κατεστράφη καὶ ἑτέρα πόλις δλη πλησίον αὐτῆς, καὶ Εὐβοίας ἡ ἐν Εὐρίπῳ Ἀρέθουσα κρήνη ἀπετυφλώθη καὶ οὐ πρότερον ἔπαυσε, πρὶν χάσμα μέγα περὶ τὸ Ληλάντιον πεβίον γεγονὸς πηλοῦ διαπύρου ποταμὸν ἐξήρασε· τότε δέ καὶ τῆς Ἀρεθούσης αἱ πηγαὶ πάλιν ἀνεδόθησαν.
Ὅτι πάλιν περὶ Λυδίαν καὶ Ἰωνίαν σεισμῶν γενομένων, Σίπυλός τε (τὸ ὄρος) κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καί τινες τῶν Ἰώνων πόλεις, καὶ τὰ ἐν Τροίᾳ θερμὰ ὕδατα ἀπώλετο, περὶ ὧν Ὅμηρος ἔλεγεν· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει· » ἐγένοντο δὲ καὶ λίμναι ἐξ ἑλῶν. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ὁ κατὰ τὸ Κάσιον ἰσθμὸς τῆς Ἀραβίσς διαρραγεὶς ἢ ἵζημα λαβὼν ποιήσει τὴν τῆς Αἰγύπτου θάλασσαν σύρρουν τῆ Ἐρυθρᾷ. Ἔτι δὲ καὶ ὁ Περαιεὺς, ὡς καὶ τὸ ὄνομα ἐμφαίνει, πέραν ἔκειτο τῆς Ἀττικῆς, ὡς νῆσος, καὶ ἡ Λευκὰς νῆσος ὑπὸ Κορινθίων γέγονε, διακοψάντων τὸν ἰσθμόν· περὶ ἧς λέγει Ὅμηρος· «οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων. » Περὶ Μεθώνην δέ τὴν ἐν τῷ Ἑρμιονικῷ κόλπῳ ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη, γενηθέντος ἀναφυσήματος φλογώδους, μεθʼ ἡμέραν μέν ὰπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὅόμῆς, νύκτωρ δὲ εὐῶδες, ἐκλάμπον πόρρω καὶ θερμαῖνον, ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίυυς ε΄, θολερὰν δʼ εἶναι καὶ ἐπὶ κ΄ σταδίους· προσχωσθῆναι δὲ πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν. Ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης αἱ ὲν Καταλόγῳ Ὁμήρου πόλεις, Ἄρνη καὶ Μίδεια, κατεπόθησαν· καὶ αἱ Ἐχινάδες νῆσοι ἐκ τῆς τοῦ Ἀχεῴου προσχώσεως ἠπειρώθησαν· καὶ ἡ Ἀστερὶς νῆσος πληοίον Ἰθάκης, λιμένας πρὶν ἔχουσα δύο, νῦν δʼ οὐδʼ ἀγκυροβόλιον ἔχει. Ἀλλὰ καὶ Ὄσσα ἐκ τεῦ Ὀλύμπου ἀπερράγη.
Ὅτι Πυθέας ὁ Πασσαλιώτης, δοκῶν εἶναι φιλόσοφος, ψευδίστατος ὴλέγχθη ἐν οἷς τὰ περὶ Θούλην καὶ Βρετανίας γεωγραφεῖ.
45
Ὅτι τινὲς Ἀλεξάνδρῳ συνεβούλευον, δαιροῦντα τοὺς ἀνθρώπους εἰς Ἕλληνας καὶ βαρβάρους τοῖς μὲν ὡς φίλοις, τοῖς δὲ ὡς πολεμίοις χρῆσθαι· ὁ δὲ ἀπεκρίνατο, ἄμεινον εἶναι ἀρετῇ καὶ κακίᾳ διαιρεῖν τούτους· εἶναι γὰρ Ἰνδοὺς μέν καὶ Ἀρίους καὶ Ῥωαίους καὶ Καρχηδονίους ἀριστοκρατουμένους καὶ καλῶς πολιτευομένους, Ἀθηναίους δὲ οὐχ οὕτως.
1·2
Ὅτι Ὅμηρος πρῶτος ἐτόλμησε γεωγραφῆσαι.
2·2
Ὅτι γὰρ ἡ γῆ ὑπὸ τοῦ ὠκεανοῦ περικλύζεται νήσθυ δίκην, αὐτὸς λέγει, νῦν μέν· « εἶμι γὰρ ὀψομένκ πολυφόρβου πείρατα γαίης Ὠκεανόν τε· » νῦν δὲ περὶ τοῦ ἀνατολικοῦ τῆς γῆς· « ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρσύρας, ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο· » περὶ δὲ τοῦ δυτικοῦ· « ἐν δ᾿ ἔπεσ᾿ ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο· » περὶ δὲ τοῦ νοτίου· « Ζεὺς γὰρ ἐς ὠκεανὸν μετ᾿ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη· » περὶ δὲ τοῦ βορείου· « οἶη δ᾿ ἄμορός ἐστι λοετρῶν ὠκεανοῖο· » ὠκεανὸν δὲ λέγει τὸν ὁρίζοντα.
3·2
Ὅτι ἀψόρροον Ὅμηρος τὸν ὠκεανὸν λέγει διὰ τὰς ἀμπώτεις καὶ πλημμυρίδας. Τοιοῦτον δὲ καὶ τὸ τρὶς μὲν γάρ τ᾿ ἀνίησιν ἐπ᾿ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ· » καὶ γὰρ, εἰ μὴ τρὶς, ἀλλὰ δὶς, ἴσως ἢ ἡ γραφὴ ἦμάρτηται ἢ ἡ ποιητικὴ ὑψηγορία ἢ ἡ ἱστορία παρέπεσε. Τοιοῦτον δὲ καὶ τὸ « ἐξ ἀκαλαρρείταο· » ἡ γὰρ ἄμπωτις πραεῖα καὶ οὐκ ἀθρόα.
4·2
Ὅτι καὶ τὸ σκοπέλους λέγειν τὸν Ὅμηρον τοτὲ μὲν καλυπτομένους, τοτὲ δὲ γυμνουμένσυς τὰς ἀμπώτεις καὶ πλημμσρίδας αἰνίττεται.
5·2
Ὅτι τὰ πάθη τοῦ ὠκεανοῦ τὰ περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυρίδας ὁμολογεῖ συνεχῆ καὶ μίαν εἶναι τὴν θάλκσσαν. Πανταχοῦ γὰρ ἡ αὐτὴ αὔξησις καὶ μείωσις τοῦ ὕδατος ἢ οὐ πολὺ παραλλάττει, ὡς ἂν ἀπὸ μιᾶς αἰτίας γινομένη.
6·2
Ὅτι Ὅμηρος πᾶσαν τὴν καθʼ ἡμᾶς παραλίαν γεωγραφφῖ, λέγων Λιβύην, Θήβας, Αἴγυπτον, Φοινίκην, Κύπρον, Σιδόνα, Σολύμους, Κᾶρας καὶ τὰς περὶ αὐτὰς νήσους· ἔτι δὲ Φρυγίαν καὶ Ἑλλήσποντον καὶ Τρῶας καὶ Παφλαγόνας καὶ Αἰήτην κοὶ Ἰάσονα καὶ Κιμμερίους καὶ τοὺς τοῖς Θραξὶ πληστιοχώρους Μυσοὺς περὶ τὸν Ἴστρον οἰκοῦντας· εἶτα Κίκονας καὶ Λάρισσαν καὶ τὴν ἑξῆς Ἑλλάδα μέχρι τῆς Θεσπρωτίας εἶτα τὰ τῆς Ἰταλίας ἄκρα, Τεμέσην καὶ Σικελοὺς καὶ Ἠλύσιον πεδίον. Εἰ δέ τινα μεταξὺ παραλείπει, οὐ θαῦμα, τοιαύτη γὰρ ἡ γεωγραφία.
7·2
Ὅπ Ἀναξίμανδρος, ὁ Θαλοῦ μαθητὴς καὶ πολιτης, πρωτὸς γειωγρκφικὸν πίνκκα ἐξέδωκεν· Ἑκατκῖος δὲ σύγγραμμκ.
8·2
Ὅτι ἀδύνατον ἄνευ τῆς τῶν οὐρανίων θεωρίας γεωγραφῆσαι· καὶ γὰρ δεῖ πρὸς μέν τὰ μήκη τῶν πόλεων τῶν ἐκλειπτικῶν ἡλίου καὶ σελήνης παρατηρήσεων, πρὸς δὲ τὰ πλάτη τῆς τῶν κλιμάτων διαφορᾶς.
9·2
Ὅτι ἡ γεωγραφία συνῆπται ἔκ τε γεωμετρίας καὶ μετεωρολογίας.
10·2
Ὅτι, εἰ καὶ τὰ οὐράνια τῷ τόπῳ ἀφέστηκε τῶν ἐπιγείων τοσοῦτον, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης, ἀλλὰ τῆ θεωρίᾳ ἥνωται.
11·2
Ὅτι τοὺς παρʼ Ὁμίρῳ Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας δεῖ Ἄραβας ἐξακούειν, παρὰ τὸ ἐν τῇ ἔρᾳ, τῇ γῆ, ἐμβαίνειν.
12·2
Ὅτι ἡ γεωγραφίκ, οὐ μόνον διὰ φιλοσοφίαν μεγάλα συντελεῖ, ἀλλὰ καὶ διὰ πολιτικὰς καὶ στρατηγικὰς φρονήσεις τε καὶ πράξεις.
13·2
Ὅτι τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα καὶ νοῦν γνῶναι καὶ τὸ ἐπὶ τοῦ Ἡρακλέους « μεγάλων ἐπιίστορα ἔργων εἰρημένον τὴν ἐκ τῆς γεωγραφικῆς ἱστορίας διαγινομένην φρόνησιν ἐμφανίζει.
14·2
Ὅτι ἡ μὲν γεωγραφία, τῆς ὅλης οὖσα οἰκουμένης ἶστορία, περὶ τὸ ποσὸν μᾶλλον καταγίνεται, ὡς μαθηματικωτέρα· ἡ δὲ χωρογραφία τόπου τινὸς οὖσα, οἶον ὡς Ὅμηρος λέγει· « εἵ θʼ Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα πετρήεσσαν, » καὶ πολύκνημον Ἐτεωνὸν καὶ πολυτρήρωνα Θίσβην καὶ πολυστάφυλον Ἄρνην, περὶ τὸ ποιὸν τῆς χώρας· οἶον εἰ βαθύγειος, εἰ ὀρεινὴ, εἰ πεδιὰς, εἰ ἄξυλος, εἰ μέταλλα ἔχουσα.
15·2
Ὅτι ἄλλος μὲν ὁ τῆς Ἰνδικῆς χωρογράφος, ἀγνοῶν τὴν Ἐλλάδα τυχὸν, καὶ ἄλλος ὁ τῆς Αἰγύπτου, ἀγνοῶν τὰ τῆς Περσίδος καὶ Βακτριανῆς.
16·2
Ὅτι δεῖ γεωμετρικῆς καὶ ἀστρονομίας τῷ γεωγραφήσοντι, καὶ ὑποθέσεις λαβεῖν ἐξ αὐτῶν, οἶον ὅτι σφαιρικὸς ὁ κόσμος καὶ ἡ τῆς γῆς ἐπιφάνεια, καὶ ἔτι περὶ τῆς ἐπὶ τὸ μέσον φορᾶς τῶν σωμάτων καὶ ὅσα τοιαῦτα.
17·2
Ὅτι δεῖ τὸν στρατηγὸν μήτε τοσοῦτον ἄμοιρον εἶναι γεωγραφίας, ὥστε λέγειν ἔν τισι τόποις· « ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπη ζόφος, οὐδʼ ὅπῃ ἠώς, » καὶ τὰ τοιαῦτα· οὔτε πάλιν περὶ ἐξάρματος τοῦ πόλου καὶ συνανατολῶν καὶ συμμμεσουρανήσεων καὶ συγκαταδύσεων τῶν ἀστέρων πολυπραγμονεῖν καὶ τῶν ὁμοίων.
18·2
Ὅτι καὶ τῆς σφαιρικῆς θεωρίας δεῖ ἦφοαι τὸν γεωγραφήσοντα, οἷον κύκλων ἐν σφαίρᾳ παραλλήλων καὶ ὀρθῶν καὶ τῶν τοιούτων.
19·2
Ὅτι, ὥσπερ ἐπὶ κολοσσοῦ τὴν ὁλοσχέρειαν τῆς κατασκευῆς σκοποῦντες τῶν μικρῶν καταφρονοῦμεν, οὕτως καὶ ἐπὶ γεωγραφίας τὴν μέν θέσιν τῆς χώρας καὶ τὴν πρὸς τὰ οὐράνια σχέσιν πολυπραγμονοῦμεν, εἰ δὲ πολύκνημος ἢ ἀμιχθαλόεσσα ἤ τι τοιοῦτον, ἐῶμεν.
20·2
Ὅτι Ἐρατοσθένης οὔτε τῶν ἀπαιδεύτων ἦν οὕτε τῶν γνησίως φιλοσοφούντων· διὸ καὶ Βῆτα ἐκαλεῖτο, ὡς τὰ δευτερεῖα φέρειν δοκῶν ἐπὶ πάση παιδεία· ὃς καὶ τήν ποιητικήν οὐ φιλοσοφίαν πρώτην ἠξίου καλεῖν, ἀλλὰ μόνον ψυχαγωγίαν τινὰ, κακῶς λέγων.
21·2
Ὅτι ἡ ποιητική πηγή καὶ ἀρχή φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπάρχει μετὰ τοῦ σεανοῦ καὶ ὀγκώδους. Ἀμέλει καὶ πεζὸν λόγον φαμὲν τὸν ἄνευ μέτρου ἐκ τοῦ ὕψους ταπεινωθέντα.
22·2
Ὅτι τοὺς μύθους αἵ τε παλαιαὶ πόλεις καὶ οἱ νόμοι ἐδέξαντο, ὡς μορμολύκας τινὰς πρὸς τοὺς νηπιόφρονας, οἶον Κωκυτοὺς, Ἀχέροντας, Πυριφλεγέθοντας, Στύγας καὶ ἀπλῶς πᾶσαν θεολογίαν παλαιάν.
23·2
Ὅτι τὸ « ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα » οὐ πάντα δηλονότι, ἀλλὰ πολλὰ καὶ μυθώδη· οὐ γὰρ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. Τοιοῦτοι δʼ οἱ μῦθοι περὶ τὴν ἀλήθειαν εἱλούμενοι· « ὡς ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνήρ, » οὕτως καὶ οἱ μῦθοι.
24·2
Ὅτι Αἰαίην τὴν Κίρκην Ὅμηρος ὀνομάζει ἀπὸ τῆς Αἴας πόλεως, καὶ τὰς Συμπληγάδας τὰς ἐν Βυζαντίῳ Πλαγκτὰς, καὶ τὸν Πόντον τὸν Εὔξεινον κατʼ ἐξοχήν τῶν ἄλλων τότε ὑπονοούμενον μέγιστον εἶναι, πρὸς ὠκεανὸν μυθολογεῖ, καὶ τοὺς Κιμμερίους ἀπὸ τοῦ κλίματος τοῦ νεφελώδους, ὡς ἐσκοτισμένους ὅλους, καὶ τὸν Σικελικὸν πορθμὸν ὑπὸ λῃστῶν κατεχόμενον εἰς Σκύλλαν, καὶ τὰ ὅμοια.
25·2
Ὅτι περὶ Σικελίας τὴν θάλασσαν ἰχθύων τι γένος ἐστὶν, οὓς καλοῦσι γαλεώτας τε καὶ ξιφίας καὶ κύνας, ἐξ ὧν λαβὼν Ὅμηρος ἔλεγε· δελφῖνάς τε κύνας τε καὶ εἶποθεν ἄλλο λάβησιν κῆτος ς.
26·2
Ὅτι τὸ « τρὶς μέν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ » δεῖ νοεῖν, ὅτι δὶς τοῦτο γίνεται καὶ οὐ τρίς· διὸ δεῖ ἢ μεταβολὰς αἰτιᾶσθαι ἢ ἔγνοιαν ἢ ποιητικήν ἐξουσίαν.
27·2
Ὅτι ἡ ποιητικὴ σύγκειται ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. Τῆς μὲν οὖν ἱστορίας τέλος ἀλήθειά ἐστιν, ὡς ἐν νεῶν καταλόγῳ οἶον πολυτρήρωνα καὶ πετρήεσσαν· τῆς οἱ διαθέσεως ἐνέργεια τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ· μύθου δὲ ἡδονὴ καὶ ἔκπληξις. τὸ τἐλος.
28·2
Ὅτι μυθεύει μὲν ὁ τὰς Γοργόνας εἰσάγων, προσμυθεύει δὲ ὁ τὴν τοῦ Ὀδυσσέως πλάνην ἐκτραγωδῶν.
29·2
Ὅτι τὸ « Βορέης καὶ ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, » καλῶς εἴρηται· ὁ γὰρ Μέλας κόλπος τῆς Θράκης, ἐπιστρέφων πρὸς νότον, τοῖς ἱν Λήμνῳ καὶ αμοθράκη τὸν ζέφνρον ἐκ Θρᾴκης πνέοντα παρέχει.
30·2
Ὅτι ὁ ἀπὸ θερινῆς ἀνατολῆς καικίας, ὁ δὲ κατὰ διάμετρον λὶψ, ὁ δʼ ἀπὸ χειμερινῆς ἀνατολῆς εὖρος, ὁ δὲ κατὰ διάμετρον ἀργέστης, οἱ δʼ ἀπὸ τοῦ ἰσημερινοῦ ἀπηλιώτης καὶ ζέφυρος. Καὶ ταῦτα μὲν Ἀριστοτέλης. Ὁ δὲ Ὅμηρος δυσαῆ μὲν ζέφυρον λέγει τὸν ἀργέστην, λίγα δὲ πνέοντα ζέφυρον τὸν ὑφʼ ἡμῶν ζέφυρον, ἀργέστην δὲ νότον τὸν λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ νότου ὅλου εὕρου πως ὄντος· ὡς ὁπότε ζέφυρος νέφεα στυφελίξῃ ἀργεστᾶο νότοιο, βαθείῃ λαίλαπι τύπτων· τὸν γὰρ δυσαῆ ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ λευκονότου συναγόμενα, ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ νότου νῦν ἀργέστου λεγομένου.
31·2
Ὅτι τὴν Φάρον νῆσον Ὅμηρος πελαγίαν λέγει, οὐχ οὕτως οὖσαν νῦν. Ἀλλὰ τοῦτο θαυμασίως εἶρηκεν· αἰνίττεται γὰρ ὅτι ἡ Αἴγυπτος δῶρόν ἐστι τοῦ Νείλου, ὡς καὶ Ἡρόδοτος ἔλεγε· καὶ ὅτι πρὸ μυρίων ἐτῶν πελαγία οὖςα νῦν διὰ τὴν πρόσχωσιν πλησιάζει Αἰγύπτῳ.
32·2
Ὅτι τὸ « Aἰθίοπας, τοὶ διχθὰ δεδοίαται ἔσχατοι ἀνδρῶν, Οἱ μὲν δυσομένου Υπερίονος, οἱ δʼ ἀνιόντος, » Κράτης μὲν ἐξηγεῖται, ὅτι ἡ μεγάλη τῆς Ἴνδικῆς θάλασσα, μεσεμβολοῦσα τοὺς Αἰθίοπας ἐξ ἀνατολῶν ἰπὶ δυσμὰς, ποιεῖ αὐτοὺς δύχα δεδαῖσθαι· δ δὲ Ἀρίσταρχος συνεχῆ τὴν Αἰθιοπίαν λέγει εἶναι ἐξ ἀνατολῶν ἕως δυσμῶν· διὸ τοὺς μέν αὐτῶν γνωρίζεσθαι, τοὺς ἄκρους, τοὺς μέσους δὲ ἀγνοεῖσθαι, εἶτε περιρρθτου οὔσης τῆς πάσης Λιβύης εἶτε ἰσθμοῦ τινὸς μεταξὺ τῆς τε Ἀτλαντικῆς θαλάσσης καὶ τῆς Ἐρυθρᾶς κειμένου, καὶ ἡμῖν ἀγνοουμένων τῶν ἐκείνα Αἰθιόπων κατοικοάντων· καὶ διὰ τοῦτο δύο Αἰθιοπίαι λέγονται.
33·2
Ὁτ, Ὅμηρος τὰ νότια μέρη τοῦ κόσμου ἑῷα καλεῖ καὶ ἡλιακὰ, τὰ δὲ βόρεια ἑσπέρια καὶ νυκτερινὰ, οἶον· « αὐτὴ δὲ χθαμαλὺ πανυπερτάτη εἰν ἁλὶ κεῖται Πρὸς ζόφον· αἱ δέ τʼ ἄνευθε, πρὸς ἠῶ τʼ ἠέλιόν τε· » ἡ γὰρ Ἰθάκη βορειοτέρα ἐστὶ τῶν νήσων ἐκείνων· καὶ πάλιν· « εἴτʼ ἐπὶ δεξίʼ ἴωσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, εἴτʼ ἐπʼ ἀριστερὰ τοί γε ποτὶ ζόφον ἠερόεντα· » καὶ αὖθις.« Ὤ φίλοι, οὐ γάρ τʼ ἴδμεν ὅπῃ ζόφος, οὐδʼ ὅπῃ ἠὼς, Οὐδʼ ὅπῃ ἡέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, Οὐδʼ ὅπη ἀννεῖται.
34·2
Ὅτι ἄμεινον τὴν Ἀσίαν χωρίζειν τῆς Λιβύης τῷ Ἀραβίῳ κόλπῳ, ἀπὸ τῆς μεγάλης θαλάσσης δίκην μεσημβρινοῦ διήκοντι ἕως τοῦ κατὰ Πηλούσιον ἰσθμοῦ, μῆκος στάδια μύρια καὶ πεντακισχίλια, πλάτος δὲ, ὅπου μέγιστον, οὐ πλείω τῶν χιλίων σταδίων ἔχοντι. Ὁ δʼ αὐτὸς οὗτος ὅρος καὶ τῶν δύο Αἰθιοπιῶν ἂν εἴη· ὁ δὲ Νεῖλος οὐκ ἄξιος ἂν εἴη μεθόριον λέγεσθαι· πολλὴ γὰρ ἡ νοτιωτέρα τούτου Ἀσία ἀδιαίρετος λείπεται, ἡ Αιβύη ἡ αὐτὴ ἀμφιδοξουμένη.
35·2
Ὅτι παροιμίαι εἰσὶ τῶν ὑπερβολῶν ὑπερβολὰς ἐμφαινουσαι αὗται· φελλοῦ σκιᾶς κουφότερον· Φρυγὸς λαγὼ δειλότερον· ὁ ἀγρὸς γῆν ἔχει Λακωνικῆς ἐπιστολῆς ἐλάττονα.
36·2
Ὅτι ὁ Πόντος τὸ παλαιὸν λίμνη ἦν, ἀλλὰ τῷ πλήθει τῶν τοσούτων ποταμίων ὑδάτων τῶν εἰς αὐτὰν ἐμβαλλόντων, τάχα δὲ καὶ σεισμῶν ἐξαισίων γενομένων, διερράγη ἡ κατὰ τὸ Βυζάντιον γῆ, καὶ οὅτως τὸ ὕδωρ ἐκχυθὲν εἰς τὸ Αἰγαῖον καὶ Μυρτῷον συνεχεῖς τὰς δύο θαλάσσας εἰργάσατο. Ἐλπὶς δὲ καὶ τὸν Πόντον ποτὲ χερσωθῆναι· καὶ γὰρ τὰ περὶ τὸν Σαλμυδησσὸν καὶ τὰ καλούμενα Στήθη καὶ ἡ περὶ τὸν Ἴστρον Σκυθική ἐρημία ἤδη τεναγίζει. Ἀλλὰ καὶ τὸ Ἄμμωνος ἐν Λιβύῃ ἱερὸν παραθαλάσσιόν ποτε ἦν· σημεῖον δὲ, ὅτι περὶ τοὺς τρισχιλίους σταδίους ἄπέχοντος ἀπὸ τῆς νῦν θαλάσσης, πᾶσα ἡ ὁδὸς ψαμμώδης τέ ἐστι καὶ μεστή κόγχων καὶ χηραμύδων καὶ καρκίνων καὶ ὀστρέων (ὀστῶν). Ἀλλὰ καὶ ἡ Αἴγυπτός ποτε πέλαγος ἦν· καὶ ἡ Σικελία συνεχὴς τῇ Ἰταλίᾳ. Τὸ δὲ περὶ τὴν Ἀμμωνιακὴν πάθος γέγονε, ῤαγέντος τοῦ κατὰ τὰς Στήλας πορθμοῦ· καὶ διὰ τὸ ταπεινότερον εἶναι τὸ ἔξω Στηλῶν ἔδαφος ἐκχυθῆναι μὲν τὸ κατὰ τὴν Λιβύην ὕδωρ καὶ τέναγος γενέσθαι ἐπὶ πολὺ τὸν κατὰ Πηλούσιον ἰσθμὸν, λιμνάσαι δὲ τὸ Ἀτλαντικὸν, συνεχές γενόμενον τῆ ἔσω θαλάσσῃ.
37·2
Ὅτι ἡ τῆς τῶν κυμάτων τῆς θαλάσσης κινήσεως συνέχεια φυσική ἐστιν αὐτῆς τῆς θαλέσσης, οἶον σφυγμικὴ ἀναπνοὴ, καθʼ ἣν οἵ τε εὔριποι παλινδρομοῦσι, καὶ τὰ ναυάγια καὶ περιττώματα ἐκκυμαίνεται. « ἀποπτύει δʼ ἁλὸς ἄχνην· » ἀλλὰ καὶ ἐν τοῖς ἀπογαίοις πνεύμασιν οὐδὲν ἦττον τὸ κυμάτιον, ἐκ τοῦ πελάγους προαιρετικὴν, ὡς ἂν εἴποι τις, κινούμενον κίνησιν, « πολλὸν παρέξ ἅλα φῦκος ἔχευεν.
38·2
Ὅτι οὐ μᾶλλον ἡ Σικελία ἀπερράγη τῆς Ἰταλίας, ἢ ὑπὸ τοῦ πυρὸς τοῦ Αἰτναίου ἀνεδόθη, καὶ αἱ περὶ τὴν Λιπτάραν νῆσοι καὶ αἱ Πιθηκοῦσσαι· ὥστε ἐλπὶς καὶ ἠπείρους οὖας ὰνδόδοσθαι κάτωθεν καὶ ἄλλας συνιζάνειν κάτω ἀφανιζομένας· ὅπερ καί ἡ Ἀτλαντὶς παρὰ Πλάτωνι νῆσος παθεῖν ἱστόρηται καὶ Βοῦρα περὶ τὴν Ἑλλάδα.
39·2
Ὅτι τοῦ τοὺς εὐρίπους εἶναι ῥοώδεις οὐκ ἔστι μία αἰτία· ὁ μὲν γὰρ Σικελικὸς δὶς. ὁ δέ Ναλκιδικὸς ἑπτάκις, ὁ δέ κατὰ Βυζάντιον οὐδʼ ὅλως παλινοστεῖ, ἀλλʼ ἀεὶ ἀπὸ τοῦ Πόντου ῥεῖ εἰς δυσμάς.
40·2
Ὅτι ἡ ἐν τῷ μυχῷ τοῦ Ἰονίου Ἰστρία ἀπὸ τοῦ Ἴστρου ποταμοῦ ὠνομάσθαι λέγεται, ἐκ τοῦ μεγάλου Ἴστρου ἀποσχιζομένου, ὥς τινές φασιν· ἀλλὰ καὶ τὸν Ἰάσονα οἱ μῦθοι ἐκ τοῦ Πόντου διὰ τούτου τοῦ ποταμοῦ ἐξάγουσιν εἰς τὴν Ἑλληνικήν θάλασσαν.
41·2
Ὅττι ἀνὰ μέσον Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελάγους ἐφ᾿ ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν, ἀνεφύσησαν κατʼ ὀλίγον ἐξαιρομένην, ὡς ἂν ὀργανικῶς, καὶ συντιθεμένην ἐκ μύδρων νῆσον, ἔχουσαν δώδεκα σταδίων τὴν περίμετρον.
42·2
Ὅτι, σεισμοῦ γενομένου μεγίστου, τῆς τε Σιδῶνος τὰ δύο μέρη κατεστράφη καὶ ἑτέρα πόλις δλη πλησίον αὐτῆς, καὶ Εὐβοίας ἡ ἐν Εὐρίπῳ Ἀρέθουσα κρήνη ἀπετυφλώθη καὶ οὐ πρότερον ἔπαυσε, πρὶν χάσμα μέγα περὶ τὸ Ληλάντιον πεβίον γεγονὸς πηλοῦ διαπύρου ποταμὸν ἐξήρασε· τότε δέ καὶ τῆς Ἀρεθούσης αἱ πηγαὶ πάλιν ἀνεδόθησαν.
43·2
Ὅτι πάλιν περὶ Λυδίαν καὶ Ἰωνίαν σεισμῶν γενομένων, Σίπυλός τε (τὸ ὄρος) κατεστράφη κατὰ τὴν Ταντάλου βασιλείαν καί τινες τῶν Ἰώνων πόλεις, καὶ τὰ ἐν Τροίᾳ θερμὰ ὕδατα ἀπώλετο, περὶ ὧν Ὅμηρος ἔλεγεν· ἡ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει· » ἐγένοντο δὲ καὶ λίμναι ἐξ ἑλῶν. Οὐδὲν οὖν θαυμαστὸν, εἰ ὁ κατὰ τὸ Κάσιον ἰσθμὸς τῆς Ἀραβίσς διαρραγεὶς ἢ ἵζημα λαβὼν ποιήσει τὴν τῆς Αἰγύπτου θάλασσαν σύρρουν τῆ Ἐρυθρᾷ. Ἔτι δὲ καὶ ὁ Περαιεὺς, ὡς καὶ τὸ ὄνομα ἐμφαίνει, πέραν ἔκειτο τῆς Ἀττικῆς, ὡς νῆσος, καὶ ἡ Λευκὰς νῆσος ὑπὸ Κορινθίων γέγονε, διακοψάντων τὸν ἰσθμόν· περὶ ἧς λέγει Ὅμηρος· «οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων. » Περὶ Μεθώνην δέ τὴν ἐν τῷ Ἑρμιονικῷ κόλπῳ ὄρος ἑπταστάδιον τὸ ὕψος ἀνεβλήθη, γενηθέντος ἀναφυσήματος φλογώδους, μεθʼ ἡμέραν μέν ὰπρόσιτον ὑπὸ τοῦ θερμοῦ καὶ τῆς θειώδους ὅόμῆς, νύκτωρ δὲ εὐῶδες, ἐκλάμπον πόρρω καὶ θερμαῖνον, ὥστε ζεῖν τὴν θάλατταν ἐπὶ σταδίυυς ε΄, θολερὰν δʼ εἶναι καὶ ἐπὶ κ΄ σταδίους· προσχωσθῆναι δὲ πέτραις ἀπορρῶξι πύργων οὐκ ἐλάττοσιν. Ὑπὸ δὲ τῆς Κωπαΐδος λίμνης αἱ ὲν Καταλόγῳ Ὁμήρου πόλεις, Ἄρνη καὶ Μίδεια, κατεπόθησαν· καὶ αἱ Ἐχινάδες νῆσοι ἐκ τῆς τοῦ Ἀχεῴου προσχώσεως ἠπειρώθησαν· καὶ ἡ Ἀστερὶς νῆσος πληοίον Ἰθάκης, λιμένας πρὶν ἔχουσα δύο, νῦν δʼ οὐδʼ ἀγκυροβόλιον ἔχει. Ἀλλὰ καὶ Ὄσσα ἐκ τεῦ Ὀλύμπου ἀπερράγη.
44·2
Ὅτι Πυθέας ὁ Πασσαλιώτης, δοκῶν εἶναι φιλόσοφος, ψευδίστατος ὴλέγχθη ἐν οἷς τὰ περὶ Θούλην καὶ Βρετανίας γεωγραφεῖ.
45·2