1 (t)
Νικάνδρῳ. Παῖδας ἐγὼ λόγους ἐγεννησάμην, τοὺς μὲν ἀπὸ τῆς σεμνοτάτης φιλοσοφίας καὶ τῆς συννάου ταύτῃ ποιητικῆς, τοὺς δὲ ἀπὸ τῆς πανδήμου ῥητορικῆς. ἀλλʼ ἐπιγνοίη τις ἂν ὅτι πατρός εἰσιν ἑνὸς ἅπαντες, νῦν μὲν εἰς σπουδὴν νῦν δὲ εἰς ἡδονὴν ἀποκλίναντος. ὁ δὴ παρὼν οὗτος λόγος ἧστινος μέν ἐστι μερίδος, ἀπὸ τῆς ὑποσχέσεως αὑτοῦ κατερεῖ· παρʼ ἐμοῦ δὲ οὕτως ἠγαπήθη διαφερόντως, ὡς ἥδιστʼ ἂν αὐτὸν εἰσποιήσαιμι φιλοσοφίᾳ καὶ τοῖς γνησίοις ἐγκρίναιμι. ἀλλὰ τοῦτο μὲν οὔ φασιν ἐπιτρέψειν οὐδὲ οἱ νόμοι τῆς πολιτείας, δεινοὶ γάρ εἰσιν εὐγενείας προστάτα ι· ἔχει δὲ κέρδος ὅ τι ἂν αὐτῷ λάθρᾳ χαρίσωμαι, καὶ πολλὰ τῆς σπουδαίας μερίδος εἰς αὐτὸν εἰσήνεγκα. ἂν μὲν οὖν καὶ σοὶ δοκῇ, κοίνωσαι τὸν λόγον τοῖς Ἕλλησιν, ἀποψηφισθεὶς δὲ ἐπανίτω παρὰ τὸν πέμψαντα· τὰς πιθήκους γάρ φασιν, ἐπειδὰν τέκωσιν, ὥσπερ ἀγάλμασιν ἐνατενίζειν τοῖς βρέφεσιν, ἀγαμένας τοῦ κάλλους (οὕτως ἐστὶν ἡ φύσις φιλότεκνον), τὰ δὲ ἀλλήλων ὁρῶσιν ἅπερ ἔστι, πιθήκων παιδία. ἑτέροις οὖν ἐπιτρεπτέον ἐξετάζειν τὰ ἔκγονα· αἱ γὰρ εὔνοιαι δειναὶ δεκάσαι τὰς κρίσεις. διὰ τοῦτο Λύσιππος Ἀπελλῆν εἰς τὰς γραφὰς εἰσῆγε, καὶ Λύσιππον Ἀπελλῆς. Ἰωάννῃ. [20]
2 (t)
Ἀφοβία μεγίστη τὸ φοβεῖσθαι τοὺς νόμους, σὺ δὲ αὐτοὺς ᾐσχύνθης ἀεὶ φανῆναι φοβούμενος. τοιγαροῦν δέδιθι τοὺς ἐχθρούς, καὶ μετὰ τούτων τοὺς δικαστάς, ἂν μὴ κλέπτωσι. κἂν κλέπτωσι μέν, μὴ σὺ δὲ ᾖς ὁ τὰ πλείω διδούς, οὐδὲν ἧττον εὐλαβητέον· ὀργίζονται γὰρ ὑπὲρ τῶν νόμων, ὅταν καὶ μισθοδότην προσλάβωσιν. Τῷ ἀδελφῷ Εὐοπτίῳ. [5]
3 (t)
Τρίτη μὲν ἦν Αἰσχίνῃ κειμένῳ, ἡ δὲ ἀδελφιδῆ τότε πρῶτον ἧκεν ἐπὶ τὸν τάφον· οὐ γὰρ οἶμαι νομίζεται νυμφευτρίαις βαδίζειν ἐπʼ ἐκφοράν. ἀλλʼ ἐν φοινικίδι καὶ τότε, καὶ διαφανὴς ὁ κεκρύφαλος, καὶ χρυσία καὶ λίθους ἐξήρτητό τε καὶ περιέκειτο, ἵνα μὴ τῷ νυμφίῳ σύμβολος ἀπαίσιος γένηται. καθεζομένη οὖν ἐπʼ ἀμφικνεφάλου καθέδρας φασὶν ἀργυρόποδος πολλὰ κατεμέμφετο τὴν ἀκαιρίαν τῆς συμφορᾶς, ὡς ἢ πρότερον ἐχρῆν ἢ μετὰ τοὺς γάμους ἀποθανεῖν, καὶ πρὸς ἡμᾶς ἐφʼ οἷς ἐδυστυχοῦμεν ἐμήνιε. μόλις δʼ οὖν περιμείνασα τὴν ἑβδόμην, καθʼ ἣν ἡμεῖς εἱστιάκειμεν τὸ δεῖπνον τὸ ἐπιτάφιον, ἑαυτήν τε καὶ τὴν φλήναφον γραῦν τὴν τιτθίδα ἐπὶ τὸ ζεῦγος ἀναβιβασαμένη τὸ ὀρικόν, πληθούσης ἀγορᾶς, ἅπασι τοῖς παρασήμοις ἐπόμπευσεν εὐθὺ Τευχείρων ἐλαύνουσα· μέλλει γὰρ εἰς τὴν ἐπιοῦσαν ἑβδόμην ταινιώσεσθαί τε καὶ πυργοφόρος καθάπερ ἡ Κυβέλη περιελεύσεσθαι. τούτοις ἡμεῖς μὲν οὐδὲν ἀδικούμεθα, πλὴν τοῦ καταφανεῖς γεγονέναι λίαν ἀναισθήτους ἔχοντες συγγενεῖς· ὁ δὲ ἀδικούμενος Ἁρμόνιός ἐστιν ὁ τοῦ θυρωροῦ πατήρ, ὡς ἂν εἴποι Σαπφώ, τὰ μὲν ἄλλα σώφρων καὶ μέτριος ἐν τῷ καθʼ ἑαυτὸν βίῳ γενόμενος, ἀλλʼ ὑπὲρ εὐγενείας ἀμφισβητῶν τῷ Κέκροπι διετέλεσε. τούτου τοῦ πλέον ἢ Κέκροπος τὴν θυγατριδῆν ὁ θεῖος Ἡρώδης καὶ θυρωρὸς εἰς Σωσίας τε καὶ Τιβίους ἀπέδοτο, πλὴν εἰ μή τι λέγουσιν ὅσοι καὶ τὸν νυμφίον ἡμῖν μητρόθεν ἀποσεμνύνουσι, γενεαλογοῦντες αὐτὸν ἀπὸ τῆς ἐν φήμῃ Λαΐδος. ἡ γὰρ Λαΐς, ἔφη τις ἤδη λογογράφος, ἀνδράποδον ἦν Ὑκκαρικὸν ἐκ Σικελίας ἐωνημένον, ὅθεν ἡ καλλίπαις ἡ τεκοῦσα τὸν περιβόητον. καὶ αὐτὴ πάλαι μὲν ἐπαλλακεύετο ναυκλήρῳ δεσπότῃ, ἔπειτα μέντοι ῥήτορι, καὶ τούτῳ δεσπότῃ· τρίτῳ μετʼ ἐκείνους ὁμοδούλῳ, καὶ λάθρᾳ τῇ πόλει, ἔπειτα λαμπρῶς τῇ πόλει, καὶ προύστη τῆς τέχνης. ἧς ἐπειδὴ τὴν ἐργασίαν ὑπὸ χαλαρᾷ ῥυτίδι κατέλυσε, τὰς ἐν ἡλικίᾳ παιδοτριβεῖ καὶ τοῖς ξένοις ἀντικαθίστησιν. ὁ γὰρ υἱὸς ὁ ῥήτωρ ἀφεῖσθαί φησι τῆς ἀνάγκης τοῦ νόμου μητέρα τρέφειν ἑταίραν. ἄπαγε τοῦ νόμου· τοῖς γὰρ οὕτω γεγονόσιν ἀποδέδεικται μὲν ἡ μήτηρ, ὁ δὲ λοιπὸς τῶν γονέων ἀμφισβητήσιμος. ὅσον οὖν ἀμφοτέροις παρὰ τῶν εὖ γεγονότων ὀφείλεται, τοῦτο πᾶν ἥκειν ἔδει παρὰ τῶν ἀπατόρων εἰς τὰς μητέρας. Τῷ αὐτῷ. [40]
4 (t)
Λύσαντες ἐν Βενδιδείου πρὸ δείλης ἑῴας, μόλις ὑπὲρ μεσοῦσαν ἡμέραν τὸν Φάριον Μύρμηκα παρηλλάξαμεν, δίς που καὶ τρὶς ἐνσχεθείσης τῆς νεὼς τῷ τοῦ λιμένος ἐδάφει. εὐθὺς μὲν οὖν καὶ τοῦτο πονηρὸς οἰωνὸς ἐδόκει, καὶ σοφὸν ἦν ἀποβῆναι νεὼς ἐκ πρώτης ἀφετηρίας οὐκ εὐτυχοῦς· ἀλλὰ φυγεῖν παρʼ ὑμῖν ἔγκλημα δειλίας ᾐσχύνθημεν, καὶ διὰ τοῦτο οὔπως ἔτι ἔσκεν ὑποτρέσαι οὐ δ ’ ἀναδῦνα ι. ὥστε κἂν εἴ τι συμβαίη, διʼ ὑμᾶς ἀπολούμεθα. καίτοι τί δεινὸν ἦν ὑμᾶς τε γελᾶν καὶ ἡμᾶς ἔξω κινδύνων ἑστάναι; ἀλλὰ τῷ Ἐπιμηθεῖ, φασί, τὸ μὲν μέλειν οὐκ ἦν, τὸ μεταμέλειν δʼ ἐνῆν, ὥσπερ ἡμῖν· τότε γὰρ ἐξὸν σώζεσθαι, νῦν πρὸς ἐρήμοις ἀκταῖς συναυλίαν ὀλοφυρόμεθα, καὶ πρὸς Ἀλεξάνδρειαν ὁρῶντες ὡς οἷόν τε, καὶ πρὸς τὴν μητέρα Κυρήνην, ὧν τὴν μὲν ἔχοντες ἀπελίπομεν, τὴν δὲ εὑρεῖν οὐ δυνάμεθα, ἰδόντες τε καὶ παθόντες ἃ μηδὲ ὄναρ ἠλπίσαμεν. ἄκουε γάρ, ἵνα μηδὲ σὺ πάνυ χαίρειν σχολάζῃς καὶ πρῶτόν γʼ ὅπως ἡμῖν εἶχε τὰ τοῦ πληρώματος. ὁ μὲν ναύκληρος ἐθανάτα κατάχρεως ὤν· ναυτῶν δὲ ὄντων δυοκαίδεκα τῶν πάντων (τρισκαιδέκατος γὰρ ὁ κυβερνήτης ἦν) ὑπὲρ ἥμισυ μὲν καὶ ὁ κυβερνήτης ἦσαν Ἰουδαῖοι, γένος ἔκσπονδον καὶ εὐσεβεῖν ἀναπεπεισμένον ἢν ὅτι πλείστους ἄνδρας Ἕλληνας ἀποθανεῖν αἴτιοι γένωνται· τὸ δὲ λοιπὸν ἀγελαῖοι γεωργοί, πέρυσιν οὔπω κώπης ἡμμένοι. κοινῇ δὲ οὗτοί τε κἀκεῖνοι πεπηρωμένοι πάντως ἕν γέ τι μέρος τοῦ σώματος. τοιγαροῦν ἕως οὐδὲν ἡμῖν δεινὸν ἦν, ἐκομψεύοντο καὶ ἐκάλουν ἀλλήλους οὐκ ἀπὸ τῶν ὀνομάτων ἀλλʼ ἀπὸ τῶν ἀτυχημάτων, ὁ χωλός, ὁ κηλήτης, ὁ ἀριστερόχειρ, ὁ παραβλώψ. ἕκαστος ἕν γέ τι εἶχε τοὐπίσημον. καὶ ἡμῖν τὸ τοιοῦτον οὐ μετρίαν παρεῖχε τὴν διατριβήν· ἐν τῇ χρείᾳ δὲ οὐκέτι γέλως ἦν, ἀλλʼ ἐπὶ τούτοι, αὐτοῖς ἀποιμώζομεν, ὄντες ἐπιβάται πλεῖν ἢ πεντήκοντα, τριτημόριόν που μάλιστα γυναῖκες, αἱ πλείους νέαι καὶ ἀγαθαὶ τὰς ὄψεις. ἀλλὰ μὴ φθόνει, παραπέτασμα γὰρ ἡμᾶς ἀπετείχιζε, καὶ τοῦτο ἐρρωμενέστατον, οὐ πάλαι διερρωγότος ἱστίου τεμάχιον, σωφρονοῦσιν ἀνθρώποις τὸ τεῖχος τὸ Σεμιράμιδος. ἴσως δὲ κἂν ὁ Πρίαπος ἐσωφρόνησεν Ἀμαράντῳ συμπλέων· ὡς οὐκ ἔστιν ὁπότε ἡμᾶς σχολάζειν εἴασεν ἀπὸ τοῦ δεδιέναι τὸν ἔσχατον κίνδυνον, ὅστις πρῶτον μὲν ἐπειδὴ τὸν παρʼ ὑμῖν τοῦ Ποσειδῶνος νεὼν περιεκάμψαμεν, ἄρας ὅλοις ἱστίοις ἠξίου πλεῖν εὐθὺ Ταφοσίριδος, καὶ ἀπεπειρᾶτο τῆς Σκύλλης, ἣν ἐν τοῖς γραμματείοις ἀποτροπιαζόμεθα. συννενοηκότων δὲ ἡμῶν καὶ ἀνακεκραγότων οὐ πρὶν ἢ ἐν χρῷ γενέσθαι τοῦ κινδύνου, μόλις ἐκβιασθεὶς ἀπέστη τοῦ διαναυμαχῆσαι πρὸς τὰς σπιλάδας. ἐντεῦθεν ἀποστρέψας τὴν ναῦν ὥσπερ ἐκ μετανοίας ἐπαφίησι τῷ πελάγει, τέως μὲν ὡς ἐδύνατο καὶ πρὸς κῦμα παραβαλλόμενος, ἔπειτα δὲ καὶ νότος συνεπιλαμβάνει λαμπρός, ὑφʼ οὗ ταχὺ μὲν τὴν γῆν ἀπεκρύπτομεν, ταχὺ δὲ μετὰ τῶν ὁλκάδων ἦμεν τῶν διαρμένων, αἷς οὐδὲν ἔδει Λιβύης τῆς καθʼ ἡμᾶς, ἀλλὰ πλοῦν ἕτερον ἔπλεον. [55]
4 (50)
σχετλιαζόντων δὲ ἡμῶν καὶ ἐν δεινῷ ποιουμένων τὸ ἀπηρτῆσθαι τοσοῦτον τῆς γῆς, ὁ Ἰαπετὸς Ἀμάραντος ἐπὶ τῶν ἰκρίων ἑστὼς ἐτραγῴδει τὰς παλαμναιοτάτας ἀράς. «οὐ γὰρ δὴ πτησόμεθα» ἔφη· «ὑμῖν δὲ πῶς ἄν τις καὶ χρήσαιτο, οἳ καὶ τὴν γῆν καὶ τὴν θάλατταν ὑποπτεύετε;» «οὔκ, ἤν γέ τις αὐταῖς χρῆται καλῶς, ὦ λῷστε Ἀμάραντε» πρὸς αὐτὸν ἔφην. «ἡμῖν δὲ οὐδὲ Ταφοσίριδος ἔδει· ζῆν γὰρ ἔδει. καὶ νῦν τοῦ πελάγους τί δεῖ; ἀλλὰ πλέωμεν» ἔφην «εὐθὺ Πενταπόλεως, ἀπέχοντες τῆς γῆς ὅσον μέτριον, ἵνʼ εἴ τι καὶ χαλεπόν, οἷα δὴ τὰ τῆς θαλάττης (ἄδηλον δὲ δήπου καὶ ἔστι καὶ παρʼ ὑμῖν λέγεται), λιμήν τις ἡμᾶς ἐκ τοῦ σχεδὸν ὑποδέξηται». οὔκουν ἔπειθον λέγων, ἀλλʼ ἐξεκεκώφητο τὸ κάθαρμα, ἕως ἄνεμος ἀπαρκτίας ἐπαράσσει πολύς, κῦμα ἐλαύνων ὑψηλὸν καὶ τραχύ. οὗτος ἄφνω προσπεσὼν τὸ ἱστίον ἔμπαλιν ὤθησε καὶ τὰ κυρτὰ κοῖλα πεποίηκεν, ἡ δὲ ναῦς ἐγγὺς ἦλθεν ἐπὶ πρύμναν ἀνατετράφθαι. μόλις δʼ οὖν αὐτὴν κατεστήσαμεν, καὶ ὁ βαρύστονος Ἀμάραντος «τοιοῦτον» ἔφη «τὸ ναυτίλλεσθαι τέχνῃ», προσδέχεσθαι γὰρ αὐτὸς πάλαι τὸν ἐκ πελάγους ἄνεμον, καὶ διὰ τοῦτο μετέωρος πλεῖν. κατιέναι γὰρ νῦν ἐγκάρσιος, ἐνδιδόντος τοῦ διαστήματος προστιθέναι τῷ μήκει. τοιοῦτον δὲ εἶναι τὸν πλοῦν τὸν ἡμέτερον οὐκ ἂν εἴ γε παρὰ τὰς ἀκτὰς ἐπλέομεν· προσαναπεπλάσθαι γὰρ ἂν τῇ γῇ. καὶ ἡμεῖς ἀπεδεχόμεθα λέγοντος ἕως ἡμέρα τε ἦν καὶ τὰ δεινὰ οὔπω παρῆν· ἤρξατο γὰρ δὴ μετὰ τῆς νυκτός, ἀεὶ προϊόντος ἐπὶ μεῖζον τοῦ κλύδωνος. Ἡμέρα μὲν ἦν ἥντινα ἄγουσιν οἱ Ἰουδαῖοι παρασκευήν· τὴν δὲ νύκτα τῇ μετʼ αὐτὴν ἡμέρᾳ λογίζονται, καθʼ ἣν οὐδενὶ θέμις ἐστὶν ἐνεργὸν ἔχειν τὴν χεῖρα, ἀλλὰ τιμῶντες διαφερόντως αὐτὴν ἄγουσιν ἀπραξίαν. μεθῆκεν οὖν ἐκ τῶν χειρῶν ὁ κυβερνήτης τὸ πηδάλιον, ἐπειδὴ τὸν ἥλιον εἴκασεν ἀπολελοιπέναι τὴν γῆν, καὶ καταβαλὼν ἑαυτὸν πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων. ἡμεῖς δὲ τὴν μὲν οὖσαν αἰτίαν οὐκ εὐθὺς ἐπὶ νοῦν ἐβαλλόμεθα, ἀπόγνωσιν δὲ τὸ πρᾶγμα οἰόμενοι, προσήειμεν ἐλιπαροῦμεν μὴ καταπροέσθαι μηδέπω τὰς ἐσχάτας ἐλπίδας· καὶ γὰρ δὴ καὶ ἐπεῖχον αἱ τρικυμίαι, τοῦ πελάγους καὶ πρὸς ἑαυτὸ στασιάσαντος. γίνεται δὲ τὸ τοιοῦτον ὅταν μὴ τῷ λήξαντι πνεύματι καὶ τὰ παρʼ αὐτοῦ συναναπαύσηται κύματα, ἀλλʼ ἰσχῦον ἔχοντα τὸ ἐνδόσιμον τῆς κινήσεως ὑπαντιάζῃ τῇ τοῦ πνεύματος ἐπικρατείᾳ, καὶ ἀντεμβάλλῃ ταῖς ἐμβολαῖς. [95]
4 (100)
ἔδει γάρ μοι καὶ φλεγμαινόντων ὀνομάτων, ἵνα μὴ τὰ μεγάλα κακὰ σμικροπρεπέστερον διηγήσωμαι. τοῖς οὖν ἐν τῷ τοιῷδε πλέουσιν ἀπὸ λεπτοῦ φασὶ μίτου τὸ ζῆν ἠρτῆσθαι. εἰ δὲ καὶ ὁ κυβερνήτης νομοδιδάσκαλος εἴη, τίνα δεῖ ψυχὴν ἔχειν; ἐπεὶ δʼ οὖν συνήκαμεν τὸν νοῦν τῆς ἀπολείψεως τῶν πηδαλίων (δεομένων γὰρ ἡμῶν σώζειν τὴν ναῦν ἐκ τῶν ἐνόντων τὸ βιβλίον ἐπανεγίνωσκε), πειθοῦς ἀπογνόντες ἀνάγκην ἤδη προσήγομεν. καί τις στρατιώτης γεννάδας (συμπλέουσι δὲ ἡμῖν Ἀράβιοι συχνοὶ τῶν ἀπὸ τοῦ τάγματος τῶν ἱππέων) τὸ ξίφος σπασάμενος ἠπείλησε τἀνθρώπῳ τὴν κεφαλὴν ἀποκόψειν, εἰ μὴ ἀντιλήψεται τοῦ σκάφους, ὁ δὲ αὐτόχρημα Μακκαβαῖος οἷος ἦν ἐγκαρτερῆσαι τῷ δόγματι. μεσούσης δὲ ἤδη τῆς νυκτὸς ἀναπείθεται παρʼ ἑαυτοῦ πρὸς τῇ καθέδρᾳ γενέσθαι. «νῦν γάρ» φησίν «ὁ νόμος ἐφίησιν, ἐπειδὴ νῦν σαφῶς τὸν ὑπὲρ τῆς ψυχῆς θέομεν.» πρὸς τοῦτο αἴρεται θόρυβος ἐξ ἀρχῆς, ἀνδρῶν οἰμωγή, γυναικῶν ὀλολυγή· ἅπαντες ἐθεοκλύτουν ἐποτνιῶντο, τῶν φιλτάτων ὑπεμιμνήσκοντο. μόνος Ἀμάραντος εὔθυμος ἦν, ὡς αὐτίκα περιγράψων τοὺς δανειστάς. ἐμὲ δὲ ἐν τοῖς δεινοῖς (ὄμνυμί σοι θεὸν ὃν φιλοσοφία πρεσβεύει) τὸ Ὁμηρικὸν ἔθραττεν ἐκεῖνο, μὴ ἄρα ἀληθὲς εἴη τὸν καθʼ ὕδατος θάνατον ὄλεθρον εἶναι καὶ αὐτῆς τῆς ψυχῆς. λέγει γὰρ ἔστιν ὅπου τῶν ἐπῶν Αἴας δʼ ἐξαπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ, τὸν ἐν θαλάττῃ θάνατον ἀκριβεστάτην ἀπώλειαν εἶναι τιθέμενος. οὐδένα γοῦν ἄλλον ἐξαπολωλέναι φησίν, ἀλλʼ ἕκαστος ἀποθνήσκων ἄιδόσδε βεβήκε ι. ταῦτʼ ἄρα καὶ ἐν δυοῖν νεκύαιν ὁ μικρὸς Αἴας οὐδαμοῦ τοῦ δράματος εἰσενήνεκται, ὡς τῆς ψυχῆς οὐκ οὔσης ἐν ᾅδου· καὶ Ἀχιλλεύς, ἀνὴρ εὐψυχότατός τε καὶ φιλοκινδυνότατος, ἀποδειλιᾷ πρὸς τὸν ἐν ὕδατι θάνατον, ὅν γε καὶ λευγαλέον καλεῖ. Τούτους ἑλίττων τοὺς λογισμοὺς ὁρῶ τοὺς στρατιώτας ἅπαντας ἐσπασμένους τὰς μαχαίρας, καὶ πυθόμενος ἐμάνθανον παρʼ αὐτῶν ὡς καλὸν ἐπὶ τοῦ καταστρώματος ὄντας ἔτι πρὸς τὸν ἀέρα τὴν ψυχὴν ἐρυγεῖν, ἀλλὰ μὴ πρὸς κῦμα χανόντας. τούτους αὐτοφυεῖς Ὁμηρίδας ἐνόμισα καὶ ἐθέμην τῷ δόγματι. εἶτα κηρύττει τις ἐξαρτᾶσθαι χρυσίον οἷς ἐστί· καὶ οἷς ἦν ἐξήρτητο, καὶ χρυσίον καὶ ὅ τι ἄξιον χρυσίου. καὶ αἱ γυναῖκες αὐταί τε ἐσκευάζοντο καὶ τοῖς δεομένοις ἁρπεδόνας διένεμον, πάλαι καταδεδειγμένον τοῦτο ποιεῖν, νοῦν δὲ ἔχει τοιοῦτον. φέρειν δεῖ τιμὴν ἐντάφιον τὸν ἐκ ναυαγίου νεκρόν. ὁ γὰρ προστυχὼν καὶ κερδάνας νόμους Ἀδραστείας αἰδέσεται, μὴ οὐχὶ μικρόν τι μέρος ἀποδάσασθαι τῷ χαρισαμένῳ τὸ πολλαπλάσιον. καὶ οἳ μὲν ἦσαν πρὸς τούτοις, ἐγὼ δὲ παρακαθήμενος τὸ παλαμναῖον βαλάντιον, τὴν παρακαταθήκην τοῦ ξένου, ἔκλαον, ὡς οἶδεν ὁ Ξένιος, οὐκ εἰ τεθνηξοίμην, ἀλλʼ εἰ ὁ Θρᾲξ ἀποστερήσοιτο τῶν χρημάτων, ὃν καὶ ἀποθανὼν ἂν ᾐσχυνόμην. [145]
4 (150)
ἐνταῦθα μέν γε τὸ ἐξαπολωλέναι κέρδος ἦν καὶ συναπολωλέναι καὶ ἀποδρᾶναι τὴν αἴσθησιν. ὃ δὲ ἐποίει παρὰ πόδας τὸν κίνδυνον, οὐχ ἕτερον ἦν ἀλλʼ ὅτι πᾶσιν ἱστίοις ἡ ναῦς ἐφέρετο, ὑποτεμέσθαι δὲ οὐκ ἦν, ἀλλὰ πολλάκις ἐπιχειρήσαντες τοῖς καλωδίοις ἀπηγορεύκειμεν, τῶν τροχῶν ἐνδακόντων, καὶ ὑφώρμει δέος οὐκ ἔλαττον, εἰ καὶ διαγενοίμεθα ἐκ τοῦ κλύδωνος, οὕτως ἔχοντας ἐν νυκτὶ πελάζειν τῇ γῇ. φθάνει δὲ ἡμέρα, καὶ ὁρῶμεν τὸν ἥλιον ὡς οὐκ οἶδʼ εἴ ποτε ἥδιον. τὸ δὲ πνεῦμα ῥᾷον ἐγίνετο τῆς ἀλέας ἐπιδιδούσης, καὶ ἡ δρόσος ἐξισταμένη παρεῖχεν ἡμῖν κεχρῆσθαι τοῖς καλωδίοις καὶ τὸ ἱστίον μεταχειρίζεσθαι. ὑπαλλάττειν μὲν οὖν ἱστίον ἕτερον νόθον οὐκ εἴχομεν, ἠνεχυρίαστο γάρ· ἀνελαμβάνομεν δὲ αὐτὸ καθάπερ τῶν χιτώνων τοὺς κόλπους, καὶ πρὶν ὥρας εἶναι τέτταρας, ἀποβαίνομεν οἱ τὸ τεθνάναι προσδοκήσαντες ἐν ἐσχατιᾷ τινὶ πανερήμῳ καὶ οὔτε πόλιν οὔτε ἀγρὸν ἐχούσῃ γείτονα, σταδίους ἑκατόν που πρὸς τοῖς τριάκοντα κατόπιν ἀγροῦ. ἡ μὲν οὖν ναῦς ἐσάλευεν ἐπὶ μετεώρου (λιμὴν γὰρ ὁ τόπος οὐκ ἦν) καὶ ἐσάλευεν ἐπʼ ἀγκύρας μιᾶς· ἡ ἑτέρα γὰρ ἀπημπόλητο, τρίτην δὲ ἄγκυραν Ἀμάραντος οὐκ ἐκτήσατο. ἡμεῖς δὲ ἐπειδὴ τῆς φιλτάτης ἡψάμεθα γῆς, περιεβάλομεν ὥσπερ ἔμψυχον οὖσαν μητέρα, καὶ ἀποθύσαντες ὕμνους τῷ θεῷ χαριστηρίους ὥσπερ εἰώθειμεν, προσεθήκαμεν αὐτοῖς καὶ τὴν ἔναγχος τύχην ὑφʼ ἧς παρὰ δόξαν ἐσώθημεν, δύο ἑξῆς ἐπιμείναντες ἡμέρας, ἕως ἂν ἀφυβρίσῃ τὸ πέλαγος. ἐπεὶ δὲ ἄπορον ἦν ὁδῷ χρήσασθαι, μηδενὸς ἀνθρώπων ὁρωμένου, πάλιν ἐπετολμήσαμεν τῇ θαλάσσῃ· καὶ ἄραντες εὐθὺς ἀρχομένης ἡμέρας ἐπλέομεν ἐκ πρύμνης ἀνέμῳ πᾶσαν αὐτὴν καὶ τὴν ἐπιγενομένην ἡμέραν, ἧς ἤδη ληγούσης τὸ πνεῦμα ἀπέλιπεν ἡμᾶς, καὶ ἡμεῖς ἠνιάθημεν. ἐμέλλομεν δὲ ἄρα ποθήσειν γαλήνην. ἦν μὲν οὖν τρισκαιδεκάτη φθίνοντος, ἐπῃωρημένου δὲ τοσούτου κινδύνου, μελλούσης εἰς ταὐτὸ συνδραμεῖσθαι τῆς τε συνόδου τῶν ἄστρων καὶ τῶν πολυθρυλήτων τυχαίων, ἃ μηδείς ποτέ φασι πλέων ἐθάρσησε, καὶ δέον ἡμᾶς ἐλλιμενίζειν, οἳ δʼ ἐλελήθειμεν αὖθις ἀναδεδραμηκότες ἐπὶ τὸ πέλαγος. ἡ δὲ στάσις ἤρξατο μὲν ἀπὸ τῶν ἀρκτικῶν πνευμάτων, καὶ ὗσέ γε πολλὰ κατὰ τὴν συνοδικὴν νύκτα. ἔπειτα ἠκόσμει τὰ πνεύματα, καὶ ἡ θάλαττα κυκεὼν ἐγεγόνει. τὰ δὲ περὶ ἡμᾶς, οἷα εἰκὸς ἐν τοῖς τοιούτοις, ἵνα μὴ πάθη παραπλήσια δὶς ἀφηγώμεθα, ὤνησέ τι τὸ μέγεθος τοῦ χειμῶνος. τὸ κέρας ἐτετρίγει, καὶ ἡμεῖς ᾠόμεθα προτονίζειν τὴν ναῦν. εἶτα κατεαγὸς μέσον ἐγγὺς μὲν ἦλθεν ἀπολέσαι πάντας ἡμᾶς· ἐπεὶ δὲ οὐκ ἀπώλεσεν, αὐτὸ δὴ τοῦτο καὶ περιέσωσεν· οὐ γὰρ ἦν ἄλλως ἐνέγκαι τὴν βίαν τοῦ πνεύματος, πάλιν δὲ δυσπειθὲς ἦν τὸ ἱστίον καὶ οὐκ εὔτροχον εἰς καθαίρεσιν. [195]
4 (200)
οὕτως οὖν παρὰ δόξαν ἀποφορτισάμενοι τὴν ἀπληστίαν τῆς βιαίας φορᾶς ἡμέραν ἑξῆς καὶ νύκτα ἠνέχθημεν, ἧς ἤδη περὶ δευτέραν οὔσης ὀρνίθων ᾠδήν, ἐλάθομεν ἐγχρίμψαντες ἀκαρῆ πέτρᾳ προβεβλημένῃ τῆς γῆς ὅσον εἶναι βραχεῖαν χερρόνησον. βοῆς δὲ γενομένης ἐπειδή τις παρηγγύησεν αὐτῇ γῇ πελάσαι, θροῦς ἤρθη πολὺς καὶ ἥκιστα ξύμφωνος, τῶν μὲν ναυτῶν πεφρικότων, ἡμῶν δὲ ἐξ ἀπειρίας τὼ χεῖρʼ ἐπικροτούντων, καὶ περιβαλλόντων ἀλλήλους καὶ οὐκ ἐχόντων ὅπως χρησώμεθα τῷ πλήθει τῆς χαρᾶς. ἐλέγετο δὲ ὁ μέγιστος αὐτὸς εἶναι τῶν περιστάντων ἡμᾶς κινδύνων. ἤδη δὲ ὑποφαινομένης ἡμέρας κατασείει τις ἄνθρωπος χωριτικῶς ἐσταλμένος, καὶ δείκνυσι τῇ χειρὶ τόπους ὑπόπτους καὶ ἑτέρους οὓς ἔδει θαρρῆσαι. καὶ τέλος ἧκεν ἐπὶ κελητίου δισκάλμου, ὅπερ ἐξάψας τοῦ πλοίου μεταχειρίζεται τὸ πηδάλιον, ὁ δὲ Σύρος ἄσμενος ἐξέστη τῆς προεδρίας. ἀναλύσας δὲ σταδίους οὐ πλεῖν ἢ πεντήκοντα τήν τε ναῦν ἐνορμίζει λιμενισκίῳ χαρίεντι (Ἀζάριον οἶμαι καλοῦσιν αὐτό), καὶ ἡμᾶς ἐπὶ τῆς ᾐόνος ἀπεβίβασε, σωτὴρ καὶ δαίμων ἀγαθὸς ἀποκαλούμενος. καὶ μετὰ μικρὸν ἑτέραν ὁλκάδα εἰσήλασε, καὶ πάλιν ἄλλην, καὶ πρὶν ἑσπέραν εἶναι, πέντε γεγόναμεν ὑπὸ τοῦ θεσπεσίου πρεσβύτου περισωθεῖσαι φορτίδες, πρᾶγμα ἐναντιώτατον τῷ Ναυπλίῳ ποιοῦντος· καὶ γὰρ οὐχ ὡς ἐκεῖνος τοὺς ἀπὸ χειμῶνος ἐδέξατο. ἐς δὲ τὴν ὑστεραίαν ἄλλοι κατῆραν, ὧν ἔνιοι τῶν προλαβόντων ἡμᾶς ἦσαν ἀπὸ Ἀλεξανδρείας ἡμέραν. καὶ νῦν ὁλόκληρός ἐσμεν στόλος ἐν νεωρίῳ μικρῷ. ἐπεὶ δὲ ἡμῖν ἤδη καὶ τὰ ἐφόδια κατεδήδοτο (οὐ γὰρ ὄντες ἐθάδες ἀτυχεῖν οὐδʼ ἐλπίσαντες ἂν ὑπερήμεροι γενέσθαι μέτρια γε ἐνετιθέμεθα, καὶ οὐδὲ τούτοις μετρίως ἐχρώμεθα), ὁ πρεσβύτης καὶ τοῦτο ἠκέσατο, δοὺς μὲν οὐδέν (οὐδὲ γὰρ οὐδʼ ὅμοιος ἦν ἔχοντι), δείξας δὲ πέτρας, ἐν αἷς ἄριστον ἔφη καὶ δεῖπνον ἑκάστης ἡμέρας κεκρύφθαι τοῖς βουλομένοις πονεῖν. ἐντεῦθεν ἰχθυώμενοι ζῶμεν ἡμέραν ἑβδόμην ἤδη, οἱ μὲν ἐντελεῖς μυραίνας τε καὶ καράβους εὐμεγέθεις αἱροῦντες, τὰ δὲ μειράκια κωβιοὺς εὐτυχεῖ καὶ ἰούλους. ἐγὼ δὲ καὶ ὁ θρησκευτὴς ὁ Ῥωμαῖος ἐπὶ ταῖς λεπάσι ῥωννύμεθα. ἡ δὲ λεπὰς ὄστρεόν ἐστι κοῖλον, ὅπερ ἐπειδὰν ἐπιλάβηται πέτρας, ἀπισχυρίζεται. τὰ μὲν οὖν πρῶτα γλίσχρως ἐζῶμεν ἀπὸ τῆς θήρας, περιεχόμενος ἕκαστος ὅτου καὶ λάβοιτο, ἐδίδου δὲ δῶρα οὐδεὶς οὐδενί· νυνὶ δὲ ἐν ἀφθονωτέροις ἅπαντες ἀπὸ τοιᾶσδε αἰτίας. αἱ γυναῖκες ταῖς γυναιξίν, αἱ Λίβυσσαι ταῖς πλεούσαις, βούλοιντο μεντἂν καὶ τὸ ὀρνίθων γάλα παρασχεῖν. [245]
4 (250)
παρέχουσι γοῦν ὅσα αὐταῖς ἀήρ τε φέρει καὶ γῆ, τυρούς, ἄλευρα, πέμματα ἐκ κριθῶν, κρέα ἄρνεια, ἀλεκτορίδας, ᾠὰ ἀλεκτόρεια. ἤδη δέ τις καὶ ὠτίδα ἔδωκεν, ὄρνεον ἐκτόπως ἡδύ· ἰδὼν ἂν ἄγροικος ἐπείποι ταῶν. αὗται δὴ κατακομίζουσιν ἐπὶ τὴν ναῦν τὰ δῶρα, αἳ δὲ δεχόμεναι κοινοῦνται τοῖς βουλομένοις. οἳ δὲ ἡμῖν ἤδη τὰ ἀπὸ τῆς θήρας δωροῦνται, καὶ ἥκει τις ἄλλος ἐπʼ ἄλλῳ, παῖς ἐπʼ ἀνδρὶ καὶ ἀνὴρ ἐπὶ παιδί, φέρων ἀεί τί μοι ξένιον, ὃ μὲν ἠγκιστρωμένον ἰχθύδιον, ὃ δὲ ἄλλος ἄλλο τι, πάντως ἕν γέ τι ἀγαθὸν ὧν φέρουσι πέτραι. ἐμοὶ γὰρ οὐκ ἔστι βουλομένῳ τὰ παρὰ τῶν γυναικῶν δέχεσθαι, σὴν χάριν καὶ τοῦτο, ἵνα μή τις ἐκεχειρία μοι πρὸς αὐτὰς γένηται, κᾆτα ἐπειδὰν ἐξόμνυσθαι δέῃ, διαποροίην ἀρνούμενος. ἐπεὶ τί ἐκώλυε τό γε ἐπὶ τοῖς ἐπιτηδείοις τρυφᾶν; οὕτω πολλὰ πολλαχόθεν συρρεῖ. σὺ μὲν οὖν ἀρετὴν λογιῇ τὴν φιλοφροσύνην τῶν ἐγχωρίων ἣν εἰς τὰς ἐπιξενουμένας ἐνδείκνυνται· τὸ δὲ ἑτεροῖόν ἐστιν, οἷον ἄξιον εἶναι καὶ διηγήσασθαι, καὶ ταῦτα ἐπὶ τῆς νῦν ἐμοὶ παρούσης σχολῆς. μήνιμα Ἀφροδίτης, ὡς εἰκάσαι, κατέχει τὴν χώραν· δυστυχοῦσι γὰρ ὅπερ αἱ Λήμνιαι. καὶ γὰρ ὑπερμαζῶσι καὶ ἀσυμμέτρως ἔχουσι τῶν στέρνων, ὥστε τὰ βρέφη μὴ διὰ μάλης ἀλλὰ διὰ τῶν ὤμων σπᾶν τῆς θηλῆς ἀναβεβλημένης. εἰ μή τις εἴποι τὸν Ἄμμωνα καὶ τὴν Ἄμμωνος γῆν οὐ μᾶλλον εἶναι μηλοτρόφον ἢ κουροτρόφον ἀγαθήν, ἀνεῖναι δὲ τὴν φύσιν ἀνθρώποις ὁμοίως καὶ κτήνεσι δαψιλεστέρας καὶ ἁδροτέρας τὰς τοῦ γάλακτος πίδακας, καὶ εἰς τοῦτο δεῖν ἁδροτέρων οὐθάτων τε καὶ θυλάκων. μανθάνουσαι δὴ παρὰ τῶν ἀνδρῶν, οἷστισι συμβόλαιον γέγονε πρὸς ἄνθρωπον ὑπερόριον, ὅτι μὴ πᾶν τὸ θῆλυ τοιοῦτόν ἐστιν, ἀπιστοῦσι· καὶ ἐπειδὰν λάβωνται γυναικὸς ξένης, φιλοφρονοῦνται καὶ πάντα δρῶσιν, ἔστʼ ἂν τὰς ἀγκάλας διερευνήσωνται. ἡ δὲ ἰδοῦσα λέγει πρὸς ἄλλην, καὶ καλοῦσιν ἀλλήλας ὥσπερ οἱ Κίκονες· αἳ δὲ συμφοιτῶσιν ἐπὶ τὴν θέαν, κἀπὶ τούτῳ δωροφοροῦσιν. ἡμῖν δὲ ἦν τι καὶ τῶν ἐκ τοῦ Πόντου θεραπαινίδιον, ὃ συνελθοῦσαι τέχνη καὶ φύσις ὑπὲρ τοὺς μύρμηκας ἔντομον ἔδειξαν. ἀμφὶ τοῦτο ἦν ἅπασα σπουδή, καὶ τοῦτο παρὰ τῶν γυναικῶν ἐνεπορεύετο, καὶ μετεπέμποντο αὐτὸ πρότριτα ἄλλη παρʼ ἄλλης γυναῖκες τῶν ἀγρογειτόνων εὐδαίμονες· τὸ δὲ οὕτω τι σφόδρα ἰταμὸν ἦν ὥστε καὶ ἀποδύσασθαι. τοῦτό σοι δρᾶμα ἐκ τραγικοῦ κωμικὸν ὅ τε δαίμων ἡμῖν ἐνήρμοσε κἀγὼ τοῖς πρὸς σὲ γράμμασι. καὶ οἶδα μὲν ἐκτείνας τὴν ἐπιστολὴν εἰς μῆκος τοῦ μετρίου μεῖζον, ἀλλʼ ὥσπερ τοῦ συνεῖναί σοι κατὰ πρόσωπον, οὕτω καὶ τοῦ γράφειν ἀπλήστως ἔχω· ἅμα δὲ οὐδὲ ἐλπίσας ἔτι σοι διαλέξεσθαι, νῦν ἐπειδὴ ἐξόν, ἐμφοροῦμαι. [295]
4 (300)
ἀλλὰ κἂν ταῖς ἐφημερίσι, περὶ ἃς ἐσπούδακα, τὴν ἐπιστολὴν ἐναρμόσας ὡς συχνῶν ἡμερῶν ἔχοιμʼ ἂν ὑπομνήματα. ἔρρωσο, καὶ τὸν υἱὸν Διόσκορον κέλευε μετὰ τῆς μητρὸς καὶ τῆς τήθης, ἃς ἐγὼ καὶ φιλῶ καὶ ἐν ἀδελφαῖς ἄγω. ἄσπασαι τὴν θεοφιλεστάτην καὶ σεβασμιωτάτην φιλόσοφον, καὶ τὸν εὐδαίμονα χορὸν τὸν ἀπολαύοντα τῆς θεσπεσίας αὐδῆς, ἐκ πάντων δὲ μάλιστα τὸν ἱερώτατον πατέρα Θεότεκνον καὶ τὸν ἑταῖρον ἡμῶν Ἀθανάσιον. τὸν δὲ ὁμοψυχότατον ἡμῖν Γάιον εὖ οἶδʼ ὅτι φρονῶν ὅσα ἐγὼ μετὰ τῶν συγγενῶν τάττεις. μετʼ ἐκείνων οὖν προσειρήσθω καὶ ὁ θαυμάσιος γραμματικὸς Θεοδόσιος, ὃς εἰ καὶ μάντις ὢν ἔκρυπτεν ἡμᾶς (προγνοὺς γὰρ ἐν οἷς ἔσομαι, κατέβαλε τὴν προθυμίαν τῆς σὺν ἡμῖν ἀποδημίας), ἀλλʼ οὖν ἔγωγε αὐτὸν καὶ φιλῶ καὶ ἀσπάζομαι. σὺ δὲ μηδέποτε πλεύσειας. εἰ δέ ποτε πάντως δεήσει, ἀλλὰ μή τι φθίνοντός γε μηνός. Τοῖς πρεσβυτέροις. [315]
5 (t)
Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον ἢ πεποιθέναι ἐ π ’ ἄνθρωπο ν. ἀλλὰ τοὺς ἐκ τῆς ἀθεωτάτης αἱρέσεως Εὐνομίου πυνθάνομαι, Κυντιανὸν ὄνομα καὶ τὴν ἐπὶ στρατοπέδου θρυλουμένην ὑπʼ αὐτῶν δυναστείαν προστησαμένους, μοιχᾶν πάλιν τὴν ἐκκλησίαν καὶ ψευδοδιδασκάλους τινὰς ἐφιστάναι παγίδα ταῖς τῶν ἀκεραιοτέρων ψυχαῖς, οὓς ἔναγχος οἱ παρὰ Κυντιανοῦ σταλέντες ἐπʼ αὐτὸ τοῦτο καταπεπλεύκασιν ἄγοντες. ἡ γὰρ δίκη πρόσχημα τῆς ἀσεβείας ἐστί, μᾶλλον δὲ ἀγὼν ὑπὲρ ἀσεβείας. οὗτοι τοίνυν οἱ νόθοι πρεσβύτεροι, οἱ νεήλυδες ἀπόστολοι τοῦ διαβόλου τε καὶ Κυντιανοῦ, μὴ λάθωσιν ὑμᾶς ἐμπηδήσαντες ᾧ ποιμαίνετε ποιμνίῳ, μὴ λάθωσιν ὑμᾶς τῷ σίτῳ τὸ ζιζάνιον παρασπείροντες. κατάδηλοι πᾶσίν εἰσιν αἱ τούτων καταφυγαί. ἴστε τίνες ἀγροὶ δέξαιντʼ ἂν αὐτούς, ἴστε τίνες οἰκίαι τοῖς λῃσταῖς ἀνεῴγασι. μετέλθετε τοὺς φῶρας ῥινηλατοῦντες, ζηλωταὶ γενέσθε τῆς εὐλογίας τῆς Μωσαϊκῆς, ἣν εὐλόγησε τοὺς ἄνδρας, οἳ κατὰ τῶν ἠσεβηκότων ἐν τῇ παρεμβολῇ καὶ γνώμην καὶ χεῖρας ἐκίνησαν. ἐκεῖνο δὲ εἰπεῖν ἄξιον πρὸς ὑμᾶς, ἀδελφοί. τὰ καλὰ καλῶς γινέσθω, ἡ ὑπὲρ κέρδους ἔρις ἀνῃρήσθω, ἅπαντα διὰ τὸν θεὸν ἐγχειρείσθω. οὐ δεῖ τὴν αὐτὴν ἀρετῆς εἶναι καὶ πονηρίας ὑπόθεσιν. ὑπὲρ εὐσεβείας ὁ δρόμος, ὑπὲρ ψυχῶν ἀγωνιστέον, μή τινας ἀπὸ τῆς ἐκκλησίας συλήσωσιν, ὅπερ ἔθος ἤδη πεποίηνται. ὃς δʼ ἂν τὴν ἐκκλησίαν προστησάμενος αὔξῃ βαλάντιον, καὶ διὰ τοῦ δοκεῖν εἶναι χρήσιμος ἐν καιροῖς ἀπαιτοῦσι δριμύτητα δυναστείαν ἑαυτῷ κατεργάζηται, οὗτός ἐστιν ὃν ἡμεῖς συνόδου Χριστιανῶν ἐκκηρύττομεν. οὐκ ἐποίησεν ὁ θεὸς ἀτελῆ τὴν ἀρετήν, οὐ δεῖται πονηρίας συμμάχου, οὐκ ἐπιλείψουσι στρατιῶται τῷ θεῷ πρέποντες ἐκκλησίαις· εὑρήσει συμμάχους ἐνταῦθα μὲν ἀμίσθους, ἐν οὐρανῷ δὲ ἐντελομίσθους. ὑμεῖς οὗτοι γίνεσθε· καλὸν μὲν γὰρ καὶ κατορθοῦσι συνεύξασθαι, καλὸν δὲ καὶ παραβαίνουσιν ἐπαράσασθαι. ὅστις ἂν οὖν μαλακίσηται καὶ προδῷ, καὶ ὅστις ἂν ἐπεξέλθῃ μὲν ἁρπάσῃ δέ τι τῶν ἀλλοτρίων, μὴ ἀναίτιος γένοιτο τῷ θεῷ. ἓν τοῦτο μόνον εἰς μέσον ἑλκύσατε, καὶ τοὺς τραπεζίτας τοὺς πονηροὺς τοὺς καθάπερ νόμισμα τὸ δόγμα τὸ θεῖον παραχαράττοντας περιενέγκατε· πᾶσι ποιήσατε καταφανεῖς οἵτινές εἰσι. κᾆθʼ οὕτως ἄτιμοι τῶν Πτολεμαΐδος ὅρων ἀπεληλάσθωσαν, ὅ τι σὺν αὐτοῖς ἥκει χρῆμα πᾶν ἀμειαγώγητον ἀποφέροντες. ὁ δὲ παρὰ ταῦτα ποιῶν ἐπάρατος τῷ θεῷ. ὅστις ἀσεβῆ σύνοδον ἰδὼν παρεῖδεν ἢ ἀκούσας παρήκουσεν ἢ κέρδει παρʼ αὐτῶν ἐμολύνατο, τούτους ἡμεῖς Ἀμαληκίτας εἶναι διαταττόμεθα, παρʼ ὧν οὐκ ἔξεστι κομίσασθαι λάφυρον. περὶ δὲ τοῦ λαβόντος φησὶν ὁ θεὸς μεταμεμέλημαι ὅτι ἐβασίλευσα τὸν Σαού λ. [45]
5 (50)
ἀλλʼ ὑμῶν ἐπὶ μηδενὶ μεταμέλοιτο, ἀλλὰ μέλοι μὲν ὑμῶν τῷ θεῷ, μέλοι δὲ ὑμῖν τοῦ θεοῦ. Ἀνυσίῳ.
6 (t)
Ὁ δὲ Καρνᾶς ἔτι μέλλει, καὶ οὔθʼ ἑκὼν οὔθʼ ὑπʼ ἀνάγκης γίνεται δίκαιος. χρὴ δὲ ἥκειν αὐτὸν ὡς ἡμᾶς ἵνʼ εἰδῶμεν ὅ τι καὶ λέγει, καὶ οἷστισιν ὀφθαλμοῖς ἡμᾶς ἀντιβλέψεται, παρʼ ὧν ἠξίωσε καὶ ἀκόντων ὃν κέκλοφεν ἵππον ὠνήσασθαι, ἵνα μὴ στρατιώτης, φησίν, ἄνιππος ᾖ. προτείνει δὲ κομιδῇ σμικρὸν ἀργυρίδιον καὶ μὴ ἀποδομένοις οὐκ ἀποδίδωσιν, ἀλλʼ οἴεται σὺν δίκῃ τὸν ἵππον ἔχειν, καὶ ταῦτα οὐκ ὢν Ἀγαθοκλῆς ἢ Διονύσιος, οἷς αἱ τυραννίδες ἐπέτρεπον οὕτω πάνυ πονηροῖς εἶναι, ἀλλὰ Καρνᾶς ὁ Καπφαροδίτης, ὃν οὐ χαλεπὸν ἐπαναγαγεῖν εἰς τοὺς νόμους. ἂν οὖν διαγάγῃ τις αὐτὸν ὡς σέ, μηδὲ ἡμεῖς ἀγνοήσωμεν, ἵνα τοὺς κατὰ πρόσωπον ἐξελέγξοντας αὐτὸν ἀπὸ Κυρήνης καλέσωμεν. Θεοδώρῳ καὶ τῇ ἀδελφῇ. [10]
7 (t)
Πῶς δοκεῖτε δέδηγμαι τὴν καρδίαν ἐκδεδομένου λόγου κατὰ τὴν πόλιν ὅτι δεινῇ τινὶ καὶ πέρα δεινῆς ὀφθαλμίᾳ παλαίεις, ἀπειλούσῃ ταῖς ὄψεσι κίνδυνον; ἔπειτα πέφηνεν ὁ λόγος ψευδής, καὶ οἶμαί τις παμπόνηρος ἄνθρωπος προφάσεως εἰλημμένος τοῦ τῆς ὀφθαλμίας ὀνόματος ἦρεν ἐπὶ μέγα τὴν φήμην, καὶ ἐτραγῴδησε. τράποιτο μὲν οὖν εἰς ἐκεῖνον αὐτὸν ἅττα ὑμῶν κατεψεύσατο, τῷ δὲ θεῷ χάρις ὅτι παρέσχεν ἡμῖν ἀκοῦσαι καλλίονα. χρῆν δὲ μή, τὸ λεγόμενον, ἄστροις τὰ καθʼ ὑμᾶς σημαίνεσθαι μηδὲ τί λέγει φήμη πυνθάνεσθαι, ἀλλὰ μάλιστα μὲν ἔχειν συνόντας· εἰ δὲ μή, γράμμασιν ὑμετέροις ἐντυγχάνειν καὶ παρʼ ὑμῶν τὰ περὶ ὑμῶν εἰδέναι. ἀλλʼ ὑμεῖς ἡμῶν λίαν ἀμελεῖτε, ὥσπερ ἴσως ὁ θεὸς βούλεται. Τῷ ἀδελφῷ. [10]
8 (t)
Οὐ μὴ ἐρεῖς ὡς ἔλαθεν ὑμᾶς ὁ διακομιστὴς τῶν πανηγυρικῶν γραμμάτων, ἀλλʼ ἰδόντες παρεοράκατε, καὶ οὐκ ἔδοξεν ὑμῖν ἄξιον εἶναι τὸν ἀδελφὸν ἐν μνήμῃ ποιήσασθαι, καὶ ἐπιθεῖναι πρὸς αὐτὸν γράμμα μηνῦον ὅπως ἔχετε καὶ ἐν τίσιν ἐστέ· ἐμοὶ γὰρ οὐκ ἀμελές ἐστιν εἰδέναι τὰ περὶ ὑμῶν, ἀλλʼ ἐπείπερ ἐν ἅπασι λυποῦμαι τοῖς ἐμαυτοῦ, βουλοίμην ἂν ἐν τοῖς ὑμετέροις εὐφραίνεσθαι. ὑμεῖς δὲ καὶ ταύτης με τῆς παραμυθίας ἀφῄρησθε. χρῆν δὲ οὐχί· καὶ γὰρ εἰ μὴ γεγόναμεν ἀπὸ τῶν αὐτῶν, ἀλλὰ τροφαὶ κοιναὶ καὶ παιδεῖαι κοιναὶ καὶ τί γὰρ οὐχὶ κοινόν; πάντα διὰ πάντων ἡμᾶς ἀλλήλοις ᾠκείωσεν. ἀλλὰ γάρ ἐστιν, ὥσπερ λέγεται, δυσημερία πρᾶγμα δεινόν· καὶ ὅταν ἥκῃ τινὶ χρόνος ἀντίξους, ἐνταῦθα τά τε ἄλλα πάντα καὶ ἀδελφῶν γνῶμαι καὶ φίλων ἐλέγχονται. ἐμοὶ δὲ ἀποχρήσει καὶ παρʼ ἑτέρων πυνθάνεσθαι τὰ περὶ ὑμῶν. μόνον ὁ θεὸς ἀγαθῶν εἴη νομεύς· τοιούτου γὰρ ἐρῶμεν ὑπὲρ ὑμῶν ἀκροάματος. Θεοφίλῳ ἀρχιεπισκόπῳ. [15]
9 (t)
Βαθύ σε γῆρας καὶ λιπαρὸν περιμείνειεν, ἁγιώτατε καὶ σοφώτατε· τά τε γὰρ ἄλλα τῷ βίῳ κέρδος ἂν εἴης σωζόμενος, καὶ μεγίστη προσθήκη τῷ διδασκαλείῳ τοῦ Χριστοῦ γίνεται ὁ τῶν πανηγυρικῶν βιβλίων ἀριθμὸς τοῖς ἐνιαυτοῖς συναυξανόμενος. ὡς ὅ γε τῆτες καταπεμφθεὶς λόγος καὶ ἧσε τὰς πόλεις καὶ ὤνησε, τὸ μὲν τῷ μεγέθει τῶν νοημάτων, τὸ δὲ τῶν ὀνομάτων τῇ χάριτι. Τῇ φιλοσόφῳ Ὑπατίᾳ. [5]
10 (t)
Αὐτήν τέ σε καὶ διὰ σοῦ τοὺς μακαριωτάτους ἑταίρους ἀσπάζομαι, δέσποινα σεβασμία, πάλαι μὲν ἂν ἐγκαλέσας ἐφʼ οἷς οὐκ ἀξιοῦμαι γραμμάτων, νῦν δὲ οἶδα παρεοραμένος ὑφʼ ἁπάντων ὑμῶν ἐφʼ οἷς ἀδικῶ μὲν οὐδὲν ἀτυχῶ δὲ πολλὰ καὶ ὅσα ἄνθρωπος ἀτυχῆσαι δύναται. ἀλλʼ εἴπερ εἶχον ἐντυγχάνειν ὑμετέραις ἐπιστολαῖς καὶ μανθάνειν ἐν οἷς διατρίβετε (πάντως δὲ ἐν ἀμείνοσίν ἐστε καὶ καλλίονος πειρᾶσθε τοῦ δαίμονος), ἐξ ἡμισείας ἂν ἔπραττον πονήρως ἐν ὑμῖν εὐτυχῶν· νυνὶ δὲ ἕν τι καὶ τοῦτο τῶν χαλεπῶν ἐστὶν ἅ με κατείληφεν. ἀπεστέρημαι μετὰ τῶν παιδίων καὶ τῶν φίλων καὶ τῆς παρὰ πάντων εὐνοίας, καὶ τὸ μέγιστον, τῆς θειοτάτης σου ψυχῆς, ἣν ἐγὼ μόνην ἐμαυτῷ ἐμμενεῖν ἤλπισα κρείττω καὶ δαιμονίας ἐπηρείας καὶ τῶν ἐξ εἱμαρμένης ῥευμάτων. Τοῖς πρεσβυτέροις. [15]
11 (t)
Οὔτε πρότερον ὑμῶν ἐγὼ περιῆν, ἁπάσῃ ῥώμῃ καὶ μηχαναῖς ἐκκλίνας ἱερωσύνην, οὔτε νῦν ὑμεῖς ἐμοῦ κεκρατήκατε, ἀλλὰ θεῖον ἄρα ἦν καὶ τὸ μήπω τότε καὶ τὸ νῦν ἤδη. ἐγὼ δὲ πολλοὺς ἂν θανάτους ἀντὶ τῆσδε τῆς λειτουργίας εἱλόμην· οὐ γὰρ κατʼ ἐμαυτὸν εἶναι τὸν ὄγκον ἐλογιζόμην τοῦ πράγματος. τοῦ θεοῦ δὲ ἐπενεγκόντος οὐχ ὅπερ ᾔτουν ἀλλʼ ὅπερ ἐβούλετο, εὔχομαι τὸν γενόμενον νομέα τοῦ βίου γενέσθαι καὶ τοῦ νεμηθέντος προστάτην. ὁ γὰρ ἐννεάσας τῇ κατὰ φιλοσοφίαν σχολῇ καὶ θεωρίᾳ τῶν ὄντων ἀπράγμονι, καὶ τοσοῦτον ὁμιλήσας φροντίσιν ὅσον ἀφοσιώσασθαι τῷ μετὰ σώματος βίῳ καὶ τῷ πολίτης γεγονέναι πόλεως, πῶς ἀρκέσω μερίμναις ἐχούσαις συνέχειαν; ἢ πῶς ἐμαυτὸν ἐπιδοὺς ὄχλῳ πραγμάτων ἔτι προσβαλῶ τοῖς νοῦ κάλλεσιν, ἃ μόνης ἐστὶ καρποῦσθαι τῆς μακαρίας σχολῆς; ἧς χωρὶς ἐμοὶ καὶ τοῖς ὁμοίοις ἐμοὶ πᾶς ὁ βίας ἀβίωτος; ἐγὼ μὲν οὐκ ἂν εἰδείην. τῷ θεῷ δέ, φασί, πάντα δυνατά, καὶ τὰ ἀδύνατα. αὐτοί τε οὖν ὑπὲρ ἐμοῦ χεῖρας ἱκέτιδας ἄρατε πρὸς θεόν, καὶ τῷ τε ἐν ἄστει δήμῳ καὶ ὅσοι κατʼ ἀγροὺς ἢ κωμητικὰς ἐκκλησίας αὐλίζονται τὰς ὑπὲρ ἡμῶν εὐχὰς καὶ κοινῇ καὶ καθʼ ἕνα πᾶσι παρεγγυήσατε. εἰ γὰρ μὴ ἔρημος ἀπολειφθείην θεοῦ, τότε γνώσομαι τὴν ἱερωσύνην οὐκ ἀπόβασιν οὖσαν φιλοσοφίας ἀλλʼ εἰς αὐτὴν ἐπανάβασιν. Κυρίλλῳ. [25]
12 (t)
Ἴθι παρὰ τὴν μητέρα τὴν ἐκκλησίαν, ἀδελφὲ Κύριλλε, ἧς οὐκ ἀπεκόπης ἀλλʼ εἰς καιρὸν ἐχωρίσθης, ὃς ταῖς τῶν ἁμαρτημάτων ἀξίαις διώρισται. δοκῶ γὰρ εἰδέναι σαφῶς ὅτι τοῦτʼ ἂν πάλαι καὶ ὁ κοινὸς ἡμῶν πατὴρ ὁ τῆς ὁσίας μνήμης ἐποίησεν, εἰ μὴ τὸ χρεὼν ἔφθασε· τὸ γὰρ ἐν μέτρῳ τάξαι τὴν τιμωρίαν γνώμης ἦν εὐθὺς ὑπισχνουμένης συγγνώμην. αὐτὸν οὖν ἐκεῖνον τὸν ὅσιον ἱερέα νόμιζέ σοι δεδωκέναι τὴν κάθοδον, καὶ πρόσελθε τῷ θεῷ καθαρευούσῃ πάθους ψυχῇ καὶ ἀμνηστίαν ἐχούσῃ κακῶν. ἀλλὰ καὶ διὰ πάσης εὐφήμου μνήμης ἄγε τὸν ἱερὸν ἐκεῖνον καὶ θεοφιλῆ πρεσβύτην, τὸν ἀποδείξαντά σε πρόεδρον δήμου. πάντως σοι τοῦτο οὐκ ἀποθύμιον. Πέτρῳ πρεσβυτέρῳ. [10]
13 (t)
Θεὸς ἡγείσθω παντὸς ἔργου καὶ λόγου. τὸν δὲ διακομιστὴν τῶν πανηγυρικῶν γραμμάτων, ἃ καταγγέλλει τὴν κυρίαν τῆς ἑορτῆς ἡμέραν ἐννεακαιδεκάτην τοῦ Φαρμουθὶ μηνός, ὡς τῆς ἐπὶ ταύτην ἀγούσης νυκτὸς τὸ ἀναστάσιμον ἐχούσης μυστήριον, τοῦτον καὶ προσιόντα καὶ ἐπανιόντα φιλανθρωπίας ἁπάσης ἀξιώσατε καὶ ἀμοιβῇ ζῴων ἐφʼ ἑκάτερα πέμψατε, ὅστις ὑπὲρ τοῦ μὴ γενέσθαι ταῖς ἐκκλησίαις ἐκλιπὲς ἔθος ἀρχαῖον καὶ πάτριον μέσοις ἑαυτὸν τοῖς τῶν πολεμίων ὅπλοις ἐπέδωκεν, ὑποστὰς ὁδοιπορῆσαι διʼ ὑπόπτου τῆς χώρας. ταῦτα καὶ πείθει τὴν πόλιν ὑπὲρ ἡμῶν εὔχεσθαι· δεῖ γὰρ αὐτὴν ἐντεῦθεν ἤδη τὴν τῆς ἐφʼ ἡμῖν ἀβουλίας αἴσθησιν δέξασθαι, ἥτις ἐκάλεσεν εἰς ἱερωσύνην οὐχ ᾧ παρρησία τίς ἐστι πρὸς θεὸν ὅλου δήμου διαβάντι προεύξασθαι, ἀλλʼ ὅστις αὐτὸς ὑπὲρ τοῦ σωθῆναι δεῖται γενέσθαι δημαίτητος. ἐπεὶ καὶ τῆς ἐνθάδε συνόδου (πλῆθος δὲ συχνῶν ἱερέων) συντυχία τις ἦν, ἣν ὁ νῦν καιρὸς ἤθροισεν, ἐπιθεμένῳ μοι γράψαι πρὸς ὑμᾶς. εἰ δὲ μηδὲν ἔσχον εἰπεῖν οἷον ἀκούειν εἰώθατε, συγγνώμη μὲν ἐμοὶ τοῦτο, ἔγκλημα δὲ ὑμῖν, ὅτι τὸν οὐκ εἰδότα τὰ λόγια τοῦ θεοῦ τῶν εἰδότων ἀνθείλεσθε. Ἀνυσίῳ. [20]
14 (t)
Οὕτως ἀμύνουσι γονεῦσι παῖδες. ἀπέχω τὴν χάριν. Καρνᾶς ἱκέτης μου γέγονεν, οὗ τὴν ἱκεσίαν ὁ θεὸς αἰδεσιμωτέραν ἐποίησε· ποῦ γὰρ ἱερέως εἰς ἰδίαν ὑπόθεσιν περιιδεῖν ἀγώγιμον ἄνθρωπον ἐν νηστίμοις ἡμέραις; ὅστις οὖν ἦγεν αὐτόν, οὐκ ἀφῆκεν ἀλλʼ ἀφῃρέθη τὸν ἄνθρωπον. ἂν οὖν ὑπὲρ τοῦ βεβιάσθαι σοι δῶ δίκην, περιέστημεν ἡμεῖς εἰς τὸ τοῖς μὲν ἠδικηκόσι γενέσθαι φιλάνθρωποι, αὐτοὺς δὲ τοὺς μηδὲν ἀδικοῦντας ἠδικηκέναι. Τῇ φιλοσόφῳ. [5]
15 (t)
Οὕτω πάνυ πέπραγα πονήρως, ὥστε ὑδροσκοπείου μοι δεῖ. ἐπίταξον αὐτὸ χαλκευθῆναί τε καὶ συνενωθῆναι. σωλήν ἐστι κυλινδρικός, αὐλοῦ καὶ σχῆμα καὶ μέγεθος ἔχων. οὗτος ἐπί τινος εὐθείας δέχεται τὰς κατατομάς, αἷς τῶν ὑδάτων τὴν ῥοπὴν ἐξετάζομεν· ἐπιπωματίζει γὰρ αὐτὸν ἐκ θατέρου κῶνος κατὰ θέσιν ἴσην ἐγκείμενος, ὡς εἶναι κοινὴν βάσιν ἀμφοῖν, τοῦ τε κώνου καὶ τοῦ σωλῆνος. αὐτὸ δὴ τοῦτό ἐστι τὸ βαρύλλιον. ὅταν οὖν εἰς ὕδωρ καθῇς τὸν αὐλόν, ὀρθὸς ἑστήξει καὶ παρέξει σοι τὰς κατατομὰς ἀριθμεῖν· αἳ δὲ τῆς ῥοπῆς εἰσι γνωρίσματα. Τῇ αὐτῇ. [10]
16 (t)
Κλινοπετὴς ὑπηγόρευσα τὴν ἐπιστολήν, ἣν ὑγιαίνουσα κομίσαιο, μῆτερ καὶ ἀδελφὴ καὶ διδάσκαλε καὶ διὰ πάντων τούτων εὐεργετικὴ καὶ πᾶν ὅ τι τίμιον καὶ πρᾶγμα καὶ ὄνομα. ἐμοὶ δὲ τὰ τῆς σωματικῆς ἀσθενείας ψυχικῆς αἰτίας ἐξῆπται. κατὰ μικρόν με δαπανᾷ τῶν παιδίων τῶν ἀπελθόντων ἡ μνήμη. μέχρις ἐκείνου ζῆν ἄξιον ἦν Συνέσιον, μέχρις ἦν ἄπειρος τῶν τοῦ βίου κακῶν. εἶτα ὥσπερ ῥεῦμα ἐπισχεθὲν ἅθρουν ἐρρύη, καὶ μετέβαλεν ἡ γλυκύτης τοῦ βίου. παυσαίμην ἢ ζῶν ἢ μεμνημένος τῶν υἱέων τοῦ τάφου. σὺ δὲ αὐτή τε ὑγιαίνοις καὶ ἄσπασαι τοὺς μακαρίους ἑταίρους, ἀπὸ τοῦ πατρὸς Θεοτέκνου καὶ ἀπὸ τοῦ ἀδελφοῦ Ἀθανασίου ἀρξαμένη, πάντας ἑξῆς· καὶ εἴ τις αὐτοῖς προσγέγονεν, ὡς εἶναί σοι καταθύμιος, ἐμὲ δὲ δεῖ χάριν ὀφείλειν αὐτῷ διότι σοι καταθύμιός ἐστι, κἀκεῖνον ὡς φίλον φίλτατον ἄσπασαι παρʼ ἐμοῦ. τῶν ἐμῶν εἴ τί σοι μέλει, καλῶς ποιεῖς· καὶ εἰ μὴ μέλει, οὐδὲ ἐμοὶ τούτου μέλει. Ἡλιοδώρῳ. [15]
17 (t)
Πολλὰ κἀγαθὰ γένοιτο τῷ δεῖνι, διʼ εὐφήμου μνήμης τὴν σὴν ἄγοντι σεμνοπρέπειαν καὶ τὰς ἁπάντων ἀκοὰς ἐμπεπληκότι τῶν ἐπαίνων τῶν κατὰ σοῦ, ὀφειλομένων τῇ χρυσῇ σου ψυχῇ τε καὶ γλώττῃ. πλὴν ἀλλὰ παρὰ πόδας ἀποδίδως τὴν χάριν τῆς εὐλογίας. ἀντευφημεῖται γὰρ ὑπὸ μυρίων ὅσων τῶν σῶν ἐραστῶν, οἷς ἅπασιν ἐγὼ τῶν πρωτείων ἀμφισβητῶ, μᾶλλον δὲ οὐκ ἀμφισβητῶ· συγχωροῦσι γὰρ ἅπαντες. Τῷ ἀδελφῷ. [5]
18 (t)
Ὁ δεῖνα βουλευτὴς μέν ἐστι πόλεως, ἐν ᾗ τοὺς παῖδας ἐγεννησάμην (τρόπον οὖν τινὰ πάντας Ἀλεξανδρέας ὡς πολίτας ὑφʼ ἡμῶν τιμᾶσθαι καὶ ὁρᾶσθαι προσήκει), τῷ δὲ ὑπάρχει συγγενεῖ τε εἶναι τοῦ μακαρίτου Θεοδώρου σφόδρα διὰ μνήμης ἡμῖν ἀνδρὸς γενομένου καὶ μηδὲν ἀμελεῖσθαι ἀξίῳ παρὰ τῶν τῇδε τὰ πρῶτα ἐχόντων ἐν τῷ πολιτεύεσθαι. οὗτοί μοι προσήγαγον τε αὐτόν, χρυσίον ὡς ὑμᾶς νομὴν στρατιώταις κομίζοντα, καὶ ἐδεήθησαν ἐμοῖς ἐφοδίοις γράμμασι πρὸς ὑμᾶς παραπέμψαι, ἡγούμενοι πάντα καλῶς ἕξειν αὐτῷ, τυχόντι τοῦ παρʼ ἐμοῦ σοί τε καὶ τῷ δεῖνι συστῆναι. ἐγὼ μὲν οὖν ὅπερ ᾔτησαν ἔδωκα· εἰ δὲ μὴ μάτην, ὑμεῖς δείξετε. Ἡρώδῃ καὶ Μαρτυρίῳ. [10]
19 (t)
Οὐκ ἐν αἰτίᾳ μοι δοκῶ πεποιῆσθαι τὴν κοινωνίαν τῆς ἐπιστολῆς, ἀλλʼ εἰ διῴκισα γράμμασι τοὺς συνημμένους τῇ γνώμῃ, τοῦτʼ ἂν ἦν τὸ ὑπαίτιον. προσείρησθε δή, θαυμάσιοι, καὶ τὸν ἐπιδιδόντα τὴν ἐπιστολήν, ὃς ἐπὶ χρυσίου διακομιδῇ παρʼ ὑμᾶς ἐστάλη δημοσίαν ὁδόν, θάλψατε τὸν ἐνόντα τρόπον, ἐπειδή μοι παρὰ παντὸς συνέστη τοῦ βουλευτηρίου. καὶ βουλοίμην μὲν ἀγαθοῦ τινὸς αἴτιος αὐτῷ γενέσθαι, οὐ μὴν οἶδα ὅτι μᾶλλον ἡμῶν ἑτέροις μέλειν ἄξιον ἡμῶν τε καὶ ὧν ἂν ἡμεῖς ἐπιβάλλωμεν. Διογένει Ἕως ἔτι περιῆν ὁ μακαρίτης Θεόδωρος, κοινὸς μὲν ἦν ἁπάντων Πενταπολιτῶν πρόξενος, διαφερόντως δὲ τοὺς ἡμετέρους γονέας ἐξήρτητο τῇ τε εἰς ἅπαντα σπουδῇ καὶ τῇ τῆς γλώττης εὐστομίᾳ καὶ χάριτι. [1]
20 (t)
τῶν οὖν παρʼ ἐκείνῳ πολλῶν καὶ ἡδίστων εἰς Ἀμμώνιον τὸν ἀνεψιὸν τὴν χάριν ἀπομνημονεύσωμεν. ἐγὼ μὲν οὖν τοὐμὸν μέρος ἀπέτισα. τί δὲ ἦν ἀπόντος ἔργον ἢ τοῖς παροῦσι τὸν ἄνδρα συστῆσαι; τὸ δὲ μὴ βαρεῖαν αὐτῷ τὴν αὐτόθι γενέσθαι διατριβὴν ὑμέτερον ἔργον. Τῷ ἡγεμόνι. [5]
21 (t)
Εἰ τοῦ Θεοδώρου μνήμη παρὰ τῇ σεμνοπρεπείᾳ τῇ σῇ (πῶς δὲ οὐ μέλλει;), χάρισαι τοῖς εἰς τὸν ἀπελθόντα καθήκουσι τὴν εἰς τὸν ἀνεψιὸν τὸν ἐκείνου τιμήν. καὶ γὰρ ἄνδρα ἀγαθὸν εὖ πεποιηκὼς ἔσῃ καὶ τῷ τῆς μεγάλης Ἀλεξανδρείας βουλευτηρίῳ κεχαρισμένος· ὡς ἀθρόοι γενόμενοι προσαγηόχασιν ἐμοὶ τὸν ἄνδρα, καὶ ἐδεήθησαν ὄνασθαί τι τῶν ἡμετέρων γραμμάτων. τὸ μὲν οὖν δοῦναι τὰς ἐπιστολὰς ἡμέτερον ἦν, τὸ δὲ εἰς ὄνησιν αὐτῷ γενέσθαι παρʼ ὑμῶν ἐπιζητεῖται. Ἀναστασίῳ. [10]
22 (t)
Ἥσθην. ἀλλὰ πῶς οἴει; πάνυ μὲν οὖν ἀπὸ βαθείας τῆς γνώμης ἥσθην μαθὼν τὰ χρυσᾶ παιδία τῇ τοῦ βασιλέως φωνῇ νόμῳ σοι παιδία γενόμενα, μάλιστα μὲν ὅτι σε φιλῶ· τίνα γὰρ ἂν δικαιότερον; εἶθʼ ὅθι πονηροὺς ἀνθρώπους μισῶ, ὧν τὰς ἐν σκότῳ καὶ γωνίαις ἐλπίδας ἡ χρηστὴ τύχη τῶν παιδίων ὑπετέμετο. Διογένει. [5]
23 (t)
Τοιοῦτόν ἐστιν ἡ Σύρων τρυφή. καὶ συγγενῶν καὶ φίλων ἐπιλήσμονας ἀποδείκνυσι· μὴν γὰρ οὑτοσὶ πέμπτος, ἀφʼ οὗ γράμμασιν ἡμᾶς οὐκ ἠσπάσω, καὶ ταῦτα δούσης σοι τῆς φύσεως οὐ μόνον πρὸς χρείαν ἀλλὰ καὶ πρὸς ἔνδειξιν καὶ φιλοτιμίαν ὑπαγορεύειν ἐπιστολάς. ἀλλʼ ἂν αὐτὸς ὑγιαίνῃς καὶ τὰ χρυσᾶ παιδία καὶ ἡ καλλίπαις μήτηρ αὐτῶν, ἡμῖν καὶ τοῦτο ἅλις ἔχει. Σιμπλικίῳ. [5]
24 (t)
Ἔδει μέντοι ταῖς τύχαις γνώμας μὴ συνεξαίρεσθαι, μηδὲ τὸ μεμνῆσθαι τῶν πάλαι φίλων ἔλαττον ἡγεῖσθαι τῆς παρούσης ἀξίας. σὺ δὲ ἡμῶν ἐπιλήσμων ἐγένου χρόνου συχνοῦ. χρῆν δὲ οὐχί, καίτοι σφοδρᾶς διαθέσεως συναψάσης ἡμᾶς ἀλλήλοις. Ἡλιοδώρῳ. [5]
25 (t)
Ἐμοὶ μὲν συμπρόεισι τοῖς ἐνιαυτοῖς καὶ ἡ τοῦ φίλτρου προσθήκη· σὺ δὲ εἰ μὲν ὁμοίως ἔχων οὐκ ἄγεις σχολὴν ὑπὸ τοῦ τῶν πραγμάτων ὄχλου γράμμασι τιμᾶν, ὡς εἰκός, ἅπαξ ποτὲ καὶ οὓς εἰκός, κλέψας σαυτὸν ἀπὸ τῶν δημοσίων χρόνον ὅσον ἀρκέσαι πρὸς μέτρον ἐπιστολῆς, αὐτὸ τοῦτο μήνυσον. εἰ δὲ ἐπιγινώσκεις ἀληθευομένην κατὰ σοῦ τὴν ὑποψίαν τῆς λήθης, διόρθωσαι μετανοίᾳ καὶ σαυτὸν ἡμῖν ἐπανάγαγε. Τρωΐλῳ. [5]
26 (t)
Ἀλλʼ εἰ μήτε Κυρηναῖοι μήτε πόλεις ἀστυγειτόνων ἀποτίσουσί σοι χάριν ἀξίαν ἀνθʼ ὧν ὁ θαυμάσιος Ἀναστάσιος αὐταῖς γράφει, πάντως γε ἡ τοῦ θεοῦ σοι προσέσται χάρις, ᾧ σαυτὸν οἰκειοῖς τῇ κοινωνίᾳ τῆς εὐεργετικῆς προαιρέσεως. εὐδαιμονοίης, ἄριστε φιλοσόφων· οὕτω γὰρ ἐμοί σε φίλον καλεῖν, ὥσπερ ὑπαγορεύει τὰ πράγματα. Κώνσταντι. [5]
27 (t)
Εἰ δὲ φιλοσοφίας τιμᾷς ἀρετήν, οὐ μόνον ἐν παροῦσι τοῖς μετασχοῦσιν αὐτῆς, ἀλλὰ καὶ ἐν ἀποῦσι τιμήσεις. ὁ δὲ θεσπέσιος Ἀμυντιανὸς ὁ παρʼ ἡμῖν ποτὲ τυχὼν ἀμείνονος λήξεως, ἐμοὶ δοκεῖ, πάρεστι καὶ ἀπεῖναι δοκῶν. τούτου συγγενῆ σφόδρα αὐτανέψιον ὁ παρʼ ὑμῖν Σωτήριχος ἀδικεῖ. δεῖξον οὖν ὅτι κήδῃ Διονυσίου, καὶ πέπαυται Σωτήριχος ἀδικῶν. Σιμπλικίῳ. [5]
28 (t)
Ἀφιέναι φησὶ δεῖν ὁ θεὸς τὰ ὀφειλήματα. ὀφείλει δὲ ὃ μέν τις δάνεισμα χρυσίου, ὃ δὲ τὸ δοῦναι δίκην. ὁ τοῦ λαβεῖν οὖν δίκην ὑπεριδὼν ὑπήκουσε τοῦ θεοῦ. Πενταδίῳ αὐγουσταλίῳ. [1]
29 (t)
Τοῦ παρʼ ἡμῶν ὄχλου καὶ τῶν πραγμάτων αὐτὸς σὺ σαυτὸν αἰτιῶ· φιλοτιμηθεὶς γὰρ πᾶσι γενέσθαι καταφανὴς ὅτι με διὰ πάσης ἄγεις τιμῆς, ἅπασι τοῖς καταπονουμένοις ἐπʼ ἐμὲ τὸν δρόμον ἀνέῳξας. οἶσθʼ οὖν ὅπως ποιήσεις, εἰ δεῖ ποτὲ πεπαῦσθαι κἀμὲ κοπτόμενον ὑπὸ πολλῶν καὶ σὲ περὶ πολλῶν ὑπʼ ἐμοῦ; εἰ καὶ πάνυ δεῖται μετρίων καὶ φιλανθρώπων ὑπὲρ οὗ γράφω, καὶ τυχεῖν ἐστὶν ἀξιώτατος, ὡς ἅπαντες ἴσασιν, ἀποτυγχανέτω σου μηδὲν ἧττον ἢ εἰ παμπόνηρός τε ἦν καὶ παμπονήρων ἐδεῖτο πραγμάτων. τότε οὖν καὶ ὅταν ἀφίκωμαι παρὰ σὲ δῆθεν αἰτιασόμενος, πρόσταττε τοῖς ὑπηρέταις ἐπιζυγῶσαί μοι κατὰ τοῦ προσώπου τὰς θύρας. ἂν τοῦτο γενόμενον οἳ μὲν ἴδωσιν, οἳ δὲ τῶν ἰδόντων ἀκούσωσι, τοὐντεῦθεν ἐγώ τε καὶ σὺ βαθεῖαν εἰρήνην ἄξομεν, ὡς οὐδεὶς ἔτι τοῦ λοιποῦ προσδραμεῖταί μοι καὶ προσανακλαύσεται. εἰ δὲ ἀποδειλιάσεις καὶ οὐκ ἐθελήσεις ταῦτά σοι τοὺς ἀνθρώπους συγγνῶναι, ἀνέχου πολλάκις τῆς ἡμέρας ἀγαθόν τι ποιεῖν ἀνθρώπους ἱκέτας σου γινομένους διʼ ἐμοῦ τε καὶ τοῦ θεοῦ. ἀλλʼ εὖ οἶδʼ ὅτι οὐκ ἀπαγορεύσεις εὖ ποιῶν. οὔκουν οὐδὲ ἐγώ, πρεπούσας ὑποθέσεις τῇ φύσει σου ποριζόμενος. Τῷ αὐτῷ. [20]
30 (t)
Ἐγὼ καὶ σοῦ κήδομαι καὶ τοῦδε· σοῦ μέν, ὡς μὴ ἀδικοίης, τοῦδε δέ, ὡς μὴ ἀδικοῖτο. εἰ δὲ καὶ σοὶ δοκεῖ μετὰ τοῦ Πλάτωνος τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι μεῖζον εἶναι κακόν, ἔοικά σοι μᾶλλον ἢ τῷδε χαρίζεσθαι, δεόμενος ὑπὲρ αὐτοῦ πραττομένου δίκας ὑπὲρ ὧν οὐκ ἐξήμαρτεν Αὐρηλιανῷ. [5]
31 (t)
Εἴ τινές εἰσι ψυχαὶ τῶν πόλεων, ὥσπερ οὖν εἰσίν, ἔφοροι θεῖαί τε καὶ δαιμόνιοι, πάσας ἡγοῦ σοι χάριν εἰδέναι καὶ ἀπομεμνῆσθαι τῶν ἀγαθῶν, ὧν ἐπὶ τῆς μεγάλης ἀρχῆς ἅπασιν ἔθνεσιν αἴτιος γέγονας. αὐτάς τε οὖν ταύτας παρὰ τοὺς καιροὺς ἑκάστους οἴου σοι παρεστάναι συνηγόρους τε καὶ συμμάχους, καὶ τοῦ κοινοῦ δεῖσθαι θεοῦ γενέσθαι σοι πρεπούσας ἀμοιβὰς τῆς ἐνδεχομένης ἐκείνου μιμήσεως· τὸ γὰρ εὖ ποιεῖν ἓν τοῦτο μόνον ἔχουσι κοινὸν ἔργον ἄνθρωπος καὶ θεός, ἡ δὲ μίμησις οἰκείωσίς ἐστι, καὶ συνάπτει πρὸς ὃ μιμεῖται τὸ μιμούμενον. διάκεισο τοίνυν ὡς ἀπειργασμένος οἰκεῖος τῷ θεῷ τῇ κοινωνίᾳ τῆς εὐεργετικῆς προαιρέσεως, καὶ σύνεσο γλυκείαις ἐλπίσιν, ὁποῖαι τῇ τοιαύτῃ τῆς ψυχῆς διαθέσει προσήκουσιν, ὦ μεγαλοπρεπέστατε μόνος ἢ μετʼ ὀλίγων σὺ μόνος δικαίως καλούμενε. ἀσπάζομαι διὰ τῆς σεμνοτάτης φωνῆς τοῦ πατρὸς τὸν νέον Ταῦρον τὰς ἀγαθὰς Ῥωμαίων ἐλπίδας. Τῷ ἀδελφῷ. [15]
32 (t)
Ὁ καὶ τοὔνομα δοῦλος καὶ τὴν προαίρεσιν, ὃν ἀγνοήσας ὡς παιδοτρίβην παρὰ τῶν Θεοδώρου κληρονόμων ἐώνημαι, πάλαι μέν ἐστι πονηρός (καὶ γὰρ ἔφυ καὶ τέθραπται κακῶς, καὶ ἀγωγῆς οὐκ ἀπέτυχεν ἀξίας τῆς φύσεως, ἐκ παιδὸς ἐν τηλίᾳ καὶ κύβοις καὶ καπηλείοις καλινδηθείς), ἀλλὰ νῦν, Λυσίας ἂν εἶπεν, ἐξείργασται καὶ τέλος ἔχει, καὶ πέρας ἀηδίας ἐστίν. Ἑρμῇ μὲν γὰρ καὶ Ἡρακλεῖ τοῖς παλαίστρας ἐφόροις οὐδὲ κατὰ μικρὸν πρέπει, Κότυϊ δὲ καὶ τοῖς ἄλλοις Ἀττικοῖς κονισάλοις νεωκορεῖ, καὶ εἰ δή τινές εἰσι τούτου τοῦ κόμματος ἕτεροι δαίμονες, ἅπασιν αὐτοῦ μέλει καὶ πάντων αὐτῷ. δίκην μὲν οὖν ἑτέραν οὐκ ἂν λάβοιμι παρʼ αὐτοῦ, ἀποχρῶσα γὰρ ἡ πονηρία δίκη τῷ πονηρῷ· δοκιμασθεὶς δʼ ἀνεπιτήδειος εἶναι συμβιοτεύειν φιλοσόφοις δεσπόταις, ὧν οἰκουρούντων αἰσχύνη περινοστεῖ, φευγέτω τὴν ἔχουσαν ἡμᾶς πόλιν. ὁ γὰρ ἰδὼν τὸν πορνότριβα σοβοῦντα διὰ τῆς ἀγορᾶς, ἐν στεφάνῳ καὶ μύροις μεθύοντα καὶ κωμάζοντα καὶ πάσης ἀκολασίας καταπιμπλάμενον καὶ ᾠδὰς ᾄδοντα πρεπούσας τῷ βίῳ, ἐπὶ τοὺς ἔχοντας αὐτὸν τὴν αἰτίαν ἀνήγαγεν. ὅπως οὖν αὐτὸν παραδοὺς τῷ ναυκλήρῳ πλεῖν ἀναγκάσεις εὐθὺ τῆς ἐνεγκούσης αὐτόν· ἐκείνη γὰρ ἂν αὐτοῦ καὶ ἀνάσχοιτο δικαιότερον. πλείτω δὲ δεδεμένος ἐπὶ τοῦ καταστρώματος· μὴ γὰρ εἰς κοίλην ναῦν καταβαίη, ἐπεὶ μὴ θαυμάσῃς εἰ συχνὰ τῶν κεραμίων ἡμιδεῆ σοι ποιήσει. εἰ δὲ ὁ πλοῦς παρατείνοιτο, καὶ μέχρι τρυγὸς ἂν ἐκροφοίη τὸν ἀνθοσμίαν, καὶ τοὺς ναύτας δʼ ἂν αὐτὰ ταῦτα ποιεῖν ἀναπείσειε· πρὸς γὰρ τοῖς ἄλλοις καὶ πιθανώτατον τὸ κακὸν εἰς ἀπολαύσεις ἡγήσασθαι. καὶ τίς οὕτως ἐμβριθής ἐστι τῶν μισθοῦ πλεόντων τὴν θάλατταν, ὡς μὴ διαχυθῆναι τοῦ καθάρματος κορδακίσαντος ἐν τῇ τοῦ ποτηρίου περιφορᾷ; καὶ ἄλλα πολλὰ βωμολοχεύεται, πρὸς ἃ δεῖ πεφράχθαι τὸν ναύκληρον. ὁ μὲν οὖν Ὀδυσσεύς, ἵνα μὴ ὑφʼ ἡδονῆς διαφθαρείη, τὴν Σειρήνων ἀκτὴν δεδεμένος παρήμειβεν· οὑτοσὶ δέ, ἵνα μὴ τοὺς πλέοντας ἡδονῇ διαφθείρῃ, ἂν ἐκεῖνοι σωφρονῶσι, δεδήσεται. Τῇ φιλοσόφῳ Ἠχοῦς ἔοικα πρᾶγμα ποιεῖν. [1]
33 (t)
ἃς παρείληφα φωνὰς ἀντιδίδωμι, τὸν θαυμαστὸν Ἀλέξανδρον ἐπαινῶν παρὰ σοί. Αὐρηλιανῷ.
34 (t)
Οὔπω τῇ προνοίᾳ μέλει Ῥωμαίων ἀλλὰ μελήσει ποτέ, καὶ οὐκ εἰς ἅπαν οἰκουρήσουσιν οἱ τὰ κοινὰ σώζειν δυνάμενοι. ἀλλὰ τῷ γε ῥήτορι τῷ συντρόφῳ καὶ ἡ παροῦσά σοι δύναμις ἀρκεῖ πρὸς ὅ τι τυγχάνει δεόμενος. ἀπολαυέτω δὴ νῦν μὲν αὐτὸς μόνος ταύτης, ἔπειτα μετὰ τῶν ἐθνῶν ἁπάντων κἀκείνης. Τῷ ἀδελφῷ. [5]
35 (t)
Ἐπιτομωτάτην ὁδὸν ἐπὶ τὸ πλουτεῖν ἐβάδισεν Ἀθανάσιος. ἔγνωκεν ὁμόσε ἰτέον εἶναι τοῖς ἀποθνήσκουσι, καὶ πρακτέον αὐτοὺς πειθοῖ καὶ βίᾳ πᾶν ὅ τι ἂν δύναιτο. οὐκ ἂν οὖν αὐτὸν λάθοι δημόσιος ἐπὶ διαθήκῃ καλούμενος, ἀλλὰ συνεισάλλεται. Τῷ αὐτῷ. [5]
36 (t)
Ἑκκαιδεκάτῃ μηνὸς Ἀθὺρ ὁ μακαρίτης Καστρίκιος αὐτὸ τοῦτο ἐγένετο, φάσμα χαλεπὸν ἰδών τε καὶ διηγησάμενος. Ἀνυσίῳ. [1]
37 (t)
Ἰωάννης, ὃν ὅτι σε φιλεῖ διʼ αὐτὸ τοῦτο φιλῶ, νόσῳ χαλεπῇ προσεπάλαισεν. ἦν δὲ αὐτῷ δεινὸν οὐχ ἡ νόσος ἀλλὰ τό σου τῆς ἱερᾶς ἀπεῖναι κεφαλῆς, ἐπεὶ καὶ νῦν ἐν τοῖς ὁμοίοις ἐστί. τούτῳ δέ τι καὶ τρίτον προσὸν χαλεπωτέραν τὴν νόσον ποιεῖ. ἐρᾷ τοῦ τι ποιεῖν στρατιώτῃ πρέπον, καὶ δυσκόλως ἔχει πρὸς τὴν ἐξ ἀνάγκης ἀργίαν. Αὐρηλιανῷ. [5]
38 (t)
Οἶμαί σου τὴν θεσπεσίαν ψυχὴν ἐπʼ αὐτὸ τοῦτο καταπεμφθεῖσαν, ἐφʼ ᾧ κοινὸν ἀγαθὸν ἀνθρώπων εἶναι, καὶ χάριν εἰδέναι τοῖς συνιστᾶσι τοὺς δεομένους δικαίων, ὅτι σου πρεπούσας ὑποθέσεις τῇ φύσει πορίζονται. οὐ γὰρ ὅτι συγγενής ἐστιν Ἡρώδης ἐμός, ἀλλʼ ὅτι δεῖται δικαίων, διὰ τοῦτό σοι τὸν νεανίσκον συνίστημι, ὅστις ἐκ προγόνων λαμπρότατος ὢν καὶ τὴν πατρῴαν βῶλον ὑποτελῆ τῇ συγκλήτῳ διαδεξάμενος, ἐπειδὴ γέγονεν ἡγεμών, ἀξιοῦται συντελεῖν ὥσπερ οἱ νεόβουλοι καὶ γενέσθαι διπλοῦς λειτουργός, τὸ μέν τι διὰ τὴν οὐσίαν, τὸ δὲ διʼ ἣν ἦρξεν ἀρχήν. Τῷ ἀδελφῷ. [10]
39 (t)
Ἕλκει με παρὰ σὲ πόθος καὶ χρεία. πυνθάνομαι τοίνυν εἰ περιμένεις ἥξοντα. Οὐρανίῳ. [1]
40 (t)
Ἔπεμψά σοι δῶρον ἵππον ἀκροφυέστατον εἰς ἅπασαν ἀρετὴν ἵππῳ προσήκουσαν, ᾧ χρήσῃ μὲν ἐν ἁμίλλαις δρόμων, χρήσῃ δὲ ὅταν ἐπὶ θήραν ἐξάγῃς, καὶ ἐν ἀγῶσι πολεμικοῖς καὶ ὅταν κατάγῃς ἐπὶ τῷ Λιβυκῷ τροπαίῳ πομπὴν ἐπινίκιον· οὐ γὰρ οἶδα ὅ τι μᾶλλόν ἐστι, κυνηγέτης ἢ κέλης ἐναγώνιος ἢ πομπεὺς ἢ πολεμιστήριος. εἰ δὲ Νισαίων ἵππων ἰδεῖν ἐστὶν ἀειδέστερος, ὀχθώδης τε ὢν τὸ κρανίον καὶ λιπόσαρκος τὴν ὀσφῦν, τάχα μὲν οὐδὲ τοῖς ἵπποις, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις, ἅμα πάντα δίδωσιν ὁ θεός. μήποτε δὲ τοῦτο καὶ πρὸς ἐκείνας αὐτῷ τὰς ἀρετὰς συντελεῖ, εἰ τὰ μαλακὰ τῶν σκληρῶν ἐλάττω παρὰ τῆς φύσεως ἐκληρώσατο. πρός γέ τοι τοὺς πόνους ὀστᾶ σαρκῶν οἶδα διαρκέστερα. οἱ μὲν οὖν παρʼ ὑμῖν ἵπποι ταῖς σαρξὶ πλείους εἰσίν, οἱ δὲ ἡμέτεροι τοῖς ὀστοῖς. Ἑταίρῳ. [15]
41 (t)
Ἐμισθωσάμην σοι ναῦν ἀνθρώπων εὐγενῶν καὶ πλεόντων τὴν θάλατταν μετὰ πλείονος τέχνης ἢ τύχης. ὡς αἵ γε Καρπαθίων ὁλκάδες φήμην ἔχουσι διανοίᾳ κεχρῆσθαι, καθάπερ αἱ Φαιάκων τῶν πάλαι, πρὶν ἐπὶ τὴν νῆσον γενέσθαι τὸ δαιμόνιον μήνιμα. Κληδονίῳ. [5]
42 (t)
Συγγενὴς ἐμὸς ἀδικεῖται, σὺ δὲ καὶ φίλος εἶ καὶ δικάζειν, ἔλαχες. ἐκ μιᾶς οὖν προσοχῆς ὑπάρξει σοὶ κἀμοὶ καὶ τοῖς νόμοις χαρίσασθαι. ἐπανίτω τοίνυν Ἀσφάλιος εἰς τὸ δεσπότης εἶναι τῶν κεραμίων τῇ τοῦ πατρὸς διαθήκῃ προσλαβὼν τὴν ἀπόφασιν, τῆς κατηγορίας οὐκ ἐσομένης ἐμποδὼν τῷ παραυτίκα τῆς ἀκροάσεως. πότε γὰρ δεῖ δικαιοδοτεῖν ἢ τὸν χρόνον ἐν ᾧ μάλιστα τυγχάνομεν δεόμενοι τοῦ θεοῦ; Ἀναστασίῳ. [5]
43 (t)
Σωσηνᾶν τις ἔπεισεν ἢ θεὸς ἢ λόγος ἢ δαίμων ὅτι καὶ παρὰ τὰ χωρία τι γίνεται τοῖς ἀνθρώποις εἰς τὸ τυγχάνειν τε καὶ ἀποτυγχάνειν εὐμενοῦς τοῦ θεοῦ. πράττων οὖν πονήρως παρʼ ἡμῖν καὶ τῶν πατρῴων ἀκριβῶς ἐκκοπεὶς ἔγνωκε πλεῖν εἰς τἀπὶ Θρᾴκης χωρία, ἐκεῖ διαλλαγησόμενος πρὸς τὴν τύχην. εἰ δή σοι φίλα πρὸς τὴν δαίμονα, σύστησον αὐτῇ τὸν νεανίσκον, καὶ ἐξευρέτω τινὰ πόρον αὐτῷ χρημάτων. ῥᾴδιον δὲ βουλομένῃ· καὶ γὰρ τὰ Νόννου τοῦ Σωσηνᾶν φύσαντος οὐ χαλεπῶς εἰς ἑτέρους μετέθηκεν. ἀποφηνάτω δὴ καὶ Σωσηνᾶν κληρονόμον ἀλλοτρίου πατρός· γένοιτο γὰρ ἂν οὕτως ἐξ ἀδικίας τὸ δίκαιον. Ἰωάννῃ. [10]
44 (t)
Ὥσπερ ἄλλοτε πολλάκις ἐπὶ τῶν καιρῶν ἐγενόμην σοι χρήσιμος, καὶ παρεμυθησάμην δυσχέρειαν τύχης τὰ μὲν λέγων τὰ δὲ ποιῶν, ὡς ἑκάστοτε ἡ δύναμις ὑπηγόρευσε, καὶ νῦν περὶ τῶν καταλαβόντων σε πραγμάτων δοκεῖ μοι συνεισενέγκαι τινὰ γνώμην, ἐπειδὴ μὴ ἔργον δύναμαι· Συνέσιον γὰρ οὐ θέμις, ἕως ἐμπνεῖ τε καὶ δύναται, μὴ οὐχὶ παντὶ τρόπῳ πρόθυμον εἶναι τοὺς φίλους ἀγαθόν τι ποιεῖν. ἄκουε τοίνυν ἅ μοι καλῶς ἔχει διαλεχθῆναι πρὸς σέ. εἰ μὲν θεός ἐστιν ἡ φήμη κατά τινα τῶν παρʼ ἡμῖν ποιητῶν, σὺ διεχρήσω τὸν μακαρίτην Αἰμίλιον, οὐ πράξας ἀλλὰ βουλεύσας τὸν φόνον, καὶ βαρβαρικὸν μὲν δρᾶμα συνθείς, τὸν σφαγέα δὲ καθεὶς ἐκ τῶν σαυτοῦ λοχιτῶν τὸν ὠμότατον. λέγει μὲν γὰρ ἡ φήμη ταῦτα, ψεύδεσθαι δὲ οὐ θέμις, οὖσαν θεόν. εἰ δὲ Ἡσίοδος μὲν οὐδὲν λέγει, πολλὰ δὲ λέγεται μάτην, καὶ τοῦτο περὶ σοῦ τῶν πολλῶν ἐστὶν ἕν (ὡς ἔγωγε βουλοίμην ἄν· περὶ ἐλάττονος γὰρ ποιοῦμαι τὴν ἐν ἀργυρίῳ ζημίαν ἢ τὴν ἐν φίλῳ), καὶ νῦν ἂν οὐχ ὑπαίτιος ὢν ἀκούῃς κακῶς, ἀτυχεῖς μὲν ἄρα, ἀλλʼ οὐκ ἀδικεῖς. ὡς ὤφελες μηδὲ ἀτυχεῖν. ἀλλʼ ἐκείνως μὲν ἄν σοι μῖσος ὠφείλετο δίκαιον, οὕτω δὲ καὶ ἔλεος. ἐγὼ δέ μοι δοκῶ λίαν ὑπὸ συνηθείας ἁλώσιμος ὢν κἀκείνως ἂν τὴν μὲν πρᾶξιν μισεῖν, σὲ δὲ ὅμως ἐλεεῖν. τοῦ δὲ ἐλεοῦντός ἐστι βοηθεῖν ὅση δύναμις, καὶ ἐξευρίσκειν ὅθεν ἂν οἴηται ὀνῆσαί τι. οὐκοῦν καθʼ ἑκάτερόν μοι προσήκει συμβουλεῦσαί σοι τὸ φαινόμενον βέλτιον. ἔοικε δὲ ταὐτὸν εἶναι συμφέρον αἰτίῳ τε ὄντι καὶ ἀναιτίῳ. ἴθι παρὰ τοὺς νόμους, καὶ σαυτὸν ἐπίδος τῷ δικαστῇ μετὰ ἀθρόων τῶν λοχιτῶν, εἴ τι κήδῃ κἀκείνων. καὶ εἰ μὲν ἐπράχθη τὸ δεινόν, δεήθητι καθικέτευσον ἀντιβόλησον, μὴ ἀνῇς προκαλινδούμενος, πρὶν ἂν διαπράξῃ τὸ παρὰ τῆς ψήφου συστῆναι τῷ δημίῳ καὶ δοῦναι τὴν δίκην. ἐν καλῷ σοι κείσεται παρὰ τοῖς κάτω δικαστηρίοις τὸ προκαθηράμενον ἀπελθεῖν, ἑταῖρε Ἰωάννη. μὴ λόγον ἄλλως οἰηθῇς τὴν παραίνεσιν, μηδὲ προσπαίζειν με νομίσῃς σαυτῷ· οὕτω τῆς ἱερᾶς φιλοσοφίας ὀναίμην καὶ προσέτι τῶν παιδίων τῶν ἐμαυτοῦ. οὐκ ἂν μὴ φιλτάτῳ σοι τυγχάνοντι συνεβούλευσά τι τοιοῦτον, ὅ γε ἀπεύχομαι τοῖς ἐχθροῖς τοῖς ἐμοῖς· καὶ μήποτε αὐτῶν ἐπὶ νοῦν ἀναβαίη τὸ κάλλιον εἶναι τὸν ἀδικοῦντα δοῦναι τιμωρίαν αὐθαίρετον, ἀλλὰ μηδὲ παύσαιντο εὐτυχοῦντες ἐν οἷς ἀδικοῦσιν, ἵνα πλείω τε χρόνον εἶεν κακοὶ καὶ πάσας ἐκεῖ τὰς δίκας ὀφείλοιεν. πρὸς σὲ δὲ διὰ φιλίαν κινδυνεύω τι καὶ τῶν ἀπορρήτων εἰπεῖν, ὡς ἀνόμοιόν ἐστιν ἐν παχεῖ σώματι καὶ ἐν εἰδώλῳ δοῦναι τὴν δίκην. ἰσχυρότερον μὲν γὰρ ἀνθρώπου θεός, τοῦ δὲ θείου παντὸς διακόσμου σκιὰ τὸ ἀνθρώπινον. ἀλλʼ ὅπερ εἰσὶν ἐν ταῖς πολιτείαις οἱ δήμιοι, χεῖρες τῶν νόμων, τὴν αὐτὴν αἱ ποιναὶ χρείαν τῇ φύσει τοῦ κόσμου παρέχονται. [45]
44 (50)
δαίμονές εἰσι καθαρτήριοι, τέχνην ἔχοντες ἐπὶ ταῖς ψυχαῖς ἣν οἱ κναφεῖς ἐπὶ τοῖς ἱματίοις τοῖς πιναροῖς. ἀλλʼ εἴ τις ἱματίοις αἴσθησις ἦν, τί ἂν οἴει πάσχειν αὐτὰ λακτιζόμενα καὶ νιτρούμενα καὶ πάντα τρόπον κναπτόμενα; διὰ πόσων δʼ ἂν ὀδυνῶν ἐκπεπλύσθαι κηλῖδας ἀρχαίας καὶ προστετηκότα ὀμόργματα; ἐῶ γὰρ λέγειν ὅτι πολλοῖς ὁ ῥύπος οὕτως ἐνέφυ σφόδρα διὰ τοῦ βάθους, ὡς ἀναπάλλακτος εἶναι, καὶ φθάνει διαφθαρέντα πρὶν εἰς τὴν φύσιν ἐπανελθεῖν, ὅτι τὸ πάθος αὐτοῖς γέγονε φύσις ἢ διὰ χρόνου πλῆθος ἢ διὰ μέγεθος. οὕτω δὲ ἐχούσῃ ψυχῇ καλῶς ἂν εἶχεν εἶναι φθαρτῇ. νῦν δὲ τὰ μὲν ἁμαρτήματα λόγον ἔχει πρὸς τὰς ἀνεκπλύτους κηλῖδας, ἡ ψυχὴ δὲ οὐκέτι πρὸς θοιμάτιον ἐκεῖνο τὸ πιναρόν τε καὶ οὐκ ἀντέχον, ἀλλʼ ἀθάνατος οὖσα τίνει δίκην ἀθάνατον, ὅταν ἁμάρτῃ δευσοποιά τε καὶ ἀναπόνιπτα. ἀλλʼ ἐν ᾧ γάρ τις ἥμαρτε βίῳ δίκας διδούς, οὔπω πάνυ προστετηκὸς ἔχει καὶ προσιζῆσαν τὸ πάθος, ἀλλʼ, ὡς ἂν εἴποι τις, ἀρτιβαφὴς οὖσα ψυχὴ τάχιστα πλύνεται. διὸ δοτέον ἐστὶν ὡς ἔνι διὰ τάχους τὴν δίκην, καὶ τιμωροῖς ἀνθρώποις, ἀλλὰ μὴ δαίμοσι. λέγεται δέ τις λόγος, ὅς με πείθει τοὺς ἠδικημένους κυρίους εἶναι μακροτέρας τε ποιεῖν καὶ ἐπιτέμνειν τὰς τιμωρίας. διὸ παραπλήσιόν ἐστιν ἕνα κακόν τι μέγα ἐργάσασθαι καὶ πολλοὺς κατὰ μικρὸν ἀδικῆσαι· ἐπέξεισι γὰρ ἕκαστος ἐν τῷ μέρει, καὶ δεῖ πᾶσιν ὑπηρετῆσαι τὴν δίκην. ὅταν δέ τις ἰάσιμος ᾖ, μέγα παρὰ τῷ δικαστῇ δύναται τὸ τοσαῦτα προπεπονθέναι τὴν ψυχήν, ὡς ἤδη παρʼ αὐτῶν τῶν ἠδικημένων ἔλεον εὑρέσθαι. πότε τοίνυν εἰκός ἐστι τῆς μακαρίτιδος Αἰμιλίου ψυχῆς συγγνωμονεστέρας τυχεῖν; ἐγὼ μὲν οὖν οἶμαι, μᾶλλον δὲ οἶδα σαφῶς, ὡς ἅπας ἱκέτης αἰδέσιμος, ὅστις ἑαυτὸν τετιμώρηται. καί τις ἤδη παρʼ ἡμῖν εἰς ἀπολογίαν ὑπὲρ ἁμαρτήματος καταστὰς αὐτῷ τῷ φθάσαι τὴν αἰτίαν ὁμολογῆσαι καὶ φῆσαι κολάσεως ἄξιος εἶναι, τὴν κόλασιν ἐξεωνήσατο. τὸ δὲ ἐνευωχηθῆναι τοῖς διʼ ἅ τις ἠδίκησεν, εἴτε χρήμασιν εἴτε σώμασι, βαρυθυμότερον τὸν ἠδικημένον καθίστησι. καὶ τίς ἂν γένοιο τοῦ σώματος ἐξελθών, εἴθʼ ὑπὸ βιαίας δίκης εἴτε ἕτερον τρόπον, κἄπειτα αὐτὴν τὴν ψυχὴν αὐτῇ τῇ ψυχῇ θεασάμενος, οὐκ οὔσης ἀρνεῖσθαί σοι γλώττης ἀλλʼ ἐγκεκολαμμένον ἔχων τοὐπίσημον τὸ τῆς πράξεως; οὐκ ἰλιγγιάσεις; οὐκ ἀπορήσεις; ἕλξῃ σιγῶν καὶ ἐκκείσῃ τῇ δίκῃ, καὶ σὺ κἀγὼ καὶ πᾶς ὃν οὐ προκαθαίρει δημοσιευθεῖσα μετάνοια. ἀλλʼ ἀνδριστέον, ὦ γενναῖε, γενναῖος γὰρ εἴης, καὶ τῶν μὲν ἡδονῶν ὑπεροπτέον ἃς ἀδικοῦντες ἐπορισάμεθα· τοὺς δὲ ἀνθρώπους οὐκ αἰσχυντέον, ἀλλὰ τῷ δικαστῇ μὲν ὁμολογητέον τὴν πρᾶξιν, ἐξιλαστέον δὲ τῇ παραυτίκα τίσει τὰς κάτω ποινάς. [95]
44 (100)
μεγίστου γὰρ ὄντος ἀγαθοῦ τοῦ μὴ ἁμαρτεῖν, δεύτερον ἀγαθὸν τὸ δικαιωθῆναι. ὅστις δὲ χρόνον πολὺν ἀδικῶν ἀκόλαστος μένει, τοῦτον δεῖ νομίζειν τὸν ἀτυχέστατον, οὗ μήτε θεὸς μήτʼ ἄνθρωπος κήδεται. σκόπει γὰρ καὶ ταύτῃ. τὸ ἀκόλαστον εἶναι πρὸς κακοῦ καὶ λέγεται καὶ ἀκούεται. οὐκοῦν τὸ κεκολάσθαι πρὸς ἀγαθοῦ· τῷ γὰρ ἐναντίῳ τὸ ἐναντίον ὁ λόγος νέμει. εἰ μὲν οὖν ἐγὼ παρὼν ἐτύγχανον, οὐδὲν ἂν ἔδει σε πρᾶγμα σχεῖν ἀπερυθριῶντα καὶ σαυτὸν καταγγέλλοντα, ἀλλʼ ἐμαυτὸν ἂν ἔταξα συνηγορήσοντά σοι, καὶ προσήγαγον ἄν σε καθάπερ ἰατροῖς τοῖς νόμοις. ἀνόητος μὲν γὰρ ἄν τις εἶπεν ὡς Συνέσιος Ἰωάννου κατηγορεῖ, σὺ δʼ ἂν ἠπίστασο τἀληθὲς ὅτι φειδοῖ καὶ κηδεμονίᾳ τῇ σῇ τὴν κατηγορίαν εἱλόμην, ἵνʼ ὡς ἐν κακοῖς ἄμεινον πράξειας. ἀλλὰ ταῦτα μέν, εἰ τἀδίκημα γέγονεν, ὃ μὴ γένοιτο σοῦ τε ἕνεκα καὶ τῆς πόλεως· ἅπασα γὰρ ἂν εἴη μιαρὰ τῷ φόνῳ, τολμηθέντος αἵματος ὁμογνίου. εἰ δὲ σὺ καθαρὸς καὶ χεῖρα καὶ γνώμην (εἴη δὲ οὕτως), ἐπάρατοι μὲν οἱ ταῦτα συνθέντες ἐπὶ σοί, κἀκείνους δὲ περιμένει τὰ κατὰ γῆς κολαστήρια, ὡς οὐχ ἕτερος οὕτω τρόπος θεομισὴς ὡς ὁ λογοποιὸς ὁ τιτρώσκων ἐξ ἀφανοῦς· ἀγεννέστατος γὰρ ὢν μέγιστα κακὰ διαπράττεται, καὶ λέγεταί τις αὐτοῖς μοῖρα κιναίδων προσκεῖσθαι, καὶ τῶν ἐν τῇ τέχνῃ τοῦτʼ εἶναι τὸ κράτιστον, ἐπεὶ καὶ πρὸς ἄλλα πολλὰ σοφισταὶ γίνονται καὶ εὐμήχανοι. ὥστε ἄν τις ἁλῷ φήμας ἐπὶ τοῖς οὐκ οὖσι ποιῶν, τοῦτο ἐκεῖνο, μὴ ἐπανέρῃ μηδὲ διστάσῃς, ἀλλὰ κἂν στερεώτατος εἶναι δοκῇ, θαρρῶν ἀποφαίνου τὸν ἄνδρα ἡμίγυνον, αὐτόχρημα θιασώτην τῆς Κότυος. σοὶ δὲ ἔξεστιν ἀπὸ τῶν λόγων τούτων ἀποφῆναι συκοφαντοῦσαν τὴν δόξαν, εἰ σαυτόν τε καὶ τοὺς σοὺς ἐπιδοίης τῇ δίκῃ. εἰπὲ γὰρ εἰσελθὼν ὡς Ἐμοῦ κατήγοροί τινές εἰσιν ἀφανεῖς, οἳ προκατεγνωκότες αὑτῶν ἀξιοῦσι λανθάνειν, κατηγοροῦσι δὲ ὅμως πολλὰ καὶ χαλεπά, καὶ κινδυνεύουσι πείθειν ἐνίους· οὕτως εἰσὶν ἐπίβουλοι καὶ δεινοὶ παραδοῦναι λόγον τῇ φήμῃ. κᾆτα διεξελθὼν τὰς αἰτίας ἐφʼ αἷς ἀκούεις κακῶς, γάμον καὶ φόνον ἀνόσιον, ἐπειδὴ σπάταλον οἶμαί τινά φασι ὑπὸ σοῦ κάθετον ἐξειργάσθαι τὸν φόνον, τοῦτον ἅμα προσάγων δεήθητι τοῦ δικαστηρίου λιπαρῶν καὶ προσπίπτων μὴ ἀνεξέταστος ἀπελθεῖν μηδὲ ἐρήμην ἁλῶναι. οὐ γὰρ δή, κράτιστε τῶν ἡγεμόνων, ἐρεῖς, διότι γραφὴν εἰς τοὐμφανὲς οὐδεὶς ἀπηνέγκατο, παρὰ τοῦτό σε δεῖ ποιήσασθαι τὸ μὴ διὰ πάσης ἐλθεῖν βασάνου, μετιόντα καὶ θηρώμενον τὴν ἀλήθειαν. ὁ βεβοημένος σπάταλός ἐστιν οὗτος. ἔχεις τὸν ἄνδρα· χρῶ τῷ σώματι. τοῦτον, εἴ τι γέγονε, τήμερον ἀναφανῆναί γε δεῖ κατήγορον αὑτοῦ τε κἀμοῦ. κἂν μὲν οὕτω σοῦ λέγοντος μὴ πείθηταί σοι, καὶ τοῦθʼ ἅλις ἔχει πρός γε ἡμᾶς τοὺς ἀνθρώπους· εἰ δὲ φιλάνθρωπός τε εἴη καὶ χαρίσαιτό σοι τὴν περὶ τούτων ἀκρόασιν, ἅπαν ἐνταῦθά ἐστι τὸ λαμπρῶς ἀπολογήσασθαι καὶ τοὺς λογοποιοὺς καταισχῦναί τε καὶ κατασιγάσαι. [145]
44 (150)
τὸν γὰρ δὴ σπάταλον τοῦτον οὐ δεήσει τρυφᾶν, ἀλλὰ καὶ δεδήσεται καὶ κρεμήσεται καὶ τὼ πλευρὼ διορυγήσεται· δεινοὶ γὰρ ἐξελέγξαι προσποίησιν οἱ βασανισταί, καί τινες αὐτοῖς ὄνυχές εἰσιν ἐξηυρημένοι, συλλογισμῶν ἐπιστημονικῶν ἔχοντες δύναμιν, ὥσθʼ ὅ τι ἂν ἐκείνων κρατούντων ἀναφανῇ, τοῦτʼ ἔστιν αὐτὸ τἀληθές. ἂν οὕτως ἀπολυθῇς μηδὲν ἀδικῶν, ἄπει τοῦ δικαστηρίου νενικηκὼς καὶ γαῦρος, εὐαγὴς ὤν τε καὶ δοκῶν. εἰ δὲ ἐγὼ μὲν εἰσηγησάμην ἅττα σοι λυσιτελεῖν οἶμαι, σὺ δὲ οὐ ποιήσεις οὐδὲ πρὸς τὸν δικαστὴν πρόσει, τὸ μὲν ἀληθὲς εἶδέ τε καὶ οἶδεν ἡ Δίκη. πάντως ὁ διὰ πάντων ἥκων ὀφθαλμὸς τῆς θεᾶς καὶ Λιβύην ἑώρα καὶ φάραγγα ἐκείνην καὶ θροῦν ἐκεῖνον, εἴτε τὸν ὄντα εἴτε τὸν ἐπιποίητον, καὶ τὸν Αἰμιλίου δρόμον καὶ ὅ τι πέπονθε καὶ ὑφʼ οὗ καὶ ὅ τι εἶπε καὶ ὅ τι ἤκουσεν, εἰ δή τι καὶ εἶπε καὶ ἤκουσε. καὶ οἶδεν ὅτι εἰ καὶ τύχοις μὲν ἀναίτιος σὺ καὶ καθαρὸς τῷ θεῷ, μήτε πράξας μήτε βουλεύσας ἔργον ἐξάγιστον, ἀλλʼ ἡμῖν γε τοῖς ἀνθρώποις οὔπω καθαρός, ἕως ἂν ἀναπολόγητος ᾖς. οὐδὲ ἐμβαλοῦμέν σοι δεξιάν, οὐδὲ ἀπὸ τῆς αὐτῆς σιτησόμεθα· τοὺς Αἰμιλίου γὰρ ἀλάστορας δέδιμεν, εἰ θιγγάνων ἡμῶν ἐναπομόρξῃ τὴν προστροπήν. εἰσὶ καὶ ἡμῖν οἰκεῖαι κηλῖδες· οὐ δεῖ καὶ προσερανίζεσθαι. Ὀλυμπίῳ. [175]
45 (t)
Λυποῦσι τὴν ἐκκλησίαν ἀλλότριοι πονηροί. διάβηθι κατʼ αὐτῶν· οἱ πάτταλοι γὰρ παττάλοις ἐκκρούονται. Ἀναστασίῳ. [1]
46 (t)
Οὐδὲ Ἄμασις μὲν καλός, φυλαξάμενος ἐπιδακρῦσαι τοῦ Πολυκράτους ταῖς συμφοραῖς, ἃς ἐσομένας προείδετο, ἀλλʼ οἷς εὐτυχοῦντι κήρυκα πέμψας τὴν φιλίαν ἀπείπατο, δῆλον ἐποίησεν ὅτι κἂν ἐδάκρυσεν, εἰ προύλαβεν ἡ συμφορὰ τὴν ἀπόρρησιν. σὺ δὲ ἡμῖν ἕως μὲν οὐ προσεκόπτομεν τῇ τύχῃ συνέμεινας, ἔπειτα συναπῆρας αὐτῇ· λέγει γὰρ ἡ φήμη διὰ τῶν ἀπὸ Θρᾴκης ἡκόντων οὐδὲν οὔτε φρονεῖν σε περὶ ἡμῶν οὔτε λέγειν ἐπιεικές. τοῦτο μὲν οὖν οὐκ ἔστιν ὅλως φιλίαν ἀπειπεῖν ἀλλʼ ἔχθραν ἀνειπεῖν, ἤρκει δέ, εἴπερ ἄρα, τὸ μὴ συνανιᾶσθαι· τὸ δὲ καὶ προσανιᾶσαι πόρρω δεινῶν καὶ οὔτε Ἀμάσιδος οὔτε ὅλως ἀνθρώπινον. ἀλλὰ σοὶ γὰρ ἴσως ὑπὲρ τῶν σεαυτοῦ πραγμάτων ἔσκεπται κάλλιον. ποίει τὸ ποιητέον, μόνον εἰ χαίρων ποιεῖς· ἥμισυ γὰρ ἂν εἴη κακόν, εἰ καὶ οἷς πάσχω κακῶς ἡδὺς εἴην τοῖς φίλοις. Θεοτίμῳ. [15]
47 (t)
Ἀρίθμει καὶ Πέτρον ὀργὴν Πενταπόλεως ἄνθρωπον οὐ τέχνῃ μετιόντα τὸ λύειν τοὺς νόμους. καίτοι καὶ τὸν οὕτω μετιόντα μισῶ, καὶ ὁ θεὸς σύνοιδε καὶ ὁ Διοσκορίδης. ἀλλʼ οὗτός ἐστι νεανικώτερος ἐκείνου τἀνδρός· ὅτου γὰρ ἐπιθυμήσει χρήματος, πρῶτον ἁρπάσας καὶ ὑφʼ ἑαυτὸν ποιησάμενος, ἔπειτα πράττει τὴν δίκην κἂν ἁλῷ τῇ ψήφῳ, κρατεῖ τῇ χειρί. οὕτως ἐποίησε. πρῶτον ἥρπασε κεράμιον. ἐγράψατό τις αὐτόν. ὃ μὲν ἤλεγξεν, ὃ δὲ οὐκ ἀπέδωκεν, ἀλλὰ καὶ προσηπείλησε τοῖς δημίοις πληγάς. πρὸς ὃ νεμεσήσας ἐγὼ καὶ νομίσας οὐκ εἶναι βιώσιμον ὅπου τινὲς ἰδιῶται χεῖρας ἔχουσι μείζους τῶν νόμων, παρεσκεύασα λαμπροτάτους ἄνδρας εἴξαντας ἀποφάσει βοηθῆσαι τῇ καταστάσει τῆς πολιτείας· εἰ γὰρ προυχώρησεν αὐτῷ, πολλοὺς ἂν ἐντὸς ὀλίγου Πέτρους ἐθεασάμεθα. ἐν ᾧ χάριν ἔχω τῷ θαυμαστῷ Μαρτυρίῳ, καὶ συνηγανακτηκότι μάλιστα καὶ προθυμότατα πάντων ὑπηρετήσαντι. ἀνθʼ ὧν ἀγαθὸν αὐτῷ τι γένοιτο παρὰ τοῦ θεοῦ. παρὰ δὲ Ἀνθεμίου καλῶς ἂν ἔχοι τὸ μὴ κακόν τι λαβεῖν, εἰ Πέτρος αὐτόν, ὥσπερ ἠπείλησεν, ἀπαιτήσειεν. ἀλλʼ ἵνα μὴ γένηται τοῦτο, δέομαι σοῦ τε αὐτοῦ καὶ διὰ σοῦ τοῦ θαυμασίου ἀνδρὸς καὶ φιλοσόφου Τρωΐλου, κωλύσατε τὸν ἀλιτήριον ἄνθρωπον τὴν διὰ τῶν νόμων ἐπὶ τοὺς νόμους ἐλθεῖν. ἐμοὶ καὶ Πενταπόλεως μέλει καὶ τοῦ μὴ γεγονέναι φίλῳ συμφορᾶς αἴτιον· τὸ δὲ πῶς ἂν συκοφάντης ἀνακοπείη, οὐκ ἐμὸν εὑρεῖν, ἀλλὰ σόν, ὦ πρὸς τὰ καλὰ πάντων σὺ ποριμώτατε. Πυλαιμένει. [25]
48 (t)
Καλῶς ποιεῖς εἰς τὴν ἔχουσαν τὸν βασιλέα πόλιν ἐπανελθών· εἰ γὰρ κἀν τοῖς Ἰσαύρων ὄρεσιν ἡ ἀγαθή σοι τύχη συνῆν, ἀλλʼ ἔστιν εὐτυχία παρὰ τὸν τόπον ἀτυχεστέρα. ἐμοὶ δέ τι καὶ ἰδίᾳ διαφέρει τὸ παρʼ αὐτά σε πράττειν εὖ τὰ βασίλεια, οὗ διατρίβων καὶ λήψῃ καὶ πέμψεις ἐπιστολάς, τὸ τιμαλφέστατον ἐμοὶ τῶν ἀπὸ Θρᾴκης ἀγωγίμων. Θεοτίμῳ. [5]
49 (t)
Πλείω καλὰ τῆς Σιμωνίδου συνουσίας Ἱέρων ἀπέλαυσεν ἢ Σιμωνίδης Ἱέρωνος. καὶ ναὶ μὰ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν, οὔ σε πλέον ἐμακάρισα τῆς Ἀνθεμίου τοῦ μεγάλου φιλίας ἢ τῆς σῆς αὐτὸν ἐκεῖνον τὸν μέγαν Ἀνθέμιον· ἀνδρὶ γὰρ ἔχοντι δύναμιν τί κτῆμα κάλλιον ἢ φίλος ἦθος ἀκαπήλευτον παρεχόμενος; οἷον ἐγὼ Θεότιμον οἶδα, τὴν πραοτάτην καὶ θεοφιλῆ κεφαλήν. ἀλλὰ τοῦτο μὲν σὺ Σιμωνίδου πλέον ποιεῖς (Σιμωνίδης γὰρ αὐτὸς ὡμολόγει πρὸς ἀργύριον διαλέγεσθαι), ἐκεῖνο δὲ κοινόν, ὅτι καὶ Σιμωνίδης Ἱέρωνα τῇ διαδοχῇ τοῦ χρόνου συνέστησε, καὶ διὰ τὰς Θεοτίμου ποιήσεις ἔστʼ ἂν Ἕλληνες ὦσι πολὺς Ἀνθέμιος ἐν ταῖς τῶν λόγων διατριβαῖς. ἀλλὰ τὰ μὲν Ῥωμαίων ἐκεῖνος αὔξοι, σὺ δὲ ἐκείνου τὸ ὄνομα· ποιητικῇ γὰρ ἔδωκεν ὁ θεὸς ταμιεύειν τὴν εὔκλειαν, ἧς τὸ καλὸν εἰς σὲ περιήκει. Τῷ ἀδελφῷ. [15]
50 (t)
Ἀπέκτονε, φησί τις, Ἰωάννης Αἰμίλιον, ἕτερος δέ τις τοὺς πολιτευομένους ἐχθροὺς ἐπʼ αὐτῷ ταῦτα συμπλάσαι. τὸ μὲν οὖν ἀληθὲς οἶδεν ἡ Δίκη, καὶ ὁ χρόνος εὑρήσει, ἐγὼ δὲ καίπερ ἀδήλου τοῦ πράγματος ὄντος οἶμαι δεῖν ἅπαντας ἑξῆς ἀποτροπιάζεσθαι, τὸν μέν, ὅτι τοιοῦτός ἐστιν, ὥστʼ εἰ καὶ μὴ πεποίηκεν, ἀλλʼ ἐποίησεν ἂν καὶ τοῖς ἑαυτοῦ τρόποις πρέπουσαν αἰτίαν ἐδέξατο· τοὺς δὲ καὶ μὴ πλάσαντας, ὅτι συνέπλασαν ἄν, καὶ πρὸς αὐτῶν τὸ ἐγχείρημα. ὡς ἔστιν ἦθος ἀνοίκειον ὑποψίας τινί, κἂν εἰ συνωμόται πολλοὶ μαρτυροῖεν, οὐδὲν αὐτοῖς ἔσται πλέον εἰς πίστιν. οἷον εἴ τις ἑταιρήσεως διώκοι τὸν Αἴαντα, γέλως ἂν εἴη πλατύς. ὁ δὲ Ἀλέξανδρος, εἰ μὴ θῆλυς, ἀλλὰ θηλυδρίας γε ἦν καὶ τὴν αἰτίαν ἐχώρει. τὸν Σίσυφον δὲ καὶ τὸν Ὀδυσσέα μισῶ. καὶ γὰρ εἴ τι καὶ λέγοιεν ἀληθές, ἀλλὰ τοιοῦτοί γε ἦσαν οἷοι τὰ πλεῖστα ψεύδεσθαι. ἐγὼ δὲ οἷς ἀτυχῶ, λίαν εὐτυχῶ, πολιτῶν τοιούτων ἐχθρῶν καὶ φίλων στερόμενος. διατετειχίσθω μοι τὰ πρὸς ἅπαντας, οὐδὲν ἐμοὶ πρὸς ἐκείνων οὐδένα. ξένος ἐν ξένοις βιῴην. ὁ τρόπος ἡμᾶς πρὸ τοῦ τόπου διῴκισεν. ὀδύρομαι δὲ τὸ κλεινὸν ἔδαφος τῆς Κυρήνης, ὃ πάλαι μὲν εἶχον Καρνεάδαι τε καὶ Ἀρίστιπποι, νυνὶ δὲ Ἰωάνναι τε καὶ Ἰούλιοι, μεθʼ ὧν οὐκ εὐκαίρως γενόμενος εὐκαίρως ἀποδημῶ. σὺ δὲ ἀλλὰ μηδὲ γράφειν ἔτι μοι περὶ τῶν ἐκεῖθεν πραγμάτων τινός· μηδὲ συνιστάναι τοὺς ἔχοντας δίκας· οὐ γὰρ ἂν ἐπιδοίην ἐμαυτὸν ἔτι τούτων τινί. ἀτυχέστατος μεντἂν εἴην, εἰ τῶν μὲν ἀγαθῶν τῆς φιλτάτης πατρίδος στεροίμην, μετέχοιμι δὲ ἀντιλογιῶν καὶ πραγμάτων ἀφελκόντων με τῆς ἐν φιλοσοφίᾳ ῥᾳστώνης, καὶ πενίαν ἐξ ἀπραξίας ὡς κέρδος ἑλόμενος, τἀλλότρια κακὰ προῖκα περιεργάσομαι. Τῷ αὐτῷ. [30]
51 (t)
Ἄραντες ἐκ Φυκοῦντος ἀρχομένης ἑῴας, δείλης ὀψίας τῷ κατʼ Ἐρυθρὰν κόλπῳ προσέσχομεν· ἐνδιατρίψαντες δὲ ὅσον ὕδωρ πιεῖν καὶ ὑδρεύσασθαι (πηγαὶ δὲ ἐπʼ αὐτὴν ἐκδιδόασι τὴν ᾐόνα καθαροῦ καὶ ἡδίστου νάματος), ἐπισπευδόντων τῶν Καρπαθίων αὖθις ἀνήχθημεν· πνεύματι δὲ χρησάμενοι μετρίῳ μὲν ἀλλʼ ἐκ πρύμνης ἀεί, καὶ μέγα οὐδὲν ἐφʼ ἑκάστης ἡμέρας ἀνύειν ἐλπίσαντες, ἐλάθομεν ἐξηνυκότες ὅσον ἔδει. καὶ πεμπταῖοι τὸν φρυκτὸν ἰδόντες, ὃν αἴρουσιν ἀπὸ πύργου τοῖς καταγομένοις σύνθημα, θᾶττον ἢ λόγος ἀποβιβασθέντες ἦμεν ἐν τῇ νήσῳ τῇ Φάρῳ. λυπρὰ δὲ ἡ νῆσος, ἐν ᾗ μήτε δάσος ἐστὶν αὐτοφυὲς μήτε καρπός, ἀλλʼ ἅλες τινές. Τῷ αὐτῷ. [10]
52 (t)
Ἥκειν τις Ἀθήνηθεν λέγεται κρηπιδοπώλης ἄνθρωπος, παρʼ οὗ μοι δοκεῖς καὶ πέρυσιν ἐωνῆσθαι τὰς ἀνατρήτους ἐμβάδας. νῦν δέ φασιν αὐτὸν ἐπὶ μεῖζον ἐμπορεύεσθαι, κομίζοντα στολὰς ἀττικουργεῖς, σοί τε θερίστρια πρέποντα καὶ ἡμῖν ἀναβολὰς εἰς τὴν ὥραν τοῦ ἔτους. πρὶν ἂν οὖν ἁπάσας φθάσειεν ἀποδόμενος ἢ τὰς τῆς καλλίονος ἐργασίας (οἱ γὰρ προεντυγχάνοντες οὐχ ὑπὲρ τῶν κατόπιν ἀλλʼ ὑπὲρ ἑαυτῶν δήπουθεν ἀξιοῦσι βουλεύεσθαι), εἰσκάλει τὸν ξένον καὶ πρίω μοι τρεῖς ἢ τέτταρας τῶν ἀναβολῶν. πάντως ὅ τι ἂν ὑπὲρ τῆς τιμῆς κατάθῃ, παρʼ ἐμοί σοι πολλαπλάσιον κείσεται. Τῷ αὐτῷ. [10]
53 (t)
Μῆκος ἐπιστολῆς ἀνοικειότητα κατηγορεῖ τοῦ διακομίζοντος. ἀλλʼ ὁ θαυμαστὸς Ἀκάκιος οἶδε μὲν ὅσα κἀγώ, ἐρεῖ δὲ καὶ ὧν οἶδε πλείονα τῷ τε σὸς ἐραστὴς εἶναι καὶ τὴν γλῶτταν ἔχειν νικῶσαν τὰ πράγματα, ὥστε τὴν ἐπιστολὴν τῷ νόμῳ τοῦ προσειπεῖν σε πλέον ἢ τῇ χρείᾳ χαρίζομαι. τὸ δὲ ἀπαγγεῖλαί σοι περὶ τοῦ υἱοῦ Διοσκορίου τοῦτο μὲν ὡς ὑγιαίνει τοῦτο δʼ ὡς ἀναγινώσκει καὶ πρόσκειται τοῖς βιβλίοις, τοῦτο τῆς ἐπιστολῆς αὐτῆς ὑπαρχέτω τιμή. ἡμεῖς δὲ αὐτῷ συμμορίαν ἀδελφῶν παρεσχόμεθα προσθέντες Ἡσυχίῳ ζεῦγος ἀδελφῶν ἀρρένων, οὓς εὐτυχεῖς ποιήσειεν ὁ θεὸς αὐτοῖς τε καὶ ἀδελφοῖς καὶ γονέων οἴκῳ καὶ τῷ λοιπῷ γένει καὶ ταῖς πατρίοις πόλεσιν. Τῷ αὐτῷ. [10]
54 (t)
Συχνοὶ παρʼ ἡμῖν καὶ ἰδιῶται καὶ ἱερεῖς, πλαττόμενοί τινας ὀνείρους οὓς αὐτοὶ καλοῦσιν ἀποκαλύψεις, ἐοίκασιν ὕπαρ μοι δώσειν κακόν, ἂν μὴ τάχιστα τὰς ἱερὰς Ἀθήνας καταλαβεῖν μοι γένηται. ὁσάκις ἂν οὖν ἐντυχεῖν σοι γένηται ναυκλήρῳ Πειραϊκῷ, γράφε πρὸς ἡμᾶς· ἐκεῖ γὰρ ἐντευξόμεθα ταῖς ἐπιστολαῖς. ὀνήσομαι δὲ οὐ μόνον τοῦτο τῆς ἐπὶ τὰς Ἀθήνας ὁδοῦ, τὸ τῶν παρόντων ἀπηλλάχθαι δεινῶν, ἀλλὰ καὶ τὸ μηκέτι τοὺς ἐκεῖθεν ἥκοντας ἐπὶ λόγοις προσκυνεῖν, οἳ μηδὲν μὲν ἡμῶν τῶν θνητῶν διαφέρουσιν (οὔκουν εἰς σύνεσίν γε τῶν Ἀριστοτέλους καὶ Πλάτωνος), ἀναστρέφονται δὲ ἐν ἡμῖν ὥσπερ ἐν ἡμιόνοις ἡμίθεοι, διότι τεθέανται τὴν ἀκαδήμειάν τε καὶ τὸ Λύκειον καὶ τὴν ἐν ᾗ Ζήνων ἐφιλοσόφει Ποικίλην, νῦν οὐκέτʼ οὖσαν ποικίλην· ὁ γὰρ ἀνθύπατος τὰς σανίδας ἀφείλετο, ἔπειτα ἐκώλυσεν αὐτοὺς ἐπὶ σοφίᾳ μεῖζον φρονεῖν. Τῷ αὐτῷ. [15]
55 (t)
Ἔλυσας τὸ πρυμνήσιον, κἀγὼ τὰς ἡμιόνους ἔστησα παρὰ τὴν ζεφυρῖτιν ᾐόνα· τῆς ἀπήνης δὲ ἀποβαίνοντος ἤδη σοι τὸ ἱστίον ἦρτο, καὶ κατὰ πρύμναν ὁ ἄνεμος. ἀλλὰ τοῖς τε ὀφθαλμοῖς ὑμᾶς ἐφʼ ὅσον ἐξικνοῦντο προύπεμψα, καὶ πολλὰ τοῖς ἀνέμοις ὑπὲρ τῆς ἐρωμένης ψυχῆς διείλεγμαι, συνιστὰς αὐτοῖς τὸ σκάφος, ὅτι μοι τὸ τιμαλφέστατον φορτίον ἐπεπίστευτο· οἳ δέ (οὐ γάρ εἰσιν ἀνέραστοι τῶν καλῶν) ὑπέσχοντό μοι τὴν σὴν κομιδήν τε καὶ ἀνακομιδήν. οὗτοι μὲν οὖν ἀγαθοὶ δαίμονες ὄντες οὐκ ἄν ποτε ψεύσαιντο, σὺ δὲ ὥσπερ αὐτῶν ἐδεήθης, ἐντεῦθεν ἐκεῖσε πορθμεύων δεήθητι, κἀκεῖθεν ἐνθάδε· πολὺ γὰρ ἂν ἡδίους τότε σοι παραγένοιντο. Τῷ αὐτῷ. [10]
56 (t)
Ἀδικεῖς με, ὦ θεία καὶ ἱερὰ κεφαλή, ψυχὴν ἁπλῆν καὶ ὑπὸ συνηθείας ἁλώσιμον ἐνσείσας μὲν εἰς τὸ διαφερόντως ἀγαπᾶν σέ τε καὶ τὴν ἀδελφιδῆν, ἀφελόμενος δὲ σαυτοῦ τε καὶ τῆς ἀδελφιδῆς. ἐκείνην μὲν οὖν ἔχων διπλῆν ἐθεώμην εἰκόνα, καὶ παρῆν μοι διὰ τῆς νεάνιδος ὁ θεῖος αὐτῆς· νῦν δὲ ἅπαντα τὰ φίλα φροῦδα, καὶ μέμφομαι τῇ φύσει διὰ τὴν ἀμετρίαν τῆς εἰς τὸ ἀδικεῖσθαι ῥοπῆς. καὶ εἴ τι φιλοσοφίας ὄφελος, εἰς τὸ ἀρρενωπότερον ἀναχθήσομαι, καὶ τοῦ λοιποῦ σφενδαμνίνῳ μοι καὶ ἀκλινεστέρῳ συνέσεσθε. Κατὰ Ἀνδρονίκου. [10]
57 (t)
Αἱ κακοποιοὶ, δυνάμεις ἐν κόσμῳ συντελοῦσι μὲν τῇ χρείᾳ τῆς προνοίας (κολάζουσι γὰρ τοὺς ἀξίους κολάζεσθαι), εἰσὶ δὲ ὅμως θεομισεῖς τε καὶ ἀποτρόπαιοι· ἐγερῶ γάρ φησιν ἔθνος ἐ φ ’ ὑμᾶ ς, ὑφʼ οὗ πείσεσθε τόσα καὶ τόσα. καὶ τελευτῶν αὐτοῖς ἐκείνοις οἷς ἐπιστρατεύει φησὶν ἐπεξελεύσεσθαι, ὅτι παραλαβόντες ὑμᾶς οὐκ ἠλέησαν οὐδὲ ἀνθρωπίνως ἐχρήσαντο. αὐτὰς μὲν οὖν οὐκ ἐξεμελέτησα τὰς ἱερὰς συλλαβάς, ἰσχυρίζομαι δὲ ὡς ἔστιν οὗ τῶν βιβλίων ὁ θεὸς ταῦτα λέγων πεποίηται. καὶ οὐκ εἶπε μὲν οὕτως, οὐκ ἐποίησε δέ, ἀλλʼ ὁ Βαβυλώνιος βασιλεὺς Ἱερουσαλὴμ μὲν τὴν πόλιν κατέσκαψε, τὸ δὲ ἔθνος ἠνδραποδίσατο. ὁ δὲ αὐτὸς οὗτος οὐκ εἰς μακρὰν ἐμεμήνει, καὶ γέγονε δίκῃ θεοῦ ἐξερημωθῆναι τὴν πόλιν, ὡς εἰ καὶ γέγονεν ἐν τῷ τόπῳ πόλις ἀπιστηθῆναι. ἆρα τολμήσει τις ἐρέσθαι θεὸν διὰ τί σὺ μὲν ἀνίστης ἄνδρας ἐπὶ τοὺς ἡμαρτηκότας σοι τιμωρούς, ὅταν δὲ ὑπηρετήσωσι τῷ θείῳ βουλήματι, καὶ γένωνται δήμιοι τούτοις ἐφʼ οὓς καταπέμπονται, δέον ἐκτῖσαι χάριν τῆς ὑπουργίας, τότε δὴ μάλιστα καὶ κολάζονται; ἀλλʼ ἢ κεκίνηκεν ἡμᾶς εἰς ἀπόκρισιν ὧν αὐτοῦ πυνθανόμεθα; ἐπειδὴ γὰρ βεβλαμμένου τῇδε τοῦ θείου νόμου παρῆλθεν εἰς ἀνθρώπους τὰ κακά (τὰ δὲ κακοποιὰ διαφερόντως κακά· περιουσίᾳ γὰρ φύσεως καὶ δραστήρια γίνεται), ἐπειδὴ δʼ οὖν ἅπαξ γέγονε τὰ κακά (τῆς γὰρ θείας σοφίας καὶ ἀρετῆς καὶ δυνάμεως ἔργον ἐστὶν οὐ μόνον τὸ ἀγαθοποιεῖν (φύσις γάρ, ὡς εἰπεῖν, αὕτη θεοῦ, ὡς τοῦ πυρὸς τὸ θερμαίνειν καὶ τοῦ φωτὸς τὸ φωτίζειν), ἀλλὰ κἀκεῖνο μάλιστα, τὸ διὰ κακῶν ἐπινοηθέντων πρός τινων ἀγαθόν τι καὶ χρηστὸν τέλος ἀποτελεῖν καὶ ὠφελίμως τοῖς δοκοῦσι φαύλοις χρῆσθαι), σοφίας ἐστὶν εὐμηχάνου καὶ τοῖς κακοῖς ἐν δέοντι χρήσασθαι. ὅταν οὖν δέηται κολαστῶν, χρῆται νῦν μὲν ἀγελάρχαις ἀκρίδων δαίμοσι, νῦν δὲ ὧν ἔργα λοιμοί· καὶ νῦν μὲν ἔθνει βαρβάρῳ, νῦν δὲ ἄρχοντι πονηρῷ· καὶ καθάπαξ εἰπεῖν, ταῖς ἐπιτηδείοις εἰς τὸ ποιῆσαι κακὰ δημόσια φύσεσι. μισεῖ δʼ ὅμως αὐτάς, ὅτι πρὸς τοῦτο γεγόνασιν ἐπιτήδειοι· οὐ γὰρ ἐποίησεν ὁ θεὸς ὄργανα συμφορῶν, ἀλλʼ ὑφʼ ἑαυτῶν εἰς τοῦτο ταχθεῖσιν ἑτοίμως ἐχρήσατο. καὶ διότι πρὸς τοῦτο σὺ γέγονας χρήσιμος, αὐτὸ τοῦτʼ ἐστὶν ὅ σε παντάπασιν ἀποκόπτει θεοῦ. οὕτω καὶ σκεῦος τὸ μὲν ἄτιμον, τὸ δὲ τίμιόν ἐστί τε καὶ νομίζεται· κρίνεται γὰρ ἑκάτερον πρὸς ἥντινα τὴν χρείαν παρέχεται. τράπεζα μὲν ἱερὸν χρῆμα, διʼ ἧς ὁ θεὸς τιμᾶται φίλιός τε καὶ ξένιος, καὶ τὸν Ἀβραὰμ ἡ φιλοξενία θεοῦ πεποίηκεν ἑστιάτορα· μάστιξ δὲ ἀποτρόπαιον, θυμῷ γὰρ ὑπηρετεῖται, καί τις ἤδη χρησάμενος αὐτῇ μετενόησε. τῶν μέντοι κολαζομένων θεὸς κήδεται· οὐδὲ γὰρ οὐδὲ τοῦτο μικρόν, ἐπισκοπῆς ἀξιωθῆναι θεοῦ καὶ καθήρασθαι διὰ δίκης τὰ ἁμαρτήματα. [45]
57 (50)
αἱ δὲ τιμωροὶ φύσεις εἰσὶ παντάπασιν ἀπόστροφοι τοῦ θεοῦ· τὸ γὰρ ἀφανιστικὸν τῷ δημιουργικῷ δήπου πολέμιον. οὐδὲ γὰρ οὐδὲ διάκειται τὴν γνώμην ὁ τιμωρὸς ἢ δαίμων ἢ ἄνθρωπος ὡς λειτουργίαν τινὰ ταύτην εἰσφέρων θεῷ, ἀλλὰ τῇ μοχθηρίᾳ τῆς φύσεως χαριζόμενος ταῖς κοιναῖς συμφοραῖς ἐπεξέρχεται. οὐ τοίνυν ἐπειδὴ δυστυχεῖν ἔδει τὴν πόλιν, σὺ δὲ τοῦτʼ εἰργάσω, παρὰ τοῦτό σε δεῖ διαδρᾶναι τὴν δίκην· ταύτην γὰρ ἂν τὴν ἀπολογίαν καὶ Ἰούδας ἀπελογήσατο, ἔδει γὰρ ὑπὲρ τῆς ἁπάντων ἁμαρτίας σταυρωθῆναι Χριστόν. ἀλλʼ ἔδει μέν, φησίν, οὐαὶ δὲ δ ι ’ οὗ γέγον ε , καὶ καλὸν ἦν τῷ ἀνθρώπῳ ἐκείνῳ εἰ μὴ ἐγένετ ο. οὐκοῦν τὸ μὲν ὁρώμενον ἀγχόνη τὴν προδοσίαν αὐτοῦ διεδέξατο, τὸ δὲ οὐχ ὁρώμενον οὐδʼ ἂν ἐπινοήσειέ τις. οὐ γὰρ ἔστιν ἐπίνοιαν ἀνθρώπου χωρῆσαι τίνα γένοιτʼ ἂν τῷ Χριστοῦ προδότῃ τὰ κολαστήρια· τὸ γὰρ ᾗ δεῖ γενέσθαι ὑπηρετῆσαι τῷ χρεὼν οὐκ ἀστείας ἀπολογίας ἐστί. δεῖ τοίνυν ὅσον οὐδέπω καὶ Αὐσουριανοὺς καὶ Ἀνδρόνικον ὑπὲρ ὧν εἰς ἡμᾶς εἰργάσαντο δίκην ἀξίαν κομίσασθαι· καὶ γὰρ τὴν ἀκρίδα τὴν λυμηναμένην ἡμῶν τοὺς καρποὺς καὶ μέχρι μὲν καλάμης τὸ λήιον μέχρι δὲ φλοιοῦ τὰ φυτὰ δαπανήσασαν καταποντιστὴς ἄνεμος ἄρας ὦσεν εἰς μέσον τὸ πέλαγος. ταύτῃ μὲν οὖν τῇ πληγῇ τὸν νότον ἀντέταξεν ὁ θεός, καὶ ἐπʼ Αὐσουριανοὺς ἤδη τις ᾕρηται παρʼ αὐτοῦ στρατηγός. ὡς εἴη γε τοῦτον ἡμῖν εἶναι τῶν παρʼ αὐτοῦ πώποτε στρατηγῶν εὐσεβέστατόν τε καὶ δικαιότατον. τοῦτον ἐπὶ τῷ κατʼ αὐτῶν τροπαίῳ μακαρίσαι μοι γένοιτο. μακάριός φησιν ὃς ἀνταποδώσει τὸ ἀνταπόδομα αὐτοῖ ς , μακάριος ὃς ἐδαφιεῖ τὰ νήπια αὐτῶν πρὸς τὴν πέτρα ν. τίς δὲ ἄρα, τίς ὄλεθρος περιμενεῖ τὸν παλαμναῖον τῆς χώρας Ἀνδρόνικον; τίς ἀξία γένοιτʼ ἂν δίκη ψυχῆς κακεργέτιδος; ὡς ἐμοὶ τῶν πληγῶν ἁπασῶν, αἷς μετῆλθεν ἡμῶν τὰς ἁμαρτίας ὁ θεός, Ἀνδρόνικός ἐστι μακρῷ πάντων βαρύτερος· πρὸς γὰρ ταῖς κοιναῖς συμφοραῖς οὗτος ἐμόν ἐστι κακὸν ἴδιον. διὰ τούτου μέτεισιν ὁ πειράζων, ἵνα δραπετεύσω τοῦ θυσιαστηρίου τὴν λειτουργίαν. ἐπανακτέον δέ μοι μικρὸν ἄνω τὸν λόγον, ἵνʼ οἷς ἴστε προσθεὶς ἃ μὴ πάντες γινώσκετε, ἀκόλουθον ὑμῖν τὴν διδασκαλίαν τῶν περὶ ἐμὲ πραγμάτων ποιήσωμαι· καὶ γὰρ πρὸς τὰ μετὰ ταῦτά μοι καλῶς ἔχει τούτων ὑμᾶς ἀκροατάς μοι γενέσθαι. Ἐμοὶ παιδόθεν παρέστη θεῖον ἀγαθὸν εἶναι σχολὴ καὶ τοῦ ζῆν εὐμάρεια, τοῦθʼ ὃ ταῖς θείαις φύσεσι προσήκειν τις ἔφη· αὐτὸ τοῦτʼ εἶναι τὸ τὸν νοῦν ἐκτρέφειν καὶ συνιστᾶν τῷ θεῷ τὸν ἔχοντά τε αὐτὴν καὶ καρπούμενον. ὅσα δὴ παισίν ἐστιν ἢ γίνεται πράγματα, τούτων ὡς ἐλαχίστων ἐγὼ μετέσχον, καὶ ὅσα μειρακίοις καὶ ὅσα νέοις. [95]
57 (100)
καὶ εἰς ἄνδρα παραγγείλας οὐδέν τι παιδαρίου πρὸς ἀπραγμοσύνην παρήλλαξα, ἀλλʼ ὥσπερ ἐν πανηγύρει σεμνῇ διεξάγων τὸν βίον διὰ πάσης ἡλικίας ἵλεων καὶ ἀκύμαντον τῆς ψυχῆς ἐτήρησα τὴν διάθεσιν. οὐ μὴν διὰ τοῦτο ἀνθρώποις ἀσυντελῆ με πεποίηκεν ὁ θεός, ἀλλὰ πολλάκις ἡμῖν καὶ ἰδιῶται καὶ πόλεις εἰς δέον ἐχρήσαντο· ἐδίδου γὰρ ὁ θεὸς δύνασθαί τε τὰ μέγιστα καὶ τὰ κάλλιστα βούλεσθαι. τούτων οὐδὲν ἐμὲ φιλοσοφίας ἀφεῖλκεν, οὐδὲ τὴν εὐδαίμονά μοι σχολὴν ὑπετέμνετο· τὸ γὰρ ὠθισμῷ καὶ μόχθῳ καὶ μόλις ποιεῖν, τοῦτʼ ἐστὶν ὃ δαπανᾷ τὸν χρόνον, καὶ τὴν ψυχὴν ἐμβαπτίζει μερίμναις πραγμάτων. ὅτῳ δὲ εἰπεῖν μόνον καθήκει, ἡ πειθὼ δὲ ἕπεται, καὶ ὁ λόγος ἀνυσιμώτατός ἐστι παρὰ τοῖς ἀκούουσι, τίς φειδὼ ῥημάτων, ἵνα δυστυχίας τις ἐλευθερωθῇ; τίμιον ζῷον ὁ ἄνθρωπος· τίμιον γάρ, εἰ διʼ αὐτὸν ἐσταυρώθη Χριστός. ἐμοὶ δὴ τὸ πείθειν ἀνθρώπους εἰς τὸν μέχρι τοῦ παρόντος ἐνιαυτὸν τάχα μὲν θεῖος κλῆρος ἐγένετο, τάχα δὲ μόλις πραγμάτων ἁπτόμενος ἐπετύγχανον. νῦν γὰρ δὴ τὸ πρᾶγμα ἔοικεν ἐξελέγχεσθαι μετὰ πολλῶν ἅτινα σαφῶς ἦν τοῦ θεοῦ, καὶ τοῦτʼ ἀνετίθην αὐτῷ, καὶ ἔζων μετʼ ἀγαθῶν τῶν ἐλπίδων, ὥσπερ ἐν ἱερῷ περιβόλῳ τῷ κόσμῳ, ζῷον ἄφετον ἀνειμένον, εὐχῇ καὶ βιβλίῳ καὶ θήρᾳ μερίζων τὸν βίον· ἵνα γὰρ ὑγιαίνῃ ψυχή τε καὶ σῶμα, τὸ μέν τι δεῖ πονεῖν, τὸ δὲ αἰτεῖν τὸν θεόν. μετὰ τοιαύτης εὐμαρείας εἵλκυσα τοὺς ἐνιαυτοὺς τοὺς μέχρι τῆς ἱερωσύνης αἱρέσεως, πρὸς ἣν ἐγὼ παρὰ τοὺς πώποτε δειλότατος γέγονα. μαρτύρομαι τὸν ἐπὶ πᾶσι θεόν, οὗ διʼ ὑμᾶς ἐγὼ τὰς ἀπορρήτους ἐβάστασα τελετάς, δίχα τῶν ἀνθρωπίνων περιόδων τε καὶ σπουδῶν αὐτῷ κατὰ μόνας ἐν πολλοῖς καιροῖς τε καὶ τόποις προσῆλθον θεῷ, καὶ πρηνὴς καὶ γονυπετὴς ἱκέτης γενόμενος θάνατον ἀνθʼ ἱερωσύνης ᾑρούμην. αἰδὼς γάρ τίς με καὶ φιλία κατεῖχε τῆς ἐν φιλοσοφίᾳ σχολῆς, ὑπὲρ ἧς ἅπαντα δεῖν ᾤμην ποιεῖν τε καὶ λέγειν. ἀλλʼ ἐπειδὴ τῶν μὲν ἀνθρώπων ἐκράτουν, τοῦ θεοῦ δὲ ἡττώμην, ὡς κοινὴ φήμη τὸν ἀξιούμενον εἶναι γνώριμον θεοῦ, ἔφερον, ἀλλὰ δυσηνιάστως τὴν καινοτομίαν τοῦ βίου· δρασμῷ γὰρ ἐπιθέμενον ἐλπὶς ἀγαθῶν καὶ φόβος χειρόνων ἀνέκοψε. καὶ λεγόντων ἤκουσα γερόντων ἱερῶν ὅτι με θεὸς ποιμαίνει· καί τις ἐπὶ λέξεως εἶπεν ὡς ἱλαρόν ἐστι τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἱλαρύνει τοὺς μετόχους αὐτοῦ. καὶ προσέθηκεν ὡς ἠμφισβήτησαν ἡμῶν πρὸς θεὸν δαίμονες, οὓς λυπῶ προσχωρήσας τῇ μερίδι τῇ κρείττονι. ἀλλὰ κἄν τι προσβάλωσι χαλεπόν, οὐκ ἀμελεῖται, φησί, φιλόσοφος ἱερωμένος. ἐγὼ μὲν οὖν (οὐ γὰρ ῥᾴδιός εἰμι χαυνωθῆναι καὶ λαμπρόν τι λογίσασθαι περὶ ἐμαυτοῦ) τὴν ἀτυχίαν ᾐτιασάμην, ἀλλʼ οὐχ ὑπὸ φθόνου δαίμονος (οὐ γὰρ οἶμαί μοι προσήκειν ἀρετήν, ἥτις ἂν τοὺς βασκάνους ἐκίνησεν), ἀλλʼ ἐφόβει με μᾶλλον δίκας ὀφλόντα παρʼ ἀξίαν ἅψασθαι μυστηρίων θεοῦ. [145]
57 (150)
καὶ ταύτην τὴν ἀτυχίαν ἐμαντευόμην, εἰς ἣν οὐ κατὰ μικρὸν ὤλισθον· ἀλλʼ ἅμα τε παρῆν ἐνθάδε καὶ τὰ δεινὰ πάντα παρῆν, καὶ χορηγὸς πάντων Ἀνδρόνικος, δαίμων ἀρήιος, ἄπληστος συμφορῶν, τῆς πόλεως τοῖς λειψάνοις ἐγκείμενος. ἔα, πανταχοῦ τῆς ἀγορᾶς ἀνδρῶν οἰμωγαί, γυναικῶν ὀλολυγαί, παίδων ὀλοφυρμοί. σχῆμα πόλεως ἑαλωκυίας αὐτῇ περιτέθεικεν, ἧς τὸ κάλλιστον μέρος ἀποτεμόμενος τίσεως χωρίον ὀνομασθῆναι γέγονεν αἴτιος, τὴν στοὰν τὴν βασίλειον, τὸ πάλαι κριτήριον, ἀποδείξας βασανιστήριον. ταύτην δαίμοσι ποινίμοις, οἷς ἑαυτὸν ἄρα προσένειμε, βωμὸν καὶ τράπεζαν παρέθηκεν. ὢ πόσοις αὐτοὺς πολιτῶν εἱστίασε δάκρυσι. ποῖοι Ταυροσκύθαι, τίνες Λακεδαιμόνιοι τοσοῦτο τῷ διὰ τῶν μαστίγων αἵματι τὴν παρʼ αὑτοῖς ἐτίμησαν Ἄρτεμιν; δρόμος ἁπάντων εὐθὺς ἐπʼ ἐμέ, καὶ πανταχόθεν εὐθὺς ἐβαλλόμην ἀκοῇ καὶ θέᾳ κακῶν. νουθετήσας οὐκ ἔπεισα, ἐπιτιμήσας ἠρέθισα. ὁ παρὼν καιρὸς ἤλεγξεν ἡμῶν τὴν ἀσθένειαν, ἣν μέχρι νῦν ἔκρυψεν ἀπὸ τῶν ἀνθρώπων θεός· συγχωρουμένων γὰρ ἀεὶ τιμὴν καρπωσάμενος παρέσχον ὑποψίαν τῇ πατρίδι δυνάμεως. καὶ τοῦτο τὸ χαλεπώτατον τῶν συμβεβηκότων ἐστί μοι· πρὸς γὰρ τὴν ἐλπίδα τῶν ἠγνοηκότων με κρίνομαι. οὐδὲ γὰρ πείθω λέγων αὐτοῖς ὡς οὐ δύναμαι, ἀλλʼ ἀξιοῦμαι πάντα τὰ δίκαια δύνασθαι. περίεστιν οὖν αἰσχύνεσθαι καὶ λυπεῖσθαι. πάθος εὐθὺς ἐν ψυχῇ, καὶ ποικιλία φροντίδων καὶ εἰδωλοποιία πραγμάτων καὶ μακρὰν ὁ θεός. εἰ δαιμόνων εἰσὶ προσβολαὶ τὰ γινόμενα διʼ Ἀνδρονίκου, πᾶν ἐποίησαν ὅσον ἐβούλοντο. οὐκέτι τῆς συνήθους ἐν εὐχαῖς γλυκυθυμίας ᾐσθόμην, ἀλλὰ τὸ μὲν σχῆμα εὐχῆς, ἐγὼ δὲ περιηνέχθην ἁπανταχοῦ τῶν πραγμάτων ὀργῇ καὶ λύπῃ καὶ πᾶσι πάθεσι μεριζόμενος. καίτοι διὰ νοῦ τῷ θεῷ συγγινόμεθα, γλῶττα δὲ ἀνθρώποις τὰ πρὸς ἀνθρώπους ὑπηρετεῖ. εἰ τοίνυν ἐν εὐχαῖς ἀπροσεξίαν ἠτύχηκα καὶ παρὰ πόδας ἡ πεῖρα, τῆς γέ τοι τοῦ βίου μεταβολῆς οὐ ταύτῃ μόνον εἰς κακὸν ἀπολέλαυκα, ἐξ ἀπροσεξίας εὑρόμενος πράγματα, ἀλλʼ ἀπενθὴς τὸ μέχρι πρῴην διαγενόμενος, νεκρὸν ἐπεῖδον οὗ προαποθανεῖν ηὐχόμην· οὕτω πικροῖς ἡμᾶς ἡ πόλις ἐπιβατηρίοις ἐξένισεν. ὡς ἅμα τοῖς ἀνθρώποις τὰ πράγματα νῦν μὲν ἄνω νῦν δὲ κάτω χωρεῖ, καὶ ῥοῦς ἥκει φέρων ἀθρόα πολλά, νῦν μὲν αἴσια νῦν δὲ ἀπαίσια. ἀλλʼ ἐπειδή μοι συνέπεσεν ἀποβαλεῖν τῶν παιδίων τὸ φίλτατον, κἂν εἰργασάμην τι δεινὸν αὐτὸς ἐμαυτόν· οὕτως ἑαλώκειν τοῦ πάθους. ἔγωγέ τοι τὰ μὲν ἄλλα ἄρρην εἰμί (λέγω δὲ ἐν εἰδόσι), καὶ τὰ πολλὰ δουλεύω τῷ λόγῳ, συνηθείας δὲ οὕτω τι ἥττων ὡς ταύτῃ κρατεῖν τὴν ἀλογίαν τοῦ λόγου. [195]
57 (200)
οὔκουν οὐδὲ τοῖς ἐκ φιλοσοφίας δόγμασι τοῦ παρόντος πάθους ἐκράτησα, ἀλλὰ Ἀνδρόνικος ἀντιπεριήγαγε, καὶ πρὸς ταῖς κοιναῖς συμφοραῖς τὸν νοῦν ἔχειν ἐποίησε. καὶ γεγόνασί μοι συμφοραὶ παραμυθίαι τῶν συμφορῶν, πρὸς ἑαυτὰς ἀνθέλκουσαι καὶ πάθει πάθος ἐκκρούουσαι. συνεπιτίθεται δή μοι τῇ πικρᾷ τῶν παρόντων αἰσθήσει μνήμη τῶν παρελθόντων ἀγαθῶν, ἐξ οἵων ἄρα ἐν οἵοις γεγόναμεν, καὶ ζῶ πονήρως, ἅμα πάντων ἀφῃρημένος. τὸ μὲν οὖν μέγιστον τῶν κακῶν, ὅ μοι καὶ δύσελπιν εἶναι τὸν βίον ποιεῖ, οὐκ εἰωθὼς ἀποτυγχάνειν ἐν ἱκετείαις θεοῦ, νῦν πρῶτον οἶδα μάτην εὐξάμενος· ὃς τὴν μὲν οἰκίαν κακῶς πράττουσαν ὁρῶ, τὴν δὲ πατρίδα δυστυχοῦσαν οἰκεῖν ἀναγκάζομαι. πᾶσι δὲ ἐκκείμενος ἐφʼ ᾧ προσανακλάεσθαι καὶ τὰ καθʼ αὑτὸν ἕκαστον ὀλοφύρεσθαι, ἔλεον αὐτοὺς ἀνόνητον ἐλεῶ. καὶ πρόσεστι τὸ αἰσχύνεσθαι ὅτι πολίτην ἄνδρα χρησάμενον συμφοραῖς καὶ κλαπέντα χρυσίον δημόσιον, ἀπαιτήσας στατῆρας ὑπὲρ μυρίους, ἔγνωκεν ἀναβολὴν μὴ διδοὺς ἀποκτεῖναι διὰ χιλίους, μᾶλλον δὲ διʼ ἐμέ· διʼ ἐμὲ γὰρ αὐτὸν ἔχει καθείρξας εἰς ἀνεπιχείρητον φρούριον, ἐν οἵῳ τοὺς Τιτᾶνας δεδέσθαι ποιητῶν παῖδες φαντάζονται. καὶ ἵνα μὴ ἀφαιρεθῇ, φησί, παρʼ ἐμοῦ, δεῖ πέμπτην ταύτην ἡμέραν ἀπόσιτον εἶναι τὸν ἄνθρωπον, εἰσαγωγῆς ἄρτων ἀπηγορευμένης τοῖς δεσμοφύλαξιν. ἀλλὰ πρῴην αὐτοῦ κεκραγότος ἅπαντες ἤκουσαν ὡς ὠφελιμώτερος ἔσται τῶν χιλίων στατήρων ἀποθανὼν ὁ πολιτευόμενος. διὸ καὶ τοὺς προσιόντας αὐτῷ ἐπὶ τῇ τῶν χωρίων ὠνῇ φοβεῖ καὶ ταράττει καὶ πάντα τρόπον ἀφίστησιν· οὐ γάρ, οἶμαι, δεῖ τοῦ χρυσίου, τοῦ δὲ τεθνάναι τὸν ἄνθρωπον δεῖ. ἐγὼ δὲ οὔτε ἰσχυρός εἰμι πρὸς τὸ τείχεσιν ἐρυμνοῖς προσβαλεῖν, οὔτʼ εὐμήχανος εἰσερπύσαι καὶ τῆς συμφορᾶς ἐξελέσθαι τὸν ἄνθρωπον. παρίησι δέ, φασί τινες, οὐδεὶς οὐδένα· οἱ γὰρ ὑπηρέται φύσει μέν εἰσιν οἵτινές εἰσι, νῦν δὲ καὶ πρὸς παράδειγμα ζῶσιν Ἀνδρόνικον, ὃς ἐπὶ τῷ τὴν ἐκκλησίαν ἀτιμοῦν προκαθέζεται. τῶν μὲν οὖν εἰς ἡμᾶς αὐτοῦ λόγος οὐδείς· ὡς ἐγὼ κἂν χάριν εἰδείην αὐτῷ τὴν διὰ τὸν θεὸν ἀτιμίαν δεχόμενος ὡς μαρτύριον. ἀναμνήσθητε γὰρ ὑμεῖς τίς ἦν πρὸς ἐμὲ τὸν εἰ μηδὲν ἄλλο, ἐξ ἐκείνων γενόμενον, ὧν ἀπʼ Εὐρυσθένους τοῦ καταγαγόντος Δωριέας εἰς Σπάρτην μέχρι τοὐμοῦ πατρὸς αἱ διαδοχαὶ ταῖς δημοσίαις ἐνεκολάφθησαν κύρβεσιν, ἄνθρωπος οὐκ ἔχων εἰπεῖν ὄνομα πάππου, ἀλλʼ οὐδὲ πατρός, φασί, πλὴν ὅσον εἰκάσαι, ἀπὸ θυννοσκοπείου δὲ ἐπὶ τὴν ἡγεμονικὴν ἀπήνην ἁλάμενος. οὗτος οὖν τὴν ἐν τῇ πόλει λαμπρότητα τεθαυμακὼς αἰσχυνέσθω τοῖς ἐλλείμμασιν· ἀλλʼ ἐγὼ τὸ μέχρι τῆς ἱερωσύνης καὶ τιμῆς ἐνεφορήθην καὶ ἀτιμίας οὐκ ἀπεγευσάμην. νυνὶ δὲ οὔτʼ ἂν ἡσθείην τιμώμενος, οὔτε καταφρονούμενος ἄχθομαι· οὐδέτερον γὰρ αὐτῶν ἔτι παρὰ τοῦ ποιοῦντος εἰς ἐμὲ δοκεῖ γίνεσθαι, ἀλλʼ ἑκάτερον εἰς ἀναφορὰν τοῦ θεοῦ. [245]
57 (250)
διόπερ ὁ πάντα τολμῶν οὗτος ἄνθρωπος, ὡς οὐδὲν οὔτε λέγων οὔτε ποιῶν παρεκίνησεν, ἀρθεὶς ἀφʼ ἡμῶν αὐτῷ διακυρίττεται τῷ θεῷ, καὶ φωνὰς ἀφῆκεν ἐπὶ συνεστώτων καὶ περιεστώτων ἀνθρώπων, ἃς αὐτίκα τῆς πρὸς τὰς ἁπανταχοῦ γῆς ἐκκλησίας ἐπιστολῆς ἀναγινωσκομένης ἀκούσεσθε. τοιοῦτόν ἐστι φύσις ἀπαίδευτος ἐπειλημμένη δυνάμεως· τῇ κεφαλῇ τὸν οὐρανὸν ἐξαράσσειν ἐπιχειρεῖ. ἔστω, δυνάσθω, κεχρήσθω τῇ φύσει τῷ καιρῷ, ἀποκτιννύτω καὶ δείτω τῶν πολιτῶν ὅντινα βούλεται· ἡμῖν δὲ ἀπόχρη μένουσιν ἐπὶ τῆς τάξεως ἐφʼ ἧς ἡμᾶς ἔταξεν ὁ θεός, ἀπηλλάχθαι μὲν τῆς κοινωνίας τῶν πονηρῶν, ἁγνεῦσαι δʼ ἀκοὰς βλασφημοσύνης ἀλεγεινῆς, ἀπογνῶναι δὲ προστασίας ἀδικουμένων, ἀπολελογημένοις ὑμῖν καὶ τῷ δήμῳ διὰ τῆς μάτην ἐπιχειρήσεως. ὃ νοῦ μέγεθος ἔχοντος ἦν καὶ πρὸ πείρας ποιῆσαι· νυνὶ δὲ περιεμείναμεν ὑμᾶς ἐκ τῶν πραγμάτων συμψήφους ποιήσασθαι, ὅτι πολιτικὴν ἀρετὴν ἱερωσύνῃ συνάπτειν συγκλώθειν ἐστὶ τὰ ἀσύγκλωστα. Ὁ πάλαι χρόνος ἤνεγκε τοὺς αὐτοὺς ἱερέας τε καὶ κριτάς· καὶ γὰρ Αἰγύπτιοι καὶ τὸ Ἑβραίων ἔθνος χρόνον συχνὸν ὑπὸ τῶν ἱερέων ἐβασιλεύθησαν. εἶτʼ ἐπειδή μοι δοκεῖ τὸ θεῖον ἔργον ἀνθρωπίνως ἐπράττετο, διῴκισεν ὁ θεὸς τοὺς βίους, καὶ ὃ μὲν ἱερὸς ὃ δὲ ἡγεμονικὸς ἀπεδείχθη· τοὺς μὲν γὰρ εἰς ὕλην ἐπέστρεψε, τοὺς δὲ συνέταξεν ἑαυτῷ. τετάχαται δὲ οἳ μὲν πρὸς τοῖς πράγμασιν ἡμεῖς δὲ ἐν ταῖς εὐχαῖς εἶναι, τὸ δὲ καλὸν ἀπαιτεῖ παρʼ ἀμφοῖν ὁ θεός. τί οὖν ἐπανάγεις; τί δὲ συνάπτειν πειρᾷ τὰ κεχωρισμένα παρὰ θεοῦ, ὃς οὐδὲ διοικεῖν ἡμᾶς ἀλλὰ παραδιοικεῖν ἀξιοῖς, οὗ τί γένοιτʼ ἂν ἀθλιώτερον; προστάτου σοι δεῖ; βάδιζε παρὰ τὸν ἐπιτροπεύοντα τῶν νόμων τῆς πολιτείας. τοῦ θεοῦ σοί τι δεῖ; ἴθι παρὰ τὸν ἱερέα τῆς πόλεως, οὐχ ὡς ἐνταῦθʼ ἐνὸν τὸ πάντως ἐπιτυχεῖν, ἀλλʼ ὡς ἐγὼ προθυμήσομαι. ἂν δʼ ἐπιτρέπῃ τις ἠρεμεῖν, τάχα ποτὲ καὶ δυνήσομαι· ἅμα γάρ τις ἀποστρέφεται τὴν ὕλην καὶ πρὸς θεὸν ἐπιστρέφεται. θεωρία τέλος ἐστὶν ἱερωσύνης μὴ ψευδομένης τὸ ὄνομα, θεωρία δὲ καὶ πρᾶξις οὐκ ἀξιοῦσι συγγίνεσθαι. ὁρμὴ μὲν γὰρ ἀρχὴ πράξεων, οὐδεμία δὲ ἀπαθὴς ἀλλὰ δεῖ κενὴν εἶναι παθῶν τὴν ψυχὴν τὴν μέλλουσαν ἔσεσθαι δοχεῖον θεοῦ· μὴ καθαρῷ γάρ φησι καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν ᾖ. σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεό ς. σχολῆς δεῖ τῷ μετὰ φιλοσοφίας ἱερατεύοντι. οὐ καταδικάζω τῶν ἐπισκόπων τοὺς ἐν τοῖς πράγμασιν, ἀλλʼ ἐμαυτὸν εἰδὼς μόλις εἰς θάτερον ἐξικνούμενον ἄγαμαι τῶν δυναμένων ἑκάτερα. ἐμοὶ δύναμις οὐκ ἔστι δυσὶ κυρίοις δουλεύειν. [295]
57 (300)
εἰ δʼ εἰσί τινες οἳ μηδʼ ἀπὸ τῆς συγκαταβάσεως βλάπτονται, δύναιντʼ ἂν καὶ ἱερᾶσθαι καὶ πόλεων προστατεῖν. ἀκτὶς ἡλίου κἂν ὁμιλήσῃ βορβόρῳ, μένει καθαρὰ καὶ ἀμόλυντος· ἐγὼ δὲ ταὐτὸ τοῦτο παθὼν πηγῶν καὶ θαλάττης δεήσομαι, καὶ εἰ δυνατὸν ἦν ἀγγέλῳ πλεῖν ἢ τριάκοντα ἐνιαυτοὺς ἐνανθρωπήσαντι μηδὲν ἀπολαῦσαι τῆς ὕλης κακὸν εἰς προσπάθειαν, τί ἔδει καταβῆναι τὸν υἱὸν τοῦ θεοῦ; ἀλλʼ ἔστι περιουσία δυνάμεως ὁμιλοῦντα τοῖς χείροσι μένειν ἐπὶ τῆς φύσεως καὶ μηδένα τρόπον παθαίνεσθαι. τοῦτο θεοῦ μὲν ὕμνος ἐστίν, ἀνθρώπῳ δὲ παραίτησις γίνεται διευλαβουμένῳ τῆς φύσεως αὐτοῦ τὴν ἀσθένειαν. κατὰ τούτους ὑμῖν ἐγὼ τοὺς ὅρους συνέσομαι. οὐ μὴν τό γε κρίνειν καιροὺς ἐμαυτὸν ἀφαιρήσομαι, ὡς ὅταν ἐξῇ κατιόντα κατιέναι, τοῦτʼ ἔστι διὰ τῆς τυχούσης ἐπιστροφῆς ἀγαθόν τι μέγα ποιεῖν. οὕτω καὶ ὁ θεὸς πολιτεύεται. τὸ προστετηκέναι δέ ἐστι τὸ δεινόν, οὗ μήτε θεοῦ φύσις ἀνέχεται, μήτε ὅστις ἑαυτὸν ἀπευθύνει πρὸς θεόν. εἰ γέγονα χρημάτων ἢ κτημάτων ἐπιμελητής, εἰ σύνιστέ μοι λογισμοὺς δεχομένῳ τῆς καθʼ ἡμέραν ἢ τῆς κατʼ ἔτος δαπάνης, εἶτα ἐν τοῖς ὑμετέροις τοῦ χρόνου φείδομαι, ἀλαζών εἰμι, καὶ οὐκ ἀξιῶ συγγινώσκεσθαι· εἰ δὲ ἀμελήσας τῶν οἴκοι πρότερον τῇ κατὰ νοῦν ἐνεργείᾳ συνέταξα τὴν ζωήν, τί δεινὸν εἰ τῶν ἴσων ὑμᾶς ἀξιῶ; ἀλλʼ ἐπεὶ τούτοις ὑμᾶς οὐκ ἀρέσκομεν, ὡς ὄντων ἑτέρων οἳ δύνανται κατὰ ταὐτὸν ἐν ἀμφοῖν εὖ διαγίνεσθαι, ἔξεστι βουλεύσασθαι τὸ λῷον τῇ τε πόλει καὶ ταῖς ἐκκλησίαις κἀμοί. οὐκ ἐξομοῦμαι τὴν ἱερωσύνην· μήποτε δυνηθείη τοσοῦτον Ἀνδρόνικος. ἀλλʼ ὥσπερ οὐδὲ φιλόσοφος ἐγενόμην δημόσιος, οὐδὲ θεατροκοπίαις ἐπεθέμην, οὐδὲ διδασκαλεῖον ἤνοιξα (καὶ οὐδὲν ἧττον ἦν τε καὶ εἴην φιλόσοφος), οὕτως οὐδʼ ἱερεὺς δημόσιος εἶναι βούλομαι. οὐχ ἅπας ἅπαντα δύναται. ἐγὼ συγγινόμενος ἐμαυτῷ καὶ διὰ νοῦ τῷ θεῷ, καταβὰς ἀπὸ θεωρίας δύναμαι συνουσίας ποιεῖσθαι οὐκ ἀχρήστους πρὸς ἕνα καὶ δύο· καὶ οὐδὲ τούτους ἀγελαίους, ἀλλʼ οἵτινες εἶεν ἢ φύσεως λαχόντες ἢ ἀγωγῆς εὐτυχήσαντες, ὥστε νοῦν τεθαυμακέναι πρὸ σώματος. ἀλλὰ καὶ διὰ πολλοῦ πραγμάτων ἁπτόμενος μετὰ τῆς ἐμαυτοῦ ῥᾳστώνης, γενοίμην ἂν τῷ καιρῷ χρήσιμος· καταχωννύμενος δὲ ὑπʼ αὐτῶν ἐμαυτοῦ τε ἐπιλήσμων εἰμὶ καὶ τῶν πραγμάτων ζημίαν ποιῶ· οὐ γὰρ ἔστι μισοῦντα καλῶς τι ποιεῖν. ἀλλʼ ὁ μὴ πάσῃ τῇ γνώμῃ δεδογμένα ποιῶν ἄθυμος ἔρχεται πρὸς τὴν πρᾶξιν ἧς προστῆναι δεῖ· ὅστις δὲ πρὸς μὲν σχολὴν ἀνοικείως ἔχει, καὶ οὐκ ἔστιν ὅπως ἂν τῷ σχολάζοντι χρήσαιτο, αὐτὸ δὲ τὸ πᾶν ὅπερ ἐστὶ δημωφελέστατος ἄνθρωπος πολυχωροτάτη ψυχὴ ταῖς ἁπάντων ἀρκοῦσα φροντίσιν, ὅστις δὴ πέφυκεν οὕτω καὶ βούλεται, ὁ τοιοῦτος κἂν χάριν εἰδείη ταῖς ἑλκούσαις αὐτὸν ἐφʼ ἑαυτὰς περιστάσεσιν· ὑποθέσεις γὰρ αὐτοῦ τῇ φύσει πορίζονται, καὶ μέγιστον εἰς τὸ κατορθοῦν ἐφόδιον ἡ φιλία τοῦ πράγματος. [345]
57 (350)
αἱρετέος οὖν ἅπασιν ἡμῖν ὁ λυσιτελέστερος ἄνθρωπος, καὶ ἀνθαιρετέος ἡμῶν οἳ μόλις μόνοι σωζόμεθα. τί κεκράγατε; οὐ διότι μήπω γέγονεν, ἄξιόν ἐστι μηδὲ νῦν γενέσθαι; πολλὰ τῶν δεόντων ὁ χρόνος ἐξεῦρε καὶ κατωρθώσατο. οὐχ ἅπαντα πρὸς παράδειγμα γίνεται. καὶ τῶν γενομένων ἕκαστον ἀρχὴν ἔσχε, καὶ πρὶν γενέσθαι μήπω γενόμενον ἦν. ἀξιώτερόν ἐστι προτιμηθῆναι τῆς συνηθείας τὸ χρήσιμον. ἡμεῖς ἀρχὴν δῶμεν ἔθει βελτίονι. ἀνθαιρετέος οὖν ἡμῶν ἢ μεθʼ ἡμῶν αἱρετέος, πάντως δὲ αἱρετέος ὁ ἄνθρωπος. ὅστις ἂν ᾖ, πάντως ἐμοῦ τὰ πολιτικὰ μακρῷ φανεῖται σοφώτερος, καὶ δυνήσεται τὰ δύστηνα ταῦτʼ ἀνθρώπια ὑπὲρ ὑμῶν ἐξομιλεῖν καὶ μεταχειρίζεσθαι. οὐκοῦν εἰ μήπω δοκεῖ, τοῦτο μὲν ἐσαῦθις ἀναθώμεθα· ἔξεστι γὰρ ὑπὲρ αὐτοῦ κατὰ μόνας καὶ μετʼ ἀλλήλων βουλεύσασθαι. νυνὶ δὲ οἷς τὸ συνέδριον μετῆλθε τὴν Ἀνδρονίκου μανίαν ἀκούσατε. Τοῖς ἐπισκόποις. [365]
58 (t)
Ἀνδρόνικον τὸν Βερονικέα, τὸν κακῇ Πενταπόλεως μοίρᾳ καὶ φύντα καὶ τραφέντα καὶ αὐξηθέντα καὶ τὴν ἀρχὴν τῆς ἐνεγκούσης αὐτὸν ὠνησάμενον μήτε ἡγείσθω τις μήτε καλείτω Χριστιανόν, ἀλλʼ ὡς ἀλιτήριος ὢν τοῦ θεοῦ πάσης ἐκκλησίας ἀπεληλάσθω πανέστιος, οὐ διότι γέγονε Πενταπόλεως ἐσχάτη πληγή, μετὰ σεισμὸν μετὰ ἀκρίδα μετὰ λοιμὸν μετὰ πῦρ μετὰ πόλεμον ἀκριβῶς ἐπεξελθὼν τοῖς ἐκείνων ἐγκαταλείμμασιν, ἄτοπα κολαστηρίων γένη καὶ σχήματα πρῶτος εἰς τὴν χώραν εἰσενεγκών (εἴη δὲ εἰπεῖν ὅτι καὶ μόνος χρησάμενος), δακτυλήθραν καὶ ποδοστράβην καὶ πιεστήριον καὶ ῥινολαβίδα καὶ ὠτάγραν καὶ χειλοστρόφιον, ὧν οἱ προλαβόντες τὴν πεῖράν τε καὶ θέαν καὶ τῷ πολέμῳ προαπολόμενοι παρὰ τῶν κακῶς περισωθέντων ἐμακαρίσθησαν, ἀλλʼ ὅτι πρῶτος παρʼ ἡμῖν καὶ μόνος ἔργῳ καὶ λόγῳ τὸν Χριστὸν ἐβλασφήμησεν· ἔργῳ μέν, ἀφʼ οὗ τῇ θύρᾳ τῆς ἐκκλησίας προσεπαττάλευσεν ἑαυτοῦ διατάγματα, τοῖς μὲν ὑπʼ αὐτοῦ παρανομουμένοις τῆς ἀσύλου τραπέζης ἀποκλείων τὴν ἱκετείαν, ἀνατεινόμενος δὲ τοῖς ἱερεῦσι τοῦ θεοῦ ταῦτα ἃ κἂν Φάλαρις ὁ Ἀκραγαντῖνος κἂν Κεφρὴν ὁ Αἰγύπτιος κἂν Σεναχηρεὶμ ὁ Βαβυλώνιος ὤκνησεν, ὁ πέμψας εἰς Ἱερουσαλὴμ τοὺς ὀνειδιοῦντας Ἐζεκίᾳ καὶ τῷ θεῷ. ἐκείνην ἐγὼ τὴν ἡμέραν ἐνηνοχέναι φημὶ τὸν δεύτερον σταυρὸν τοῦ θεοῦ· ἐπὶ γὰρ ὀνειδισμῷ τοῦ Χριστοῦ τὸ λοίδορον ἐκεῖνο βιβλίον ἀπὸ τῆς ἱερᾶς θύρας ἐκρέματο. καὶ ταῦτα ἐπεῖδεν ἥλιος, καὶ ἀνέγνωσαν ἄνθρωποι, οὐ Τιβερίου Κλαυδίου τῆς πολιτείας ἐπιτροπεύοντος, ὑφʼ οὗ Πιλάτος ἐπὶ τὴν Ἰουδαίων ἡγεμονίαν ἐστάλη, ἀλλὰ τῆς εὐσεβοῦς Θεοδοσίου γενεᾶς τὰ σκῆπτρα Ῥωμαίων ἐχούσης, ἀφʼ ἧς ἔλαθεν Ἀνδρόνικος ἑαυτῷ μνηστεύσας ἀρχὴν ὑπὸ τῷ Πιλάτου φρονήματι. γέλως ἦν τοῖς παριοῦσι τῶν ἑτεροδόξων τὰ γράμματα, καθάπερ Ἰουδαίοις τὰ παραγεγραμμένα τῷ σταυρῷ τοῦ Χριστοῦ. καίτοι τὸ ἐπίγραμμα τοῦ σταυροῦ, γεγονὸς ἀπὸ γνώμης οὐκ εὐσεβοῦς, σεμνὸν ἦν ἐπὶ λέξεως, διʼ οὗ βασιλεὺς ὁ Χριστὸς ἐκηρύττετο· ἐνταῦθα δὲ ἡ γλῶττα τῇ γνώμῃ συνέβαινε. τὰ δὲ δὴ μετὰ ταῦτα τῶν πρώην ἐστηλιτευμένων βαρύτερα. ἐπειδὴ γὰρ ἦν τινὰ κατʼ ἐχθροῦ πρόφασιν εὑρόμενος (ἔχθρα δὲ ἦν αὐτοῖς, ὅτι γάμους ὃ μὲν ἐσπούδαζεν ὃ δὲ ἐκώλυεν), ἐκείνοις αὐτὸν τοῖς ἀποτροπαίοις κολαστηρίοις ᾐκίζετο, ἃ μὴ παραδοθείη τῇ διαδοχῇ τοῦ χρόνου, μετʼ αὐτοῦ δὲ ὥσπερ ἤρξατο παύσαιτο, καὶ γένοιτο τοῖς μεθʼ ἡμᾶς ἀκοὴ ταῦτα τῆς ἡγεμονίας Ἀνδρονίκου συνθήματα. ἐπειδὴ οὖν ἀνὴρ εὐγενής, οὐκ ἀδικῶν ἀλλʼ ἀτυχῶν, ὑπʼ αὐτοῖς κατετείνετο, καὶ ταῦτα τῷ τῆς μεσημβρίας ἐδρᾶτο σταθερωτάτῳ, ἵνʼ ὑπὸ μόνοις μάρτυσι τοῖς δημίοις ἀπόλοιτο, καὶ τὴν ἐκκλησίαν ἔγνω γινομένην αὐτῷ συμπαθῆ, κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δὲ μαθόντες εὐθὺς ὡς εἴχομεν ἐξεδράμομεν ἐφʼ ᾧ παρακαθιζῆσαι καὶ συνδιενέγκαι τὴν συμφοράν, λυττᾷ πρὸς τὴν ἀκοὴν εἴ τις ἐπίσκοπος ὢν ἐλεῆσαι τετόλμηκεν ἄνθρωπον ἀπηχθημένον αὐτῷ. [55]
58 (50)
καὶ πολλὰ καὶ παράνομα νεανιευσάμενος, τοῦ θρασυτάτου τῶν ὑπηρετῶν Θόαντος αὐτὸν ἐρεθίζοντος, ᾧ χρῆται πρὸς τὰς δημοσίας συμφορὰς ὀργάνῳ, πέρας ἐπέθηκε τῇ μανίᾳ τὴν ἀθεωτάτην φωνήν, εἰπὼν ὅτι μάτην ἐπὶ τὴν ἐκκλησίαν ἤλπισε, καὶ οὐδεὶς ἂν ἐξαιρεθείη τῶν Ἀνδρονίκου χειρῶν, οὐδʼ ἂν εἴ τις τὸν πόδα κρατήσειεν αὐτοῦ τοῦ Χριστοῦ. ταύτην ἀπαιδεύτῳ γνώμῃ καὶ γλώττῃ τρὶς ἀνεφθέγξατο τὴν φωνήν, μεθʼ ἣν οὐκέτι νουθετητέος ὁ ἄνθρωπος, ἀλλʼ ὥσπερ μέλος ἀνιάτως ἔχον ἀποκοπτέος ἡμῶν, ἵνα μὴ τῇ κοινωνίᾳ καὶ τὸ ὑγιαῖνον συμφθείρηται. ὁ γὰρ μολυσμὸς διαδόσιμος γίνεται, καὶ ὁ θιγὼν ἐναγοῦς ἀπολαύει τῆς προστροπῆς. δεῖ δὲ εἶναι καὶ γνώμῃ καὶ σώματι καθαροὺς τῷ θεῷ. ἐπὶ τούτοις ἡ Πτολεμαΐδος ἐκκλησία τάδε πρὸς τὰς ἁπανταχοῦ γῆς ἑαυτῆς ἀδελφὰς διατάττεται. Ἀνδρονίκῳ καὶ τοῖς αὐτοῦ καὶ Θόαντι καὶ τοῖς αὐτοῦ μηδὲν ἀνοιγνύσθω τέμενος τοῦ θεοῦ· ἅπας αὐτοῖς ἱερὸς ἀποκεκλείσθω καὶ σηκὸς καὶ περίβολος. οὐκ ἔστι τῷ διαβόλῳ μέρος ἐν παραδείσω, ὃς κἂν λάθῃ διαδύς, ἐξελαύνεται. παραινῶ μὲν οὖν καὶ ἰδιώτῃ παντὶ καὶ ἄρχοντι μήτε ὁμωρόφιον αὐτῷ μήτε ὁμοτράπεζον γίνεσθαι, ἱερεῦσι δὲ διαφερόντως, οἳ μήτε ζῶντας αὐτοὺς προσεροῦσι μήτε τελευτήσαντας συμπροπέμψουσιν. εἰ δέ τις ὡς μικροπολῖτιν τὴν ἐκκλησίαν ἀποσκυβαλίσει καὶ δέξεται τοὺς ἀποκηρύκτους αὐτῆς, ὡς οὐκ ἀνάγκη τῇ πένητι πείθεσθαι, ἴστω σχίσας τὴν ἐκκλησίαν, ἣν μίαν ὁ Χριστὸς εἶναι βούλεται. ὁ δὲ τοιοῦτος, εἴτε λευΐτης ἐστὶν εἴτε πρεσβύτερος εἴτε ἐπίσκοπος, παρʼ ἡμῖν ἐν Ἀνδρονίκου μοίρᾳ τετάξεται, καὶ οὔτε ἐμβαλοῦμεν αὐτῷ δεξιάν, οὔτε ἀπὸ τῆς αὐτῆς ποτὲ σιτησόμεθα, πολλοῦ δὲ δεήσομεν κοινωνῆσαι τῆς ἀπορρήτου τελετῆς τοῖς ἐθελήσασιν ἔχειν μερίδα μετὰ Ἀνδρονίκου καὶ Θόαντος. Ἀνυσίῳ. [85]
59 (t)
ᾯ δέδωκα τὴν ἐπιστολήν, εἰ καὶ φιλόσοφός ἐστι τὴν ψυχήν, ἀλλὰ ῥήτωρ τὴν τέχνην. ἕως μὲν οὖν Ἀνύσιός τε παρῆν καὶ Πεντάπολις ἦν, ἔτι παρʼ ἡμῖν ταύτην εἰργάζετο· ἐπεὶ δὲ ὁ μετὰ σὲ χρόνος τοῖς πολεμίοις ἡμᾶς ἀποδόμενος δικῶν εἰρήνην ἐποίησεν, ἔγνωκε πλεῖν εἰς ἑτέραν ἀγοράν, ὅπου γλῶττα ὤνιος, τὸ ῥητόρων ἀγώγιμον, τὸν ῥήτορα γνώριμον ποιεῖ. μνήστευσον αὐτῷ φιλίαν ἀνδρὸς λαχόντος ἄρχειν ἐθνῶν, καὶ ναὶ μὰ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν αἰτήσεις τὴν χάριν, εἴσεταί σοι χάριν, ὅταν ἐπανήκῃ μετὰ τὴν πεῖραν. Αὐξεντίῳ. [10]
60 (t)
Ἂν γράψωμαί σε φιλίας ἀδικουμένης, καὶ θεοῦ καὶ θείων ἀνδρῶν δικαζόντων, ἁπάσαις αἱρήσω· τίς γὰρ παρενθήκη σοι γέγονα τῆς πρὸς τὸν ἀδελφὸν δυσμενείας; ἐπειδὴ γὰρ ἐκεῖνος οὐδʼ ἐμοὶ δοκοῦν ἐπολιτεύετο κατὰ Σαββατίου τῷ μακαρίτῃ Φάῳ, σὺ δὲ αὐτὸν λέγων οὐκ ἔπειθες, ἔτρεψας ἐπʼ ἐμὲ τὴν ὀργήν, καὶ ἐποίεις κακὸν ὅσον ἐδύνω· κἀγώ (τότε γὰρ ἐξῆν) ἐδεξάμην τὴν πρόκλησιν τῆς διαφορᾶς. νυνὶ δὲ οὔτε ἔξεστιν οὔτε βούλομαι· ἥ τε γὰρ ἡλικία καλῶς ποιοῦσα μαραίνει μοι τὸ φιλότιμον καὶ ἱεροί, φασί, νόμοι κωλύουσιν, ἅμα δὲ ὑπομιμνήσκομαι καὶ κοινῶν τροφῶν καὶ παιδείας καὶ τῆς ἐν Κυρήνῃ διατριβῆς, ἃ χρὴ νομίσαι τῶν Σαββατίου δικῶν ἰσχυρότερα. ἄρχου δὴ φιλίας ἀγαθοῦ πράγματος, καὶ χαῖρε παρʼ ἐμοῦ, ζημίαν ἡγουμένου τὸν χρόνον ὃν ἐσιώπησα, πῶς οἴει καὶ τότε δακνόμενος; ἀλλʼ ἐνεκαρτέρουν ὡς οἷόν τε· τοιοῦτόν ἐστι τὸ διαφιλοτιμεῖσθαι κακόν. Πυλαιμένει. [15]
61 (t)
Δάπιδα μεγάλην τῶν Αἰγυπτίων, οὐχ οἵαν ὑποβεβλῆσθαι στρωμνῇ, ἀλλʼ οἵαν αὐτὴν εἶναι καὶ μόνην στρωμνήν, Ἀστέριος ὁ ταχυγράφος ἰδὼν ᾔτησε παρʼ ἡμῶν, ὁπηνίκα με πρὸ τῶν μεγάλων ἀρχείων ἔδει καθεύδειν. ταύτην ὑπεσχόμην ἐξιὼν ἀπολείψειν αὐτῷ δῶρον· οὐ γὰρ ἦν πρὸς τὴν Θρᾳκῶν χιόνα παραβαλλόμενον τοιαῦτα χαρίζεσθαι. νῦν οὖν ἐκπέμπω, τότε γὰρ οὐ κατέλιπον· σὺ δὲ δώσεις αὐτῷ μετὰ τῆς ἀπολογίας ἧς αὐτὸς ἔσῃ μάρτυς, ἂν ὑπομνησθῇς τοῦ καιροῦ, καθʼ ὃν ἀνεχώρουν τοῦ ἄστεος. ἔσειεν ὁ θεὸς τῆς ἡμέρας πολλάκις, καὶ πρὸς ἱκετηρίαις ἦσαν οἱ ἄνθρωποι πρηνεῖς οἱ πλείους· τὸ γὰρ ἔδαφος ἐκραδαίνετο. ἐν ᾧ νομίσας ἐγὼ τὴν θάλατταν τῆς γῆς ἀσφαλέστερον, κατατείνω δρόμον ἐπὶ τὸν λιμένα, μηδενὶ λόγον δοὺς ὅτι μὴ τῷ μακαρίτῃ Φωτίῳ, καὶ τοῦτον πόρρωθεν ἐγκραγών, καὶ τῇ χειρὶ σημήνας ὅτι οἰχήσομαι. ὁ δὲ Αὐρηλιανὸν φίλον ἄνδρα καὶ ὕπατον ἀφεὶς ἀπροσαύδητον ἀπολελόγηται περὶ τῶν αὐτῶν πρὸς τὸν ὑπηρέτην Ἀστέριον. τότε μὲν οὖν οὕτως ἐγένετο· εἰ δὲ μετὰ τὴν ἐμὴν ἐκεῖθεν ἀποδημίαν τρίτον τουτονὶ στόλον ἡ ναῦς εἰς τἀπὶ Θρᾴκης χωρία στέλλεται, ἀλλὰ νῦν πρῶτον ὑπʼ ἐμοῦ στέλλεται. νῦν οὖν, ὅτε πρῶτον ἔξεστιν, ἀποδίδωμι διὰ σοῦ τὸ χρέος. χάρισαί μοι τὸν ἄνθρωπον ἐξευρών. τοὔνομα μὲν δὴ καὶ τὸ ἐπιτήδευμα φθάνω δηλώσας, ἀλλὰ δεῖ πλείω προσθεῖναι γνωρίσματα· γένοιτο γὰρ ἄν τις ὁμώνυμος καὶ ὁμότεχνος. χαλεπῶς δὲ ἅπαντα ταὐτῷ συγκυρεῖ, οὐδὲ γένοιτο ἂν ἐν τῷ χρόνῳ Σύρος τὸ γένος, μέλας τὸ χρῶμα, τὸ πρόσωπον ἰσχνός, τὸ μέγεθος μέτριος. οἰκεῖ παρὰ τὴν βασιλικὴν οἰκίαν, οὐ τὴν δημοσίαν ἀλλὰ τὴν κατόπιν αὐτῆς, ἥτις Ἀβλαβίου μὲν πρότερον ἦν, νυνὶ δὲ Πλακιδίας ἐστὶ τῆς τοῖν βασιλέοιν ἀδελφῆς. εἰ δὲ μετῴκησε (γινόμενον γάρ), σὺ δὲ ἀλλὰ Μάρκον ζητήσεις, φανερώτατον ἄνδρα, τὸν ἐκ τῆς ὑπάρχου τάξεως. οὗτος ἦν ὁ τότε τῆς συμμορίας ἄρχων τῶν ταχυγράφων τῆς τὸν Ἀστέριον ἐχούσης. εὑρήσεις οὖν διὰ Μάρκου τὴν συμμορίαν, ἧς οὐκ ἦν Ἀστέριος ἔσχατος ἀλλʼ ἐν τοῖς πρώτοις τρίτος ἢ τέταρτος· νυνὶ δὲ κἂν πρῶτος εἴη. τούτῳ δώσεις τὴν παχεῖαν ταύτην δάπιδα, καὶ πρὸς αὐτὸν ἐρεῖς ἅττα ἡμεῖς περὶ τοῦ χρόνου πρὸς σέ. εἰ δὲ βούλει, καὶ τὴν ἐπιστολὴν αὐτὴν ἀναγνώσῃ· σχολὴν γὰρ ἡμῖν ὁ πόλεμος οὐ δίδωσι τοῦ καὶ πρὸς ἐκεῖνον ἐπιστεῖλαι, εἶναι δὲ δικαίους οὐδὲν ἴσως κωλύει. μήποτε τοσοῦτο δυνηθείη τὰ ὅπλα. Τῷ ἡγεμόνι. [45]
62 (t)
Μισθὸς ἀρετῆς ἔπαινος, ὃν εἰσφέρομεν Μαρκελλίνῳ τῷ λαμπροτάτῳ, νῦν ὅτε πέπαυται τῆς ἀρχῆς, νῦν ὅτε σχολάζει κολακείας ἁπάσης ὑπόνοια· ὅστις παραλαβὼν πολεμουμένας τὰς πόλεις ἔξωθεν μὲν ὑπὸ πλήθους καὶ μανίας βαρβαρικῆς, ἔνδοθεν δὲ ὑπὸ στρατιωτικῆς ἀταξίας καὶ τῆς τῶν ταξιάρχων πλεονεξίας, ὥσπερ θεὸς ἐπιφανείς, μάχῃ μὲν μιᾷ τοὺς πολεμίους, ἐπιμελείᾳ δὲ καθημερινῇ τοὺς ὑπηκόους σωφρονεστέρους ἐποίησε, καὶ παρεσκεύασεν ἀπʼ ἀμφοῖν τῶν δεινῶν εἰρήνην ταῖς πόλεσιν. ὑπερεῖδε κερδῶν, ἃ δοκεῖν εἶναι νόμιμα πεποίηκεν ἡ συνήθεια· οὐκ ἐπεβούλευσε πλούτῳ, πενίαν οὐχ ὕβρισε, τὰ πρὸς θεὸν εὐσεβής, τὰ πρὸς πολιτευομένους δίκαιος, τὰ πρὸς δεομένους φιλάνθρωπος. διὰ τοῦτο φιλόσοφος ἱερεὺς ἐπαινῶν αὐτὸν οὐκ αἰσχύνεται, παρʼ ᾧ μηδεὶς εὕρετο μαρτυρίαν χάριτι δεδεκασμένην. παρεῖναι μὲν οὖν ἡμῖν καὶ τὸ δικαστήριον ἐβουλόμεθα· καὶ κοινῇ καὶ καθʼ ἕνα Πτολεμαιέων ἕκαστος ἀντεισηνέγκαμεν ἂν αὐτῷ τὸν δυνατόν, εἰ μὴ τὸν δίκαιον ἔρανον, ὅτι λόγος ἔργου παρὰ πολύ πως ἥττων ἐστί. πάντως ἂν ἐγὼ καὶ τότε τοῦ κοινοῦ προηγόρευσα. ἐπεὶ δὲ τυγχάνει ὢν ὑπερόριος, ἐν γράμμασιν αὐτῷ τὴν μαρτυρίαν. κατατιθέμεθα, οὐκ ἐνοχληθέντες ἀλλʼ ἐνοχλήσαντες. Ἰωάννῃ. [20]
63 (t)
Χρῆσθαι δεῖ ταῖς τῶν δυνατῶν φιλίαις, οὐ καταχρῆσθαι. Τῷ αὐτῷ. [1]
64 (t)
Μὴ αἴτει μεγάλα, ἵνα μὴ δυοῖν θάτερον ἢ τυγχάνων λυπῇς ἢ μὴ τυγχάνων λυπῇ. Τῷ ἀδελφῷ. [1]