Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Syrianus: Commentary on Hermogenes’ On Issues

Library › Greek: Oratory & Rhetoric › Commentary on Hermogenes' On Issues

Commentary on Hermogenes' On Issues is a Greek commentary by Syrianus, the Neoplatonist philosopher who taught at Athens and headed its school in the 430s AD. It explains the On Issues of Hermogenes of Tarsus, a handbook of stasis theory, the method of classifying legal and political cases by the point in dispute. It opens with remarks on Hermogenes' life, citing Philostratus, and then works through the treatise.

Stasis theory was central to ancient training in argument, and Hermogenes' handbook became the standard text on it. This commentary is an important witness to how it was taught in late antiquity and preserves views of earlier commentators. It also shows the Neoplatonists' serious interest in rhetorical education.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Rabe, Syriani in Hermogenem commentaria II (1893)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Oratory & Rhetoric
Commentary on Hermogenes' On Issues
Syrianus · Part 1 · every word parsed
1 (1t)
ΣΧΟΛΙΑ ΕΙΣ ΤΑ ΜΕΧΡΙ ΣΤΟΧΑΣΜΟΥ ΤΗΣ ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗΣ ΚΑΙ ΕΙΣ ΤΑΣ ΙΔ ΣΤΑΣΕΙΣ ΣΥΡΙΑΝΟΥ ΣΟΦΙΣΤΟΥ. Πολλῶν ἤδη φιλοσόφων τε καὶ σοφιστῶν πραγματείας οὐ σμικρὰς εἰς ἐξήγησιν τῆς Ἑρμογένους καταβαλομένων τέχνης οὐδὲ εἷς τῶν εἰς ἐμὲ ἡκόντων περὶ τοῦ βίου διελέχθη τἀνδρός· Φιλόστρατος δὲ μόνος ἐν δευτέρῳ τῶν σοφιστικῶν βίων φησὶν ἐπὶ τῶν Μάρκου βασιλέως Ῥωμαίων τοῦ φιλολογωτάτου χρόνων αὐτὸν γεγενῆσθαι ἐκ Ταρσῶν τῆς Κιλικίας πόλεως εὐειδοῦς, ἣν Κύδνος ποταμὸς διαρρεῖ μέσος, ἐφʼ οὗ καὶ Ἀριστείδης ἦν. ΙΕ δὲ γενόμενον ἐτῶν οὕτως ἐπὶ τῇ σοφιστικῇ θαυμασθῆναι τέχνῃ, ὡς καὶ Μᾶρκον τὸν βασιλέα Σμυρναίοις ἐπιδημήσαντα περισπούδαστον ἡγήσασθαι πρὸς τὴν ἀκρόασιν τῶν Ἑρμογένους παραγενέσθαι λόγων· ὅτε δὴ καὶ διαλεγόμενος ἐπὶ τοῦ θρόνου, ὡς σοφισταῖς νόμος, ἔφη ʼἰδού, σοί, βασιλεῦ, ῥήτωρ παιδαγωγοῦ δεόμενος, ῥήτωρ ἡλικίαν περιμένωνʼ.
εἰς ἄνδρας δὲ προελθὼν εἴς τε Δημοσθένην γέγραφεν ὑπομνήματα καὶ τεχνικὰ πολλά τε καὶ καλὰ συγγράμματα πάνυ τοὺς ἀκροωμένους ὠφελεῖν ἱκανά. πόρρω δὲ τῆς ἡλικίας ἥκων ἀπέβαλε πᾶσαν τὴν προτέραν ἕξιν ὑπʼ οὐδεμιᾶς φανερᾶς νόσου· διὸ καὶ κατεφρονήθη πάνυ. Ἀντίοχος δὲ ὁ ἐξ Αἰγῶν τῆς Κιλικίας σοφιστὴς ἀποσκώπτων εἰς αὐτὸν ἔφη ʼἙρμογένης ὁ ἐν παισὶ γέρων, ἐν δὲ γέρουσι παῖσʼ καὶ ὅτι ʼεἰκότως Ὅμηρος πτερόεντας ἔφησε τοὺς λόγους, ὡς γὰρ πτερὰ ἔχοντες ἀπέπτησαν Ἑρμογένουσʼ. ἀλλὰ ταῦτα μὲν σφόδρα νεμεσσητὰ τὰ ῥημάτια καὶ πολλοῦ τοῦ ὑπεροπτικοῦ τε καὶ ἀκραχόλου δείγματα, ἅπερ ἄμφω τὸν Ἀντίοχον ἠνώχλει τῶν εὖ ἐχόντων ὡς ἔοικεν Ἰσοκράτους λόγων ἐπιλελησμένον, ὃς ἡμῖν ἐκ μειρακίων παραινεῖ μηδενὶ πώποτε συμφορὰν ὀνειδίζειν τό τε τοῦ μέλλοντος ἄδηλον καὶ τὸ τῆς τύχης ἄστατον ἐκλογιζομένους. φαίνεται δὲ ἀνὴρ εὐδόκιμος ἐπὶ τῇ τέχνῃ γεγονὼς Ἑρμογένης καὶ κρῖναι ῥητορικοὺς λόγους ἱκανώτατος, ὡς δηλοῖ αὐτοῦ τά γε εἰς ἡμᾶς ἐλθόντα συγγράμματα, φημὶ δὲ τήν τε περὶ τῶν στάσεων τέχνην καὶ τὸ περὶ μεθόδου δεινότητος καὶ τό γε ἁπάντων ἀκριβέστατον καὶ φιλοσοφώτατον αὐτοῦ τῶν συνταγμάτων τὸ περὶ ἰδεῶν· καταλέλοιπε δὲ καὶ εἰς τοὺς δημοσίους ὑπομνήματα καὶ τέχνην ἑτέραν περὶ τῶν μερῶν τοῦ πολιτικοῦ λόγου, ὡς αὐτὸς ἐν τῇ τέχνῃ τῶν στάσεων αἰνίττεται λέγων ἐν τῷ περὶ στοχασμοῦ ʼἀκριβέστερον δὲ ἡμῖν ἐν τῷ περὶ προοιμίου λελέξεταιʼ.
Τὰ μὲν οὖν περὶ τοῦ τεχνογράφου τοσαῦτα· χωρητέον δὲ ἤδη πρὸς τὴν ἐξήγησιν τῶν ἐν τῇ τέχνῃ Ἑρμῆν τε καὶ μούσας ἡμῖν συλλήπτορας τῶν λεγομένων γενέσθαι ἱκετεύσαντας. [133, 4] ‘ πολλῶν ὄντων καὶ μεγάλω ν , ἃ τὴν ῥητορικὴν συνίστησι καὶ τέχνην ποιεῖ καταληφθέντα τε ἐξ ἀρχῆς δηλαδὴ καὶ συγγυμνασθέντα τῷ χρόνῳ ‘ τὴν περὶ τῶν στάσεων πραγματείαν οἱ μὲν οὐδʼ ὅλως ἔφασαν εἶναι τέχνην—εἴ γε καὶ τὴν ὅλην ῥητορικὴν τινὲς ἐμπειρίαν ἀπεφήναντο πρὸς τὴν τῶν μεταχειριζομένων δηλονότι ἀποβλέποντες ἀπαιδευσίαν, οἷος ἦν ὅ τε ἀπὸ τῆς κώπης ἀνίπτοις ποσὶ κατὰ τὴν παροιμίαν ἐπὶ τὸ βῆμα πηδήσας Δημάδης Ἡγήμων τε καὶ Πυθέας καὶ Ἀριστογείτων ὕθλων ἀλόγων συκοφαντίας τὰς βουλάς τε καὶ τὰ δικαστήρια ἐμπεπληκότες· καὶ ἐπὶ τῶν Εὐαγόρου δὲ τοῦ φιλοσόφου χρόνων, ὡς αὐτὸς ἐν τῇ περὶ τῶν στάσεων πραγματείᾳ φησί, σοφιστὴς ἦν Ἀθήνησι μαθητῶν μὲν τριακοσίων ἡγούμενος τὰς δὲ περὶ τῶν στάσεων μεθόδους φλυαρίαν ἀποφαινόμενος καὶ τοὺς νέους ἀπείργων τοῦ σὺν τέχνῃ τινὶ μελετᾶν τοὺς ἐν ῥητορικῇ λόγους λέγειν δὲ μόνον ἀνέδην αὐτοὺς τοὺς αὐτοσχεδίους τῶν λόγων ἐκδιδάσκων καὶ συνεχῶς τὴν ἐκ τριόδου ταυτηνὶ παροιμίαν τοῖς δυστυχέσιν ὁμιληταῖς ἐμβοῶν ὡς ʼτὸ λαλεῖν ἐκ τοῦ λαλεῖνʼ κακῶς εἰδὼς ὡς ἑαυτόν τε τοῦ μηδενὸς ἄξιον ἀπέφαινε τοῖς νέοις, εἴ γε μηδεμίαν τοῦ λέγειν αὐτοῖς ἐνειργάζετο ἐπιστήμην, καὶ ὅτι ὁ τέχνης ἁπάσης γνώμων ἀκριβέστατος Πλάτων τὴν ἐναντιωτάτην περὶ τῆς σώφρονος ῥητορικῆς καὶ τοῦ ταύτην ἐπιτηδεύοντος ἀφίησι φωνὴν ἐν μὲν Σωκράτους ἀπολογίᾳ λέγων ʼῥήτορος μὲν γὰρ ἔργον τὸ τἀληθῆ λέγειν, δικαστῶν δέ γε σωφρόνων τὰ δίκαια κρίνεινʼ, ἐν δὲ Γοργίᾳ ʼτὸν γὰρ μέλλοντα ὀρθῶς ῥητορικὸν ἔσεσθαι δίκαιον ἄρα δεῖ εἶναι, ἐπιστήμονα τῶν δικαίωνʼ, ἐν δὲ Φαίδρῳ ʼεἰ γάρ σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην· ὅτου δʼ ἂν τούτων ἐλλείπῃς, ταύτῃ ἀτελὴς ἔσῃ.
‘ ἀκολούθως δὲ τῷ θείῳ Πλάτωνι καὶ Διονύσιος ὁ πρεσβύτερος ἐν τῷ πρώτῳ τίτλῳ περὶ μιμήσεώς φησιν ὅτι ʼτρία ταῦτα τὴν ἀρίστην ἡμῖν ἔν τε τοῖς πολιτικοῖς λόγοις ἕξιν καὶ ἐν πάσῃ τέχνῃ τε καὶ ἐπιστήμῃ χορηγήσει, φύσις δεξιά, μάθησις ἀκριβής, ἄσκησις ἐπίπονος, ἅπερ καὶ τὸν Παιανιέα τοιοῦτον ἀπειργάσατο.
5
‘ πῶς οὖν ἥ τε τῶν ἀληθῶν καὶ δικαίων γνῶσις ἔτι δὲ ἐπιστήμη τε καὶ μελέτη γενήσεται τῶν καλῶν ἀνδρὶ τὸ λαλεῖν ἐκ τοῦ λαλεῖν ἐπιτηδεύοντι, ὡς ὁ περίβλεπτος ἐπὶ τῆς τῶν ἑταίρων ἀγέλης διεθρύλει σοφιστής; οἷς γε, εἰ κατὰ τὸ προσῆκον τὰς τῶν λόγων ἐκμανθάνειν ἠβούλοντο τέχνας, μόλις ἂν εἴκοσιν ἐξήρκουν οἶμαι διδάσκαλοι—τὴν τοίνυν περὶ τῶν στάσεων πραγματείαν οἱ μὲν οὐδʼ ὅλως ἠξίωσαν ὑποβάλλειν τέχνῃ, οἱ δὲ τὴν πᾶσαν ῥητορικὴν ἐν ταύταις θεωρεῖσθαί φασιν. ἑκατέρους οὖν ὁ τεχνογράφος εὐθὺς ἐκ προοιμίου διελέγχων τεχνικῆς τε θεωρίας ἔχεσθαι τὰς στάσεις ἀποδείκνυσι καὶ πρὸς ῥητορικὴν τέχνην οὐ μόνας ἐξαρκεῖν· ὅτι μὲν γὰρ τεχνικῆς ἔχονται θεωρίας, δηλοῖ λέγων ὡς πολλῶν ὄντων καὶ μεγάλων, ἐξ ὧν ἡ ῥητορικὴ τέχνη συνέστηκε, μέγιστόν ἐστι τὸ κατὰ τὴν διαίρεσιν τῶν πολιτικῶν ζητημάτων, ὅτι δὲ οὐ πᾶσα ἐν τούτοις ἡ ῥητορικὴ τέχνη, πρόδηλον ἐκ τοῦ πολλὰ εἶναι ἕτερα τὰ συνιστῶντα αὐτήν. ἄξιον δὲ καὶ τοῦ προοιμίου θαυμάσαι τὴν ἀκρίβειαν, ὅπως διʼ αὐτῆς τῆς ὑπερθέσεως λεληθότως κατεσκεύασεν ὅτι ἡ ῥητορικὴ τέχνη καὶ οὐκ ἐμπειρία, ὡς διακωμῳδοῦσί τινες. τὸν γάρτοι παρὰ τῶν διαλεκτικῶν ἀποδιδόμενον τῆς τέχνης ὅρον τοῖς τῆς ῥητορικῆς ἐφαρμόζει μέρεσιν— ὁρίζονται γὰρ ἐκεῖνοι τὴν τέχνην οὕτως ʼσύστημα ἐκ καταλήψεως ἐγγεγυμνασμένον πρός τι τέλος εὔχρηστον τῷ βίῳʼ—· διὰ μὲν τοῦ συνίστησι τὸ σύστημα δηλοῖ 〈τῆς ῥητορικῆσ〉, εἶτα ἐπειδὴ ἐνδέχεται καὶ σύστημα εἶναι ἐμπειρικόν—οὕτω γοῦν τὴν ἀρχὴν καὶ παρʼ Αἰγυπτίοις ἐκ τῶν κατὰ μέρος νοσούντων τε καὶ τὰς τῶν νόσων ἰάσεις ἀπογραφομένων τὴν ἰατρικὴν πρώτως εὑρῆσθαί φασιν—, προστίθησι καὶ τέχνην ποιεῖ · τὸ γὰρ μετὰ λόγου καὶ αἰτίας σύστημα τῶν θεωρημάτων ἰατρικῶν ἢ μουσικῶν ἢ ῥητορικῶν τέχνης ἂν εἴη ποιητικόν—οὕτω γοῦν καὶ Πλάτων φησὶν ἐν Γοργίᾳ ʼἐγὼ γὰρ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμαʼ—· διὰ δὲ τοῦ καταληφθέντα τὴν κατάληψιν ἐναργῶς μηνύει, κατάληψις δέ ἐστι λόγος γνῶσιν ἀκριβῆ μετὰ αἰτίας τῶν ὑποκειμένων περιέχων· ὥστε καὶ τοῦτο τεχνικὸν κατὰ Πλάτωνα· εἰ γὰρ τὸ ἄλογον οὐ τέχνη, τὸ μετὰ αἰτίας τέχνη, τέχνη δὲ ἡ ῥητορικὴ τῷ τὰς αἰτίας εἰδέναι, καθʼ ἃς οἱ τοιοίδε λόγοι τοὺς τοιούσδε πείθουσιν ἀκροατάς, ἄλλως μὲν τοὺς πρὸς δόξαν ὁρῶντας, ἑτέρως δὲ τοὺς πρὸς κέρδος ἀποβλέποντας, ἄλλως δὲ τοὺς ἀληθείᾳ τε καὶ δικαιοσύνῃ προσέχοντας εἰλικρινῶς.
ἐμπειρία δέ ἐστι λόγος ἐκ πλειόνων ὁμοίων καταλήψεως τὴν γνῶσιν ποιούμενος. τὸ δὲ ἐξ ἀρχῆς δηλαδή ἀφʼ οὗπερ ἡ τῶν ἀνθρώπων ὑπέστη φύσις· σύνδρομος γὰρ ἡ ῥητορικὴ τῷ λόγῳ τῶν ψυχῶν, καὶ πρὸ Νέστορός τε καὶ Φοίνικος Παλαμήδους τε καὶ Ὀδυσσέως καὶ τῶν ἐν Ἰλίῳ ῥητόρων ἠσκεῖτο παρὰ ἀνθρώποις ἡ ῥητορική, εἴ γε καὶ τὸν Τροιζήνιον Πιτθέα φασὶν ἔνιοι λόγων ἐν Τροιζῆνι τέχνας γράφειν τε καὶ διδάσκειν ἀνθρώπους, τοὺς δὲ ἀνωτέρω τούτων τὸ πρᾶγμα σὺν ἀρετῇ μεταδιώξαντας ἡ ἐκ τοῦ κατακλυσμοῦ σὺν τοῖς ἄλλοις ἠφάνικε λήθη. εἰ γὰρ αἰώνιος ὁ ἐν ψυχῇ λόγος, πρόδηλον ὅτι καὶ ἡ τοῦτον διευκρινοῦσα τέχνη καὶ τὴν ἀχλὺν αὐτοῦ—κατὰ τὴν Ὁμηρικὴν Ἀθηνᾶν—καὶ τὴν ἀπαιδευσίαν διακαθαίρουσα οὐ χθές τε καὶ πρῴην ὡς φασὶ παρέδυ οὐδὲ οἱ πρότεροι τοῦ θειοτάτου τῶν ἐν ἡμῖν—φημὶ δὴ τοῦ λόγου—κατημέλουν καίτοι γε ἄριστα καὶ εὐνομώτατα πολιτευόμενοι καὶ τὸν ἐπὶ Κρόνου διαζῶντες βίον καὶ τοῦ χρυσοῦ γένους ἀτεχνῶς ἐπάξιοι πρὸς τῶν ἐνθέῳ μανίᾳ κατόχων ὑμνούμενοι ποιητῶν. εὔδηλον γὰρ ὡς κἀκεῖνοι τά τε θεῖα διαφερόντως ἐτίμων, εἴ γε τότε μάλιστα δὴ οἱ θεοὶ ʼπαντοῖοι τελέθοντες ἐπεστρωφῶντο πόληασʼ, καὶ τούς τε ἀγαθοὺς διʼ ἐπαίνων ἦγον καὶ τοὺς προπετείᾳ φύσεως ἐπὶ τὸ χεῖρον ὁρμῶντας ἐλοιδόρουν, ἅπερ ἴδια τῆς πανηγυρικῆς ἰδέας.
ἔτι δὲ ἀγνοοῦσί τε τὸ προσῆκον καὶ ὑπὸ νεότητος φλεγομένοις τὰ βέλτιστα συνεβούλευον τῶν μὲν ἀτόπων ἐξείργοντες τῶν δὲ χρηστῶν ἔχεσθαι παρακαλοῦντες, διʼ ὧν τὸ συμβουλευτικὸν ἠσκεῖτο παρʼ αὐτοῖς. οὐ μὴν οὐδὲ τῆς περὶ τὸ δίκαιον ἀκριβείας οἵ γε τοιοῦτοι κατωλιγώρουν, ἀλλʼ ὡς θεῶν ἀτεχνῶς ὑπάρχοντες ὀαρισταὶ δίκην τε καὶ τὸ δίκαιον ἐτίμων καὶ τοῖς ὑπερβαίνειν ἐπιχειροῦσι τὰς τιμωρίας ἐπῆγον, ὅθεν καὶ τοῦ δικανικοῦ συνέβαινεν αὐτοῖς οὐκ ἀμελετήτως ἔχειν. τὸ δὲ δηλαδή σημαίνει ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πασῶν τεχνῶν ἀνάγκη προτέραν γίγνεσθαι τὴν κατάληψιν εἶθʼ οὕτω συνίστασθαι τὰς τέχνας. τὸ δὲ συγγυμνασθέντα τῷ χρόνῳ δηλοῖ μὲν τὸ ἐν τῷ ὅρῳ τῆς τέχνης ʼσυγγεγυμνασμένονʼ, πρόσκειται δὲ τοῖς καταληφθεῖσιν, ἐπειδὴ ἀδύνατόν ἐστι τέλειον ἐνεργείᾳ γενέσθαι ῥήτορα, κἂν τὴν κατάληψιν ἀκριβῆ τῶν εἰς τὴν τέχνην συντελούντων θεωρημάτων ποιήσηται, μὴ καὶ γυμνασίαν ἐν χρόνῳ μακρῷ τούτων ἀσκήσαντα—ὅθεν καὶ Πῶλος ὁ σοφιστὴς ὁ Γοργίου μαθητὴς ἐν τῇ τέχνῃ φησὶ ʼπολλαὶ τέχναι ἐν ἀνθρώποις εἰσὶν ἐκ τῶν ἐμπειριῶν ἐμπείρως εὑρημέναιʼ· μέμνηται δὲ τούτου καὶ Πλάτων ἐν Γοργίᾳ—.
καὶ παράδειγμα τούτων Δημοσθένης τελεώτατα μὲν τῶν ῥητορικῶν θεωρημάτων τὴν ἐπιστήμην κατωρθωκώς, ὡς καὶ τῶν κριτικῶν τοὺς εὐδοκιμωτάτους διαρρήδην ἀποφαίνεσθαι ἄριστον τῶν πολιτικῶν λόγων εἶναι τὸν Δημοσθενικόν· ἀλλὰ τοὺς μὲν δικανικοὺς καὶ συμβουλευτικοὺς τῶν λόγων φαίνεται κατὰ τὸ προσῆκον συντεθεικὼς ἅτε καὶ σφόδρα γυμνασθεὶς ἐν τούτοις, περὶ δὲ τοὺς πανηγυρικοὺς τῶν λόγων οὐ σφόδρα ἐπιτηδείως ἔχων—τὸν γοῦν ἐπιτάφιον αὐτοῦ τινὲς αἰτιῶνται ὡς παρὰ τὴν ἀξίαν τοῦ ῥήτορος συγκείμενον—· καὶ δῆλον ὅτι καὶ τούτων μὲν ἄριστα τοὺς τεχνικοὺς ἠπίστατο λόγους, τὸ δὲ τῆς γυμνασίας ἐνδεὲς τοῖς διαβάλλειν βουλομένοις ἀφορμὴν τῆς κατηγορίας παρέσχεν. [133, 6] ‘ σαφῆ τε τὴν ὠφέλειαν παρεχόμενα τῷ βίῳ κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ ‘ τὸ μὲν 〈ἐν〉 τῷ διαλεκτικῷ ὅρῳ ʼπρός τι τέλος εὔχρηστον τῷ βίῳʼ διὰ τούτων παρῴδησε, τῆς δὲ ῥητορικῆς τὸ χρήσιμον περὶ τίνα ἐστὶν ἐνταῦθα μηνύει, ὅτι ἐν βουλαῖς τε τὸ λυσιτελοῦν ἐξευρίσκειν κἀν τοῖς δικαστηρίοις διελέγχειν τοὺς ἀδικοῦντας, καὶ τοὺς παντοδαποὺς τῆς πανηγυρικῆς ἰδέας διαπλέκει λόγους· τὸ γὰρ πανταχοῦ διχῶς νοητέον, ἢ ὡς ἓν ἀνθʼ ἑνὸς τὸ πανηγυρικόν—διὸ ποικίλη τις ἡ τούτου χρῆσις, ἐν ὕμνοις θεῶν, ἐν ἐπαίνοις ἀνθρώπων ζώντων τετελευτηκότων, ἐν ἑορταῖς, ἐν θρήνοις, ἐν διαβολαῖς κακίας, ἐν ἀρετῆς εὐφημίαις—, ἢ τὸ μὲν πανηγυρικὸν παρῆκεν ὡς τῷ δικανικῷ τε καὶ συμβουλευτικῷ συμπλεκόμενον—ὡς διδάσκουσιν ἡμᾶς Δημοσθένης μὲν ἐν τῷ περὶ τοῦ στεφάνου Ἰσοκράτης δὲ ἐν πανηγυρικῷ ὁ μὲν τῷ συμβουλευτικῷ ὁ δὲ τῷ δικανικῷ τὴν πανηγυρικὴν ἀναμίξαντες ἰδέαν—, τὸ δὲ πανταχοῦ κατὰ τῶν τριῶν ἔφησε τῆς ῥητορικῆς εἰδῶν ὡς οὐ μόνον ἐν βουλευτηρίοις καὶ δικαστηρίοις καὶ θεάτροις ἡ ῥητορικὴ διʼ ὧν ἔφαμεν χρήσιμος ἀλλὰ καὶ ἰδίᾳ πατέρων τε πρὸς υἱεῖς καὶ διδασκάλων πρὸς μαθητὰς καὶ φίλων πρὸς ἑταίρους τὸ δέον ἀποφαινομένων εὐφημούντων τε τὰ χρηστὰ καὶ τὸ δίκαιον ἄριστα διακρινόντων.
10
[133, 8] ‘ μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ διαιρέσεωσ ‘ οὐκ ἄρα πᾶσα ῥητορικὴ τέχνη ἐν ταῖς στάσεσι περιείληπται, ὡς ἔνιοί φασιν, ἀλλὰ πολλὰ μὲν καὶ μεγάλα καὶ τὰ ἄλλα τὰ συνιστῶντα ταύτην, μέγιστον δὲ τὸ κατὰ τὰς στάσεις. διαίρεσις δέ ἐστι λόγος τομὴν ἀκριβῆ τῶν ὑποκειμένων μετὰ εὐκρινείας ἀπεργαζόμενος. ταύτῃ γάρτοι καὶ διαφέρει συγκοπὴ διαιρέσεως, ὅτι ἀμφότεραι μὲν τέμνουσι τὰ ὑποκείμενα, ἀλλʼ ἡ μὲν διαίρεσις ἕκαστα τὰ μέρη καὶ κατὰ ἰδίαν τέμνει περιγραφὴν—ζῷόν τε εἰ τύχοι κατὰ ἄρθρα καὶ λόγον κατὰ κεφάλαια—, ἡ δὲ συγκοπὴ συγκεχυμένας τε καὶ ἀδιαρθρώτους ποιεῖται τὰς τομάς.
ἐπειδὴ δὲ τὸ τῆς διαιρέσεως ὄνομα πολλαῖς ῥητορικαῖς ἁρμόττει τέχναις, ταῖς τε περὶ τῶν εἰδῶν τῆς ῥητορικῆς διαλαμβανούσαις καὶ ταῖς περὶ τῶν μερῶν τοῦ πολιτικοῦ λόγου καὶ ταῖς περὶ τῶν μεθόδων, αἳ γυμνάζουσιν ἡμᾶς εἰς τὰ μέρη τοῦ πολιτικοῦ λόγου, οἵας δὴ γεγράφασιν Ἀριστοτέλης τε καὶ Ἀψίνης καὶ Καικίλιος καὶ μυρίοι ἕτεροι, διδασκαλικῶς πάνυ διαστέλλει τὴν ὁμωνυμίαν. [133, 9] ‘ λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη ‘ οἱ γάρτοι περὶ τῆς διαιρέσεως πραγματευσάμενοι τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη γένος μὲν εἶναί φασι τὴν ῥητορικήν, εἴδη δὲ αὐτῆς οἱ μὲν δύο, πραγματικὸν καὶ ἐπιδεικτικόν, οἱ δὲ τρία, δικανικὸν συμβουλευτικὸν πανηγυρικόν, οἱ δὲ τέταρτον τούτοις προστιθέασι τὸ ἱστορικόν. Ἀριστοτέλης δὲ δύο γένη φησὶν εἶναι τῶν πολιτικῶν λόγων, δικανικόν τε καὶ δημηγορικόν, εἴδη δὲ ἑπτά, προτρεπτικὸν ἀποτρεπτικὸν ἐγκωμιαστικὸν ψεκτικὸν κατηγορικὸν ἀπολογητικὸν ἐξεταστικόν· τὰ μὲν οὖν ἓξ ἐν τῷ λέγοντί φησι θεωρεῖσθαι, τὸ δὲ ἕβδομον ἐν τοῖς ἀκροωμένοις οἵπερ τῶν λεγομένων ἕκαστον ἐξετάζουσιν, ὁρίζεται δὲ αὐτὸ οὕτως ʼἐξεταστικόν ἐστι κρίσις προαιρέσεων ἢ λόγων ἢ πράξεων πρὸς ἄλληλα καὶ πρὸς τὸν ἄλλων βίον ὁμολογούντων ἢ ἐναντιουμένωνʼ.
ἡ μὲν οὖν ἀπὸ τῶν γενῶν εἰς τὰ εἴδη διαίρεσις περὶ τούτων διαλαμβάνουσα τοὺς ἑκάστῳ προσήκοντας ἀποδίδωσι λόγους, ἡ δὲ ἀπὸ τῶν ὅλων εἰς μέρη τοιαύτη τίς ἐστιν· τοῦ γὰρ πολιτικοῦ λόγου ὅλου τινὸς ὄντος οἱ μὲν τέσσαρά φασιν εἶναι μέρη, προοίμιον διήγησιν πίστιν ἤτοι ἀπόδειξιν ἐπίλογον, οἱ δὲ πέντε, προοίμιον διήγησιν ἀντίθεσιν λύσιν καὶ ἐπίλογον, οἱ δὲ καὶ πλείονα τούτων ὀνόματα μὲν καινότερα προσεπινοοῦντες ἅπαντες δὲ πρὸς τὰ πέντε μέρη καταντῶντες ἀλλʼ οἱ μὲν αὐτῶν συστέλλοντες τὴν ποσότητα οἱ δὲ ἐκτείνοντες. [133, 10] ‘ μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆς μέροσ ‘ τὴν αὐτὴν ἔννοιαν τῇ ἀρχῇ ἐκ τοῦ ἐναντίου ἐπιχειρήσας ἔφη· περὶ ὧν γὰρ εἶπεν ἀνωτέρω πολλῶν ὄντων καὶ μεγάλω ν , περὶ τῶν αὐτῶν νῦν λέγει μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο ῥητορικῆς μέρος · οἶδε γὰρ ὡς ἐπιστήμων ἀκριβὴς καὶ τὰς περὶ τούτων τεχνολογίας πολλῆς ἐξετάσεως δεομένας. [133, 12] ‘ περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γιγνέσθω ‘ τὴν τῶν στάσεων πραγματείαν περὶ ταύτην φησὶ καταγίγνεσθαι τὴν διαίρεσιν τὴν τῶν πολιτικῶν ζητημάτων εἰς τὰ κεφάλαια. πολιτικὰ δὲ ζητήματά φησι πάντα τὰ ὑπὸ τὰς ΙΓ ἀναγόμενα στάσεις, ἅσπερ προϊόντος ἡμᾶς διδάξει τοῦ λόγου.
λεγόμενα δὲ κεφάλαιά φησιν, ἐπειδὴ οἶδεν ἐνίους μὲν συμπεράσματα καλοῦντας τὰ κεφάλαια, ἐνίους δὲ ζητούμενα, ἄλλους δὲ περιεχόμενα, καὶ ζητούμενα μὲν πρὸ τοῦ κατασκευασθῆναι, συμπεράσματα δὲ μετὰ τὰς ἀποδείξεις, περιεχόμενα δὲ ὡς ὑπὸ τῶν στάσεων ἢ τῶν ὅλων λόγων περιειλημμένα, κεφάλαια δὲ ὡς μεγάλα καὶ κυριώτατα τμήματα τῶν λόγων ὄντα—καὶ γὰρ τοῦ σώματος κυριώτατον μέρος ἡ κεφαλή—. κεφάλαιον δέ ἐστι μέρος λόγου ἀπόδειξιν ἔχον τοῦ προκειμένου πράγματος ἐκ νοημάτων καὶ ἐπιχειρημάτων συγκείμενον. ἡ δέ γε τῶν πολιτικῶν ζητημάτων διαίρεσις προηγουμένην μὲν ποιεῖται τὴν εἰς τὰ κεφάλαια τομήν, οἷον τὸ μὲν στοχαστικὸν εἰς τὰ στοχαστικὰ τὸ δὲ ὁρικὸν εἰς τὰ ὁρικά, παρεπομένην δὲ τὴν εἰς τὰ μέρη τοῦ λόγου. [133, 14] ‘ ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑρέσεωσ ‘ ὁ περὶ τῆς διαιρέσεως φησὶ λόγος παραπλήσιός πώς ἐστι τῷ περὶ εὑρέσεως· εὕρεσις γάρ ἐστι λόγος νοημάτων καὶ ἐπιχειρημάτων εὐπορίαν περιέχων. ἡ μὲν οὖν διαίρεσις τὴν ἀπαρίθμησιν καὶ τὴν τάξιν ἡμᾶς διδάσκει τῶν ὑπὸ ἑκάστην στάσιν ἀναγομένων κεφαλαίων, ἡ δὲ εὕρεσις πλατύτητα καὶ τὴν ἐξεργασίαν ἡμῖν χορηγεῖ τῶν κεφαλαίων, οἷον ἡ μὲν διαίρεσις ἵνα ἐκ τῶν γνωριμωτέρων ἡμῖν ὁ λόγος σαφὴς γένηται τέμνει τὸ ἐγκώμιον ἢ τὴν νόμου εἰσφορὰν τοῖσδε ἢ τοῖσδε τοῖς κεφαλαίοις, ἡ δὲ εὕρεσις τὰ προσήκοντα εἰς ἕκαστον ἐνθυμήματα διερευνᾶται, καὶ ἡ μὲν διαίρεσις ὡρισμένη ἐστὶ καὶ ἀεὶ ὡσαύτως ἔχει, ἡ δὲ εὕρεσις ἀόριστός τέ ἐστι καὶ ἄλλοτε ἄλλη ἐπὶ τῶν ῥητορευόντων γίνεται πρὸς τὰς τῶν λεγόντων ἑκάστοτε μεταβαλλομένη φύσεις εὐπορωτέρα τε καὶ ἀσθενεστέρα γινομένη· διόπερ καλῶς καὶ ὁ Πορφύριος ἐν τῇ περὶ τῶν στάσεων τέχνῃ ἐκεῖνό φησιν, ἡλίκον ἡ τῶν νοημάτων εὕρεσις ἐν λόγῳ δύναται μηνύων, ʼτοῦ γὰρ λόγου ψυχὴν δοκοῦντος ἔχειν καὶ σῶμα ἡ μὲν τῶν νοημάτων εὕρεσις δικαίως ἂν ψυχὴ τοῦ λόγου νομίζοιτο ἡ δὲ ἑρμηνεία σῶμα.
‘ [133, 14] ‘ πλὴν ὅσον οὐ πάντα ἔχει τὰ περὶ εὑρέσεωσ ‘ ἡ οὖν διαίρεσις ὡς εἴρηται παρέοικε μὲν τῇ εὑρέσει—πηγὴ γάρ τίς ἐστι τῶν ἐν τοῖς λόγοις εὑρισκομένων ἐπιχειρημάτων—, οὐ πάντα δὲ τὰ ἐν ταύτῃ ἐπιδέχεται· πολὺ γὰρ τὸ πλάτος τῆς εὑρέσεως καὶ κατὰ ἄνδρα ἴδιον ἅτε ἀορίστου ὡς ἔφαμεν οὔσης. [133, 15] ‘ καὶ πρῶτόν γε ὅτι ἐστὶ πολιτικὸν ζήτημα ῥητέον ‘ διδασκαλικῶς πάνυ πρότερον ἡμῖν τοῦ πολιτικοῦ ζητήματος παραδίδωσι τὸν ὅρον ὥστε τήν τε δύναμιν αὐτοῦ καὶ περὶ τίνα καταγίνεται σαφῶς γνῶναι τοὺς ἀκροωμένους.
15
ἰστέον δὲ ὅτι σφόδρα τελείως ἀποδέδωκε τὸν τοῦ ζητήματος ὅρον ὡς μηδένα τῶν μετʼ αὐτὸν φιλοσόφων ἢ σοφιστῶν προσθεῖναί τι ἢ ἀφελεῖν τοῦ ὅρου. [133, 16] ‘ ἔστι γὰρ ἀμφισβήτησις λογικὴ ἐπὶ μέρους ἐκ τῶν πα ρ ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντος ἢ καὶ πάντων ἅμα ἢ τινῶν ‘ γένος μὲν τοῦ ὅρου ἐστὶν ἡ ἀμφισβήτησις, διαφοραὶ δὲ τὰ λοιπά· πᾶς γὰρ τελείως ἔχων ὅρος ἐκ γένους ἐστὶ καὶ διαφορῶν. ἐπειδὴ δὲ τῶν ἀμφισβητήσεων αἱ μὲν ἐν λόγοις αἱ δὲ ἐν ἔργοις εἰσίν, ὡς αἱ τῶν ἀθλητῶν τε καὶ στρατιωτῶν, προσθεὶς τὸ λογική ἐχώρισεν αὐτὴν τῶν πρακτικῶν. πάλιν ἐπειδὴ τῶν λογικῶν ἀμφισβητήσεων αἱ μὲν καθόλου εἰσίν, οἷαίπερ αἱ φιλόσοφοι περὶ τῶν καθόλου διαλαμβάνουσαι θεοῦ νοῦ ψυχῆς, αἱ δὲ μερικαί, οἷαίπερ εἰσὶν αἱ περὶ τῶν πολιτικῶν πραγμάτων, προσθεὶς τὸ ἐπὶ μέρους ἐχώρισεν αὐτὴν τῶν καθόλου. [133, 17] ‘ ἐκ τῶν πα ρ ’ ἑκάστοις κειμένων νόμων ἢ ἐθῶν ‘ ὁ γὰρ ῥήτωρ τὰ πολιτικὰ ζητήματα διαπλέκει τὰς πίστεις ἐκ τῶν παρʼ ἐκείνοις ἐθῶν τε καὶ νόμων ποιούμενος, παρʼ οἷς ἂν καὶ δημηγοροίη· οἱ μὲν γὰρ τῶν ἀκροωμένων βραχυλογίᾳ χαίρουσι καὶ πρὸς πόλεμον αὐτοῖς πᾶσα συντέτακται δίαιτα, ὡς Λακεδαιμόνιοι, οἱ δὲ τοὺς μακροτέρους τε τῶν λόγων ἀνέχονται καὶ μᾶλλον ἀνειμένοι τὰς γνώμας ὑπάρχουσιν, ὡς Ἀθηναῖοι· καὶ τῶν δικαστῶν οἱ μὲν πρὸς κέρδος ὁρῶσιν, οἱ δὲ τὴν ἀλήθειαν ἐκ πάντων ζητοῦσιν.
καὶ ἁπλῶς εἰπεῖν πολυτρόπου τῆς τῶν ἀκροωμένων ὑπαρχούσης φύσεώς τε καὶ πολιτείας συμμεταβάλλεσθαι χρὴ καὶ τὸν ῥήτορα ταῖς ἐκείνων ἕξεσιν ἐν τοῖς λόγοις. ἔστι δὲ νόμος μὲν λόγος κοσμητικὸς καὶ μετρητικὸς τῶν ἐν τῇ πολιτείᾳ πραγμάτων πᾶσι τὸ κατʼ ἀξίαν ἀπονέμων, ἔθος δὲ νόμιμον ἄγραφον ἐκ συλλογῆς συνιστάμενον παραδειγμάτων· εἰ γὰρ ἕκαστος εἰ τύχοι τῶν εὐπορωτέρων Ἀθήνησι παιδὸς αὐτῷ γεγονότος τρέφοι τοὺς δημότας ἐκ τῶν ἄνω χρόνων, πρόδηλον ὡς Μιλτιάδῃ τε καὶ Περικλεῖ καὶ τῶν πλουτούντων ἑκάστῳ ἐπάναγκες τῷ ἔθει κατακολουθεῖν· καὶ πάλιν ἔθος ἦν Ἀθήνησι τεττιγοφορεῖν τῶν εὐπατριδῶν τοὺς παῖδας, ὃ καὶ μέχρι ἡμῶν διεσῴζετο, καὶ τὸ ἀρχαιότερον, ὡς καὶ Θουκυδίδης φησί, κρωβύλον ἀναδεῖσθαι τῶν ἐν τῇ κεφαλῇ τριχῶν. [133, 18] ‘ περὶ τοῦ νομισθέντος δικαίου ἢ καλοῦ ἢ συμφέροντοσ ‘ τὰ τέλη τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς ἐμπεριέλαβε τῷ ὅρῳ τοῦ πολιτικοῦ ζητήματος διὰ μὲν τοῦ δικαίου τὸ δικανικὸν δηλῶν, διὰ δὲ τοῦ καλοῦ τὸ πανηγυρικόν, διὰ δὲ τοῦ συμφέροντος τὸ συμβουλευτικόν. καλῶς δὲ τοῦ νομισθέντος προσέθηκεν· περὶ γὰρ τοῦ δοκοῦντος ἐν ἑκάστῃ πόλει δικαίου τε καὶ καλοῦ ποιεῖται τοὺς λόγους.
ἕτερον δὲ τὸ δοκοῦν παρὰ τὸ ἀληθές, οἷον ἀληθὲς μὲν δίκαιόν ἐστι καὶ συμφέρον τοὺς ἀρίστους ἄρχειν ἑκασταχοῦ, κἂν Ἴρου πτωχότεροι τυγχάνωσιν—καὶ τοῦτο νομοθετῶν ὁ θεῖος Πλάτων ἐν πολιτείᾳ φησὶν ὡς οὐ πρότερον αἱ πόλεις εὐδαιμονήσουσι, πρὶν ἂν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν—, Ἀθήνησι μέντοι ἐξ εὐπατριδῶν ᾑροῦντο πάντως ἐν τοῖς πρὸ τοῦ χρόνοις τοὺς ἄρχοντας, καὶ εἰ μηδʼ ὁτιοῦν ἀρετῇ διέφερον τῶν ἄλλων, ὕστερον δὲ καὶ ἐκ δημιουργῶν· Λακεδαιμόνιοι δὲ τοὺς βασιλεῖς ἐξ Ἡρακλειδῶν ᾑροῦντο πάντως, εἰ καὶ χωλοί τε ὑπάρχοιεν καὶ Παυσανίου τυραννικώτεροι τὰς ψυχάς. οὕτω τὸ νομιζόμενον κἀν ταῖς εὐνομωτέραις πόλεσιν ἐκράτει δίκαιον, ἀλλʼ οὐ τὸ ἀληθές. [133, 19] ἢ καὶ πάντων ἅμα ἢ τινῶν ‘ ἢ γὰρ περὶ δικαίου καὶ καλοῦ καὶ συμφέροντος ἅμα τὴν ἐξέτασιν ποιεῖται τὸ πολιτικὸν ζήτημα ἢ περὶ μόνων τῶν δύο ἢ περὶ ἑνός. [133, 19] ‘ τὸ γὰρ ὡς ἀληθῶς τε καὶ καθόλου καλὸν ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆσ ‘ εὐκαίρως ἐπὶ τῷ ὅρῳ ὡς τελείως ἔχοντι σεμνῶς τε καὶ ἀξιωματικῶς τὴν ἐκ τοῦ ἐναντίου ἐπάγει ἀπόφασιν ἥκιστα ῥητορικῇ προσήκειν ἀποφαινόμενος τὴν περὶ τῶν ὡς ἀληθῶς ὄντων καὶ καθόλου ζήτησιν, φιλοσοφίας δὲ ἴδια τὰ τοιαῦτα αἰνιττόμενος, ἥπερ μόνη τεχνῶν τε καὶ ἐπιστημῶν πηγὴ ὑπάρχουσα κυριώτατα κατʼ Αἰσχύλον ʼοὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει.
‘ [133, 21] ‘ τὴν δὲ ἀμφισβήτησιν ταύτην ἀνάγκη περί τε πρόσωπα γίγνεσθαι καὶ πράγματα ‘ τοῦ πολιτικοῦ ζητήματος γένος τὴν ἀμφισβήτησιν ὁρισάμενος εὐτάκτως πάνυ διδάσκει ἡμᾶς περὶ ποῖα ἄττα συνίσταται αὕτη· φησὶν οὖν ὡς περὶ πρόσωπα καὶ πράγματα. καὶ καλῶς πάνυ τὸ ἀνάγκη πρόσκειται· οὐ γὰρ οἷόν τε πολιτικὴν συστῆναι ζήτησιν μὴ προσώπου τε ὑφεστῶτος τοῦ διαπραττομένου καὶ πράγματός τινος γεγονότος, περὶ ὃ καὶ ἡ ἀμφισβήτησις συνίσταται· ἄνευ γὰρ θατέρου θάτερον ἀσύστατον. [133, 22] ‘ ὧν πλείστη δήπου διαφορά ‘ οἱ μὲν τῶν ἐξηγητῶν ἐξεδέξαντο προσώπων πρὸς πράγματα διαφοράν, ὅπερ τῆς τοῦ τεχνογράφου βαθύτητος ἀνάξιον, ἀλλὰ δεῖ νοῆσαι τὴν διαφορὰν προσώπων τε πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα· ἡ γὰρ τούτων ἀκριβὴς κατανόησις ὡς αὐτός φησιν εὐχερεστέραν ἡμῖν τῶν πολιτικῶν ζητημάτων ἀπεργάζεται τὴν διαίρεσιν τά τε ἀδιαίρετα καὶ διαιρούμενα σαφῶς παραστήσει. μαρτυρεῖ δὲ καὶ αὐτὸς τῇ ἐξηγήσει ταύτῃ εὐθὺς ἐπενεγκὼν πρώτας μὲν τὰς πρὸς ἄλληλα διαφορὰς τῶν προσώπων δευτέρας δὲ τὰς τῶν πραγμάτων.
[133, 26] ‘ τῶν οὖν προσώπων τὰ μέν ἐστιν οἷα καὶ δύνασθαι ἐξετάζεσθα ι , τὰ δὲ οὐ τόπον δὲ ἄλλως ἐπέχει προσώπου ‘ καθόλου πρόσωπα ἐξεταζόμενα καλεῖ τὰ ἔχοντα ποιότητά τινα, ἐξ ἧς ἡ περὶ τὸ πρόσωπον ὕλη γνωρίζεται, οἷον Περικλῆς Ἀλκιβιάδης πλούσιος πένης στρατηγὸς ῥήτωρ· τὰ δὲ ἀνεξέταστα ποιότητα μὲν οὐδεμίαν ἔχει προσκειμένην, διʼ ἧς ἄν τις εὐπορίαν τινὰ ἐν τῇ ὑποθέσει σχοίη ὥσπερ τὰ ἀόριστα, εἰκόνα δὲ μόνην προσώπου ἐκπληροῖ. ὅταν οὖν ἐν ὑποθέσει παραληφθῇ τι ἀνεξέταστον, ἰστέον ὅτι καθολικὸν ἡ τέχνη παραδίδωσιν ἡμῖν θεώρημα, ὡς χρὴ ἀκόλουθον τῇ τοῦ πράγματος ποιότητι περιτιθέναι τῷ ἀορίστῳ προσώπῳ χαρακτῆρα· εἰ μὲν γὰρ χρηστὸν εἴη τὸ πεπραγμένον, πρόδηλον ὡς τοιοῦτος ὁ πράξας—πρᾶγμα γὰρ ἀεὶ βέλτιστον προαιρέσεως ἔχεται δεξιᾶς—, εἰ δὲ φαῦλον εἴη τὸ γεγονός, ἀνοσίαν εἶναι καὶ τοῦ πεπραχότος ἐροῦμεν τὴν φύσιν. ὀρθότατα γὰρ καὶ Σωκράτης ἡμῖν τὸ φιλοσοφίας κεφάλαιον πρὸς ταῦτα βλέπων τὸ τοιόνδε συνεχῶς ἐβόα ʼοἷος ὁ βίος, τοιοῦτος ὁ λόγος· οἷος ὁ λόγος, τοιαῦται αἱ πράξεις.ʼ [133, 28] ‘ τῶν δ ’ αὖ ἐξεταζομένων ἰσχυροτάτην μὲν ἔχει δύναμιν τὰ ὡρισμένα καὶ κύρια ‘ ἑπτὰ μὲν τὰς ὅλας διαφορὰς ἡμῖν παραδίδωσι τῶν προσώπων, τὴν δὲ πρωτίστην ἀποδίδωσι τάξιν τοῖς ὡρισμένοις τε καὶ κυρίοις διὰ δύο ταύτας αἰτίας, ὅτι τε πᾶσα ἡ περὶ αὐτῶν ὕλη πρόδηλός ἐστιν ἐκ τῆς ἱστορίας, γένος ἀγωγὴ ἐπιτηδεύματα πράξεις, καὶ διότι τὰ κύρια—ὡς καὶ αὐτὸς ὑποκατιὼν ἐπισημαίνεται— πολλοὺς ἐπιδέχονται τρόπους τῆς τῶν προσώπων τάξεως.
20
ὁ γὰρ Περικλῆς εἰ τύχοι παραληφθεὶς ὡρισμένον τέ ἐστι πρόσωπον καὶ πρός τι—πατὴρ γὰρ καὶ δεσπότης—, καὶ ἠθικόν—καὶ φιλόπολις γάρ—, καὶ προσηγορικόν—στρατηγὸς γὰρ καὶ ῥήτωρ—· ὁ γοῦν Θουκυδίδης παραλαβὼν αὐτὸν ἐκ τῆς τοῦ προσώπου ποιότητος τὸ ἀξιόπιστον αὐτῷ περιτίθησι λέγων ʼκαίτοι ἐμοὶ τοιούτῳ ἀνδρὶ ὀργίζεσθε, ὃς οὐδενὸς ἥσσων οἴομαι εἶναι γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ταῦτα φιλόπολίς τε καὶ χρημάτων κρείσσων.ʼ εἰ μὲν οὖν ἔνδοξα εἴη τὰ κύρια πρόσωπα, συστατικῶς χρησόμεθα τῇ περὶ αὐτῶν ὕλῃ, εἰ δὲ ἄδοξα οἷον Φιλοκράτης ἢ Φρύνων ἢ Ἀριστογείτων, ἐκ τῶν ἐναντίων δηλονότι διαβαλοῦμεν ἐπιχειρημάτων. [134, 2] ‘ δευτέραν δὲ τὰ πρός τι ‘ ταῦτα εἰ καὶ προσηγορικά ἐστι καὶ ταύτῃ ὑποβέβηκε τὴν τῶν κυρίων δύναμιν, ἀλλʼ οὖν διὰ τῆς πρὸς ἄλλο σχέσεως διπλῆν τινα ποιοτήτων εὐπορίαν χορηγεῖ τῷ λόγῳ· ὁ γὰρ πατὴρ ἐν ζητήματι παραληφθεὶς ἢ φιλότεκνός ἐστι καὶ σύστασιν ἱκανὴν ἐκ τούτου λήψεται ἢ σκαιὸς περὶ παῖδας ὢν παρέξει καταδρομῆς ἀφθονίαν τοῖς αἰτιᾶσθαι βουλομένοις, ὅπερ καὶ Αἰσχίνης κατὰ Δημοσθένους ἔφη σκληρότητα κατηγορῶν ἤθους ἐν τῷ κατὰ Κτησιφῶντος ʼἑβδόμην δὲ ἡμέραν τῆς θυγατρὸς αὐτῷ τετελευτηκυίας πρὶν ἢ πενθῆσαι καὶ τὰ νομιζόμενα ποιῆσαι στεφανωσάμενος καὶ λευκὴν ἐσθῆτα λαβὼν ἐβουθύτει καὶ παρενόμει τὴν μόνην ὁ δείλαιος καὶ πρώτην αὐτὸν πατέρα προσειποῦσαν ἀπολέσασʼ, εἶτα ἐπάγει ʼὁ γὰρ μισότεκνος καὶ πατὴρ πονηρὸς οὐκ ἄν ποτε γένοιτο δημαγωγὸς χρηστός, οὐδʼ ὁ τὰ φίλτατα καὶ οἰκειότατα σώματα μὴ στέργων οὐδέποθʼ ὑμᾶς περὶ πολλοῦ ποιήσεται τοὺς ἀλλοτρίους, οὐδέ γε ὁ ἰδίᾳ πονηρὸς οὐκ ἂν γένοιτο δημοσίᾳ χρηστός, οὐδʼ ὅστις ἐστὶν οἴκοι φαῦλος οὐδέποτʼ ἂν ἐν Μακεδονίᾳ κατὰ τὴν πρεσβείαν καλὸς κἀγαθὸς γένοιτʼ ἄν· τὸν γὰρ τόπον μόνον ἀλλʼ οὐ τὸν τρόπον μετήλλαξεν.
‘ καὶ ὁρᾷς ὁπόσην ἡ τοῦ πατρὸς σχέσις ἀφορμὴν αὐτῷ διαβολῆς κεχορήγηκεν. πάλιν υἱὸς εἰ τύχοι μελετώμενος ἐκ τῆς πρὸς τοὺς πατέρας ὁσιότητος ἢ ῥᾳθυμίας βελτίστου δόξαν ἢ πατραλοίου λήψεται, ὅ τε δεσπότης ἐκ τῆς πρὸς τοὺς οἰκέτας ἰταμότητος ἢ φιλανθρωπίας εὐπρόσιτος εἶναι καὶ τοῖς ἐντυγχάνουσιν ἢ βαρὺς καὶ φιλαπεχθήμων δόξει, τόν τε οἰκέτην ἡ πρὸς τὸν δεσπότην πίστις ἢ κακόνοια διελέγχει. [134, 3] ‘ τρίτην τὰ διαβεβλημέν α , οἷον ἄσωτοι μοιχοὶ κόλακεσ ‘ διαβεβλημένα καλεῖ τὰ διὰ τὴν φαυλότητα τοῦ τρόπου μισούμενα, ὧν αἱ πράξεις αὐταὶ κατηγοροῦσιν.
ἀπορήσειε δʼ ἄν τις, πῶς καὶ τοὺς μοιχούς, καθʼ ὧν αἱ τοσαῦται παρὰ τῶν νόμων τιμωρίαι, τοῖς κόλαξι συνέμιξεν, οὓς λοιδορεῖσθαι μὲν εἰώθαμεν διὰ τὸ τῶν τρόπων ἀπατηλόν, οὐ μέντοι κολάζουσιν οἱ νόμοι. ἔνιοι μὲν οὖν μοιχοὺς ἐξεδέξαντο τοὺς μοιχικοὺς τὴν ἕξιν οὐ πρὸς ἐνέργειαν δὲ τὸ πάθος ἐξενεγκόντας, οἱ δὲ ἄμεινον ἐξηγούμενοι λέγουσιν ὅτι τὸ τῆς διαβολῆς ὄνομα οἶδεν ὁ τεχνογράφος ἐπί τε διαβολῆς καὶ κατηγορίας ταττόμενον— ἐπὶ μὲν διαβολῆς ὡς παρὰ Μενάνδρῳ ʼοὐκ ἔστιν οὔτε διάβολος γραῦς ἔνδονʼ, ἐπὶ δὲ κατηγορίας ὡς παρὰ Δημοσθένει ἐν τῷ περὶ τοῦ στεφάνου ἐν προοιμίοις ʼὁρῶ γὰρ ὅτι τὰς αἰτίας καὶ τὰς διαβολάς, αἷς ἐκ τοῦ πρότερος λέγειν ὁ διώκων ἰσχύει, οὐκ ἔνι τῷ φεύγοντι παρελθεῖν, εἰ μὴ τῶν δικαζόντων ἕκαστος ὑμῶν τὴν πρὸς τοὺς θεοὺς εὐσέβειαν ἐννοῶν καὶ τοῦ λέγοντος ὑστέρου δίκαια εὐνοϊκῶς προσδέξεταιʼ—. οἱ μὲν οὖν μοιχοὶ ὑπὸ κατηγορίαν ὡς παρανομοῦντες ἀνάγονται, οἱ δὲ ἄσωτοι καὶ κόλακες ὑπὸ διαβολὴν καὶ ψόγον. [134, 4] ‘ τετάρτην τὰ ἠθικ ά , οἷον γεωργοὶ λίχνοι καὶ τὰ ὅμοια ‘ φιλάργυροι δύσκολοι. ἠθικά φησιν ὅσα ἐκ μόνου τοῦ ἤθους τὴν εὐπορίαν τῆς συστάσεως ἢ διαβολῆς παρέχει τῷ λέγοντι· οἵ τε γὰρ γεωργοὶ ὡς ἐπίπαν αὐτουργοί τε καὶ ἐπίπονοί εἰσι καὶ τῷ ἀμικτοτέρῳ χαίρουσι βίῳ οἵ τε φιλάργυροι σμικρολόγοι τινὲς καὶ πρὸς μόνον ἀεὶ τὸ κερδαίνειν ὁρῶντες οἵ τε αὖ λίχνοι τοῦ ἡδέος ἕνεκα πᾶν ὁτιοῦν ἕτοιμοι ποιεῖν.
ὅθεν καὶ Μενάνδρῳ τῷ κάλλιστα τὸν βίον ἐκμιμησαμένῳ πᾶσαι ὑποθέσεις ἐκ τῶν τοιούτων ἠθικῶν συμπληροῦνται· διόπερ καὶ Ἀριστοφάνης ὁ γραμματικὸς εὐστοχώτατα πεποίηκεν εἰς αὐτὸν ἐκεῖνο ʼὦ Μένανδρε καὶ βίε, πότερος ἄρʼ ὑμῶν πότερον ἀπεμιμήσατο;ʼ ἁπλῶς τε εἰπεῖν τὰ διαβεβλημένα τὰς πράξεις ἔχει κατηγορούσας, ὅθεν καὶ μισεῖται, τὰ δὲ ἠθικὰ ἐκ μόνου τοῦ ἤθους, κἂν μηδὲν αὐτοῖς ᾖ κατειργασμένον, γνώριμα γίγνεται καὶ διὰ τὸ ἀπαίδευτον τοῦ ἤθους ἐλεεῖται. [134, 5] ‘ πέμπτην τὰ κατὰ συμπλοκὴν δύο προσηγοριῶ ν , οἷον νέος πλούσιοσ ‘ οἶδεν ἑκάτερον τῶν προσηγορικῶν ἀσθενὲς σφόδρα πρὸς εὐπορίαν συστάσεως ὑπάρχον καὶ διὰ τοῦτο δύο πρὸς ταὐτὸ συνήγαγεν. ἥ τε γὰρ νεότης πρόδηλον μὲν ὅτι ὡς ἐπίπαν ἀφρονεστέρα καὶ φίλαρχος—ἀεὶ γὰρ ʼὁπλοτέρων ἀνδρῶν φρένες ἠερέθονταιʼ—, σπανίως δὲ κἀν τῷ φρονεῖν ἄριστα διαφέρει—ὁ γοῦν Διομήδης ʼκαὶ βουλῇ μετὰ πάντας ὁμήλικας ἔπλετʼ ἄριστοσʼ—, ὅ τε πλοῦτος ὁτὲ μὲν ʼκακίας μᾶλλον ἢ καλοκἀγαθίας ἐστὶν ὑπηρέτησʼ φησὶν Ἰσοκράτης, ὁτὲ δὲ κατὰ Πλάτωνα ʼοὐ τυφλὸς ἀλλὰ ὀξὺ βλέπων, ἄνπερ ἅμʼ ἕπηται φρονήσει.
‘ διεζευγμένα μὲν οὖν ἀσθενεῖ πρὸς τὰς ἐπιχειρήσεις, συμπλακέντα δὲ μέγα τι καὶ σφοδρὸν ἀποτελεῖ πρὸς ἀρετὴν ἢ κακίαν ῥέψαντα. [134, 8] ‘ ἕκτην τὰ κατὰ συμπλοκὴν προσώπου καὶ πράγματο ς , οἷον μειράκιον καλλωπιζόμενον φεύγει πορνείασ ‘ ἐπὶ τὸ ἀσθενέστερον ἤδη χωρούσης τῆς τῶν προσώπων δυνάμεως καὶ 〈πραγμάτων〉, πρᾶγμα συνέζευξε προσώπῳ προσηγορικῷ οὐκ ἀδίκημα ὁμολογουμένως ὑπάρχον οὐδὲ πρὸς καιρὸν γεγονός, ὡς τὸ παρεστάναι τῷ νεοσφαγεῖ σώματι ἢ τὸ νύκτωρ βοῆσαι παριόντα τὸ δεσμωτήριον ʼθαρρεῖτε, ὦ δεσμῶταιʼ, ἀλλὰ τῇ συνεχείᾳ τοῦ καλλωπίζεσθαι τῆς πορνείας τὴν ὑπόνοιαν βεβαιοῦν. [134, 10] ‘ ἑβδόμην τὰ ἁπλᾶ προσηγορικ ά , οἷον στρατηγὸς ῥήτωρ ‘ ὅπερ ἐπὶ τῆς πέμπτης τῶν προσώπων τάξεως ὡς ἀσθενὲς παρῃτήσατο σμικρὸν ἢ οὐδὲν ἰσχύειν ἀποφηνάμενος, τοῦτο τελευταῖον ἔταξεν ἀμυδροτάτην ὡς πρὸς τὰ πρώτιστα τὴν ἰσχὺν ἔχον. ὥσπερ γὰρ αἱ ἐπὶ πλέον τῶν ψυχῶν πρόοδοι πρὸς τὸ ἀσθενέστερον ἀεὶ χωροῦσιν ἅτε τῆς οἰκείας αἰτίας ἐπὶ μήκιστον ἀποπλανώμεναι, οὕτω κἀν ταῖς ἐπιστημονικαῖς διαιρέσεσιν αἱ ἐπὶ πλέον διαιρέσεις πρὸς τὰ μερικώτερα καὶ ἀπορώτερα χωροῦσιν.
25
ἐπισημήνασθαι δὲ ἄξιον, ὅτι χρὴ τὰ ἁπλᾶ προσηγορικὰ ἀξιώματι περιέχειν, ὅπως ἂν εὐπορώτερα τὰ τῆς ὕλης ὑπάρχῃ, ὡς τὸ τῆς στρατηγίας τε καὶ τῆς ῥητορικῆς. [134, 18] ‘ καὶ δεῖ τοῖς ἐγκωμιαστικοῖς ἀκολουθοῦντα τόποις χρῆσθαι τοῖς ἐμπίπτουσιν ‘ ἐγκωμιαστικοὺς μέν φησι τόπους οὓς καὶ ἀνωτέρω ἔφαμεν γένος ἀνατροφὴν ἐπιτηδεύματα πράξεις, τὸ δὲ τοῖς ἐμπίπτουσιν οὐχὶ τοῖς εὑρισκομένοις δηλοῖ— οὐδὲ γὰρ πάντως ἐξετάζειν ἡμῖν ἕκαστα συμφέρει τῶν εὑρισκομένων—ἀλλὰ τοῖς κατὰ τεχνικὴν θεωρίαν τῷ λέγοντι λυσιτελοῦσιν. κἂν γὰρ ὦσιν ἐπί τινων πρόδηλοι πατέρες ἢ πατρὶς ἄδοξον δέ τι ἔχοντες, παραλείψομεν, ὡς καὶ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου πεποίηκεν ὑπὲρ ἑαυτοῦ λέγων· Γύλωνα μὲν γὰρ τὸν πρὸς μητρὸς πάππον ὡς φυγάδα καὶ πρὸς τοῦ δήμου θανάτου καταγνωσθέντα διὰ τὴν Νυμφαίου τοῦ ἐν τῷ Πόντῳ προδοσίαν καὶ τὴν μητέρα ὡς Σκυθίδα κατὰ τὸ γένος—ταῦτα γὰρ Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντός φησι—παρῆκεν, ἐπὶ δὲ τὴν ἀνατροφὴν ὡς χρηστὴν οὖσαν καὶ τὰς πράξεις εὐθὺς ἐχώρησε λέγων ʼἐμοὶ μὲν τοίνυν ὑπῆρξε παιδὶ μὲν ὄντι φοιτᾶν ἐς διδασκάλουσʼ καὶ τὰ ἑξῆς, ἐν δὲ τοῖς κατʼ Αἰσχίνου λόγοις ἐπὶ τοὺς πατέρας ὡς λίαν ἀδόξους πρὸ τῶν ἄλλων ἔτρεψε τὸν λόγον ʼοὐκ ἀπορῶν δὲ ὅτι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ τοῦ πρώτου μνησθῶ, πότερον ὡς ὁ πατήρ σου Τρόμης ἐδούλευενʼ, εἴ τι δὲ χρηστὸν ἐκ τῆς ἀγωγῆς ἢ τῆς περὶ τοὺς λόγους ἀσκήσεως ὑπῆρχεν αὐτῷ, τοῦτο παραλέλοιπεν.
ἐκ γὰρ τῆς τοιαύτης ἀκριβοῦς τῶν προσώπων ἐξετάσεώς τε καὶ χρήσεως καὶ ποίας ἰδέας ἐπιβάλλειν προσήκει τοῖς λόγοις γνωσόμεθα· οἷον ὡς Δημοσθένης ἐν τῷ πρὸς Λεπτίνην ὑπὲρ διαβεβλημένου προσώπου Κτησίππου τοῦ Χαβρίου παιδὸς ἀσωτίαν νοσοῦντος πρὸς ἔνδοξον τὸν Λεπτίνην ποιούμενος τοὺς λόγους ἠθικωτέρᾳ κέχρηται καὶ λίαν ἐπιεικεστέρᾳ τῇ ἰδέᾳ λέγων ʼοὐδὲν γὰρ φλαῦρον ἐρῶ σεʼ καὶ πάλιν ʼκαὶ γὰρ εἰ πάνυ χρηστός ἐστι Λεπτίνης, ὡς ἐμοῦ γε ἕνεκα ἔστωʼ. ἐν δὲ τῷ κατὰ Μειδίου κατὰ διαβεβλημένου προσώπου χωρῶν καταφορικωτέρᾳ καὶ τραχυτέρᾳ τῇ τῶν λόγων ἰδέᾳ κέχρηται, ἐν δὲ τῷ περὶ τοῦ στεφάνου περὶ τῶν ἐνδόξων πράξεων τὸν ὅλον διαπλέκων λόγον πομπικωτέρᾳ τε καὶ λαμπροτέρᾳ· καὶ ἁπλῶς εἰπεῖν ἐν ἑκάστῳ τῶν λόγων ἀεὶ τῶν τε δημοσίων καὶ τῶν ἰδιωτικῶν προσφόρους ἀεὶ τοῖς ὑποκειμένοις ἐπιτιθέντα προσώποις ὄψει τὰς τῶν λόγων ἰδέας. τὸ μὲν οὖν πρόχειρον τῆς τῶν ἐγκωμιαστικῶν τόπων χρήσεως τοιοῦτόν ἐστιν ὥστε διὰ πάσης ἔχειν φυλακῆς, μή τι καὶ προέσθαι ἀναγκασθῶμεν ἔπος ʼὅπερ τʼ ἄρρητον ἄμεινονʼ, ἀλλὰ τὰ μὲν πρὸς σύστασιν ἡμετέραν ἐροῦμεν, τὰ δὲ βλάπτοντα σιωπήσομεν.
ἐπὶ δὲ τῶν ἐναντίων τὸ ἀνάπαλιν τὰ μὲν ἐκείνοις συνοίσοντα τελέως παραλείψομεν, ὅσα δὲ βλάπτειν ἱκανὰ ἐκτραγῳδήσομεν. ἔστι δέ τις παρά τε Δημοσθένει καὶ Θουκυδίδῃ βιαιοτέρα μέθοδος, ἥτις καὶ τὰ πρὸς ἔπαινον τῶν ἐναντίων ἀπὸ τῆς γνώμης διαβάλλει καὶ τὰ καθʼ ἡμῶν κινοῦντα λοιδορίαν ἀπὸ τῆς διανοίας βέλτιστα δείκνυσιν. Δημοσθένης μὲν γὰρ ἐν τῷ κατὰ Μειδίου ὁρῶν ἐκεῖνον μεγαλοφρονοῦντα διὰ τὴν ἐπίδοσιν τῆς τριήρους—μέγα γὰρ ἦν καὶ τὸ τριηραρχῆσαι Ἀθήνησι, μή τί γε δὴ τριήρη ὅλην ἐκ τῶν οἰκείων ἐπιδοῦναι—ὁ δὲ τὴν αἰτίαν ἐξετάσας, διʼ ἣν τοῦτο πεποίηκε, διαβεβλημένον ἀπέδειξε τὸ δοκοῦν ἔνδοξον· φησὶ γὰρ ὡς στρατείας εἰς Εὔβοιαν γινομένης δέον σὺν τοῖς ἱππεῦσιν αὐτὸν ἐξελθεῖν ἐπιδέδωκε τριήρη διαφυγεῖν τὸ στρατεύσασθαι σπεύδων, καὶ τὸ ἐνθύμημα τοῦτο συμπληρῶν ἐπάγει ʼτῷ δῆλον, ὡς μηδὲ ἀντειπεῖν αὐτὸν ἔχειν, ὅτι τὴν στρατείαν φεύγων οὐ φιλοτιμίᾳ τοῦτο ἐποίησενʼ· καὶ πάλιν αἰσθόμενος ὅτι ξύλα διὰ τῆς τριήρους ἤγαγεν ἐξ Εὐβοίας φησὶ διαβάλλων ʼκαὶ χρηματισμὸς οὐ λειτουργία γέγονεν ἡ τριηραρχία τῷ καταπτύστῳ τουτῳίʼ. ἐν δὲ τῷ περὶ τοῦ στεφάνου φεύγων τὸ μέγεθος τῆς κατʼ αὐτοῦ διαβολῆς, ὅτι δὴ συμβεβουλευκότος αὐτοῦ πόλεμον ἄρασθαι πρὸς Φίλιππον τὸ περὶ Χαιρώνειαν ἀτύχημα τῇ πόλει γέγονεν, ἀπὸ τῆς γνώμης αὐτὸ συνέστησεν εἰπὼν ὡς ʼκαλὰ καὶ τῶν προγόνων ἄξια τὰ συμβουλευθέντα καὶ παρʼ ἡμῶν μὲν ἀεὶ γιγνόμενα παρʼ ἐμοῦ δὲ τότε συμβουλευθέντα· οὐ γὰρ δὴ τῷ μὲν ἐν Πέλλῃ τραφέντι χωρίῳ ἀδόξῳ τότε γε ὄντι καὶ μικρῷ τοσαύτην μεγαλοψυχίαν προσῆκεν ἐγγενέσθαι ὥστε τῆς τῶν Ἑλλήνων ἀρχῆς ἐπιθυμῆσαι καὶ τοῦτο εἰς τὸν νοῦν ἐμβαλέσθαι, ὑμῖν δὲ οὖσιν Ἀθηναίοις καὶ κατὰ τὴν ἡμέραν ἑκάστην ἐν πᾶσι καὶ λόγοις καὶ θεωρήμασι τῆς τῶν προγόνων ἀρετῆς ὑπομνήμαθʼ ὁρῶσι τοσαύτην κακίαν ὑπάρξαι ὥστε τῆς ἐλευθερίας αὐτεπαγγέλτους ἐθελοντὰς παραχωρῆσαι Φιλίππῳ.
λοιπὸν τοίνυν ἦν κἀναγκαῖον ἅμα πᾶσιν οἷς ἐκεῖνος ἔπραττεν ἀδικῶν ὑμᾶς ἐναντιοῦσθαι δικαίως. τοῦτʼ ἐποιεῖτε μὲν ὑμεῖς ἐξ ἀρχῆς εἰκότως καὶ προσηκόντως, ἔγραφον δὲ καὶ συνεβούλευον καθʼ οὓς ἐπολιτευόμην χρόνους—ὁμολογῶʼ. ἔτι γε μὴν ἐπιπλέον βεβαιῶσαι τὴν ἑαυτοῦ γνώμην ὡς ἀρίστην βουλόμενος μεταστατικῶς ἐφʼ ἑτέρους μετάγει τὴν αἰτίαν λέγων ʼεἰ δὲ ἢ δαίμονός τινος ἢ τύχης ἰσχὺς ἢ στρατηγῶν φαυλότης ἢ πάντα ἅμα ἐλυμαίνετο τοῖς ὅλοις ἕως ἀνέτρεψε, τί Δημοσθένης ἀδικεῖ;ʼ ὁ δέ γε Θουκυδίδης τῇ οἰκείᾳ κεχρημένος βίᾳ τὸ αὐτὸ πρᾶγμα συνέστησέ τε καὶ διέβαλεν ἀπὸ τῆς γνώμης.
ζητουμένου γάρ, διὰ τί οἱ Κερκυραῖοι οὐδενὶ συνεμάχησαν, ἑκάτεροι ἀπὸ τῆς γνώμης ἐπιχειρήσαντες κατεσκεύασαν ὅπερ ἠβούλοντο· ὁ μὲν γὰρ Κερκυραῖός φησι ʼσύμμαχοί τε γὰρ οὐδενός πω ἑκούσιοι ἐν τῷ πρὸ τοῦ γενόμενοι νῦν ἄλλων τοῦτο δεησόμενοι ἥκομεν καὶ ἅμα ἐς τὸν παρόντα πόλεμον Κορινθίων ἔρημοι διʼ αὐτὸ καθέσταμεν καὶ περιέστηκεν ἡ δοκοῦσα ἡμῶν πρότερον σωφροσύνη τὸ μὴ ἐν ἀλλοτρίᾳ συμμαχίᾳ τῇ τοῦ πέλας γνώμῃ συγκινδυνεύειν νῦν ἀβουλία καὶ ἀσθένεια φαινομένη,ʼ ὁ δʼ αὖ Κορίνθιος ἐκ τοῦ ἐναντίου διέβαλε τὸ πρᾶγμα εἰπὼν ʼφασὶ δὲ συμμαχίαν διὰ τὸ σῶφρον οὐδενός πω δέξασθαι· τὸ δὲ ἐπὶ κακουργίᾳ καὶ οὐκ ἀρετῇ ἐπετήδευσαν σύμμαχόν τε οὐδένα βουλόμενοι πρὸς τὰ ἀδικήματα οὐδὲ μάρτυρα ἔχειν.ʼ [134, 19] ‘ οὐκ ἐπιδέχεται δὲ ἐξέτασιν τά τε ἀόριστα οἷον τὸ τὶς καὶ τὰ ἰσάζοντα διόλου ‘ ἱκανῶς περὶ τῶν ἐξεταζομένων προσώπων διαλαβὼν ἐπὶ τὰ ἀνεξέταστα χωρεῖ. ταῦτα δὲ εἶναί φησι τά τε ἀόριστα καὶ τὰ ἰσάζοντα διόλου. ἰστέον δὲ ὅτι ταῦτα ἐπὶ μὲν πεπλασμένων ὑποθέσεων δύναται κρίσιν ἐκδέξασθαι, ἐπὶ δὲ ἀληθείας οὐδαμῶς ἂν συσταίη· οὔτε γὰρ ἀορίστου ὄντος τοῦ πεποιηκότος κατηγορία τις ἔννομος κατʼ αὐτοῦ γενήσεται οὔτε δύο πρόσωπα ἐξισάζοντα διόλου ῥᾴδιον εὑρεῖν· κἂν γὰρ ἐπὶ τινῶν κοινωνία τις αὐτοῖς συμβαίνοι ἐκ νεότητος ἢ πλούτου, ἀλλʼ οὖν ἐν τῇ ἀγωγῇ ἢ ταῖς πράξεσιν οὐκ ἐνδέχεται μὴ διαφοράν τινα εὑρεθῆναι.
30
οὐ μὴν οὐδὲ τὰ ἀνεξέταστα παντελῶς ἀκατάσκευα καταλέλοιπεν ἡ τέχνη, ἀλλὰ τῆς μὲν τῶν ἀορίστων ἐξετάσεως τρεῖς ἡμῖν παραδέδωκε μεθόδους· ἢ γὰρ κατασκευαστικοὺς αὐτοῖς λογισμοὺς προσθήσομεν ὡς Δημοσθένης ἐν Φιλιππικοῖς ʼἤκουον δὲ ἔγωγέ τινων ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαιʼ καὶ εἰδὼς τὸ σαθρὸν τοῦ ἀορίστου τὴν κατασκευὴν εὐθὺς ἐπήγαγε ʼτὰ γὰρ κοινὰ τὰ Θετταλῶν ἀπὸ τούτων δέοι διοικεῖν, οὐ Φίλιππον λαμβάνεινʼ, ἢ ἐπικρίσει οἰκείᾳ τὸ ἀόριστον συστήσει—ταύτην δὲ τὴν ἐπίκρισιν ὁ μὲν ῥήτωρ μετὰ ὅρκου ποιήσεται ʼκαὶ μὰ τὸν Δία οὐδὲν ἄπιστον ἴσωσʼ, ὁ δὲ Πλάτων θαρρῶν τῷ οἰκείῳ ἀξιώματί φησι ʼκαὶ ἐγὼ πείθομαιʼ—, ἢ ἐπαίνῳ συστήσει τὸν εἰρηκότα ὡς Δημοσθένης ʼὡς δὲ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαιʼ καὶ Πλάτων ἐν Ἀλκιβιάδῃ ʼἐπεί ποτε ἐγὼ ἤκουσα ἀνδρὸς ἀξιοπίστου τῶν ἀναβεβηκότων παρὰ βασιλέα, ὃς ἔφη διελθεῖν χώραν πάνυ πολλὴν καὶ ἀγαθὴν ἐγγὺς ἡμερησίαν ὁδόν, ἣν καλεῖν τοὺς ἐπιχωρίους ζώνην τῆς βασιλέως γυναικός.ʼ ἐπὶ δὲ τῶν ἐξισαζόντων προσκείμενον ἀκριβῶς πάνυ τὸ διόλου μέθοδον ἡμῖν παραδίδωσι, διʼ ἧς δυνησόμεθα καὶ ταῦτα πρὸς ἐξέτασιν παραλαβεῖν· ἐὰν γὰρ καὶ τὴν βραχυτάτην διαφορὰν εὕρωμεν ἐν τῷ ἐξισάζοντι, φευξόμεθα τὸ δοκεῖν τοῖς αὐτοῖς τῷ ἀντιδίκῳ περιπίπτειν.
τοιγαροῦν οὕτω Δημοσθένης μὲν ἐν τοῖς κατʼ Αἰσχίνου λόγοις ἐξισάζοντος τοῦ ὅτι ἀμφότεροι πολιτεύονται συνέστησεν αὐτὸ εἰπὼν ʼσὺ μὲν γὰρ ὑπὲρ τῶν ἐχθρῶν ἐγὼ δὲ ὑπὲρ τῆς πατρίδος ἅπαντα πεπολίτευμαιʼ καὶ πάλιν ἐξισάζοντος τοῦ πεπρεσβευκέναι ἐπὶ ἀμφοτέρων φησὶ βιαιότερον ἐγχειρῶν ʼἐγὼ δὲ οὐδὲ συμπεπρεσβευκέναι φημὶ σοί, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινὰ κατὰ τῆς πατρίδος, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα.ʼ Ὑπερείδης δὲ πάλιν ἐν τῷ ὑπὲρ Φρύνης ἐξισάζοντος τοῦ ὅτι αὐτός τε καὶ Εὐθίας ὡμιληκότες ἦσαν τῇ Φρύνῃ—ἑταίρα δὲ ἦν αὕτη ἐκ Θεσπιῶν διαφέρουσα τῷ κάλλει καὶ ἐπακμάσασα Λαΐδι· ἀναθέντων 〈δὲ τῶν〉 Ἑλλήνων ἐν Δελφοῖς αὐτῆς εἰκόνα καὶ ἐπιγραψάντων ʼΦρύνη Ἐπικλέους Θεσπικήʼ Κράτης ὁ κύων ὑπέγραψεν ʼἐκ τῆς τῶν Ἑλλήνων ἀκρασίασ‘—Ὑπερείδης οὖν ὁ ῥήτωρ ἐν τῷ ὑπὲρ αὐτῆς λόγῳ εὑρών τινα διαφορὰν ἔφυγε τὸ ἐξισάζον φήσας ʼοὐ γὰρ ὅμοιόν ἐστι τὸν μὲν ὅπως σωθήσεται ἐκ παντὸς τρόπου ζητεῖν, τὸν δὲ ὅπως ἀπολέσειεν.ʼ [134, 24] ‘ ὥσπερ δὲ τῶν προσώπω ν , οὕτως καὶ τῶν πραγμάτων ἐστὶ διαφορά ‘ οὐχὶ κατὰ τὴν ποσότητά φησι—τὰ μὲν γὰρ ἄχρι ἑπτὰ προελήλυθε διαφορῶν, τὰ δὲ τρεῖς ἔχει μόνας—, ἀλλὰ κατὰ τὴν ποιότητα· πολλὴ γὰρ καὶ τούτων ἡ πρὸς ἄλληλα διαφορά.
[134, 25] ‘ καὶ ἰσχυροτάτην μὲν ἔχει δύναμιν ταῦτ α , ἐ φ ’ οἷς τις αὐτὸς ὡς ποιήσας κρίνεται ‘ εἰκότως· τοὺς γὰρ λογισμοὺς ὧν ἂν βουλοίμεθα πράττειν ἀεὶ προχείρους ἔχομεν· καὶ τὰς αἰτίας προηυτρεπικότες ἀπολογίας τε καὶ προφάσεις πιθανὰς οἱ τολμῶντες τόδε τι ποιεῖν οὕτως ἐπὶ τὰ πράγματα χωροῦσιν. [134, 28] ‘ δευτέραν δὲ ὅταν ἑτέρου πράξαντος ἄντικρυς εἰς αὐτὸν ἀναφέρηται τὸ κρινόμενον ‘ τῶν πραγμάτων ἐφʼ οἷς ἡ κρίσις ἢ παρʼ ἡμῶν γιγνομένων ἢ παρʼ ἑτέρων τὰ μὲν παρʼ ἡμῶν πεπραγμένα τὴν πρωτίστην ἔχει τάξιν, τὰ δὲ παρʼ ἄλλων ἢ ἄντικρυς εἰς ἡμᾶς ἀναφέρεται—ὅπερ ἐστὶ φανερῶς—ἢ ἐξ ὑπονοίας. τὰ μὲν οὖν ἄντικρυς εἰς ἡμᾶς ἀναφερόμενα τὴν δευτέραν ἔχει τάξιν, διότι πεπλανημένους ἐπιδέχεται τοὺς λογισμούς· ὧν γὰρ ἄλλοι πεπράχασι, πῶς ἂν ὡρισμένας ἀποδοίημεν αἰτίας, εἴ γε μὴ συνειδείημεν αὐτοῖς; τὸ δὲ συνειδέναι τῷ κακῷ πάντως ὑπεύθυνον. τὰ δὲ ἐξ ὑπονοίας τὴν τρίτην εἰκότως ἐπιδέχεται τάξιν· πολὺ γὰρ ἀσθενέστερον τὸ ἐξ ὑπονοίας πρᾶγμα ἀναφερόμενον εἴς τινα τοῦ ἄντικρυς, πεπλανημένα γὰρ σφόδρα καὶ παντάπασιν ἀβέβαια τὰ τῶν ὑπονοιῶν ἀληθείας τε καὶ ψεύδους ἐπίσης ἀπέχοντα.
ἀπορήσειε δʼ ἄν τις, τίνος ἕνεκα τὴν τρίτην τῶν πραγμάτων τάξιν μεταξὺ τετάχθαι τῶν προειρημένων δύο φήσας οὐ δευτέραν αὐτὴν τέταχεν ἀλλὰ τρίτην· τὸ γὰρ μεταξύ πρόδηλον ὡς μεσότητά τινα δηλοῖ. τρίτην μὲν οὖν αὐτοῖς ἐπιτέθεικε τάξιν, διότι τὴν εὐπορίαν ἐν τοῖς ζητήμασιν ἐλάττονα τῶν προειρημένων ἡμῖν χορηγεῖ, μεταξὺ δὲ αὐτὰ κέκληκεν, ἐπείπερ ἀμφοτέρων μετέχει τῶν ἀνωτέρω τάξεων, οἷον ἐπὶ Ἀρχιδάμου· τὸ γὰρ πρᾶγμα ἐκεῖσε τῇ μὲν πρώτῃ τάξει τῶν πραγμάτων κοινωνεῖ, διότι πέπρακται Ἀρχιδάμῳ ἄλλα τινά, ἐξ ὧν καὶ ἡ τῆς δωροδοκίας ὑπόνοια βεβαιοῦται—χρόνον τε γὰρ οὐκ ὀλίγον ἐν τῷ ἐπιστρατεύειν διέτριψεν, ὡς καὶ Θουκυδίδης φησί, καὶ τὴν Ἀττικὴν δῃώσας μόνους τοὺς Περικλέους ἀγροὺς καταλέλοιπεν ἀδῃώτους—, τῇ δὲ δευτέρᾳ πάλιν κοινωνεῖ, διότι τὸ παρὰ Περικλέους πεπραγμένον εἰς Ἀρχίδαμον ἀναφέρεται οὐ μάτην ἀλλὰ διὰ τὰ πρότερον ὑπʼ αὐτοῦ Ἀρχιδάμου πρὸς χάριν Ἀθηναίων γεγονότα. [135, 4] ‘ ἀπέοικε δὲ οὐδὲν τοῦ ζητήματος τούτου καὶ ὁ ἄσωτος ὁ ἐπὶ τῷ πατρὶ ἀφανεῖ γενομένῳ φόνου φεύγων ‘ καὶ γὰρ ἐπὶ τοῦ ζητήματος τούτου τὸ πρᾶγμα τὸ εὐθυνόμενον τῆς τρίτης ὑπάρχον τάξεως ἐξ ὑπονοίας εἰς τὸν ἄσωτον ἀναφέρεται· ὁ γὰρ πᾶσαν τὴν οὐσίαν οὕτως ἀκόσμως εἰς τὰ μὴ δέοντα καταναλίσκων ἴσως καὶ τῷ παρανομωτάτῳ τῶν ἔργων ἐπεχείρησε μηδένα τὸν σωφρονίζοντα βουλόμενος ἔχειν.
[135, 6] ‘ καὶ οὐκ ἀγνοῶ γε ὡς ᾠήθησάν τινες μὴ εἶναι τὸ πρᾶγμα ἐνταῦθα τὸ κρινόμενον ‘ τοῦτο εἰς ἐνίους ἀποτείνεται τῶν τεχνογράφων, οἳ τὰ ἐξ ὑπονοίας πράγματα ὡς ἀνεξέταστα παραλαμβάνουσιν ἐν τοῖς ζητήμασι καὶ μελετῶντες αὐτὰ ἐκ μὲν τοῦ πράγματος οὐδὲ ἓν κινοῦσι κεφάλαιον, τὰ δὲ ἐκ τοῦ προσώπου μόνου ἐξετάζουσιν. τῶν γὰρ στοχαστικῶν κεφαλαίων τὰ μὲν ἐκ τοῦ προσώπου μόνου κινεῖται, ὡς βούλησις καὶ δύναμις, τὰ δὲ ἐκ τοῦ πράγματος, ὡς τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις, μετάληψις, χρῶμα ὃ καὶ μετάθεσις αἰτίας καλεῖται, πιθανὴ ἀπολογία. ἔτι δὲ κἀκεῖνο ἰστέον, ὡς τὸ πρᾶγμα διχῶς λέγεται ἐν τοῖς στοχαστικοῖς ζητήμασι, τό τε σημεῖον καὶ τὸ πρᾶγμα αὐτό. τὸ μὲν οὖν πρᾶγμά ποτε ἀδύνατον ἐκλιπεῖν· πῶς γὰρ ἂν καὶ κρίσις συσταίη μὴ ὄντος τοῦ εὐθυνομένου πράγματος; τὸ δὲ σημεῖον ἐκλείπει πολλάκις, ὥσπερ ἐν τοῖς ἐξ ὑπονοίας· διὸ τοὺς τοιούτους ἀτελεῖς ἐκ πραγμάτων καλοῦσι στοχασμούς. τοῦ τοίνυν χρώματος ἀεὶ τῷ σημείῳ μαχομένου, εἰ μὴ ἐμπίπτοι τὸ σημεῖον, ᾧπερ μάλιστα ὁ κατήγορος ἰσχυρίζεται, περιττή τις ἂν εἴη καὶ ἡ διὰ τοῦ χρώματος ἀπολογία· διόπερ τῶν τε πρὸ Ἑρμογένους τεχνογράφων ἔνιοι καὶ τῶν μετʼ ἐκεῖνον Ἀκύλας τε καὶ Εὐαγόρας οἱ τὴν ἐκ φιλοσοφίας ἐπιστήμην τῇ ῥητόρων συμμίξαντες τέχνῃ τὸ κατὰ τὸν ἄσωτον ζήτημα διελόντες τοῖς ἐκ μόνου τοῦ προσώπου κεφαλαίοις ἐχρήσαντο.
35
[135, 7] ‘ θαυμάζω δὲ εἰ μὴ κρινομένου πράγματος αἰτίαν τις ἀποδώσει καὶ τὸ λεγόμενον χρῶμα ‘ φαίνεται καὶ ὁ τεχνογράφος μὴ σφόδρα θαρρῶν τῇ δόξῃ ταύτῃ· οὐ γὰρ ἂν οὕτως ἐνδοιαστικώτερον ἀνωτέρω τε καὶ νῦν ἐχρήσατο τῷ λόγῳ εἰωθὼς ἀποφαίνεσθαι διαρρήδην, ἐν οἷς ἂν αὐτῷ κατὰ κράτος ἀρέσκῃ τὰ λεγόμενα ὡς ἐκεῖσε. τὸ γὰρ ὡς ἀληθῶς τε καὶ καθόλου καλὸν ἢ συμφέρον ἢ τὰ τοιαῦτα ζητεῖν οὐ ῥητορικῆς. οἱ μὲν οὖν ὡς ἀτελὲς ἐκ πραγμάτων τὸ κατὰ τὸν ἄσωτον ζήτημα διελόντες οὐδὲ χρώματι ὅλως ἐχρήσαντο· εἰ δὲ κατὰ Ἑρμογένην βούλοιτό τις ἐνταῦθα κινῆσαι χρῶμα, δηλονότι τῶν πεπλανημένων τινὰ χρωμάτων ἐρεῖ ὡς ʼεἰκὸς ὑπʼ ἐχθρῶν ἐμῶν ἀνῃρῆσθαι τὸν πατέραʼ ἢ ὅτι ʼπρὸς ἀποδημίαν τινὰ λαθραίαν ἐστάλη.ʼ [135, 9] ‘ ἀπολογήσεται δὲ οἶμαι ὁ ἄσωτος καὶ ἐρεῖ τι ‘ οἱ μὲν ἄλλοι φασὶν ὡς ἐκ βουλήσεώς τε καὶ δυνάμεως παραγραφικοῦ τε τοῦ ἀπὸ τῶν λειπόντων καὶ ἐλέγχων ἀπαιτήσεως πλατυνεῖ τὴν ἀπολογίαν ὁ ἄσωτος, ὁ δὲ Ἑρμογένης καὶ τοῖς ἐκ τοῦ πράγματος κεφαλαίοις φησὶ δεῖν αὐτὸν κεχρῆσθαι.
[135, 10] ‘ πρᾶγμα δὲ οὐ κρίνεται κατά γε ἐμὲ τὸ ἐξισάζον μόνον ‘ ἐνταῦθα φανερῶς τὴν οἰκείαν ἐκφαίνει γνώμην, ὡς μόνα τὰ διόλου ἐξισάζοντα τῶν πραγμάτων φησὶν ἐξέτασιν μὴ ἐπιδέχεσθαι ἐν τοῖς ζητήμασι, τὰ δὲ ἄλλα πάντα κρίνεσθαι διαγορεύει. ἐπιστῆσαι δὲ ἄξιον ὅτι, ὥσπερ ἐν τοῖς προσώποις δύο τινά ἐστι τὰ ἀνεξέταστα, τά τε ἀόριστα καὶ τὰ ἐξισάζοντα διόλου, οὕτω καὶ ἐν τοῖς πράγμασι τά τε ἐξ ὑπονοίας καὶ τὰ ἐξισάζοντα. καὶ ἀναλογεῖ τοῖς ἀορίστοις τὰ ἐξ ὑπονοίας· ὥσπερ γὰρ ἐκεῖ οὐδεμία ποιότης ὡρισμένη τοῦ ἀορίστου κατηγορεῖται προσώπου, οὕτως καὶ τῷ ἐξ ὑπονοίας πράγματι οὐδέν τι βέβαιον τεκμήριον χορηγεῖ τὴν σύστασιν. [135, 17] ‘ μετὰ ταῦτα τοίνυν ἔστιν ἐξ αὐτῶν ἐπιγνῶναι τά τε συνεστῶτα καὶ διαιρεῖσθαι δυνάμενα τῶν ζητημάτων ‘ ἱκανῶς ἡμᾶς προτρέπει πρὸς τὴν ἀκριβῆ κατανόησιν τῆς τε τῶν προσώπων καὶ τῶν πραγμάτων διαφορᾶς· τὸ γὰρ τέλος οὐ μικρὸν εἶναι τούτων ἀποφαίνεται, εἴ γε τὰ συνεστῶτα καὶ διαιρούμενα τῶν ζητημάτων καὶ τὰ ἀσύστατα διὰ τούτων γνωσόμεθα. ἀσύστατον δέ ἐστι ζήτημα τὰς ἐξ ἑκατέρου μέρους τῶν δικαζομένων συνηγορίας οὐκ ἔχον ἐρρωμένας. [135, 19] ‘ τὰ μὲν γὰρ ἤτοι ἄμφω καὶ πρόσωπον ἔχοντα καὶ πρᾶγμα κρινόμενον ‘ τέσσαρας τούτους κανόνας ἡμῖν παραδίδωσι τῆς τῶν συνεστηκότων ἐπιγνώσεως· πρῶτον μὲν ἵνα πρόσωπόν τε καὶ πρᾶγμα ἔχωσι κρινόμενον—ὅπερ ἐστὶν ἐξετάζεσθαι δυνάμενον—ἢ τὸ ἕτερον πάντως· δεύτερον ὥστε τὰς ἐξ ἑκατέρου μέρους δικαιολογίας πιθανάς τε καὶ διαφόρους εἶναι καὶ ταῖς πίστεσιν ἐρρωμένας· τρίτον ὥστε τὸν δικαστὴν μὴ προειληφότα τὴν κρίσιν οἴκοθεν ἐπὶ τὸ δικαστήριον ἰέναι ἀλλʼ ἐκ τῶν λεγομένων ἐν τῇ δίκῃ τὴν φαινομένην αὐτῷ δικαίαν τε καὶ ἀδωροδόκητον ἐπάγειν κρίσιν· τέταρτον ὥστε μετὰ τὰς προσηκούσας δικαιολογίας δύνασθαι τὸ ζητούμενον ἐπιδέξασθαι πέρας—εἰ γὰρ ἀπέραντα τὰ τῆς ὑποθέσεως ὑπάρχοι, λίθον ἕψειν δόξομεν δικαζόμενοι περὶ πράγματος, ᾧ πέρας ἀδύνατον ἐπιτεθῆναι—.
[135, 25] ‘ τὰ δὲ οὑτινοσοῦν τούτων ἐνδεᾶ ταῦτα ἀσύστατά ἐστιν ‘ τὰ δὲ καὶ ἑνὸς μόνου τῶν τεσσάρων ἀποδέοντα κανόνων ἐν τοῖς ἀσυστάτοις τετάχθαι δίκαιον. [135, 26] ‘ καὶ πρῶτον ἀσυστάτων εἶδος τὸ μονομερέσ ‘ τοῦτο παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὐ γὰρ ἔχει τὰς ἐξ ἑκατέρου μέρους δικαιολογίας ἐρρωμένας, ὅπερ ἐκεῖνος ἡμῖν παρήγγελλεν, ἀλλὰ θατέρῳ τοῖν μεροῖν τὴν πᾶσαν ἰσχὺν προσνέμει τῶν λόγων. ὁ δὲ Ἀκύλας τὸ κατὰ τὸν πορνοβοσκὸν παράδειγμα τοῦ κατὰ πρόσωπον ἀδόξου τρόπου φησὶν εἶναι. [135, 30] ‘ δεύτερον τὸ ἰσάζον διόλου ‘ τοῦτο παρὰ τὸν πρῶτον κανόνα ἐστίν· οὔτε γὰρ πρόσωπα οὔτε πράγματα ἔχει κρινόμενα, ἀλλὰ τῷ ἰσάζειν ἀσύστατον ποιοῦσι τὴν κρίσιν.
[136, 2] ‘ τρίτον τὸ ἀντιστρέφον ‘ καὶ τοῦτο παρὰ τὸν δεύτερον κανόνα ἐστίν· οὐ γὰρ ἰσχυρὰ τὰ τῶν πίστεων αὐτοῖς ἀλλὰ σαθρότατα ποτὲ μὲν τάδε ποτὲ δὲ τἀναντία διεξιόντων. διαφέρει δὲ τοῦ ἰσάζοντος, ὅτι ἐκεῖ μὲν τοῖς ἀλλήλων ἐνταῦθα δὲ τοῖς ἑαυτῶν οἱ δικαζόμενοι περιπίπτουσι λόγοις. [136, 8] ‘ τέταρτον τὸ ἄπορον ‘ τοῦτο ἀκριβῶς παρὰ τὸν τέταρτον κανόνα ἐστίν· οὐ γὰρ δύναται πέρας λαβεῖν. [136, 12] ‘ πέμπτον τὸ ἀπίθανον ‘ καὶ τοῦτο παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὐ γὰρ ἐκ πιθανῶν σύγκειται λόγων, ἀλλὰ ταῖς πάντων ἀκριβῶς ἐναντία δόξαις καὶ τῷ χρησμῷ τῆς Πυθίας οὐ συνᾴδοντα λέγειν ἐπιχειρεῖ. [136, 14] ‘ ἕκτον τὸ ἀδύνατον ‘ καὶ τοῦτο παραπλησίως τῷ πέμπτῳ παρὰ τὸν δεύτερόν ἐστι κανόνα· οὔτε γὰρ πιθανοὶ οὔτε ταῖς πίστεσιν ἰσχυροὶ οἱ ἐν αὐτῷ λόγοι. διαφέρει δὲ τοῦ ἀπιθάνου, ὅτι τὸ μὲν ἀδύνατον οὐδεμίαν ἔχει τοῦ γενέσθαι φύσιν—ὃ δὲ ἀδύνατον πραχθῆναι, πῶς οὐκ ἄτοπον πλάττειν;—, τὸ δὲ ἀπίθανον τῶν ἐνδεχομένων ἐστίν—ἐνδέχεται γὰρ Σωκράτην τε διὰ φιλανθρωπίαν ἑταίρᾳ χορηγῆσαι τροφὴν καὶ Ἀριστείδην ἀπατηθέντα πρᾶξαί τι ἄδικον—.
[136, 16] ‘ ἕβδομον τὸ ἄδοξον ‘ ἄδοξον ἐνταῦθά φησιν οὐ τὸ εὐτελές—πολλὰ γὰρ καὶ τῶν εὐτελεστάτων πραγμάτων ἐξέτασιν ἐν ζητήμασιν ἐπιδέχεται—ἀλλὰ τὸ κακόδοξον καὶ αἰσχρόν. ἰστέον δὲ ὡς Ἀκύλας ἄδοξον κατὰ τὸ πρᾶγμα τὸν τρόπον τοῦτον καλεῖ. ἡμάρτηται δὲ καὶ οὗτος παρά τε τὸν δεύτερον κανόνα καὶ παρὰ τὸν τρίτον· ποίαν γὰρ ἰσχυρὰν προβαλεῖται πίστιν ἀνὴρ προαγωγὸς τῆς αὑτοῦ γαμετῆς ὑπὲρ οὕτω διαβεβλημένης πράξεως κατηγορεῖν ἐπιχειρῶν; ποῖος δὲ δικαστὴς σωφρονῶν οὐ πρὸ τῆς κρίσεως καταλεύσει τὸν μηδὲ τῶν οἰκειοτάτων διʼ αἰσχροκέρδειαν φεισάμενον; ὥστε καὶ διὰ τὸ προειλῆφθαι τῇ κρίσει ἡμάρτηται. [136, 18] ‘ ὄγδοον τὸ ἀπερίστατον ‘ ἔγνωσται πολλάκις ἡμῖν καὶ ἐν προγυμνάσμασιν ὅτι ἕξ ἐστι τὰ περιστατικὰ μόρια, πρόσωπον πρᾶγμα τόπος χρόνος αἰτία τρόπος· τούτων δὲ μετὰ τὸ πρόσωπον καὶ τὸ πρᾶγμα συνεκτικώτατόν ἐστιν ἡ αἰτία. ἀπερίστατον οὖν καλεῖ τὸ μηδεμίαν προφανῆ αἰτίαν τῆς κατηγορίας ἔχον. ἐνταῦθα οὖν τελείως ἐκλείπει τό τε πρᾶγμα καὶ τὸ τεκμήριον, ὅπερ οὐδὲ ἐπὶ τῶν ἀτελῶν ἐκ πραγμάτων στοχασμῶν ποτε συμβαίνει· καὶ οὗτος οὖν παρὰ τὸν δεύτερόν ἐστι κανόνα μηδεμίαν ἰσχυρὰν πίστιν ἐφʼ οἷς ἐγκαλεῖ παρεχομένου τοῦ πατρός.
40
[136, 21] ‘ παρὰ δὲ ταῦτα εἴδη ἐστὶν ἕτερα ἐγγὺς μὲν ἀσυστάτων μελετώμενα δὲ ὅμωσʼ διεξελθὼν τὰ πάντῃ ἀσύστατα οὐκ ἀθρόως ἐπὶ τὰ συνεστῶτα χωρεῖ ἀλλʼ ἐπὶ τὰ μέσα τῶν συνεστώτων καὶ ἀσυστάτων· οἱ γὰρ τρεῖς τρόποι, οὓς ἐκτίθεται, μετέχουσι τῶν μὲν συνεστώτων ἐπὶ πλέον τῶν δὲ ἀσυστάτων ἐπʼ ἐλάχιστον. [136, 22] ‘ πρῶτον μὲν τὸ ἑτερορρεπέσ ‘ τοῦτο πλησιάζει μὲν τῷ μονομερεῖ, καθότι θατέρῳ τοῖν μεροῖν πολλὴν σφόδρα χορηγεῖ τὴν δικαιολογίαν, ὥσπερ ἐκεῖνο τὴν ὅλην, διενήνοχε δὲ τῷ ἐν ἐκείνῳ μὲν τὸ ἕτερον μέρος μηδεμιᾶς εὐπορεῖν ἀπολογίας ἐνταῦθα δὲ βραχεῖς ἔχειν τοὺς συναγωνιζομένους τῶν λόγων. [136, 26] ‘ εἶτα τὸ κακόπλαστον ‘ τοῦτο πανταχόθεν μὲν συνέστηκε, μόνην δὲ τὴν περὶ τὰ πρόσωπα ἐξέτασιν χωλεύουσαν ἔχει, διότι τοὺς τεθνεῶτας ὡς ζῶντας ὑποτίθεται· εἰ γὰρ ἀντὶ Κλέωνος γράψειέ τις Θηραμένην πέμπειν στρατηγόν, τελείως ἔρρωται τὸ ζήτημα, ὥστε καὶ ἐν τούτῳ τὸ ἡμαρτημένον παρὰ τὸν πρότερόν ἐστι κανόνα· τὰ γὰρ μὴ ὑπόντα πρόσωπα πῶς ἂν καὶ κρίσιν ἐπιδέχοιτο· [137, 1] ‘ ἔστιν ἐν τούτοις καὶ τὸ προειλημμένον τῇ κρίσει ‘ τοῦτο φανερώτατα παρὰ τὸν τρίτον ἐστὶ κανόνα· καὶ ἡ μὲν πλάσις αὐτοῦ πᾶσα συνέστηκεν, οἱ δὲ κριταὶ πρὸς τῆς γυναικὸς εὖ πεπονθότες οὐδεμίαν κατʼ αὐτῆς ἐξοίσουσι ψῆφον, κἂν περιφανῶς ἐλέγχοιτο μεμοιχευμένη.
[137, 6] ‘ τάχα δ ’ ἂν καὶ παρὰ ταῦτα εἴδη τινὰ εὑρεθείη ἄλλα τοιαῦτα ‘ οἶδεν ὁ τεχνογράφος ὡς ἡ κατὰ μικρὸν τῶν συνεστώτων παράλλαξις πολλοὺς ἀπεργάζεται τῶν ἐγγὺς ἀσυστάτων τρόπους. ἔνιοι γοῦν τῶν μετʼ αὐτόν, ὧν ἐστιν Εὐαγόρας τε καὶ Ἀκύλας, καὶ μέχρι δώδεκα τρόπων τὰ ἀσύστατα προήνεγκαν τέσσαρας ἄλλους τοῖς παρὰ Ἑρμογένους εἰρημένοις ὀκτὼ προσθέντες· τὸν καθʼ αὑτὸν πάντῃ δῆλον, οἷον ἀριστεὺς ἀνελὼν 〈πορνεύοντα τὸν〉 υἱὸν φόνου κρίνεται· τὸν καθʼ αὑτὸν πάντῃ ἄδηλον, οἷον καταλέλοιπέ τις δύο παισὶν ἐξίσου τὴν οὐσίαν, εἰπών τι πρὸς τὸ οὖς θατέρῳ τῶν υἱῶν ἐτελεύτησε, καὶ ἀξιοῖ ὁ θάτερος ὡς περὶ θησαυροῦ ἀκούσαντα αὐτὸν εἰσφέρειν καὶ τὸν θησαυρόν· τὸν κατὰ τὸ τεκμήριον δῆλον, οἷον Αἰσχίνης κρινόμενος ἐπὶ τῷ προδεδωκέναι Κερσοβλέπτην ἐπέδειξεν ἐπιστολὴν δηλοῦσαν ὡς πρὶν αὐτὸν ἐπὶ τὴν πρεσβείαν ἐξελθεῖν Κερσοβλέπτης ἦν ἁλοὺς ὑπὸ Φιλίππου, καὶ οὐδὲν ἧττον κρίνεται· τὸν ἄπορον ἐν κατηγορίᾳ, ὃν καὶ κροκοδειλίτην οἱ Στωϊκοί φασιν, οἷον Εὔαθλος συνέθετο Πρωταγόρᾳ τῷ σοφιστῇ δώσειν μισθόν, εἰ τὴν πρώτην δίκην λέγων νικήσειε, μαθὼν καὶ μὴ βουλόμενος λέγειν ὑπὸ τοῦ Πρωταγόρου τὸν μισθὸν ἀπαιτεῖται, ὁ δὲ ἀντιλέγει, εἴτε γὰρ νικήσειεν, οὐ δίκαιος δοῦναι κατὰ τὴν σύνταξιν, εἴτε ἡττηθείη, ὡς μήπω μαθὼν οὐκ ἄξιος ἀπαιτεῖσθαι—διαφέρει δὲ τοῦ ἑτέρου ἀπόρου, ὅτι ἐκεῖ μὲν ἐν τῷ βουλεύεσθαί ἐστιν ἡ ἀπορία ἐνταῦθα δὲ ἐν κατηγορίᾳ καὶ ἀπολογίᾳ—.
[137, 10] ‘ εἴδους γὰρ ἕνεκα προβλημάτων καὶ τρόπου περίεργον ἂν εἴη λέγειν ἐν τῷ παρόντι ‘ τοῦτο ἀκριβῶς εἰς Μινουκιανὸν αἰνίττεται. ἐκεῖνος γὰρ ἐν τῇ τέχνῃ πρὸ τοῦ περὶ τῶν στάσεων διεξελθεῖν τὰ εἴδη τῶν προβλημάτων ἀπαριθμεῖται καὶ τοὺς τρόπους λέγων εἴδη μὲν εἶναι προβλημάτων πέντε, πανηγυρικὰ δικανικὰ ἠθικὰ παθητικὰ μικτά· πανηγυρικὰ μέν, οἷον μετὰ τὰ ἐν Σαλαμῖνι γράφει Θεμιστοκλῆς θύειν τοῖς ἀνέμοις—εἰ γὰρ καὶ συμβουλὴ πρόκειται, ἀλλʼ οὖν πανηγυρικὸν ὅλον τὸ εἶδος τοῦ λόγου γενήσεται ἐπὶ τηλικούτοις οὖσι τοῖς κατωρθωμένοις—· δικανικὰ δέ, οἷον τὰς ἱερωσύνας τῶν παίδων εἶναι, ἀριστεύσας τις ᾔτησεν ἱερωσύνην τινὸς ἀφελέσθαι, ἔλαβε, τεθνήκασιν ἀμφότεροι ὅ τε ἀριστεὺς καὶ ὁ πρῶτος ἱερεύς, 〈καὶ〉 οἱ παῖδες ἀμφοτέρων ἀμφισβητοῦσι τῆς ἱερωσύνης—ἐνταῦθα γὰρ ψιλὴ περὶ τῶν δικαίων ἐστὶν ἡ μάχη—· ἠθικὰ δέ, οἷον φιλάργυρος ἀριστεύσας ᾔτησεν εἰς τὴν δωρεὰν τοῦ πλουσιωτάτου τὸν κλῆρον ἀφελέσθαι· παθητικὰ δέ, οἷον ἐν μανίᾳ τις ἁπτόμενον αὑτοῦ τὸν υἱὸν ἀπέκτεινε καὶ ἀνενεγκὼν φόνου κρίνεται· μικτὰ δέ, οἷον τραυματίας τις ἀριστεὺς παρεχώρησε τῆς δωρεᾶς ἀτρώτῳ ἀριστεῖ, καὶ ὁ μὲν αἰτεῖ τὴν γυναῖκα αὐτοῦ λαβεῖν, ὁ δὲ μονομαχεῖν ἀξιοῖ—πολλὰ γάρ ἐστιν ἐν ταὐτῷ, ἥ τε περὶ τῆς δωρεᾶς μάχη καὶ τὸ περὶ τὴν γυναῖκα πάθος καὶ τοῦ τραυματίου τὸ ἦθος τὸ μὲν τῇ συμφορᾷ τὸ δὲ ἀπειλῇ τὸ δὲ καὶ παρακλήσει σωφρονίζοντος—· Ἀκύλας δὲ τῆς διαιρέσεως ταύτης ἐπιλαμβάνεται λέγων ὅτι ʼπρῶτον μὲν ἄτοπον ὅτι τῷ δικανικῷ περιληπτικῷ ὄντι τοῦ τε ἠθικοῦ καὶ παθητικοῦ ἀντιδιαιρεῖ ταῦτα, ἔπειτα τὸ πανηγυρικὸν οὐδέποτε καθʼ ἑαυτὸ ἐμπῖπτον ἐν ζητήμασιν ὡς μόνως εὑρισκόμενον παρέλαβε τά τε συμβουλευτικὰ πολλαχοῦ εὑρισκόμενα παρῆκεν.
‘ διόπερ αὐτὸς ἑτέρως διαιρῶν φησι τῶν ζητημάτων τὰ μὲν εἶναι ἠθικὰ τὰ δὲ παθητικὰ τὰ δὲ πραγματικὰ τὰ δὲ μικτά· τούτους γὰρ τοὺς τέσσαρας τρόπους ἐν δικανικοῖς τε καὶ συμβουλευτικοῖς εἴδεσι λόγων εὑρίσκεσθαι. καὶ εἴδη μὲν ταῦτά φησι, τρόπους δὲ τέσσαρας, ἔνδοξον ἄδοξον παράδοξον ἀμφίδοξον· ἔνδοξον μέν, οἷον Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μετὰ τὰ Μηδικὰ περὶ τῆς προπομπείας ἀμφισβητοῦσιν· ἄδοξον δέ, οἷον πορνοβοσκὸς ταῖς ἑταίραις τίθεται τὰ τῶν μουσῶν ὀνόματα· παράδοξον δὲ τὸ διʼ ὑπερβολὴν ὠμότητος μισούμενον, οἷον πένης καὶ πλούσιος ἐχθροί, κατεγνώσθη ὁ πένης θανάτου, παρεδόθη τῷ δημίῳ, πείσας ὁ πλούσιος ταλάντῳ τὸν δήμιον λαβὼν ἀπέκτεινε καὶ φεύγει φόνου· ἀμφίδοξα δὲ τὰ πῂ μὲν ἔνδοξα πῂ δὲ ἄδοξα, οἷον στρατηγὸς προέστησεν ἐπὶ οἰκήματος τὰς αἰχμαλώτους καὶ κρίνεται δημοσίων ἀδικημάτων.
[137, 11] ‘ τὰ μὲν γὰρ εἴδη καὶ τοὺς τρόπους διὰ τοῦτο μανθάνομεν δήπο υ , ἵνα ταῖς οἰκείαις ἰδέαις τῶν λόγων χρώμενοι τὰ προβλήματα μελετῶμεν ‘ ἡ τῶν τρόπων φησὶ καὶ τῶν εἰδῶν κατανόησις ταῖς προσηκούσαις ἰδέαις κεχρῆσθαι διδάσκει τὸν λέγοντα. [137, 14] ‘ οἷον δικανικῶς τὸ δικανικὸν καὶ συμβουλευτικῶς τὸ συμβουλευτικόν ‘ ἐπισημαίνονταί τινες τῷ χωρίῳ ὡς οὐκ ὀρθῶς ἔχοντι· οὐ γὰρ πάντως τὸ δικανικὸν εἶδος τοῦ λόγου καὶ δικανικῶς ἐξενεχθήσεται. ὁ γοῦν Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου δικανικωτάτῳ τῶν λόγων ὄντι πανηγυρίζων πεφώραται τῇ λαμπρότητι τῶν οἰκείων ἐναβρυνόμενος πολιτευμάτων, καὶ πάλιν Ἰσοκράτης συμβουλευτικὸν εἶδος λόγου διαπλέκων πανηγυρίζει πανταχοῦ Ἀττικῶν ἀνδραγαθημάτων μνήμῃ. ἐροῦμεν οὖν ὅτι τοῖς ἀκριβῶς κατανοοῦσιν οὐδʼ ὁτιοῦν ὁ τεχνογράφος φανήσεται διημαρτηκώς· εἰ γὰρ καὶ πανταχοῦ τὴν πανηγυρικὴν ἐγκαταμιγνύουσιν ὕλην τοῖς προειρημένοις λόγοις Ἰσοκράτης τε καὶ Δημοσθένης, ἀλλʼ οὖν τῶν οἰκείων ἰδεῶν τοῖς προκειμένοις εἴδεσιν οὐδαμῶς ἀφίστανται, ἀλλʼ ὁ μὲν τῇ δεινότητι πανταχοῦ καὶ γοργότητι ἤδη δὲ καὶ τῇ τραχύτητι πολλῇ κεχρημένος δικανικῶς κομιδῇ τὸ δικανικὸν καὶ πανηγυρίζειν δοκῶν ὁ δαιμόνιος ἀπεργάζεται, ὁ δὲ τοῦ προσήκοντος πανταχῇ τῷ συμβουλεύοντι στοχαζόμενος ἤθους σεμνότητά τε καὶ λαμπρότητα μεταδιώκων, αἵπερ μάλιστα τοῦ κατὰ συμβουλὴν ἀξιώματός εἰσιν ἀπεργαστικαί, συμβουλευτικῶς τὸ συμβουλευτικὸν εἶδος διὰ πανηγυρικῆς ὕλης περαίνει.
45
οὐ γὰρ ἡ τῆς ὕλης ἐπιπλοκὴ ἀλλοιότερον ἀπεργάζεται τὸ εἶδος, ἀλλʼ ὅπερ ἂν ἐξ ἀρχῆς ὁ τεχνίτης ἐπιθεῖναι τῷ λόγῳ πρόσφορον εἶδος βουλεύσηται, τούτῳ καὶ τὴν ὕλην ἐξ ἀνάγκης ἑπομένην δημιουργεῖ, καθάπερ οἵ τε πλάσται καὶ οἱ γραφεῖς. τὸ δὲ ἐνδόξως τὰ ἔνδοξα ἐξ ἑνὸς τὴν τῶν προειρημένων τεσσάρων τρόπων ἐργασίαν δηλοῖ. [137, 17] ‘ τοὺς δὲ μήπω περὶ ψιλῆς τῆς εἰς τὰ λεγόμενα κεφάλαια ‘ οἶδε τοῦ πολιτικοῦ λόγου τὰ μὲν μέρη καλούμενα, ὡς τὰ πέντε ἐκεῖνα τὰ πολυθρύλητα προοίμιον διήγησιν ἀντίθεσιν λύσιν ἐπίλογον, τὰ δὲ κεφάλαια, ὡς τὰ στοχαστικὰ τὰ ὁρικὰ τὰ ἀντιληπτικά, ἅπερ τοῖς μέρεσι τοῦ λόγου συνεπιπλέκονται.
λεγόμενα δὲ αὐτὰ καλεῖ διὰ τὴν πολυωνυμίαν αὐτῶν· οἱ μὲν γὰρ συμπεράσματα αὐτὰ καλοῦσιν, οἱ δὲ ἐπιφοράς, οἱ δὲ ζητήματα, οἱ δὲ περιεχόμενα. τὰ μερικώτερα τοίνυν ἀγνοοῦντας πρὸς τὴν τῶν ὁλικωτέρων τρέπεσθαι ζήτησιν—ἅπερ εἰσὶ τά τε εἴδη καὶ οἱ τρόποι—παντελῶς ἀνόητόν φησιν. [137, 24] ‘ πραγματείας γὰρ ἰδίας καὶ οὐ σμικρᾶς εἰ μὴ καὶ τῆς μεγίστης καὶ τελεωτάτης ἐστὶν ὁ περὶ τῶν ἰδεῶν τοῦ λόγου καὶ τῆς χρήσεως αὐτῶν ἑκάστης λόγοσ ‘ εἰκότως σφόδρα τὴν περὶ ἰδεῶν ἀνυμνεῖ πραγματείαν ὡς ἕξεως ἤδη ἐπιστημονικωτέρας τε καὶ τελειοτέρας δεομένην πρός τε τὴν ἐπίγνωσιν αὐτῶν καὶ μάλιστα πρὸς τὴν εὔκαιρον χρῆσιν ἑκάστης. ἵνα δὲ μὴ τὸ τοῦ ὀνόματος ξένον τέλεον ἀγνοοῦντας καταλείπῃ τοὺς ἀκροωμένους, ἀναγκαῖον εἰδέναι ὡς ἑπτὰ μέν φησιν εἶναι τὰς γενικωτάτας ἰδέας, σαφήνειαν μέγεθος κάλλος γοργότητα ἦθος ἀλήθειαν δεινότητα, ἑκάστην δὲ τῶν ἰδεῶν ἐν ὀκτὼ τούτοις φησὶ θεωρεῖσθαι, ἐννοίᾳ λέξει μεθόδῳ σχήματι κώλῳ συνθήκῃ ἀναπαύσει ῥυθμῷ. [137, 28] ‘ διαιρήσει τοίνυν ὀρθῶς ὁ τήν τε διαφορὰν καὶ τὴν δύναμιν τῶν τε προσώπων καὶ τῶν πραγμάτων καὶ ἔτι τὴν λεγομένην στάσιν εἰδώσ ‘ τεχνικῶς πάνυ τὰ διὰ πλειόνων εἰρημένα συντόμως ἐπανακεφαλαιοῦται. τὴν γὰρ διαιρετικὴν τῶν ζητημάτων ἐπιστήμην μόνῳ προσεῖναί φησι τῷ τὴν διαφορὰν ἀκριβῶς ἐπεσκεμμένῳ τῶν τε προσώπων πρὸς πρόσωπα καὶ πραγμάτων πρὸς πράγματα καὶ τὴν ἑκάστου δύναμιν—τουτέστι τὴν εὐπορίαν, ἣν παρέχει τοῖς ζητήμασιν—καὶ τὴν στάσιν γνόντι, ἣν λεγομένην καλεῖ διὰ τὸ πολυώνυμον πάλιν· οἱ μὲν γὰρ στάσιν αὐτὴν καλοῦσιν, οἱ δὲ γενικὸν πρόβλημα, οἱ δὲ περιέχον ὡς περιεκτικὴν τῶν οἰκείων κεφαλαίων, εἴ γε καὶ περιεχόμενα ὡς ἔφαμεν τὰ κεφάλαιά φασιν.
[137, 31] ‘ ὅθεν μὲν γὰρ εἴρηται στάσις εἴτε ἀπὸ τοῦ στασιάζειν εἴτε ὁθενοῦ ν , ἑτέροις ἐξετάζειν παρίημι ‘ τὴν περὶ τὰς ἐτυμολογίας λεπτολογίαν οἶδε γραμματικοῖς μὲν μᾶλλον ἁρμόζουσαν, οὐ μὴν οὐδὲ τῆς ῥητόρων ἀπᾴδουσαν πολυμαθίας· διὸ τὸ μέν τι περὶ αὐτῆς ἔφη, τὸ δὲ παραλείψειν ἑτέροις φησίν. οἱ μὲν γὰρ ἀπὸ τοῦ στασιάζειν τοὺς ἀγωνιζομένους πρὸς ἀλλήλους φασὶν ὠνομάσθαι τὴν στάσιν, οἱ δὲ ἀπὸ τοῦ ἑκάτερον τῶν ἀντιδίκων ὡς ἐπί τινος ἀσφαλοῦς κρηπῖδος ἑστάναι περὶ τὰ οἰκεῖα δίκαια. [138, 1] ‘ ὄνομα δὲ ἀφεὶς εἶναι τοῦτο κοινὸν ἢ καὶ συμβεβηκὸς τῶν ζητημάτων ἁπάντων ‘ τῶν ὀνομάτων τὰ μὲν προσηγορικὰ μόνως ἐστίν, ὡς λίθοι κίονες, τὰ δὲ καὶ συμβαίνουσαν ἔχει τὴν προσηγορίαν τῷ ὑποκειμένῳ πράγματι, ὡς ἄνθρωπός τε ἀπὸ τοῦ ἀναθρεῖν ἃ ὄπωπεν καὶ ἵππος ἀπὸ τοῦ ἵεσθαι τοῖς ποσί—ταχύτατον γὰρ τῶν ἐπὶ γῆς—.
τοιοῦτον οὖν τι καὶ ἡ στάσις ἐστίν· κοινῶς τε γὰρ κατὰ πασῶν κατηγορεῖται τῶν στάσεων καὶ οὐ συμβέβηκεν αὐτῇ τὸ ὄνομα διὰ τὰς προειρημένας ἐτυμολογίας. ἐπειδὴ δὲ τὸν τῆς στάσεως ὅρον παραλέλοιπεν ὁ τεχνογράφος, ἀναγκαῖον ἂν εἴη καὶ περὶ τούτου βραχέα διελθεῖν, ὅπως ἂν ἡμῖν ἡ τῆς στάσεως ἐπίγνωσις ἐξ ἀμφοῖν ἀκριβεστέρα γένοιτο. στάσις τοίνυν ἐστὶ πρότασις ἁπλῆ ῥητορικὴ πρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων, καθʼ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν πρὸς πίστιν κομιζομένων. ʼπρότασισʼ μὲν οὖν τὸ γένος ἐστὶ τοῦ ὅρου, τὰ δὲ λοιπὰ διαφοραί. ἐπειδὴ δὲ τῶν προτάσεων αἱ μέν εἰσιν ἁπλαῖ αἱ δὲ διπλαῖ—οἷον ἁπλῆ μὲν πᾶν ζῷον ἔμψυχον, διπλῆ δὲ πᾶν ἔμψυχον οὐσία καὶ πᾶν ἔμψυχον κινεῖται—, διὰ τοῦ ʼἁπλῆ πασῶνʼ αὐτὸ τῶν τε διπλῶν καὶ τῶν τριπλῶν προτάσεων ἐχώρισε, προσθεὶς δὲ τὸ ʼῥητορικήʼ τῶν τε ἰατρικῶν καὶ τῶν φιλοσόφων—πολλαὶ γὰρ καὶ παρʼ ἐκείνοις αἱ προτάσεις—.
ἐπειδὴ δὲ ἐν αὐτῇ τῇ στάσει πολλαί εἰσιν ἀποδεικνύμεναι προτάσεις, διακρίνων αὐτὰς ἐκείνων ἔφη ʼπρὸς ἀπόδειξιν κομιζομένη μιᾶς φάσεως τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένωνʼ· ἡ γὰρ στάσις, οἷον ὅτι τόδε ὅρος ἐστὶν εἰ τύχοι ἢ ἀντίληψις, πρὸς ἀπόδειξιν κομίζεται μιᾶς φάσεως— τουτέστιν ἑνὸς αὐτοτελοῦς λόγου—τῶν ἐν τῷ πολιτικῷ ζητήματι κειμένων. ʼκαθʼ ἣν ἡ διαίρεσις γίνεται τῶν κεφαλαίων τῶν πρὸς πίστιν κομιζομένωνʼ, ʼκαθʼ ἥνʼ ταύτην τὴν μίαν φάσιν τὴν συνεκτικὴν τοῦ ζητήματος, ʼἡ διαίρεσις γίνεται τῶν κεφαλαίωνʼ τῶν ὁρικῶν εἰ τύχοι ἢ ἀντιληπτικῶν· ἐπειδὴ δὲ πολλὰ κεφάλαιά ἐστιν ἐν τῷ ζητήματι τὰ μὲν ὡς μέρη τοῦ πολιτικοῦ λόγου τὰ δὲ τὸ προκείμενον ἀποδεικνύντα, διὰ τοῦτο πρόσκειται ʼτῶν πρὸς πίστιν κομιζομένων.ʼ οἷον ὡς ἐπὶ παραδείγματος πλούσιος ἀριστεύσας ᾔτησεν ἐχθροῦ πένητος φόνον εἰς τὸ γέρας, λαβὼν ἀπέκτεινε καὶ μὴ πολιτευομένων ἔτι τῶν πενήτων κρίνεται δημοσίων ἀδικημάτων· ἐνταῦθα γὰρ τὸ μὲν ἀποκρίνασθαι ὅτι ʼἀντίληψίς ἐστι τὸ προκείμενον ζήτημαʼ πρότασίς ἐστιν ἁπλῆ ῥητορική, μία δὲ φάσις ἐν αὐτῷ ἐκείνη συνεκτικὴ ʼἀλλʼ οὐκ ἀδικῶ τὴν πόλιν τὸν κατὰ δωρεάν μοι δεδομένον ἀνῃρηκώσʼ, καὶ κατὰ ταύτην ἀντιληπτικὴν οὖσαν ἡ πᾶσα διαίρεσις γίνεται τῶν ἀντιληπτικῶν κεφαλαίων ἐν τῷ ζητήματι, ἅπερ πρὸς πίστιν κομίζεται τοῦ μὴ τὸν πλούσιον ἀδικεῖν. ἢ ὡς ἐπὶ τοῦ παρεστῶτος τῷ νεοσφαγεῖ σώματι τὸ μὲν εἰπεῖν ὅτι ʼστοχασμός ἐστιν ἡ στάσισʼ πρότασις ἁπλῆ, φάσις δὲ ἐν αὐτῷ συνεκτικὴ ἐκείνη ʼἀλλὰ θάψαι βουλόμενος παριστάμην.
50
‘ ἢ ὡς ἐπὶ Μειδίου ʼἀσεβεῖ καὶ ὑβρίζει Μειδίας χορηγὸν ὄντα με τύπτων ἐν ἱερομηνίᾳʼ ἡ φάσις μὲν αὕτη, ἡ δὲ πρότασις ὅτι ʼὅρος ἡ στάσις ἐστίν.ʼ [138, 4] ‘ ἀπὸ τοῦ στοχασμοῦ ἀναγκαίως ὡς τὸ πρᾶγμα αὐτὸ δηλώσει ‘ ἀναγκαιότατόν φησι προτετάχθαι τῶν ἄλλων στάσεων τὸν στοχασμόν, διʼ ἃς ὀλίγον ὕστερον αἰτίας ἐρεῖ. [138, 9] ‘ παντὸς οὑτινοσοῦν προτεθέντος ζητήματος εἰ συνεστήκοι ἐπισκοπεῖν δεῖ τὸ κρινόμενον ‘ πᾶν ζήτημα ἐκ τριῶν τούτων συνεστάναι φησὶν ὁ Μινουκιανός, αἰτίου συνέχοντος κρινομένου· αἴτιον μὲν οὖν φησι τὴν τοῦ ἐπαγομένου αἰτίασιν, οἷον πλούσιος ἐχθρῷ πένητι συνεχῶς ἐπανατείνεται τὰς χεῖρας καὶ κρίνεται ὑπʼ αὐτοῦ ὕβρεως, ἐνταῦθα αἴτιον μέν ἐστι τὸ παρὰ τοῦ κατηγόρου ἐγκαλούμενον ʼἀδικεῖς ὑβρίζων καὶ τὰς χεῖρας ὥσπερ οἰκέτῃ προσάγωνʼ· συνέχον δὲ ἡ τοῦ φεύγοντος ἀπολογία ʼοὐχ ὕβρισα, οὐ γὰρ πληγὰς ἐπήνεγκαʼ· κρινόμενον δὲ τὸ ἐν τῇ τῶν δικαστῶν κρίσει καταλιμπανόμενον, πότερον ὑβριστὴς ὁ δεῖνα ἢ οὐ. ὁ δὲ Ἀκύλας ἐναλλάξας αἴτιον μέν φησι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους ἐν ἑκάστῳ προβλήματι, οἷον τὸ παρεστάναι τῷ νεοσφαγεῖ σώματι, τὸ δακρύειν νύκτωρ τὴν γυναῖκα, κρινόμενον δὲ τὴν τοῦ ἀπολογουμένου φάσιν, συνέχον δὲ τὸ ἐν τῇ τῶν δικαστῶν κρίσει καταλιμπανόμενον.
παραγγέλλει τοίνυν ἡμῖν ὁ τεχνογράφος τὴν πᾶσαν ἀπολογίαν τε καὶ κατηγορίαν περὶ τὴν ἐξέτασιν τοῦ κρινομένου ποιεῖσθαι καὶ μὴ ταύτης περιφρονήσαντας ἐπὶ τοὺς κοινοὺς κατατρέχειν τόπους, ὅπερ πάσχουσιν οἱ τῆς τεχνικῆς ἐργασίας τῶν λόγων ἄπειροι, οἳ τοῦ μὲν ἀποδεῖξαι διὰ τῶν ἐντέχνων πίστεων καὶ ἐπιχειρημάτων τὸ προκείμενον ἔγκλημα πρόνοιαν οὐδεμίαν ποιοῦνται, τὸ δὲ ζητούμενον ὡς ὁμολογούμενον λαβόντες κατατρέχουσι τῶν ἀντιδίκων 〈ὡσ〉 εἰργασμένων τὸν φόνον. χρὴ δὲ τοὺς μετὰ τέχνης ἐργάζεσθαι τοὺς λόγους ἐπιχειροῦντας ταῖς ἀποδείξεσι συμπλέκειν τὰς ἐπιφοράς· οὕτω γὰρ οὐκ ἔξω τοῦ προκειμένου φανοῦνται βαδίζοντες· πολλάκις γάρ τινες ἔξω τοῦ προκειμένου λέγειν ἔνια φιλοτιμηθέντες αὐτοὶ καθʼ ἑαυτῶν φασὶν ἀμώμενοι τὴν κόνιν ἐφάνησαν· ὁ γοῦν Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος οὐκ ἀρκεσθεὶς δεῖξαι τὸ γραφὲν παρʼ αὐτοῦ Δημοσθένει ψήφισμα παράνομον ἀλλὰ προσθεὶς ὡς οὐδὲ ἄξιος τοῦ στεφάνου Δημοσθένης πρόφασιν τῷ ἀντιδίκῳ τῆς τῶν οἰκείων πολιτευμάτων διεξόδου κεχορήγηκεν ἄφθονον· εἰ δὲ περὶ μόνον ἔστη τὸ κρινόμενον, θᾶττον ἂν εἷλε Δημοσθένην Τιμάρχου. μάλιστα μὲν οὖν δεῖ περὶ τὸ κρινόμενον ἵστασθαι τὴν πᾶσαν δικαιολογίαν, εἰ δὲ ἀνάγκη τις ἡμῖν γένοιτο ἔξωθέν τινα ἐπεισάγειν, μιᾷ.
τῶν τριῶν μεθόδων τῶν τεχνικῶν χρησόμεθα, αἷς ὅ τε Θουκυδίδης κέχρηται καὶ Δημοσθένης παρʼ αὐτοῦ μαθών· ἢ γὰρ ἐπὶ τὰ πράγματα ἀνοίσομεν τὴν αἰτίαν ἢ ἐπὶ 〈τὰ〉 ἔξωθεν πρόσωπα ἢ—τὸ βιαιότερον—εἰς αὐτὸν τὸν ἀντίδικον· ἐπὶ μὲν τὰ πράγματα, ὡς ἐν τῷ περὶ τῆς παραπρεσβείας Δημοσθένης φησὶν ʼἔστι δὲ ἀναγκαῖον, ὦ Ἀθηναῖοι, καὶ προσῆκον ἴσως, ὡς κατʼ ἐκείνους τοὺς χρόνους εἶχε τὰ πράγματα, ἀναμνῆσαι, ἵνα πρὸς τὸν ὑπάρχοντα καιρὸν ἕκαστα θεωρῆτεʼ· ἐπὶ δὲ τὰ ἔξωθεν πρόσωπα, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ʼἀναγκαῖον δὲ ὑπολαμβάνω καὶ δίκαιον ἅμα περὶ τούτων πρῶτον εἰπεῖν, ἵνα μηδεὶς ὑμῶν τοῖς ἔξωθεν λόγοις ἠγμένος ἀλλοτριώτερον τῶν ὑπὲρ τῆς γραφῆς δικαίων ἀκούῃ μουʼ· ἐπὶ δὲ αὐτὸν τὸν ἀντίδικον, ὡς ἐν τῷ περὶ τοῦ στεφάνου πολλαχοῦ ʼἀξιῶ δέ, ὦ Ἀθηναῖοι, καὶ δέομαι τοῦτο μεμνῆσθαι παρʼ ὅλον τὸν ἀγῶνα, ὅτι μὴ κατηγορήσαντος Αἰσχίνου μηδὲν ἔξω τῆς γραφῆς οὐδʼ ἂν ἐγὼ λόγον οὐδένα ἐποιούμην ἕτερον, ἁπάσαις δὲ αἰτίαις καὶ βλασφημίαις ἅμα τούτου κεχρημένου ἀναγκαῖον ἦν μοι πρὸς ἕκαστα τῶν κατηγορημένων μικρὰ ἀποκρίνασθαιʼ, καὶ πάλιν ʼεἰ μὲν οὖν περὶ ὧν ἐδίωκε μόνον κατηγόρησεν Αἰσχίνης, κἀγὼ περὶ αὐτοῦ τοῦ προβουλεύματος εὐθὺς ἂν ἀπελογούμην· ἐπειδὴ δὲ οὐκ ἐλάττω λόγον τἆλλα διεξιὼν ἀνήλωκεν καὶ τὰ πλεῖστα κατεψεύσατό μου, ἀναγκαῖον εἶναι νομίζω καὶ δίκαιον ἅμα βραχέα περὶ τούτων διεξελθεῖνʼ.
ἐπισημήνασθαι δὲ ἄξιον, ὡς οὐκ ἀρκεῖ μόνον μιᾷ τῶν τριῶν μεθόδων χρήσασθαι βουλομένους τι παρὰ τὸ κρινόμενον εἰπεῖν, ἀλλὰ καὶ ἐνδείκνυσθαι χρὴ ὅτι τε διὰ βραχέων λέξει τὰ παρὰ τὸ κρινόμενον καὶ μετʼ αὐτὰ εὐθὺς ἐπὶ τὸ κρινόμενον ἥξει. πανταχοῦ γοῦν καὶ ὁ Δημοσθένης τό τε ʼπρῶτονʼ προστίθησι καὶ τὸ μικρὰ ἢ βραχέα περὶ τῶν ἐξαγωνίων ἐρεῖν ἐπαγγέλλεται, καὶ πρὸ Δημοσθένους ὁ Θουκυδίδης τοῖς τοιούτοις δείκνυται κεχρημένος· κρινομένου γὰρ πότερον συμφέρει βοηθῆσαι Κερκυραίοις ἢ μή, ὅρα ὁ Κορίνθιος ὅπως ἤρξατο τοῦ λόγου ʼἀναγκαῖον Κερκυραίων τῶνδε οὐ μόνον περὶ τοῦ δέξασθαι σφᾶς τὸν λόγον ποιησαμένων ἀλλʼ ὡς καὶ ἡμεῖς τε ἀδικοῦμεν καὶ αὐτοὶ οὐκ εἰκότως πολεμοῦνται μνησθέντας πρῶτον καὶ ἡμᾶς περὶ ἀμφοτέρων οὕτω καὶ ἐπὶ τὸν ἄλλον λόγον ἰέναιʼ· καὶ γὰρ ἐπὶ τὸν ἀντίδικον μετήνεγκε τὴν αἰτίαν τοῦ παρὰ τὸ κρινόμενον εἰπεῖν καὶ διὰ τοῦ ʼμνησθέντασʼ ἐνεδείξατο διʼ ἐλαχίστων ἐρεῖν καὶ πρὸς τὸν ἄλλον λόγον οὕτως ἰέναι λέγων τὸ κρινόμενον ἐξετάσειν ὀρθῶς ἐπηγγείλατο. Ἡ δὲ μέθοδος τῆς διαιρέσεως τῶν στάσεων τοιαύτη τίς ἐστιν ἡ εἰς ΙΔ αὐτὰς τέμνουσα· I.
55 (1t)
ΠΕΡΙ ΣΤΟΧΑΣΜΟΥ. Μινουκιανὸς μὲν οὖν πρῶτος τῶν καθʼ ἑαυτὸν τεχνογράφων ΙΓ εἶναί φησι τὰς στάσεις τὴν μετάληψιν διπλῆν μὲν εἶναι λέγων ὡς μίαν δὲ αὐτὴν ἐξετάζων. Ἑρμογένης δὲ καὶ Μητροφάνης ὁ Πλατωνικὸς ὁ τούτου ἐξηγητὴς Εὐαγόρας τε καὶ Ἀκύλας οἱ φιλόσοφοι ΙΔ λέγουσιν 〈εἶναι〉 αὐτὰς τὴν μετάληψιν εἰς δύο διαιροῦντες στάσεις, παραγραφήν τε καὶ μετάληψιν· καὶ τὸν μὲν στοχασμὸν περὶ οὐσίας ἔχειν φασὶ τὴν ζήτησιν—ἐναντίως Ἀριστοτέλει· ἐκεῖνος γὰρ τὸν ὅρον περὶ οὐσίας ἔχειν φησὶ τὴν ζήτησιν—, ζητεῖσθαι γὰρ ἐν αὐτῷ εἰ οὗτος ἔστιν ὁ φονεὺς ἢ ὁ τυραννοκτόνος, τὸν δὲ ὅρον περὶ τοῦ τί ἐστι τὸ κρινόμενον, ἱεροσυλία ἢ κλοπή, τὰς δὲ ἄλλας πλὴν τῆς μεταλήψεως ἀνάγουσιν ὑπὸ τὴν ποιότητα. τὴν γὰρ ποιότητα εἰς πράγματα καὶ ῥητὰ τέμνοντες τὴν μὲν περὶ τὰ ῥητὰ ἀσχολουμένην τὰς τέσσαρας νομικὰς στάσεις ἐργάζεσθαί φασι, τὴν δὲ περὶ πράγματα τέμνουσιν εἰς δύο χρόνους, μέλλοντα καὶ παρεληλυθότα, καὶ τὴν μὲν περὶ τὰ μέλλοντα πραγματικήν φασι τὴν δὲ περὶ τὰ παρεληλυθότα δικαιολογίαν· ταύτην δὲ εἰς ἀνεύθυνον καὶ ὑπεύθυνον τέμνοντες ὑπὸ μὲν τὸ ἀνεύθυνον πρᾶγμα τὴν ἀντίληψιν ἀνάγουσιν ὑπὸ δὲ τὸ ὑπεύθυνον τὰς τέσσαρας ἀντιθετικάς· ἢ γὰρ εἰς ἑαυτὸν ἀναδέχεται τὸ ἐπαγόμενον ὁ φεύγων ἢ εἴς τινα τῶν ἔξωθεν μεθίστησι, κἂν μὲν εἰς ἑαυτὸν ποιεῖ ἀντίστασιν, ἂν δὲ εἴς τινα τῶν ἔξωθεν ἢ εἰς τὸν παθόντα ἢ εἰς ἄλλον τινά, κἂν μὲν εἰς τὸν παθόντα ποιεῖ ἀντέγκλημα, ἂν δὲ εἰς ἄλλον τινα ἢ ὑπεύθυνον ἢ ἀνεύθυνον, κἂν μὲν εἰς ὑπεύθυνον ποιεῖ μετάστασιν, ἂν δὲ εἰς ἀνεύθυνον συγγνώμην.
ἐὰν δὲ τῶν μὲν προειρημένων μηδὲν ᾖ ζητούμενον, μήτε εἰ ἔστι μήτε 〈τί ἐστι μήτε〉 ὁποῖόν τί ἐστι, περὶ δὲ 〈τοῦ〉 εἰ χρὴ τὸν ἀγῶνα εἰσελθεῖν 〈ἢ〉 μὴ γίνεται μετάληψις, ἥπερ διαιρουμένη εἰς δύο, τό τε ἔγγραφον καὶ τὸ ἄγραφον, ποιεῖ ἑτέρας δύο στάσεις, τήν τε παραγραφὴν καὶ τὴν μετάληψιν. Μέχρι μὲν οὖν τῶν ἐνταῦθα τοῖς Ἑρμογένους ἀκολουθητέον τεχνικώτατα καὶ σαφέστατα εἰρημένοις· ἐπειδὴ δὲ τοὺς τῶν στάσεων ὅρους ὑπογραφικωτέρους μᾶλλον ἤπερ τελείως ἔχοντας ἀποδέδωκεν, ἀναγκαῖον ἂν εἴη πρὸς τὰ λοιπὰ τοὺς ἀρίστους φιλοσόφους Εὐαγόραν τε καὶ Ἀκύλαν μεταγενεστέρους μὲν ὄντας ἐπιστημονικώτατα δὲ περὶ τούτων διεξελθόντας συλλήπτορας ἡμῖν τῆς ἀκριβοῦς περὶ τῶν στάσεων γνώσεως γίνεσθαι παρακαλεῖν. Τῶν τοίνυν στάσεων αἱ μέν εἰσι λογικαί, αἱ δὲ νομικαί· λογικαὶ μὲν ἐννέα, στοχασμὸς ὅρος πραγματικὴ ἀντίληψις ἀντίστασις ἀντέγκλημα μετάστασις συγγνώμη μετάληψις, νομικαὶ 〈δὲ〉 πέντε, παραγραφὴ ῥητὸν καὶ διάνοια ἀντινομία συλλογισμὸς ἀμφιβολία.
Πάλιν τῶν στάσεων αἱ μὲν ὑπὸ τὸ δικανικὸν ἀνάγονται, αἱ δὲ ὑπὸ τὸ δικανικὸν καὶ συμβουλευτικόν· τὸ δὲ πανηγυρικὸν συνεπιπλέκεται μὲν ἔσθʼ ὅτε τούτοις, ὑπʼ αὐτὸ δὲ μόνον οὐδεμία στάσις ἀνάγεται· ὑπὸ μὲν οὖν τὸ δικανικὸν ἀνάγονται στοχασμὸς ἀντίληψις ἀντίστασις ἀντέγκλημα μετάστασις συγγνώμη, ὑπὸ δὲ τὸ δικανικὸν καὶ συμβουλευτικὸν ὅρος πραγματικὴ ῥητὸν καὶ διάνοια 〈ἀντινομία〉 συλλογισμὸς ἀμφιβολία μετάληψις παραγραφή. Πάλιν τῶν στάσεων αἱ μὲν περὶ τὸν παρεληλυθότα συνίστανται, αἱ δὲ περὶ τὸν μέλλοντα, αἱ δὲ περὶ τὸν παρεληλυθότα ἅμα καὶ μέλλοντα· περὶ δὲ τὸν ἐνεστῶτα οὐδεμία συνίσταται στάσις. περὶ μὲν οὖν τὸν παρεληλυθότα αἵδε συνίστανται 〈αἱ〉 στάσεις, ὅρος δικαιολογικαὶ νομικαὶ πλὴν ἀμφιβολίας μετάληψις παραγραφή, περὶ δὲ τὸν μέλλοντα πραγματική, περὶ δὲ τὸν παρεληλυθότα καὶ μέλλοντα στοχασμὸς ἀμφιβολία. Ἔτι τῶν στάσεων αἱ μὲν ἐκ τοῦ κατηγόρου γνωρίζονται, αἱ δὲ ἐκ τοῦ φεύγοντος, αἱ δὲ ἐξ ἀμφοτέρων· ἀπὸ μὲν οὖν τοῦ κατηγόρου μετάληψις καὶ τῶν συλλογισμῶν ἔνιοι, ἀπὸ δὲ τοῦ φεύγοντος δικαιολογικαὶ νομικαὶ παραγραφή, ἐκ δὲ ἀμφοτέρων στοχασμὸς ὅρος πραγματική. Ἐπειδὴ δὲ δύο ταῦτα συνελθόντα ἓν τέλειον ἀπεργάζεται, τό τε ἀποδεικνύον καὶ τὸ ἀποδεικνύμενον, καὶ τὸ μὲν ἀποδεικνύον αἱ στάσεις εἰσὶν τὸ δὲ ἀποδεικνύμενον τὸ πρᾶγμα περὶ οὗ ἡ στάσις τουτέστι τὸ ζήτημα, τὰ ἀρκοῦντα περὶ τῶν στάσεων διαλεχθέντες ἤδη καὶ περὶ τῆς πολυωνυμίας τῶν ζητημάτων διεξέλθωμεν.
καλοῦσι γὰρ αὐτὸ οἱ μὲν ζήτημα διὰ τὴν ἐν αὐτῷ τοῦ δικαίου ζήτησιν, οἱ δὲ πρόβλημα ἀπὸ τοῦ προβάλλεσθαι πρὸς διάγνωσιν τῆς ἐν αὐτῷ στάσεως, οἱ δὲ ὅρον ἀπὸ τοῦ περιγράφειν καὶ περιορίζειν τινὰ ὑπόθεσιν, οἱ δὲ ὑπόθεσιν ἀπὸ τοῦ ὑποτίθεσθαι πρᾶγμά τι γεγονὸς ἐκ προσώπου, οἱ δὲ μελέτην διότι οὐκ ἄνευ τινὸς συνεχοῦς ἀσκήσεως ἡ περὶ τοὺς ῥητορικοὺς λόγους ἐπιστήμη προσγίνεται ἀνθρώπῳ ὡς καὶ τῶν ἄλλων ἕκαστον, οἱ δὲ πλάσμα καὶ γύμνασμα ἀπὸ τοῦ καὶ πράγματος ἀληθοῦς μὴ ὑποκειμένου γυμνασίας ἕνεκα μόνης διαπλάττειν τινὰς ὑποθέσεις. Ἄξιον δὲ καὶ τὸ χρήσιμον τῆς περὶ τῶν στάσεων μεθόδου κατανοήσαντας οὕτως ἐπὶ τὴν ἑκάστης χωρῆσαι διαίρεσιν. τὸ γάρτοι τὰς ἀπείρους παρὰ τοῖς ῥήτορσιν ἀποδείξεις εἰς ΙΔ μόνας γενικὰς ἀναγαγεῖν προτάσεις—φημὶ δὴ τὰς στάσεις—οὐ πόρρω τινὸς διαιρετικῆς ἐστι φιλοσοφίας· ὥσπερ γὰρ Ἀρχύτας ὁ Πυθαγόρειος καὶ μετʼ αὐτὸν Ἀριστοτέλης ὁ θαυμάσιος ὑπὸ τὰς δέκα κατηγορίας τὰς ἀπείρους λέξεις ἀνήνεγκον, οὕτως ἐπαίνων ἀξίους ἡγητέον ὡς μικρὰ μεγάλοις εἰκάσαι τοὺς ἅπασαν ἐν ῥητορικῇ δικαιολογίαν ἀριθμῷ δέκα καὶ τεσσάρων ὁρίσαντας στάσεων· διὰ γάρτοι τῆς τούτων ἐπιγνώσεως τοῖς τε προσήκουσι κεφαλαίοις ἐν ἑκάστῃ στάσει χρησόμεθα καὶ τῶν οἰκείων εὐπορήσομεν νοημάτων καὶ σύγχυσιν οὐδεμίαν ἐργασόμεθα, τοῖς στοχαστικοῖς ἐν ὅρῳ κεχρημένοι, τοῖς ὁρικοῖς ἐν πραγματικῇ, ἀλλὰ τὰ προσεχῆ νοήματα ζητήσομεν ἐν ἑκάστῃ, τὰ δὲ παντελῶς ἀπᾴδοντα διαγράψομεν.
καὶ γὰρ Ἀριστοτέλης ἐν ταῖς ῥητορικαῖς τέχναις πρὸς τέσσαρα ταῦτα χρήσιμον εἶναί φησι τὴν ῥητορικὴν καὶ τὰς διʼ αὐτῆς ἀποδείξεις· πρῶτον μὲν πρὸς τὴν τῶν ἀληθῶν καὶ δικαίων ἐν τοῖς πολιτικοῖς πράγμασιν ἐπίγνωσιν, εἴ γε καὶ Πλάτων ἐν Φαίδρῳ φησὶ ʼῥήτορος μὲν γὰρ ἔργον τὸ τὰ ἀληθῆ λέγειν, δικαστῶν δέ γε σωφρόνων τὸ τὰ δίκαια κρίνεινʼ· δεύτερον τὸ διὰ τῶν κοινῶν καὶ πιθανῶν λόγων πείθειν τοὺς πολλοὺς ἀλλὰ μὴ διὰ τῶν ἐπιστημονικῶν, 〈ὧν〉 ἐπαΐειν. παντελῶς ἀδυνατοῦσιν· τρίτον 〈τὸ〉 πρὸς τὰ ἀντικείμενα δύνασθαι διὰ λόγων βοηθεῖν ἑαυτοῖς· τέταρτον τὸ πᾶσαν ἐν λόγοις εὔροιαν, ἥτις πρὸς ἅπασαν ἐπιστήμην χρήσιμος, ἐκ ταύτης ἡμῖν περιγίνεσθαι. ὅθεν καὶ Ἀριστοτέλης ἐν ταῖς δειλιναῖς προσόδοις τῶν ἑταίρων ῥητορικὰ προβλήματα μελετᾶν αὐτοὺς παρεσκεύαζε δύο τέχνας φάσκων εἶναι τοῦ πείθειν ἐν λόγοις, ῥητορικὴν καὶ διαλεκτικήν, τὴν μὲν ἐν τῷ λέγειν ἀποτάδην, τὴν δὲ ἐν τῷ διαλέγεσθαι· καὶ συνεχῶς ἐπεβόα τοῖς ἑταίροις κινῶν αὐτοὺς πρὸς τὴν τοῦ λέγειν μελέτην ʼαἰσχρὸν σιωπᾶν, Ἰσοκράτην δʼ ἐᾶν λέγεινʼ.
60
οἱ μὲν οὖν τῶν δειλινῶν ἀκροώμενοι συνόδων, αἳ πρὸς τοὺς πολιτικοὺς ἐγύμναζον 〈λόγουσ〉, ἐξωτερικοὶ ἐκαλοῦντο, οἱ δὲ τῶν ἑωθινῶν περὶ φιλοσοφίας λόγων ἀκροαματικοί. Μινουκιανὸς μὲν οὖν προτάττει τῶν ἄλλων στάσεων τὸν στοχασμὸν λέγων κατὰ φύσιν εἶναι τοῖς φεύγουσι πρὸ πάσης ἄλλης δικαιολογίας ἐπὶ τὴν ἄρνησιν χωρεῖν· Ζήνων δὲ καὶ Ἑρμογένης καὶ Μητροφάνης προτάττουσι τῶν στάσεων τὸν στοχασμόν, διότι ἐν πάσαις ταῖς λογικαῖς ἐμπίπτει στάσεσι, ταύτας δὲ πρὸ τῶν νομικῶν μελετητέον· Ἁρποκρατίων δὲ τῶν στάσεων προτάττει τὴν παραγραφήν, διὸ κατὰ φύσιν ἐστὶ τῷ φεύγοντι παραγράφεσθαι πρῶτον τὸν ἀγῶνα καὶ πολλὰ ποιεῖν ὑπὲρ τοῦ μὴ τὴν δίκην εἰσελθεῖν, ἔπειτα εὐθυνόμενον πρὸς ἄρνησιν ἰέναι, ὅπερ στοχασμῷ προσήκει· Κορνοῦτος δὲ τὴν ἀμφιβολίαν λέγων δύο εἶναι ἐν ταῖς στάσεσιν ἀμφιβολίας, τὴν μὲν περὶ ῥητὰ τὴν νομικὴν ἀμφιβολίαν, τὴν δὲ περὶ πράγματα τὴν στοχαστικήν, πρότερα δὲ εἶναι τὰ ῥητὰ τῶν πραγμάτων, προτέραν ἄρα καὶ τὴν νομικὴν ἀμφιβολίαν τακτέον· Εὐαγόρας δὲ καὶ Ἀκύλας τὸν στοχασμὸν προτάττουσι, διότι τὴν περὶ τοῦ εἰ ἔστι περιέχει ζήτησιν, ἐν παντὶ δὲ πράγματι πρῶτον εἰ ἔστι ζητοῦμεν, δεύτερον τὸ τί ἐστι, τρίτον τὸ ὁποῖόν τί ἐστιν.
Ὠνόμασται δὲ στοχασμὸς ἀπὸ μεταφορᾶς τῶν ἐπί τινα σκοπὸν εὐστόχως ἱέντων τὰ βέλη· καὶ γὰρ ἐνταῦθα στοχαστικοῖς τοῦ προκειμένου καὶ τοῖς ἐξ εἰκότων λόγοις ὅ τε κατήγορος κατασκευάζει τὸ ἐπαγόμενον ἔγκλημα καὶ ὁ φεύγων διωθεῖσθαι σπεύδει τὰς αἰτίας. Μινουκιανὸς μὲν οὖν ὡρίσατο τὸν στοχασμὸν οὕτως, ʼἄρνησις παντελὴς τοῦ ἐπιφερομένου ἐγκλήματοσʼ, οὐ σφόδρα δὲ ὑγιῶς ὁ ὅρος ἔχει· οὔτε γὰρ ἐκ γένους ἐστὶ καὶ διαφορῶν, ἅπερ τοῖς τελείως ἔχουσιν ὅροις προσεῖναι δεῖ, καὶ κοινόν ἐστι καὶ τῶν ἄλλων στάσεων τὸ ἀρνεῖσθαι τὸ ἐπαγόμενον ἔγκλημα, ἔτι δὲ οὐδὲ παντὶ στοχασμῷ ἁρμόζει—ἐν γὰρ τοῖς συνεζευγμένοις στοχασμοῖς οὐχ ἕν ἐστι τὸ ἐπιφερόμενον ἔγκλημα ἀλλὰ δύο—, ἔτι γε μὴν ὡς εἴρηται τοῦ στοχασμοῦ ἐξ ἑκατέρων γνωριζομένου τῶν μερῶν ἐκ μόνου τοῦ φεύγοντος αὐτὸν ὡρίσατο—ἡ γὰρ ἄρνησις οἰκεία δηλονότι τοῖς φεύγουσιν—. Ἑρμογένης δὲ καὶ Μητροφάνης οὕτως ὁρίζονται τὸν στοχασμόν ʼἀδήλου πράγματος ἔλεγχος οὐσιώδης ἀπό τινος φανεροῦ σημείουʼ, ἔχει δὲ 〈καὶ〉 οὗτος ἀτελῶς ὁ ὅρος· οὔτε γὰρ ἐκ γένους ἐστὶ καὶ διαφορῶν, οὔτε τῶν ἀγωνιζομένων ἑκάτερα τὰ μέρη περιλαμβάνει, ἀλλʼ ἐναντίως ἐπιχειρήσας τῷ Μινουκιανῷ καὶ ἀπὸ τοῦ διώκοντος ὁρισάμενος οὐδεμίαν ἐν τῷ ὅρῳ τοῦ φεύγοντος ἐποιήσατο μνήμην—ὁ γὰρ οὐσιώδης ἔλεγχος μόνῳ τῷ κατηγόρῳ πρεπώδης—, ἔτι γε μὴν οὐδὲ πάντα στοχασμὸν ἐμπεριλαμβάνει τῷ ὅρῳ· εἰσὶ γάρ τινες, οἳ τεκμήρια οὐκ ἔχουσιν, οὓς ἀτελεῖς ἐκ πραγμάτων καλοῦσιν οἱ τεχνογράφοι, οἷον ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ κρίνεται ὁ ἄσωτος φόνου· ἐπὶ γὰρ τούτου καὶ τῶν παραπλησίων τεκμήριον οὐδὲν ἐναργὲς δείκνυται τοῦ κρινομένου.
διαφέρει δὲ τὸ τεκμήριον τοῦ κρινομένου, ὅτι τὸ μὲν ἀποδείκνυσι, τὸ δὲ ἀποδείκνυται, καὶ ὅτι τὸ μὲν κρινόμενον καὶ ἐν ταῖς ἄλλαις ἐμπίπτει στάσεσι, τὸ δὲ τεκμήριον ἐν μόνῳ τῷ στοχασμῷ. ἴδιον δὲ στοχασμοῦ ἐστι μόνου τε καὶ παντὸς τὸ περὶ οὐσίας εἶναι τὴν ζήτησιν, τὸ δὲ ἀνεύθυνον μὲν εἶναι 〈τὸ〉 τεκμήριον ἕτερον δέ τι διʼ αὐτοῦ κρίνεσθαι ἴδιον μὲν στοχασμοῦ οὐ παντὸς δέ· ἔνια γὰρ τῶν τεκμηρίων ἐστὶν ὑπεύθυνα, ὡς ἐπὶ τοῦ νέου πλουσίου τοῦ γήμαντος ἐξ ἀστυγείτονος πόλεως 〈τυράννου〉 θυγατέρα καὶ κρινομένου τυραννίδος ἐπιθέσεως. ὅρος δὲ αὐτοῦ τελείως ἔχων ὅδε ʼστοχασμός ἐστι στάσις πολιτικοῦ πράγματος τῶν ἐπὶ μέρους περὶ τοῦ εἰ ἔστι τὸ κρινόμενον τὴν ζήτησιν ἔχουσαʼ. γένος μὲν οὖν τοῦ ὅρου ἐστὶν ἡ στάσις— ὑπὸ γὰρ τὴν στάσιν καὶ αἱ ἄλλαι πᾶσαι ἀνάγονται ζητήσεις—, τὰ δὲ λοιπὰ διαφοραί· ἐπειδὴ γὰρ τῶν στάσεων αἱ μέν εἰσι μουσικαί, αἱ δὲ ἀριθμητικαί, αἱ δὲ πολιτικαί, προσθεὶς τὸ ʼπολιτικοῦ πράγματοσʼ τῶν ἄλλων αὐτὴν ἐχώρισε στάσεων. πάλιν ἐπειδὴ τῶν πολιτικῶν ζητήσεων αἱ μέν εἰσι καθόλου, αἱ δὲ μερικαί, προσθεὶς τὸ ʼἐπὶ μέρουσʼ ἐχώρισεν αὐτὰς τῶν καθόλου.
τὸ δὲ τοῦ στοχασμοῦ ἴδιον προσθεὶς τῶν ὁμογενῶν αὐτὸν χωρίζει στάσεων· τὸ γὰρ περὶ οὐσίας εἶναι τὴν ζήτησιν μόνῳ καὶ παντὶ ὡς εἴρηται στοχασμῷ ἁρμόζει. Εἴδη δὲ τῶν στοχαστικῶν προβλημάτων ἐστὶ δέκα. τὰ μὲν γάρ ἐστιν ἁπλᾶ, τὰ δὲ σύνθετα· καὶ ἁπλᾶ μὲν τέσσαρα, ἁπλοῦν τέλειον ἐκ προσώπων καὶ πραγμάτων, ἁπλοῦν ἀτελὲς ἐκ 〈προσώπων, ἁπλοῦν ἀτελὲς ἐκ〉 πραγμάτων· ἔστι δὲ καὶ ἐν τοῖς ἁπλοῖς καὶ ὁ καλούμενος τῆς γνώμης στοχασμός, ἐν ᾧ μόνη τοῦ δράσαντος ἡ γνώμη διʼ ὅλου τοῦ προβλήματος ἐξετάζεται, οἷον μητρυιὰ δόξασα μεμηνέναι τὸν μὲν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀνεῖλε καὶ φεύγει φόνου. τῶν δὲ συνθέτων ἀντεγκληματικὰ μέν ἐστι τρία, ἃ καὶ κατὰ ἀμφισβήτησιν καλεῖται, συνεζευγμένα δὲ τρία· ἀντεγκληματικὸς διπλοῦς τέλειος ἐκ προσώπων καὶ πραγμάτων, ἀντεγκληματικὸς διπλοῦς ἀτελὴς ἐκ προσώπων, ἀντεγκληματικὸς διπλοῦς ἀτελὴς ἐκ πραγμάτων· τῶν δὲ συνεζευγμένων ὁ μέν τίς ἐστιν ἐμπίπτων, ὁ δὲ προκατασκευαζόμενος, ὁ δὲ συγκατασκευαζόμενος. ἀπορήσειε δʼ ἄν τις, πῶς οἷόν τε κρίσιν ἐν δικαστηρίῳ συστῆναι προσώπου ἢ πράγματος ἐκλείποντος. φαμὲν οὖν ὅτι τὸ μὲν πρόσωπον πάντῃ ἐκλείπειν ἀδύνατον· τοῦ γὰρ δράσαντος μὴ ὑπόντος κατὰ τίνος ἐξοίσει τὴν ψῆφον ὁ δικαστής; ἀλλʼ ἐπειδὴ τὰ ἐκ τῶν προσώπων κινούμενα κεφάλαια ἐκλείπει, ὅταν ἀόριστον πρόσωπον ἢ πάντῃ ἐξισάζον ἐν στοχασμῷ παραλάβωμεν, διὰ τοῦτο ἀτελεῖς ἐκ προσώπων τοὺς τοιούτους καλοῦμεν στοχασμούς.
πάλιν τὸ πρᾶγμα διχῶς οἱ τεχνογράφοι καλοῦσι, τὸ τεκμήριον καὶ τὸ κρινόμενον· τὸ μὲν οὖν τεκμήριον ἐκλείπει πολλάκις, τὸ δὲ ἐπιφερόμενον ἔγκλημα οὐδέποτε· διὰ γοῦν τὴν τοῦ τεκμηρίου ἔκλειψιν ἀτελεῖς ἐκ πραγμάτων καλοῦνται στοχασμοί. Κεφάλαια δὲ τοῦ στοχασμοῦ ἐστιν ἐννέα μετὰ τὰ προοίμια καὶ προκατάστασιν καὶ κατάστασιν—ταῦτα γὰρ κοινὰ πάντων ἐστὶ προβλημάτων τῶν ὑπὸ τὰς στάσεις ἀναγομένων. ἔστι δὲ προκατάστασις μὲν λόγος ἐν βραχεῖ τὰ ἐν τῇ καταστάσει μηνύων περιεχόμενα, ὡς δὲ Ἀψίνης φησὶν ἐν τῇ περὶ τῶν μερῶν τοῦ πολιτικοῦ λόγου τέχνῃ ʼἔφοδος πρὸς τὰς ἀποδείξεισʼ, οἷον ἐν τῷ κατὰ Μειδίου ʼβούλομαι δὲ ἕκαστον ἀπʼ ἀρχῆς ὧν πέπονθα ἐπιδείξας καὶ περὶ τῶν πληγῶν εἰπεῖν, ἃς τὸ τελευταῖον προσενέτεινέ μοι· ἓν γὰρ οὐδέν ἐστιν, ἐφʼ ᾧ τῶν πεπραγμένων οὐ δίκαιος ὢν ἀπολωλέναι φανήσεταιʼ· κατάστασις δέ ἐστι λόγος πρὸς 〈τὸ〉 τῷ πράγματι συμφέρον καθιστὰς τὴν διήγησιν καὶ τὰ ἐμπίπτοντα προαναιρῶν τῆς τῶν ἀκουόντων ἐννοίας, διαφέρει δὲ διηγήσεως, ὅτι ἡ μὲν ψιλὴν ἔκθεσιν ἔχει τῶν πραγμάτων, ἡ δὲ τῶν τε πρὸ τοῦ πράγματος ἔνια συμπεριλαμβάνει καὶ τῶν μετὰ τὸ πρᾶγμα καὶ αὐτὸ τὸ πρᾶγμα οὐ πάντως 〈ὡσ〉 γέγονεν ἀλλʼ ὡς ἂν αὐτῷ δοκῇ συμφέρειν ἀφηγεῖται, τὰ μὲν ὅτι μάλιστα συστέλλουσα, τὰ δὲ πλατύνουσα, ἔνια δὲ καὶ πρὸς τὸ μεῖζον ἐξαίρουσα· καὶ γὰρ Ἰσοκράτης ἐν τῇ τέχνῃ φησὶν ὡς ʼἐν τῇ διηγήσει λεκτέον τό τε πρᾶγμα καὶ τὰ πρὸ τοῦ πράγματος καὶ τὰ μετὰ τὸ πρᾶγμα καὶ τὰς διανοίας, αἷς ἑκάτερος τῶν ἀγωνιζομένων χρώμενος τόδε τι πέπραχενʼ.
65
καταστάσεων δὲ τρόπους Ἀψίνης φησὶ ΙΒ · ἢ γὰρ τὴν ἑαυτῶν διάνοιαν ἐξετάζομεν, ἢ τὴν τῶν ἀκουόντων, ἢ τὴν τῶν ἀντιδίκων, ἢ ἀντιπῖπτον ἀναιροῦμεν, ἢ προσυστάσει χρώμεθα, ἢ προδιαβολῇ, ἢ προδιορισμῷ, ἢ ἀντεξετάσει τῶν προτέρων καὶ τῶν νῦν, ἢ τὸ πρῶτον κεφάλαιον καταστατικῶς εἰσάγομεν τουτέστιν ἀφηγηματικῶς καὶ ἀνηπλωμένως, ἢ μέρος κεφαλαίου ἀπολαβόντες εἰσάγομεν καταστατικῶς, ἢ τρόπους παρεισφέρομεν—τοῦτο δὲ μάλιστα ἐν τοῖς ἐσχηματισμένοις ἁρμόσει τῶν ζητημάτων—, ἢ ἐπαγγελίᾳ χρώμενοι τὴν κατάστασιν ἐργασόμεθα—. μετὰ δὲ ταῦτα κεφάλαια στοχαστικά ἐστι τάδε· παραγραφικόν, ἐλέγχων ἀπαίτησις, βούλησις, δύναμις, ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις, μετάληψις, χρῶμα, πιθανὴ ἀπολογία. τούτων δὲ τῶν κεφαλαίων τὰ μὲν ἐκ τοῦ προσώπου λαμβάνεται, τὰ δὲ ἐκ τῆς τῶν πραγμάτων ποιότητος, τὰ δὲ ἔξωθεν ἔχει τὴν σύστασιν· ἀπὸ μὲν οὖν τοῦ προσώπου βούλησίς τε καὶ δύναμις κινεῖται, διόπερ ἐν τοῖς ἀτελέσιν ἐκ προσώπων στοχασμοῖς ἥ τε βούλησις καὶ ἡ δύναμις ἐκλείπει· ἀπὸ δὲ τοῦ πράγματος τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἀντίληψις εἰ ἐμπίπτοι, μετάληψις, χρῶμα, πιθανὴ ἀπολογία, ἅπερ ἐν τοῖς ἀτελέσιν ἐκ πραγμάτων ἐκλείπει· ἔξωθεν δὲ ἐμπίπτουσι δύο, παραγραφικὸν καὶ ἐλέγχων ἀπαίτησις.
πάλιν δὲ τῶν κεφαλαίων τὰ μὲν τοῦ κατηγόρου ἐστί, τὰ δὲ τοῦ φεύγοντος, τὰ δὲ κοινὰ ἀμφοῖν· τοῦ μὲν κατηγόρου δύο, ἀπʼ ἀρχῆς ἄχρι τέλους, μετάληψις· τοῦ δὲ φεύγοντος πέντε ὥσπερ ὑπʼ αὐτῆς βοηθουμένου τῆς τέχνης καὶ τὸ φοβερὸν τῆς κατηγορίας τῷ πολυτρόπῳ τῆς ἀπολογίας ἐκκρούοντος, ἔστι δὲ τάδε παραγραφικόν, ἐλέγχων ἀπαίτησις, ἀντίληψις, χρῶμα, πιθανὴ ἀπολογία· κοινὰ δὲ ἀμφοῖν κεφάλαια βούλησις καὶ δύναμις. Τὸ μὲν οὖν παραγραφικὸν ὠνόμασται μὲν ἀπὸ τοῦ παραγράφειν καὶ ἐκβάλλειν τὴν γραφήν· εἰ γὰρ γράψασθαι τὸ κατηγορῆσαι καὶ τὸ ἐκβάλλειν τὴν κατηγορίαν παραγράφεσθαι, εἰκότως καλεῖται καὶ παραγραφικὸν τὸ κεφάλαιον. ἐμπίπτει δὲ κατὰ πέντε τρόπους, κατὰ τὸ λεῖπον, κατὰ τὸ περιττεῦον, κατὰ τὸ ἀπὸ χρόνου, ἀφʼ ὧν ἄλλοι ἐποίησαν, ἐφʼ οἷς ἔδει τιμᾶσθαι ἐπὶ τούτοις καὶ εὐθύνεσθαι· κατὰ μὲν τὸ λεῖπον, ὡς ἐπʼ ἐκείνου ἀσώτου πατὴρ ἀφανὴς γέγονε καὶ φόνου φεύγει ὁ ἄσωτος, ἐρεῖ γὰρ ὡς ʼχρὴ πρότερον ἐμφανῆ γενέσθαι τὸν φόνον, εἶθʼ οὕτως ἐμὲ τοῦ φόνου κρίνεσθαιʼ· κατὰ δὲ τὸ περιττεῦον, οἷον δέκα νέοι συνώμοσαν μὴ γῆμαι καὶ κρίνονται κακοῦ βίου· εἰ γὰρ καὶ Μαΐωρ ἐκβάλλει τοῦτον τοῦ παραγραφικοῦ τὸν τρόπον λέγων ὡς ʼεἰ μὲν διάφορα ἦσαν τὰ πράγματα πεποιηκότες οἱ κρινόμενοι, ἥρμοττεν ἂν ἡ κοινὴ κατʼ αὐτῶν κατηγορία, ὡς ἐπὶ τῶν δέκα στρατηγῶν τῶν μὴ ἀνελομένων τὰ ναυάγια· ἐπειδὴ δὲ ἐπὶ τῷ αὐτῷ κρίνονται, οὐχ ἕξει χώραν τὸ παραγραφικόνʼ, ἀλλʼ ἐρεῖ τις πρὸς αὐτὸν ὅτι κἀνταῦθα οἱ νέοι διαφόρους αἰτίας προβάλλονται τῆς ἀγαμίας, ὁ μὲν ἀπορίαν, ὁ δὲ τῶν γυναίων τὴν ἐπὶ τὸν ἄτοπον βίον εὐχέρειαν καὶ τὰ ἐπʼ αὐταῖς ὀνείδη, ὁ δὲ τὰς ἐπὶ παισὶν ἀώροις λύπας, ὁ δέ τις ἐλευθερίαν ὑπολαμβάνων τὴν μοναυλίαν, ὁ δὲ ἄλλο τι, ὥστε κἀνταῦθα οἱ νέοι τὴν κοινὴν εὐλόγως παραγράφονται κρίσιν οὐκ ἀπὸ τῆς αὐτῆς γνώμης ἐπὶ τὸ μὴ γῆμαι κεχωρηκότες, ὥσπερ καὶ τῶν στρατηγῶν ἕκαστος διαφόρους ἐρεῖ τοῦ μὴ ἀνελέσθαι τὰ ναυάγια τὰς αἰτίας· ὁ μὲν γάρ τις αὐτῶν ἐπὶ τῆς συμβολῆς ἐτέτακτο, ὁ δὲ ἐπὶ τῆς φρουρᾶς, ὁ δὲ ἐπὶ τῆς ἀναιρέσεως τῶν νεκρῶν, ὁ δὲ ἐπʼ ἄλλῳ τινί· διὰ ταῦτα οὖν οὐκ ἐκβαλοῦμεν ἀλλὰ παραδεξόμεθα καὶ τὸν κατὰ τὸ περιττεῦον τοῦ παραγραφικοῦ τρόπον· κατὰ δὲ τὸ ἀπὸ χρόνου, οἷον· δειλοῦ παῖς ἠρίστευσε καὶ κρίνει τὴν γυναῖκα μοιχείας, ἐρεῖ γὰρ ὁ ὑπὲρ τῆς γυναικὸς λέγων ὡς ʼἐχρῆν τὴν γυναῖκα πάλαι κρίνεσθαι μοιχείας, οὐχὶ νῦνʼ· κατὰ δὲ τὸ ἀφʼ ὧν ἄλλοι ἐποίησαν, οἷον τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι καὶ φεύγει προδοσίας, τὸ γὰρ ὑπὸ ἄλλων πεπραγμένον εἰς αὐτὸν ἀναφέρεται· κατὰ δὲ τὸ ἐφʼ οἷς ἔδει τιμᾶσθαι ἐπὶ τούτοις καὶ εὐθύνεσθαι, οἷον ἠνέχθη σκηπτὸς ἐπὶ τὴν Περικλέους οἰκίαν, εὑρέθησαν χίλιαι πανοπλίαι καὶ κρίνεται τυραννίδος ἐπιθέσεως, ἐρεῖ γὰρ ὡς ʼὑπὲρ τῆς πόλεως κατεσκεύασα τὰς πανοπλίας, ὁ δὲ τῇ πατρίδι βοηθῶν τιμητέος, οὐ κολαστέοσʼ· τὰ μὲν οὖν ἄλλα παραγραφικὰ δοκεῖ καθαιρεῖν τοῦ παραγραφομένου τὸ ἀξίωμα, τοῦτο δὲ σεμνότητά τινα καὶ τιμὴν τῷ κρινομένῳ περιποιεῖ.
πλατύνεται δὲ τὸ παραγραφικὸν διὰ ἀποστροφῶν διὰ παραδειγμάτων διʼ ἐνθυμημάτων· διὰ ἀποστροφῶν μέν, οἷον ἐπὶ Περικλέους ʼφέρε γὰρ εἰ 〈σὺ〉 στρατιώτας ἐκ τῶν προσόντων ἔτρεφες ἑκατόν, ὅπως ἐν τῷ δέοντι προθύμως ἐπαμύνοις τῇ πατρίδι, εἶτά τις τῶν συκοφαντῶν τυραννίδος ἐπάγοι κατὰ σοῦ γραφήν, οὐκ ἂν ἠγανάκτεις εὐθυνόμενος ἐφʼ οἷς εὐεργέτεις; ἐγὼ μὲν ἡγοῦμαιʼ· διὰ παραδειγμάτων, οἷον ὡς ἐπὶ τοῦ αὐτοῦ ʼκαὶ γὰρ πρότερον ἀκούω Κλεινίαν ἐν καιρῷ τῇ πόλει πορίσασθαι τὴν ἐπικουρίαν, διότι πολλοῖς καὶ πρότερον ἐκ τῶν προσόντων ἐπαρκῶν ἐν τῇ κατὰ Μήδων ἐπʼ Ἀρτεμισίῳ ναυμαχίᾳ τριήρη σὺν διακοσίοις ἀνδράσιν ἐπιδέδωκε τῇ πατρίδι καὶ τῆς κατὰ βαρβάρων ἀριστείας αἰτιώτατος ὑπῆρξεν· ἀλλʼ οὐδεὶς ἐκεῖνον ὁρῶν ἀνδρῶν τοσούτων ἰδιώτην ὄντα δύναμιν περιβαλλόμενον ἠγανάκτησεν ἢ πρὸς δικαστήριον εἵλκυσεν ἢ τυραννίδος ἐγράψατοʼ· διὰ δὲ ἐνθυμημάτων, ὅταν οἰκείαις τῷ προκειμένῳ χρώμενος ἐννοίαις κατασκευάζῃ τὸ παραγραφικὸν λέγων ʼποῦ γὰρ δίκαιον τηλικούτους ἀγῶνας ὑπομένειν ὑπὲρ ὧν εὖ ποιεῖν ἐσπουδάκασιν ἄνθρωποι; ποῦ τὸν προλαμβάνοντα παρασκευῇ τοὺς κινδύνους εὐθύνειν ἄξιον; ποῦ τὴν θρεψαμένην προαναρπάζειν τῶν δεινῶν οὐκ εὔλογον; εἰ γὰρ περιμενοῦμεν τοὺς καιροὺς καὶ τῶν πολεμίων ἤδη τὴν χώραν λεηλατούντων τότε πρὸς τὴν ἐπιμέλειαν τρεψόμεθα τῶν δεόντων, ὀκνῶ μὴ τοῖς ἐναντίοις πρὸς ἡδονὴν ἅπαντα πολιτευσόμεθαʼ.
ὁ μὲν οὖν φεύγων διὰ τῶν τόπων τούτων κατασκευάσει τὸ παραγραφικόν, ὁ δὲ διώκων ἀνατρέψει αὐτὸ λογισμοῖς καθολικοῖς, οἷον ʼτῶν συνειδότων ἑαυτοῖς ἐστι τὸ παραγράφεσθαι, τῶν δὲ θαρρούντων τὸ δέχεσθαι τὸν ἀγῶνα· δυοῖν 〈γὰρ〉 θάτερον, ὦ χρηστέ, ἢ κατὰ τῆς πόλεως ἅπαντα κακουργεῖς ἢ κηδόμενος ἡμῶν, ὡς ἄνω καὶ κάτω θρυλεῖς, παρεσκεύασαι τὰ πρὸς τυραννίδα· εἰ μὲν οὖν εὖ ποιῶν φανῇς, πρόδηλον ὡς καὶ δωρεὰς λήψῃ παρὰ τῶν πολιτῶν, εἰ δὲ ὥσπερ δείξειν ἐγὼ πεπίστευκα καθʼ ἡμῶν ἅπαντα ταυτὶ πεφώρασαι σκευωρούμενος, αὐτός τε ἐπιβουλεύων εὖ οἶδα παύσῃ καὶ τοὺς ἄλλους σωφρονεστέρους ὁ κατὰ σοῦ τήμερον ἀγὼν παρασκευάσει. κατʼ ἀμφότερα τοίνυν ἥκιστα παραγραπτέον σοι τὴν δίκηνʼ. διαφέρει δὲ τῆς παραγραφῆς τὸ παραγραφικόν, ὅτι ἡ μὲν στάσις ἐστί, τὸ δὲ κεφάλαιον, καὶ ἡ μὲν πάντως νόμον ἔχει προσκείμενον, τὸ δὲ οὐ, καὶ ἡ μὲν ἐκβάλλει τὸν ἀγῶνα, τὸ δὲ διαβάλλει, καὶ τὸ μὲν κατὰ τοὺς προειρημένους γίνεται τρόπους, ἡ δὲ διʼ ἑτέρων εὑρίσκεται θεωρημάτων.
70
Ἡ δὲ τῶν ἐλέγχων ἀπαίτησις ὠνόμασται μὲν ἀπὸ τοῦ τὸν φεύγοντα μάρτυρας ἀπαιτεῖν τῶν κατηγορουμένων καὶ τῷ διώκοντι μὴ συγχωρεῖν ἀμαρτύρους ποιεῖσθαι τὰς κατηγορίας. πλατύνεται δὲ ὑπὸ τοῦ φεύγοντος τέτρασι τόποις τούτοις, πηλικότητι συγκρίσει τοῖς πρός τι τοῖς περιστατικοῖς μορίοις—ἔοικε δὲ ἡ πηλικότης καὶ ἡ σύγκρισις καὶ τὰ πρός τι τῇ ἐν κοινῷ τόπῳ τριπλῇ συγκρίσει ἀπὸ τοῦ μείζονος ἀπὸ τοῦ ἴσου ἀπὸ τοῦ ἐλάττονος—· πηλικότητι μὲν οὕτως ʼμέγα ἐστὶν ὁμολογουμένως τὸ ἐπαγόμενον ἔγκλημα—εἰ τυραννὶς εἰ προδοσία τὸ κρινόμενον εἴη—, οὔκουν χρὴ μαρτύρων ἀπόντων περὶ τηλικούτων πραγμάτων ποιεῖσθαι τὴν κρίσινʼ· συγκρίσει δέ, ὅτι ʼκαὶ ἐπὶ πάντων οὕτως ἔχει τῶν παραπλησίων, φόνου δωροδοκίας παραπρεσβείας, ἅπερ ἅπασαν ἄρδην ἀνατρέπει διὰ τῆς παρανομίας τὴν πόλιν· ἀλλʼ ὅμως οὐδὲ 〈ἐπʼ〉 ἐκείνων οὐδεὶς πώποτε τῶν ἐλεγξόντων ἀπόντων ὑπέσχε τὴν κρίσινʼ· τοῖς δὲ πρός τι, ὅτι ʼἄτοπον ἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς μηδένα ἐξ ὑποψίας κρίνεσθαι, ἐπὶ δὲ τῶν τηλικούτων ἀμαρτύρους ποιεῖσθαι τὰς κατηγορίασʼ· τοῖς δὲ περιστατικοῖς μορίοις, οἷον προσώπῳ τίς εἶδε, χρόνῳ πότε, τόπῳ ποῦ, καὶ τῶν ἄλλων ἕκαστον παραπλησίως κατὰ τὴν χρείαν—διαφέρει δὲ ἡ σύγκρισις τῶν πρός τι ταύτῃ, ὅτι ἡ μὲν σύγκρισις ἐπὶ τῶν παραπλησίων λαμβάνεται, τὰ δὲ πρός τι ἐπὶ τῶν ἐλαττόνων· ἀμφότερα μὲν γὰρ συγκριτικὴν ἔχει δύναμιν.
διόπερ καὶ οὕτως καλεῖται παρὰ τῶν τεχνογράφων, διαφορὰ δὲ αὐτοῖς ἀπὸ τοῦ παραπλησίου καὶ ἐλάττονός ἐστιν, ὡς τὰ παραδείγματα δεδήλωκεν ἡμῖν ἀνωτέρω—. ἀνατρέπεται δὲ ὑπὸ τοῦ κατηγόρου ἡ τῶν ἐλέγχων ἀπαίτησις τοῖς αὐτοῖς τόποις· πηλικότητι μέν. ὅτι ʼμέγα ὁμολογουμένως τὸ ἔγκλημα, τὰ δὲ μεγάλα λαθεῖν ἀδύνατα· οὔκουν δεῖ μάρτυρας ἐπὶ τούτων καλεῖν, ἀλλὰ τοῖς πράγμασι προσέχειν, ἅπερ πιστοτατά ἐστι μαρτύρων ἁπάντωνʼ· καὶ πολλοῖς ἑτέροις χρησάμενος λογισμοῖς τὰ πρός τι συνάψει λέγων ὅτι ʼἐπὶ μὲν ὕβρεως καὶ κλοπῆς καὶ τῶν μικροτέρων ἀδικημάτων εἰκότως χρεία μαρτύρων, ὅπου καὶ λανθάνειν τῶν ἀδικημάτων ἡ βραχύτης παρασκευάζει, ἐπὶ δὲ τῶν μειζόνων οὐ μαρτυρίαις πεπλασμέναις ἀλλὰ τῶν δρωμένων ταῖς ὑπερβολαῖς προσέχειν ἄξιονʼ· τοῖς δὲ περιστατικοῖς οὕτως ʼτίνας δὲ καὶ βούλει καλέσω μάρτυρας; φίλους σοῦ· ἀλλʼ οὗτοι σοὶ συνεργοῦσιν, οὔκουν καθʼ ἑαυτῶν ἐροῦσιν. ἀλλὰ τοὺς ἀπεχθῶς πρὸς σὲ διακειμένους; ἀλλʼ εὔδηλον ὅτι τῆς ψευδομαρτυρίας αἰτιάσῃ τὴν ἀπέχθειαν. ἀλλὰ τοὺς οἰκέτας βασάνῳ τἀληθῆ λέγειν καταναγκάσομεν; καὶ τίς οὐκ οἶδεν ὡς ἐπίορκος ἀεὶ καὶ ἄπιστος ἡ τῶν ἀνδραπόδων φύσις καὶ τῶν αἰκισμῶν ἐθάδες ὑπάρχοντες διακαρτεροῦσι πρὸς τὰς πληγάς; ὅλως δὲ εἰ καὶ μάρτυρας παρειχόμην τοὺς ἐπʼ αὐτοφώρῳ κατειληφότας, οὐδεὶς ἔτι κρίσεως ὑπελείπετο καιρόσʼ· ἀπὸ δὲ χρόνου ʼνύκτα γὰρ ἐπετήρεις καὶ σκότοσʼ· ἀπὸ δὲ τόπου ʼοἴκοι γὰρ ταῦτα κατέκρυπτες ἐπιβουλεύειν ἡνίκα ἄν σοι δοκῇ τοῖς πολίταις ἐσπουδακώσʼ καὶ ὡς ἐρημίαν ὁ φονεὺς ἐπετήρει τὴν παράνομον ἐκπληρῶσαι προαίρεσιν ἐπειγόμενος.
ὁ μὲν οὖν φεύγων ἐν ἀρχῇ τῆς ἀπολογίας κέχρηται τῇ τῶν ἐλέγχων ἀπαιτήσει, ὁ δὲ διώκων ἀνατρέπει αὐτὴν μετὰ βούλησιν καὶ δύναμιν καὶ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους. καὶ ἔστι τῶν ἀεὶ ἐμπιπτόντων ἐν τῷ τελείῳ στοχασμῷ τὸ κεφάλαιον, ἐν μόνῳ δὲ στοχασμῷ τῆς γνώμης ὄντι ἁπλῷ οὐκ ἐμπίπτει ἡ τῶν ἐλέγχων ἀπαίτησις, οἷον ὡς ἐπʼ ἐκείνου νόμος τὴν ἐπιτροπευομένην γυναῖκα μήτε τὸν ἐπίτροπον μήτε τὸν παῖδα αὐτοῦ γαμεῖν, ἐπίτροπος ἀπεκήρυξε τὸν υἱόν, ἐβιάσατο τὴν κόρην ὁ παῖς, ἐκείνη γαμηθῆναι εἵλετο τῷ βιασαμένῳ, ἀναλαμβάνει τὸν παῖδα ὁ πατὴρ καὶ κρίνεται κατασοφισμοῦ. Ἡ δὲ βούλησις καὶ ἡ δύναμις ὠνόμασται μὲν ἀπὸ τοῦ τήν τε διάνοιαν καὶ τὴν δύναμιν τοῦ δεδρακότος πανταχόθεν ἐπισκοποῦντας τὸ βούλεσθαί τε καὶ δύνασθαι διὰ τῶν προσηκόντων ἐπιχειρημάτων κατασκευάζειν, ἔστι δὲ κοινὰ κεφάλαια ἀμφοτέρων, πολλὴν δὲ ἔχει πρὸς ἄλληλα τὴν συγγένειαν. καὶ τῇ φύσει μέν ἐστιν ἀχώριστα—ἄνευ γὰρ θατέρου θάτερον οὐδὲν ἰσχύει οὐδὲ εἰς δικαστήριον εἰσάγεται—, τῷ δὲ λόγῳ χωρίζεται· ὅταν γὰρ τὸ μὲν αὐτῶν πάνυ γνώριμον ᾖ καὶ δῆλον, τὸ δὲ ἄδηλον, τὸ μὲν ἄδηλον κατασκευάζεται, τὸ δὲ δῆλον παραλιμπάνεται.
ἔστι δὲ ὅτε καὶ ἡ δύναμις ἐκλείπει, ὡς ἐπʼ ἐκείνου τύραννος ἐκήρυξεν ʼὁ τὸν πατέρα ἀποκτείνας δορυφορείτω μεʼ, νεανίσκος κεφαλὴν πρεσβυτέρου δείξας ὡς τοῦ πατρὸς ἐδορυφόρει τὸν τύραννον, δορυφορῶν ἀνεῖλεν αὐτὸν καὶ κρίνεται ὡς τὸν πατέρα ἀνελών· οὐδαμῶς οὖν ἐνταῦθα τὴν δύναμιν κατασκευάσομεν διὰ τὸ πάνυ δῆλον, δυνατὸν γὰρ νεανίσκῳ πατέρα πρεσβύτην ἀνελεῖν. ἰστέον δὲ ὅτι ἐκ τῶν κοινῶν κεφαλαίων οὐ κινοῦνται ἀντιθέσεις. πλὴν ὅταν ἀξίωμα ἔχῃ τὸ φεῦγον πρόσωπον, οἷον ὡς ἐπὶ Περικλέους τοῦ κρινομένου τυραννίδος διὰ τὰς πανοπλίας. πλατύνεται 〈δὲ〉 τὰ κεφάλαια ταῦτα τοῖς ἐγκωμιαστικοῖς τόποις, γένει πατρίδι ἀγωγῇ φύσει ἐπιτηδεύμασι 〈πράξεσιν〉. τὰς δὲ πράξεις τριχῶς ἐξετάσομεν, ἀπὸ τοῦ ἴσου ἀπὸ τοῦ μείζονος ἀπὸ τοῦ ἐλάττονος· οἷον ἐρεῖ ὁ φεύγων ἀπὸ μὲν τοῦ ἴσου ὅτι ʼτοῖς γὰρ ἄλλοις δημαγωγοῖς καὶ τοῖς εὐνοοῦσι τῇ πόλει παραπλησίας ἑκάστοτε τιμῆς ἀπολαύων οὐδαμῶς ἂν εἱλόμην τήν τε πρὸς ὑμᾶς ὑπερβῆναι πίστιν καὶ τῶν ὁμοτίμων καταδεέστερος ἐπιδειχθῆναι, ἀπὸ δὲ τοῦ μείζονος, οἷον, εἰ κρίνοιτο ἐπὶ κλοπῇ, ἐρεῖ ὡς ʼεἴπερ ἥττων ὑπῆρχον τῶν αἰσχρῶν πλημμελημάτων, οὐκ ἂν τοιούτοις ἐπεχείρουν, ἃ καὶ τὴν εὐπορίαν ἐλαχίστην καὶ τὴν ἀτιμίαν ἐφάμιλλον τοῖς μείζοσι χορηγεῖ τῶν ἀδικημάτων, ἀλλʼ ἐπὶ προδοσίαν 〈ἂν〉 ἔτρεπον τὴν γνώμην καὶ κατὰ τῶν ἐν ἱεροῖς κειμένων χρημάτων ὥπλιζον τὼ χεῖρε· τούτων γὰρ ἑκάτερον νὴ Δία πλουσιώτατον ἂν ἔδειξε τὸν ὑπὸ τῆς αἰσχροκερδείας μηδʼ ὁτιοῦν ὀκνοῦντα τῶν δεινῶν.
τούτων δὲ πρὸς ἔννοιαν ἐλθὼν οὐδεπώποτε πρόδηλον ὡς καὶ τὰ σμικρὰ ταυτὶ περιεφρόνουνʼ· ἀπὸ δὲ τοῦ ἐλάττονος οὕτως ἐπιχειρήσει, οἷον, εἰ περὶ ἱεροσυλίας τις κρίνοιτο, λέξει ʼμὴ γὰρ ὑβριστὴς γέγονα πώποτε; μὴ κλέπτων ἑάλων; μὴ θρασυνόμενος πρὸς οὓς ἥκιστα ἐχρῆν; μὴ κύβους καὶ παροινίας ἀγαπῶν; ἀλλʼ οὐδεὶς ἂν εἰπεῖν ἔχοι. ὁ τοίνυν ἐλευθέραν τῶν τοιούτων τὴν διάνοιαν κεκτημένος εὔδηλον ὅτι καὶ τὰ μείζονα παντελῶς ἂν ἔδεισε τοῦ τε δαιμονίου τὴν μῆνιν ἐξευλαβούμενος καὶ τὰς ἐκ τῶν νόμων τιμωρίας τοῖς τοιούτοις ἐπηρτημένας καταπεπληγμένοσʼ. ἀνατρέψει δὲ [καὶ] ὁ κατήγορος τὴν τριπλῆν ταύτην τῶν πράξεων ἐξέτασιν διὰ τῶν αὐτῶν τόπων, ἀπὸ μὲν τοῦ ἴσου, εἰ πρότερον εἴη κεκλοφὼς ὁ φεύγων καὶ νῦν κρίνοιτο περὶ κλοπῆς, ὅτι ʼὁ γὰρ πρότερον ὑφελέσθαι τὸ ἀλλότριον ἐσπουδακὼς εἰκότως καὶ νῦν ἐπὶ τὴν παραπλησίαν κεχώρηκε τῶν κακῶν παλαίστρανʼ. ἀπὸ δὲ τοῦ μείζονος, εἰ πρότερον ἱεροσυλήσας ὕστερον φεύγοι περὶ κλοπῆς, ʼὁ γὰρ πρὸς ἱερὰ σὺν ἀνοσίᾳ τῇ χειρὶ παρελθὼν οὗτος οὐδὲ τὴν κλοπὴν ἡγήσεταί τι τῶν χαλεπωτάτωνʼ· ἀπὸ δὲ τοῦ ἥττονος, εἰ πρότερον κλέψας νῦν ἱεροσυλίας φεύγοι γραφήν, ʼὁ γὰρ τοῖς μικροτέροις τῶν ἀδικημάτων παιδοτριβήσας τὴν ἑαυτοῦ γνώμην ὁδῷ βαδίζων ἐπὶ τὰ μείζονα κεχώρηκε τῶν πονηρευμάτων, καὶ παιδιὰν ἡγησάμενος τὴν κλοπὴν ἐπὶ τὴν ἱεροσυλίαν ὥς τι τῶν σπουδαιοτάτων κεχώρηκενʼ.
75
διαιρήσεις δὲ τὴν αἰτίαν εἰς δύο, εἴς τε τὴν προκαταρκτικὴν αἰτίαν καὶ εἰς τὴν τελικήν, οἷον, εἰ ὕβρεώς τις κρίνοιτο, ἐρεῖ ʼὕβρισας, ἔχθρα γὰρ ἐκίνει σοι πρὸς ὕβριν τὸν λογισμόνʼ· αὕτη προκαταρκτικὴ καλεῖται αἰτία, ἄρχει γὰρ ἡ ἔχθρα τῆς ὕβρεως· τελικὴ δέ, ὡς ἐπὶ τοῦ ἀσώτου, εἴ τις κρίνοιτο υἱὸς πατέρα ἀνελών, ʼἀπέκτεινας τὸν πατέρα, κληρονομήσειν γὰρ ἤλπιζεσʼ καὶ ἐπὶ Περικλέους ʼπανοπλίας παρεσκευάσω τοσαύτας, τυραννίδα γὰρ κατὰ τοῦ δήμου περιεσκόπεισʼ. περὶ δὲ τάξεως βουλήσεώς τε καὶ δυνάμεως ἰστέον ὅτι ποτὲ μὲν τὸ ἕτερον λέγοντες συνυπακουόμενον ἔχομεν καὶ θάτερον, ποτὲ δὲ ἄμφω τάττομεν πλατέως κατὰ τὴν τοῦ λόγου χρείαν ἢ τὴν βούλησιν προτάττοντες ἢ τὴν δύναμιν. ἐπειδὴ δὲ ὁ Μητροφάνης ἔφη τὴν δύναμιν ἐν τῷ στοχασμῷ τοὺς φεύγοντας παραλιμπάνειν, ὅταν ὑπάρχοντες δυνατοὶ κρίνωνται [τυραννίδος ἐπιθέσεως], χρὴ γινώσκειν, ὡς οὐδὲ ἐκεῖνοι παραδραμοῦνται τὴν δύναμιν ἀνεξέταστον—ἢ σιωπῶντες ἑαυτοῖς συνειδέναι δόξουσιν—ἀλλὰ τὸ κρινόμενον ἐπὶ πλέον αὐξήσουσιν, οἷον ἐπὶ τυραννίδος 〈ἐπιθέσεωσ〉 ὡς ʼἀναριθμήτων χρεία χρημάτων τοῖς τοιούτοις στρατιωτῶν συμμάχων, ταῦτα δὲ παρασκευάζειν οἱ μὴ τοῖς πλούτοις ὑπερβάλλοντες ἀδύνατοι· ἐμοὶ δὲ χρήματα μὲν ἐκ πατέρων ἐστίν, ὅσα μὴ πένητα δείκνυσι καὶ τὰς ὑπὲρ τῆς πατρίδος κατὰ τὸ δέον 〈εἰσφέρειν〉 εἰσφορὰς ἕτοιμον ἀπεργάζεται, τυραννίδας δὲ καὶ τὴν κατὰ τῶν πολιτῶν ἐπανάστασιν οὐδὲ ὄναρ περισκοπεῖν ἐπιτρέπειʼ.
Μετὰ δὲ τοῦτό ἐστι τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἅπερ ὠνόμασται μὲν οὕτως, ἐπειδὴ ἀπὸ τῆς ἀρχῆς τοῦ ζητήματος μέχρι τέλους ταῦτά ἐστι τὰ ἐξεταζόμενα. καλεῖται δὲ καὶ εἰκότα, διότι περὶ τὴν τοῦ ἐνδεχομένου φύσιν ἐξετάζεται· ἐνδέχεται γὰρ τὸν παρεστῶτα τῷ νεοσφαγεῖ σώματι καὶ πεφονευκέναι τὸν κείμενον καὶ διʼ οἶκτον παρεστάναι γῇ κρύπτειν ἐπειγόμενον. ἐν μὲν οὖν τοῖς ἁπλοῖς στοχασμοῖς ὀλίγα ἐστὶ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, ἐν δὲ τοῖς συνεζευγμένοις πλείονα, οἷον ὑπώπτευσέ τις τὸν οἰκέτην ἐπὶ τῇ γυναικί, δήσας ἀπεδήμησε, θεσμοφορίων ἐπιστάντων νόμου κελεύοντος ἔλυσεν αὐτὸν ἡ γυνή, ὁ δεσπότης ἐπανιὼν εὕρηται νεκρὸς ἀσκύλευτος, ἀφανὴς γέγονεν ὁ παῖς καὶ κρίνεται συνειδότος ἡ γυνή· ἐνταῦθα ἀπὸ τῆς τοῦ ἀνδρὸς ὑποψίας λαβόντα τὴν ἀρχὴν τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους μέχρι τοῦ συνειδέναι τὴν γυναῖκα τῷ φόνῳ ἵσταται. ἔστι δὲ τῶν ἀεὶ ἐμπιπτόντων ἐν τῷ ἁπλῷ τελείῳ στοχασμῷ ἐκ μόνου τοῦ κατηγόρου κινούμενα, ποτὲ δὲ καὶ κοινὸν ἀμφοῖν γίνεται, σπανίως δὲ μόνου τοῦ φεύγοντος. γίγνεται μὲν γὰρ μόνου τοῦ κατηγόρου, ὡς ἐπὶ Περικλέους ʼὅπου γὰρ πανοπλίας τοσαύτας οἴκοι κατακρύψας ἔχεις, πρόδηλος εἶ τυραννῆσαι σπεύδωνʼ.
κοινὰ δὲ γίνεται ἀμφοῖν, ὡς ἐπʼ ἐκείνου συνεχῶς τις καθαιρόμενος τοῖς τῶν ἀνδροφόνων καθαρσίοις κρίνεται φόνου· ὅ τε γὰρ κατήγορος ἐρεῖ ὅτι ʼσυνεχῶς τοῖς ἐπὶ φόνῳ καθαρμοῖς καθαιρόμενος συνειδέναι τί μοι δοκεῖς σαυτῷ κακόνʼ, ὅ τε φεύγων ἀπολογούμενος λέξει ὡς ʼτοσοῦτον ἀπέχω τῆς ἀνδροφονίας ὥστε καὶ συνεχῶς καθαρσίοις προσιέναι θεοῖς παλαιῶν ἀσεβημάτων ἐμαυτὸν ἐξάντη καθιστάς· φόνων δὲ συνεχείᾳ καὶ καθαρμοῖς μυρίοις κοινὸν οὐδὲ ἕνʼ. γίνεται δὲ καὶ ἐπὶ διαφόρων πραγμάτων κοινὰ τὰ ἀπʼ ἀρχῆς ἄχρι τέλους, οἷον ἐγράψατό τις τυραννίδος ἐπιθέσεώς τινα, μετεώρου τῆς δίκης οὔσης ὁ τοῦ φεύγοντος ἀδελφὸς ἀριστεύσας ᾔτησεν ἀναίρεσιν τῆς γραφῆς, ἔλαβε, μετὰ ταῦτα τυραννοῦντα τὸν ἀδελφὸν ἀπέκτεινε καὶ κρίνεται ὁ ἀριστεύσας συνειδότος· ὁ μὲν οὖν κατήγορος ἐρεῖ ὅτι ʼσυνῄδεις αὐτῷ τὴν τυραννίδα, διὰ τοῦτο γὰρ ἁλίσκεσθαι μέλλοντα ἐξῃτήσω καὶ μικρὸν ὕστερον ἀνεῖλες ἐκποδὼν καταστῆσαι σπεύδων τὸν ἔλεγχονʼ, ὁ δὲ φεύγων ἀπολογήσεται ὅτι ʼπρότερον μὲν συκοφαντεῖσθαι τὸν ἀδελφὸν νομίζων εἰς τὸ γέρας τῆς ἀριστείας ᾔτησα τὴν ἀναίρεσιν τῆς γραφῆς, ὕστερον δὲ περιφανῶς τυραννοῦντα καταμαθὼν οὐδὲ κρίσεως ἄξιον ἐπὶ τηλικούτοις ἡγούμηνʼ γίνεται δὲ σπανίως καὶ μόνου τοῦ φεύγοντος, ὡς ἐπʼ ἐκείνου τρεῖς τις ἔχων παῖδας ὀλυμπιονίκας τοὺς δύο ἀποβαλὼν ἦλθεν ἐπὶ βρόχον, μέλλοντα αὐτὸν ἀποπνίγεσθαι ὁ νεώτερος καθεῖλεν, ἱεροσυλίας γενομένης ἔφησεν ὁ πατὴρ ἑαυτὸν ἱεροσυληκέναι καὶ ὁ παῖς ἀντιλέγει· ὁ γὰρ παῖς τοῦ φεύγοντος ἔχων τὴν τάξιν τοῦ πατρὸς τὴν συμφορὰν διηγήσεται καὶ τὴν αἰτίαν, διʼ ἣν ἐπιβουλεῦσαι ἑαυτῷ θέλει.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top