F 1a
ATHEN. 4, 38 p. 153 D: Τίμαιος δʼ ἐν τῆι πρώτηι τῶν Ἱστοριῶν καὶ τὰς θεραπαίνας φησὶ παρʼ αὐτοῖς μέχρι οὗ ἂν αὐξηθῶσι γυμνὰς διακονεῖσθαι.
F 1b
ATHEN. 12, 14 p. 517 D: παρὰ δὲ Τυρρηνοῖς ἐκτόπως τρυφήσασιν ἱστορεῖ Τίμαιος ἐν τῆι α ὅτι αἱ θεράπαιναι γυμναὶ τοῖς ἀνδράσι διακονοῦνται.
F 2*
DIOG. LAERT. 8, 66: (F 134) ὕστερον δʼ ὁ Ἐμπεδοκλῆς καὶ τὸ τῶν χιλίων ἄθροισμα κατέλυσε συνεστὼς ἐπὶ ἔτη τρία, ὥστε οὐ μόνον ἦν τῶν πλουσίων ἀλλὰ καὶ τῶν τὰ δημοτικὰ φρονούντων. ὅ γέ τοι Τίμαιος ἐν τῆι πρώτηι καὶ δευτέραι (?)—πολλάκις γὰρ αὐτοῦ μνημονεύει—φησὶν ἐναντίαν ἐσχηκέναι γνώμην αὐτὸν 〈ἔν〉 τε τῆι πολιτείαι 〈καὶ ἐν τῆι ποιήσει· ὅπου μὲν γὰρ μέτριον καὶ ἐπιεικῆ〉 φαίνεσθαι, ὅπου δὲ ἀλαζόνα καὶ φίλαυτον [ἐν τῆι ποιήσει]· φησὶ γοῦν «χαίρετʼ, ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός,/ πωλεῦμαι» καὶ τὰ ἑξῆς (Vorsokr. 5 31 [21] B 112). καθʼ ὃν δὲ χρόνον ἐπεδήμει Ὀλυμπίασιν, ἐπιστροφῆς ἠξιοῦτο πλείονος, ὥστε μηδενὸς ἑτέρου μνείαν γίγνεσθαι ἐν ταῖς ὁμιλίαις τοσαύτην ὅσην Ἐμπεδοκλέους.
F 3
POLYB. 12, 3, 7: καθάπερ δὲ καὶ περὶ τῶν κατὰ Λιβύην ἀπεσχεδίακεν (F 81), οὕτως καὶ περὶ τῶν κατὰ τὴν νῆσον τὴν προσαγορευομένην Κύρνον. (8) καὶ γὰρ ὑπὲρ ἐκείνης μνημονεύων ἐν τῆι δευτέραι βύβλωι φησὶν αἶγας ἀγρίας καὶ πρόβατα καὶ βοῦς ἀγρίους ὑπάρχειν ἐν αὐτῆι πολλούς, ἔτι δʼ ἐλάφους καὶ λαγὼς καὶ λύκους καί τινα τῶν ἄλλων ζώιων, καὶ τοὺς ἀνθρώπους περὶ ταῦτα διατρίβειν κυνηγετοῦντας καὶ τὴν ὅλην τοῦ βίου διαγωγὴν ἐν τούτοις ἔχειν. (9) κατὰ δὲ τὴν προειρημένην νῆσον οὐχ οἷον αἲξ ἄγριος ἢ βοῦς ἀλλʼ οὐδὲ λαγὼς οὐδὲ λύκος οὐδʼ ἔλαφος οὐδʼ ἄλλο τῶν τοιούτων ζώιων οὐδέν ἐστι πλὴν ἀλωπέκων καὶ κυνίκλων καὶ προβάτων ἀγρίων. (10) ὁ δὲ κύνικλος πόρρωθεν μὲν ὁρώμενος εἶναι δοκεῖ λαγὼς μικρός, ὅταν δʼ εἰς τὰς χεῖρας λάβηι τις, μεγάλην ἔχει διαφοράν … γίνεται δὲ τὸ πλεῖον μέρος κατὰ γῆς. (4) δοκεῖ γε μὴν πάντʼ εἶναι τὰ ζῶια κατὰ τὴν νῆσον ἄγρια διὰ τοιαύτην αἰτίαν· (2) οὐ δύνανται κατὰ τὰς νομὰς συνακολουθεῖν οἱ ποιμαίνοντες τοῖς θρέμμασι διὰ τὸ σύνδενδρον καὶ κρημνώδη καὶ τραχεῖαν εἶναι τὴν νῆσον· ἀλλʼ ὅταν βούλωνται συναθροῖσαι, κατὰ τοὺς εὐκαίρους τόπους ἐφιστάμενοι, τῆι σάλπιγγι συγκαλοῦσι τὰ ζῶια, καὶ πάντα πρὸς τὴν ἰδίαν ἀδιαπτώτως συντρέχει σάλπιγγα. (3) λοιπὸν ὅταν τινὲς προσπλεύσαντες πρὸς τὴν νῆσον αἶγας ἢ βοῦς θεάσωνται νεμομένας ἐρήμους, κἄπειτα βουληθῶσι καταλαβεῖν, οὐ προσίεται τὰ ζῶια διὰ τὴν ἀσυνήθειαν, ἀλλὰ φεύγει. (4) ὅταν δὲ καὶ συνιδὼν ὁ ποιμὴν τοὺς ἀποβαίνοντας σαλπίσηι, προτροπάδην ἅμα φέρεται καὶ συντρέχει πρὸς τὴν σάλπιγγα· διὸ φαντασίαν ἀγρίων ποιεῖ· ὑπὲρ ὧν Τίμαιος κακῶς καὶ παρέργως ἱστορήσας ἐσχεδίασ ε . (5) τὸ δὲ τῆι σάλπιγγι πειθαρχεῖν οὔκ ἐστι θαυμάσιον κτλ.
F 4
DIOG. LAERT. 1, 114: φησὶ δὲ Δημήτριός τινας ἱστορεῖν ὡς λάβοι (Epimenides 457 T 1) παρὰ νυμφῶν ἔδεσμά τι καὶ φυλάττοι ἐν χηλῆι βοός· προσφερόμενός τε κατʼ ὀλίγον μηδεμιᾶι κενοῦσθαι ἀποκρίσει μηδὲ ὀφθῆναί ποτε ἐσθίων. μέμνηται αὐτοῦ καὶ Τίμαιος ἐν τῆι δευτέραι.
F 5
ATHEN. 6, 103 p. 272 B: (F 11b) κἀν τῆι τρίτηι δὲ τῶν Ἱστοριῶν ὁ Ἐπιτίμαιος ἔφη οὕτως εὐδαιμονῆσαι τὴν Κορινθίων πόλιν, ὡς κτήσασθαι δούλων μυριάδας ἓξ καὶ τεσσαράκοντα· διʼ ἃς ἡγοῦμαι καὶ τὴν Πυθίαν αὐτοὺς κεκληκέναι χοινικομέτρας.
F 6
DIOG. LAERT. 8, 67: περὶ δὲ τοῦ θανάτου διάφορός ἐστιν αὐτοῦ λόγος. (71) τούτοις δʼ ἐναντιοῦται Τίμαιος, ῥητῶς λέγων ὡς ἐξεχώρησεν εἰς Πελοπόννησον καὶ τὸ σύνολον οὐκ ἐπανῆλθεν, ὅθεν αὐτοῦ καὶ τὴν τελευτὴν ἄδηλον εἶναι. πρὸς δὲ τὸν Ἡρακλείδην καὶ ἐξ ὀνόματος ποιεῖται τὴν ἀντίρρησιν ἐν τῆι δ (?)· Συρακόσιόν τε γὰρ εἶναι τὸν Πεισιάνακτα καὶ ἀγρὸν οὐκ ἔχειν ἐν Ἀκράγαντι, Παυσανίαν τε μνημεῖον 〈ἂν〉 πεποιηκέναι τοῦ φίλου, τοιούτου διαδοθέντος λόγου, ἢ ἀγαλμάτιόν τι ἢ σηκὸν οἷα θεοῦ· καὶ γὰρ πλούσιον εἶναι. « πως οὖ ν » φησίν « εἰς τοὺς κρατῆρας ἥλατ ο , ὧν σύνεγγυς ὄντων οὐδὲ μνείαν ποτὲ ἐπεποίητ ο ; τετελεύτηκεν οὖν ἐν Πελοποννήσω ι». (72) οὐδὲν δὲ παράδοξον τάφον αὐτοῦ μὴ φαίνεσθαι· μηδὲ γὰρ ἄλλων πολλῶν. τοιαῦτά τινα εἰπὼν ὁ Τίμαιος ἐπιφέρει· « ἀλλὰ διὰ παντός ἐστιν Ἡρακλείδης τοιοῦτος παραδοξολόγο ς , καὶ ἐκ τῆς σελήνης πεπτωκέναι ἄνθρωπον λέγω ν».
F 7
POLYB. 12, 28, 8: (T 19 p. 590, 16) κατὰ γὰρ τὸ προοίμιον τῆς ἕκτης βίβλου φησί τινας ὑπολαμβάνειν διότι τινὸς μείζονος δεῖται φύσεως, καὶ φιλοπονίας καὶ παρασκευῆς τὸ τῶν ἐπιδεικτικῶν λόγων γένος ἢ τὸ τῆς ἱστορίας. (9) ταύτας δὲ τὰς δόξας πρότερον μὲν Ἐφόρωι (70 F 111) φησὶ προσπεσεῖν, οὐ δυνηθέντος δʼ ἱκανῶς ἐκείνου πρὸς ταῦτα λέγοντας ἀπαντῆσαι, πειρᾶται συγκρίνειν αὐτὸς ἐκ παραβολῆς τὴν ἱστορίαν τοῖς ἐπιδεικτικοῖς λόγοις, πρᾶγμα ποιῶν πάντων ἀτοπώτατον. (10) πρῶτον μὲν τὸ καταψεύσασθαι τοῦ συγγραφέως. ὁ γὰρ Ἔφορος …. (11) κατὰ δέ τινα συντυχίαν εὐχαριστότατα καὶ πιθανώτατα περὶ τῆς συγκρίσεως εἴρηκε τῆς τῶν ἱστοριογράφων καὶ λογογράφων. (12) ὁ δʼ ἵνα μὴ δόξηι ταὐτὰ λέγειν Ἐφόρωι, πρὸς τῶι κατεψεῦσθαι ἐκείνου καὶ τῶν λοιπῶν . ν κα(τ)έγνωσκε γὰρ … πʼ ἄλλων δεόντως κεχειρισμένα μακρῶς καὶ ἀσαφῶς καὶ τῶι παντὶ χεῖρον ἐξηγούμενος οὐδένα τῶν ζώντων ὑπέλαβε τοῦτο παρατηρήσειν. (28a) οὐ μὴν ἀλλὰ βουλόμενος αὔξειν τὴν ἱστορίαν, πρῶτον μὲν τηλικαύτην εἶναί φησι διαφορὰν τῆς ἱστορίας πρὸς τοὺς ἐπιδεικτικοὺς λόγους, ἡλίκην ἔχει τὰ κατʼ ἀλήθειαν ὠικοδομημένα καὶ κατεσκευασμένα τῶν ἐν ταῖς σκηνογραφίαις φαινομένων τόπων καὶ διαθέσεων. (2) δεύτερον αὐτὸ τὸ συναθροῖσαί φησι τὴν παρασκευὴν τὴν πρὸς τὴν ἱστορίαν μεῖζον ἔργον εἶναι τῆς ὅλης πραγματείας τῆς περὶ τοὺς ἐπιδεικτικοὺς λόγους· (3) αὐτὸς γοῦν τηλικαύτην ὑπομεμένηκε δαπάνην καὶ κακοπάθειαν τοῦ συναγαγεῖν τὰ παρὰ Τυρίων ὑπομνήματα καὶ πολυπραγμονῆσαι τὰ Λιγύων ἔθη καὶ Κελτῶν, ἅμα δὲ τούτοις Ἰβήρων, ὥστε μηδʼ ἂν αὐτὸς ἐλπίσαι μήτʼ ἂν ἑτέροις ἐξηγούμενος πιστευθῆναι περὶ τούτων.
F 8
PHOT. SUD. s. v. Καλλικύριοι· οἱ ἀντὶ τῶν Γεωμόρων ἐν Συρακούσαις γενόμενοι, πολλοί τινες τὸ πλῆθος— δοῦλοι δ ’ ἦσαν οὗτοι τῶν φυγάδω ν , ὡς Τίμαιος ἐν ϛ — , ὅθεν τοὺς ὑπερβολῆι πολλοὺς Καλλικυρίους ἔλεγον. ὠνομάσθησαν δὲ ἀπὸ τοῦ εἰς ταὐτὸ συνελθεῖν παντοδαποὶ ὄντες, ὡς Ἀριστοτέλης ἐν Συρακουσίων πολιτείαι (IV), ὅμοιοι τοῖς Λακεδαιμονίων Εἵλωσι καὶ παρὰ Θεσσαλοῖς Πενέσταις καὶ παρὰ Κρησὶν Κλαρώταις. καὶ παροιμία ʼΚαλλικυρίων πλείουσʼ· τοῦτο ἐλέγετο, εἴποτε πλῆθος ἤθελον ἐμφῆναι· οἱ γὰρ Καλλικύριοι δοῦλοι ἦσαν, πλείους τῶν κυρίων αὐτῶν, ὥστε καὶ αὐτοὺς ἐξέβαλον.
F 9
ATHEN. 12, 58 p. 541 BC: περὶ δὲ Σμινδυρίδου τοῦ Συβαρίτου καὶ τῆς τούτου τρυφῆς ἱστόρησεν Ἡρόδοτος ἐν τῆι ἕκτηι (127), ὡς ἀποπλέων ἐπὶ τὴν μνηστείαν τῆς Κλεισθένους τοῦ Σικυωνίων τυράννου θυγατρὸς Ἀγαρίστης, φησίν «ἀπὸ μὲν Ἰταλίης Σμινδυρίδης ὁ Ἱπποκράτεος Συβαρίτης, ὃς ἐπὶ πλεῖστον δὴ χλιδῆς εἷς ἀνὴρ ἀφίκετο»· εἵποντο γοῦν αὐτῶι χίλιοι μάγειροι καὶ ὀρνιθευταί. ἱστορεῖ περὶ αὐτοῦ καὶ Τίμαιος ἐν τῆι ἑβδόμηι.
F 10
ATHEN. 13, 32 p. 573 CD: νόμιμόν ἐστιν ἀρχαῖον ἐν Κορίνθωι, ὡς καὶ Χαμαιλέων ὁ Ἡρακλεώτης (IV) ἱστορεῖ ἐν τῶι Περὶ Πινδάρου, ὅταν ἡ πόλις εὔχηται περὶ μεγάλων τῆι Ἀφροδίτηι, συμπαραλαμβάνεσθαι πρὸς τὴν ἱκετείαν τὰς ἑταίρας ὡς πλείστας, καὶ ταύτας προσεύχεσθαι τῆι θεῶι καὶ ὕστερον ἐπὶ τοῖς ἱεροῖς παρεῖναι. καὶ ὅτε δὴ ἐπὶ τὴν Ἑλλάδα τὴν στρατείαν ἦγεν ὁ Πέρσης, ὡς καὶ Θεόπομπος ἱστορεῖ (115 F 285) καὶ Τίμαιος ἐν τῆι ἑβδόμη ι , αἱ Κορίνθιαι ἑταῖραι εὔξαντο ὑπὲρ τῆς τῶν Ἑλλήνων σωτηρίας, εἰς τὸν τῆς Ἀφροδίτης ἐλθοῦσαι νεών. διὸ καὶ Σιμωνίδης (F 104 Diehl 2 ) ….
F 11a
ATHEN. 6, 86 p. 264 CD: Τίμαιος δʼ ὁ Ταυρομενίτης ἐν τῆι ἐνάτηι τῶν Ἱστοριῶν « οὐκ ἦ ν » φησί « πάτριον τοῖς Ἕλλησιν ὑπὸ ἀργυρωνήτων τὸ παλαιὸν διακονεῖσθα ι», γράφων οὕτως· « καθόλου δὲ ἠιτιῶντο τὸν Ἀριστοτέλη διημαρτηκέναι τῶν Λοκρικῶν ἐθῶν · οὐδὲ γὰρ κεκτῆσθαι νόμον εἶναι τοῖς Λοκροῖ ς , ὁμοίως δὲ οὐδὲ Φωκεῦσι ν , οὔτε θεραπαίνας οὔτε οἰκέτας πλὴν ἐγγὺς τῶν χρόνω ν , ἀλλὰ πρώτηι τῆι Φιλομήλου γυναικὶ τοῦ καταλαβόντος Δελφοὺς δύο θεραπαίνας ἀκολουθῆσα ι . παραπλησίως δὲ καὶ Μνάσωνα τὸν Ἀριστοτέλους ἑταῖρον χιλίους οἰκέτας κτησάμενο ν , διαβληθῆναι παρὰ τοῖς Φωκεῦσι ν , ὡς τοσούτοις τῶν πολιτῶν τὴν ἀναγκαίαν τροφὴν ἀφηιρημένον · εἰθίσθαι γὰρ ἐν ταῖς οἰκειακαῖς διακονεῖν τοὺς νεωτέρους τοῖς πρεσβυτέροι ς» .
F 11b
—6, 103 p. 272 AB: Τίμαιος δʼ ὁ Ταυρομενίτης ἐκλαθόμενος αὑτοῦ—ἐλέγχει δʼ αὐτὸν εἰς τοῦτο Πολύβιος ὁ Μεγαλοπολίτης διὰ τῆς δωδεκάτης τῶν Ἱστοριῶν (12, 6, 7)—οὐκ εἶναι ἔφη σύνηθες τοῖς Ἕλλησι δούλους κτᾶσθαι, αὐτὸς εἰπὼν ὁ Ἐπιτίμαιος (T 16) …, [εἰπὼν γὰρ] ὅτι Μνάσων ὁ Φωκεὺς πλείους ἐκέκτητο δούλους τῶν χιλίων. κἀν τῆι τρίτηι (F 5) …
F 12*
POLYB. 12, 5, 1: ἐμοὶ δὴ συμβαίνει καὶ παραβεβληκέναι πλεονάκις εἰς τὴν τῶν Λοκρῶν πόλιν καὶ παρεσχῆσθαι χρείας αὐτοῖς ἀναγκαίας … (3) ἐξ ὧν … ἡμᾶς ἠμείψαντο τοῖς τιμίοις καὶ φιλανθρώποις· διόπερ ὀφείλω μᾶλλον εὐλογεῖν Λοκροὺς ἢ τοὐναντίον. (4) ἀλλʼ ὅμως οὐκ ὤκνησα καὶ λέγειν καὶ γράφειν ὅτι τὴν ὑπʼ Ἀριστοτέλους παραδιδομένην ἱστορίαν περὶ τῆς ἀποικίας ἀληθινωτέραν εἶναι συμβαίνει τῆς ὑπὸ Τιμαίου λεγομένης. (5) σύνοιδα γὰρ τοῖς ἀνθρώποις ὁμολογοῦσιν ὅτι παραδόσιμος αὐτοῖς ἐστιν αὕτη περὶ τῆς ἀποικίας ἡ φήμη παρὰ πατέρων, ἣν Ἀριστοτέλης εἴρηκεν, οὐ Τίμαιος· καὶ τούτων γε τοιαύτας ἔφερον ἀποδείξεις. (6) πρῶτον μὲν ὅτι πάντα τὰ διὰ προγόνων ἔνδοξα παρʼ αὐτοῖς ἀπὸ τῶν γυναικῶν, οὐκ ἀπὸ τῶν ἀνδρῶν ἐστιν, οἷον εὐθέως εὐγενεῖς παρά σφισι νομίζεσθαι τοὺς ἀπὸ τῶν ἑκατὸν οἰκιῶν λεγομένους· (7) ταύτας δʼ εἶναι τὰς ἑκατὸν οἰκίας τὰς προκριθείσας ὑπὸ τῶν Λοκρῶν πρὶν ἢ τὴν ἀποικίαν ἐξελθεῖν, ἐξ ὧν ἔμελλον οἱ Λοκροὶ κατὰ τὸν χρησμὸν κληροῦν τὰς ἀποσταλησομένας παρθένους εἰς Ἴλιον. (8) τούτων δή τινας τῶν γυναικῶν συνεξᾶραι μετὰ τῆς ἀποικίας, ὧν τοὺς ἀπογόνους ἔτι νῦν εὐγενεῖς νομίζεσθαι καὶ καλεῖσθαι τοὺς ἀπὸ τῶν ἑκατὸν οἰκιῶν. (9) πάλιν ὑπὲρ τῆς φιαληφόρου παρʼ αὐτοῖς λεγομένης τοιαύτη τις ἱστορία παραδέδοτο, (10) διότι καθʼ ὃν καιρὸν τοὺς Σικελοὺς ἐκβάλοιεν τοὺς κατασχόντας τὸν τόπον τοῦτον τῆς Ἰταλίας, ὧν καὶ ταῖς θυσίαις προηγεῖτο τῶν ἐνδοξοτάτων καὶ τῶν εὐγενεστάτων ὑπάρχων παῖς, αὐτοὶ καὶ πλείω τῶν Σικελικῶν ἐθῶν παραλαβόντες, διὰ τὸ μηδὲν αὐτοῖς πάτριον ὑπάρχειν καὶ τοῦτο διαφυλάττοιεν ἀπʼ ἐκείνων, (11) αὐτὸ δὲ τοῦτο διορθώσαιντο τὸ μὴ παῖδα ποιεῖν ἐξ αὑτῶν τὸν φιαληφόρον ἀλλὰ παρθένον διὰ τὴν ἀπὸ τῶν γυναικῶν εὐγένειαν. (6) συνθῆκαι δὲ πρὸς μὲν τοὺς κατὰ τὴν Ἑλλάδα Λοκροὺς οὔτʼ ἦσαν οὔτʼ ἐλέγοντο παρʼ αὐτοῖς γεγονέναι, πρὸς μέντοι Σικελοὺς πάντες εἶχον ἐν παραδόσει. ταῦτα μὲν οὖν λέγεται παρὰ Λοκροῖς. (6a) ἐκ τούτων ἄν τις συλλογιζόμενος Ἀριστοτέλει πρόσχοι μᾶλλον ἢ Τιμαίωι· καὶ μὴν τὸ συνεχὲς τούτωι τελέως ἄτοπον. (2) τὸ γὰρ ὑπολαμβάνειν, καθάπερ ἐκεῖνος ὑποδείκνυσιν, ὡς οὐκ εἰκὸς ἦν τοὺς οἰκέτας τῶν Λακεδαιμονίοις συμμαχησάντων τὴν τῶν κυρίων εὔνοιαν ἀναφέρειν πρὸς τοὺς ἐκείνων φίλους εὔηθες. (3) ἧι καὶ τὸ τοὺς Ἀθηναίους πορθῆσαι τὴν χώραν αὐτῶν οὐδέν ἐστι σημεῖον ψευδῆ λέγειν τὸν Ἀριστοτέλην· (4) εὐλόγου γὰρ ὄντος ἐκ τῶν προειρημένων, εἰ καὶ δεκάκις ἦσαν οἰκέται, τοῦ προσπεποιῆσθαι τὴν τῶν Λακεδαιμονίων φιλίαν τοὺς ἐξάραντας ἐκ τῶν Λοκρῶν καὶ κατασχόντας εἰς τὴν Ἰταλίαν, εὔλογος γίνεται καὶ ἡ τῶν Ἀθηναίων ἀλλοτριότης ἡ πρὸς (αὐτοὺς) τοὺς προειρημένους, οὐκ ἐξεταζόντων 〈οὕτωσ〉 τὸ γένος ὡς τὴν προαίρεσιν. (5) νὴ Δία ἀλλὰ πῶς αὐτοὶ μὲν ἐξαπέστελλον οἱ Λακεδαιμόνιοι τοὺς ἀκμάζοντας εἰς τὴν πατρίδα τεκνοποιίας χάριν, τοὺς δὲ Λοκροὺς τὸ παραπλήσιον οὐκ εἴων ποιεῖν …. (9) διόπερ οἱ Λοκροὶ μήτε ταῖς ἀραῖς ὄντες ἔνοχοι μήτε τοῖς ὅρκοις 〈οἷσ〉 ὤμοσαν οἱ Λακεδαιμόνιοι …. τῆς μὲν κατὰ τὸ κοινὸν ἐξαποστολῆς εὐλόγως οὐ μετέσχον, (10) κατὰ δὲ μέρος τὰς ἐπανόδους ποιούμενοι καὶ σπανίως ἔδοσαν ἀναστροφὴν ταῖς γυναιξὶ πρὸς οἰκέτας γενέσθαι συνηθεστέραν ἢ πρὸς τοὺς ἐξ ἀρχῆς ἄνδρας, ταῖς δὲ παρθένοις καὶ μᾶλλον· ὃ καὶ τῆς ἐξαναστάσεως αἴτιον γέγονεν. (9) σκεψώμεθα δὴ καὶ τὴν αὐτοῦ τοῦ Τιμαίου προαίρεσιν, καὶ τὰς ἀποφάσεις συγκρίνωμεν ἐκ παραθέσεως, ἃς πεποίηται περὶ τῆς αὐτῆς ἀποικίας, ἵνα γνῶμεν πότερος ἄξιος ἔσται τῆς τοιαύτης κατηγορίας. (2) φησὶ τοιγαροῦν κατὰ τὴν αὐτὴν βίβλον, οὐκέτι κατὰ τὸν αὐτὸν εἰκότα λόγον χρώμενος τοῖς ἐλέγχοις, ἀλλʼ ἀληθινῶς αὐτὸς ἐπιβαλὼν εἰς τοὺς κατὰ τὴν Ἑλλάδα Λοκρούς, ἐξετάζειν τὰ περὶ τῆς ἀποικίας. (3) τοὺς δὲ πρῶτον μὲν ἐπιδεικνύειν αὐτῶι συνθήκας ἐγγράπτους, ἔτι καὶ νῦν διαμενούσας πρὸς τοὺς ἐξαπεσταλμένους, αἷς ἐπιγεγράφθαι τὴν ἀρχὴν τοιαύτην «ὡς γονεῦσι πρὸς τέκνα». (4) πρὸς δὲ τούτοις εἶναι δόγματα,
F 12* (50)
καθʼ ἃ πολιτείαν ὑπάρχειν ἑκατέροις παρʼ ἑκατέροις. καθόλου δὲ ἀκούοντας τὴν Ἀριστοτέλους ἐξήγησιν περὶ τῆς ἀποικίας θαυμάζειν τὴν ἰταμότητα τοῦ συγγραφέως. (5) μεταβὰς δὲ πάλιν ἐπὶ τοὺς ἐν Ἰταλίαι Λοκρούς, εὑρίσκειν ἀκολούθους καὶ τοὺς νόμους φησὶ τοὺς παρʼ αὐτοῖς καὶ τοὺς ἐθισμοὺς οὐ τῆι τῶν οἰκετῶν ῥαιδιουργίαι, τῆι δὲ τῶν ἐλευθέρων ἀποικίαι. (6) πάντως γὰρ καὶ τοῖς ἀνδραποδισταῖς ἐπιτίμια τετάχθαι παρʼ αὐτοῖς, ὁμοίως τοῖς μοιχοῖς, τοῖς δραπέταις, ὧν οὐδὲν ἂν ὑπάρχειν, εἰ συνήιδεισαν αὑτοῖς ἐκ τοιούτων πεφυκόσι. (10) πρῶτον δὴ διαπορήσαι τις ἂν πρὸς τίνας τῶν Λοκρῶν παραγενόμενος ἐπυνθάνετο περὶ τούτων ….. (3) ἐπεὶ δὲ δύο ἔθνη Λοκρῶν ἐστι, πρὸς ποτέρους ἦλθε …. οὐδὲν γὰρ ἡμῖν διασαφεῖται τούτων. (4) καίτοι διότι τοῦτʼ ἴδιόν ἐστι Τιμαίου καὶ ταύτηι παρημίλληται τοὺς ἄλλους συγγραφέας καὶ καθόλου τῆιδέ πηι τῆς ἀποδοχῆς ** —λέγω δὲ κατὰ τὴν ἐν τοῖς χρόνοις καὶ ταῖς ἀναγραφαῖς ἐπίφασιν τῆς ἀκριβείας καὶ τὴν περὶ τοῦτο τὸ μέρος ἐπιμέλειαν—δοκῶ, πάντες γινώσκομεν. (5) διὸ καὶ θαυμάζειν ἐστὶν ἄξιον, πῶς οὔτε τὸ τῆς πόλεως ὄνομα, παρʼ οἷς εὗρεν, οὔτε 〈τὸν〉 τόπον, ἐν ὧι συμβαίνει τὴν συνθήκην ἀναγεγράφθαι, διεσάφησεν ἡμῖν οὔτε τοὺς ἄρχοντας τοὺς δείξαντας αὐτῶι τὴν ἀναγραφὴν καὶ πρὸς οὓς ἐποιεῖτο τὸν λόγον ….. (6) ὁ δὲ πάντα ταῦτα παραλελοιπὼς δῆλός ἐστι συνειδὼς αὑτῶι κατὰ πρόθεσιν ἐψευσμένωι. διότι γὰρ τῶν τοιούτων ἐπιλαβόμενος οὐδὲν ἂν παρέλειπε Τίμαιος, ἀλλʼ ἀπρίξ (τὸ δὴ λεγόμενον) ἀμφοῖν ταῖν χεροῖν ἐπέφυ, προφανὲς ἐκ τούτων· (7) ὁ γὰρ πρὸς τὴν Ἐχεκράτους πίστιν ἀπερεισάμενος ἐπʼ ὀνόματος, πρὸς ὅν φησι περὶ τῶν ἐν Ἰταλίαι Λοκρῶν ποιήσασθαι τοὺς λόγους, (8) καὶ παρʼ οὗ πυθέσθαι περὶ τούτων, καὶ προσεξειργασμένος, ἵνα μὴ φανῆι τοῦ τυχόντος ἀκηκοώς, ὅτι συνέβαινε τὸν τούτου πατέρα πρεσβείας κατηξιῶσθαι πρότερον ὑπὸ Διονυσίου, (9) ἦ πού γʼ ἂν οὗτος δημοσίας ἀναγραφῆς ἐπιλαβόμενος ἢ παραδοσίμου στήλης παρεσιώπησεν; (11) ….. (2) καὶ μὴν ὁ τὰς ὀπισθοδόμους στήλας καὶ τὰς ἐν ταῖς φλιαῖς τῶν νεῶν προξενίας ἐξευρηκὼς Τίμαιός ἐστιν, (3) ὃν οὔθʼ ὑπάρχον τι τῶν τοιούτων ἀγνοεῖν οὔθʼ εὑρόντα παραλιπεῖν πιστευτέον οὔτε ψευσαμένωι συγγνώμην δοτέον οὐδαμῶς· (4) πικρὸς γὰρ γεγονὼς καὶ ἀπαραίτητος ἐπιτιμητὴς τῶν πέλας εἰκότως ἂν καὶ ὑπὸ τῶν πλησίον αὐτὸς ἀπαραιτήτου τυγχάνει κατηγορίας. (5) οὐ μὴν ἀλλὰ προφανῶς ἐν τούτοις ἐψευσμένος, μεταβὰς ἐπὶ τοὺς ἐν Ἰταλίαι Λοκροὺς πρῶτον μέν φησι τήν τε πολιτείαν καὶ τὰ λοιπὰ φιλάνθρωπα τοῖς Λοκροῖς ἀμφοτέροις 〈ὑπάρχειν ὅμοια(?), τὸν δʼ〉 Ἀριστοτέλη καὶ Θεόφραστον κατεψεῦσθαι τῆς πόλεως.
F 13a
SCHOL. T PLAT. Phaidr. 279 C (ZENOB. Prov. 4, 79; PHOT. SUD. s. v.): κοινὰ τὰ τῶν φίλων· ἐπὶ τῶν εὖ μεταδότων. φασὶ δὲ λεχθῆναι πρῶτον τὴν παροιμίαν περὶ τὴν Μεγάλην Ἑλλάδα, καθʼ οὓς χρόνους ὁ Πυθαγόρας ἔπειθε τοὺς αὐτὴν κατοικοῦντας ἀδιανέμητα πάντα κεκτῆσθαι. φησὶ γοῦν ὁ Τίμαιος ἐν τῆι θ οὕτω· « προσιόντων δ ’ οὖν αὐτῶι τῶν νεωτέρων καὶ βουλομένων συνδιατρίβει ν , οὐκ εὐθὺς συνεχώρησε ν , ἀλ λ ’ ἔφη δεῖν καὶ τὰς οὐσίας κοινὰς εἶναι τῶν ἐντυγχανόντω ν» . εἶτα μετὰ πολλὰ φησί· « καὶ δ ι ’ ἐκείνους πρῶτον ῥηθῆναι κατὰ τὴν Ἰταλίαν ὅτι ‘ κοινὰ τὰ τῶν φίλων ‘» . ἐμνήσθη δὲ ταύτης καὶ Ἀριστοτέλης ἐν τῶι θ τῶν Ἠθικῶν (Eth. Nic. 8, 11 p. 1159 b 31). Κλέαρχος (IV) δέ φησιν ὑπὸ Χαλκιδέων τῶν ἐν Εὐβοίαι πεμφθῆναι δῶρα εἰς Δελφοὺς Ἀπόλλωνι καὶ Ἀρτέμιδι· τῶν δὲ Δελφῶν μαντευομένων, εἰ ἐξ ἴσης τὴν ἀνάθεσιν ποιήσωνται, ἔφησεν ὁ θεὸς ʼκοινὰ τὰ τῶν φίλωνʼ. καὶ Μένανδρος ἐν Ἀδελφοῖς β (III 6, 9 K).
F 13b
DIOG. LAERT. 8, 10: εἶπέ τε πρῶτος, ὥς φησι Τίμαιος, κοινὰ τὰ φίλων εἶναι καὶ φιλίαν ἰσότητα. καὶ αὐτοῦ οἱ μαθηταὶ κατετίθεντο τὰς οὐσίας εἰς ἓν ποιούμενοι, πενταετίαν τε ἡσύχαζον, μόνων τῶν λόγων κατακούοντες καὶ οὐδέπω Πυθαγόραν ὁρῶντες, εἰς ὃ δοκιμασθεῖεν· τοὐντεῦθεν δὲ ἐγίνοντο τῆς οἰκίας αὐτοῦ, καὶ τῆς ὄψεως μετεῖχον.
F 14
DIOG. LAERT. 8, 54: ἀκοῦσαι δ ’ αὐτὸν (scil. Ἐμπεδοκλέα) Πυθαγόρου Τίμαιος διὰ τῆς ἐνάτης ἱστορε ῖ , λέγων ὅτι καταγνωσθεὶς ἐπὶ λογοκλοπίαι τότε (καθὰ καὶ Πλάτων) τῶν λόγων ἐκωλύθη μετέχει ν . μεμνῆσθαι δὲ καὶ αὐτὸν Πυθαγόρου λέγοντα (Vorsokr. 5 [21] B 129) «ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς, / ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον». οἱ δὲ τοῦτο εἰς Παρμενίδην αὐτὸν λέγειν ἀναφέροντα.
F 15
KYRILL. c. Julian. VI p. 208: Πορφύριος ἐν τῶι τρίτωι τῆς Φιλοσόφου ἱστορίας (260 F 8)· …. δημιουργὸν γὰρ γενέσθαι τὸν Σωκράτην πατρώιαι τέχνηι χρώμενον τῆι λατυπικῆι 〈Ἀριστόξενος ἱστορεῖ〉· καὶ Τίμαιος ἐν τῆι ἐνάτηι λιθουργεῖν φησὶ μεμαθηκέναι Σωκράτη ν . εἰ δὲ ὁ μὲν διὰ δυσμένειαν 〈ἀν〉αξιόπιστος, Τίμαιος δὲ διὰ ἡλικίαν—νεώτερος γάρ [ὁ Ἀριστόξενοσ]—, Μενεδήμωι τῶι Πυρραίωι χρηστέον, Πλάτωνος μὲν γεγονότι μαθητῆι, πρεσβυτέρωι δὲ γεγονότι Ἀριστοξένου, λέγοντι … ὅτι οὐκ ἐπαύετο Σωκράτης οὔτε ὑπὲρ τοῦ πατρὸς ὡς λιθουργοῦ λαλῶν οὔτε ὑπὲρ τῆς μητρὸς ὡς μαίας.
F 16
ATHEN. 4, 56 p. 163 EF: Τίμαιος δʼ ὁ Ταυρομενίτης ἐν τῆι ἐνάτηι τῶν Ἱστοριῶν περὶ αὐτοῦ γράφει οὕτως· « Διοδώρου τοῦ τὸ γένος Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ τοῖς Πυθαγορείοις πεπλησιακέναι προσποιηθέντο ς , πρὸς ὃν ἐπιστέλλων ὁ Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν ἀπαγγεῖλαι ‘ τῶι περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσιμον / στοὰν ἔχοντι Πυθαγόρου πελάται ‘» .
F 17
DIOG. LAERT. 8, 11: Τίμαιός τέ φησιν ἐν δεκάτωι Ἱστοριῶν λέγειν αὐτὸν (scil. Πυθαγόραν) τὰς συνοικούσας ἀνδράσι θεῶν ἔχειν ὀνόματα, Κόρας, Νύμφας, εἶτα μητέρας 〈καὶ μαίασ〉 καλουμένας.
F 18
SCHOL. PINDAR. Nem. 9, 95a: βαθυκρήμνοισι δʼ ἀμφʼ ἀκταῖς Ἑλώρου] περὶ τοῦτον τὸν ποταμὸν συνέστη Ἱπποκράτει τῶι Γελώιων τυράννωι πρὸς Συρακοσίους πόλεμος, ὁ δὲ Γέλων, 〈οὗ〉 οὗτος ἑταῖρος, ἱππάρχει τότε Ἱπποκράτει· ἐν δὴ τούτωι φησὶ τῶι πολέμωι εἰκὸς τὸν Χρόμιον ἐπιδείξασθαι πολλὰ ἔργα κατὰ τὴν μάχην. περὶ δὲ τούτου τοῦ πολέμου Τίμαιος ἐν τῆι ι δεδήλωκε · ʼκαθάπαξ γάρʼ φησὶν ὁ δίδυμος (p. 235 Schm) ʼοὐδεμίαν ἄλλην μάχην ἔχομεν εὑρεῖν περὶ τὸν Ἕλωρον τῶν συνηκμακότων τῶι Χρομίωι τυράννων, ὅτι μὴ σὺν Ἱπποκράτει τοῦ Γέλωνος πρὸς Συρακουσίους. ὅτι μὲν οὖν Γέλωνα ἱππαρχεῖν κατέστησεν Ἱπποκράτης, σαφὲς ὁ Τίμαιος ποιήσει γράφων οὕτως· « Ἱπποκράτης δὲ μετὰ τὴν Κλεάνδρου τελευτὴν ἅμα μὲν τοῦ Γέλωνος ἐν τῆι τεταγμένηι μεμενηκότο ς , ἅμα δὲ τοῖς Γελώιοις χαρίσασθαι βουλόμενο ς , μεταπεμψάμενος αὐτὸν καὶ παρακαλέσας ἐπὶ τὰς πράξει ς , ἁπάντων τῶν ἱππέων τὴν ἐπιμέλειαν ἐκείνωι παρέδωκε ν » ‘ . (es folgt F 21).
F 19a
SCHOL. PINDAR. Ol. 5, 19a: νέοικον ἕδραν εἶπε τὴν Καμάριναν ὁ Πίνδαρος. σαφηνίζει Τίμαιος ἐν τῆι δεκάτηι. εἰσὶ δὲ οὗτοι οἱ Καμαριναῖοι, 〈οἳ〉 ὑπὸ τοῦ Γέλωνος τυράννου ἀνηιρέθησαν, εἶτα ὑπὸ Γελώων συνωικίσθησαν ἐπὶ τῆς * ὀλυμπιάδος. ἡ δὲ ἅλωσις ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Πέρσου διάβασιν.
F 19b
——19b: Ἱπποκράτης ὑπὸ τοῦ τῶν Γελώων τυράννου ἀνηιρέθη, εἶτα ὑπὸ Γελώων συνωικίσθη ἡ Καμάρινα κατὰ τὴν μβ ὀλυμπιάδα, ὥς φησι Τίμαιος· διὸ καὶ νέοικον εἶπε τὴν πόλιν. ἡ δὲ ἅλωσις αὐτῆς ἐγένετο κατὰ τὴν Δαρείου τοῦ Ὑστάσπου στρατείαν.
F 20*
SCHOL. PINDAR. Pyth. 2, 2: Μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου τέμενος Ἄρεος] τοῦτο εἴρηκε διὰ τὸ νεωστὶ Καρχηδονίους καὶ Λίβυας καὶ Τυρρηνοὺς ὑπὸ τῶν περὶ Γέλωνα καὶ Ἱέρωνα μὴ μόνον τῆι νήσωι ἐπιπλεύσαντας καθηιρῆσθαι, ἀλλὰ καὶ ὑπʼ αὐτοῖς τὴν Καρχηδόνα γενέσθαι, ὥστε ὑπακούειν· τὸ γοῦν ἀνθρωποθυτεῖν φησιν ὁ Θεόφραστος (IV) ἐν τῶι Περὶ Τυρρηνῶν παύσασθαι αὐτούς, Γέλωνος προστάξαντος. ὅτι δὲ καὶ ἐκέλευσεν αὐτοὺς χρήματα εἰσφέρει ν , Τίμαιος διὰ τῆς ια ἀνέγραψε ν .
F 21*
SCHOL. PINDAR. Nem. 9, 95a: (F 18) ὅτι δὲ καὶ ὁ Γέλων τῶι Χρομίωι ἐχρῆτο ἑταίρωι, δῆλον πάλιν ἐξ ὧν φησι Τίμαιος ἐν τῆι 〈ι〉β γράφων οὕτως· « ἐπιτρόπους δὲ τοῦ παιδὸς με τ ’ ἐκεῖνον κατέστησεν Ἀριστόνουν καὶ Χρόμιον τοὺς κηδεστάς · τούτοις γὰρ ὁ Γέλων δέδωκε τὰς ἀδελφά ς» .
F 22*
POLYB. 12, 25k § 2: (T 19 p. 596b 21 ff.) ὅτι τῶν δεδυναστευκότων ἐν Σικελίαι μετὰ Γέλωνα τὸν ἀρχαῖον πραγματικωτάτους ἄνδρας παρειλήφαμεν Ἑρμοκράτην, Τιμολέοντα, Πύρρον τὸν Ἠπειρώτην, οἷς ἥκιστʼ ἂν δέοι περιάπτειν μειρακιώδεις καὶ διατριβικοὺς λόγους. (3) ὁ δέ φησιν ἐν τῆι μιᾶι καὶ εἰκοστῆι βίβλωι, καθʼ ὃν καιρὸν Εὐρυμέδων παραγενόμενος εἰς Σικελίαν παρεκάλει τὰς πόλεις εἰς τὸν κατὰ τῶν Συρακουσίων πόλεμον, τότε τοὺς Γελώιους κάμνοντας τῶι πολέμωι διαπέμψασθαι πρὸς τοὺς Καμαριναίους ὑπὲρ ἀνοχῶν. (4) τῶν δὲ προθύμως δεξαμένων, μετὰ ταῦτα πρεσβεύειν ἑκατέρους πρὸς τοὺς ἑαυτῶν συμμάχους καὶ παρακαλεῖν ἄνδρας ἐκπέμψαι πιστούς, οἵτινες εἰσελθόντες εἰς Γέλαν βουλεύσονται περὶ διαλύσεως καὶ τῶν κοινῆι συμφερόντων. (5) παραγενομένων δὲ τῶν συνέδρων, καὶ τοῦ διαβουλίου προτεθέντος, τοιούτοις τισὶ χρώμενον εἰσάγει λόγοις τὸν Ἑρμοκράτην. (6) ἐπαινέσας γὰρ ὁ προειρημένος ἀνὴρ τοὺς Γελώιους καὶ τοὺς Καμαριναίους, πρῶτον μὲν ὡς αὐτῶν ποιησάντων τὰς ἀνοχάς, δεύτερον ὅτι 〈τοῦ〉 τοὺς περὶ διαλύσεως γενέσθαι λόγους αἴτιοι καθεστήκασι, τρίτον ὅτι προνοηθεῖεν τοῦ μὴ βουλεύεσθαι τὰ (πλ)ήθη περὶ τῶν διαλύσεων ἀλλὰ τοὺς προεστῶτας τῶν πολιτευμάτων καὶ σαφῶς εἰδότας τίνα διαφορὰν ὁ πόλεμος ἔχει τῆς εἰρήνης· (7) μετὰ δὲ ταῦτα δύο ἢ τρία λαβὼν ἐπιχειρήματα πραγματικά, λοιπὸν οἴεται αὐτοὺς ἐπιστήσαντας μαθεῖν ἡλίκην ὁ πόλεμος διαφορὰν ἔχει τῆς εἰρήνης, μικρῶι πρότερον εἰρηκὼς ὅτι κατʼ αὐτὸ τοῦτο χάριν ἔχει τοῖς Γελώιοις, τὸ μὴ γίνεσθαι τοὺς λόγους ἐν (τοῖς πολλοῖς, ἀλλʼ) ἐν συνεδρίωι καλῶς γινώσκοντι τὰς τοιαύτας παρα(λλα)γάς. (8) ἐξ ὧν ὁ Τίμαιος οὐ μόνον τῆς πραγματικῆς ἂν δόξειεν ἀπολείπεσθαι δυνάμεως, ἀλλὰ καὶ τῶν ἐν ταῖς διατριβαῖς ἐπι(χειρήσεων οὐκ ὀλίγων ἐλαττοῦσθαι) …. (26) ὅς γε πρῶτον μὲν οἴεται δεῖν ἀναμνησθῆναι τοὺς συνέδρους, διότι κοινωμένους τὸν ὄρθρον ἐν μὲν τῶι πολέμωι διεγείρουσι σάλπιγγες, κατὰ δὲ τὴν εἰρήνην οἱ ὄρνιθες. (2) μετὰ δὲ ταῦτα τὸν Ἡρακλέα φησὶ τὸν μὲν Ὀλυμπίων ἀγῶνα θεῖναι καὶ τὴν ἐκεχειρίαν δεῖγμα ποιούμενον τῆς αὐτοῦ προαιρέσεως, ὅσοις δʼ ἐπολέμησε, τούτους πάντας βεβλαφέναι κατὰ τὴν ἀνάγκην καὶ κατʼ ἐπιταγήν, ἑκουσίως δὲ παραίτιον κακῶν οὐδενὶ γεγονέναι τῶν ἀνθρώπων. (3) ἑξῆς δὲ τούτοις παρὰ μὲν τῶι ποιητῆι (Il. Ε 890/1) τὸν Δία παρεισάγεσθαι δυσαρεστούμενον τῶι Ἄρει καὶ λέγοντα «ἔχθιστος δέ μοί ἐσσι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν· / αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε». (4) ὁμοίως δὲ καὶ τὸν φρονιμώτατον τῶν ἡρώων λέγειν (I 63/4) «ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος, / ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος». (5) ὁμογνωμονεῖν δὲ τῶι ποιητῆι καὶ τὸν Εὐριπίδην (F 453 N 2 ) ἐν οἷς φησιν «Εἰρήνα βαθύπλουτε, / καλλίστα μακάρων θεῶν, / ζῆλός μοι σέθεν, ὡς χρονίζεις. / δέδοικα δὲ μὴ πρὶν ὑπερβάλληι με γῆρας, / πρὶν σὰν χαρίεσσαν προσιδεῖν ὥραν / καὶ καλλιχόρους ἀοιδὰς / φιλοστεφάνους τε κώμους». (6) ἔτι δὲ πρὸς τούτοις ὁμοιότατον εἶναί φησι τὸν μὲν πόλεμον τῆι νόσωι, τὴν δʼ εἰρήνην τῆι ὑγιείαι· τὴν μὲν γὰρ καὶ τοὺς κάμνοντας ἀναλαμβάνειν, ἐν ὧι δὲ καὶ τοὺς ὑγιαίνοντας ἀπόλλυσθαι. (7) καὶ κατὰ μὲν τὴν εἰρήνην τοὺς πρεσβυτέρους ὑπὸ τῶν νέων θάπτεσθαι κατὰ φύσιν, ἐν δὲ τῶι πολέμωι τἀναντία. (8) τὸ δὲ μέγιστον, ἐν μὲν τῶι πολέμωι μηδʼ ἄχρι τῶν τειχῶν εἶναι τὴν ἀσφάλειαν, κατὰ δὲ τὴν εἰρήνην μέχρι τῶν τῆς χώρας ὅρων· καὶ τούτοις ἕτερα παραπλήσια.
F 23
ATHEN. 7, 132 p. 327 B: Τίμαιος δʼ ἐν τῆι ιγ τῶν Ἱστοριῶν περὶ τοῦ Σικελικοῦ πολιχνίου—λέγω δὲ τῶν Ὑκκάρων—διαλεγόμενος, προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένας ὕκας, καὶ τούτους ἐγκύους· διʼ οὓς οἰωνισαμένους Ὕκκαρον ὀνομάσαι τὸ χωρίον.
F 24a
ATHEN. 13, 54/55 p. 588 B—589 A: Λαίδος δὲ τῆς ἐξ Ὑκκάρων—πόλις δʼ αὕτη Σικελική, ἀφʼ ἧς αἰχμάλωτος γενομένη ἧκεν εἰς Κόρινθον, ὡς ἱστορεῖ Πολέμων (IV) ἐν τῶι ἕκτωι τῶν πρὸς Τίμαιον— …. Νυμφόδωρος δʼ ὁ Συρακόσιος (572 F 1) ἐν τῶι Περὶ τῶν ἐν Σικελίαι θαυμαζομένων ἐξ Ὑκκάρου φησὶν Σικελικοῦ φρουρίου εἶναι τὴν Λαίδα. Στράττις δʼ ἐν Μακεδόσιν ἢ Παυσανίαι (I 718, 26 K) Κορινθίαν αὐτὴν εἶναί φησιν διὰ τούτων· «εἰσὶν δὲ πόθεν αἱ παῖδες αὗται καὶ τίνες; / —νυνὶ μὲν ἥκουσιν Μεγαρόθεν, εἰσὶ δέ / Κορίνθιαι· Λαὶς μὲν ἡδὶ Μεγακλέους». Τίμαιος δ ’ ἐν τῆι τρισκαιδεκάτηι τῶν Ἱστοριῶν ἐξ Ὑκκάρω ν , καθὰ καὶ Πολέμων εἴρηκεν, ἀναιρεθῆναι φάσκων αὐτὴν ὑπό τινων γυναικῶν ἐν Θετταλίαι, ἐρασθεῖσάν τινος Παυσανίου Θετταλοῦ, κατὰ φθόνον καὶ δυσζηλίαν [ταῖς] ξυλίναις χελώναις τυπτομένην ἐν Ἀφροδίτης ἱερῶι· διὸ καὶ τὸ τέμενος κληθῆναι Ἀνοσίας Ἀφροδίτης. δείκνυσθαι δʼ αὐτῆς τάφον παρὰ τῶι Πηνειῶι σημεῖον ἔχοντα ὑδρίαν λιθίνην καὶ ἐπίγραμμα τόδε· «Τῆς δέ ποθʼ ἡ μεγάλαυχος ἀνίκητός τε πρὸς ἀλκήν / Ἑλλὰς ἐδουλώθη κάλλεος ἰσοθέου / Λαίδος, ἣν ἐτέκνωσεν Ἔρως, θρέψεν δὲ Κόρινθος· / κεῖται δʼ ἐν κλεινοῖς Θετταλικοῖς πεδίοις». αὐτοσχεδιάζουσιν οὖν οἱ λέγοντες αὐτὴν ἐν Κορίνθωι τετάφθαι πρὸς τῶι Κρανείωι.
F 24b
STEPH. BYZ. s. v. Εὐκαρπία· …. ἔστι καὶ Εὐκαρπία φρούριον Σικελίας, 〈ὡς Πολέμων〉 ἐν τοῖς 〈Ἀντι〉λεγομένοις 〈πρὸσ〉 Τίμαιον, καὶ γενέσθαι ἐν τούτωι Λαίδα τὴν ἐπὶ κάλλει διαβεβοημένην ἑταίραν, ἣν οἱ πολλοὶ Κορινθίαν φασί.
F 25*
DIODOR. 13, 80: (5) τέλος δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς Καρχηδόνα, συνήχθησαν αὐτοῖς οἱ πάντες σὺν ἱππεῦσιν οὐ πολλῶι πλείου ς , ὡς μὲν Τίμαιο ς , τῶν δώδεκα μυριάδω ν , ὡς δʼ Ἔφορος (70 F 203), τριάκοντα μυριάδες. Καρχηδόνιοι μὲν οὖν τὰ πρὸς τὴν διάβασιν ἑτοιμάζοντες τάς τε τριήρεις πάσας κατήρτιζον καὶ φορτηγὰ πλοῖα συνήγαγον πλείω τῶν χιλίων.
F 26a
DIODOR. 13, 81: (3) Ἀκραγαντῖνοι δέ, ὁμοροῦντες τῆι τῶν Καρχηδονίων ἐπικρατείαι, διελάμβανον (ὅπερ ἦν) ἐπʼ αὐτοὺς πρώτους ἥξειν τὸ τοῦ πολέμου βάρος· ἔδοξεν οὖν αὐτοῖς τόν τε σῖτον καὶ τοὺς ἄλλους καρπούς, ἔτι δὲ τὰς κτήσεις ἁπάσας ἀπὸ τῆς χώρας κατακομίζειν ἐντὸς τῶν τειχῶν. (4) κατʼ ἐκείνους δὲ τοὺς καιροὺς τήν τε πόλιν καὶ τὴν χώραν τῶν Ἀκραγαντίνων συνέβαινεν εὐδαιμονίας ὑπάρχειν πλήρη, περὶ ἧς οὐκ ἀνάρμοστόν μοι φαίνεται διελθεῖν, καὶ γὰρ ἀμπελῶνες ** τοῖς μεγέθεσι καὶ τῶι κάλλει διαφέροντες, καὶ τὸ πλεῖστον τῆς χώρας ἐλαίαις κατάφυτον, ἐξ ἧς παμπληθῆ κομιζόμενοι καρπὸν ἐπώλουν εἰς Καρχηδόνα· (5) οὔπω γὰρ κατʼ ἐκείνους τοὺς χρόνους τῆς Λιβύης πεφυτευμένης, οἱ τὴν Ἀκραγαντίνην νεμόμενοι τὸν ἐκ τῆς Λιβύης ἀντιφορτιζόμενοι πλοῦτον, οὐσίας ἀπίστους τοῖς μεγέθεσιν ἐκέκτηντο. πολλὰ δὲ τοῦ πλούτου παρʼ αὐτοῖς διαμένει σημεῖα, περὶ ὧν οὐκ ἀνοίκειόν ἐστι βραχέα διελθεῖν. (82) ἥ τε γὰρ τῶν ἱερῶν κατασκευὴ καὶ μάλιστα ὁ τοῦ Διὸς νεὼς ἐμφαίνει τὴν μεγαλοπρέπειαν τῶν τότε ἀνθρώπων· τῶν μὲν γὰρ ἄλλων ἱερῶν τὰ μὲν κατεκαύθη, τὰ δὲ τελείως κατεσκάφη διὰ τὸ πολλάκις ἡλωκέναι τὴν πόλιν. τὸ δʼ οὖν Ὀλύμπιον μέλλον λαμβάνειν τὴν ὀροφὴν ὁ πόλεμος ἐκώλυσεν, ἐξ οὗ τῆς πόλεως κατασκαφείσης οὐδέποτε ὕστερον ἴσχυσαν Ἀκραγαντῖνοι τέλος ἐπιθεῖναι τοῖς οἰκοδομήμασιν. (2) ἔστι δὲ ὁ νεὼς ἔχων τὸ μὲν μῆκος πόδας τριακοσίους τεσσαράκοντα, τὸ δὲ πλάτος ἑξήκοντα, τὸ δὲ ὕψος ἑκατὸν εἴκοσι χωρὶς τοῦ κρηπιδώματος. μέγιστος δʼ ὢν τῶν ἐν Σικελίαι καὶ τοῖς ἐκτὸς οὐκ ἀλόγως ἂν συγκρίνοιτο κατὰ τὸ μέγεθος τῆς ὑποστάσεως· καὶ γὰρ εἰ μὴ τέλος λαβεῖν συνέβη τὴν ἐπιβολήν, ἥ γε προαίρεσις ὑπάρχει φανερά. (3) τῶν δʼ ἄλλων ἢ μετὰ τοίχων τοὺς νεὼς οἰκοδομούντων ἢ κύκλωι κίοσι τοὺς οἴκους περιλαμβανόντων, οὗτος ἑκατέρας τούτων μετέχει τῶν ὑποστάσεων· συνωικοδομοῦντο γὰρ τοῖς τοίχοις οἱ κίονες, ἔξωθεν μὲν στρογγύλοι, τὸ δʼ ἐντὸς τοῦ νεὼ ἔχοντες τετράγωνον· καὶ τοῦ μὲν ἐκτὸς μέρους ἐστὶν αὐτῶν ἡ περιφέρεια ποδῶν εἴκοσι, καθʼ ἣν εἰς τὰ διαξύσματα δύναται ἀνθρώπινον ἐναρμόζεσθαι σῶμα, τὸ δʼ ἐντὸς ποδῶν δώδεκα. (4) τῶν δὲ στοῶν τὸ μέγεθος καὶ τὸ ὕψος ἐξαίσιον ἐχουσῶν, ἐν μὲν τῶι πρὸς ἕω μέρει τὴν γιγαντομαχίαν ἐποιήσαντο γλυφαῖς καὶ τῶι μεγέθει καὶ τῶι κάλλει διαφερούσαις, ἐν δὲ τῶι πρὸς δυσμὰς τὴν ἅλωσιν τῆς Τροίας, ἐν ἧι τῶν ἡρώων ἕκαστον ἰδεῖν ἔστιν οἰκείως τῆς περιστάσεως δεδημιουργημένον. (5) ἦν δὲ καὶ λίμνη κατʼ ἐκεῖνον τὸν χρόνον ἐκτὸς τῆς πόλεως χειροποίητος, ἔχουσα τὴν περίμετρον σταδίων ἑπτά, τὸ δὲ βάθος εἴκοσι πηχῶν· εἰς ἣν ἐπαγομένων ὑδάτων, ἐφιλοτέχνησαν πλῆθος ἰχθύων ἐν αὐτῆι ποιῆσαι παντοίων εἰς τὰς δημοσίας ἑστιάσεις· μεθʼ ὧν συνδιέτριβον κύκνοι καὶ τῶν ἄλλων ὀρνέων πολὺ πλῆθος, ὥστε μεγάλην τέρψιν παρασκευάζειν τοῖς θεωμένοις. (6) δηλοῖ δὲ τὴν τρυφὴν αὐτῶν καὶ ἡ πολυτέλεια τῶν μνημείων, ἅ τινα μὲν τοῖς ἀθληταῖς ἵπποις κατεσκεύασαν, τινὰ δὲ τοῖς ὑπὸ τῶν παρθένων καὶ παίδων ἐν οἴκωι τρεφομένοις ὀρνιθαρίοις, ἃ Τίμαιος ἑωρακέναι φησὶ μέχρι τοῦ κα θ ’ ἑαυτὸν βίου διαμένοντ α . (7) καὶ κατὰ τὴν προτέραν δὲ ταύτης ὀλυμπιάδα, δευτέραν ἐπὶ ταῖς ἐνενήκοντα, νικήσαντος Ἐξαινέτου Ἀκραγαντίνου, κατήγαγον αὐτὸν εἰς τὴν πόλιν
F 26a (50)
ἐφʼ ἅρματος, συνεπόμπευον δʼ αὐτῶι χωρὶς τῶν ἄλλων συνωρίδες τριακόσιαι λευκῶν ἵππων, πᾶσαι παρʼ αὐτῶν τῶν Ἀκραγαντίνων. (8) καθόλου δὲ καὶ τὰς ἀγωγὰς εὐθὺς ἐκ παίδων ἐποιοῦντο τρυφεράς, τήν τʼ ἐσθῆτα μαλακὴν φοροῦντες καθʼ ὑπερβολὴν καὶ χρυσοφοροῦντες, ἔτι δὲ στλεγγίσι καὶ ληκύθοις ἀργυραῖς τε καὶ χρυσαῖς χρώμενοι. (83) ὁ δὲ τῶν Ἀκραγαντίνων σχεδὸν πλουσιώτατος κατʼ ἐκεῖνον τὸν χρόνον Γελλίας, [ὃς] κατὰ τὴν οἰκίαν ξενῶνας ἔχων πλείους, πρὸς ταῖς πύλαις ἔταττεν οἰκέτας, οἷς παρηγγελμένον ἦν ἅπαντας τοὺς ξένους καλεῖν ἐπὶ ξενίαι. πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἀκραγαντίνων ἐποίουν τὸ παραπλήσιον, ἀρχαικῶς καὶ φιλανθρώπως ὁμιλοῦντες· διόπερ καὶ Ἐμπεδοκλῆς (Vorsokr. 5 31 [21] B 112) λέγει περὶ αὐτῶν «ξείνων αἰδοῖοι λιμένες, κακότητος ἄπειροι». (2) καὶ δή ποτε πεντακοσίων ἱππέων παραγενομένων ἐκ Γέλα ς , χειμερίου περιστάσεως οὔση ς , καθάπερ φησὶ Τίμαιος ἐν τῆι πεντεκαιδεκάτηι βίβλω ι , πάντας αὐτὸς ὑπεδέξατ ο , καὶ παραχρῆμα πᾶσιν ἱμάτια καὶ χιτῶνας ἔνδοθεν προενέγκας ἔδωκε ν . (3—4) καὶ Πολύκριτος (559 F 3) ἐν ταῖς Ἱστορίαις ἐξηγεῖται περὶ τοῦ κατὰ τὴν οἰκίαν πιθεῶνος …. (84) οὐ μόνον δὲ περὶ τὸν Γελλίαν συνέβαινεν εἶναι τοῦ πλούτου μεγαλοπρέπειαν, ἀλλὰ καὶ περὶ πολλοὺς ἄλλους Ἀκραγαντίνους. Ἀντισθένης γοῦν ὁ ἐπικαλούμενος Ῥόδος, γάμους ἐπιτελῶν τῆς θυγατρός, εἱστίασε τοὺς πολίτας ἐπὶ τῶν στενωπῶν ὧν ὤικουν ἕκαστοι· καὶ ζεύγη τῆι νύμφηι συνηκολούθησε πλείω τῶν ὀκτακοσίων, πρὸς δὲ τούτοις οὐ μόνον οἱ κατʼ αὐτὴν τὴν πόλιν ἱππεῖς ἀλλὰ καὶ τῶν ἀστυγειτόνων πολλοὶ κληθέντες ἐπὶ τὸν γάμον συμπροέπεμψαν τὴν νύμφην. (2) περιττότατον δέ φασι γενέσθαι τὸ περὶ τὴν τοῦ φωτὸς κατασκευήν· τούς τε γὰρ βωμοὺς τοὺς ἐν πᾶσι τοῖς ἱεροῖς καὶ τοὺς ἐν τοῖς στενωποῖς καθʼ ὅλην τὴν πόλιν ἐπλήρωσε ξύλων, καὶ τοῖς ἐπὶ τῶν ἐργαστηρίων 〈ἔδωκε〉 σχίδακας καὶ κληματίδας, παραγγείλας ὅταν ἀπὸ τῆς ἀκροπόλεως ἀναφθῆι πῦρ, ἅπαντας ἐπιτελεῖν τὸ παραπλήσιον· (3) ὧν ποιησάντων τὸ προσταχθέν, καθʼ ὃν καιρὸν ἤγετο ἡ νύμφη, προηγουμένων πολλῶν τῶν τὰς δᾶιδας φερόντων, ἡ μὲν πόλις ἔγεμε φωτός, τὸ δὲ συνακολουθοῦν πλῆθος οὐκ ἐχώρουν αἱ δημόσιαι κατὰ τὸ ἑξῆς ὁδοί, πάντων συμφιλοτιμουμένων τῆι τἀνδρὸς μεγαλοπρεπείαι· κατʼ ἐκεῖνον γὰρ τὸν χρόνον Ἀκραγαντῖνοι μὲν ἦσαν πλείους τῶν δισμυρίων (?), σὺν δὲ τοῖς κατοικοῦσι ξένοις οὐκ ἐλάττους τῶν εἴκοσι μυριάδων. (4) φασὶ δὲ τὸν Ἀντισθένην, ἐπειδὴ τὸν υἱὸν ἑώρα πολεμοῦντά τινα τῶν ἀγρογειτόνων πένητα καὶ βιαζόμενον ἑαυτῶι τὸ ἀγρίδιον πωλῆσαι, μέχρι μέν τινος ἐπιπλήττειν, τῆς δʼ ἐπιθυμίας ἐπίτασιν λαμβανούσης, φῆσαι δεῖν μὴ σπεύδειν πῶς ἄπορον ποιήσηι τὸν γείτονα, ἀλλὰ τοὐναντίον ὅπως πλούσιος ὑπάρχηι· οὕτως γὰρ αὐτὸν ἐπιθυμήσειν μὲν ἀγροῦ μείζονος, οὐ δυνάμενον δὲ παρὰ τοῦ γείτονος προσαγοράσαι, τὸν ὑπάρχοντα πωλήσειν. (5) διὰ δὲ τὸ μέγεθος τῆς κατὰ τὴν πόλιν εὐπορίας τοσαύτην συνέβαινε τρυφὴν εἶναι παρὰ τοῖς Ἀκραγαντίνοις, ὥστε μετʼ ὀλίγον τῆς πολιορκίας γινο‐
F 26a (100)
μένης ποιῆσαι ψήφισμα περὶ τῶν ἐν τοῖς φυλακείοις διανυκτερευόντων, ὅπως μή τις ἔχηι πλεῖον τύλης καὶ περιστρώματος καὶ κωδίων καὶ δυεῖν προσκεφαλαίων. (6) τοιαύτης δὲ τῆς σκληροτάτης στρωμνῆς ὑπαρχούσης, ἔξεστι λογίζεσθαι τὴν κατὰ τὸν λοιπὸν βίον τρυφήν. περὶ μὲν οὖν τούτων οὔτε παραδραμεῖν ἠθελήσαμεν οὔτʼ ἐπὶ πλεῖον μακρολογεῖν, ἵνα μὴ τῶν ἀναγκαιοτέρων ἀποπίπτωμεν. (85) οἱ δὲ Καρχηδόνιοι τὰς δυνάμεις διαβιβάσαντες εἰς τὴν Σικελίαν ἀνέζευξαν ἐπὶ τὴν πόλιν τῶν Ἀκραγαντίνων, καὶ δύο παρεμβολὰς ἐποιήσαντο κτλ.
F 26b
DIOG. LAERT. 8, 51: Ἐμπεδοκλῆς, ὥς φησιν Ἱππόβοτος (IV), Μέτωνος ἦν υἱὸς τοῦ Ἐμπεδοκλέους Ἀκραγαντῖνος. τὸ δʼ αὐτὸ καὶ Τίμαιος ἐν τῆι πεντεκαιδεκάτηι τῶν Ἱστοριῶ ν , 〈προσιστορῶν〉 ἐπίσημον ἄνδρα γεγονέναι τὸν Ἐμπεδοκλέα τὸν πάππον τοῦ ποιητο ῦ . ἀλλὰ καὶ Ἕρμιππος (IV) τὰ αὐτὰ τούτωι φησίν· ὁμοίως Ἡρακλείδης ἐν τῶν Περὶ νόσων (F 74 Voss), ὅτι λαμπρᾶς ἦν οἰκίας, ἱπποτροφηκότος τοῦ πάππου. λέγει δὲ καὶ Ἐρατοσθένης ἐν τοῖς Ὀλυμπιονίκαις (241 F 7) τὴν πρώτην καὶ ἑβδομηκοστὴν ὀλυμπιάδα νενικηκέναι τὸν τοῦ Μέτωνος πατέρα, μάρτυρι χρώμενος Ἀριστοτέλει (IV).
F 26c
AELIAN. V. H. 12, 29: Πλάτων … ἰδὼν Ἀκραγαντίνους καὶ οἰκοδομοῦντας πολυτελῶς καὶ ὁμοίως δειπνοῦντας, εἶπεν ὅτι ἄρα οἱ Ἀκραγαντῖνοι οἰκοδομοῦσι μὲν ὡς ἀεὶ βιωσόμενοι, δειπνοῦσι δὲ ὡς αὔριον τεθνηξόμενοι. λέγει δὲ Τίμαιος ὅτι καὶ ἀργυραῖς ληκύθοις καὶ στλεγγίσι ἐχρῶντ ο , καὶ ἐλεφαντίνας κλίνας εἶχον ὅλα ς .
F 27*
DIODOR. 13, 85, 3: συνεμάχει δʼ αὐτοῖς (scil. τοῖς Ἀκραγαντίνοις) Δέξιππός τε ὁ Λακεδαιμόνιος, προσφάτως ἐκ Γέλας παρὼν μετὰ ξένων χιλίων πεντακοσίων. οὗτος γὰρ κα τ ’ ἐκεῖνον τὸν χρόνο ν , ὡς Τίμαιός φησι ν , ἐν Γέλαι διέτριβε ν , ἔχων ἀξίωμα διὰ τὴν πατρίδα · (4) διόπερ ἠξίωσαν αὐτὸν οἱ Ἀκραγαντῖνοι μισθωσάμενον στρατιώτας ὡς πλείστους ἐλθεῖν εἰς Ἀκράγαντα. ἅμα δὲ τούτοις ἐμισθώθησαν καὶ οἱ πρότερον Ἀννίβαι συμμαχήσαντες Καμπανοί, περὶ ὀκτακοσίους ὄντες· οὗτοι δὲ κατέσχον τὸν ὑπὲρ τῆς πόλεως λόφον, τὸν Ἀθήναιον μὲν ὀνομαζόμενον, κατὰ δὲ τῆς πόλεως εὐφυῶς κείμενον.
F 28a*
DIODOR. 13, 90, 4: ἐν οἷς καὶ τὸν Φαλάριδος συνέβη κομισθῆναι ταῦρον, τὴν δʼ ἄλλην ὠφέλειαν ἐλαφυροπώλησεν. (5) τοῦτον δὲ τὸν ταῦρον ὁ Τίμαιος ἐν ταῖς Ἱστορίαις διαβεβαιωσάμενος μὴ γεγόνεναι τὸ σύνολο ν , ὑπʼ αὐτῆς τῆς τύχης ἠλέγχθη· Σκιπίων γὰρ ὕστερον ταύτης τῆς ἁλώσεως σχεδὸν ἑξήκοντα καὶ διακοσίοις ἔτεσιν ἐκπορθήσας Καρχηδόνα, τοῖς Ἀκραγαντίνοις μετὰ τῶν ἄλλων τῶν διαμεινάντων παρὰ τοῖς Καρχηδονίοις ἀποκατέστησε τὸν ταῦρον, ὃς καὶ τῶνδε τῶν ἱστοριῶν γραφομένων ἦν ἐν Ἀκράγαντι. (6) περὶ δὲ τούτου φιλοτιμότερον εἰπεῖν προήχθην, διότι Τίμαιος ὁ τῶν πρό γε αὐτοῦ συγγραφέων πικρότατα κατηγορήσας (T 11) …. αὐτὸς εὑρίσκεται σχεδιάζων ἐν οἷς μάλιστα ἑαυτὸν ἀποπέφαγκεν ἀκριβολογούμενον.
F 28b
POLYB. 12, 25: ὅτι περὶ τοῦ ταύρου τοῦ χαλκοῦ τοῦ παρὰ Φαλάριδος κατασκευασθέντος ἐν Ἀκράγαντι, εἰς ὃν ἐνεβίβαζεν ἀνθρώπους … (3) τούτου δὲ τοῦ ταύρου κατὰ τὴν ἐπικράτειαν Καρχηδονίων μετενεχθέντος ἐξ Ἀκράγαντος εἰς Καρχηδόνα, καὶ τῆς θυρίδος διαμενούσης περὶ τὰς συνωμίας, διʼ ἧς συνέβαινεν καθίεσθαι τοὺς ἐπὶ τὴν τιμωρίαν, καὶ ἑτέρας αἰτίας, διʼ ἣν ἐν Καρχηδόνι κατεσκευάσθη τοιοῦτος ταῦρος, οὐδαμῶς δυναμένης εὑρεθῆναι τὸ παράπαν, (4) ὅμως Τίμαιος ἐπέβαλε καὶ τὴν κοινὴν φήμην ἀνασκευάζειν καὶ τὰς ἀποφάσεις τῶν ποιητῶν καὶ συγγραφέων ψευδοποιεῖ ν , φάσκων μή τ ’ εἶναι τὸν ἐν Καρχηδόνι ταῦρον ἐξ Ἀκράγαντος μήτε γεγονέναι τοιοῦτον ἐν τῆι προειρημένηι πόλε ι . (5 ) καὶ πολλοὺς δή τινας εἰς τοῦτο τὸ μέρος διατέθειται λόγου ς .
F 28c
SCHOL. PINDAR. Pyth. 1, 185: τὸν δὲ ταύρωι χαλκέωι καυτῆρα νηλέα νόον ἐχθρὰ Φάλαριν κατέχει παντᾶι φάτις] τὸν δὲ τοῦ Φαλάριδος ταῦρον οἱ Ἀκραγαντῖνοι κατεπόντωσα ν , ὥς φησι Τίμαιος · τὸν γὰρ ἐν τῆι πόλει δεικνύμενον μὴ εἶναι τοῦ Φαλάριδο ς , καθάπερ ἡ πολλὴ κατέχει δόξ α , ἀλ λ ’ εἰκόνα Γέλα τοῦ ποταμο ῦ . κατασκευάσαι δὲ αὐτόν φασι Περίλαον, καὶ πρῶτον ἐν αὐτῶι κατακαῆναι· Καλλίμαχος (F 119 Schn = 46 Pf) «πρῶτος ἐπεὶ τὸν ταῦρον ἐκαίνισεν, ὃς τὸν ὄλεθρον / εὗρε τὸν ἐν χαλκῶι καὶ πυρὶ γιγνόμενον».
F 29*
SCHOL. AISCHIN. 2, 10: ἐνεχείρησε δʼ ἀπεικάζειν με Διονυσίωι τῶι Σικελίας τυράννωι, καὶ …. παρεκελεύσαθʼ ὑμῖν φυλάξασθαι, καὶ τὸ τῆς ἱερείας ἐνύπνιον τῆς ἐν Σικελίαι διηγήσατο] περὶ τὴν γραφὴν ἡμάρτηται· δεῖ γὰρ γεγράφθαι Ἱμεραίας. Τίμαιος γὰρ ἐν τῆι 〈ι〉ϛ ἱστορεῖ γυναῖκά τινα τὸ γένος Ἱμεραίαν ἰδεῖν ὄναρ ἀνιοῦσαν αὑτὴν εἰς τὸν οὐρανὸν καὶ πρός τινος ἄγεσθαι θεασομένην τὰς τῶν θεῶν οἰκήσεις· ἔνθα ἰδεῖν καὶ τὸν Δία καθεζόμενον ἐπὶ θρόνου, ὑφʼ οὗ ἐδέδετο πυρρός τις ἄνθρωπος καὶ μέγας ἁλύσει καὶ κλοιῶι. ἐρέσθαι οὖν τὸν περιάγοντα ὅστις ἐστί, τὸν δὲ εἰπεῖν ʼἀλάστωρ ἐστὶ τῆς Σικελίας καὶ Ἰταλίας, καὶ ἐάνπερ ἀφεθῆι, τὰς χώρας διαφθερεῖʼ. περιαναστᾶσαν δὲ χρόνωι ὕστερον ὑπαντῆσαι Διονυσίωι τῶι τυράννωι μετὰ τῶν δορυφόρων· ἰδοῦσαν δὲ ἀνακραγεῖν, ὡς οὗτος εἴη ὁ τότε ἀλάστωρ δειχθείς· καὶ ἅμα ταῦτα λέγουσαν περιπεσεῖν εἰς τὸ ἔδαφος ἐκλυθεῖσαν. μετὰ δὲ τρίμηνον οὐκέτι ὀφθῆναι τὴν γυναῖκα, ὑπὸ Διονυσίου διαφθαρεῖσαν λάθρα. οὗτος ἱέρειάν φησιν εἶναι τὴν γυναῖκα, μηδενὸς τοῦτο ἱστορήσαντος.
F 30
DIOG. LAERT. 8, 60: φησὶ δὲ καὶ Τίμαιος ἐν τῆι ὀκτωκαιδεκάτηι(?) κατὰ πολλοὺς τρόπους τεθαυμάσθαι τὸν ἄνδρα (scil. Ἐμπεδοκλέα)· καὶ γὰρ ἐτησίων ποτὲ σφοδρῶς πνευσάντων, ὡς τοὺς καρποὺς λυμῆναι, κελεύσας ὄνους ἐκδαρῆναι καὶ ἀσκοὺς ποιῆσαι περὶ τοὺς λόφους καὶ τὰς ἀκρωρείας, διέτεινε πρὸς τὸ συλλαβεῖν τὸ πνεῦμα· λήξαντος δὲ Κωλυσανέμαν κληθῆναι.
F 31a
POLYB. 12, 25, 7 (T 19 p. 585, 29 f.) ἐν γὰρ τῆι μιᾶι (?) καὶ εἰκοστῆι βίβλωι, καὶ ταύτης ἐπὶ τελευτῆι, λέγει (Timaios) κατὰ τὴν τοῦ Τιμολέοντος παράκλησιν ταῦτα, διότι « τῆς γῆς τῆς ὑπὸ τῶι κόσμωι κειμένης εἰς τρία μέρη διηιρημένη ς , καὶ τῆς μὲν Ἀσία ς , τῆς δὲ Λιβύη ς , τῆς δ ’ Εὐρώπης προσαγορευομένη ς» .
F 31b
POLYB. 12, 26a: (F 22) τί δὲ πάλιν ὅταν ὁ Τιμολέων ἐν τῆι αὐτῆι βίβλωι, παρακαλῶν τοὺς Ἕλληνας πρὸς τὸν ἐπὶ τοὺς Καρχηδονίους κίνδυνον, καὶ μόνον οὐκ ἤδη μελλόντων συνάγειν εἰς τὰς χεῖρας τοῖς ἐχθροῖς πολλαπλασίοις οὖσι, πρῶτον μὲν ἀξιοῖ μὴ βλέπειν αὐτοὺς πρὸς τὸ πλῆθος τῶν ὑπεναντίων ἀλλὰ πρὸς τὴν ἀνανδρίαν; (2) « καὶ γὰρ τῆς Λιβύης ἁπάσης συνεχῶς οἰκουμένης καὶ πληθυούσης ἀνθρώπω ν , ὅμως ἐν ταῖς παροιμίαι ς , ὅταν περὶ ἐρημίας ἔμφασιν βουλώμεθα ποιῆσα ι , λέγειν ἡμᾶς ‘ ἐρημότερα τῆς Λιβύησ ‘ , οὐκ ἐπὶ τὴν ἐρημίαν φέροντας τὸν λόγο ν , ἀλ λ ’ ἐπὶ τὴν ἀνανδρίαν τῶν κατοικούντω ν . (3) καθόλου δ έ » φησί « τίς ἂν φοβηθείη τοὺς ἄνδρα ς , οἵτινες τῆς φύσεως τοῦτο τοῖς ἀνθρώποις δεδωκυίας ἴδιον παρὰ τὰ λοιπὰ τῶν ζώω ν , λέγω δὲ τὰς χεῖρα ς , ταύτας πα ρ ’ ὅλον τὸν βίον ἐντὸς τῶν χιτώνων ἔχοντες ἀπράκτους περιφέρουσ ι ; (4 ) τὸ δὲ μέγιστο ν , οἵ γε καὶ ὑπὸ τοῖς χιτωνίσκοις ( φησ ί ) περιζώματα φοροῦσ ι , ἵνα μη δ ’ ὅταν ἀποθάνωσιν ἐν ταῖς μάχαις φανεροὶ γένωνται τοῖς ὑπεναντίοι ς» .
F 32
ATHEN. 6, 56 p. 250 A—D: Τίμαιος δʼ ἐν τῆι δευτέραι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν Δημοκλέα φησὶ τὸν Διονυσίου τοῦ νεωτέρου κόλακα, ἔθους ὄντος κατὰ Σικελίαν θυσίας ποιεῖσθαι κατὰ τὰς οἰκίας ταῖς Νύμφαις καὶ περὶ τὰ ἀγάλματα παννυχίζειν μεθυσκομένους ὀρχεῖσθαί τε περὶ τὰς θεάς, ὁ Δημοκλῆς ἐάσας τὰς Νύμφας καὶ εἰπὼν οὐ δεῖν προσέχειν ἀψύχοις θεοῖς, ἐλθὼν ὠρχεῖτο περὶ τὸν Διονύσιον. ἔπειτα πρεσβεύσας ποτὲ μεθʼ ἑτέρων ὡς τὸν Διονύσιον, καὶ πάντων κομιζομένων ἐπὶ τριήρους, κατηγορούμενος ὑπὸ τῶν ἄλλων, ὅτι στασιάζοι κατὰ τὴν ἀποδημίαν καὶ βλάπτοι [τοῦ Διονυσίου] τὰς κοινὰς πράξεις, καὶ σφόδρα τοῦ Διονυσίου ὀργισθέντος, ἔφησεν τὴν διαφορὰν γενέσθαι αὑτῶι πρὸς τοὺς συμπρέσβεις, ὅτι μετὰ τὸ δεῖπνον ἐκεῖνοι μὲν τῶν Φρυνίχου καὶ Στησιχόρου, ἔτι δὲ Πινδάρου παιᾶνα τῶν ναυτῶν τινες ἀνειληφότες ἦιδον, αὐτὸς δὲ μετὰ τῶν βουλομένων τοὺς ὑπὸ τοῦ Διονυσίου πεποιημένους διεπεραίνετο. καὶ τούτου σαφῆ τὸν ἔλεγχον παρέξειν ἐπηγγείλατο· τοὺς μὲν γὰρ αὑτοῦ κατηγόρους οὐδὲ τὸν ἀριθμὸν τῶν ἀισμάτων κατέχειν, αὐτὸς δʼ ἕτοιμος εἶναι πάντας ἐφεξῆς ἄιδειν. λήξαντος δὲ τῆς ὀργῆς τοῦ Διονυσίου, πάλιν ὁ Δημοκλὴς ἔφη ʼχαρίσαιο δʼ ἂν μοί τι, Διονύσιε, κελεύσας τινὶ τῶν ἐπισταμένων διδάξαι με τὸν πεποιημένον εἰς τὸν Ἀσκληπιὸν παιᾶνα· ἀκούω γάρ σε πεπραγματεῦσθαι περὶ τοῦτονʼ. παρακεκλημένων δέ ποτε τῶν φίλων ὑπὸ τοῦ Διονυσίου ἐπὶ τὸ δεῖπνον, εἰσιὼν ὁ Διονύσιος εἰς τὸν οἶκον ʼγράμματα ἡμῖνʼ ἔφη ʼἄνδρες φίλοι, ἐπέμφθη παρὰ τῶν ἡγεμόνων τῶν εἰς Νέαν πόλιν ἀποσταλέντωνʼ· καὶ ὁ Δημοκλῆς ὑπολαβὼν [ἔφη] ʼεὖ γε νὴ τοὺς θεοὺς ἐποίησανʼ ἔφη ʼΔιονύσιεʼ· κἀκεῖνος προσβλέψας αὐτῶι ʼτί δʼ οἶδασʼ ἔφη ʼσύ, πότερα κατὰ γνώμην ἐστὶν ἢ τοὐναντίον ἃ γεγράφασι;ʼ καὶ ὁ Δημοκλῆς ʼεὖ γε νὴ τοὺς θεοὺς ἐπιτετίμηκασʼ ἔφη ʼΔιονύσιεʼ. καὶ Σάτυρον δέ τινα ἀναγράφει ὁ Τίμαιος κόλακα ἀμφοτέρων τῶν Διονυσίων.
F 33
ATHEN. 11, 43 p. 471 F: Τίμαιος δʼ ἐν τῆι ὀγδόηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν θηρικλείαν καλεῖ τὴν κύλικα γράφων οὕτως· « Πολύξενός τις τῶν ἐκ Ταυρομενίου μεθεστηκότων ταχθεὶς ἐπὶ τὴν πρεσβείαν ἕτερά τε δῶρα παρὰ τοῦ Νικοδήμου καὶ κύλικα θηρικλείαν λαβὼν ἐπανῆκε ν» .
F 34
POLYB. 12, 25h 1: ὅτι Τίμαιός φησιν ἐν τῆι τριακοστῆι καὶ τετάρτηι βίβλωι· «πεντήκοντα συνεχῶς ἔτη διατρίψας Ἀθήνησι ξενιτεύων», ἁπάσης ὁμολογουμένως ἄπειρος ἐγένετο πολεμικῆς χρείας, ἔτι δὲ καὶ τῆς τῶν τόπων θέας κτλ.
F 35a
SUDA s. v. ὧι τὸ ἱερὸν πῦρ οὐκ ἔξεστι φυσῆσαι· Τίμαιον ἐν λη ἱστορεῖν, ὡς οἱ περὶ Δημοκλείδην κατὰ Δημοχάρους (no. 75) εἶπον, ὅτι μόνωι αὐτῶι πάντων Ἀθηναίων οὐκ ἔξεστι τὸ ἱερὸν πῦρ φυσῆσαι, ὡς μὴ καθαρεύοντι τοῖς ἄνω μέρεσιν. Δοῦρις δʼ ἐν τῆι δεκάτηι (76 F 8) Πυθέαν κατὰ Δημοσθένους τὸ ὅμοιον εἰπεῖν.
F 35b
POLYB. 12, 13: ὅτι Τίμαιός φησι Δημοχάρην ἡταιρηκέναι μὲν τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δʼ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾶν, ὑπερβεβηκέναι δὲ τοῖς ἐπιτηδεύμασι τὰ Βότρυος ὑπομνήματα καὶ τὰ Φιλαινίδος καὶ τῶν ἄλλων ἀναισχυντογράφων. (2) ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διέθετο πεπαιδευμένος ἀνήρ, ἀλλʼ οὐδὲ τῶν ἀπὸ τέγους [ἀπὸ τοῦ σώματος] εἰργασμένων οὐδείς. (3) ὁ δʼ ἵνα πιστὸς φανῆι κατὰ τὴν αἰσχρολογίαν καὶ τὴν ἄλλην ἀναισχυντίαν, καὶ προσκατέψευσται τἀνδρός, κωμικόν τινα μάρτυρα προσεπισπασάμενος ἀνώνυμον. (7) οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμωιδιογράφος (III 278, 4 K) ἔλεγε ταῦτα μόνος περὶ Δημοχάρους, ὡς Τίμαιός φησιν, (8) ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, καθʼ οὗ πεπαρρησίασται (scil. Demochares) …. πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν ἦν καὶ Δημήτριος ὁ Φαληρεύς, (9) οὗ ʼκεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς Ἱστορίαις (75 F 4) ….. (12) ἀλλʼ ὅμως οὔτε Δημήτριος οὔτʼ ἄλλος οὐδεὶς εἰρήκει περὶ Δημοχάρους τοιοῦτον οὐδέν. (14) ἐξ ὧν ἐγὼ βεβαιοτέραν τὴν τῆς πατρίδος ἡγούμενος μαρτυρίαν ἢ τὴν Τιμαίου πικρίαν, θαρσῶν ἀποφαίνομαι, μηδενὶ τὸν Δημοχάρους βίον ἔνοχον εἶναι τῶν τοιούτων κατηγορημάτων κτλ.
F 36
POLYB. 12, 4b: (T 19 p. 584, 16 f.) καὶ μὴν ἐν τοῖς Περὶ Πύρρου πάλιν φησὶ τοὺς Ῥωμαίους ἔτι νῦν ὑπόμνημα ποιουμένους τῆς κατὰ τὸ Ἴλιον ἀπωλείας, ἐν ἡμέραι τινὶ κατακοντίζειν ἵππον πολεμιστὴν πρὸ τῆς πόλεως ἐν τῶι Κάμπωι καλουμένωι, διὰ τὸ τῆς Τροίας τὴν ἅλωσιν διὰ τὸν ἵππον γενέσθαι τὸν δούριον προσαγορευόμενον, (2) πρᾶγμα πάντων παιδαριωδέστατον· οὕτω μὲν γὰρ δεήσει πάντας τοὺς βαρβάρους λέγειν Τρώων ἀπογόνους ὑπάρχειν· (3) σχεδὸν γὰρ πάντες, εἰ δὲ μή γʼ οἱ πλείους, ὅταν ἢ πολεμεῖν μέλλωσιν ἐξ ἀρχῆς ἢ διακινδυνεύειν πρός τινας ὁλοσχερῶς, ἵππωι προθύονται καὶ σφαγιάζονται, σημειούμενοι τὸ μέλλον ἐκ τῆς τοῦ ζώου πτώσεως, (4c) ὁ δὲ Τίμαιος περὶ τοῦτο τὸ μέρος τῆς ἀλογίας οὐ μόνον ἀπειρίαν, ἔτι δὲ μᾶλλον ὀψιμαθίαν δοκεῖ μοι πολλὴν ἐπιφαίνειν, ὅς γε διότι θύουσιν ἵππον, εὐθέως ὑπέλαβε τοῦτο ποιεῖν αὐτοὺς διὰ τὸ τὴν Τροίαν ἀπὸ ἵππου δοκεῖν ἑαλωκέναι.
F 37
SCHOL. APOLL. RHOD. 4, 965: Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο] Τίμαιος Θρινακίαν φησὶ καλεῖσθαι τὴν Σικελίαν, ὅτι τρεῖς ἄκρας ἔχει· οἱ δὲ ἱστορικοὶ Θρίνακόν φασιν ἄρξαι τῆς Σικελίας ** Μύλας δὲ χερσόνησον Σικελίας, ἐν ἧι αἱ τοῦ Ἡλίου βόες ἐνέμοντο.
F 38
DIODOR. 5, 6, 1: περὶ δὲ τῶν κατοικησάντων ἐν αὐτῆι πρώτων Σικανῶν, ἐπειδή τινες τῶν συγγραφέων διαφωνοῦσιν, ἀναγκαῖόν ἐστι συντόμως εἰπεῖν. Φίλιστος (556 F 45) μὲν γάρ φησιν ἐξ Ἰβηρίας αὐτοὺς ἀποικισθέντας κατοικῆσαι τὴν νῆσον, ἀπό τινος Σικανοῦ ποταμοῦ κατʼ Ἰβηρίαν ὄντος τετευχότας ταύτης τῆς προσηγορίας, Τίμαιος δὲ τὴν ἄγνοιαν τούτου τοῦ συγγραφέως ἐλέγξας, ἀκριβῶς ἀποφαίνεται τούτους αὐτόχθονας εἶναι. πολλὰς δʼ αὐτοῦ φέροντος ἀποδείξεις τῆς τούτων ἀρχαιότητος, οὐκ ἀναγκαῖον ἡγούμεθα περὶ τούτων διεξιέναι.
F 39a
STEPH. BYZ. s. v. Ἀτάβυρον· ὄρος Ῥόδου· Ῥιανὸς ϛ Μεσσηνιακῶν (265 F 41). τὸ ἐθνικὸν Ἀταβύριος, ἐξ οὗ καὶ Ἀταβύριος Ζεύς. ἔστι καὶ Σικελίας Ἀταβύριο ν , ὡς Τίμαιο ς . κέκληται δὲ τὰ ὄρη ἀπό τινος Τελχῖνος Ἀταβυρίου.
F 39b
SCHOL. PINDAR. Ol. 7, (159 g) 160c: Ζεῦ πάτερ, νώτοισιν Ἀταβυρίου μεδέων] Δίδυμος (p. 220 Schm) δέ φησιν ἐν Σικελίαι εἶναι ὄρος Ἀταβύριο ν , ὡς Τίμαιός φησ ι . καλεῖται δὲ καὶ ὁ Ἀταβύριος. εἰσὶ δὲ καὶ βόες χαλκοῖ ἐπὶ τῶι ὄρει τῆς Ῥόδου κτλ.
F 40
CICERO De rep. 3, 43: urbs illa praeclara (Syrakus), quam ait Timaeus Graecarum maxumam, omnium autem esse pulcherrimam.
F 41a
(KALLIMACH.—) ANTIGON. Hist. mir. 140: Ἀρέθουσαν δὲ τὴν ἐν Συρακούσαις, ὥσπερ οἱ λοιποί φασιν καὶ Πίνδαρος (Nem. 1, 1 f.), τὴν πηγὴν ἔχειν ἐκ τοῦ κατὰ τὴν Ἤλιδα Ἀλφειοῦ (Lykos 570 F 15?)· διὸ καὶ ταῖς Ὀλυμπικαῖς ἡμέραις, ὅταν ἐν τῶι ποταμῶι ἀποπλύνωσιν τῶν θυμάτων τὰς κοιλίας, οὐ καθαρὰν εἶναι τὴν ἐν τῆι Σικελίαι κρήνην, ἀλλὰ ῥεῖν ὄνθωι. φησὶν δὲ καὶ φιάλην ποτʼ εἰς τὸν Ἀλφειὸν ποταμὸν ἐμβληθεῖσαν ἐν ἐκείνηι φανῆναι. τοῦτο δʼ ἱστορεῖ καὶ Τίμαιος.
F 41b
POLYBIOS 12, 4d (T 19 p. 584, 25/7) φησὶ τοιγαροῦν τὴν Ἀρέθουσαν κρήνην τὴν ἐν ταῖς Συρακούσσαις ἔχειν τὰς πηγὰς ἐκ τοῦ κατὰ Πελοπόννησον διά τε τῆς Ἀρκαδίας καὶ διὰ τῆς Ὀλυμπίας ῥέοντος ποταμοῦ [Ἀλφειοῦ]· (6) ἐκεῖνον γὰρ δύντα κατὰ γῆς 〈καὶ〉 τετρακισχιλίους σταδίους ὑπὸ τὸ Σικελικὸν ἐνεχθέντα πέλαγος ἀναδύνειν ἐν ταῖς Συρακούσσαις. (7) γενέσθαι δὲ τοῦτο δῆλον ἐκ τοῦ κατά τινα χρόνον οὐρανίων ὄμβρων ῥαγέντων κατὰ τὸν τῶν Ὀλυμπίων καιρόν, καὶ τοῦ ποταμοῦ τοὺς κατὰ τὸ τέμενος ἐπικλύσαντος τόπους, ὄνθου τε πλῆθος ἀναβλύζειν τὴν Ἀρέθουσαν ἐκ τῶν κατὰ τὴν πανήγυριν θυομένων βοῶν, καὶ φιάλην χρυσῆν 〈ποτʼ〉 ἀναβαλεῖν, ἣν ἐπιγνόντες εἶναι τῆς ἑορτῆς ἀνείλοντο.
F 41c
STRABON 6, 2, 4 p. 270/1: ἡ δʼ Ὀρτυγία συνάπτει γεφύραι πρὸς τὴν ἤπειρον 〈πρόσγειοσ〉 οὖσα, κρήνην δʼ ἔχει τὴν Ἀρέθουσαν, ἐξιεῖσαν ποταμὸν εὐθὺς εἰς τὴν θάλατταν. μυθεύουσι δὲ τὸν Ἀλφειὸν εἶναι τοῦτον, ἀρχόμενον μὲν ἐκ τῆς Πελοποννήσου, διὰ δὲ τοῦ πελάγους ὑπὸ γῆς τὸ ῥεῖθρον ἔχοντα μέχρι πρὸς τὴν Ἀρέθουσαν, εἶτʼ ἐκδιδόντα ἐνθένδε πάλιν εἰς τὴν θάλατταν. τεκμηριοῦνται δὲ τοιούτοις τισί· καὶ γὰρ φιάλην τινὰ ἐκπεσοῦσαν εἰς τὸν ποταμὸν ἐνόμισαν [ἐν Ὀλυμπίαι] δεῦρο ἀνενεχθῆναι εἰς τὴν κρήνην, καὶ θολοῦσθαι ἀπὸ τῶν ἐν Ὀλυμπίαι βουθυσιῶν· ὅ τε Πίνδαρος ἐπακολουθῶν τούτοις εἴρηκε τάδε «ἄνπνευμα σεμνὸν Ἀλφεοῦ, κλεινᾶν Συρακουσσᾶν θάλος, Ὀρτυγία». συναποφαίνεται δὲ τῶι Πινδάρωι ταὐτὰ καὶ Τίμαιος ὁ συγγραφεύς.
F 42a
GELLIUS N. A. 11, 1, 1: Timaeus in historiis quas oratione Graeca de rebus populi Romani composuit et M. Varro in Antiquitatibus rerum humanarum terram Italiam de Graeco vocabulo appellatam scripserunt, quoniam boves Graeca vetere lingua italoe vocitati sunt, quorum in Italia magna copia fuerit, bucetaque in ea terra gigni, pascique solita sint complurima.
F 42b
VARRO De r. r. 2, 5, 3: nam bos in pecuaria maxima debet esse auctoritate, praesertim in Italia, quae a bubus nomen habere sit existimata. Graecia enim antiqua, ut scribit Timaeus, tauros vocabat italos, a quorum multitudine et pulchritudine et fetu vitulorum Italiam dixerunt. alii scripserunt quod ex Sicilia Hercules persecutus sit eo nobilem taurum qui diceretur italus.
F 43a
ANTIGON. Hist. mir. 1: Τίμαιος ὁ τὰς Σικελικὰς ἱστορίας συγγεγραφὼς ἐν Ῥηγίωι φησὶ τοὺς Λοκροὺς καὶ τοὺς Ῥηγίνους ὁρίζοντος Ἅληκος καλουμένου ποταμοῦ, τῶν τεττίγων τοὺς μὲν ἐν τῆι Λοκρικῆι ἄιδειν, τοὺς δὲ ἐν τῆι Ῥηγίνων ἀφώνους εἶναι. λέγεται δέ τι τούτου μυθωδέστερον· ἀφικομένων γὰρ εἰς Δελφοὺς κιθαρωιδῶν Ἀρίστωνος μὲν ἐκ Ῥηγίου, παρὰ δὲ Λοκρῶν Εὐνόμου, καὶ περὶ τοῦ κλήρου πρὸς ἑαυτοὺς εἰς ἀντιλογίαν ἐλθόντων, ὁ μὲν οὐκ ὤιετο δεῖν ἐλαττοῦσθαι, τῆς ὅλης Ῥηγίνων ἀποικίας ἐκ Δελφῶν καὶ παρὰ τοῦ θεοῦ γεγενημένης, ὁ δὲ κατέτρεχεν ὅτι τὸ παράπαν οὐδὲ κιθαρωιδεῖν καθήκει, παρʼ οἷς οὐδʼ οἱ τέττιγες ἄιδουσιν. εὐημερήσαντος [γʼ] οὖν τοῦ Ῥηγίνου ἐν τῶι ἀγῶνι, ἐνίκησεν Εὔνομος ὁ Λοκρὸς παρὰ τοιαύτην αἰτίαν ἄιδοντος αὐτοῦ μεταξὺ τέττιξ ἐπὶ τὴν λύραν ἐπιπτὰς ἦιδεν, ἡ δὲ πανήγυρις ἀνεβόησεν ἐπὶ τῶι γεγονότι καὶ ἐκέλευσεν ἐᾶν. (2) καὶ ἄλλο δὲ παρὰ τοῖς Ῥηγίνοις τοιοῦτον ὡς μυθικὸν ἱστορεῖται, ὅτι Ἡρακλῆς ἔν τινι τόπωι τῆς χώρας κατακοιμηθεὶς καὶ ἐνοχλούμενος ὑπὸ τῶν τεττίγων ηὔξατο αὐτοὺς ἀφώνους γενέσθαι.
F 43b
STRABON 6, 1, 9 p. 260: τοῦ δὲ Ἅληκος ποταμοῦ τοῦ διορίζοντος τὴν Ῥηγίνην ἀπὸ τῆς Λοκρίδος βαθεῖαν φάραγγα διεξιόντος, ἴδιόν τι συμβαίνει τὸ περὶ τοὺς τέττιγας· οἱ μὲν γὰρ ἐν τῆι τῶν Λοκρῶν περαίαι φθέγγονται, τοῖς δʼ ἀφώνοις εἶναι συμβαίνει. τὸ δʼ αἴτιον εἰκάζουσιν, ὅτι τοῖς μὲν παλίνσκιόν ἐστι τὸ χωρίον, ὥστʼ ἐνδρόσους ὄντας μὴ διαστέλλειν τοὺς ὑμένας, τοὺς δʼ ἡλιαζομένους ξηροὺς καὶ κερατώδεις ἔχειν, ὥστʼ ἀπʼ αὐτῶν εὐφυῶς ἐκπέμπεσθαι τὸν φθόγγον. ἐδείκνυτο δʼ ἀνδριὰς ἐν Λοκροῖς Εὐνόμου τοῦ κιθαρωιδοῦ, τέττιγα ἐπὶ τὴν κιθάραν καθήμενον ἔχων. φησὶ δὲ Τίμαιος, Πυθίοις ποτὲ ἀγωνιζομένους τοῦτόν τε καὶ Ἀρίστωνα Ῥηγῖνον ἐρίσαι περὶ τοῦ κλήρου· τὸν μὲν δὴ Ἀρίστωνα δεῖσθαι τῶν Δελφῶν ἑαυτῶι συμπράττειν. ἱεροὺς γὰρ εἶναι τοῦ θεοῦ τοὺς προγόνους αὐτοῦ, καὶ τὴν ἀποικίαν ἐνθένδε ἐστάλθαι. τοῦ δʼ Εὐνόμου φήσαντος ἀρχὴν μηδὲ μετεῖναι ἐκείνοις τῶν περὶ φωνὴν ἀγωνισμάτων, παρʼ οἷς καὶ οἱ τέττιγες εἶεν ἄφωνοι, τὰ εὐφθογγότατα τῶν ζώιων, ὅμως εὐδοκιμεῖν μηδὲν ἧττον τὸν Ἀρίστωνα καὶ ἐν ἐλπίδι τὴν νίκην ἔχειν, νικῆσαι μέντοι τὸν Εὔνομον καὶ ἀναθεῖναι τὴν λεχθεῖσαν εἰκόνα ἐν τῆι πατρίδι, ἐπειδὴ κατὰ τὸν ἀγῶνα μιᾶς τῶν χορδῶν ῥαγείσης, ἐπιπτὰς τέττιξ ἐκπληρώσειε τὸν φθόγγον.
F 44
ATHEN. 12, 22 p. 522 A: καὶ Κροτωνιᾶται δʼ, ὥς φησι Τίμαιος, μετὰ τὸ ἐξελεῖν Συβαρίτας ἐξώκειλαν εἰς τρυφήν, ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῶι στεφάνωι, ὑποδεδεμένον λευκὰς κρηπῖδας. οἳ δὲ οὐ διὰ τρυφήν φασι τοῦτο γεγονέναι, ἀλλὰ διὰ Δημοκήδη τὸν ἰατρὸν κτλ.
F 45
ATHEN. 12, 22 p. 522 C: ὕστερον δὲ καὶ οἱ Κροτωνιᾶται, φησὶν ὁ Τίμαιος, ἐπεχείρησαν τὴν Ὀλυμπικὴν πανήγυριν καταλῦσαι, τῶι αὐτῶι χρόνωι προθέντες ἀργυρικὸν σφόδρα πλούσιον ἀγῶνα. οἳ δὲ Συβαρίτας τοῦτο ποιῆσαι λέγουσιν.
F 46
(KALLIMACH.—)ANTIGON. Hist. mir. 134: Τίμαιον δὲ τῶν ἐν Ἰταλίαι ποταμῶν ἱστορεῖν Κρᾶθιν ξανθίζειν τὰς τρίχας.
F 47
ATHEN. 1, 62 p. 34 C: καὶ πολλοὶ εἰς τὰς κατασκευαζομένας ἀμεθύστους προσλαμβάνουσι τὸ τῆς κράμβης σπέρμα. καὶ ἐν ὧι δʼ ἂν ἀμπελῶνι κράμβαι φύωνται, ἀμαυρότερος ὁ οἶνος γίνεται. διὸ καὶ Συβαρῖται, φησὶ Τίμαιος, πρὸ τοῦ πίνειν κράμβας ἤσθιον.
F 48
ATHEN. 12, 15 p. 518 D: ἱστορεῖ δὲ περὶ αὐτῶν (scil. τῶν Συβαριτῶν) Τίμαιος, ὅτι ἀνὴρ Συβαρίτης εἰς ἀγρόν ποτε πορευόμενος, ἔφη ἰδὼν τοὺς ἐργάτας σκάπτοντας αὐτὸς ῥῆγμα λαβεῖν· πρὸς ὃν ἀποκρίνασθαί τινα τῶν ἀκουσάντων ʼαὐτὸς δὲ σοῦ διηγουμένου ἀκούων πεπονεκέναι τὴν πλευράν.ʼ
F 49*
ATHEN. 12, 16 p. 518 EF: ἐπιχωριάζειν δὲ παρʼ αὐτοῖς διὰ τὴν τρυφὴν ἀνθρωπάρια μικρὰ καὶ τοὺς σκοπαίους, ὥς φησιν ὁ Τίμαιος, τοὺς καλουμένους παρά τισι στίλπωνας, καὶ κυνάρια Μελιταῖα, ἅπερ αὐτοῖς καὶ ἕπεσθαι εἰς τὰ γυμνάσια.
F 50
ATHEN. 12, 17—18 p. 519 B—520 C: ἐφόρουν δʼ οἱ Συβαρῖται καὶ ἱμάτια Μιλησίων ἐρίων πεποιημένα, ἀφʼ ὧν δὴ καὶ αἱ φιλίαι ταῖς πόλεσιν ἐγένοντο, ὡς ὁ Τίμαιος ἱστορεῖ· ἠγάπων γὰρ τῶν μὲν ἐξ Ἰταλίας Τυρρηνούς, τῶν δʼ ἔξωθεν τοὺς Ἴωνας, ὅτι τρυφῆι προσεῖχον. οἱ δʼ ἱππεῖς τῶν Συβαριτῶν, ὑπὲρ τοὺς πεντακισχιλίους ὄντες, ἐπόμπευον ἔχοντες κροκωτοὺς ἐπὶ τοῖς θώραξιν, καὶ τοῦ θέρους οἱ νεώτεροι αὐτῶν εἰς τὰ τῶν Νυμφῶν ἄντρα τῶν Λουσιάδων ἀποδημοῦντες διετέλουν μετὰ πάσης τρυφῆς. οἱ δʼ εὔποροι αὐτῶν ὁπότε εἰς ἀγρὸν παραβάλλοιεν, καίπερ ἐπὶ ζευγῶν πορευόμενοι, τὴν ἡμερησίαν πορείαν ἐν τρισὶν ἡμέραις διήνυον. ἦσαν δέ τινες αὐτοῖς καὶ τῶν εἰς τοὺς ἀγροὺς φερουσῶν ὁδῶν κατάστεγοι. τοῖς δὲ πλείστοις αὐτῶν ὑπάρχουσιν οἰνῶνες ἐγγὺς τῆς θαλάσσης, εἰς οὓς διʼ ὀχετῶν τῶν οἴνων ἐκ τῶν ἀγρῶν ἀφειμένων, τὸν μὲν ἔξω τῆς χώρας πιπράσκεσθαι, τὸν δὲ εἰς τὴν πόλιν τοῖς πλοίοις διακομίζεσθαι. ποιοῦνται δὲ καὶ δημοσίαι πολλὰς καὶ πυκνὰς ἑστιάσεις, καὶ τοὺς λαμπρῶς φιλοτιμηθέντας χρυσοῖς στεφάνοις τιμῶσι, καὶ τούτους ἀνακηρύττουσιν ἐν ταῖς δημοσίαις θυσίαις καὶ τοῖς ἀγῶσιν, προσκηρύττοντες οὐκ εὔνοιαν ἀλλὰ τὴν εἰς τὰ δεῖπνα χορηγίαν· ἐν οἷς στεφανοῦσθαι καὶ τῶν μαγείρων τοὺς ἄριστα τὰ παρατεθέντα διασκευάσαντας. παρὰ Συβαρίταις δʼ εὑρέθησαν καὶ πύελοι, ἐν αἷς κατακείμενοι ἐπυριῶντο· πρῶτοι δὲ καὶ ἀμίδας ἐξεῦρον, ἃς εἰσέφερον εἰς τὰ συμπόσια. καταγελῶντες δὲ τῶν ἀποδημούντων ἐκ τῶν πατρίδων, αὐτοὶ ἐσεμνύνοντο ἐπὶ τῶι γεγηρακέναι ἐπὶ ταῖς τῶν ποταμῶν γεφύραις. (18) δοκεῖ δὲ μετὰ τῆς εὐδαιμονίας αὐτῶν εἶναι, ὅτι ἐκ τῆς χώρας, ἀλιμένου τῆς θαλάσσης παρηκούσης, καὶ τῶν καρπῶν σχεδὸν ἁπάντων ὑπὸ τῶν πολιτῶν καταναλισκομένων· ὅ τε τῆς πόλεως τόπος καὶ ὁ παρὰ τοῦ θεοῦ χρησμὸς συμπαροξῦναι πάντας ἐκτρυφῆσαι καὶ ποιῆσαι ζῆσαι ὑπὲρ τὸ μέτρον ἐκλελυμένως. ἡ δὲ πόλις αὐτῶν ἐν κοίλωι κειμένη τοῦ μὲν θέρους ἕωθέν τε καὶ πρὸς ἑσπέραν ψῦχος ὑπερβάλλον ἔχει, τὸ δὲ μέσον τῆς ἡμέρας καῦμα ἀνύποιστον, ὥστε τοὺς πλείστους αὐτῶν ὑπειληφέναι πρὸς ὑγίειαν διαφέρειν τοὺς πότουσ(?)· ὅθεν καὶ ῥηθῆναι, ὅτι τὸν βουλόμενον ἐν Συβάρει μὴ πρὸ μοίρας ἀποθανεῖν οὔτε δυόμενον οὔτε ἀνίσχοντα τὸν ἥλιον ὁρᾶν δεῖ. ἔπεμψαν δέ ποτε καὶ εἰς θεοῦ τοὺς χρησομένους, ὧν ἦν εἷς Ἄμυρις, πυνθανόμενοι μέχρι τίνος εὐδαιμονήσουσι· καὶ ἡ Πυθία ἔφη «Εὐδαίμων, 〈Συβαρῖτα, πανευδαίμων〉 σὺ μὲν αἰεί / ἐν θαλίηισιν ἔσηι, τιμῶν γένος αἰὲν ἐόντων. / εὖτʼ ἂν δὲ πρότερον θνητὸν θεοῦ ἄνδρα σεβίσσηις, / τηνίκα σοι πόλεμός τε καὶ ἔμφυλος στάσις ἥξει». τούτων ἀκούσαντες ἔδοξαν λέγειν αὐτοῖς τὸν θεὸν ὡς οὐδέποτε παύσοιντο τρυφῶντες· οὐδέποτε γὰρ τιμήσειν ἄνθρωπον μᾶλλον θεοῦ. ἐγένετʼ οὖν αὐτοῖς τῆς τύχης ἡ μεταβολή, ἐπεί τις τῶν οἰκετῶν τινα μαστιγῶν καὶ τοῦτον καταφυγόντα εἰς τὰ ἱερὰ πάλιν ἐμαστίγου· ὡς δὲ τὸ τελευταῖον κατέδραμεν ἐπὶ τὰ τοῦ πατρὸς αὐτοῦ μνήματα, ἀφῆκεν αἰδεσθείς. ⟦ ἐξαναλώθησαν δὲ φιλοτιμούμενοι πρὸς ἑαυτοὺς τρυφαῖς, καὶ ἡ πόλις δὲ πρὸς ἁπάσας τὰς ἄλλας ἡμιλλᾶτο περὶ τρυφῆσ ⟧ . εἶτα μετʼ οὐ πολὺ γινομένων αὐτοῖς σημείων πολλῶν καὶ ἀπωλείας, περὶ ἧς οὐκέτʼ ἐπείγει λέγειν, διεφθάρησαν.
F 51
ATHEN. 12, 25 p. 523 C: καὶ οἱ τὴν Σῖριν δὲ κατοικοῦντες— ἣν πρῶτοι κατέσχον οἱ ἀπὸ Τροίας ἐλθόντες, ὕστερον δʼ ὑπὸ Κολοφωνίων ** , ὥς φησι Τίμαιος καὶ Ἀριστοτέλης (IV)—εἰς τρυφὴν ἐξώκειλαν οὐχ ἧσσον Συβαριτῶν. καὶ γὰρ ἰδίως παρʼ αὐτοῖς ἐπεχωρίασεν φορεῖν ἀνθινοὺς χιτῶνας, οὓς ἐζώννυντο μίτραις πολυτελέσιν, καὶ ἐκαλοῦντο διὰ τοῦτο ὑπὸ τῶν περιοίκων μιτροχίτωνες, ἐπεὶ Ὅμηρος (Il. Π 419) τοὺς ἀζώστους ἀμιτροχίτωνας καλεῖ· καὶ Ἀρχίλοχος δʼ ὁ ποιητὴς (F 18 Diehl) ὑπερτεθαύμακε τὴν χώραν τῶν Σιριτῶν διὰ τὴν εὐδαιμονίαν.
F 52
ATHEN. 12, 25 p. 523 DE: ὠνομάσθη δʼ ἡ Σῖρις, ὡς μὲν Τίμαιός φησιν καὶ Εὐριπίδης ἐν Δημώτιδι [ἢ] Μελανίππηι (F 496 N 2 ), ἀπὸ γυναικός τινος Σίριδος, ὡς δʼ Ἀρχίλοχος (F 18 Diehl 2 ) ἀπὸ ποταμοῦ.
F 53
SCHOL. LYKOPHR. Al. 615: κολοσσοβάμων] ἁλούσης τῆς Ἰλίου Διομήδης ἀντὶ τοῦ ἕρματος ἐκ τοῦ τείχους τῶν Τρώων λίθους εἰς τὴν ναῦν ἐβάλετο. παραγενόμενος δὲ εἰς τὸ Ἄργος καὶ ἐλαθεὶς ὑπὸ Αἰγιαλείας τῆς γαμετῆς, παρεγένετο εἰς Ἰταλίαν. εὑρὼν δὲ τηνικαῦτα τὸν ἐν τῆι Σκυθίαι δράκοντα λυμαινόμενον τὴν Φαιακίδα διέφθειρε τοῦτον, τὴν τοῦ Γλαύκου χρυσῆν ἀσπίδα κατέχων, νομίσαντος τοῦ δράκοντος τὸ χρυσοῦν δέρας εἶναι τοῦ κριοῦ. τιμηθεὶς δʼ ἐπὶ τούτωι σφόδρα, ἀνδριάντα κατασκευάσας, ἱδρύσατο ἐκ τῶν λίθων τῶν ἐκ τῆς Ἰλίου. ἱστορεῖ δὲ τοῦτο Τίμαιος καὶ Λύκος ἐν τῶι τρίτωι (570 F 3). ὕστερον δὲ ἀνελὼν ὁ Δαῦνος αὐτόν, ἔρριψε καὶ τοὺς ἀνδριάντας εἰς θάλασσαν· οὗτοι δὲ ἀνεχόμενοι τὰ κύματα, πάλιν ἐξήρχοντο πρὸς τὰς βάσεις αὐτῶν. καὶ ἡ μὲν ἱστορία τοιαύτη.
F 54
POLLUX 2, 29: ἐκαλεῖτο δέ τις καὶ Ἑκτόρειος κόμη, περὶ ἧς φησιν Ἀναξίλας (II 275, 38 K) «τὴν Ἑκτόρειον τὴν ἐφίμερον κόμην». (30) Τίμαιος δὲ τὴν κουρὰν ταύτην προεστάλθαι μὲν δεῖν περὶ τὸ μέτωπον λέγει, τῶι δὲ τραχήλωι περικεχύσθαι.
F 55
SCHOL. LYKOPHR. Al. 1137: σηκὸν δέ μοι τεύξουσι Δαυνίων ἄκροι / Σάλπης παρʼ ὄχθαις …. / κόραι δὲ παρθένειον ἐκφυγεῖν ζυγὸν / ὅταν θέλωσι, νυμφίους ἀρνούμεναι / τοὺς Ἑκτορείοις ἠγλαισμένους κόμαις / … ἐμὸν περιπτύξουσιν ὠλέναις βρέτας, / ἄλκαρ μέγιστον κτώμεναι νυμφευμάτων / Ἐρινύων ἐσθῆτα καὶ ῥέθους βαφάς, / πεπασμέναι θρόνοισι φαρμακτηρίοις. / κείναις ἐγὼ δηναιὸν ἄφθιτος θεὰ / ῥαβδηφόροις γυναιξὶν αὐθηδήσομαι] ὁ δὲ Τίμαιός φησιν, ὅτι Ἕλληνες ἐπειδὰν ἀπαντήσωσι ταῖς Δαυνίαις ὑπεσταλμέναις μὲν ἐσθῆτα φαιάν, ἐζωσμέναις δὲ ταινίαις πλατείαις, ὑποδεδεμέναις δὲ τὰ κοῖλα τῶν ὑποδημάτων, ἐχούσαις δὲ ἐν ταῖς χερσὶ ῥάβδον, ὑπαληλιμμέναις δὲ τὸ πρόσωπον καθάπερ πυρρῶι τινι χρώματι, τῶν Ποινῶν ἔννοιαν λαμβάνουσι τῶν τραγικῶν.
F 56a
SCHOL. LYKOPHR. Al. 1050: ὁ δʼ Αὐσονείων ἄγχι Κάλχαντος τάφων, / δυοῖν ὁμαίμοιν ἅτερος, ψευδηρίων / ξένην ἐπʼ ὀστέοισιν ὀγχήσει κόνιν. / δοραῖς δὲ μήλων τύμβον ἐγκοιμωμένοις / χρήσει καθʼ ὕπνον πᾶσι νημερτῆ φάτιν. / νόσων δʼ ἀκεστὴς Δαυνίοις κληθήσεται, / ὅταν καθικμαίνοντες Ἀλθαίνου ῥοαῖς / ἀρωγὸν αὐδήσωσιν Ἠπίου γόνον / αὐτοῖσι καὶ ποίμναισι πρευμενῆ μολεῖν] εἰώθασιν οἱ Δαύνιοι ἐν μηλωταῖς καθεύδειν ἐν τῶι τάφωι τοῦ Ποδαλειρίου καὶ καθʼ ὕπνους λαμβάνειν χρησμοὺς ἐξ αὐτοῦ. εἰώθασι δὲ καὶ ἐν τῶι πλησίον ποταμῶι Ἀλθαίνωι ἀπολούεσθαι, καὶ αὐτοὶ καὶ τὰ θρέμματα αὐτῶν, καὶ ἐπικαλεῖσθαι τὸν Ποδαλείριον, καὶ ὑγιάζεσθαι, ὅθεν καὶ ὁ ποταμὸς ἔσχε τὴν ὀνομασίαν, ὡς ἀλθαίνων κατὰ Τίμαιον καὶ θεραπεύων τῶν λουομένων ἁπάντων ζώων.
F 56b
ET. GEN. p. 320, 1 Rei (ET. M. p. 63, 3): Ἄλθαινος· ποταμὸς Ἰταλίας, ὅν φησιν ὀνομασθῆναι Τίμαιος διὰ τὸ ἀλθαίνειν τὰ τραύματα τῶν ἐν αὐτῶι λουομένων. οὕτως Ὦρος.
F 57
(KALLIMACH.—)ANTIGON. Hist. mir. 152: τὴν δὲ ἐν τοῖς Σαρμάταις λίμνην Ἡρακλείδην (F 66 Voss) γράφειν ὅτι οὐδὲν τῶν ὀρνίθων ὑπεραίρειν, τὸ δὲ προσελθὸν ὑπὸ τῆς ὀσμῆς τελευτᾶν· ὃ δὴ καὶ περὶ τὴν Ἀορνῖτιν δοκεῖ γίγνεσθαι, καὶ κατίσχυκεν ἡ φήμη παρὰ τοῖς πλείστοις. ὁ δὲ Τίμαιος τοῦτο μὲν ψεῦδος ἡγεῖται εἶναι· τὰ πλεῖστα γὰρ κατατυχεῖν τῶν εἰθισμένων παρʼ αὐτῆι διαιτᾶσθαι. ἐκεῖνο μέντοι λέγει, διότι « συνδένδρων τόπων ἐπικειμένων αὐτῆ ι , καὶ πολλῶν κλάδων καὶ φύλλων διὰ τὰ πνεύματα τῶν μὲν κατακλωμένω ν , τῶν δὲ ἀποσειομένω ν , οὐδέν ἐστιν ἰδεῖν ἐ π ’ αὐτῆι ἐφεστηκό ς , ἀλλὰ διαμένειν καθαρά ν» .
F 58
STRABON 5, 4, 9 p. 248: καὶ Τίμαιος δὲ περὶ τῶν Πιθηκουσσῶν φησιν ὑπὸ τῶν παλαιῶν πολλὰ παραδοξολογεῖσθαι, μικρὸν δὲ πρὸ ἑαυτοῦ τὸν Ἐπωμέα λόφον ἐν μέσηι τῆι νήσωι τιναγέντα ὑπὸ σεισμῶν ἀναβαλεῖν πῦρ, καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάττης ἐξῶσαι [πάλιν] ἐπὶ τὸ πέλαγος, τὸ δʼ ἐκτεφρωθὲν τῆς γῆς μετεωρισμὸν λαβὸν κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ ἐπὶ τρεῖς τὴν θάλατταν ἀναχωρῆσαι σταδίους, ἀναχωρήσασαν δὲ μετʼ οὐ πολὺ ὑποστρέψαι καὶ τῆι παλιρροίαι κατακλύσαι τὴν νῆσον, καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῆι πυρός· ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῆι ἠπείρωι φυγεῖν ἐκ τῆς παραλίας εἰς τὴν 〈ἄνω〉 Καμπανίαν.
F 59
DIONYS. HAL. A. R. 1, 67, 4: σχήματος δὲ καὶ μορφῆς αὐτῶν πέρι Τίμαιος μὲν ὁ συγγραφεὺς ὧδε ἀποφαίνεται· κηρύκεια σιδηρᾶ καὶ χαλκᾶ καὶ κέραμον Τρωικὸν εἶναι τὰ ἐν τοῖς ἀδύτοις τοῖς ἐν Λαουινίωι κείμενα ἱερά, πυθέσθαι δὲ αὐτὸς ταῦτα παρὰ τῶν ἐπιχωρίων.
F 60
DIONYS. HAL. A. R. 1, 74, 1 (EUSEB. ARM. p. 135, 14 K; SYNKELL. p. 365, 1): τὸν δὲ τελευταῖον γενόμενον τῆς Ῥώμης οἰκισμὸν ἢ κτίσιν ἢ ὅτι δήποτε χρὴ καλεῖν Τίμαιος μὲν ὁ Σικελιώτης (οὐκ οἶδʼ ὅτωι κανόνι χρησάμενος) ἅμα Καρχηδόνι κτιζομένηι γενέσθαι φησὶν ὀγδόωι καὶ τριακοστῶι πρότερον ἔτει τῆς πρώτης ὀλυμπιάδος.
F 61
PLIN. N. H. 33, 42: populus Romanus ne argento quidem signato ante Pyrrhum regem devictum usus est … (43) … Servius rex primus signavit ae s ; antea rudi usos Romae Timaeus tradi t . signatum est nota pecudum, unde et pecunia appellata. maximus census CXX assium fuit illo rege; et ideo haec prima classis. argentum signatum anno urbis CCCCLXXXV, Q. Ogulnio C. Fabio cos., quinque annis ante primum Punicum bellum.
F 62
TERTULLIAN. De spectac. 5: Lydos ex Asia transvenas in Etruria consedisse Timaeus refert duce Tyrrheno, qui fratri suo cesserat regni contentione; exstant auctores multi.
F 63
PLIN. N. H. 3, 85 (SOLIN. 4, 1): Sardiniam ipsam Timaeus Sandaliotim appellavit ab effigie soleae, Myrsilus (477 F 11) Ichnusam a similitudine vestigii.
F 64
SCHOL. PLATON Resp. 337 A (ZENOB. Prov. 5, 85; PHOT. SUD. s. v. Σαρδάνιος γέλως; EUST. HOM. Od. υ 302; TZETZ. LYKOPHR. Al. 796): Σαρδάνιον· παροιμία ἐπὶ τῶν ἐπʼ ὀλέθρωι τῶι σφῶν αὐτῶν γελώντων. οἱ γὰρ τὴν Σαρδὼ κατοικοῦντες, ὥς φησι Τίμαιος, ἐπειδὰν αὐτοῖς ἀπογηράσκωσιν οἱ γονεῖς, καὶ νομίσωσιν ἱκανὸν βεβιωκέναι χρόνον, ἄγουσιν αὐτοὺς ἐπὶ τὸν τόπον ἐν ὧι μέλλουσι θάψαι, κἀκεῖ λάκκους ὀρύξαντες ἐπʼ ἄκρων χειλῶν τοὺς μέλλοντας ἀποθνήσκειν καθίζουσιν, ἔπειτα ἕκαστος αὐτῶν σχίζαν ἔχων τύπτει τὸν ἑαυτοῦ πατέρα, καὶ εἰς τοὺς λάκκους περιωθεῖ· τοὺς δὲ πρεσβύτας χαίροντας ἐπὶ τὸν θάνατον παραγίνεσθαι ὡς εὐδαίμονας, καὶ μετὰ γέλωτος καὶ εὐθυμίας ἀπόλλυσθαι. ἐπεὶ οὖν γελᾶν μὲν συνέβαινεν, οὐ πάνυ δὲ ὁ γέλως ἐπʼ ἀγαθῶι τινι ἐγίνετο, παρὰ τοῖς Ἕλλησι τὴν προκειμένην ῥηθῆναι παροιμίαν.
F 65
STRABON 14, 2, 10p. 654: τινὲς δὲ μετὰ τὴν ἐκ Τροίας ἄφοδον τὰς Γυμνησίας νήσους ὑπʼ αὐτῶν κτισθῆναι λέγουσιν, ὧν τὴν μείζω φησὶ Τίμαιος μεγίστην εἶναι μετὰ τὰς ἑπτά—Σαρδώ, Σικελίαν, Κύπρον, Κρήτην, Εὔβοιαν, Κύρνον, Λέσβον—, οὐ τἀληθῆ λέγων· πολὺ γὰρ ἄλλαι μείζους. φασὶ δὲ τοὺς γυμνήτας ὑπὸ Φοινίκων βαλεαρίδας λέγεσθαι διότι τὰς Γυμνησίας Βαλεαρίδας λεχθῆναι.
F 66
SCHOL. LYKOPHR. Al. 633: οἱ δʼ ἀμφικλύστους χοιράδας Γυμνησίας / σισυρνοδῦται καρκίνοι πεπλωκότες / ἄχλαινον ἀμπρεύσουσι νήλιποι βίον, / τριπλαῖς δικώλοις σφενδόναις ὡπλισμένοι. / ὧν αἱ τεκοῦσαι τὴν ἑκηβόλον τέχνην / ἄδορπα παιδεύσουσι νηπίους γονάς· / οὐ γάρ τις αὐτῶν ψίσεται πύρνον γνάθωι, / πρὶν ἂν κρατήσηι ναστὸν εὐστόχωι λίθωι / ὑπὲρ τράφηκος σῆμα κείμενον σκοποῦ. / καὶ τοὶ μὲν ἀκτὰς ἐμβατήσονται λεπράς / Ἰβηροβοσκοὺς ἄγχι Ταρτησοῦ πύλης, / Ἄρνης παλαιᾶς γέννα, Τεμμίκων πρόμοι] Τίμαιος δέ φησιν εἰς ταύτας τὰς νήσους ἐλθεῖν τινας τῶν Βοιωτῶν, ἅστινας νήσους Χοιράδας εἶπεν. Φιλτέας δὲ ἐν τρίτηι Ναξιακῶν (498 F 1) Βαλιαρίδας φησὶν αὐτὰς ὕστερον ὀνομασθῆναι. ἃς νήσους Ἕλληνες μὲν καὶ Ῥωμαῖοι κοινῶς Γυμνησίας φασίν, Ἴβηρες δὲ Βαλερίας ἤτοι ὑγιεινάς. ἕτεροι δὲ Γυμνασίας οὕτως αὐτάς φασι κληθῆναι, ὅτι οἱ περισωθέντες τῶν Ἑλλήνων ἐκεῖσε γυμνοὶ ἐξήχθησαν, καὶ συνοικήσαντες γυναιξὶν οὕτω καὶ τὰς νήσους καὶ τοὺς παῖδας ἐκάλεσαν.
F 67
PLIN N. H. 4, 120: ab eo latere quo Hispaniam spectat (Gades) passibus fere C altera insula est, longa M passus, M lata, in qua prius oppidum Gadium fuit. vocatur ab Ephoro (70 F 129) et Philistide (11 F 3) Erythea, a Timaeo et Sileno (175 F 7) Aphrodisias, ab indigenis Junonis. maiorem Timaeus Cotinusam ab oleis vocitatam ait, nostri Tarteson appellant, Poeni Gadir, ita Punica lingua saepem significante. Erythea dicta est, quoniam Tyri aborigines earum orti ab Erythro mari ferebantur. in hac Geryones habitasse a quibusdam existimatur, cuius armenta Hercules abduxerit; sunt qui aliam esse eam et contra Lusitaniam arbitrentur, eodemque nomine quandam ibi appellant.
F 68
POLYB. 2, 16, 13: τἄλλα δὲ τὰ περὶ τὸν ποταμὸν τοῦτον ἱστορούμενα παρὰ τοῖς Ἕλλησι, λέγω δὴ τὰ περὶ Φαέθοντα καὶ τὴν ἐκείνου πτῶσιν, ἔτι τε τὰ δάκρυα τῶν αἰγείρων καὶ τοὺς μελανειμόνας τοὺς περὶ τὸν ποταμὸν οἰκοῦντας, οὕς φασι τὰς ἐσθῆτας εἰσέτι νῦν φορεῖν τοιαύτας ἀπὸ τοῦ κατὰ Φαέθοντα πένθους, (14) καὶ πᾶσαν δὴ τὴν τραγικὴν … ὕλην ἐπὶ μὲν τοῦ παρόντος ὑπερθησόμεθα …. (15) μεταλαβόντες δὲ καιρὸν ἁρμόττοντα ποιησόμεθα τὴν καθήκουσαν μνήμην (—), καὶ μάλιστα διὰ τὴν Τιμαίου περὶ τοὺς προειρημένους τόπους ἄγνοιαν.
F 69
ET. M. p. 220, 5: Γαλατία· χώρα· ὠνομάσθη, ὥς φησι Τίμαιος, ἀπὸ Γαλάτου, Κύκλωπος καὶ Γαλατείας υἱοῦ.
F 70
STRABON 4, 1, 8 p. 183: περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος (34, 10, 5) μὲν ἐπιτιμᾶι Τιμαίωι, φήσας εἶναι μὴ πεντάστομον, ἀλλὰ δίστομον· Ἀρτεμίδωρος (V) δὲ τρίστομον λέγει.
F 71
[SKYMN.] Perieg. 209: Μασσαλία δʼ ἔστʼ ἐχομένη, / πόλις μεγίστη, Φωκαέων ἀποικία· / ἐν τῆι Λιγυστικῆι δὲ ταύτην ἔκτισαν / πρὸ τῆς μάχης τῆς ἐν Σαλαμῖνι γενομένης / ἔτεσιν πρότερον, ὥς φασιν, ἑκατὸν εἴκοσι· / Τίμαιος οὕτως ἱστορεῖ δὲ τὴν κτίσιν.
F 72
STEPH. BYZ. s. v. Μασσαλία· πόλις τῆς Λιγυστικῆς κατὰ τὴν Κελτικήν, ἄποικος Φωκαέων· Ἑκαταῖος Εὐρώπηι (1 F 55). Τίμαιος δέ φησιν, ὅτι προσπλέων ὁ 〈τῶν ἀποίκων Φωκαέων〉 κυβερνήτης καὶ ἰδὼν 〈ἐκεῖ〉 ἁλιέα κελεῦσαι μάσσαι τὸ ἀπόγειον σχοινίον· μάσσαι γὰρ τὸ δῆσαί φασιν Αἰολεῖς· ἀπὸ γοῦν τοῦ ἁλιέως καὶ τοῦ μάσσαι ὠνόμασται.
F 73
AETIOS Plac. 3, 17, 6 p. 383 Diels: Τίμαιος ὁ Ταυρομενίτης τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται, προωθοῦντας μὲν ταῖς ἐφόδοις, ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις.
F 74
PLIN. N. H. 4, 104: ultima omnium quae memorantur Tyle, in qua solstitio nullas esse noctes indicavimus, cancri signum sole transeunte, nullosque contra per brumam dies …. Timaeus historicus a Britannia introrsus sex dierum navigatione abesse dicit insulam Icti m , in qua candidum plumbum provenia t ; ad eam Britannos vitilibus navigiis corio circumsutis navigar e . sunt qui et alias prodant, Scandias, Dumnam, Bergos maximamque omnium Berricen, ex qua in Tylen navigetur.
F 75a
PLIN. N. H. 4, 94: … transgressisque Ripaeos montes litus oceani septentrionalis in laeva, donec perveniatur Gadis, legendum. insulae complures sine nominibus eo situ traduntur, ex quibus ante Scythiam quae appellatur Baunonia(?) unam abesse diei cursu, in quam veris tempore fluctibus electrum eiciatur, Timaeus prodidit.
F 75b
——37, 35: Pytheas Guionibus, Germaniae genti, accoli aestuarium oceani Metuonidis nomine spatio stadiorum sex milium; ab hoc diei navigatione abesse insulam Abalum; illo per ver fluctibus advehi et esse concreti maris purgamentum; incolas pro ligno ad ignem uti eo proximisque Teutonis vendere. (36) huic et Timaeus credidi t , sed insulam Basiliam (? ) vocavi t .
F 76
PHOT. BEROL. p. 53, 21 Rei (SYNAG. LEX. p. 362, 24): Αἷμον· τὸ ὄρος οὐδετέρως Ἑκαταῖος διὰ παντὸς (1 F 167) καὶ Διονύσιος (III C) καὶ Ἑλλάνικος ἐν α Ἀτθίδος (4 F 41; 323a F 4) καὶ Τίμαιος καὶ Εὔδοξος.
F 77
[SKYMN.] Perieg. 405: ἑξῆς δὲ μεγάλη χερρόνησος Ὑλλική, / πρὸς τὴν Πελοπόννησόν τι ἐξισουμένη. / πόλεις δʼ ἐν αὐτῆι φασι πέντε καὶ δέκα / Ὕλλους κατοικεῖν, ὄντας Ἕλληνας γένει· / τὸν Ἡρακλέους γὰρ Ὕλλον οἰκιστὴν λαβεῖν. / ἐκβαρβαρωθῆναι δὲ τούτους τῶι χρόνωι / τοῖς ἔθεσιν ἱστοροῦσι τοῖς τῶν πλησίον, / ὥς φασι Τίμαιος τε καὶ Ἐρατοσθένης. / νῆσος κατʼ αὐτοὺς δʼ ἔστιν Ἴσσα λεγομένη, / Συρακοσίων ἔχουσα τὴν ἀποικίαν.
F 78
STEPH. BYZ. s. v. Ἀργυρῖνοι· ἔθνος Ἠπειρωτικόν, ὡς Τίμαιος καὶ Θέων καὶ Λυκόφρων (Al. 1017) «εἰς Ἀργυρίνους καὶ Κεραυνίων νάπας».
F 79
SCHOL. APOLL. RHOD. 4, 982/92g: ἡ νῆσος ἡ Κέρκυρα· αὕτη πρότερον Σχερία ἐκαλεῖτο. ἀποδίδωσι δὲ τὴν αἰτίαν Ἀριστοτέλης ἐν τῆι Κερκυραίων πολιτείαι (IV)· φησὶ γὰρ τὴν Δήμητρα φοβουμένην, μὴ οἱ ἐκ τῆς ἠπείρου ἐρχόμενοι ποταμοὶ ἤπειρον αὐτὴν ποιήσωσι, δεηθῆναι Ποσειδῶνος ἀποστρέψαι τὰ τῶν ποταμῶν ῥεύματα· ἐπισχεθέντων οὖν τούτων ἀντὶ Δρεπάνης Σχερίαν ὀνομασθῆναι. 〈Δρεπάνη δὲ ἐκαλεῖτο〉 διὰ τὸ τὴν Δήμητρα αἰτησαμένην δρέπανον παρʼ Ἡφαίστου τοὺς Τιτᾶνας διδάξαι θερίζειν, εἶτα αὐτὸ κρύψαι εἰς τὸ παραθαλάσσιον μέρος τῆς νήσου· προσκλυζούσης δὲ τῆς θαλάσσης ἐξομοιωθῆναι τὴν θέσιν τῆς γῆς δρεπάνηι. Τίμαιος δέ φησιν ὧι ἐξέτεμεν [τοῦ Οὐρανοῦ ἢ] τοῦ Κρόνου τὰ αἰδοῖα ὁ Ζεύ ς , τοῦτο κεκρύφθαι [φασίν]. (h) Μάκριν δὲ ἀπὸ Μάκριδος τῆς Διονύσου τροφοῦ, Κέρκυραν δὲ ἀπὸ Κερκύρας τῆς Ἀσωποῦ θυγατρός.
F 80
SCHOL. APOLL. RHOD. 4, 1216: Τίμαιος δέ φησι μετὰ ἔτη ἑξακόσια (? ) τῶν Τρωικῶν Χερσικράτ η , ἀπόγονον τῶν Βακχιαδῶ ν , κατωικηκέναι τὴν νῆσο ν . Κόλχοι δὲ διαβάντες εἰς τὴν πλησίον νῆσον καὶ μετὰ ταῦτα εἰς τὰ Κεραύνια ὄρη ὁρμήσαντες εἴς τε τοὺς Ἄβαντας καὶ Νεσταίους καὶ Ὠρικὸν ἀπωικίσθησαν. ἔστι δὲ ὁ τὴν ἀποικίαν ἀγαγὼν τῶν Βακχιαδῶν Χερσικράτης, ἀποστερούμενος τῶν τιμῶν ὑπὸ Κορινθίων.
F 81
POLYB. 12, 3: τὴν μὲν τῆς χώρας ἀρετὴν πᾶς ἄν τις θαυμάσειε, (2) τὸν δὲ Τίμαιον εἴποι τις ἂν οὐ μόνον ἀνιστόρητον γεγονέναι περὶ τῶν κατὰ τὴν Λιβύην, ἀλλὰ καὶ παιδαριώδη καὶ τελέως ἀσυλλόγιστον καὶ ταῖς ἀρχαίαις φήμαις ἀκμὴν ἐνδεδεμένον, ἃς παρειλήφαμεν, ὡς ἀμμώδους πάσης καὶ ξηρᾶς καὶ ἀκάρπου ὑπαρχούσης τῆς Λιβύης. (3) ὁ δʼ αὐτὸς λόγος καὶ περὶ τῶν ζώιων. (6) περὶ ὧν οὐδὲν ἱστορήσας Τίμαιος ὥσπερ ἐπίτηδες τἀναντία τοῖς κατʼ ἀλήθειαν ὑπάρχουσιν ἐξηγεῖται.
F 82
ANON. De mul. 6 p. 215 West: Θειοσσώ. ταύτην φησὶ Τίμαιος κατὰ μὲν τὴν Φοινίκων γλώσσαν Ἐλίσσαν καλεῖσθαι, ἀδελφὴν δὲ εἶναι Πυγμαλίωνος τοῦ Τυρίων βασιλέως, ὑφʼ ἧς φησι τὴν Καρχηδόνα τὴν ἐν Λιβύηι κτισθῆναι· τοῦ γὰρ ἀνδρὸς αὐτῆς ὑπὸ τοῦ Πυγμαλίωνος ἀναιρεθέντος, ἐνθεμένη τὰ χρήματα εἰς σκάφας μετά τινων πολιτῶν ἔφευγε, καὶ πολλὰ κακοπαθήσασα τῆι Λιβύηι προσηνέχθη, καὶ ὑπὸ τῶν Λιβύων διὰ τὴν πολλὴν αὐτῆς πλάνην Δειδὼ προσηγορεύθη ἐπιχωρίως. κτίσασα δὲ τὴν προειρημένην πόλιν, τοῦ τῶν Λιβύων βασιλέως θέλοντος αὐτὴν γῆμαι, αὐτὴ μὲν ἀντέλεγεν, ὑπὸ δὲ τῶν πολιτῶν συναναγκαζομένη, σκηψαμένη τελετήν τινα πρὸς ἀνάλυσιν ὅρκων ἐπιτελέσειν, πυρὰν μεγίστην ἐγγὺς τοῦ οἴκου κατασκευάσασα καὶ ἅψασα, ἀπὸ τοῦ δώματος αὑτὴν εἰς τὴν πυρὰν ἔρριψεν.
F 83
PARTHEN. Narr. am. 29: Περὶ Δάφνιδος. ἱστορεῖ Τίμαιος Σικελικοῖς. ἐν Σικελίαι δὲ Δάφνις Ἑρμοῦ παῖς ἐγένετο, σύριγγι δή τε δεξιῶς χρήσασθαι καὶ τὴν ἰδέαν ἐκπρεπής. οὗτος εἰς μὲν τὸν πολὺν ὅμιλον ἀνδρῶν οὐ κατήιει, βουκολῶν δὲ κατὰ τὴν Αἴτνην χείματος τε καὶ θέρους ἠγραύλει. τούτου λέγουσιν Ἐχεναίδα νύμφην ἐρασθεῖσαν, παρακελεύσασθαι αὐτῶι γυναικὶ μὴ πλησιάζειν· μὴ πειθομένου γὰρ αὐτοῦ, συμβήσεσθαι τὰς ὄψεις ἀποβαλεῖν. (2) ὁ δὲ χρόνον μέν τινα καρτερῶς ἀντεῖχεν, καίπερ οὐκ ὀλίγων ἐπιμαινομένων αὐτῶι, ὕστερον δὲ μία τῶν κατὰ τὴν Σικελίαν βασιλίδων οἴνωι πολλῶι δηλησαμένη αὐτόν, ἤγαγεν εἰς ἐπιθυμίαν αὐτῆι μιγῆναι· καὶ οὕτως ἐκ τοῦδε ὁμοίως Θαμύραι τῶι Θραικὶ διʼ ἀφροσύνην ἐπεπήρωτο.
F 84
SCHOL. APOLL. RHOD. 2, 399/401a: ἔνθα δʼ ἐπʼ ἠπείροιο Κυταιίδος, ἠδʼ Ἀμαραντῶν / τηλόθεν ἐξ ὀρέων πεδίοιό τε Κιρκαίοιο / Φᾶσις δινήεις εὐρὺν ῥόον εἰς ἅλα βάλλει] Κίρκαιον δὲ τόπος ἐστὶ τῆς Κολχίδος ἀπὸ Κίρκης τῆς Αἰήτου ἀδελφῆς ἢ πεδίον. οὐ δύναται δὲ ἀπὸ τῆς ἑτέρας Κίρκης ὠνομάσθαι· ἐγένοντο γὰρ Κίρκαι δύο, περὶ ὧν ἐν τοῖς ἑξῆς ἐροῦμεν (—). καὶ Τίμαιος δέ φησι πεδίον ἐν Κόλχοις εἶναι Κίρκαιο ν .
F 85
DIODOR. 4, 56, 3: οὐκ ὀλίγοι γὰρ τῶν τε ἀρχαίων συγγραφέων καὶ τῶν μεταγενεστέρων, ὧν ἐστι καὶ Τίμαιος, φασὶ τοὺς Ἀργοναύτας μετὰ τὴν τοῦ δέρους ἁρπαγὴν πυθομένους ὑπʼ Αἰήτου προκατειλῆφθαι ναυσὶ τὸ στόμα τοῦ Πόντου, πρᾶξιν ἐπιτελέσασθαι παράδοξον καὶ μνήμης ἀξίαν· ἀναπλεύσαντας γὰρ αὐτοὺς διὰ Τανάιδος ποταμοῦ ἐπὶ τὰς πηγάς, καὶ κατὰ τόπον τινὰ τὴν ναῦν διελκύσαντας, καθʼ ἑτέρου πάλιν ποταμοῦ τὴν ῥύσιν ἔχοντος εἰς τὸν Ὠκεανὸν καταπλεῦσαι πρὸς τὴν θάλατταν, ἀπὸ δὲ τῶν ἄρκτων ἐπὶ τὴν δύσιν κομισθῆναι, τὴν γῆν ἔχοντας ἐξ εὐωνύμων, καὶ πλησίον γενομένους Γαδείρων εἰς τὴν καθʼ ἡμᾶς θάλατταν εἰσπλεῦσαι. (4) ἀποδείξεις δὲ τούτων φέρουσι, δεικνύντες τοὺς παρὰ τὸν ὠκεανὸν κατοικοῦντας Κελτοὺς σεβομένους μάλιστα τῶν θεῶν τοὺς Διοσκόρους· παραδόσιμον γὰρ αὐτοὺς ἔχειν ἐκ παλαιῶν χρόνων τὴν τούτων τῶν θεῶν παρουσίαν ἐκ τοῦ ὠκεανοῦ γεγενημένην. εἶναι δὲ καὶ τὴν παρὰ τὸν ὠκεανὸν χώραν οὐκ ὀλίγας ἔχουσαν προσηγορίας ἀπό τε τῶν Ἀργοναυτῶν καὶ τῶν Διοσκόρων. (5) παραπλησίως δὲ καὶ τὴν ἐντὸς Γαδείρων ἤπειρον ἔχειν ἐμφανῆ σημεῖα τῆς τούτων ἀνακομιδῆς· περὶ μὲν γὰρ τὴν Τυρρηνίαν καταπλεύσαντας αὐτοὺς εἰς νῆσον τὴν ὀνομαζομένην Αἰθάλειαν, τὸν ἐν αὐτῆι λιμένα, κάλλιστον ὄντα τῶν ἐν ἐκείνοις τοῖς τόποις, Ἀργῶιον ἀπὸ τῆς νεὼς προσαγορεῦσαι, καὶ μέχρι τῶνδε τῶν χρόνων διαμένειν αὐτοῦ τὴν προσηγορίαν. (6) παραπλησίως δὲ τοῖς εἰρημένοις κατὰ μὲν τὴν Τυρρηνίαν ἀπὸ σταδίων ὀκτακοσίων τῆς Ῥώμης ὀνομάσαι λιμένα Τελαμῶνα, κατὰ δὲ Φορμίας τῆς Ἰταλίας Αἰήτην τὸν νῦν Καιήτην προσαγορευόμενον. πρὸς δὲ τούτοις ὑπʼ ἀνέμων αὐτοὺς ἐκριφέντας εἰς τὰς Σύρτεις, καὶ μαθόντας παρὰ Τρίτωνος, τοῦ τότε βασιλεύοντος τῆς Λιβύης, τὴν ἰδιότητα τῆς θαλάττης, καὶ τὸν κίνδυνον ἐκφυγόντας, δωρήσασθαι χαλκοῦν τρίποδα τὸν ἀρχαίοις μὲν κεχαραγμένον γράμμασι, μέχρι δὲ τῶν νεωτέρων χρόνων διαμείναντα παρὰ τοῖς Εὐεσπερίταις. (7) οὐ παραλειπτέον δʼ ἡμῖν ἀνεξέλεγκτον τὴν ἱστορίαν τῶν ἀποφηναμένων τοὺς Ἀργοναύτας ἀνὰ τὸν Ἴστρον πλεύσαντας μέχρι τῶν πηγῶν κατενεχθῆναι διὰ τῆς ἀντιπροσώπου ῥύσεως πρὸς τὸν Ἀδριατικὸν κόλπον. (8) τούτους γὰρ ὁ χρόνος ἤλεγξεν ὑπολαβόντας τὸν ἐν τῶι Πόντωι πλείοσι στόμασιν ἐξερευγόμενον Ἴστρον καὶ τὸν εἰς τὸν Ἀδρίαν ἐκβάλλοντα τὴν ῥύσιν ἔχειν ἀπὸ τῶν αὐτῶν τόπων· Ῥωμαίων γὰρ καταπολεμησάντων τὸ τῶν Ἴστρων ἔθνος, εὑρέθη τὰς πηγὰς ἔχων ὁ ποταμὸς ἀπὸ τετταράκοντα(») σταδίων τῆς θαλάττης. ἀλλὰ γὰρ τοῖς συγγραφεῦσιν αἰτίαν τῆς πλάνης φασὶ γενέσθαι τὴν ὁμωνυμίαν τῶν ποταμῶν.
F 86
SCHOL. APOLL. RHOD. 4, 786/7: Πλαγκταὶ πέτραι ἐν τῶι Πορθμῶι εἰσιν, ὡς Τίμαιος καὶ Πεισίστρατος ὁ Λιπαραῖος (574 F 1).
F 87
SCHOL. APOLL. RHOD. 4, 1153/4: κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον / Μηδείης, ὅτι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν / τεινάμεναι ἑανοὺς εὐώδεας] τὸ Μάκριδος, ὃ νῦν ἱερὸν Μηδείας καλεῖται. Τιμαίου λέγοντος ἐν Κερκύραι τοὺς γάμους ἀχθῆνα ι , Διονύσιος ὁ Μιλήσιος ἐν β τῶν Ἀργοναυτῶν (32 F 3) ἐν Βυζαντίωι φησίν, Ἀντίμαχος δὲ ἐν Λύδηι (F 64 Wyss) ἐν Κόλχοις πλησίον τοῦ ποταμοῦ μιγῆναι.
F 88
SCHOL. APOLL. RHOD. 4, 1217/9b: Μοιράων δʼ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται / καὶ νυμφέων Νομίοιο καθʼ ἱερὸν Ἀπόλλωνος / βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δʼ ἰοῦσιν / Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δʼ ὄπασσεν / Ἀρήτη] Τίμαιος περὶ τῆς θυσίας ἱστορεῖ, ἔτι καὶ νῦν λέγων ἄγεσθαι κατʼ ἐνιαυτόν, Μηδείας πρῶτον θυσάσης ἐν τῶι Ἀπόλλωνος ἱερῶι. καὶ βωμοὺς δέ φησι μνημεῖα τῶν γάμων ἱδρύσασθαι σύνεγγυς μὲν τῆς θαλάσσης, οὐ μακρὰν δὲ τῆς πόλεως· ὀνομάζουσι δὲ τὸν μὲν Νυμφῶν, τὸν δὲ Νηρείδων.
F 89
DIODOR. 4, 21: Ἡρακλῆς δὲ διελθὼν τήν τε τῶν Λιγύων καὶ τὴν τῶν Τυρρηνῶν χώραν, καταντήσας πρὸς τὸν Τίβεριν ποταμὸν κατεστρατοπέδευσεν οὗ νῦν ἡ Ῥώμη ἐστίν ….. (5) ὁ δʼ οὖν Ἡρακλῆς ἀπὸ τοῦ Τιβέρεως ἀναζεύξας καὶ διεξιὼν τὴν παράλιον τῆς νῦν Ἰταλίας ὀνομαζομένης, κατήντησεν εἰς τὸ Κυμαῖον πεδίον, ἐν ὧι μυθολογοῦσιν ἄνδρας γενέσθαι ταῖς τε ῥώμαις προέχοντας καὶ ἐπὶ παρανομίαι διωνομασμένους, οὓς ὀνομάζεσθαι γίγαντας. ὠνομάσθαι δὲ καὶ τὸ πεδίον τοῦτο Φλεγραῖον ἀπὸ τοῦ λόφου τοῦ τὸ παλαιὸν ἐκφυσῶντος ἄπλατον πῦρ παραπλησίως τῆι κατὰ τὴν Σικελίαν Αἴτνηι· καλεῖται δὲ νῦν ὁ τόπος Οὐεσούιος, ἔχων πολλὰ σημεῖα τοῦ κεκαῦσθαι κατὰ τοὺς ἀρχαίους χρόνους. (6) τοὺς δʼ οὖν γίγαντας πυθομένους τὴν Ἡρακλέους παρουσίαν, ἀθροισθῆναι πάντας καὶ παρατάξασθαι τῶι προειρημένωι· θαυμαστῆς δὲ γενομένης μάχης …. φασὶ τὸν Ἡρακλέα, συμμαχούντων αὐτῶι τῶν θεῶν, κρατῆσαι τῆι μάχηι καὶ τοὺς πλείστους ἀνελόντα τὴν χώραν ἐξημερῶσαι. (7) μυθολογοῦνται δʼ οἱ γίγαντες γηγενεῖς γεγονέναι διὰ τὴν ὑπερβολὴν τοῦ κατὰ τὸ σῶμα μεγέθους. καὶ περὶ μὲν τῶν ἐν Φλέγραι φονευθέντων γιγάντων τοιαῦτα μυθολογοῦσί τινες, οἷς καὶ Τίμαιος ὁ συγγραφεὺς ἠκολούθησεν.
F 90
DIODOR. 4, 22, 6: ὁ δʼ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν Πορθμὸν κατὰ τὸ στενώτατον τῆς θαλάττης, τὰς μὲν βοῦς ἐπεραίωσεν εἰς τὴν Σικελίαν, αὐτὸς δὲ ταύρου κέρως λαβόμενος διενήξατο τὸν πόρον, ὄντος τοῦ διαστήματος σταδίων τριῶν καὶ δέκα, ὡς Τίμαιός φησιν.
F 91
SCHOL. A HOM. Il. Σ 486: τὰς μὲν κατηστερισμένας ἐν τῶι μετώπωι τοῦ ταύρου Ὑάδας φασὶν εἰρῆσθαι, τὰς δὲ ἐπὶ τῆς ἡμιτόμου πλευρᾶς Πληιάδας καλεῖσθαι. Ἄτλαντος γὰρ τοῦ Ἰαπετοῦ καὶ Αἴθρας τῆς Ὠκεανοῦ, καθά φησιν Τίμαιος, θυγατέρες δώδεκα καὶ υἱὸς Ὕας. τοῦτον ἐν Λιβύηι κυνηγετοῦντα ὄφις κτείνει· καὶ αἱ μὲν ε τὸν ἀδελφὸν θρηνοῦσαι ἀπόλλυνται, τὰς δὲ λοιπὰς διʼ οἶκτον καταστερίσας Ζεὺς Ὑάδας ἐπωνόμασεν ἐπωνυμίαι τοῦ ἀδελφοῦ· αἱ δὲ πλείους ζ βραδέως μέν, πλὴν ἀποθανοῦσαι Πληιάδες εἴρηνται. Φερεκύδης δὲ (3 F 90) …
F 92
SCHOL. PINDAR. Ol. 2, 15a: Θήρωνα … ἔρεισμʼ Ἀκράγαντος, εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν· καμόντες οἳ πολλὰ θυμῶι ἱερὸν ἔσχον οἴκημα ποταμοῦ] οἱ πρόγονοι τοῦ Θήρωνος ἔσχον τὴν Ἀκράγαντα· οἴκημα γὰρ ποταμοῦ τοῦ Ἀκράγαντος, καὶ τὴν πόλιν ὁμοίως καλεῖσθαι. οἱ δὲ Ἀκραγαντῖνοι Γελώιων εἰσὶν ἄποικοι, ὥστε τὸ ʼπατέρων ἄωτονʼ λέγει ἐπὶ τῶν Θήρωνος προγόνων, οἳ οὐχ ἁπλῶς εἰς τὴν Γέλαν μετῆραν, ἀλλὰ εὐθὺς ἀπὸ Ῥόδου εἰς τὴν Ἀκράγαντα. καὶ τοῦτο ἐξ αὐτοῦ Πινδάρου σαφηνίζεται, ὡς καὶ Τίμαιός φησι.
F 93a
SCHOL. PINDAR. Ol. 2 inscr. p. 58, 12 Dr: γέγραπται Θήρωνι Ἀκραγαντίνωι ἅρματι νικήσαντι τὴν οϛ ὀλυμπιάδα· ἦν δὲ ὁ Θήρων τὸ ἀνέκαθεν ἀπὸ Οἰδίποδος. ἐκήδευσε δὲ Γέλωνι τῶι τυράννωι, δοὺς αὐτῶι τὴν θυγατέρα Δημαρέτην, ἀφʼ ἧς καὶ τὸ Δημαρέτειον ὠνομάσθη νόμισμα. καὶ αὐτὸς δὲ ὁ Θήρων τὴν Πολυζήλου τοῦ ἀδελφοῦ Ἱέρωνος θυγατέρα ἔγημ ε , κα θ ’ ἅ φησι Τίμαιο ς .
F 93b
——2, 29d: ζητεῖται, διʼ ἣν αἰτίαν εὐξάμενος τῶι Θήρωνι τὰ κάλλιστα, κατάπαυσιν τῶν πραχθέντων δεινῶν αἰτεῖται τὸν Δία. καὶ ὁ μὲν Ἀρίσταρχός φησι διὰ τὸ κεκμηκέναι τοὺς τοῦ Θήρωνος πατέρας κατὰ τὴν Ῥόδον, τῶν πραγμάτων στασιαζομένων, καὶ οὕτω τὴν μετοικίαν εἰς τὴν Σικελίαν στειλαμένων, ὁ δὲ Δίδυμος (p. 215 Schm) τὸ ἀκριβέστερον τῆς ἱστορίας ἐκτίθεται, μάρτυρα Τίμαιον τὸν συντάξαντα τὰ περὶ τῆς Σικελίας προφερόμενο ς . ἡ δὲ ἱστορία οὕτως ἔχει · Θήρων ὁ τῶν Ἀκραγαντίνων βασιλεὺς Γέλωνι τῶι Ἱέρωνος ἀδελφῶι ἐπικηδεύσας γάμωι συνάπτει τὴν ἑαυτοῦ θυγατέρα Δημαρέτη ν , ἀ φ ’ ἧς καὶ τὸ Δημαρέτειον νόμισμα ἐν Σικελία ι . τοῦ δὲ Γέλωνος τελευτᾶν τὸν βίον μέλλοντο ς , Πολύζηλος ὁ ἀδελφὸς τὴν στρατηγίαν καὶ τὴν γαμετὴν τοῦ ἀδελφοῦ διαδέχεται κατὰ τὰς Γέλωνος προστάξει ς , ὥστε τὸ Θήρωνος εἰς Γέλωνα κῆδος εἰς τὸν Πολύζηλον μετατεθεῖσθα ι . λαμπρῶι δὲ αὐτῶι καὶ περιβλέπτωι τυγχάνοντι κατὰ τὴν Σικελία ν , Ἱέρων φθονήσας ὁ ἀδελφὸς καὶ πρόφασιν σκηψάμενος τὸν πρὸς Συβαρίτας πόλεμο ν , ἀπελαύνει τῆς πατρίδος · ἀλλὰ καὶ τοῦτον κατώρθωσε τὸν πόλεμον ὁ Πολύζηλο ς . ὁ δὲ μὴ φέρων γυμνότερον αὐτοῦ κατηγορεῖ ν , ἐπειρᾶτο νεωτερισμο ῦ , καὶ οὕτω τὸν Θήρων α , ὑπεραγανακτήσαντα θυγατρὸς ἅμα καὶ γαμβρο ῦ , συρρῆξαι πρὸς Ἱέρωνα πόλεμον παρὰ Γέλαι τῶι Σικελιωτικῶι ποταμῶ ι , οὗ Καλλίμαχος (F 361 Schn = F 43, 48 Pf) μέμνηται «οἶδα Γέλα ποταμοῦ κεφαλῆι ἐπικείμενον ἄστυ». μή γε μὴν εἰς βλάβην μήδε εἰς τέλος προχωρῆσαι τὸν πόλεμον · φασὶ γὰρ τότε Σιμωνίδην τὸν λυρικὸν περιτυχόντα διαλῦσαι τοῖς βασιλεῦσι τὴν ἔχθρα ν . τούτοις οἰκείως τοῖς φθάσασιν εὔχεσθαι τῶι Διί φησι τὸν Πίνδαρον ὁ Δίδυμος, ὥστε λοιπὸν αὐτοῖς εἰρηναῖον εἶναι τὸν βίον.
F 94
POLYB. 12, 26b: ὅτι Γέλωνος ἐπαγγελλομένου τοῖς Ἕλλησι δισμυρίοις πεζοῖς, διακοσίαις δὲ ναυσὶ καταφράκτοις βοηθήσειν, ἐὰν αὐτῶι τῆς ἡγεμονίας [ἢ τῆς ἡγεμονίας] ἢ τῆς κατὰ γῆν ἢ τῆς κατὰ θάλατταν παραχωρήσωσι, φασὶ τοὺς προκαθημένους ἐν Κορίνθωι τῶν Ἑλλήνων πραγματικώτατον ἀπόκριμα δοῦναι τοῖς παρὰ τοῦ Γέλωνος πρεσβευταῖς· (2) ἐκέλευον γὰρ ὡς ἐπίκουρον ἔρχεσθαι τὸν Γέλωνα μετὰ τῶν δυνάμεων, τὴν δʼ ἡγεμονίαν ἀνάγκηι τὰ πράγματα περιθήσειν τοῖς ἀρίστοις τῶν ἀνδρῶν. (3) τοῦτο δʼ 〈οὔκ〉 ἐστι τῶν καταφευγόντων ἐπὶ τὰς Συρακουσίων ἐλπίδας, ἀλλὰ πιστευόντων αὑτοῖς καὶ προκαλουμένων τὸν βουλόμενον εἰς τὸν τῆς ἀνδρείας ἀγῶνα καὶ τὸν περὶ τῆς ἀρετῆς στέφανον. (4) ἀλ λ ’ ὅμως Τίμαιος εἰς ἕκαστα τῶν προειρημένων τοσούτους ἐντείνει λόγους καὶ τοσαύτην ποιεῖται σπουδὴν περὶ τοῦ τὴν μὲν Σικελίαν μεγαλομερεστέραν ποιῆσαι τῆς συμπάσης Ἑλλάδο ς , τὰς δὲ ἐν αὐτῆι πράξεις ἐπιφανεστέρας καὶ καλλίους τῶν κατὰ τὴν ἄλλην οἰκουμένη ν , τῶν δ ’ ἀνδρῶν τῶν μὲν σοφίαι διενηνοχότων σοφωτάτους τοὺς ἐν Σικελία ι , τῶν δὲ πραγματικῶν ἡγεμονικωτάτους καὶ θειοτάτους τοὺς ἐκ Συρακουσσῶ ν , (5) ὥστε μὴ καταλιπεῖν ὑπερβολὴν τοῖς μειρακίοις τοῖς ἐν ταῖς διατριβαῖς καὶ τοῖς τόποις πρὸς τὰς παραδόξους ἐπιχειρήσεις, ὅταν ἢ Θερσίτου λέγειν ἐγκώμιον ἢ Πηνελόπης προθῶνται ψόγον ἤ τινος ἑτέρου τῶν τοιούτων.
F 95
TZETZ. Chil. 4, 266: Γέλωνα Συρακούσιον καθʼ ὕπνους δὲ βοῶντα / (κεραυνοβλὴς γὰρ ἔδοξεν ὀνείροις γεγονέναι) / ὁ κύων θορυβούμενον ἀμέτρως γνοὺς ἐκεῖνον, / καθυλακτῶν οὐκ ἔληξεν, ἕως ἐγείρει τοῦτον. / τοῦτον ἐξέσωσέ ποτε καὶ λύκος ἐκ θανάτου· / σχολῆι προσκαθημένου γὰρ ἔτι παιδίου ὄντος, / λύκος ἐλθὼν ἀφήρπαξε τὴν δέλτον τὴν ἐκείνου· / τοῦ δὲ δραμόντος πρὸς αὐτὸν τὸν λύκον καὶ τὴν δέλτον, / κατασεισθεῖσα ἡ σχολὴ βαθρόθεν καταπίπτει, / καὶ σύμπαντας ἀπέκτεινε παῖδας σὺν διδασκάλωι. / τῶν παίδων δὲ τὸν ἀριθμὸν οἱ συγγραφεῖς βοῶσι, / Τίμαιοι, Διονύσιοι (—), Διόδωροι (10, 29) καὶ Δίων (—), / πλείω τελοῦντα ἑκατόν· τὸ δʼ ἀκριβὲς οὐκ οἶδα.
F 96
SCHOL. PINDAR. Ol. 6, 158: Ἱέρων καθαρῶι σκάπτωι διέπων] (a) ἱερωσύνην 〈εἶχεν〉 ὁ Ἱέρων Δήμητρος καὶ Κόρης καὶ Διὸς Αἰτναίου ἐν Σικελίαι ἐκ διαδοχῆς 〈Τη〉λίνου τοῦ προγόνου αὐτῶν … (c) ὁ δὲ Δίδυμος (p. 219 Schm)· διὰ τὸν Ἱέρωνα, ἐπεὶ ἄνωθεν ἐκ προγόνων ἱεροφάντης τῶν θεῶν (?) ἀποδέδεικται, τὰ προκείμενά φησιν ὁ Πίνδαρος. καὶ παρατίθεται τὰ Φιλίστου (556 F 49) καὶ τὰ Τιμαίου.
F 97
SCHOL. PINDAR. Pyth. 1, 112: Δεινομένης δὲ υἱὸς Ἱέρωνος ἐκ τῆς Νικοκλέους τοῦ Συρακουσίου θυγατρὸς κατὰ Φίλιστον (556 F 50) καὶ Τίμαιον· ἐκ γὰρ τῆς Ἀναξιλάου θυγατρὸς καὶ τῆς Θήρωνος ἀνεψιᾶς οὐκ ἐπαιδοποίησεν ὁ Ἱέρων, προγαμήσας ταύτην. ὅθεν ἐστὶ καὶ ὁ παῖς ὁμώνυμος τῶι πάππωι· Δεινομένης γὰρ πατὴρ Ἱέρωνος.
F 98
SCHOL. LYKOPHR. Al. 732: φησὶ Τίμαιος Διότιμον τὸν Ἀθηναίων ναύαρχον παραγενόμενον εἰς Νεάπολιν, κατὰ χρησμὸν θῦσαι τῆι Παρθενόπηι καὶ δρόμον ποιῆσαι λαμπάδος· διὸ καὶ μέχρι τοῦ νῦν τῆς λαμπάδος ἀγῶνα 〈ἐτησίωσ〉 τελεῖσθαι παρὰ τοῖς Νεαπολίταις.
F 99
CORNEL. NEP. Alkib. 11, 1: hunc infamatum a plerisque tres gravissimi historici summis laudibus extulerunt: Thucydides, qui eiusdem aetatis fuit, Theopompus (115 F 288) post aliquanto natus, et Timaeus, qui quidem duo maledicentissimi nescio quo modo in illo uno laudando consentiunt. (2) namque ea quae supra scripsimus de eo praedicarunt atque hoc amplius: cum Athenis, splendidissima civitate, natus esset, omnes splendore ac dignitate superasse vitae; (3) postquam inde expulsus Thebas venerit, adeo studiis eorum inservisse, ut nemo eum labore corporisque viribus posset aequiperare (omnes enim Boeotii magis firmitati corporis quam ingenii acumini inserviunt); (4) eundem apud Lacedaemonios, quorum moribus summa virtus in patientia ponebatur, sic duritiae se dedisse, ut parsimonia victus atque cultus omnes Lacedaemonios vinceret. fuisse apud Thracas, homines vinolentos rebusque veneriis deditos: hos quoque in his rebus antecessisse. (5) venisse ad Persas, apud quos summa laus esset fortiter venari, luxuriose vivere: horum sic imitatum consuetudinem, ut illi ipsi eum in his maxime admirarentur. (6) quibus rebus effecisse ut apud quoscumque esset, princeps poneretur habereturque carissimus.
F 100a
PLUTARCH. Nikias 19, 5: Τίμαιος δὲ καὶ τοὺς Σικελιώτας φησὶν ἐν μηδενὶ λόγωι ποιεῖσθαι τὸν Γύλιππον, ὕστερον μὲν αἰσχροκέρδειαν αὐτοῦ καὶ μικρολογίαν καταγνόντας, ὡς δὲ πρῶτον ὤφθη, σκώπτοντας εἰς τὸν τρίβωνα καὶ τὴν κόμην. εἶτα μέντοι φησὶν αὐτός, ὅτι τῶι Γυλίππωι φανέντι καθάπερ γλαυκὶ πολλοὶ προσέπτησαν ἑτοίμως στρατευόμενοι.
F 100b
——28: ἐκκλησίας δὲ πανδήμου Συρακουσίων καὶ τῶν συμμάχων γενομένης, Εὐρυκλῆς ὁ δημαγωγὸς ἔγραψε …. (2) … τῶν δʼ Ἀθηναίων τοὺς μὲν οἰκέτας ἀποδόσθαι καὶ τοὺς ἄλλους συμμάχους, αὐτοὺς δὲ καὶ τοὺς ἀπὸ Σικελίας φρουρεῖν ἐμβαλόντας εἰς τὰς λατομίας πλὴν τῶν στρατηγῶν, ἐκείνους δʼ ἀποκτεῖναι. (3) ταῦτα προσδεχομένων τῶν Συρακουσίων, Ἑρμοκράτης μὲν εἰπὼν ὅτι τοῦ νικᾶν κρεῖττόν ἐστι τὸ καλῶς χρῆσθαι τῆι νίκηι, οὐ μετρίως ἐθορυβήθη, Γύλιππον δὲ τοὺς στρατηγοὺς τῶν Ἀθηναίων ἐξαιτούμενον ζῶντας ἀγαγεῖν Λακεδαιμονίοις, ὑβρίζοντες ἤδη τοῖς εὐτυχήμασιν κακῶς ἔλεγον, ἄλλως τε καὶ παρὰ τὸν πόλεμον αὐτοῦ τὴν τραχύτητα καὶ τὸ Λακωνικὸν τῆς ἐπιστασίας οὐ ῥαιδίως ἐνηνοχότες· (4) ὡς δὲ Τίμαιός φησι, καὶ μικρολογίαν τινὰ καὶ πλεονεξίαν κατεγνωκότες, ἀρρώστημα πατρῶιον ἐφʼ ὧι καὶ Κλεανδρίδης ὁ πατὴρ αὐτοῦ δώρων ἁλοὺς ἔφυγε, καὶ οὗτος αὐτὸς ἀπὸ τῶν χιλίων ταλάντων, ἃ Λύσανδρος ἔπεμψεν εἰς Σπάρτην, ὑφελόμενος τριάκοντα καὶ κρύψας ὑπὸ τὸν ὄροφον τῆς οἰκίας, εἶτα μηνυθεὶς αἴσχιστα πάντων ἐξέπεσεν.
F 100c
—Timol. 41, 4: Τίμαιος δὲ καὶ Γύλιππον ἀκλεῶς φησι καὶ ἀτίμως ἀποπέμψαι Συρακοσίους, φιλοπλουτίαν αὐτοῦ καὶ ἀπληστίαν ἐν τῆι στρατηγίαι κατεγνωκότας.
F 101
PLUTARCH. Nikias 28, 5: Δημοσθένην δὲ καὶ Νικίαν ἀποθανεῖν Τίμαιος οὔ φησιν ὑπὸ Συρακουσίων κελευσθέντας, ὡς Φίλιστος (556 F 55) ἔγραψε καὶ Θουκυδίδης (7, 86, 2), ἀλλʼ Ἑρμοκράτους πέμψαντος ἔτι τῆς ἐκκλησίας συνεστώσης, καὶ διʼ ἑνὸς τῶν φυλάκων παρέντος αὐτοὺς διʼ αὑτῶν ἀποθανεῖν· τὰ μέντοι σώματα πρὸς ταῖς πύλαις ἐκβληθέντα κεῖσθαι φανερὰ τοῖς δεομένοις τοῦ θεάματος.
F 102a
ANON. Π. ὑψ. 4, 3: (T 23) τοῖς δὲ Ἀθηναίοις ἁλοῦσιν περὶ Σικελίαν τίνα τρόπον ἐπιφωνεῖ; ὅτι « εἰς τὸν Ἑρμῆν ἀσεβήσαντες καὶ περικόψαντες αὐτοῦ τὰ ἀγάλματ α , διὰ τοῦ τ ’ ἔδωκαν δίκη ν , οὐχ ἥκιστα δ ι ’ ἕνα ἄνδρ α , ὃς ἀπὸ τοῦ παρανομηθέντος διὰ πατέρων ἦ ν , Ἑρμοκράτη τὸν Ἕρμωνο ς» .
F 102b
PLUTARCH. Nikias 1, 2: (T 18) πολλαχοῦ δʼ ὑπορρέων εἰς τὸν Ξέναρχον, ὥσπερ ὅταν λέγηι τοῖς Ἀθηναίοις οἰωνὸν ἡγήσασθαι (? ) γεγονέναι τὸν ἀπὸ τῆς νίκης ἔχοντα τοὔνομα στρατηγὸν ἀντειπόντα πρὸς τὴν στρατηγίαν · καὶ τῆι περικοπῆι τῶν Ἑρμῶν προσημαίνειν αὐτοῖς τὸ δαιμόνιο ν , ὡς ὑ φ ’ Ἑρμοκράτους τοῦ Ἕρμωνος πλεῖστα πείσονται παρὰ τὸν πόλεμον · (3 ) ἔτι δ ’ εἰκὸς εἶναι τὸν Ἡρακλέα τοῖς μὲν Συρακουσίοις βοηθεῖν διὰ τὴν Κόρη ν , πα ρ ’ ἧς ἔλαβε τὸν Κέρβερο ν , ὀργίζεσθαι δὲ τοῖς Ἀθηναίοι ς , ὅτι τοὺς Αἰγεστέα ς , ἀπογόνους ὄντας Τρώω ν , ἔσωιζο ν , αὐτὸς δ ’ ὑπὸ Λαομέδοντος ἀδικηθεὶς ἀνάστατον ἐποίησε τὴν πόλι ν .
F 103
DIODOR. 13, 54, 5: εἶχε δὲ τοὺς σύμπαντας Ἀννίβας, ὡς μὲν Ἔφορος (70 F 201) ἀνέγραψε, πεζῶν μυριάδας εἴκοσι, ἱππεῖς δὲ τετρακισχιλίους, ὡς δὲ Τίμαιός φησιν, οὐ πολλῶι πλείους τῶν δέκα μυριάδων.
F 104
DIODOR. 13, 60, 5: λαμπρῶς δʼ αὐτῶν ἀγωνιζομένων, οἱ βάρβαροι …. πρὸς φυγὴν ἐτράπησαν· τούτων δʼ οὐδενὶ κόσμωι φευγόντων πρὸς τοὺς ἐπὶ τῶν λόφων στρατοπεδεύοντας, ἐπηκολούθουν ἀλλήλοις παρακελευόμενοι μηδένα ζωγρεῖν, καὶ πλείους ἀνεῖλον τῶν ἑξακισχιλίων, ὡς Τίμαιος, ὡς δʼ Ἔφορός φησι (70 F 202), δισμυρίων.
F 105
PLUTARCH. Quaest. conv. 8, 1, 1, p. 717 C: οἷον ἦν τὸ περὶ τῆς Εὐριπίδου γενέσεως καὶ τελευτῆς, γενομένου μὲν ἡμέραι, καθʼ ἣν οἱ Ἕλληνες ἐναυμάχουν ἐν Σαλαμῖνι πρὸς τὸν Μῆδον, ἀποθανόντος δὲ καθʼ ἣν ἐγεννήθη Διονύσιος ὁ πρεσβύτερος τῶν ἐν Σικελίαι τυράννων, ἅμα τῆς Τύχης, ὡς Τίμαιος ἔφη, τὸν μιμητὴν ἐξαγούσης τῶν τραγικῶν παθῶν καὶ τὸν ἀγωνιστὴν ἐπεισαγούσης.