Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Zenodorus: On Homeric Usage (Epitome)

Library › Greek: Grammar & Reference › On Homeric Usage (Epitome)

On Homeric Usage (Epitome) is a short abridgement of a work by Zenodorus, a Greek grammarian about whom little is known. The Suda credits a grammarian of this name with a treatise on Homer's usage, and his date is uncertain. The epitome was published by Emmanuel Miller in his Mélanges de littérature grecque (1868). It takes a series of words, among them hestia, bomos, eos, moira, doxa and dike, and sets their ordinary meaning beside the senses they carry in the Iliad and Odyssey, sometimes quoting the lines in question.

The epitome is a small but clear witness to a central concern of ancient scholarship: how the language of Homer differed from the Greek of later readers. Its entries note, for example, that Homer uses hestia for the household rather than the hearth, and bomos for a base or stand as well as an altar. It makes a useful companion for anyone learning to read Homer's vocabulary on its own terms.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: E. Miller, Mélanges de littérature grecque (Paris 1868)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
On Homeric Usage (Epitome)
Zenodorus · every word parsed
253 (1t)
ΖΗΝΟΔΩΡΟΥ ΤΩΝ ΠΕΡΙ ΣΥΝΗΘΕΙΑΣ ΕΠΙΤΟΜΗ Ἑστία, κατὰ μὲν τὴν συνήθειαν, ἡ κατʼ οἶκον ἐσχάρα· καθʼ Ὅμηρον (Il. I, 63) δὲ ὁ οἶκος· τὸν γὰρ μὴ οἰκοδεσπότην, ἀφρήτορα καὶ ἀνέστιον ἐκάλεσε. Βωμὸς, συνήθως μὲν ἐφʼ οὗ ἐπιθύουσι, παρʼ Ὁμήρῳ (Il. Θ, 441. Cf. Eust.) δὲ τέθειται καὶ ἐπὶ τῆς βάσεως, ἀπὸ τοῦ βεβηκέναι. Ἠὼς, λαμβάνεται παρʼ Ὁμήρῳ καὶ ἐπὶ τῆς σωματικῆς δαίμονος· τίθησι δὲ αὐτὴν καὶ ἐπὶ τοῦ διαστήματος τοῦ ἀπὸ ἀνατολῆς μέχρι μεσημβρίας· σημαίνει δὲ καὶ τὴν ὀρθρικὴν ὥραν· ὃ γὰρ ἡμεῖς λυκόφως λέγομεν, λέγω δὴ τὸν πρὸ τῆς ἀνατολῆς χρόνον, ἔτι μέρους τινὸς ἐπιμένοντος τῆς νυκτὸς, τοῦτο ἠὼς εἴρηται. Τίθησι δὲ καὶ ἐπὶ τοῦ καταστήματος τῆς ἡμέρας, ὡς ὅταν λέγει ἡ Πηνελόπη (Od. Τ, 571, ubi ἥδε δὴ ἠώς)· ἤδη δʼ ἠὼς εἶσι δυσώνυμος. Ἔτι τίθεται καὶ τοπικῶς ἐπὶ τῆς ἀνατολῆς (Od. Κ, 190: οὐ γάρ τʼ ἴδμεν)· οὐ γάρ τʼ ἤδειμεν ὄπη ζόφος, οὐδʼ ὄπη Ἠώς· ζόφον δὲ λέγει τὴν δύσιν, ἠὼ δὲ τὴν ἀνατολήν. Μοῖρα, ἡ εἱμαρμένη (Il. Ζ, 488) καὶ ἡ διανομή (Od. Θ, 470)· τίθεται δὲ καὶ ἀντὶ τοῦ κατʼ ἀξίαν. Δόξα, παρὰ τῇ συνηθείᾳ τιμὴ, παρὰ δὲ τῷ Ποιητῇ ἡ κατὰ ψυχὴν ἔννοια καὶ δόκησις.
Αἶσα (Il. Υ, 127), ταυτὸν σημαίνει τῇ μοίρᾳ. Κλέος, λαμβάνεται καὶ ἀντὶ τῆς δόξης καὶ ἀντὶ τῆς φήμης. Δίκη, συνήθως μὲν ἡ δικαιοσύνη, ποιητικῶς δὲ τίθεται καὶ ἐπὶ τοῦ καθήκοντος (Il. Ψ, 542). Εὐχὴ, συνήθως μὲν ἡ δέησις, ποιητικῶς δὲ καὶ ἡ καύχησις (Il. Ζ, 191). Τιμὴ, ἡ δόξα καὶ ἡ τιμωρία (Il. Α, 158, et Eust.) καὶ τὸ πρόστιμον (Il. Γ, 288. Cf. Suidas et Eust.). Ἔρως, ἡ ἐπιθυμία, κατὰ δὲ τὸν Ποιητὴν καὶ ἡ πλησμονὴ τροφῆς. Ἀγορὰ, ὁ τόπος, ποιητικῶς δὲ καὶ ἡ συναγωγή (Il. Β, 53, et Eustath.). Ἀρετὴ, ἥ τε ἀγαθοεργία καὶ ἡ ἀνδρεία καὶ ἡ δύναμις. Ἄρης, ὁ ἀστὴρ καὶ ἡ πρὸς τὸν πόλεμον ὁρμή (Il. Ρ, 211, et Eustath.). Ἥφαιστος (Il. Β, 426), τὸ πῦρ καὶ ὁ σωματοειδής. Ζωὴ, παρʼ Ὁμήρῳ (Il. Σ, 396 sqq.) οὐκ ἐπὶ τοῦ ζῆν, ἀλλʼ ἐπὶ τῶν χρημάτων καὶ κτημάτων καὶ ἁπλῶς τοῦ πλούτου (Od. Ξ, 96). Πόνος, ἡ ἀλγηδὼν καὶ πᾶσα ἐνέργεια μετὰ κακοπαθείας. Δειλὸς, ὁ ἄνανδρος καὶ ὁ ἄθλιος (Il. Σ, 54; T, 287, passim). Κωφὸς καὶ κωφὸν, τὸ ἀσθενές· οὐδέποτε δʼ ἐπὶ ἐμψύχου τοῦτο τίθησιν Ὅμηρος (Eust. ad Il. Λ, 390). Φίλος, παρὰ τῇ συνηθείᾳ πᾶς ὁ ἰσοψύχως ἀγαπώμενος, ποιητικῶς δὲ καὶ ὁ συγγενής. Ἑταῖρος, ὁ φίλος καὶ ὁ συνεργός (Eust. ad. Od. Μ, 149). Κόσμος, τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ· καθʼ Ὅμηρον (Eust. ad Il. Α, 16) δὲ καὶ ἡ τάξις καὶ τὸ καθῆκον. Ἔτης καὶ ἔται, οἱ πολῖται. Γέροντες, οἱ πεπολιωμένοι καὶ οἱ τιμῆς ἄξιοι. Ὄλβος, ἡ εὐδαιμονία καὶ ὁ πλοῦτος. Ἀφνειὸς, ὁ πλούσιος· ἄφενος γὰρ ὁ ἀπὸ τῶν κατʼ ἐνιαυτὸν προσποριζομένων καρπῶν πλοῦτος.
255
Δέμας καὶ σῶμα· τὸ δὲ δέμας ἐπὶ τῶν ζώντων λαμβάνει ὁ Ποιητὴς, καὶ ἐτυμολογεῖται παρὰ τὸ δόμα (l. δῶμα) εἶναι τῆς ψυχῆς· τὸ δὲ σῶμα ἐπὶ τῶν νεκρῶν καὶ τῶν πτωμάτων, τῶν τε ἀνθρώπων καὶ τῶν ἀλόγων ζώων. Στρατὸς, τὸ πλῆθος· στρατόπεδον, ὁ τόπος ἔνθα τὸ πλῆθος· Ὅμηρος δὲ τὰς δύο σημασίας ἐπὶ τοῦ στρατοῦ τίθησιν. Ἀγὼν, παρʼ Ὁμήρῳ τὸ πλῆθος καὶ ὁ τόπος καὶ τὸ θέατρον· παρὰ δὲ τῇ συνηθείᾳ καὶ ἡ σπουδὴ καὶ ὁ τόπος. Χορὸς, ἐπὶ τῶν πορευόντων καὶ ἐπὶ τοῦ τόπου. Δόρυ, ἐπὶ παντὸς ξύλου, καὶ κατʼ ἐξοχὴν ἐπὶ τοῦ πολεμικοῦ. Ἄναξ, ὁ βασιλεὺς καὶ ὁ οἰκοδεσπότης. Μάχαιρα, συνήθως μὲν ἐπὶ τοῦ πολεμιστηρίου, παρὰ τὸ εἰς μάχην αἴρεσθαι· ποιητικῶς δὲ ἡ παραξιφὶς ᾗ χρῶνται πρὸς τὰ ἱερεῖα καὶ πρὸς θεραπείαν. Τάλαντον, οὐδέποτε ἐπὶ ἀργυρίου τίθησιν ὁ Ποιητὴς, ἀλλʼ ἢ ἐπὶ πλαστίγγων ἢ ἐπὶ σταθμοῦ χρυσίου. Τὸ ζυγὸν, ὁ Ποιητὴς οὐκ ἐπὶ τοῦ σταθμοῦ, ἀλλʼ ἐπὶ τοῦ ζυγοῦ τοῦ ἅρματος τίθησι· ζυγὰ δὲ λέγονται καὶ αἱ καθέδραι τῶν ἐρεσσόντων, ὅθεν καὶ ὑψίζυγος ὁ ἐν ὕψει τὴν καθέδραν ἔχων. Ἔμπορος, παρὰ τοῖς τραγικοῖς ὁ ὁδοιπόρος, παρὰ δὲ τῇ συνηθείᾳ ὁ κατὰ πρᾶσιν καὶ κέρδος φόρτων πλέων· ποιητικῶς δὲ καὶ ὁ πλέων ἐπʼ ἀλλοτρίας νεώς. Τάφος, παρὰ τῷ Ποιητῇ τὸ ὑπὲρ τεθνηκότος δεῖπνον, καὶ τὰ ἐπὶ τοῦ νεκροῦ νομιζόμενα, καὶ ἡ ἔκπληξις, καὶ νῆσος Τάφος (Od. Α, 417) λεγομένη· οὐδέποτε δὲ, ὡς ἡμεῖς, τὸ μνῆμα τάφον λέγει ὁ Ποιητής. Κνίσσα, συνήθως μὲν ἡ ἀπὸ τῶν ὁλοκαυτωμάτων ὀσμὴ, ποιητικῶς δὲ καὶ ἐπὶ τοῦ ἐπίπλου· καὶ κνίσση μελδόμενος· οὐδετέρως τὰ κνίσση λέγεται, τὸ δὲ μελδόμενος ἀντὶ τοῦ μέλδων, ὅπερ ἐστὶ τήκων.
Τὸν λίθον καὶ τὸν κίονα, καὶ θηλυκῶς ὁ Ποιητὴς λέγει καὶ ἀρσενικῶς, καὶ τὸν ἀέρα καὶ θηλυκῶς καὶ ἀρσενικῶς· ὁμοίως δὲ καὶ τὸν αἰθέρα καὶ χῆνα. Τὸν δὲ χιτῶνα, ὁτὲ μὲν ἐπὶ τοῦ ἐνδύματος, ὁτὲ δʼ ἐπὶ τοῦ θώρακος. Τὴν Ἴλιον πόλιν καὶ τὸ Ἴλιον, τὴν Τροίαν ὁ Ποιητὴς καὶ ἐφʼ ὅλης τῆς χώρας Ἰλίου τίθησι καὶ ἐπὶ τῆς πόλεως. Τὸν φόβον, καὶ ἐπὶ τῆς φυγῆς τάττει καὶ ἐπὶ τοῦ κυρίως φόβου. Μένος, ἡ δύναμις, καὶ τὸ ἐπιθυμεῖν δὲ μεναίειν (l. μενεαίνειν) λέγει καὶ τὸ θυμοῦσθαι. Μέλεος, συνήθως μὲν ὁ ταλαίπωρος καὶ ἐπίπονος καὶ ἐπώδυνος· παρʼ Ὁμήρῳ δὲ καὶ ὁ μάταιος. Τὸ κακὸν, ἐπὶ τοῦ δειλοῦ τάττει ὁ Ποιητής. Ἔγχος, Ὅμηρος μὲν ἐπὶ τοῦ δόρατος, οἱ δὲ νεώτεροι ἐπὶ τοῦ ξίφους. Τὸ ἀγαθὸν, ὁ Ποιητὴς ἐπὶ τοῦ ἀνδρείου τάττει, καὶ συνήθως ἐπὶ τοῦ καλοῦ. Τὸ μέλλει, ἐπὶ τοῦ ἔοικε· ἡ δὲ συνήθεια ἐπὶ τοῦ ὑποκρίνεσθαι, ὁ Ποιητὴς καὶ ἐπὶ τοῦ ἀποκρίνασθαι τίθησιν· ἡ δὲ συνήθεια ἐπὶ τοῦ μὴ ἐκ ψυχῆς λέγοντος, μὴ δὲ ἃ φρονεῖ. Μινυρίζειν, ἡμεῖς μὲν ἐπὶ τοῦ ἠρέμα καὶ λεπτὸν ᾄδειν, ὁ δὲ Ποιητὴς ἐπὶ τοῦ θρηνεῖν καὶ ἀποδύρεσθαι. Ἐπίστασθαι καὶ θέλειν, ὁ Ποιητὴς ἐπὶ τοῦ δύνασθαι λαμβάνει, λαμβάνεται δὲ ταῦτα καὶ συνήθως.
Τὸ μεμνῆσθαι, καὶ συνήθως ἐπὶ τοῦ ἀπομνημονεύειν καὶ ἀντὶ τοῦ ἐπιμελεῖσθαι. Καθάπτεσθαι, ἐπὶ τοῦ ἐπιπλῆξαι καὶ ἐπὶ τοῦ ἀνειμένως καὶ μετὰ μαλακείας λέγειν. Θαυμάζειν, τὸ θεωρεῖν καὶ συνήθως. Θηεῖσθαι, θαυμάζεσθαι. Θηήσατο, ἐθαύμασε. Τεθηπέναι, θαυμάζειν. Ἀλύειν, ἐπὶ τοῦ μετὰ λύπης περιπάτου· παρὰ τὸ ἀλύτως ἔχειν τῇ ψυχῇ· τίθησι δέ ποτε καὶ ἐπὶ τῆς χαρᾶς τὸ ἀλύειν ἀπὸ τοῦ ἀλεαίνεσθαι, ὅ ἐστι θερμαίνεσθαι τὴν ψυχὴν καὶ διαχεῖσθαι. Στυγεῖν, μισεῖν· τίθησι δὲ καὶ ἐπὶ τοῦ καταπλαγῆναι καὶ φοβηθῆναι. Θέλγω, ἐπὶ τοῦ τὴν ψυχὴν καὶ τὸ σῶμα καθίστασθαι πρὸς τὸ χεῖρον καὶ ἀλλοιοῦσθαι, οἷον ἐπὶ τῶν μεταμεμορφωμένων παρὰ τῆς Κίρκης· λαμβάνεται καὶ ἐπὶ τοῦ τέρπειν (Od. Μ, 44): ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ. Μαίνεσθαι, συνήθως μὲν ἐπὶ τοῦ παραφρονοῦντος, παρὰ δὲ τῷ Ποιητῇ καὶ ἐπὶ τῆς σφοδρᾶς κινήσεως, ὡς ἐπὶ τοῦ Ἕκτορος, μαίνετο δʼ ὡς ὅ τʼ Ἄρης, σφοδρὰν κίνησιν καὶ τὴν κατὰ πόλεμον ἐνέργειαν σημαίνων. Ἀλιτήριος· κατὰ Διονύσιον τὸν Ἁλικαρνασέα, λιμοῦ γινομένου Ἀθήνῃσιν, οἱ πένητες τὰ προσφερόμενα ἄλευρα ἥρπαζον· ἐλέχθησαν οὖν οἱ τοὺς ἀλοῦντας ἐπιτηροῦντες καὶ ἁρπάζοντες ἁλιτήριοι (l. ἀλ), διέτεινε δὲ τὸ ὄνομα ὥστε ἐπὶ πάντων τῶν μετὰ βίας τι ποιούντων ἢ ἁμαρτανόντων λέγεσθαι. Συκοφάντης πόθεν· δοκεῖ ἡ συκῆ εὕρημα Διονύσου, καὶ τῆς τροφῆς δὲ τῆς ἡμέρου πρῶτον ἡγήσασθαι τὸ σῦκον, ὅθεν ἡγητηρίαν ἐκάλεσαν τὴν συκῆν, καὶ ὅταν τὰ πλυντήρια ᾖ, προηγεῖται σύκων πλὰξ, ἣν αὐτοὶ παλάθην προσαγορεύουσι· φιλοτιμίαν οὖν ἔχοντες οἱ Ἀθηναῖοι εἰς τὸ πρῶτοι (l.
πρῶτον) αὐτοὶ λαβεῖν σῦκον, καὶ πρὸς ἀγαθοῦ οἰωνοῦ τοῦτο τιθέμενοι εἰς τοὺς ἀγροὺς ἐπεσκόπευον καὶ εἰς τὰς συκᾶς ζητοῦντες τί πέπειρόν τις ἴδοι· καὶ τὸ μὲν πρῶτον συκοσκόπος ἐκλήθη ὁ θεωρήσας αὐτὸ πρώτως, ὕστερον δὲ συκοφάντης, ἀπὸ τοῦ φῆναι τὸ σῦκον καὶ ἄλλοις δεῖξαι. Ὁ γοῦν περιέργως ἔχων περὶ τοὺς ἀλλοτρίους βίους καὶ σκοπεύων καὶ ἐμφανίζων συκοφάντης ἐκλήθη. Οἱ δὲ λέγουσιν ὅτι λιμοῦ γενομένου ἐν Ἀθήναις ψήφισμα ἐγένετο μὴ ἐκφέρειν σῦκα· ἐπιτηροῦντες οὖν τινὲς ἐκφέροντα σῦκα διέβαλλον, καὶ παρὰ τὸ περὶ σύκων φάναι, συκοφάντης ὁ ψευδῶς περὶ σύκων φαίνων.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top