α 1
ἄλφα τὸ στοιχεῖον, παρὰ τὸ ἄλφω τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. Ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι· ἄλφειν γὰρ τὸ ἀμείβειν
α 2
Ἄατος Ἄνευ ἄτης· ὅ ἐστιν ἀβλαβής. Δύναται δὲ καὶ ὁ χαλεπὸς καὶ βλαβερὸς ἀκούεσθαι. Ἴσως καὶ αὐτὸ παρὰ τὴν ἄτην, ἐπιτάσει τοῦ ἄλφα. Οὕτως Μεθόδιος. Ἢ ἀπὸ τοῦ ἄω τὸ βλάπτω, ἄσω ἄτος καὶ ἄατος· Ἄγρει δή μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ. Τὸ ἀβλαβὲς, ἢ πολυβλαβές. Ἀβλαβὲς μὲν, τοῖς εὐόρκοις· πολυβλαβὲς δὲ, τοῖς ἐπιόρκοις
α 3
Ἄασας Ἔβλαψας· ἐπιτάσει τοῦ α. Καὶ
α 4
Ἀασάμην ἐβλάβην. Ἄω τὸ βλάπτω, ὁ μέλλων, ἄσω· ὁ ἀόριστος, ἄσα, ἐπιτάσει τοῦ α, ἄασα, ἀντὶ τοῦ ἔβλαψα. Ἆσέ με δαίμονος αἶσα κακὴ, καὶ ἀθέσφατος οἶνος. Ὁ μέσος ἀόριστος, ἀσάμην, καὶ πλεονασμῷ τοῦ δευτέρου α, ἀασάμην
α 5
Ἀάσχετον Μητρός τοι μένος αἰὲν ἀάσχετον οὐκ ἐπιεικτόν. Ἀκατάσχετον, ἀκατακράτητον, μέγα. Ἀπὸ τοῦ σχῶ, σχῆμι, ἔσχηκα, ἔσχεμαι, ἔσχεσαι, ἔσχεται, σχετὸς, καὶ ἄσχετος· καὶ πλεονασμῷ τοῦ α, ἀάσχετος
α 6
Ἄαπτος Ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω. Παρὰ τὸ ἅπτω, ἁπτοὺς, καὶ ἀάπτους, ἤγουν τὰς ἄγαν ἁπτομένας· ἢ ὧν οὐκ ἄν τις ἅψαιτο, οἱονεὶ ἀπροσίτους, ἀπροσπελάστους. Τὸ δὲ, Καθαπτὸς ἐν πεύκαισι Παρνασοῦ, παρʼ Εὐριπίδῃ. Ἐκ τοῦ καθάπτω γέγονε καθαπτός. Οὕτω Φιλόξενος· ὁ δὲ Ἡρωδιανὸς, τὰς μὴ δυναμένας φθαρῆναι λέγει σημαίνειν τὸ ὄνομα, κατασκευάζων οὕτως· ἔστιν ἲψ ζῷον ἐσθίον τὰ ξύλα, καὶ κλίνεται ἰπός· ἐκ τούτου γίνεται ῥῆμα, ἰάπτω· ἐξ οὗ ῥηματικὸν ὄνομα, ἰαπτούς· καὶ κατὰ στέρησιν, ἀϊάπτους· καὶ κατʼ ἔλλειψιν τοῦ ι, ἀάπτους. Οἱ μὲν οὖν δασύνουσι τὴν δευτέραν, ἀποδιδόντες ἀπροσπελάστους· οἱ δὲ ψιλοῦσιν, ἀπτοήτους· ἔνιοι δὲ, ἀνεφίκτους, ἢ χαλεπάς· ἵνʼ ᾖ τὸ μὲν πρῶτον, ἐκτεταμένον· τὸ δὲ δεύτερον, συγκεκομμένον
α 7
Ἀαγές Ἄθραυστον, ἀπὸ τοῦ ἄγω τὸ κλάνω, ἀγής· καὶ μετὰ τοῦ ἐπιτατικοῦ ἄλφα, ἀαγής· τὸ οὐδέτερον, ἀαγές. Ἢ τὸ ἄθραυστον κατὰ στέρησιν, ἢ τὸ πολύθραυστον
α 8
Ἄβαλ Ἐπίρρημα. Παρὰ τὸ βάλλω, κατὰ ἀφαίρεσιν τοῦ λ καὶ τοῦ ω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ ἄλφα, ἄβαλ, καὶ ἄβελ, παρὰ τὸ
α 9
ἀβάλε ἐπίρρημα, ὡς τὸ, Ἀβάλε σοι, Στέφανε· εἰδωλολάτρησας
α 10
Ἄβαξ Κυρίως ὁ μὴ ἔχων βάσιν· καταχρηστικῶς δὲ καὶ ἐπὶ οἱουδήποτε σανιδίου. Οὕτως Ὠρίων. Γίνεται δὲ παρὰ τὸ βῶ τὸ βαίνω
α 11
Ἀβαρνίδα Οἷον, Περκώτην δʼ ἐπὶ τῇ καὶ Ἀβαρνίδα ἠμαθόεσσαν. Περκώτη δέ ἐστι πόλις Τροίας· Ἀβαρνὶς δὲ, πόλις Λαμψάκου. Ὠνομάσθη δὲ ἀπὸ τοιαύτης αἰτίας· Διονύσου ἐρασθεῖσα Ἀφροδίτη, ἐμίγη αὐτῷ· ἀναχωρήσαντος δὲ τούτου εἰς τὴν Μηδικὴν, ἐγαμήθη Ἀδώνιδι. Ὡς δὲ ἦλθεν ὁ Διόνυσος, στέφανον ποιήσασα ἀπήντησεν αὐτῷ. Ἠιδεῖτο δὲ ἀκολουθῆσαι αὐτῷ, διὰ τὸ γεγαμῆσθαι· εἰς δὲ Λάμψακον ἀναχωρήσασα, τὸν ἐξ αὐτοῦ κυοφορούμενον ἐβούλετο ἀνελεῖν. Ἡ δὲ Ἥρα ζηλοτυπήσασα, μεμαγευμένῃ τῇ χειρὶ ἐφήψατο τῆς γαστρὸς αὐτῆς, καὶ ἐποίησεν αὐτὴν τεκεῖν παῖδα, ὃν Πρίηπον ὀνομασθῆναι φασὶν, ἄσχημον, καὶ βαθυαιδοῖον· καὶ τοῦτον ἀπαρνήσασθαι τὴν Ἀφροδίτην· καὶ ἀπὸ τούτου Ἀπαρνίδα κληθῆναι, κατὰ δὲ ἐναλλαγὴν τοῦ στοιχείου, Ἀβαρνίδα. Οὕτως Ὦρος ὁ Θηβαῖος ἐτυμολόγος. Τὸ ἐθνικὸν, Ἀβαρναῖος καὶ τὸ θηλυκὸν, Ἀβαρναίη
α 12
Ἀβάκησαν Τῷ δʼ ἴκελος κατέδυ Τρώων πόλιν· οἱ δʼ ἀβάκησαν, ἠγνόησαν καὶ ἠσυνέτησαν. Ἔστιν δὲ ῥητορικὴ ἡ λέξις. Οἱ δὲ τὸ ἡσύχασαν. Ἔστι βάζω τὸ λέγω· ὁ παθητικὸς παρακείμενος, βέβακται· οἷον, ἔπος δʼ εἴπερ τι βέβακται. Καὶ ὥσπερ παρὰ τὸ φυλάσσω πεφύλακται φυλακτὸς, καὶ τέτακται τακτὸς, ἐξ οὗ τὸ ἄτακτος ἀτακτῶ, οὕτως καὶ βέβακται βακτός· καὶ ῥῆμα ἐξ αὐτοῦ ἀβακτῶ, ὡς ἄτακτος ἀτακτῶ· καὶ ὑφαιρέσει τοῦ τ, ἀβακῶ· ὅθεν τὸ
α 13
ἀβακῆσαι · σημαίνει δὲ τὸ ἀγνοῆσαι. Οἱ γὰρ ἀγνοοῦντες οὐκ ἔχουσιν ὅ τι λέγωσιν. Ἔστιν οὖν τὸ τοιοῦτον, ὅτι ἄφωνοι διʼ ἄγνοιαν ἐγένοντο
α 14
Ἀβακής Βάζω τὸ λέγω· οἷον, εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσιν. Ἐξ αὐτοῦ γίνεται ἀβακής. Κέχρηται δὲ αὐτῷ Σαπφώ· οἷον, Ἀλλά τις οὐκ ἔμμιν παλιγκότων ὀργάνων· ἀλλʼ ἀβακὴν τὰν φρένα ἔχω. Ἀντὶ τοῦ ἡσύχιον καὶ πρᾶον. Παρὰ τὸ ἀβακὴς οὖν γίνεται ἀβακῶ, ὥσπερ εὐσεβὴς εὐσεβῶ. Γίνεται δὲ καὶ
α 15
ἀβακίζω. Φησὶν Ἀνακρέων Ἐγὼ δὲ μισέω πάντας, οἳ χθονίους ἔχουσι ῥυθμοὺς καὶ χαλεποὺς μεμαθήκασιν, ὡς μεγίστη τῶν ἀβακιζομένων, ἀντὶ τοῦ, τῶν ἡσυχίων καὶ μὴ θορυβωδῶν. Καὶ ἀπὸ τοῦ ἀβακὴς, ἐπίρρημα
α 16
ἀβακέως · Ἀβακέως εὕδοντι, ἀντὶ τοῦ ἡσύχως· ὥσπερ ἀπὸ τοῦ εὐσεβὴς, εὐσεβέως. Οἵτως Ἡρωδιανὸς εἰς τοὺς Μεγάλους Ἐπιμερισμούς
α 17
ἄβδηρα ἡ θάλασσα· Ἔρρει σοι τὸ μειράκιον ὁ Καλλίας, ὦ Πρωταγόρα· καὶ πέπραγε κακῶς, ἐπειδή σοι τὴν ταχίστην Ἀβδήραδε Ἀθήνηθεν ἀναπέπλευκας. Ἔστι καὶ ὄνομα πόλεως. Τὸ ἐθνικὸν Ἀβδηρίτης
α 18
Ἀβέλτερος Ἀνόητος, ὁ τὸ βέλτιον μὴ γινώσκων. Γίνεται δὲ ἐκ τοῦ βέλτερος· καὶ μετὰ τοῦ στερητικοῦ ἄλφα, ἀβέλτερος. Τὸ δὲ βέλτερος, ἀπὸ τοῦ βάλλω, τύπου συγκριτικοῦ, οὐχὶ δὲ συγκριτικόν. Ὥσπερ γὰρ παρὰ τὸ φέρω φέρτερος, οὕτω παρὰ τὸ βάλλω βέλτερος
α 19
Ἀβελτερία Καὶ τροπῇ τοῦ ε εἰς η
α 20
ἀβελτηρία ἀνοησία, μωρία, ἡ τὸ βέλτιον μὴ γινώσκουσα, ἀπὸ τοῦ ἀβέλτερος
α 21
Ἀβίων Ἤτοι βίοις μὴ χρωμένων, ὅ ἐστι νόμοις καὶ πολιτείαις· ἢ βιοῖς μὴ χρωμένων, ὅ ἐστι τόξοις· ἢ μετὰ τοῦ ἐπιτατικοῦ α, ἵνʼ ᾖ πολυβίων. Ζήτει εἰς τὸ
γ 1
γαλακτοφάγος. Ἢ ἄβιοι, οὐ βίαιοι, οὐκ ἄδικοι. Ἢ μακρόβιοι, μεγαλότοξοι
α 22
Ἀβλεμέως Ἀφροντίστως. Παρὰ τὸ μέλειν, ἀμελέως, καὶ ὑπερθέσει ἀλεμέως· καὶ πλεονασμῷ τοῦ βῆτα, ἀβλεμέως. Οὕτως Ὠρίων
α 23
Ἀβληχρόν Βληχρὸν, τὸ ἀσθενές· καὶ κατὰ ἐπίτασιν τοῦ ἄλφα, ἀβληχρόν. Λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ· παρὰ τὸ βάλλειν· ὃ ποτὲ μὲν τὸ καταβάλλειν εἰς γῆν καὶ δύνασθαι ἀναιρεῖν σημαίνει, ποτὲ δὲ τὸ καταβάλλεσθαι εἰς γῆν. Οὕτως Ὠρίων. Ἔστι δὲ ῥητορικὴ ἡ λέξις
α 24
Ἀβλῆτα Τὸν κακόβλητον, παρὰ τὸ βέβληται· ἢ τὸν καινὸν καὶ μήπω βεβλημένον, ἀλλὰ νεοπαγῆ καὶ ἀκέραιον τὸν ἰὸν ἐν αὐτῷ ἔχοντα. Κλίνεται δὲ διὰ τοῦ ΤΟΣ· οἷον, ἀβλὴς, ἀβλῆτος. Τὰ γὰρ εἰς ς λήγοντα ὀξύτονα σύνθετα ἀπὸ ῥημάτων γινόμενα, μίαν συλλαβὴν φυλάττοντα τοῦ παθητικοῦ παρακειμένου, διὰ καθαροῦ τοῦ ΤΟΣ κλίνονται, εἴτε εἰς ΩΣ ὦσι, εἴτε εἰς ΗΣ, εἴτε εἰς ΑΣ· οἷον, κέκραται, χαλκοκρὰς χαλκοκράτος, ὁ χαλκῷ κεκραμένος· νεοκρὰς νεοκράτος, ὁ νεωστὶ κεκραμένος· βέβληται, ἀβλὴς ἀβλῆτος, ὁ μὴ βληθείς· τέτρωται, ἀτρὼς ἀτρῶτος, ὁ μὴ τρωθείς· πέπτωται, ἀπτὼς ἀπτῶτος, ὁ μὴ πεσών· ἔγνωσται, ἀγνὼς ἀγνῶτος, ὁ ἄγνωστος· τέθνηκα, ἡμιθνὴς ἡμιθνῆτος, ὁ ἡμιθανής. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸν τέταρτον κανόνα τῶν ἀρσενικῶν ὀνομάτων
α 25
Ἀβούλητον Ἀκούσιον, ἢ οὐ βουλόμενον· ἢ δυσβούλευτον
α 26
Ἀβούτης Ἀκτήμων, ἄπορος· ἀπὸ τοῦ βοτόν
α 27
Ἄβολος Ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας ἵππος, ἤγουν ὁ πῶλος. Καὶ
γ 2
γνώμων ὁ ὀδούς· ὅτι ἀπὸ τούτου ἡ ἡλικία γνωρίζεται τῶν πώλων τε καὶ μόσχων. Τριάκοντα γὰρ μηνῶν γινόμενοι ἐκβάλ λουσι τοὺς πρώτους ὀδόντας· εἶτα ἐνιαυτοῦ παρελθόντος, τοὺς δευτέρους· καὶ μετʼ ἄλλον ἐνιαυτὸν τέλειοι εἰσὶν, οἱ τεττάρων ἡμίσους ἐτῶν. Ἀφʼ οὗ καὶ
λ 1
λειπογνώμονες καλοῦνται, οἱ μηκέτι διὰ τῶν ὀδόντων γνωσθῆναι δυνάμενοι
α 28
Ἀβολήτωρ Βολῶ καὶ ἀντιβολῶ· παρʼ ὃ τὸ ἀβολήτωρ, ὁ μὴ παρακαλῶν. Ἀντίμαχος Ἰαχίνῃ· Τοὶ δʼ ἄρʼ οἱ ἀβολήτορες ἄνδρες ἔασιν, Οὕτως Φίλων εἰς τὰ ῥηματικὰ αὐτοῦ. Ἀντὶ τοῦ μάρτυρες συνηλλαχότες καὶ συντυχόντες. Οὕτως εἰς τὸν Διογενίανον
α 29
Ἁβρός Βορὰ βορὸς καὶ ἁβρός· ὁ κούφως βαίνων, κατὰ στέρησιν τοῦ βάρους. Παρὰ τὸ βάρος καὶ τὸ στερητικὸν ἄλφα, ἄβαρος, καὶ κατὰ συγκοπὴν ἁβρός. Τὸ δὲ βάρος, παρὰ τὸ βίᾳ αἴρεσθαι
α 30
Ἁβροείμονες Ἁβροείμονές τε καὶ κατηγλαϊσμένοι· Λαμπροφόροι, ἁπαλοφόροι. Ἁβρὸν γὰρ, τὸ λαμπρὸν, καὶ κοῦφον, καὶ τρυφερόν. Ἁβρὸς οὖν ὁ ἁπαλὸς, παρὰ τὸ ἅπτω, ὁ εὐαφής· ἢ κατὰ στέρησιν τοῦ βάρους, ὁ κοῦφος καὶ ἐλαφρός
α 31
Ἄβρα Οὔτε ἡ ἁπλῶς θεράπαινα, οὔτε ἡ εὔμορφος λέγεται· ἀλλʼ ἡ οἰκότριψ, καὶ παρὰ χεῖρα ἤγουν ἢ σύντροφος θεράπαινα
α 32
Ἀβρότων Κογχυλίου εἶδος· οἱ δὲ, ἀκρίδων, αἵτινες πολλαὶ γενόμεναι τοὺς καρποὺς διαφθείρουσιν· οἱ δὲ, μελιττῶν· οἱ δὲ
α 33
ἀπρότων φασὶν, ὅ ἐστιν ἀντὶ τοῦ λῃστῶν
α 34
Ἀβρότη εἰς ὅ κεν ἔλθῃ νὺξ ἀβρότη· ἀπρότη τὶς οὖσα, παρὰ τὸ μὴ προϊέναι ἐν αὐτῇ, ἢ ἐν ᾗ βροτὸς οὐ φαίνεται· ἢ κατὰ παράλειψιν τοῦ μ, ἀμβρότη ἤγουν ἀθανάτη· ἢ ἀμβρότη, καθʼ ἣν βροτοὶ οὐ φοιτῶσιν
α 35
Ἀβροτάξομεν Μή πως ἀβροτάξομεν ἀλλήλοιϊν· Κυρίως ἐπὶ τῶν τοξοτῶν, τὸ βροτοῦ ἀποτυχεῖν, ὡς ἐν πολέμῳ· λέγεται δὲ καὶ τὸ ἁπλῶς ἀποτυχεῖν· ὅ τινες
δ 1
διαμφοδῆσαι φασίν· Ἤμβροτες οὐδʼ ἔτυχες· Τὸ δὲ θέμα, ἀβροτάζω· οὕτως Ὠρίων· ὁ μέλλων, ἀβροτάξω
α 36
Ἄβρομοι Οἱ ἄγαν βρομοῦντες, ὅ ἐστιν ἠχοῦντες. Παρὰ τὸ βρόμος, ὃ σημαίνει τὸν ἦχον, μετὰ τοῦ ἐπιτατικοῦ α. Ἔστι καὶ στερητικὸν τοῦτο, παρὰ τὸ βρέμω
α 37
Ἄβυσσος Δύω τὸ ὑπεισέρχομαι· κατὰ τροπὴν, βύω, βύσω βέβυκα βέβυσμαι βέβυσαι, βυσὸς, καὶ ἄβυσσος, ἐν ᾧ οὐδεὶς εἰσέρχεται διὰ τὸ βάθος. Ζήτει εἰς τὸ
α 38
Ἀβώβας Ὁ Ἄδωνις ὑπὸ Περγαίων
α 39
ἄβοτοι δὲ, αἱ μὴ κατανεμόμεναι, ἢ βοτάνην φέρουσαι ἄκαρπον
α 40
Ἀβυρτάκη Βαρβαρικόν τι ἔδεσμα ἐκ δριμέων κατασκευαζόμενον, καρδάμων, καὶ σκορόδων, καὶ σινάπεως. Καὶ
α 41
Ἀγάζω Ἐκ τοῦ ἀγῶ ἀγάζω, ὡς σκεδῶ σκεδάζω· ἐκ δὲ τοῦ ἀγάζω τὸ
α 42
ἀγασάμεθα. Καὶ ἐκ τοῦ ἀγῶ παράγωγον, ἄγημι, καὶ
α 43
ἄγαμαι τὸ παθητικόν. Ἄγαμαι αὐτοῦ· καὶ τοῦτο μᾶλλον οὕτως συντάσσουσι· καὶ τὸ θαυμάζειν πολλάκις· ἀπογνῶναι δὲ αὐτοῦ καὶ αὐτόν. Ὁμοίως καὶ τὸ κρατῆσαι αὐτοῦ, καὶ τὸ ἀφελέσθαι, καὶ τὸ ἀφαιρεῖσθαι, ἐπιλαθέσθαι, ποθεῖν. Σημαίνει καὶ τὸ ζηλοῦν, ὡς ἐν Ὀδυσσείας ε. Ὡς δʼ αὖ νῦν μοι ἄγασθε θεοί. Οὕτως Ὠρίων
α 44
Ἀγαίεται Τῷ δʼ ἤτοι Ζεὺς αὐτὸς ἀγαίεται. Βασκαίνει, ὀργίζεται, χολοῦται. Τίθεται δὲ ἡ λέξις πολλάκις καὶ ἐπὶ τοῦ φθονεῖν καὶ ἐπὶ τοῦ θαυμάζειν
α 45
Ἀγαθός Παρὰ τὸ ἄγαν θέειν ἡμᾶς ἐπʼ αὐτό· ἢ ἐκ τοῦ ἀγάζω τὸ θαυμάζω· ὁ μέλλων, ἀγάσω· ὁ παρακείμενος, ἤγακα· ὁ παθητικὸς, ἤγασμαι ἤγασαι ἤγασται, ἀγαστός· καὶ ἀποβολῇ τοῦ ς, καὶ τροπῇ τοῦ τ εἰς θ, ἀγαθός· ὡς κρεμάστρα κρεμάθρα. Ἢ ἐκ τοῦ ἄγαμαι. Σύγκρισιν δὲ οὐ ποιεῖ, οὔτε ὑπέρθεσιν, ὡς ἐγκειμένου ἐπιτατικοῦ μορίου, ἵνα μὴ γένωνται δύο ἐπιτάσεις ὁμοῦ, ἀλλὰ μᾶλλον ἀγαθὸς ὅδε τοῦδε
α 46
Ἀγαθόν Τὸ ἄγαν θεῖον· ἢ τὸ ἀγαπᾶν τὸν θεόν
α 47
Ἄγα Φθόνος καὶ βασκανία
α 48
Ἀγάζηλοι Μεγαλόζηλοι· οἱ δὲ, φθονεροί
α 49
Ἀγάζει Ἀγανακτεῖ, καὶ βαρέως φέρει. Καὶ ἐπὶ τοῦ σέβεσθαι καὶ φθονεῖν παρʼ Ὁμήρῳ, καὶ λυπεῖσθαι
α 50
Ἀγαθιζομένη Συνεχῶς ἀγαθὰ λέγουσα
α 51
Ἀγαθίς Δέσμη· καὶ εἶδος τὶ γράμματος ἢ στήμονος
α 52
Ἄγαλμα Ἀγαλλίαμα, καλλώπισμα, πᾶν ἐφʼ ᾧ τὶς ἀγάλλεται καὶ χαίρει, κἄν τε ἱμάτιον ᾖ, κἄν τε εἰκών· οἱ δὲ μεθʼ Ὅμηρον ποιηταὶ ἄγαλμα εἶπον τὸ ξόανον. Τὸ δὲ ἄγαλμα παρὰ τὸ ἀγάλλω
α 53
Ἀγαλλιῶ Παρὰ τὸ ἀγλαόν. Τοῦτο παρὰ τὴν αἴγλην· τὸ δὲ παρὰ τὸ ἄγαν καὶ τὸ ἅλλω, τὸ πηδῶ
α 54
Ἀγάλακτες Οἱ ἀδελφοί· οἱονεὶ ὁμογάλακτες τινὲς ὄντες. Ἢ οἱ τὸ αὐτὸ γάλα σπάσαντες. Οὕτως Ὠρίων
α 55
Ἀγαμέμνων Παρὰ τὸ ἄγαν καὶ τὸ μένω
α 56
ἄγαν τὸ ΓΑΝ μακρόν. Τὰ εἰς ΑΝ λήγοντα ἐπιρρήματα μακρὸν ἔχουσι τὸ α· οἷον, πέραν, λίαν, εὐάν· πλὴν τοῦ ὅταν καὶ πάμπαν. Τὸ δὲ ἄγαν συντιθέμενον καθόλου συστέλλει τὸ δεύτερον α, καὶ μονὴν ποιεῖ τοῦ ν, καὶ τροπὴν, καὶ ἀποβολήν· μονὴν μὲν οὖν ποιεῖ, ἐν τῷ
α 57
ἀγάννιφος · τροπὴν δὲ, ἐν τῷ
α 58
Ἀγήνωρ ἀποβολὴν δὲ, ἐν τῷ
α 59
Ἀγαμέμνων. Ἔστι δʼ ὅτε καὶ τὸ καταρχὰς α τρέπει, ὡς ἐν τῷ, Κατʼ ἠγάθεον Νυσήϊον. Τοῦτο δὲ πάθος ποιητικόν
α 60
Ἀγανοῖς Σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν. Προσηνέσι, πραέσιν. Ἀπὸ τοῦ ἀγάζω, τὸ θαυμάζω, γίνεται ἀγανός· ὅπερ ἀπὸ τοῦ ἄγαν γίνεται, καὶ τοῦ αἰνεῖσθαι. Ὅθεν καὶ ἀγανὴ, ἡ ἀγαθή· καὶ
α 61
ἀγανῇσι τὰς σεπτικὰς καὶ ἀγαθὰς εὐχὰς λέγει
α 62
Ἀγάπη Παρὰ τὸ ἄγειν τὸ πᾶν, ἤτοι ἑνοῦν καὶ συνάπτειν πρὸς ὁμόνοιαν· ἢ παρὰ τὸ ἄγαν ποιότητα ἔχειν
α 63
Ἀγαπῴην Ῥῆμα εὐκτικόν. Ἀγαπάω ἀγαπῶ· ἀγαπάοντος ἀγαπῶντος· ἀγαπάοιμι ἀγαπῷμι· τὸ τρίτον, ἀγαπάοι ἀγαπῷ. Καὶ οἱ Ἴωνες ἐν τοῖς τρίτοις προσώποις τῶν εὐκτικῶν εἰώθασιν ἐπεντιθέναι τὸ η· καὶ ἀναλόγως πάλιν τὸ πρῶτον γίνεται ἀγαπῴην. Κανὼν γάρ ἐστιν ὁ λέγων, πᾶν τρίτον πρόσωπον εἰς η λῆγον προσθήκῃ τοῦ ς ποιεῖ τὸ δεύτερον, καὶ τροπῇ τοῦ ς εἰς ν τὸ πρῶτον
α 64
Ἀγαπήνωρ Ὁ γενναῖος καὶ ἀνδρεῖος, ὁ ἀγαπῶν τὴν ἠνορέην, ὅ ἐστι τὴν ἀνδρείαν. Ἔστι καὶ ὁ ἀγαπώμενος ὑπὸ τῶν ἀνθρώπων
α 65
Ἀγασάμενοι Θαυμάσαντες· παρὰ τὸ ἀγάζω τὸ θαυμάζω
α 66
Ἀγαστόρων Τῶν ὁμογάστρων, τῶν ἀδελφῶν. Λυκόφρων. Τῶν φιλτάτων σου τῶν ἀγαστόρων τρόφιν. Σημαίνει δὲ τὸν τρόφον, ἢ τὸν εὐτραφῆ· καὶ κλίνεται τρόφις τρόφιδος
α 67
Ἀγαυός Ὁ λαμπρὸς καὶ ἔνδοξος. Ἐκ τοῦ ἀγῶ τὸ θαυμάζω γίνεται ἄγημι, ἄγαμαι, ἄγασαι, ἄγαται, ἀγαὸς, καὶ πλεονασμῷ τοῦ υ ἀγαυὸς, Αἰολικῶς, ὡς ναὸς ναυός. Ἢ παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῖος· καὶ τροπῇ τοῦ ι εἰς υ, ὡς δίφρος, δύφρος· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀγαυός
α 68
Ἀγαυρός Κομψὸς, ὁ ἔνδοξος· παρὰ τὸ ἀπὸ τῆς γῆς αἴρεσθαι· ἢ παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῖος. Ἢ παρὰ τὸ ἄγη, ὃ σημαίνει τὴν ἔκπληξιν, ἀγηρὸς, καὶ ἀγαυρός. Σημαίνει δὲ καὶ τὸν ὑπερήφανον· ὑπὸ δὲ Ἰώνων, τὸν ἄπορον· ὑπὸ δὲ Ἀττικῶν, τὸν κοῦφον
α 69
Ἀγαυρίαμα Παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῖρος, καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος, ὡς κλαίω κλαύσω, καίω καύσω· καὶ ἐπιτάσει τοῦ α ἀγαυρός· καὶ
α 70
ἀγαυριᾶν τὸ μεγάλως γαυριᾶν καὶ ἐπαίρεσθαι. Οὕτως Μεθόδιος
α 71
Ἀγαυγή Οἷον, Ἀπόλλωνος ἀγαυγή· παρὰ τὸ αὐγή
α 72
Ἄγγωνες Δοράτια οὐ λίαν σμικρὰ, ἀλλʼ οὐδὲ μεγάλα, ἀλλʼ ὅσον ἀκοντίζεσθαι, εἴ που δεήσοι
α 73
Ἄγγαροι Οἱ ἐκ διαδοχῆς γραμματηφόροι. Οἱ δʼ αὐτοὶ καὶ
α 74
ἀστάνδαι. Λέγεται δὲ καὶ
α 75
ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν κατὰ διαδοχήν. Οὕτως Ὠρίων
α 76
Ἀγγριάς Τοὺς ἐρεθισμούς· οἱ δὲ τὰς ἀνίας· οἱ δὲ συνήθως ἀπὸ τοῦ ἀγγρίζεσθαι. Οὕτως Ὠρίων
α 77
Ἀγγεῖον Ἀπὸ τοῦ διʼ αὐτοῦ τὶ ἄγειν καὶ φέρειν. Οὕτως Ὠρίων
α 78
Ἀγγεῖλαι Κυρίως τὸ διὰ λόγων κελεύειν. Παρὰ τὸ λέγω ἀνλέγω, καὶ καθʼ ὑπερβιβασμὸν ἀγγέλλω, τροπῇ τοῦ ν εἰς γ
α 79
Ἀγγελλόντων Ἀντὶ τοῦ ἀγγελλέτωσαν οἱ Ἀττικοὶ φασί. Οὗτοι γὰρ ἐπὶ τῶν προστακτικῶν τῶν ἀπὸ ὁριστικῶν γινομένων, τῶν μὴ ἐχόντων τὸ μ κλιτικὸν, τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῇ γενικῇ τῶν πληθυντικῶν τῶν ἰδίων μετοχῶν· τύπτετε, τυπτόντων, ἀντὶ τοῦ τυπτέτωσαν. Ἐπὶ δὲ τῶν ἐχόντων τὸ μ κλιτικὸν, τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμοφώνως ποιοῦσι τῷ τρίτῳ τῶν δυϊκῶν· τύπτεσθε τυπτέσθων, ἀντὶ τοῦ τυπτέσθωσαν
α 80
Ἀγάλιος Λοιδορία· καὶ τὸ
α 81
ἀγαλίζεσθαι λοιδορεῖσθαι· Ταραντῖνοι
α 82
Ἀγάννιφον Ἄγαν χιονώδη, πολύνιφον, ἄγαν βαλλόμενον νιφετῷ· ἢ πολυνέφελον
α 83
Ἀγάννιφον τὸν πάνυ κατανιφόμενον, ἢ τὸν οὐδόλως νιφόμενον· ἄμφω παρὰ τὸ νείφω. Τινὲς δὲ ἐπὶ τοῦ οὐρανοῦ
α 84
Ἀγανακτεῖν Ἀντὶ τοῦ στένειν παρὰ Πλάτωνι
α 85
Ἀγγαρεύω Τὸ ἐργάτας ἀγείρω, ἀπὸ τοῦ ἄγγαρος, ὃ σημαίνει τὸν ἐργάτην
α 86
Ἀγγάρους λέγουσιν, οἱ μὲν τοὺς πρέσβεις, ἢ τοὺς ἀπράκτους καὶ νωθεῖς. Ἔλεγον δὲ καὶ τοὺς σταθμοὺς
α 87
ἄγγαρα καὶ τοὺς ἐπὶ τῷ καθοδηγεῖν παραλαμβανομένους ἄκοντας. Αἰσχύλος γοῦν ἐν Ἀγαμέμνονι. τὸν ἐκ διαδοχῆς πυρσὸν ἀπʼ ἀγγάρου πυρὸς ἔφη
α 88
Ἀγγάρους Ἡ λέξις Περσική ἐστι· σημαίνει δὲ καὶ τοὺς ἐκ διαδοχῆς βασιλικοὺς γραμματοφόρους. Ὅθεν καὶ τὸ εἰς βασιλικὰς ἀπάγειν τὶ χρείας
α 89
ἀγγαρεύειν λέγεται· καὶ
α 90
ἀγγαρεία δουλεία· καὶ
α 91
ἀγγάριος δοῦλος, ἢ ἄγγελος
α 92
Ἄγ γαρος λέγεται καὶ τὸ εἰς ἀναδενδράδα ξύλον
α 93
Ἀγανόν Καλὸν, ἀγαθὸν, ἱλαρόν· οἱ δὲ ἀθάνατον. Καὶ
α 94
ἀγανόφρων πρᾶος καὶ προσηνὴς ταῖς φρεσίν
α 95
Ἄγγελος Ὥσπερ παρὰ τὸ εἴκω τὸ ὁμοιῶ γίνεται εἴκελος, οὕτως καὶ παρὰ τὸ ἄγω γίνεται ἄγελος καὶ ἄγγελος. Καὶ τὰ παρʼ αὐτοῦ συγκείμενα διὰ τοῦ ε ψιλοῦ γράφονται· οἷον, ἀρχάγγελος, εὐάγγελος, χαράγγελος
α 96
Ἀγγελίην Δύο σημαίνει ἡ λέξις παρὰ τῷ ποιητῇ, τὴν πρεσβείαν, ὡς ἐν τῷ, Ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ. Καὶ τὸν ἄγγελον ἤτοι πρέσβυν, ὡς ἐνταῦθα, Ἀγγελίην ἐλθόντα. Καὶ
α 97
Ἀγελείη Ἡ Ἀθηνᾶ, ἡ ἄγουσα λείαν ἀπὸ τοῦ πολέμου, ὅ ἐστιν λαφυραγωγίαν· ἤτοι ἡ λαφυραγωγὸς Ἀθηνᾶ. Ἢ ὅτι ἡγεῖται λαῶν
α 98
Ἀγελαῖος Ἰδιώτης, ῥεμβώδης· παρὰ τὸ ἀγέλη· τὸ δὲ ἀγέλη, ἀπὸ τοῦ ἄγω· διὸ καὶ προπερισπᾶται· τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ ΑΙΟΣ γινόμενα προπερισπῶνται· οἷον, Γάζα Γαζαῖος. Τὸ δὲ Ἀγέλαιος, ὄνομα κύριον, προπαροξύνεται· λέγεται δὲ καὶ ὁ εἰκαῖος καὶ εὐτελής
α 99
Ἀγέρωχος Ῥητορικὴ ἡ λέξις· σημαίνει δὲ τὸν αὐθάδη, παρὰ τὸ ἄγαν αὐχεῖν· ἢ ὁ ἔντιμος καὶ ἀνδρεῖος, παρὰ τὸ ἄγαν γερουχεῖν. Ὠρίων. Εἶχεν εἰς τὸ ἄλλο οὕτως· ἡ μὲν συνήθεια τὴν λέξιν ἐπὶ ψόγου τάσσει, τοὺς γὰρ αὐθάδεις καὶ ἀπαιδεύτους ἀγερώχους λέγει· ὁ δὲ Ὅμηρος τοὺς ἄγαν ἐντίμους, ἀπὸ τοῦ ἄγαν ἐπὶ τὸ γέρας ὀχεῖσθαι· Τρώων ἀγερώχων. Ὁμοίως δὲ καὶ ἐν τῇ Βοιωτίᾳ, Ῥοδίων ἀγερώχων. Ἔνιοι δὲ τῶν γλωσσογράφων ἰδίως τούτους ἔδοξαν ἀγερώχους λέγειν, ἐπεὶ νησιῶται ἐπεισάκτῳ τροφῇ χρῶνται· ἀπὸ τοῦ ἀγείρειν ὀχὴν, τουτέστι τροφὴν, Ὁμήρου μηδέποτε τὴν τροφὴν ὀχὴν εἰρηκότος· ἔπειτα καὶ τοὺς Τρῶας, μηδαμῶς ὄντας νησιώτας, ἀγερώχους λέγει
α 100
Ἀγέραστος Οἱ μὲν, ἀπὸ τοῦ γέρας, ἄνευ γερῶν καὶ τιμῆς· παρὰ τὸ γέρας ἡ τιμὴ γάρ· οἱ δὲ, ἀπὸ τοῦ γεράζω γεράσω γεγέρακα γεγέρασμαι γεγέρασαι γεγέρασται, γεραστός καὶ ἀγέραστος
α 101
Ἀγερμός Οὐκ ἀγυρμός. Πλάτων δὲ
α 102
ἀγυρμὸν εἴ κε τὸν συναθροισμόν
κ 1
κύβηλις λέγεται ὁ πέλεκυς ὁ μαντικός. Οἱ δὲ, τὸν ἐφʼ ἑαυτὸν ἐγείροντα τὸν πέλεκυν, ἢ θύτην, ἄγερσιν γὰρ ἀγερμὸν ἢ ἀθροισμόν. Κρατῖνος ἐν Δραπέτισιν
α 103
Ἀγείρω Τὸ ΓΕΙ δίφθογγον· ἀγέρρω γὰρ λέγουσιν οἱ Αἰολεῖς· ἢ ὅτι καὶ ἀγερῶ ὁ μέλλων· ἐκ τοῦ ἄγω γίνεται
α 104
Ἀγειρέθω Ἐκ τοῦ ἀγείρω τὸ συναθροίζω γίνεται ἀγειρέθω, καὶ οὐχὶ ἀγειράθω· ἐπειδὴ τὰ εἰς ω λήγοντα ῥήματα βαρύτονα, εἰ μὲν μακρᾷ παραλήγονται, διὰ τοῦ ΑΘΩ ποιοῦσι τὴν παραλήγουσαν· οἷον, κίω, κιάθω· εἴκω, εἰκάθω· εἴργω, εἰργάθω· ἀμύνω, ἀμυνάθω· εἰ δὲ βραχείᾳ παραλήγεται, διὰ τοῦ ΕΘΩ ποιοῦσι τὴν παραλήγουσαν· οἷον, φλέγω, φλεγέθω· νέμω, νεμέθω· γέρω, γερέθω· ὅθεν τὸ ἀγειρέθω· καὶ ἀείρω, ἀειρέθω, γενόμενον κατὰ παραγωγὴν Ἀττικήν. Ἀγερέθω καὶ ἀερέθω ἀπέβαλλον τὸ ι, ἵνα μὴ εὑρεθῇ διὰ τοῦ ΑΘΩ γινόμενα, μακρᾶς οὔσης τῆς παραληγούσης
α 105
Ἀγείρατον Γέρας ἡ τιμή· ἀγέρατον, καὶ πλεονασμῷ τοῦ ι, ἀγείρατον. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν. Σημαίνει καὶ τὸ ἄτιμον καὶ πολύτιμον
α 106
Ἀγήραον Ἄφθαρτον, ἀθάνατον, μὴ γηράσκοντα. παρὰ τὸ γῆρας
α 107
Ἀγεσίλαος Ἐπώνυμον τοῦ Ἅιδου. Καλλίμαχος, Φοιτάσει μεγάλῳ ἀγεσιλάῳ. Εἴρηται δὲ παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχει γὰρ τῶν θανόντων. Οὔτω Μεθόδιος
α 108
Ἄγη Ἄγη μʼ ἔχει ὄρχαμε λαῶν. Σημαίνει τὴν ἔκπληξιν καὶ τὸ θαῦμα· γέγονε δὲ παρὰ τὸ ἅζω ἢ ἀγῶ τὸ θαυμάζω. Οἱ γὰρ ἐκπληττόμενοι εἴς τι ὑπερέχον ἄγονται. Ἔστι δὲ ἄκλιτον· ἐπειδὴ τὰ εἰς ΓΗ ἰαμβικὰ οὐδέποτε ἀπὸ φωνήεντος ἄρχονται· οἷον, στέγη, ταγή, φυγή· πρόσκειται “ἰαμβικὰ,” διὰ τὸ ἀγὴ, ὃ σημαίνει τὴν ἀπόκλασιν τοῦ κύματος. Τοῦτο γὰρ ἀπὸ φωνήεντος ἄρχεται, ἀλλʼ οὐκ ἔστιν ἰαμβικὸν, ἀλλὰ σπονδειακόν· τὸ γὰρ α μακρὸν ἔχει. Ἐπεὶ οὖν τὸ ἄγη εἰς ΓΗ ἔστιν ἰαμβικὸν καὶ ἀπὸ φωνήεντος ἄρχεται, εἰκότως, ὡς μὴ ἔχον τὶ μιμήσασθαι, ἄκλιτον ἔμεινεν. Ἢ ἄγη, ἀπὸ τοῦ ἀκή· ἐκ τῆς παρεπομένης ἀφωνίας τῇ ἐκπλήξει· τὸ δὲ ἀγῶ, ἀπὸ τοῦ χῶ χαίνω, κατὰ ἐπίτασιν τοῦ α. Συμβαίνει γὰρ τοῖς ἐκπληττομένοις χαίνειν
α 109
Ἀγαί Ἠϊόνες, καὶ τραύματα καὶ τρώσεις. Λέγονται δὲ καὶ αἱ ζηλώσεις. Καὶ
α 110
ἀγαῖον ἐπίφθονον ἢ θαυμαστόν
α 111
Ἀγάστονον Μεγαλόψοφον, ἢ μεγαλοστένακτον
α 112
Ἀγέλη Βοσκημάτων πλῆθος κυρίως, ἤδη δέ ποτε καὶ ἀνδρῶν
α 113
Ἄγη Θαῦμα, χαρὰ, ἀπιστία, ζῆλος· παρὰ Ἡροδότῳ, βασκανία· παρὰ Ὁμήρῳ, ἔκπληξις, πληγὴ, θραῦσις, κλάσις, ἀπώλεια· ἔνιοι, ἱέρεια
α 114
Ἆξον Ἐκ τοῦ ἄσσω τὸ κλάνω, ὁ μέλλων, ἄξω· ὁ ἀόριστος, ἦξα· καὶ τὸ προστακτικὸν, ἆξον. Διατί περισπᾶται; Διὰ τὴν συνέμπτωσιν· ἔστι γὰρ ἄξον ἀπὸ τοῦ ἄγω τὸ κομίζω. Ὁ δεύτερος ἀόριστος, ἦγον· τὸ παθητικὸν, ἤγην· καὶ τὸ ποιητικὸν, ἄγην
α 115
Ἀγή Ἡ κλάσις τοῦ κύματος· ἀπὸ τοῦ ἀγῶ τὸ κλάνω, ἀγή· ἢ ἀπὸ τοῦ ἄσσω καὶ κατάσσω, τὸ κλῶ. Καὶ
ε 1
ἐαγὸς τὸ κατεαγὸς καὶ κεκλασμένον. Οὕτως Μεθόδιος
α 116
Ἀγηγέρατο Συνηθροισμένοι ἦσαν. Ἐκ τοῦ ἀγείρω ὁ μέλλων, ἀγερῶ· ὁ παρακείμενος, ἤγερκα· ὁ παθητικὸς, ἤγερμαι· τὸ τρίτον, ἤγερται· καὶ Ἀττικῶς, ἀγήγερται· καὶ Ἰωνικῇ προσόδῳ τοῦ α, ἀγηγέραται, ὡς ἐσπάραται· ὁ ὑπερσυντέλικος, ἠγέρμην· καὶ Ἀττικῶς, ἀγηγέρμην· ἤγερσο καὶ ἀγήγερσο· ἤγερτο καὶ ἀγήγερτο· καὶ Ἰακῶς, ἀγηγέρατο. Ἰστέον δὲ, ὅτι καὶ τὸ ρ στοιχεῖον ἕν ἐστι τῶν ἀμεταβόλων. Λέγει δὲ ὁ κανὼν, ὅτι πᾶν τρίτον ἑνικῶν ἔχον πρὸ τοῦ τ ψιλὸν, τροπῇ τοῦ ψιλοῦ εἰς δασὺ, καὶ προσθήκῃ τοῦ α, ποιοῦσιν οἱ Ἴωνες τὸ τρίτον τῶν πληθυντικῶν. Καὶ φήσειέ τις διὰ τὸν κανόνα μὴ δύνασθαι ἀγηγέρατο γενέσθαι· οὐ γάρ ἐστι πρὸ τοῦ τ, ρ ψιλόν· μανθανέτω, ὡς κανών ἐστιν ἕτερος ὁ λέγων, τὸ ρ μετὰ τῶν δασέων δασύ ἐστι, καὶ μετὰ τῶν ψιλῶν ψιλόν ἐστιν. Εἰκότως οὖν ἀγηγέρατο γέγονεν, ὡς ἐσπάρατο. Ἐδείχθη γὰρ τὸ ρ ψιλόν
α 117
Ἀγήοχα Ἄγω, ἄξω, ἦχα, ὁ Ἀττικὸς ἄγηχα· καὶ ἐπειδὴ ἔμελλεν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ ἔχειν τὸ αὐτὸ σύμφωνον, ἐπλεόνασεν ἡ ΓΟ συλλαβὴ, καὶ ἐγένετο ἀγήγοχα· ὥσπερ ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω, ἔσω, ἦκα ὁ παρακείμενος, καὶ Ἀττικῶς, ἔδηκα, καὶ πλεονασμῷ τῆς ΔΟ συλλαβῆς, ἐδήδοκα· καὶ ἀποβολῇ τοῦ γ, ἀγήοχα. Τὸ μέντοι ἀγείοχα Βοιωτῶν ἐστι, τροπῇ τοῦ η εἰς τὴν ΕΙ δίφθογγον
α 118
Ἀγήνωρ Ἐκ τοῦ ἄγαν καὶ τοῦ ἀνὴρ γίνεται ἀγάνωρ· καὶ τροπῇ τοῦ α εἰς η ἀγήνωρ. Καὶ ἀποροῦσι τινὲς λέγοντες, ὅτι τροπὴν ἔπαθεν, ἢ ἴδιον σχηματισμόν. Καὶ λέγομεν, ὅτι ἴδιον σχηματισμόν· διότι τὸ ἀνὴρ μετὰ ἄλλης λέξεως καταρχὰς συντιθέμενον τρέπει τὸ α εἰς η, καὶ τὸ η εἰς ω· οἷον, εὐήνωρ, ἀντήνωρ· τὸ δὲ νικάνωρ κατὰ τροπὴν Βοιωτικὴν γέγονε τοῦ η εἰς α. Καὶ ὅτε μὲν ἐπὶ ἐπαίνου λαμβάνεται, σημαίνει τὸν ἀνδρεῖον· ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἄγαν τῇ ἠνορέῃ χρῆσθαι. Ὅμηρος, Ἐνθάδε μοι μάλα πολλὸν ἐπέσσυτο θυμὸς ἀγήνωρ. Ὅτε δὲ ἐπὶ ψόγου, τὸν αὐθάδη, ὡς ἐνταῦθα, Ὁ δʼ ἀγήνωρ ἐστὶ καὶ ἄλλως, Ὁ ἄγαν ὑβριστικὸς, καὶ διὰ τῆς ἀνδρείας ὑποπεπτω κὼς εἰς ὕβριν. Οὕτω Μεθόδιος. Ἕστι καὶ κύριον
α 119
Ἀγηνορίαις Αὐθαδίαις, ὑπερηφανίαις. Οἷον, Νῦν αὖ μιν πολὺ μᾶλλον ἀγηνορίῃσιν ἐνῆκας
α 120
Ἀγῆλαι Ἀναθεῖναι, κοσμῆσαι, εἰς ἄγασιν ἀγαγεῖν καὶ χαρὰν, τιμῆσαι θεὸν, ἀγλαΐσαι. Εὔπολις, Καὶ προσαγήλωμεν ἐπελθόντες. Καὶ Ἀριστοφάνης Καί σε θυσίαις προσόδοις τε μεγάλαις ἀγελοῦμεν. Οἱ δὲ, προσειπεῖν· ὁτὲ δὲ διῶξαι. Καὶ
α 121
Ἀγηλάτῳ Λυκόφρων, Ἀγηλάτῳ μάστιγι συνθλάσας κάρα. Λέγει δὲ τῷ κεραυνῷ· ἐὰν μὲν δασέως, τῷ τοὺς ἀσεβεῖς ἐλαύνοντι· ἐὰν δὲ ψιλῶς, τῷ ἄγαν ἐλαυνομένῳ
α 122
Ἀγητοί Θαυμαστοί. Ἀπὸ τοῦ ἀγῶ τὸ θαυμάζω, ἀγὸς ἀγητὸς, εὐδαίμων, ἄμεμπτος, περίβλεπτος· καὶ οὐδέτερον, ἀγητόν
α 123
Ἀγινῶ Ἐκ τοῦ ἄγω τὸ φέρω γίνεται, πλεονασμῷ τοῦ ν. Πέφυκε γὰρ πλεονάζειν τὸ ν ἐν τοῖς ῥήμασι· καὶ εἰ μὲν εὑρεθῇ φωνῆεν ἀλλεπάλληλον, φυλάττεται ἡ βαρεῖα τάσις, οἷον, θύω, θύνω· δύω, δύνω· ἐπὰν δὲ μὴ εὑρεθῇ ἀλλεπάλληλον φωνῆεν, ἀλλὰ σύμφωνον πρὸ τοῦ ν, περισπᾶται· οἷον, ἵκω, ἱκνῶ· οἴχω, οἰχνῶ. Οὕτως ἄγω ἀγνῶ, καὶ ἀγινῶ, πλεονασμῷ τοῦ ι. Ἢ ἐκ τοῦ ἄγω, ὃ σημαίνει τὸ ἐκπλήττομαι. Τὸ ι μακρόν. Περὶ δʼ οὐρανὸς αὐτὸν ἀγινεῖ, φησὶν Ἄρατος
α 124
Ἅγιος Παρὰ τὸ ἅζω, τὸ σέβομαι, ἅζιος καὶ ἅγιος, εὐκτὸς, τίμιος, καθαρὸς, εὐσεβής. Ὁτὲ δὲ μιαροὶ, ἄγιοι
α 125
Ἀγκών Ἀπὸ τοῦ ἐγκεῖσθαι ἑτέρῳ ὀστέῳ τὸ ἕτερον, ἐγκὼν καὶ ἀγκών. Ἢ παρὰ τὸ ἔχω τὸ ἐξέχω, ὁ ἐξέχων. Ἀπὸ δὲ τοῦ ἀγκὼν Ἀγκώνη καὶ
α 126
Ἀγκονίδες Αἱ ὑπηρέτιδες. Εἴρηται δὲ παρὰ τὸ
ε 2
ἐγκονεῖν ὅ ἐστι μετὰ σπουδῆς ἐνεργεῖν
α 127
Ἁγιστία Ἁγιάζω, ἁγιάσω, ἡγίακα, ἡγίασμαι, ἡγίασαι, ἡγίασται· ἁγιαστὸς, ἁγιαστία, ἡ ἁγιωσύνη, καὶ κατὰ συγκοπὴν ἁγιστία
α 128
Ἀγκύλη Διὰ τὸ ἄνω αὐτῆς κοῖλον
α 129
Ἀγκύρα Ἡ μὲν πόλις προπαροξύνεται· ἡ δὲ τοῦ πλοίου παροξύνεται
α 130
Ἀγηλατίζειν Διώκειν, φυγαδεύειν, ἐπιτάσσειν· οἱ δὲ, ἀττικίζειν
α 131
Ἄγημα Τὸ προϊὸν τοῦ βασιλέως τάγμα· οἱ δὲ, τὸ ἄριστον τῆς Μακεδονικῆς συντάξεως
α 132
Ἀγιάδαι Τόπος ἐν Λακεδαιμονίᾳ· καὶ οἱ βασιλεῖς ἀπὸ Ἄγιδος
α 133
Ἁγίζειν Τὸ τὰ ἱερὰ ἐσθίειν, ἢ καρποῦν· ἔνιοι τὸ κατατέμνειν τὸ ἀνατιθέμενον δέρμα
α 134
Ἀγκάς Πρὸς τὰς ἀγκάλας. Ἀπὸ τοῦ ἀγκῶνος γίνεται ἀγκάς· ἐξ οὗ τὸ ἀγκαλίζω. Ἢ ἀπὸ τοῦ ἀγκὼν, ἀγκάζω καὶ ἀγκαλίζω· ὃ καὶ βέλτιον
α 135
Ἄγκη Τὰ τῶν ὀρῶν κοιλώματα· ἀπὸ τοῦ συγκεκλεῖσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. Παρὰ τὸ ἄγω τὸ φέρω, ἄγη· καὶ πλεονασμῷ τοῦ κ, ἄγκη. Ἢ παρὰ τὸ κέω κῶ, τὸ δηλοῦν τὸ κεῖσθαι, γέγονεν ἄγκος, ἐν ᾧ ἐστὶ συνάγεσθαί τε καὶ κεῖσθαι
α 136
Ἄγκιστρον Παρὰ τὸ ἄγω ἄγιστρον, καὶ ἄγκιστρον
α 137
Ἀγκιστρουμένος Κατεχόμενος· ἀπὸ μεταφορᾶς τῶν ἰχθύων τῶν κατεχομένων ἐν τῷ ἀγκίστρῳ
α 138
Ἀγκύλον Παρὰ τὸ ἄγω γίνεται ἀγκύλος. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἀγκύλον σημαίνει τρία· τό τε σκολιὸν ὡς ἐνταῦθα· καὶ τὸ περιφερὲς κατὰ σχῆμα, ὡς ἐν τῷ, Ἀγκύλα τόξα. καὶ τὸ ἰσχυρὸν, ὡς ἐν τῷ, Ἀγκύλον ἅρμα. Οὕτως εὗρον ἐν ὑπομνήμασιν Ἰλιάδος. Τὸ ΚΤ, ψιλόν. Διατί; τὰ δὲ διὰ τοῦ ΥΛΟΣ ὀνόματα διὰ τοῦ υ ψιλοῦ γράφονται· οἷον κρωβύλος, Αἰσχύλος, ἀγκύλος· πλὴν τοῦ κοῖλος ὁ βαθὺς τόπος
α 139
Ἀγκυλομητέω Γίνεται ἀπὸ τοῦ ἀγκύλον, ὃ σημαίνει τὸ σκολιὸν, καὶ τοῦ μῆτις· ὅπερ ἀπὸ τοῦ μήδω τὸ βουλεύομαι γέγονεν. Κλίνεται δὲ οὕτως· ἀγκυλομήτης, ἀγκυλομήτου κοινῶς· Δωρικῶς ἀγκυλομήτα· Βοιωτικῶς δὲ καὶ Αἰολικῶς ἀγκυλομήταο· Ἰωνικῶς ἀγκυλομήτεω· οἷον κακοήθης, κακότεχνος, σκολιόβουλος. Οἱ δὲ, τὸν δυνάμενον περὶ τῶν ἀγκύλων καὶ σκολιῶν εὖ βουλεύεσθαι
α 140
Ἀγκυλοχείλης Τινὲς φασὶν, ὅτι ἀπὸ τοῦ χηλὴ, ὃ σημαίνει τὸν ὄνυχα, γίνεται κατὰ τροπὴν Βοιωτῶν τοῦ η εἰς ΕΙ δίφθογγον. Κακῶς δὲ λέγουσιν· εἰ γὰρ ἦν οὕτως, μέλλει σημαίνειν καὶ αὐτὸ τοὺς ἔχοντας ἐπικεκαμμένους ὄνυχας· ὡς τὸ, Αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι. Καὶ εὑρίσκεται ἐκ παραλλήλου τὸ αὐτὸ σημαῖνον· ὅπερ ἐστὶν ἄτοπον· ἀλλὰ παρὰ τὸ χεῖλος καὶ τὸ ἀγκύλον γίνεται. Σεσημείωται τὸ ἀγκυλόχειλος. Κακῶς δὲ σεσημείωται. Οὐ γὰρ ἔστι σύνθετον, ἀλλὰ παρασύνθετον
α 141
Ἀγλαά Τὰ λαμπρὰ, παρὰ τὴν αἴγλην, ὅ ἐστι τὴν λαμπρότητα, ἐφʼ οἷς τις ἀγάλλεται· ἢ παρὰ τὸ ἄγαν ἅλλεσθαι, ἀγαλαὰ, καὶ κατὰ συγκοπὴν ἀγλαά. Ἡ εὐθεῖα τῶν ἑνικῶν τὸ ἀγλαόν· καὶ
α 142
Ἀγλαΐα Παρὰ τὸ ἀγλαός· τὸ δὲ
α 143
ἀγλαὸς παρὰ τὴν αἴγλην· λαμπρότης, κάλλος. Καὶ
α 144
ἀγλαϊεῖσθαι τὸ καλλωπίσεσθαι. Ἀγλαΐζω, ἀγλαΐσω, ἀγλαϊῶ, καὶ ἀγλαϊεῖσθαι
α 145
Ἀγλευκής Παρὰ τὸ γλεῦκος ἀγλευκής
α 146
ἀγλευκέστατον ἀντὶ τοῦ ἀηδέστατον. Ἢ παρὰ τὸ γλυκὺς πλεονασμῷ τοῦ ε, ἀγλευκὴς, ἀηδὴς, ἄκαλος, ἀχάριστος, ἀκαλής
α 147
Ἄγλιθες Ἐξ ὧν ἡ κεφαλὴ τοῦ σκορόδου σύγκειται· ἢ σκορόδων κεφαλαί
α 148
Ἀγκαλιαγωγοί Οἱ ἀγκαλίδας ἄγοντες ἐν πλοίοις· ἢ ἐπὶ θρεμμάτων
α 149
Ἀγκαλιδοφόροι δὲ, αὐτοὶ οἱ φέροντες
α 150
ἀγκαλιδοπῶλαι δὲ, οἱ πιπράσκοντες
α 151
Ἀγμούς Τοὺς ὀρεινοὺς καὶ κρημνώδεις τόπους· ἢ ῥαχίαι, περιθραύσεις, ἀπορρῶγες. Καὶ
α 152
ἄγμα σύντριμμα. Οἱ δὲ, πάγος
α 153
Ἁγνός Παρὰ τὸ ἅζω τὸ σέβομαι, ἅζος, ἁγὸς, ἁγανὸς, καὶ ἁγνός· καὶ κλίνεται ἁγνοῦ. ἤγουν ὁ καθαρὸς καὶ σεβάσμιος. Τὸν γὰρ ἁγνὸν πάντες σεβόμεθα
α 154
Ἀγνώς Παρὰ τὸ γνόω γνώσω γνὼς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνώς· οἱονεὶ ὁ ἄγνωστος καὶ ἀμαθής· καὶ κλίνεται ἀγνῶτος
α 155
Ἄγνος Τὸ φυτόν· παρὰ τὸ τοὺς ἐσθίοντας ἀγόνους τηρεῖν, ἄγονον τι ὄν. Ἢ παρὰ τὸ εἰς ἁγνείαν συντελεῖν, ἐσθιόμενον καὶ πινόμενον, ἔτι δὲ καὶ ὑποστρωννύμενον· ὃ καὶ λύγον καλοῦσι· τὸ τῆς σωφροσύνης δηλωτικὸν, καὶ ἡδονῆς σβεστικόν. Φασὶ γὰρ αὐτὸ ἐσθιόμενον σβεννύναι τὴν φλόγα τῶν ἡδονῶν. Ἁγνὸς δὲ λέγεται ὁ καθαρὸς ὀξυτόνως. Παρὰ τὸ ἀγάζω ἀγανὸς, καὶ κατὰ συγκοπὴν ἁγνὸς, ὡς παίζω παιδνός. Οὕτως Ὠρίων
α 156
Ἀγνοῶ Παρὰ τὸ νοῶ, καὶ πλεονασμῷ τοῦ γ γνοῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀγνοῶ. Οὐδέ μιν Ἥρη ἠγνοίησεν. Οὕτως Ὠρίων
α 157
Ἄγνυμι Οἷον, Πάταγος δέ τε ἀγνυμενάων. Συντριβομένων. Γίνεται ἀπὸ τοῦ ἀγνύω. Ἔστιν ἄγω τὸ κλῶ· καὶ ἀγνῶ, ἀγνύω, καὶ ἄγνυμι. Καὶ
π 1
περιαγνύμενος σημαίνει τὸ περιτριβόμενος, περικλώμενος
α 158
Ἀγκαλίδες Αἱ τῶν φρυγάνων δέσμαι· καὶ
α 159
Ἀγκάλαι οἱ βραχίονες· καὶ
α 161
Ἀγκαλίζειν ἄγχειν, ἢ ἀναβαστάζειν
α 162
Ἀγκόνους Διακόνους, ὑπηκόους, δούλους
α 164
ἀγκτῆρες οἱ ἐν τραχήλῳ τόποι, διʼ ὧν ἄγχεσθαι συμβαίνει
α 165
Ἀγκύλη Τοῦ ἀγκῶνος ἡ καμπή· καὶ οἱ ἀκοντισταὶ
α 166
Ἀγνωμοσύνη Ἀναισθησία, ἄγνοια, ὀλιγωρία· καὶ
α 167
ἀγνώμων ἀναίσθητος, ἀνόητος, ἀλόγιστος, ἁμαρτάνων
α 168
Ἀγός Ἡγεμών· παρὰ τὸ ἄγειν τοὺς ὑποτεταγμένους· Ἀμφὶ δέ μιν Κρητῶν ἀγοὶ ἠγερέθοντο
α 169
Ἄγος Σημαίνει δύο· τό τε καθαρὸν, ὅπερ κυρίως· καὶ τὸ ῥυπαρὸν, κατὰ ἀντίφρασιν
α 170
Ἀγοστός Ὁ ἀγκὼν, ὁ ἄγαν ὀστώδης τόπος· ἢ διὰ τὸ ἐπάγεσθαι τὴν χεῖρα, οἷον ἄγνυσθαι· ὥσπερ γὰρ παρὰ τὸ πολλὸς γίνεται πολλοστὸς, οὕτω παρὰ τὸ ἄγω ἀγὸς καὶ ἀγοστός. Οὕτως Ὠρίων ὁ ἐτυμολόγος. Ἢ τὸ ἐκτὸς τοῦ ἀγκῶνος, παρὰ τὴν συναγωγὴν καὶ τὴν ἐπίκαμψιν τῆς χειρός· ἢ παρὰ τὸ δύνασθαι τούτῳ τινὰ ἄγχειν
α 171
Ἄγονος Ὄνομα· παρὰ τὸ γόνος. Βαρύνεται μὲν ὁ γεννηθεὶς, ὀξύνεται δὲ ὁ γεννήτωρ· ἐξ οὗ, πλεονασμῷ τοῦ υ
γ 3
γουνὸς ὁ γεννητικὸς καὶ κάρπιμος τόπος· Γουνῷ ἁλωῆς. Τὸ δὲ Ἄγαμός τʼ ἀπολέσθαι, ὁ ΤΕ σύνδεσμος ἀντὶ τοῦ ἢ διαζευκτικοῦ παραλαμβάνεται, ἤτοι, ἢ καὶ γεννηθεὶς πρὸ γάμου ἀπολέσθαι
α 172
Ἄγον Ἰωνικῶς ἀντὶ τοῦ ἦγον· ῥῆμα ὁριστικὸν, χρόνου παρατατικοῦ. Ποιητικὸν γάρ ἐστι, καὶ ἔστιν ἀναύξητον, βραχὺ ἔχον τὸ α. Καὶ
α 173
ἆγον Δωρικῶς τὸ αὐτὸ, κατὰ τροπὴν τοῦ η εἰς α μακρόν. Τὸ γὰρ ἀκόλουθον ἔστιν
α 174
Ἀγορά Καὶ αὐτὸ τὸ ἄθροισμα, καὶ ὁ τόπος, καὶ ὁ λόγος· παρὰ τὸ ἀγείρω, τὸ συναθροίζω καὶ ἐκκλησιάζω, γίνεται ἀγορή· ὃ σημαίνει ἐκκλησίαν, συνέδριον. Τὸ δὲ ἀγείρω, παρὰ τὸ ἄγω
α 175
Ἀγορεύω Παρὰ τὸ ἀγορά· τοῦτο δὲ, παρὰ τὸ ἀγείρω· τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω τὸ λέγω, ἐν ᾗ πρὸς τὸ λέγειν συναθροίζονται
α 176
Ἀγοράασθε Ἐκ τοῦ ἀγορῶ. Καὶ περισπᾶται. Τὰ γὰρ εἰς ΡΩ λήγοντα ῥήματα τῷ ο παραληγόμενα περισπᾶται· οἷον, δημηγορῶ, ἀλληγορῶ, ἐγρηγορῶ. Οὕτως καὶ ἀγορῶ. Ἔστι δὲ τῆς β τῶν περισπωμένων. Ἐξ οὗ Παισὶν ἐοικότες ἀγοράασθε. Δημηγορεῖτε, λέγετε. Καὶ
α 177
ἀγοράζω πολὺ μὲν παρʼ αὐτοῖς ἐπὶ τοῦ ἐν ἀγορᾷ ἐμβάλλω καὶ διατρίβω· εἴρηται δὲ καὶ ἐπὶ τοῦ ὠνεῖν
α 178
Ἀγορήνδε Τουτέστιν εἰς τὴν ἀγοράν. Ἐπιρρηματικὴ ἡ σύνταξις, ὥσπερ οἴκαδε, εἰς τὸν οἶκον· καὶ Ἀθήναζε, τουτέστιν εἰς Ἀθήνας
α 179
Ἀγορῆθεν Διατί περισπᾶται; ἐπειδὴ τὰ ἀπὸ ὀξυτόνων ἢ περισπωμένων παραγόμενα εἰς ΘΕΝ ἐπιρρήματα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· γῆθεν, ἀρχῆθεν ἀγορῆθεν
α 180
Ἀγοράνομοι Οἱ τὰ κατὰ τὴν ἀγορὰν διοικοῦντες ἄρχοντες
α 181
Ἀγορὰ ἐφορία Ἡ σύνοδος ἡ πρὸς τοῖς κοινοῖς ὅροις γινομένη τῶν ἀστυγειτόνων· οὗ οἱ ὅμοροι συνιόντες περὶ τῶν κοινῶν ἐβουλεύοντο
α 182
Ἄγρα Δήμητρος ἱερὸν λέγεται. Καὶ ἡ θήρα. Λέγονται δὲ πληθυντικῶς καὶ οἱ τόποι
α 183
Ἀγραφίου Εἶδος δίκης κατὰ τῶν ὀφειλόντων τι τῷ δημοσίῳ, καὶ ἐπιγεγραμμένων μὲν, ἀπαλειφθέντων δὲ πρὶν ἀποδοῦναι· ἐνίοτε δὲ καὶ κατὰ τῶν ἐγγραφόντων τοὺς μὴ ὀφείλοντας
α 184
Ἄγρει Ἀντὶ τοῦ ἄγε· ἢ λάβε καὶ φέρε
α 185
Ἀγρεύς Ὁ ἥρως· εἴρηται παρὰ τὸ ἐν ἀγρῷ γεγεννῆσθαι. Ἀπὸ γὰρ Κυρήνης καὶ Ἀπόλλωνος ἦν
α 186
Ἄγριος Ὁ ἀνήμερος. Προπαροξύνεται, καὶ διὰ τοῦ ι γράφεται, ἀπὸ τοῦ ἀγρὸς, πρὸς ἀντιδιαστολὴν τοῦ ἀγρεῖος, ὁ ἐν ἀγρῷ διαιτώμενος, τοῦ διὰ τῆς ΕΙ διφθόγγου γραφομένου καὶ προπερισπωμένου
α 187
Ἀγρυπνία Παρὰ τὸ ἄϋπνος ἀϋπνία· καὶ κατὰ πλεονασμὸν τοῦ ΓΡ ἀγρυπνία
α 188
Ἀγρόμενοι Ἀγειρόμενοι. Ἀγείρω, καὶ κατὰ συγκοπὴν ἄγρω· ὥσπερ παρὰ τὸ ἐγείρω ἔγρω
α 189
Ἀγρός Παρὰ τὴν ἄγραν, ἐν ᾧ γίνεται· ἢ παρὰ τὸ ἀρῶ τὸ ἀροτριῶ, ἀρὸς καὶ ἀγρός
α 190
Ἀγροτέρη Οὐκ ἀπὸ τοῦ ἄγριος· ἀγριώτερος γὰρ ἦν ἄν· ἀλλὰ παρὰ τὸν ἀγρὸν ἀγρότερος πεποίηται. Ἀπαρασχημάτιστον γάρ. Οὕτως Φίλων
α 191
Ἀγροτέρας ἐλάφους Ἀγηροτέρας· καὶ κατὰ συγκοπὴν, ἀγροτέρας· διὰ τὸ πολυχρόνιον τοῦ ζώου, ὡς ὁ χρησμὸς δηλοῖ· Ἐννέα γὰρ ζώει γενεὰς λακέρυζα κορώνη ἀνδρῶν γηρώντων· ἔλαφος δέ τε τετρακόρωνος. Ἢ ἀγριωτέρας, καὶ κατὰ συγκοπὴν ἀγροτέρας
α 192
Ἀγροιώτης Ὁ ἀγροῖκος. Ἔστιν ἀγρὸς ἀγρότης, ὡς δῆμος δημότης· καὶ κατὰ πλεονασμὸν τοῦ ι ἀγροίτης· οὕτως Ὠρίων· καὶ κατʼ ἐπένθεσιν τοῦ ω ἀγροιώτης
α 193
Ἀγρίφη Σημαίνει τὴν σκάφην. Ἢ ὑποδοχὴ, ἄμη, σκαφίον
α 194
Ἀγρός Παρὰ τὸν ἄρην, ὃ σημαίνει τὸν σίδηρον· ὁ τῷ σιδήρῳ τεμνόμενος
α 195
Ἄγριοι Οἱ παιδερασταί· ἤτοι ὅτι ἄγριόν ἐστι τὸ πάθος ἡ παιδεραστία, ἢ ὅτι ὁ Πὰν ἔνοχός ἐστι τοῖς τοιούτοις· διὰ τοῦτο γοῦν καὶ τὸ αἰδοῖον ἀνατε ταμένον ἔχει. Ἔστι δὲ ὁ Πὰν ἄγριος θεός
α 196
Ἀγρεῖοι δὲ καὶ οἱ ἀγροῖκοι
α 197
Ἀγορητὰς τοὺς ἐν ἀγορᾷ ἀναστρεφομένους
α 198
Ἀγορητοὺς ὁλκάδας τὰς ὤνια ἐπαγομένας
α 199
Ἄγραυλοι Οἱ ἐν ἀγρῷ αὐλιζόμενοι ὕπαιθροι, ἔρημοι, ἄξενοι, ποιμένες· καὶ
α 200
ἀγραυλία θυραυλία καὶ ἐρημία
α 201
Ἄγρευμα Εὕρεμα· καὶ τὸ εἰλημμένον σημαίνει καὶ κτήματα, σκῦλα. Καὶ
α 202
Ἀγρηνόν Ποικίλον, ἐρεοῦν, δικτυοειδές· καὶ ἔνδυμα δὲ ποιόν
α 203
Ἀγρός Ὁ ἔξω πόλεως χῶρος
α 204
Ἀγρώσσω Παράγωγος ὁ χαρακτήρ. Ἀπὸ τοῦ ἀγρὸς ἀγρώσσω. Τὰ γὰρ δύο ΣΣ τὰ ἓξ λαμβάνουσι φωνήεντα· τὸ δὲ ο οὐ λαμβάνουσιν· οἷον τὸ α, παρὰ τὸ ἄλλος, ἀλλάσσω· τὸ ε, παρὰ τὸ πῦρ πυρὸς, πυρέσσω· πτήσσω, τὸ η· δειδίσσω, τὸ ι· ἀφύσσω, τὸ ἀπαντλῶ, τὸ υ· ὀνειρώσσω, ἀγρώσσω, τὸ ω. Ὥστε ἔχεις μὲν δοῦναι τὸ ο, οὐκ ἐν παραγωγῇ δέ. Τὸ δὲ οὐκ ἔχει· τὸ γὰρ ὄσσω ἀπὸ τοῦ ὄπτω ἐστίν
α 205
Ἀγρωσταί Οἱ κυνηγέται, ἀπὸ τοῦ ἀγρώσσω
α 206
Ἄγρωστις Εἶδος βοτάνης. Ἔστιν ἔδω τὸ ἐσθίω· ὁ μέλλων, ἔσω· ὁ παρακείμενος, ἦκα· ὁ παθητικὸς, ἦσμαι· τὸ β, ἦσαι· τὸ γ, ἦσται· καὶ ἐξ αὐτοῦ ἦστις. Καὶ ἐπειδὴ τὰ ἀπὸ τοῦ παθητικοῦ παρακειμένου γινόμενα ὀνόματα συνάρχεσθαι θέλουσι τοῖς ἰδίοις ἐνεστῶσι, γίνεται ἔστις· καὶ μετὰ τοῦ ἀγρὸς, ἀγροέστις· καὶ συναιρέσει τοῦ ε ο, ἀγροῦστις· καὶ τροπῇ Δωρικῇ τῆς ΟΥ διφθόγγου εἰς ω μέγα, ἄγρωστις
α 207
Ἀγυιά Ἡ ὁδός· παρὰ τὸ ἄγω τὸ πορεύομαι. Τὰ διὰ τοῦ ΥΙΑ θηλυκὰ ὀνόματα ὑπὲρ β συλλαβὰς προπαροξύτονα τῷ ι θέλει παραλήγεσθαι· οἷον, ἅρπυια, αἴθυια, ἄγυια, Ὠρείθυια, Εἰλείθυια. Σεσημείωται τὸ μητρυιὰ παραληγόμενον τῷ ι καὶ ὀξυνόμενον· καὶ ἀναλογώτερόν ἐστι τὸ ἄγυια. Μέσην ἐς ἄγυιαν ἰοῦσαι
α 208
Ἄγυρις Παρὰ τὸ ἀγείρω· ἐξ οὗ καὶ ἀγορὰ γίνεται, καὶ ἀγορῶ ῥῆμα· ἐξ οὗ ὄνομα θηλυκὸν, ἄγορις· καὶ τροπῇ τοῦ ο εἰς υ, ἄγυρις, ἡ ἄθροισις
α 209
Ἀγύρται Λωποδύται, ἐπαῖται, φιλοκερδεῖς. Καὶ
α 210
Ἀγύρτης εἶδος βώλου, καὶ ὁ ἀλαζὼν, καὶ ὁ ἀπατεών· παρὰ τὸ ἀγείρω, τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ, ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Λέγονται δὲ
α 211
ἀγυρτικὰ καὶ τὰ χυδαῖα ψεύσματα
α 212
Ἀγχίαλος Ἡ μὲν πόλις ὀξύνεται· ὁ δὲ παραθαλάσσιος τόπος προπαροξύνεται
α 213
Ἀγχαυρόν Οἷον, Ἦμος δʼ ἀνέρες ὕπνον ἀπʼ ὀφθαλμῶν ἐβάλοντο ἀγρόται· οἵτε κύνεσσι πεποιθότες, οὔποτε νύκτα ἀγχαυρὸν κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς. Σημαίνει δὲ τὸ καλούμενον λυκόφως, τὸ ὀρθρινὸν, τὸ πλησίον τῆς αὔρας· ἀγχίαυρος, καὶ ἀγχαυρός. Αὖρα δὲ ἡ ἡμέρα. Οὕτως εὗρον εἰς τὰ σχόλια τῶν Ἀργοναυτικῶν τοῦ Ἀπολλωνίου
α 214
Ἀγχιστίνη Ἀπὸ τοῦ ἄγχιστος ἀγχιστῖνος καὶ
α 215
ἄγχιστος ἔστιν ὑπερθετικόν· γίνεται δὲ ἀπὸ τοῦ ἀγχοῦ ἀγχότερος, ἀγχίων, ἄγχιστος. Καὶ
α 216
ἀγχιστίνδην τὸ κατὰ ἀγχιστείαν
α 217
Ἄγχι Παρὰ τὸ ἀγχοῦ ἀγχόθι, ἄγχι κατὰ συγκοπήν. Σημαίνει τὸ πλησίον. Τὰ παρὰ τὸ ἄγχι καὶ ἐρι καὶ ἀρι καὶ τὴν ἀμφὶ καὶ ἀντὶ καὶ ἐπὶ προθέσεις διὰ τοῦ ι γράφεται· ἀρίδηλος, ἐριβρεμέτης, ἀμφίρρυτος, ἀντίθεος, ἀγχίθεος, Ἀγχίσης, ἀγχίμαχος. Τὸ γὰρ ἀγχέμαχος ἐτράπη διʼ εὐφωνίαν τὸ ι εἰς ε. Τὰ δὲ παρὰ τὸ ἄγχι σύνθετά εἰσι, χωρὶς τοῦ Ἀγχίσης. Ἀπὸ γὰρ τοῦ ἄγχι παρήχθη, καὶ ἔστιν ἁπλοῦν. Ἄλλως τε τὰ διὰ τοῦ ΙΣΗΣ διὰ τοῦ ι γράφεται, Ἀντίσης, Ἀμφίσης, Ἀγχίσης, Ἐρίσης, ὀνόματα κύρια, Κυρίσης, ποταμὸς Κελτικῆς· Τιπενίσης, ἐθνικόν. Ἀγχινεφὴς ἦν ἡ ἀχλύς
α 218
Ἀγχηστίναι Πλησίον ἀλλήλων καὶ πυκναὶ, παρὰ τὸ ἀγχοῦ
α 219
Ἀγχίσης Παρὰ τὸ ἄγχι γενέσθαι τῆς Ἀφροδίτης
α 220
Ἀγχίμολον Ἐγγὺς, πλησίον· παρὰ τὸ ἄγχι καὶ τὸ μολῶ, τὸ παραγίνομαι
α 221
Ἀγχιμαχητής Συστάδην καὶ ἐκ τοῦ σύνεγγυς μαχόμενος
α 222
Ἄγχω Παρὰ τὸ ἄγω, πλεονασμῷ τοῦ χ. Οὐδὲν γάρ ἐστιν ἄλλο τὸ ἄγχω ἀλλʼ ἢ ἄγω, τὸ τὴν φάρυγγα συνάγω, πνίγω. Ἄγχε δέ μιν πολύκεστος ἱμάς
α 223
Ἀγχώμαλον Παρὰ μικρὸν ἴσα ἐγγὺς τοῦ ὁμαλοῦ, ἀπὸ τοῦ ἄγχι, ὃ σημαίνει τὸ ἐγγὺς, καὶ τοῦ ὁμαλὸν γέγονε. Τὰ δὲ παρὰ τὸ ὁμαλὸς συντιθέμενα διὰ τοῦ ω μεγάλου γράφεται· οἷον ἀνώμαλος, κατώμαλος, καὶ ἀγχώμαλος
α 224
Ἀγχλάσας Ἀναχαλάσας, ἀνακουφίσας, ἀναβαστάσας
α 225
ἄγω σημαίνει δ· τὸ πορεύομαι, ὡς τὸ, Λαοδίκην ἐσάγουσα θυγατρῶν εἶδος ἀρίστην. Καὶ τὸ κλάνω· ὡς τὸ, Ἆξον δὴ ἔγχος Διομήδεος. Καὶ τὸ φέρω, ὡς τὸ, Εἰς Ἀγαμέμνονα δῖον ἄγον κεχαρηότα νίκη. Καὶ
α 226
ἀγῶ περισπωμένως τὸ ἐκπλήττομαι, συζυγίας β· γίνεται δὲ ἐκ τοῦ
α 227
ἄγη ὃ σημαίνει τὴν ἔκπληξιν. Τὰ γὰρ τῆς β συζυγίας τῶν περισπωμένων ὡς ἐπὶ τὸ πλεῖστον ἀπὸ τῶν εἰς η θηλυκῶν γίνεται
α 228
Ἀγυιεύς Ὁ πρὸ τῶν θυρῶν ἱστάμενος ἐν σχήματι κίονος βωμός
α 229
Ἄγυρις Σύνοδος, συναγωγὴ στρατοῦ
α 230
Ἀγχιβαθής Ἡ μὴ ἔχουσα κλύσμα θάλασσα, ἀλλʼ εὐθὺς βυθόν· ἡ ἐγγὺς τῆς γῆς βαθεῖα
α 231
Ἀγχίβοιον Μέγα ἐγγὺς βοός
α 232
Ἀγωνισμός Ἀντιλογία, ἀγωνία· καὶ ἡ ἄθλησις
α 233
Ἀγώμενος Θαυμάζων, ἐκπληττόμενος· οἷον, Ἠνορέην ὑπέροπλον ἀγώμενος. Ἐκ τοῦ ἀγάω ἀγῶ τὸ θαυμάζω
α 234
Ἀγωνία Ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος κατιέναι· καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς φόβου. Οὕτως Ὠρίων
α 235
Ἀγών Οὐχ εὗρον αὐτοῦ ἐτυμολογίαν· ἐγὼ δέ φημι, παρὰ τὸ ἄγω γίνεται ἀγὼν, ὁ φέρων πολλὴν ὄχλησιν καὶ ἀδημονίαν. Σημαίνει ε· ἀγὼν, ὁ τόπος· Λείηναν δὲ χορὸν, καλὸν δʼ εὔρυναν ἀγῶνα. Ἀγὼν καὶ τὸ πλῆθος τῶν θεατῶν· Λῦτο δʼ ἀγών. Ἀγὼν καὶ τὸ ἄθροισμα· Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν, καὶ Παλλὰς Ἀθήνη. Ἀγὼν καὶ τὸ ἆθλον, καὶ ὁ ναός· Θεῖον δύσονται ἀγῶνα. Οὕτως εὗρον σχόλια ἐν ὑπομνήμασιν Ἰλιάδος. Ἐγὼ δὲ εὗρον τὸν ἀγῶνα ἐτυμολογούμενον οὕτως. Ἀγὼν λέγεται ὁ κυκλοτερὴς καὶ γωνίαν οὐκ ἔχων τόπος. Οἱ δὲ, ἀπὸ τοῦ συνάγεσθαι
α 236
Ἀγωνιστήριον Τόπος ἐν ᾧ ἀγωνίζονται· καὶ
α 237
Ἀδαήμων Ἄπειρος, ἀνεπιστήμων. Ἀπὸ τοῦ δαίω, τὸ μανθάνω, δαῶ δαήσω δαήμων, καὶ ἀδαήμων· Δαίω δαῶ, συστολῇ τοῦ ι, καὶ μεταθέσει τοῦ τόνου
α 238
Ἀδαξῆσαι Σημαίνει τὸ κνῆσαι· καὶ
α 239
Ἀδδεές Ἄφοβε. Ἀπὸ τοῦ δέος, ὃ σημαίνει τὸν φόβον, γίνεται δεὴς, καὶ ἀδεής· καὶ τὸ θηλυκὸν, ἀδεής· τὸ οὐδέτερον, ἀδεὲς, καὶ πλεονασμῷ ἑτέρου δ, ἀδδεές
δ 2
δελφὺς λέγεται ἡ μήτρα· καὶ μετὰ τοῦ α, τοῦ σημαίνοντος τὸ ὁμοῦ, γίνεται ἀδελφὸς, οἱονεὶ ὁμόδελφός τις ὢν, ἐκ τῆς αὐτῆς δελφύος, ἤγουν μήτρας. Καὶ
α 240
ἀδελφίζειν τὸ ἀδελφὸν καλεῖν. Ἰστέον, ὅτι τὰ εἰς ΔΟΥΣ λήγοντα εἰς ΟΥ ἔχει τὴν γενικὴν, οἷον ἀδελφιδοῦς ἀδελφιδοῦ, θυγατριδοῦς θυγατριδοῦ. Γέγονε δὲ ἀπὸ τοῦ ἀδελφίδεος καὶ θυγατρίδεος κατὰ συγκοπήν· οὐχ, ὥς τινες λέγουσι, τὸ ἐναντίον, ἀπὸ τοῦ ἀδελφιδοῦς, ἀδελφίδεος. Οὐδέποτε γὰρ ἡ εὐθεῖα διαλύεται. Τὸ γὰρ εἷς ἕεις πλεονασμὸν ἔχει τὸ ε. Πρὸς δὲ τοὺς λέγοντας, ὅτι εἰ γέγονε τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελφίδεος καὶ θυγατρίδεος ἔδει ὀξύνεσθαι, λέγομεν, ὅτι πρὸς τὸν χαρακτῆρα τῶν εἰς ΟΥΣ ἁπλῶν περισπῶνται
α 241
Ἀδέκαστος Δίκαιος, ἀδωροδόκητος. Παρὰ τὸ δέχω, δέδεγμαι, δεκαστός· καὶ ἀδέκαστος, ὁ μὴ δεχόμενος πρόσωπον ἢ δῶρα
α 242
Ἀδευκής Ὁ ἄγνωστος καὶ ἀπροσδόκητος. Παρὰ τὸ δείκω, τὸ δεικνύω, δεικὴς καὶ ἀδεικής· καὶ τροπῇ τοῦ ι εἰς υ ἀδευκής. Οὕτως Ὠρίων. Οἷον, Ὁ δʼ, ἐνὶ ψαμάθοισιν ἐλυσθεὶς, μοῖραν ἀνέπλησεν· τὴν γὰρ θέμις οὔποτʼ ἀλύξαι θνητοῖσι· πάντη δὲ περὶ μέγα πέπταται ἕρκος. Ὣς τὸν ὀϊόμενόν περ ἀδευκέος ἔκτοθι ἄτης, ἀπεοικυίας, ἢ πικρᾶς. Δεῦκος γὰρ τὸ γλυκύ· ὅθεν καὶ Πολυδεύκης ἐκλήθη. Καὶ γὰρ ζῶν εὐεργετικώτατος ἦν, καὶ ἀπαθανατισθεὶς μετὰ τοῦ ἀδελφοῦ τοὺς ναυτικοὺς σώζει
α 243
Ἀδέψητον Ὠμὸν, ἀνέργαστον. Ἀπὸ τοῦ δεψῶ, δεψήσω· ἀπὸ τοῦ ἕψω
α 244
Ἁδεῖν Τὸ ἀρέσαι· ἀπὸ τοῦ ἄδω τὸ ἀρέσκω. Ἢ ἀπὸ τοῦ ἥδω, ὁ μέλλων ἥσω, ὁ β ἀόριστος ἅδον. Ἐξ οὗ Ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων. Ὁ μέλλων β ἁδῶ· καὶ τὸ ἀπαρέμφατον ἁδεῖν, οἷον τὸ εἰς ἡδονὴν κινεῖν. Λέγεται δὲ καὶ τὸ πονεῖν. Καὶ ἡ δεῖνα
α 245
ἄδην τὸ κεκορεσμένως, καὶ εἰς πλήρωσιν ἄγον. Ἔστιν ἑῶ τὸ δηλοῦν τὸ κορεννύω, ὡς τὸ, Ἐπεί χʼ ἑῶμεν πολέμοιο· ἐξ οὗ παράγωγον ἕδω, καὶ ἥδω καὶ ἄδην ἐξ αὐτοῦ. Δηλοῖ δὲ καὶ τὴν ἡδονὴν, οἷον Ἥσατο δʼ αἰνῶς, ἀντὶ τοῦ ἐτέρφθη. Λαμβάνεται δὲ καὶ τὸ τερφθῆναι ἐπὶ τοῦ κορεσθῆναι· οἷον, Αὐτὰρ ἐπεὶ σίτοιο τάρφθεν. Ἢ ἀπὸ τοῦ ἄω ὦ, ἄεις ᾆς, ἄει ᾆ, τὸ δηλοῦν τὸ αὐτό· οἷον, Ἄσειν ἐν Τροίῃ ταχέας κύνας. Γίνεται ῥηματικὸν ὄνομα ἦδος, καὶ ἄδος. Καὶ ἄδην ἐξ αὐτοῦ. Οὕτως Ὠρίων
α 246
Ἀδάμας Ἄπονος, ἀπαθής. Λέγεται δὲ καὶ τὸ ἐν τῷ χρόνῳ στερρότατον· καὶ ὁ ὑοσκύαμος παρά τισι, καὶ ὄρος
α 247
Ἄδεια Ἀφοβία, εὐδία· καὶ
α 248
ἀδείη ἀναίδεια, ἀφοβία. Καὶ
α 249
ἀδειὴς ἄφοβος, ἄτρεπτος· καὶ
α 250
Ἀδελφίζειν Τὸ τιμᾶν ὡς ἀδελφόν
α 251
Ἀδελφιδοῖ οἱ ἀδελφῶν υἱοί
α 252
Ἀδένες Συστροφαὶ σαρκώδεις περὶ τὸν τράχηλον καὶ βουβῶνας
α 253
Ἀδεύητον Χαλεπὸν, ἢ οὗ ἄν τις ἐπιδεηθείη
α 254
Ἀδευκεῖ Ἀπεοικότι, ἢ ἀδευεῖ, ἢ αἰσχρῷ
α 255
ἀδευκὲς ἄμορφον, ἄγνωμον, οὐκ ἐοικὸς, χαλεπὸν, ἀνόμοιον, ἀνοίκειον
α 256
Ἀδημονεῖν Ἀλύειν καὶ ἀπορεῖν, ἀμηχανεῖν
α 257
Ἀδηνέως Ἀδόλως καὶ ἁπλῶς· ἢ χωρὶς βουλῆς
α 258
Ἄδην εἰς κόρον ἱκανῶς. Καὶ
α 259
Ἄδδην Παρὰ τὸ δὴν τὸ ἐπὶ πολύ· καὶ μετὰ τοῦ ἀθροιστικοῦ α ἄδδην, πλεονασμῷ τοῦ δ
α 260
Ἀδηφάγος Παρὰ τὸ ἄδην τὸ δαψιλῶς, καὶ τὸ φήγω ἢ φαγεῖν, ἀδηφάγος, ὁ δαψιλῶς ἐσθίων
α 261
Ἄιδης Χωρίον ἀφεγγὲς, σκότους αἰωνίου καὶ ζόφου πεπληρωμένον. Παρὰ τὸ εἴδω τὸ βλέπω, εἴδης· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀείδης, ἐν ᾧ οὐδὲν βλέπομεν. Ἄιδης γάρ ἐστιν ἡ σκοτεινὴ οἰκία. Καὶ κράσει τοῦ ἄλφα καὶ ε εἰς ἄλφα μακρὸν, ᾅδης· καὶ μένει τὸ ι προσγεγραμμένον
α 262
Ἀδηκότες Κεκμηκότες, δαμασθέντες, ἀδημονοῦντες, τουτέστιν ὑπὸ κόπου ἀηδῶς διακείμενοι. Ἀηδῶ οὖν ἀηδήσω
α 263
Ἀδῄωτον Ἀπόρθητον· παρὰ τὸ δῃῶ, ὃ σημαίνει τὸ πορθῶ. Τοῦτο παρὰ τὸ δαίω τὸ κόπτω, τροπῇ τοῦ α εἰς η μετὰ περισπωμένου τόνου δῃῶ
α 264
Ἀδινός Παρὰ τὸ ἄδην ἐπίρρημα γίνεται ἀδινὸς, ἀδιάλειπτος. Τὸ συγκριτικὸν ἀδινώτερος. Παρὰ τὸ ἄδην ἐπίρρημα, ὂ σημαίνει τὸ ἀδιαλείπτως καὶ πλῆρες, γίνεται ἀδινός· τὸ θηλυκὸν ἀδινή· καὶ
α 265
ἀδινάων. Τὰ δὲ εἰς ΝΟΣ ὀξύτονα ἀπὸ ἐπιρρημάτων γινόμενα διὰ τοῦ ι γράφεται· ἄδην, ἀδινός· πύκα, πυκινός. Καὶ
α 266
ἀδινῷ μύθῳ τῷ οἰκτρῷ, παρὰ τὸ ἄδην, ἢ ἄρδην. Καὶ
α 267
ἀδινώτερον τὸ ἀθρόως, ἢ οἰκτρότερον
μ 1
Μελισσάων ἀδινάων τῶν ὁμοῦ καὶ ἀθρόως πετομένων
α 268
Ἀδινὰ μῆλα τὰ μὴ μεγάλα. Σημαίνει δὲ ἡ λέξις καὶ ἐλεεινὸν, οἰκτρὸν, ἁπαλόν
α 269
Ἀδήριτος Χωρὶς μάχης καὶ ἀφιλόνεικος. Ἐκ τοῦ δῆρις δηρίω· ὁ παθητικὸς παρακείμενος δεδήριμαι· τὸ γ, δεδήριται· καὶ ἐξ αὐτοῦ δηριτὸς, καὶ ἀδήριτος. Τὰ δὲ διὰ τοῦ ΙΤΟΣ ἀποστρέφονται τὴν ΕΙ δίφθογγον· χωρὶς εἰ μὴ ὦσι σύνθετα παρὰ τὸ κλειτός
α 270
Ἀδίοπον Ἄναρχον καὶ ἀφύλακτον
α 271
Ἄδδιξ Μέτρόν τι οἶμαι τετραχοίνικον
α 272
Ἀδικίου Ὄνομα δίκης κατὰ τῶν ὁπωσοῦν ἀδικούντων. Τῆς δὲ δίκης τὸ τίμημα ἀργύριόν ἐστιν ἀποτιννύμενον ἁπλοῦν
α 273
Ἀδμολίη Παρὰ τὸ εἴδω τὸ γινώσκω, ἴδμων ἴδμονος· ἰδμονία, καὶ ἀϊδμονία· καὶ συγκοπῇ καὶ τροπῇ ἀδμολίη, ἡ ἄγνοια
α 274
Ἀδμῆτιν Ἀδάμαστον, νέαν, ἄζευκτον. Παρὰ τὸ δμῶ, ὁ μέλλων δμήσω, δέδμηκα, δέδμημαι· δμήτης, καὶ ἀδμήτης. Ἢ παρθένον ἄζυγα, ἢ πρωτόζευκτον. Καὶ
α 275
Ἀδολεσχία Ἀδολεσχίαν ἐκάλουν μέν τινες καὶ τὴν φλυαρίαν· ἐτάττετο δὲ τοὔνομα ἐπὶ τῶν τὰ μετέωρα λεσχηνευόντων· οὐκ ἀπὸ τῆς ἀηδίας καὶ τῆς λέσχης συγκειμένης, ὥς τινες ἐξεδέξαντο, οὐδὲ τοῦ ἄδην ἐν ποιήμασι πολλοὺς φυσιολογῆσαι, ἀλλʼ ἀπὸ τοῦ ἁδεῖν τοῦ σημαίνοντος τὸ ἀρέσαι. Ἡ οὖν τῶν ἀρεσκόντων καὶ αὐτοῖς δοκούντων διάλεξις ἀδολεσχία ἐκαλεῖτο· διὰ τὸ μὴ ἐκ κοινῆς ὁρμᾶσθαι δόξης τὴν τοιαύτην ὁμιλίαν, ἀλλʼ ἐξ ἰδίας διαλέξεως καὶ ἀρεσκούσης ὑπολήψεως. Διὸ καὶ ἀδολέσχας τοὺς φυσικοὺς ἐκάλουν. Λέγω δʼ Ὦρον. Καὶ Σωκράτην “πτωχὸν ἀδολέσχην” ἔφη. Καὶ Εὔπολις· Ἀλλʼ ἀδολεσχεῖν αὐτὸν ἐκδίδαξον, ὦ σοφιστά. Ἢ παρὰ τὸ ἥδω τὸ εὐφραίνω· οὗ ὁ β ἀόριστος ἅδον· καὶ ἐξ αὐτοῦ ἅδος ἡ εὐφροσύνη· καὶ ἔστι λέσχη ἡ φλυαρία· καὶ κατὰ σύνθεσιν ἀδόλεσχος, ὁ ἐν τῇ φλυαρίᾳ εὐφραινόμενος. Ἢ ἐκ τοῦ ἅδω τὸ ἀρέσκω, καὶ τοῦ λέσχη. Τοῦτο δὲ παρὰ τὸ λέχος, ὃ σημαίνει τὴν κοίτην· ἐπειδὴ τὸ παλαιὸν ἔθος ἦν, καὶ τῷ χειμῶνι τόπον εἶχον ἀποκεχωρισμένον, ἐν ᾧ πυρκαϊὰς ποιοῦντες, ἐν αὐτῷ καθεζόμενοι διημέρευον ἀδολεσχοῦντες καὶ φλυαροῦντες. Ἀδολέσχης ἀδολέσχου. Ὁ κανών· Τὰ ἀπὸ τῶν εἰς η θηλυκῶν εἰς ΗΣ γινόμενα ἀρσενικὰ, μὴ ἔχοντα οὐδέτερον εἰς ΕΣ, εἰς ΟΥ ἔχει τὴν γενικήν. Τὸ δὲ ἀδολεσχῶ σημαίνει δί· τὸ φιλοσοφῶ· Ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. Τὸ παίζω· Ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι εἰς τὸ πεδίον. Τὸ φλυαρῶ· Τί ἀδολεσχεῖς, ἄνθρωπε; Καὶ τὸ ὀλιγωρῶ· Ἠδολέσχησε καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου
α 276
Ἅδον Ἀρέσκειαν σημαίνει, καὶ γνώμην· ἢ κόρον, ἢ κόπον
α 277
Ἀδίοπον Ἄναρκτον καὶ ἀφύλακτον
δ 3
Δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες
α 278
Ἀδμωλεῖν Ἀγνοεῖν, ἢ ἀγανακτεῖν· ἀγνωμονεῖν καὶ ζητεῖν
α 279
Ἀδράφαξυς Λάχανόν τι ἄγριον
α 280
Ἁδρεύς Δαίμων τὶς τῶν περὶ τὴν Δήμητραν, ἀπὸ τῆς τῶν καρπῶν ἁδρύνσεως
α 281
Ἀδόροις Ἀντίμαχος· Ἐν δʼ ἀδόροισι χέειν εὐίλατον ἄλφι. Δόρυ γὰρ λέγεται παρὰ τὸ ἐκδεδάρθαι δόρος· καὶ δόροι, κατὰ πλεονασμὸν ἄδοροι. Ἢ ἀντὶ τοῦ κακόδοροι. Οὕτως Ἡρωδιανός. Λέγονται δὲ καὶ κώρυκοι, θύλακοι, ἀσκοί· οἷον οὐ δεδαρμένοι
α 282
Ἁδρός Ὁ χονδρός· παρὰ τὸ ἥδω τὸ εὐφραίνω. Ἡδόμεθα γὰρ τοῖς μεγάλοις καὶ χονδροῖς
α 283
Ἀδραστειδῶν Ἄδραστος κύριον· Ἀδραστίδης, Ἀδραστιδῶν· καὶ πλεονασμῷ τοῦ ε, Ἀδραστεϊδῶν θάλος
α 284
Ἁδρύνω Τὸ αὐξάνω· Τὴν μὲν ὅθʼ ἁδρύνηται· Νίκανδρος
α 285
Ἀδρανής Ὁ ἀνίσχυρος, καὶ μὴ πρᾶξαί τι δυνάμενος· ὅθεν καὶ
δ 4
Δραίνω τὸ πράττω· Ὅμηρος, Εἴ τι δραίνεις. δρανῶ· ὁ β ἀόριστος, ἔδρανον. Ἐξ αὐτοῦ δρανής· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀδρανής
α 286
Ἀδρίας Τὸ πέλαγος. Διονύσιος Σικελίας τύραννος, ὃς πρότερον ἐπὶ τῇ Ὀλυμπιάδι πόλιν ἔκτισεν Ἀδρίαν ἐν τῷ Ἰωνικῷ κόλπῳ, ἀφʼ ἧς καὶ τὸ πέλαγος Ἀδρίας καλεῖται. Εὔδοξος δὲ ἐν τῷ θ τῶν ἱστοριῶν τὸ πέλαγος καὶ τὴν πόλιν ὀνομασθῆναι Ἀδρίαν φησὶν ἀπὸ Ἀδρίου τοῦ Μεσαππίου τοῦ Παύσωνος. Φλέγων ἐν Ὀλυμπιάσιν. Οὕτως Ὠρίων
α 287
Ἀδύτῳ Τῷ ἐνδοτάτῳ καὶ θειοτάτῳ μέρει τοῦ ναοῦ. Ἄδυτα γὰρ καλοῦνται οἱ τόποι τῶν ἱερῶν, εἰς οὓς οὐκ ἔξεστιν εἰσιέναι οὐδὲ εἰσδῦναι πᾶσιν. Ἀπὸ τοῦ δύω τὸ εἰσέρχομαι, δῦμι δύσω δέδυκα δέδυμαι δέδυται, δυτὸς καὶ ἄδυτος· καὶ τὸ οὐδέτερον ἄδυτον. Ἄδυτα οὖν τὰ ἀφανῆ καὶ μύχια τῶν ἱερῶν, οἷον ὀροφαὶ, οἶκοι ὑπόγειοι σκοτεινοί
α 288
Ἄδωνις Παρὰ τὸ ᾄδω τὸ ψάλλω· ἢ παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι. Τὸ ΔΩ, μέγα. Διατί; Τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων κατὰ πρόσληψιν συλλαβῆς γινόμενα ὀνόματα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον ζῶ, ζωή· φῶ, φωνή· ᾄδω, Ἄδωνις κύριον. Δύναται καὶ ὁ καρπὸς εἶναι ἄδωνις· οἷον
α 289
Ἀδωνηΐς Χελιδὼν, καὶ ἡ θρίδαξ
α 290
Ἀδωνιασμός Ὁ ἐπὶ τῷ Ἀδώνιδι θρῆνος
α 291
Ἀδώνεια Ἑορτὴ ἀγομένη Ἀφροδίτῃ
α 292
Ἄεθλον Ἀπὸ τοῦ ἐθέλω· ἔθελόν τι ὄν· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀέθελον, τὸ πάνυ θελητόν· καὶ συγκοπῇ, ἄεθλον· καὶ κράσει τοῦ α ε ἆθλον. Καὶ τὸ ἀρσενικὸν ὁ ἆθλος λέγεται καὶ ὁ ἄεθλος. Ἢ παρὰ τὸ τλῶ τὸ καρτερῶ, τλὸν καὶ ἆτλον· καὶ τροπῇ ἆθλον. Τὸ δὲ ἄεθλον, ἀρσενικῶς μὲν λεγόμενον, τὸν τόπον καὶ τὸ ἀγώνισμα δηλοῖ· οἷον, Οὗτος μὲν δὴ ἄεθλος ἄατος. οὐδετέρως δὲ, τὸ ἐπὶ ἀγῶνος διδόμενον· Νηῶν δʼ ἐκφέρετʼ ἄεθλα, λέβητάς τε, τρίποδάς τε. Καὶ ἀπὸ τούτου γίνεται
α 293
Ἀέκητι Ἀβουλία. Ἔστι ῥῆμα ἀεκάζω· ἐξ αὐτοῦ ἐπίρρημα ἀεκαστὶ, ὡς Δωρίζω Δωριστί· καὶ κατὰ ἀποβολὴν τοῦ ς, ἀεκατί· καὶ τροπῇ Ἰωνικῇ, καὶ ἀναβιβάσει τοῦ τόνου, ἀέκητι. Ἡ γὰρ ἀποβολὴ πολλάκις ἀναβιβάζει τοὺς τόνους
α 294
Ἀεκήλια ἔργα Κατὰ ἀπόφασιν τοῦ ἑκήλου· ἐφʼ οἷς οὐχ οἷόν τε ἡσυχάζειν, οἷον οὐχ ἥσυχα οὐδʼ εἰρηναῖα, ἀλλὰ ταραχώδη· ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι
α 295
Ἀέκων Ἀπὸ τοῦ εἴκω τὸ θέλω, ἡ μετοχὴ ἑκὼν, παραλόγως, καὶ σεσημείωται· ἐν δὲ τῇ συνθέσει ἀναβιβάζει τὸν τόνον· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀέκων· καὶ κράσει τοῦ α ε, ἄκων, μὴ θέλων
α 296
Ἄελλα Συστροφὴ ἀνέμου ἡ ἄγαν εἰλοῦσα, ἀπὸ τοῦ ἄειν καὶ εἰλεῖν· ἢ παρὰ τὸ ἀῶ τὸ πνέω, ὁ μέλλων, ἀήσω, καὶ ἀέσω· καὶ ἐξ αὐτοῦ ἄελα καὶ πλεονασμῷ ἑτέρου λ ἄελλα, ὡς τὸ θύελλα. Ἔστι δὲ ὄνομα προσηγορικὸν καὶ ῥηματικόν· καὶ προπαροξύνεται. Κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ΛΑ ὑπὲρ β συλλαβὰς, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς λ καταλήγουσαν, ἅπαντα προπαροξύνεται· οἷον, δίκελλα, μάκελλα, Σίβυλλα, Πρίσκιλλα, Φαλκώνιλλα. Καὶ
α 297
ἄελλαι φωναὶ, παρὰ Σοφοκλεῖ ἐν Φαίδρᾳ
α 298
Ἀελλής Κονίσαλος ὄρνυτʼ ἀελλής
α 299
Ἀελλώδης κονιορτώδης· παρὰ τὸ ἕλλω, ἢ παρὰ τὸ εἰλῶ τὸ συστρέφω, ἀποβολῇ τοῦ ι, γίνεται ἐλλής καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ὥσπερ ἀτερπής. Ἐξ οὗ καὶ τὸ
α 300
Ἀέλλας Ἀνέμους, καὶ ἄτακτα πνεύματα, καὶ αἰγίδας· οἱ δὲ, τὰς μεγάλας εἰλήσεις καὶ συστροφάς
α 301
Ἀελλές Ἀθρόον καὶ ὁμόσε
α 302
Ἀεκαζόμενοι Ἄκοντες ἀρνούμενοι, ἀνιώμενοι
α 303
Ἀελλόποδες Ἐλαφροὶ, κοῦφοι, ταχεῖς, ὀξεῖς, ἀνεμόποδες
α 305
Ἀέναον Πολλὸν, ἀείρυτον, πολυχρόνιον· καὶ
α 306
Ἄετμα Φλόξ· οἱ δὲ, τὸ πνεῦμα
α 307
Ἀέσσαμεν Κατεκοιμήθημεν· καὶ
α 308
ἀέσκοντας κοιμωμένους· καὶ
α 309
Ἀετώσιον Λύπῃ μεμιγμένον· οἱ δὲ, οὐ κατὰ προαίρεσιν
α 310
Ἀελλόπος Ἰστέον ὅτι τὰ παρὰ τὸ ποὺς συντεθέντα τὴν τοῦ ἁπλοῦ φυλάττει κλίσιν, καὶ διὰ τοῦ ΔΟΣ κλίνεται· οἷον, ποὺς ποδὸς, Οἰδίπους Οἰδίποδος. Τὰ γὰρ κατὰ ἀποβολὴν τοῦ ς ποιοῦντα τὴν γενικὴν Ἀττικά εἰσιν· οἷον ὁ τρίπους τοῦ τρίπου, καὶ ὁ Οἰδίπους τοῦ Οἰδίπου. Ἰστέον ὅτι τὰ παρὰ τὸ ποὺς ἀποβάλλει τὸ υ κατὰ τὴν εὐθεῖαν· Ὦρτο δʼ ἀελλόπος· ἢ τρίπος, ἠὲ γυνή. Οὕτως ὁ Χοιροβοσκός
α 311
Ἀελπτέοντες Ἀνελπιστοῦντες, οὐκ ἐλπίζοντες. Ἀπὸ τοῦ ἔλπω, ἀέλπτω· καὶ
α 312
Ἀέντες Ἔστιν ἀῶ περισπώμενον· καὶ δῆλον ἐκ τοῦ ἄησις καὶ ἄημι. Καὶ οἱ Αἰολεῖς τὴν ἀῶν μετοχὴν, καθὰ ποιῶν καὶ φιλῶν, ἀεὶς ἐροῦσιν, ὡς φιλεὶς καὶ ποιείς. Καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν, ἀέντες· ἡ γενικὴ, ἀέντων, ὡς ποιέντων· οἷον καὶ Ἀνέμων μένος ὑγρὸν ἀέντων. Εἰ δὲ ἦν βαρύτονον, ἄεντες ἂν ἐρρήθη. Οὕτω Φίλων εἰς τὰ ῥηματικὰ αὐτοῦ. Πνοιῇσι λιγυρῇσι διασκιδνᾶσιν ἀέντες
α 313
Ἀέναος Νάω τὸ ῥέω, νάος· ἐν συνθέσει ἀέναος, ὁ ἀεὶ ῥέων
α 314
Ἀέξει Ἀνδρὶ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει. Αὔξει. Καὶ
α 315
ἀέξετο αὔξησιν ἐλάμβανεν, ᾔρετο, ὑψοῦτο ὁ ἥλιος. Ἀπὸ τοῦ ἔχω τοῦ σημαίνοντος τὸ ἐλαύνω, ὁ μέλλων, ἕξω, καὶ ἀέξω
α 316
Ἄερθεν Ἤιρθησαν. Ἀπὸ τοῦ ἀείρω, ἀερῶ, ἄερκα, ἄερμαι, ἀέρθην, ἀέρθησαν καὶ
α 317
ἄερθεν ὡς τὸ κόσμηθεν, ἀντὶ τοῦ ἀνέστησαν, ὥρμησαν
α 318
Ἀερσίποδες Ἵπποι ἀερσίποδες. Αἴροντες εἰς ὕψος τοὺς πόδας, ταχεῖς. Ἀπὸ τοῦ ἀείρω ἀερῶ, ἀερίποδες· καὶ πλεονασμῷ τοῦ ς, ἀερσίποδες. Ἢ ἀείρω τὸ κουφίζω, ὁ μέλλων, ἀερῶ· Αἰολικῶς, ἀέρσω· καὶ ἐξ αὐτοῦ ἀερσίπους
α 319
Ἀερσίφρων Ἐγειρόφρων, ἐπαίρων τὰς φρένας
α 320
Ἄεσιν Πόνον, βλαβήν· καὶ
α 321
ἀεσίφρων βλα ψίφρων· ἢ ὀξύφρων, κρυφόνους, καὶ κακόφρων. Καὶ
α 322
Ἀεσίφρων Ὁ μὴ διεγηγερμένας ἔχων τὰς φρένας. Ἀῶ τὸ κοιμῶμαι· ὁ μέλλων, ἀέσω· ὅθεν καὶ
α 323
ἀέσεται τὸ κοιμᾶται. Οὕτως Ὠρίων
α 324
Ἀετός Παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἀϊτὸς, καὶ ἀετός. Ἢ παρὰ τὸ ἀεὶ ἐτεὸς εἶναι. Λέγεται γὰρ, ὅτι ὁ ἀετὸς ἐπὶ ἀληθοῦς σημείου ἀεὶ παρὰ τοῦ Διὸς πέμπεται. Ἀετὸς καὶ βοτάνη τις, καὶ τῶν κνημῶν τοῦ τροχοῦ ἕκαστον σιδήριον· καὶ στέγασμά τι τῶν οἴκων, ἐμφερὲς τῇ πτήσει τοῦ ζῴου
α 325
Ἀείδω Τὸ ΕΙ δίφθογγον· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ ἀοιδή. Εἴδω τὸ ἐπίσταμαι· καὶ μετὰ τοῦ ἐπιτατικοῦ μορίου α, ἀείδω, τὸ πάνυ ἐπίσταμαι. Τὸ δὲ εἴδω, συντεθὲν εἰς ὄνομα, ἀποβάλλει τὸ ε· νῆϊς, ὁ ἄπειρος· καὶ πολύϊδος· καὶ παραγόμενον, οἷον ἴδμων, ἴστωρ. Ἰστέον δὲ ὅτι κατὰ τὴν κοινὴν διάλεκτον τὰ ἀπαθῆ οὐ λέγεται, οἷον τὸ πατέρος καὶ μητέρος καὶ ἀνέρος, ἀλλὰ τὰ πεπονθότα, οἷον τὸ πατρός. Οὕτω καὶ τὸ ἀείδω ᾄδω, εἰς α μακρὸν, κράσει τοῦ ε α, καὶ συναιρέσει τοῦ αϊ εἰς τὴν ΑΙ δίφθογγον. Διατί βαρύνεται; Τὰ εἰς ΔΩ ὑπὲρ δύο συλλαβὰς, ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς φωνῆεν λήγουσαν, περισπᾶται· εἰ μὴ τύχοι ἡ ΕΙ δίφθογγος· ὀπηδῶ, ἀοιδῶ, ληρωδῶ, καὶ τὰ ὅμοια. Ἐξέφυγεν ἄρα τὸ ἀείδω καὶ ἐρείδω
α 326
Ἀειδέμεναι Παραγωγὴ ποιητικὴ, οὐ Δωρικὴ διάλεκτος. Τὸ α τοῦτο συνεσταλμένον ἐστὶ παρὰ τῷ ποιητῇ· ἅπαξ δὲ ἐκτεταμένον, ἐν τῷ, Ἀείδει δεδαώς
α 327
ἀείδελον σημαίνει τὸν ἀόρατον. Ἔστιν εἴδω τὸ γινώσκω· ᾧ ἀντιπαράκειται τὸ οἶδα. Γίνεται εἴδελος, ὡς πέμπω πέμπελος· καὶ συνθέσει ἀείδελος, ὁ μὴ θεωρούμενος. Παρὰ δὲ Νικάνδρῳ ἐπὶ τοῦ ἀεὶ φανεροῦ κεῖται. Περὶ οὗ ἐστὶν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἀείδηλον γέγονε κατὰ συστολὴν τοῦ η εἰς ε· Τοῦ δὲ τέρας περίσημον ἀείδελον ἐστήρικτο. Νίκανδρος. Ἐπὶ δὲ τοῦ ἀοράτου ἐχρήσατο τῇ λέξει Ἡσίδος περὶ τοῦ Αὐτολύκου. Φησὶ γὰρ, Ὅττι κε χερσὶ λάβεσκεν, ἀείδελα πάντα τίθεσκεν. Καὶ γὰρ ὁ αὐτὸς, κλέπτης ὢν, ἔκλεπτε τοὺς ἵππους, καὶ ἀλλοιοφανεῖς αὐτοὺς ἀπετέλει· ἐνήλλασσε δὲ τὰς χροιὰς αὐτῶν. Ζήτει εἰς τὸ
α 328
Ἄειλα Τὰ πολύσκια χωρία, κατὰ στέρησιν τῆς εἴλης
α 329
Ἀειλογία Τὸ ἀεὶ λόγους καὶ εὐθύνας ὑπέχειν
α 330
Ἀειδέλιον Κακὸν, κορυφαῖον, ἄδηλον
α 331
Ἀείδελον Οὐ δῆλον, ἄμορφον, φοβερὸν, πονηρόν
α 332
Ἀεικέλιον Δεινὸν, αἰσχρὸν, οἰκτρὸν, εὐτελές
α 333
Ἀεικίζει Ἀπολλύει, φθείρει· οἱ δὲ, αἰκίζεται. Καὶ
ε 3
Ἔιλη γὰρ ἡ τοῦ ἡλίου αὐγή
α 334
Ἀείλλειν Θωπεύειν καὶ αἰκάλλειν
α 335
Ἄειρον Ἄρρητον, ἀπαραίτητον, ἀθώπευτον
α 336
Ἀείφρουρος Ἀεὶ διαμένων· ὁμοίως τίθεται καὶ ἐπὶ τοῦ διηνεκοῦς
α 337
Ἀεικής Ὁ σκληρὸς, ὁ μὴ εἴκων. Ἐκ τοῦ εἴκω, τὸ ὑποχωρῶ, γίνεται εἰκής· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀεικὴς, ὁ μὴ ὑποχωρῶν καὶ ὑπείκων τινί. Ἀφʼ οὗ τὸ, Ἀεικέα λοιγόν. καὶ αἰκία· τὸ θηλυκὸν, ἡ ἀεικής. Ἔστι δὲ τριγενὲς, ὥσπερ ὁ εὐφυὴς, ἡ εὐφυὴς, τὸ εὐφυές. Καὶ
α 338
ἀεικέσσι β ΣΣ ποιητικῶς. Λαμβάνεται δὲ ἐπὶ τοῦ ἀπρεποῦς· Σὸν γένος οὔ οἱ ἀεικὲς ἀνασσέμεν ἀνθρώποισιν. Οὕτως Ὠρίων
α 339
Ἀεικέλιος Ἀπρεπὴς, σκληρὸς, ἀνόμοιος. Εἴκω τὸ ὁμοιῶ· ἐξ οὗ εἰκὼν, τὸ ὁμοίωμα· εἴκελος, εἰκέλιος, ὡς πέμπω πέμπελος· καὶ κατὰ στέρησιν τοῦ α, ἀεικέλιος. Τὸ δὲ εἴκελος, εἰ μέν ἐστι σύνθετον, πάν τοτε διὰ τῆς ΕΙ διφθόγγου γράφεται· εἰ δὲ ἁπλοῦν, διὰ τοῦ ι
α 340
Ἀεικέλιον Τὸ ἀπεοικὸς καὶ σκληρόν· παρὰ τὸ εἴκω εἴκελον, καὶ ἀεικέλιον
α 341
Ἀεικίσσωσιν Ἀεικίσσωσι δὲ νεκρόν. Ὥσπερ ἀπὸ τοῦ εὐγενὴς γίνεται εὐγενίζω, καὶ ἀπὸ τοῦ εὐτελὴς εὐτελίζω, οὕτω καὶ ἀπὸ τοῦ ἀεικὴς, ἀεικίζω. Ἢ παρὰ τὸ αἰκίζω ἀεικίζω, πλεονασμῷ τοῦ ε· ἀεικίσω
α 342
Ἀεικίας Τὰς ὕβρεις, καὶ ὑβριστικὰς αἰσχύνας· ἀπὸ τοῦ αἰκίας, καὶ πλεονασμῷ του ε, ἀεικίας
α 343
Ἄεισιν Ἀῶ τὸ πνέω· παράγωγον τῶν εἰς ΜΙ, ἄημι· τὸ γ, ἄησι· τὸ δυϊκὸν, ἄετον ἄετον, καὶ κατʼ ἔκτασιν ἄητον. Οἷον, Τώ τε Θρῄκηθεν ἄητον. Τὸ γ τῶν πληθυντικῶν, ἄεισιν, Αἰολικώτερον· ἐχρῆν γὰρ ἀεῖσιν, ὥσπερ ἱεῖσιν· Ἄλλοτε δʼ ἄλλῃ ἄεισιν
α 344
Ἀειρομένη Ἀπὸ τοῦ ἀὴρ ἀέρος, ἀέρω, καὶ πλεονασμῷ τοῦ ι, ἀείρω· ἡ μετοχὴ ἀειρόμενος ἀειρομένη, κουφιζομένη, ἐπαιρομένη. Καὶ
α 345
ἀεῖραι τὸ βαστάξαι. Σημαίνει καὶ τὸ πρόσφερε· ὡς τὸ, Μή μοι οἶνον ἄειρε μελίφρονα. Ἀντὶ τοῦ φέρε· καὶ ἐπὶ τοῦ ἔπαιρε
α 346
Ἀείζωτος Ἄζωστος ναῦς ἔστιν ἡ ἀνυπήλιφος· ἀζώτους δὲ, τὰς ἀνασεσυρμένας γυναῖκας, ἢ ἀνετοίμους, ἢ ἀναισχύντους
α 347
Ἅζω Σημαίνει δύο· τὸ σέβομαι· ὅπερ ἀπὸ τοῦ χάζω τὸ ὑποχωρῶ γίνεται· ὃν γὰρ σεβόμεθα, τοῦτον καὶ ὑποχωροῦμεν. Δασύνεται· ἀναχωρήσαντος οὖν τοῦ χ, ἔμεινεν ἀναλογοῦσα τῷ χ ἡ δασεῖα. Καὶ τὸ ξηραίνω, ὅπερ ψιλοῦται· ἀπὸ τοῦ ζῶ, κατὰ στέρησιν ἄζω· τὰ γὰρ ξηρὰ οὐ ζῇ, τὸ δὲ ζῶν καὶ ὑγρόν ἐστιν. Οὕτως Ὠρίων. Ὁ δὲ Ἡρωδιανὸς ἐν τῶ περὶ Παθῶν λέγει, ὅτι παράγωγόν ἐστιν ἀπὸ τοῦ ἄγος ἀγίζω καὶ κατὰ συγκοπὴν ἄζω, ὡς σκέλος σκελίζω, τεῖχος τειχίζω. Πόθεν δὲ δῆλον; Ἐκ τοῦ τὸν Ἀλκμᾶνα εἰπεῖν
α 348
ἀγίσδεο ἀντὶ τοῦ ἄζεο
α 349
Ἄζη Λέγεται ἡ ξηρασία, ὅτι τοῦ ζῆν καὶ θάλλειν ἐστέρηται. Οὕτως Ὠρίων
α 350
Ἀζήν Σημαίνει τὸν πώγωνα κατὰ Φρύγας, καὶ κλίνεται ἀζένος. Ἐκ τούτου λέγεται καὶ τὸ αἰζηὸς γίνεσθαι· καὶ ὤφειλε κλίνεσθαι διὰ τοῦ η ὡς μὴ ἔχον τὸ μ ἐπʼ εὐθείας· ἀλλὰ σεσημείωται, ὡς τὸ
α 351
ἀδὴν ἀδένος· σημαίνει δὲ τὸν βουβῶνα. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ΗΝ ὀξύτονα, ἔχοντα ἐν τῇ παραληγούσῃ τὸ α, καὶ μέρος σώματος σημαίνοντα, ἢ πάθος, τρέπει τὸ η εἰς ε· οἷον αὐχένος, ἀδένος, ἀζένος. Τὸ γὰρ λειχὴν οὐκ ἔχει τὸ α
α 352
Ἀζηχές Παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ ἀδιαλείπτως, ἀδηχές· καὶ τροπῇ τοῦ δ εἰς ζ Δωρικῶς ἀζηχές. Ἄδην δέ ἐστι τὸ ἀδιάλειπτον. Ἢ μεγαλόηχον· οἷον, Ἀζηχὲς μεμακυῖα. Σημαίνει δὲ καὶ τὸ σκληρὸν ἀπὸ τῆς ἄζης, ὃ σημαίνει τὴν ξηρασίαν. Οὕτως Ὠρίων
α 353
Ἀζαλέην Ξηρὰν, ἢ σκληράν· παρὰ τὸ ἄζω τὸ ξηραίνω
α 354
Ἄζειν Τὸ στόμα ἀθρόως προσπνεῖν
α 355
Ἀζείδαο Δόμῳ Ἄκτορος Ἀζείδαο. Εἰς τὴν Βοιωτίαν. Εὗρον ἐν ὑπομνήματι Βοιωτίας σχόλιον· Ἀζεὺς, Ἀζείδης τὸ πατρωνυμικόν
ζ 1
ζεῖρον γὰρ τὸ ποικίλον. Οἱ δὲ, τὸ ἄχρωστον
α 356
Ἀζείρου Ἀζώστου ἢ πολυζώστου· ἀπὸ τοῦ ζειρά
α 357
Ἄη Ὥσπερ παρὰ τὸ φιλῶ γίνεται ἐφίλει διὰ τῆς ΕΙ διφθόγγου, καὶ Αἰολικὸν ἐφίλη διὰ τοῦ η· οὕτως καὶ παρὰ τὸ ἀῶ ἄει, καὶ κατὰ Αἰολεῖς ἄη. Ὅμηρος, Μῆνα δὲ πάντʼ ἄληκτος ἄη νότος
α 358
Ἀήρ Παρὰ τὸ αἴρω τὸ κουφίζω, ἀήρ. Κουφίζονται γὰρ ἐν αὐτῷ καὶ αἴρονται τινὰ ζῷα. Ἢ ὁ κοῦφος, παρὰ τὸ αἴρω. Ἢ παρὰ τὸ ἀῶ τὸ πνέω, ἀήρ· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον
α 359
Ἄητον Ὥσπερ γὰρ παρὰ τὸ φιλῶ γίνεται φιλεῖτον, οὕτως καὶ παρὰ τὸ ἀῶ ἀεῖτον τὸ δυϊκόν· καὶ παρὰ Αἰολεῦσιν, ἄητον, ὡς ποίητον. Εἰ γὰρ ἦν βαρύτονον, ἄετον ὤφειλεν εἶναι, ὡς τύπτετον. Εἰς τὸ
α 360
ἄηται πορεύεται, καὶ ἀπαυγάζει
α 361
Ἄητον Δεινὸν, εὐρὺ, μέγα· ἐξ οὗ ἄπληστον, ἀκόρητον, καὶ ἀετῷ ὅμοιον. Καὶ
α 362
ἄησις πνοὴ, αὖρα. Καὶ
α 363
Ἀήσυρον Ἀσθενὲς, κενὸν, ἄκοσμον, μάταιον, ἀκόλαστον· ἔνιοι κοῦφον, ὑπʼ αὔρας φερόμενον
α 364
Ἀήσυλον Ἀλαμπὲς, κακὸν, ἀνόμοιον
α 366
ἀήμεναι πνεῦσαι· καὶ
α 367
ἀήματα πνεύματα· καὶ
α 368
Ἀηδεῖν Δυσχεραίνειν, κεκμηκέναι· καὶ
α 369
ἀηδῆσαι καμεῖν, κοπιάσαι, ὀχληθῆναι
α 370
Ἀηδόνα Ὠιδὴν καὶ γλωσσίδα· οἱ δὲ, χελιδόνα
α 371
Ἀήτης Ὁ ἄνεμος. Παρὰ τὸ ἀῶ τὸ πνέω, ὁ μέλλων ἀήσω· ὄνομα ῥηματικὸν ἀήτης. Ὁ δὲ τόνος ἡμάρτηται. Καὶ τὸ θηλυκὸν
α 372
Ἀήσυλος Ἀπὸ τοῦ ἄσω μέλλοντος, τοῦ δηλοῦντος τὸ βλάπτω, γίνεται ὄνομα ῥηματικὸν ἄσυλος· καὶ πλεονασμῷ τοῦ η, ἀήσυλος, ὁ ἡμαρτημένος καὶ ἄτοπος. Οὕτως Ὠρίων. Ἢ ἀπὸ τοῦ ἥδω ἥσω ἥσυλα, καὶ
α 373
ἀήσυλα τὰ μὴ τέρποντα, ἄτακτα, μωρά· ἢ ἄδικα καὶ ἁμαρτωλά
α 374
Ἀηδών Παρὰ τὸ ἀείδω, ἀειδών· καὶ τροπῇ Αἰολικῇ τῆς ΕΙ διφθόγγου εἰς η, ἀηδών. Οὕτως Ὠρίων. Ἄλλοι δὲ τροπῇ μόνον τοῦ ε εἰς η· τὸ δὲ ι προσγεγραμμένον
α 375
Ἀήθεσσον Ἰστέον ὅτι τὰ ἀπὸ φωνήεντος ἀρχόμενα ῥήματα χρονικῶς αὔξονται ἐν τῷ παρατατικῷ· οἷον ἄγω ἦγον, αἴρω ᾖρον, αἰτῶ ᾔτουν. Δεῖ δὲ προσθεῖναι, χωρὶς τῶν Ἰωνικῶν, καὶ τῶν ποιητικῶν. Οἱ γὰρ ποιηταὶ καὶ οἱ Ἴωνες συνάρχεσθαι πολλάκις ποιοῦσι τοὺς παρωχημένους τοῖς ἰδίοις ἐνεστῶσιν· οἷον ἄγω ἄγον· Ἄγεν δέ ἑ μοῖρα βαρεῖα. Καὶ τὸ, Ἅψατο δʼ ἡμιόνων. Ἀντὶ τοῦ ἥψατο. Καὶ χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων· οἷον ἀναγινώσκω, ἀνεγίνωσκον· ἀνέρχομαι, ἀνηρχόμην· ἐπὶ τούτων γὰρ ἡ ἀρχὴ τοῦ ἐνεστῶτος ἐφυλάχθη καὶ ἐν τῷ παρατατικῷ. Καὶ χωρὶς τοῦ εὐαρεστῶ εὐηρέστουν, εὐορκῶ εὐώρκουν· ἐπὶ τούτων γὰρ ἔσωθεν ἐγένετο ἡ αὔξησις. Δεῖ προσθεῖναι, χωρὶς τοῦ ἀηθέσσω, ἀήθεσσον· σημαίνει δὲ τὸ ἀήθης ὑπάρχω· καὶ χωρὶς τοῦ ἐν τῇ συνηθείᾳ λεγομένου ἀηδίζομαι ἀηδιζόμην. Ταῦτα μὲν ὁ Χοιροβοσκὸς λέγει δὲ καὶ ὁ Ζηνόβιος εἰς τὸ ῥηματικὸν τοῦ Ἀπολ λωνίου, ὅτι καὶ τὸ ἀΐω τὸ ἀκούω, καὶ τὸ ἀῶ τὸ πνέω, οὐ τρέπει τὸ α εἰς η ἐν τῷ παρατατικῷ. Καὶ ἐπὶ μὲν τοῦ ἀΐω, διὰ τοῦτο οὐ τρέπει τὸ α εἰς η, ἵνα μὴ συνεμπέσῃ τῷ ἦε ὃ σημαίνει τὸ ὑπῆρχε. Γίνεται ἀπὸ τοῦ ἔω. Τὸ δὲ ἀήθεσσον καὶ ἀηδιζόμην, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ η
α 376
Ἀήθεσσον δὲ σημαίνει τὸ ἠδημόνουν, ἀσυνήθως εἶχον. Καὶ
α 377
ἀηθέσσειν ἀγνοεῖν, ἀπείρως ἔχειν
α 378
Ἀθαμάντιον Καί μιν ἑῶν μήλων θέσαν ἤρανον, ὅσςʼ ἐνέμοντο ἀμπεδίον Φθίης Ἀθαμάντιον. Ἔστι δὲ πεδιὰς ἐν Θεσσαλίᾳ καλουμένη Ἀθαμαντία, διὰ τὸ ἐκεῖσε τὸν Ἀθάμαντα πλανᾶσθαι μετὰ τὸ φονεῦσαι τὸν ἴδιον υἱὸν Κλέαρχον, χόλῳ τῆς Ἥρας, ὅτι ἀνέθρεψε τὸν Διόνυσον. Ἐφόνευσε δὲ αὐτὸν εἰς θήραν μανεὶς δόρατι, νομίσας ἔλαφον εἶναι· ὅθεν καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ τῆς Ἰνοῦς τῆς γυναικὸς ἐστερήθη, καὶ τοῦ ἰδίου υἱοῦ Μελικέρτου, ἀμφοτέρων εἰς θάλασσαν ἐμπεσόντων, καὶ οἰκησάντων προνοίᾳ Ποσειδῶνος ἐν αὐτῇ. Οὕτως εὗρον σχόλιον εἰς τὰ Ἀργοναυτικὰ Ἀπολλωνίου
α 379
Ἀθέμιτος Ἄδικος, ἄνομος· ἀπὸ τοῦ θέμις θέμιτος, θέμιστος, καὶ ἀθέμιτος
α 380
Ἀθέσφατος Πολύς. Ἐκ τοῦ θεὸς καὶ φατός· τοῦτο ἐκ τοῦ φημὶ, τὸ λέγω· θεόφατός τις ὤν· καὶ κατὰ συγκοπὴν, καὶ πλεονασμῷ τοῦ ς, θέσφατος, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀθέσφατος. Ἐξ αὐτοῦ ἀθέσφατον, τὸ πολὺ καὶ δαψιλὲς, ὃ οὐδὲ θεὸς ἑρμηνεύει διὰ τὸ πλῆθος, οἷον θεόφατον καὶ ἄπειρον
α 381
Ἀθέριζον Ἀπεδοκίμαζον. Μεταφορικὴ ἡ λέξις ἐπὶ τοῦ ἐκρίπτειν καὶ ἀποβάλλειν, ἀπὸ μεταφορᾶς τῶν ἀθέρων, οἱονεὶ τῶν ἀσταχύων, ἢ τῶν μὴ δυναμένων θερίζεσθαι καρπῶν, τῶν ἐκ τῆς ἅλω ἀπορριπτουμένων, καὶ μὴ συναγομένων πρὸς χρείαν. Οἱ γὰρ λικμῶντες ἐκρίπτουσι τοὺς ἀθέρας, τουτέστι τὰ ἄχυρα. Καὶ γίνεται ἐκ τοῦ θέρος θερίζω· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀθερίζω· Οὔποτέ μοι γʼ ἀθέριζον. Ἀντὶ τοῦ ἀπέρριπτον. Τὸ δὲ θέρος, παρὰ τὸ θέρω τὸ θερμαίνω· ὁ μέλλων θερῶ, καὶ θέρσω Αἰολικῶς. Ἀφʼ οὗ Θερσίτης καὶ θερμός
α 382
Ἀθετεῖν Παρὰ τοῖς Ἴωσι τὸ μὴ ποιεῖσθαι λόγον· οἷον ἀετεῖν καὶ ἀτίζειν. Οὕτως Ὠρίων. Ἀντὶ τοῦ ἀτιμάζειν, ἀπειθεῖν. Καὶ
α 383
Ἀθηνᾶ Οἱονεὶ ἀθρηνᾶ τις οὖσα, παρὰ τὸ τὸν νοῦν ἀθρεῖν. Ἢ παρὰ τὸ θῶ τὸ θηλάζω, ὁ μέλλων θήσω· οἷον, Γυναῖκά τε θήσατο μαζόν. Γέγονεν ὄνομα ῥηματικὸν θήνη ἡ θηλάζουσα· καὶ μετὰ τοῦ στερητικοῦ α, Ἀθήνη· ἀμήτωρ γὰρ ἡ θεὸς παραδίδοται. Ἐκ γὰρ τῆς κεφαλῆς τοῦ Διὸς φασὶν αὐτὴν γεννηθῆναι. Ἀθήνη Ἀθηναία, ὡς δίκη δικαία. Καὶ ὥσπερ Ναυσικάα κατὰ κρᾶσιν τῶν δύο ΑΑ εἰς α μακρὸν γίνεται Ναυσικᾶ, οὕτως καὶ ἀπὸ τοῦ Ἀθηναία ἀποβολῇ τοῦ ι γίνεται Ἀθηνάα· καὶ κράσει τῶν δύο ΑΑ εἰς α μακρὸν, Ἀθηνᾶ καὶ περισπᾶται. Λέγεται δὲ ἀθηνᾶ καὶ εἶδος αὐλοῦ
α 384
Ἀθηναία Ἡ θεός· ἡ δὲ γυνὴ, ἀστή
α 385
Ἀθαλάττωτος Ἄπειρος θαλάσσης καὶ πλοῦ
α 386
Ἀθηρής Ἀκριβὴς, θαυμαστὸς, ὑπερόπτης, αὐθάδης
α 387
Ἀθηναΐς Ἡ ἐλαία· καὶ
α 388
Ἀθειρέως Ἀκριβῶς· καὶ
α 389
ἀθειρὲς τὸ ἀκρι βές. Καὶ
α 390
ἀθηρὴς ὁ ἄγαν θεριστικός· ἢ ὁ λαμπρὸς, ἢ ὁ μὴ φροντίζων τινὸς, καὶ ὑβριστής· ἢ ὁ διὰ λαμπρότητα ἀθρούμενος
α 391
Ἀθερίζειν Ἄγαν καταφρονεῖν, ἀφροντιστεῖν, μέμφεσθαι
α 392
Ἀθερίσαι καθυπνῶσαι ἢ ὀλιγωρῆσαι
α 393
Ἀθέμιτον Ἄδικον, πονηρὸν, ἄναρχον, ἀσεβῆ, ἢ νόμοις οὐ χρώμενον. Καὶ
α 394
Ἄθικτον Μιαρὸν, ἀκάθαρτον, καὶ ἡ παρθένος δὲ οὕτως ἐλέγετο. Καὶ
α 395
ἀθίκτορας ἀνεπάφους παρθένους, ἀνάνδρους
α 396
Ἀθήνηισι καὶ θήβηισι Τὰ τοιαῦτα ἐπιρρήματα σὺν τῷ ι γράφεται. Μὴ ὤφειλεν· ἐπειδὴ τὰ εἰς ΘΕΝ ἐπιρρήματα ἐπὶ τῶν εἰς ΘΙ τὴν αὐτὴν παραλήγουσαν φυλάττει καὶ τὸν αὐτὸν τόνον· οἷον, οἴκοθεν, οἴκοθι· Λεσβόθεν, Λεσβόθι· Ὀλυμπίαθεν, Ὀλυμπίαθι· θύραθεν, θύραθι. Εἰ οὖν τὸ Ἀθήνηθεν καὶ Θήβηθεν χωρὶς τοῦ ι γράφεται, δῆλον ὅτι καὶ τὸ Ἀθήνῃσι καὶ Θήβῃσι χωρὶς τοῦ ι ὤφειλε γράφεσθαι. Ἀλλὰ γράφεται σὺν τῷ ι διὰ τὸ συνεμπεσεῖν ταῖς τοιαύταις Ἰωνικαῖς δοτικαῖς. Ἔστι γὰρ ἡ δοτικὴ τῶν πληθυντικῶν, Θήβαις· καὶ κατʼ ἐπέκτασιν γίνεται Θήβαισι· καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η, Θήβῃσι· καὶ μένει τὸ ι προσγεγραμμένον
α 397
Ἀθηρηλοιγόν Τὸ πτύον τὸ τοὺς ἀθέρας διαλέγον καὶ διαχωρίζον· καὶ
α 398
ἀθερολόγον τὸ αὐτό. Γίνεται δὲ κατὰ πλεονασμὸν τοῦ ι, ὑφʼ ἓν δὲ καὶ ὀξυτόνως ἀναγνωστέον. Οὕτως Ὠρίων
α 399
Ἀθίγγανος Ὁ μὴ θέλων τινὶ προσεγγίσαι· ἀπὸ τοῦ θίγω. Οἱ γὰρ τὴν αἵρεσιν ταύτην ἔχοντες οὐδὲν παρʼ ἄλλου λαμβάνουσιν
α 400
Ἆθλον Ἐκ τοῦ τλῶ· τὸ τῷ καρτεροῦντι καὶ νικῶντι διδόμενον. Ἢ ἀπὸ τοῦ ἐθέλω, ἔθελον· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀέθελον, τὸ πάνυ ζητούμενον· καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ε, ἆθλον· καὶ ἆθλος τὸ ἀρσενικόν· διὸ καὶ περισπῶνται
ο 1
ὅτι μετὰ τὸν κατακλυσμὸν ἐξηργηκότων ἤδη τῶν ἀγώνων, ὡς καὶ τῶν ἄλλων πάντων τῶν ἐν Ἕλλησι καλῶν, ὕστερον Ἀέθλιος ὁ Ἐνδυμίωνος πατὴρ ἐπιμέλειαν ἐποιήσατο τῆς τοῦ Ὀλυμπιακοῦ ἀγῶνος συστάσεως. Ἀπὸ τούτου οὖν γίνεται ἀθλῶ· ἐκ δὲ τοῦ ἀθλῶ, ἆθλα καὶ ἀθληταὶ καλοῦνται. Οὕτως Ὠρίων. καὶ πολλά περ ἀθλήσαντα, ἀντὶ τοῦ κοπιάσαντα, κακοπαθήσαντα
α 401
Ἀθριβίς Πόλις Αἰγύπτου· γράφεται δὲ καὶ
α 402
ἀθλιβίς · ἧς ὁ πολίτης Ἀθλιβίτης. Νικάνωρ δὲ διὰ τοῦ ρ. Τὸ Δέλτα τῆς νησευομένης Αἰγύπτου ἐστὶ κεφαλὴ, κατὰ καρδίας σχῆμα τῶν περιεχομένων Νείλῳ μεθυσκόμενον. Ὅθεν τὸν νομὸν Ἀθριβὴν προσηγόρευσαν. Ὅπερ εἴτις Ἑλληνιστὶ βούλοιτο φράζειν, οὐκ ἄλλως ἔχοι λέξαι, πλὴν καρδίαν. Ἀππίων. Οὕτως Ὠρίων
α 403
Ἀθρόοι Ἄθροος προπαροξύνεται· σημαίνει τὸν αἰφνίδιον. Παροξύνει δὲ τὸν συνηθροισμένον καὶ δασύνει Ὅμηρος· Ἡμεῖς δʼ ἁθρόοι ὧδε. Τὸ ἀθροιστικὸν α δασύνεται. Θροῦς λέγεται τὸ αἰφνίδιον· καὶ κλίνεται θρόος· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀθρόοι, ἄνευ θρόου καὶ ἤχου, ἀψόφητοι
α 404
ἀθροίζω Ἐκ τοῦ θροῦς, ὃ σημαίνει τὸν θόρυβον γίνεται θροΐζω· καὶ κατὰ συναίρεσιν μετὰ τοῦ ἐπιτατικοῦ α, ἀθροίζω
α 405
Ἄθηλον Τὸ μὴ τεθηλακὸς παιδίον
α 406
Ἀθύρ Ὁ μήν. Καὶ τὴν Ἀφροδίτην Αἰγύπτιοι καλοῦσιν Ἀθώρ· καὶ μῆνά γε τὸν τρίτον τοῦ ἔτους ἐπώνυμον ταύτῃ πεποιήκασιν. Ἀπίων ἐν τῷ περὶ ἀπι δ. Οὕτως Ὠρίων
α 407
Ἀθύρματα Παίγνια· παρὰ τὸ ἀθρεῖν θεάματα. Ἢ παρὰ τὸ θύω τὸ ὁρμῶ, θυρῶ καὶ ἀθύρω, καὶ ἄθυρμα. Καὶ
α 408
ἀθύρει παίζει καὶ ἀγωνίζεται
α 409
Ἀθρεῖν Τὸ μετʼ ἐπιτάσεως θεωρεῖν. Θεωρῶ γίνεται, καὶ κατὰ συγκοπὴν καὶ ἐπίτασιν ἀθρῶ. Ἢ ἀπὸ τοῦ δρῶ, τὸ βλέπω, μετὰ τοῦ ἐπιτατικοῦ α, ἀδρῶ, καὶ τροπῇ τοῦ δ εἰς θ
α 410
Ἄθως Ἀκρωτήριον Θρᾴκης. Σοφοκλῆς, Ἄθως σκιάζει νῶτα Λημνίας βούς. Ἐν γὰρ τῇ Λήμνῳ βοῦς χαλκῆ ἵδρυται, ἐφʼ ἣν τοῦ Ἄθω ἡ σκιὰ φθάνει
α 411
Ἀθῷος Ὥσπερ ἀπὸ τοῦ ζῶ ζωὴ, ἰῶ ἰωὴ, οὕτως παρὰ τὸ θῶ, τὸ καταβάλλω καὶ ζημιῶ, θωὴ, ἡ ζημία. Ὁ γὰρ ζημιούμενος καταβάλλεταί τι. Ἐξ αὐτοῦ γίνεται θῳός· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀθῷος, ὁ ἀζήμιος. Ἔχει δὲ τὸ ι ἐκ παραδόσεως· ἐπειδὴ εὕρηται θωϊὴ, ὡς παρὰ Ἀρχιλόχῳ, Ὡς δʼ ἄν σε θωϊὴ λάβοι. Ὤφειλε δὲ προπαροξύνεσθαι. Τὰ γὰρ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκῶν διὰ τοῦ ΟΣ γινόμενα ὀνόματα προπαροξύνονται· κεφαλὴ, ἀκέφαλος· ψυχὴ, ἄψυχος· ὥρα, ἄωρος. Πρόσκειται ἐν τῷ κανόνι, “εἰ μὴ χαρακτὴρ κωλύσει,” διὰ τὸ κάρη, ἀκαρός. Ὀξύνεται γὰρ, ὡς τὸ μαδαρός. Ἀλλʼ ἕτερος κανών ἐστιν, ὁ λέγων, ὅτι τὰ διὰ τοῦ ΩΙΟΣ ἔχοντα τὸ ι ὑπὲρ β συλλαβὰς προπερισπῶνται· χωρὶς τοῦ κολῳὸς, ὃ σημαίνει τὸν θόρυβον· οἷον, Ἀχελῷος, αἰδῷος, ἠῷος. Οὕτως καὶ ἀθῷος. Πρόσκειται “ἔχοντα τὸ ι,” διὰ τὸ λαγωὸς καὶ πατρωός· σημαίνει δὲ τὸν λεγόμενον πατροιόν. Πρόσκειται, “ὑπὲρ δύο συλλαβὰς,” διὰ τὸ κλῳός· σημαίνει δὲ τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι, ἃ λέγονται κλοιά
α 412
Ἀθῶος Σημαίνει τὸν ἐν τῷ Ἄθῳ ὄρει τιμώμενον. Κατὰ τὴν ἀκρίβειαν δὲ ὤφειλεν ἔχειν τὸ ι, καὶ προπερισπᾶσθαι· ἐπειδὴ ἀπὸ τοῦ Ἄθως τοῦ ὄρους ἐγένετο. Τὰ δὲ ἀπὸ τῶν εἰς ΩΣ διὰ τοῦ ΩΟΣ παράγωγα σὺν τῷ ι γράφεται καὶ προπερισπᾶται· οἷον, Μίνως Μινῷος· πάτρως πατρῷος· μήτρως μητρῷος· ἥρως ἡρῷος. Οὕτως καὶ Ἄθως Ἀθῷος ὤφειλεν εἶναι· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἀθῷος, τοῦ ἐπὶ τοῦ ἀζημίου, καὶ τὸ ι ἀποβάλλει, καὶ προπαροξύνεται. Οὕτως ὁ Χοιροβοσκός
α 413
Ἀθώου διός Διὸς ἱερὸν ἐν ἄκρῳ Ἄθῳ τῷ ὄρει, Ἀθώου καλουμένου. Ζήτει εἰς τὸ
α 414
Αἲ Αἲ γὰρ δὴ οὕτως εἴη φίλος ὦ Μενέλαε. Ἐπίρρημα εὐχῆς σημαντικόν· καὶ σημαίνει τὸ εἴθε· γέγονε δὲ ἐκ τοῦ εἰ τοῦ εὐκτικοῦ ἐπιρρήματος. Ἐστὶν γὰρ ΕΙ, ὃ σημαίνει τὸ εἴθε, οἷον, Εἰ γὰρ ὤφελεν, ἀντὶ τοῦ εἴθε. Καὶ πάλιν, Εἴ μοι γένοιτο φθόγγος ἐν βραχίοσι καὶ χερσὶ καὶ κόμαισι καὶ ποδῶν βάσει. Καὶ, Εἴ μοι γένοιτο παρθένος καλή τε καὶ τέρεινα. Τοῦτο τὸ ΕΙ γίνεται ΑΙ τοῦ ε τραπέντος εἰς α
α 415
Αἰάζω Παρὰ τὸ αἲ σχετλιαστικὸν ἐπίρρημα γίνεται αἰάζω, τὸ θρηνῶ, ὡς λίαν λιάζω
α 416
Αἰαίη δολόεσσα Ἡ Μήδεια, ἀπὸ Αἰαίης πόλεως. Ἀπολλώνιος. Λέγεται δὲ καὶ ἡ τῆς Κίρκης νῆσος Αἰαίη, ἡ πλησίον τοῦ ᾅδου οὖσα· ἀπὸ τῶν στεναγμάτων τῶν ἐν αὐτῷ· παρὰ τὸ αἲ αἲ θρηνητικὸν ἐπίρρημα
α 417
Αἶα Ἡ γῆ· παρὰ τὸ γαῖα, ἀποβολῇ τοῦ γ. Ἢ ἀπὸ τοῦ αὔω, τὸ ξηραίνω, αὖα· καὶ τροπῇ τοῦ υ εἰς ι, αἶα
α 418
Αἴγινα Ὄνομα πόλεως. Τὸ ΓΙ, ἰῶτα· τὰ διὰ τοῦ ΙΝΑ διὰ τοῦ ι γράφεται· χωρὶς τοῦ πεῖνα· οἷον, γέρινα, τὸ ἁπαλὸν, Βέμβινα, Καμάρινα, Βέλβινα, ὄνομα πόλεως, Ἅρπινα, ὄνομα ἵππου, ὅπερ τινὲς διὰ δύο ΝΝ γράφουσιν, Καμάρινα, λίμνη δυσώδης, ὡς καὶ ἡ χρῆσις δηλοῖ· Μὴ κίνει Καμάριναν. Οὕτω καὶ Αἴγινα
α 419
Αἴας Ὁ μὲν Λοκρὸς, παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ καὶ πηδῶ, ἀΐξω, ἤϊξα, ἀΐξας, ἡ μετοχὴ, καὶ ἀποβολῇ τοῦ ξ καὶ συναιρέσει, Αἴας. Ἐτυμολογεῖται γὰρ παρὰ τὸ θαρσαλέως καὶ σφοδρῶς αὐτὸν αἴσσειν καὶ ὁρμᾶν ἐν τοῖς πολέμοις. Ὁ δὲ Τελαμώνιος, παρὰ τὸ αἲ αἲ αἰάζω θρηνητικὸν ἐπίρρημα· ὥς φησι Σοφοκλῆς, Αἶ αἶ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς. Νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ, καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω
α 420
Αἶα Ὑπὸ Κυρηναίων τηθὶς καὶ μαῖα, καὶ ἀδελφὴ Κρήτης. Καλεῖται δὲ καὶ κρήνη ἐν Παιονίᾳ, καὶ φυτόν τι· ἔτι δὲ ὁ καρπὸς αὐτῷ ὁμώνυμος
α 421
Αἰγίς Ἡ τοῦ Διός· ἔνθεν αἰγίοχος· αἰγὶς δέ ἐστιν ὅπλον Διὸς ἡφαιστότευκτον, οὐχ, ὥς τινες φασὶν, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς, τῆς ἀναθρεψάσης τὸν Δία, ἀλλʼ ἀπὸ τοῦ τὰς συστροφὰς τῶν ἀνέμων ποιεῖν κινουμένην
κ 2
καταιγίδες οἱ ἄνεμοι. Τὸ δὲ αἰγὶς, παρὰ τὸ αἴσσω, τὸ ὁρμῶ
α 422
Αἰγίοχος Παρὰ τὸ ὀχὴ, ὃ σημαίνει τὴν τροφὴν, καὶ τὸ αἲξ αἰγός. Λέγουσι γὰρ αὐτὸν τεθηλακέναι Ἀμάλθειαν τὴν αἶγα. Οἱ δὲ, ὅτι σκεπαστήριον ἦν αὐτῷ αἰγὶς, ἀπὸ Κρητικῆς αἰγὸς ληφθεῖσα. Ἢ ἀπὸ τοῦ καταιγίζειν τοῖς ἀνέμοις καὶ πνεύμασι· καλεῖται γὰρ αἰγὶς ὁ ἄνεμος. Οἱ δὲ, ἀπὸ τοῦ Αἶγα πρώτην γῆμαι τὴν τοῦ Πανὸς θυγατέρα
α 423
Αἰγιαλός Ἐτυμολογεῖται παρὰ τὸ τὴν αἶαν γείτονα εἶναι τῆς ἁλός· ἢ ἀπὸ τοῦ γαίω· ἢ ἀπὸ τοῦ δίκην αἰγὸς ἅλλεσθαι
α 424
Αἰγιόχοιο Αἱ διὰ τοῦ ΟΙΟ, Θετταλικαὶ γενικαί
α 425
Αἰγίλιψ Ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ. Δύσβατος καὶ ὑψηλὸς τόπος· γέγονε δὲ παρὰ τὸν λείψω μέλλοντα, λείψ· καὶ ἀποβολῇ τοῦ ε, λὶψ, καὶ ἐν συνθέσει μετὰ τῆς αἲξ γίνεται αἰγίλιψ, εἰς ἣν καὶ αἲξ οὐ δύναται ἀναβῆναι. Οὕτως Ὠρίων. Ἔστι δὲ καὶ ῥητορικὴ ἡ λέξις
α 426
Αἰγίλουρος Αἴλουρος, καὶ πλεονασμῷ τῆς ΓΙ συλλαβῆς, αἰγίλουρος
α 427
Αἰγοφάγος Ὁ Ζεὺς, ὡς παρὰ Νικάνδρῳ ἐν Θηριακοῖς
α 428
Αἰγιάλεια Ὄνομα κύριον· Ἀδράστου μὲν θυγάτηρ, Διομήδους δὲ γυνή
α 429
Αἴγισθος Παρὰ τὸ θῶ, τὸ θηλάζω, καὶ τὸ αἲξ, Αἴγιθος· καὶ πλεονασμῷ τοῦ ς, Αἴγισθος. Ἱστοροῦσι γὰρ αὐτὸν αἰγείῳ γάλακτι τροφῇ χρήσασθαι. Οὕτως Ὠρίων
α 430
Αἰγάς Ἑλίκην τε καὶ Αἰγάς. Αἰγὰς δὲ καλοῦσι τὰς ἐν Πελοποννήσῳ πόλεις Εὐβοίας. Τὸ ἐθνικὸν, Αἰγαῖος
α 431
Αἰγαίων Ὁ ἥλιος. Παρὰ τὸ αἴγλη αἰγλαίων, καὶ ἀποβολῇ τοῦ λ, ὡς παρώνυμον. Ἢ ἀπὸ τοῦ ταῖς ἀκτῖσιν αἴσσειν. Ἢ ἀπὸ τοῦ γῶ τὸ γαυριῶ, γαίων· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α, ἀγαίων· καὶ πλεονασμῷ τοῦ ι, αἰγαίων
α 432
Αἰβοῖ Ὡς οἴμοι· τίθεται καὶ ἐπὶ θαυμασμοῦ
α 433
Αἰγιναῖα Τὰ ῥωπικὰ φορτία· καὶ οἱ πιπράσκοντες
α 434
αἰγιναιοπῶλαι. Ἐλέγετο δὲ καὶ τὰ μεγάλα
α 435
αἰγιναῖα ἀπὸ τοῦ νομίσματος· καὶ γὰρ τὸ Αἰγιναῖον τάλαντον πλεῖον ἠδύνατο τοῦ Ἀττικοῦ. Ἔλεγον δὲ τοὺς μὲν πολίτας, Αἰγινήτας· τὰ δὲ ἐκ τῆς νήσου, Αἰγιναῖα· καὶ Αἰγιναῖος ὀβολός
α 436
Αἰγιάλεια Ἡ νῦν Ἀχαΐα καὶ Αἰγιαλεῖς
α 437
Αἰγιάδες Ὑμένες ἐν τοῖς ὀφθαλμοῖς. Καὶ τὰς ἐν τοῖς ὀφθαλμοῖς ὑπολεύκους οὔλας, αἰγιάδας λέγει
α 438
Αἰγίλωψ Πόα τὶς, καὶ πάθος
α 439
Αἰγίποψ Ἀετὸς ὑπὸ Μακεδόνων
α 440
Αἰγίς Ἡ κατάϊξ, καὶ ἡ ὀξεῖα πνοὴ, καὶ αἱ ἀποστίλψεις τῶν ὀφθαλμῶν
α 441
Αἰγαί Τῆς Εὐβοίας, νῆσος δυσχείμερος· ἀφʼ ἧς καὶ τὸ πέλαγος Αἰγαῖον ἐκλήθη. Οἱ δὲ, ἀπὸ Ποσειδῶνος οὕτως ὠνομάσθη, οὕτως γὰρ λέγεται ὁ θεός· οἱ δὲ, ἀπʼ Αἰγέως, τοῦ πατρὸς Θησέως, κατακρημνίσαντος ἑαυτὸν ἀπὸ τῆς ἀκροπόλεως εἰς τὴν θάλασσαν. Οὐ · πολὺ γὰρ ἀπέχει ἡ ἀκρόπολις τῆς θαλάσσης περιπλέοντι τὴν νῆσον
α 442
Αἰγανέα Ἀκόντιόν τι μικρόν· ἀπὸ τοῦ ἄγαν ἵεσθαι, ὅ ἐστι πορεύεσθαι καὶ πέμπεσθαι, ἢ νεῖσθαι, ἢ διὰ τὸ ἀγκύλην τὴν ἐξ αἰγείου δέρματος γεγενημένην. Ἢ διὰ τὰς αἶγας· ἐπʼ αὐτὰς γὰρ μάλιστα ἵενται. Ἢ διὰ τὸ εὐθετεῖν αὐτὰς εἰς αἰγῶν ἄγρας
α 443
Αἴγειος Τὸ ΓΕΙ, δίφθογγον, ὡς μέρος σώματος. Δωρικὸν αἰγαῖος. Οἱ γὰρ Δωριεῖς τὸ ΕΙ ΑΙ λέγουσι. Τὸ γὰρ κύπειρον κύπαιρον λέγουσι, καὶ τὸ αἴγειον αἰγαῖον πέλαγος
α 444
Αἴγειρος Διὰ τῆς ΕΙ διφθόγγου. Εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι, ὡς τὸ, Καὶ αἰγέρων ἔφυσαν εὐγενέστεραι. Ἤτοι εὐθαλέστεραι καὶ εὐθρεπτότεραι. Καὶ ὅτι τὰ εἰς ΡΟΣ ῥηματικὰ τῇ ΕΙ διφθόγγῳ παραλήγεται· οἷον, μάσσω, μάγειρος· πέπτω, πέπειρος· ὀνῶ, ὄνειρος· σημαίνει δὲ τὸ ὀνῶ, τὸ ὠφελῶ· πολλοὶ γὰρ ἐκ τῶν ἰδίων ὀνείρων ὠφελήθησαν. Οὕτως οὖν καὶ αἴσσω, αἴγειρος· ἢ παρὰ τὸ αἴρω, τουτέστιν εἰς ὕψος αἴρεσθαι καὶ αὐξάνεσθαι· ἐπὶ πολὺ γὰρ ὕψος πρόεισι καὶ αὔξεται τὸ φυτόν. Καὶ Ὅμηρος, Μακεδνῆς αἰγείροιο. Τῇς μηκεδανῆς καὶ ὑψηλῆς· παρὰ τὸ μῆκος, ἢ παρὰ τὸ ἐκ τῆς ἔρας αἴσσειν καὶ κινεῖσθαι, ἢ παρὰ τὸ κατάγνυσθαι ὑπὸ τῶν ἀνέμων. Τὸ δὲ Κάμιρος οὐκ ἔστι ῥηματικὸν, ἀλλʼ ὄνομα κύριον. Δεῖ δὲ γινώσκειν, ὅτι καὶ τὸ παρὰ Θεοκρίτῳ, οἷον, Καὶ ἀπʼ Αἰγίρω ἰσχάδα τρώγοις, διὰ τοῦ ι γράφεται, ἀπὸ τοῦ Αἴγιρον. Ἔστι δὲ τὸ Ἄγιρον ὄνομα πόλεως. Τινὲς δὲ διὰ τῆς ΕΙ διφθόγγου γράφουσιν αὐτό· οἷον Ἀπʼ αἰγείρω ἰσχάδα τρώγοις. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ
α 445
Αἴγλη Παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ, καὶ τὸ λίαν γίνεται αἴγλη, πάνυ γάρ ἐστιν ὁρμητικόν. Σημαίνει δὲ τὴν λαμπηδόνα. Οὕτως εὗρον ἐν Ἐπιμερισμῷ τοῦ ψαλτηρίου
α 446
Αἰγλῆντα Ἀπὸ τοῦ αἴγλη αἰγλήεις αἰγλήεντα, καὶ αἰγλῆντα κατὰ κρᾶσιν
α 447
Αἰγυπιός Οἱ μὲν, εἶδος ἀετοῦ· οἱ δὲ τοὺς γύπας ἐξεδέξαντο. Αἰγυπιὸς οὖν παρὰ τὸ ἀΐσσω
α 448
Αἴγυπτος Ἀπὸ Αἰγύπτου βασιλέως, τοῦ Βήλου. Ἢ ἀπὸ Αἰγύπτου τοῦ Νείλου· ὁ γὰρ Νεῖλος πρότερον Αἴγυπτος ἐκαλεῖτο. Ἢ αἰγίποτος καὶ αἴγιπτος, παρὰ τὸν τράγον, ὃν Αἰγύπτιοι σέβουσιν, ἐξαιρέτως δὲ τοὺς Μενδησίους. Ἢ διὰ τὸ αἶγας πίονας ἔχειν. Ἢ ἐγγύποτος καὶ αἴγυπτος, ὡς ἐγγίζουσα τῷ ποτῷ, ἢ τῷ ποταμῷ. Οὕτως Ὦρος ὁ Θηβαῖος. Ἢ παρὰ τὸ αἴθω τὸ καίω. Οἱ γὰρ ἐν Αἰγύπτῳ ἄνθρωποι κεκαυμένοι εἰσὶν ἐκ τῆς σφοδρᾶς τοῦ ἡλίου φορᾶς. Σημαίνει δὲ τρία· τὴν χώραν, ὡς τὸ, Αἴγυπτον δέ με θυμὸς ἄγωγε. Καὶ τὸν ποταμὸν τὸν Νεῖλον, ὡς τὸ, Στήσας δʼ ἐν Αἰγύπτῳ ποταμῷ νῆας. Καὶ, Αἰγύπτοιο διϊπετέος ποταμοῖο, τοῦ διαφανοῦς καὶ μεγάλου. Καὶ παρὰ τῷ Θεολόγῳ τὴν ἁμαρτίαν, ὡς Ἐντεῦθεν Αἴγυπτον φεύγομεν τὴν σκυθρωπὴν καὶ διώκτριαν ἁμαρτίαν
α 449
Αἰγυπτιάζειν Τὸ πανουργεύειν, καὶ κακοτροπεύεσθαι
α 450
Αἰδοῖος Αἰδοῦς καὶ τιμῆς ἄξιος· οἷον, Αἰδοῖός τέ μοι ἐσσὶ, φίλε ἑκυρὲ, δεινός τε. Ἀπὸ τοῦ αἰδὼς γίνεται αἰδῷος, ὥσπερ ἠῷος καὶ ἡρῷος· καὶ κατὰ τροπὴν Βοιωτικὴν τῆς ΩΙ διφθόγγου εἰς ΟΙ, ἠοῖος καὶ αἰδοῖος. Ἔχει δὲ τὸ αἰδῷος τὸ ι προσγεγραμμένον· ὅτι τὰ ἀπὸ τῶν εἰς ΩΣ διὰ τοῦ ΩΟΣ παράγωγα σὺν τῷ ι γράφονται καὶ περισπῶνται· Μίνως, Μινῷος· ἥρως, ἡρῷος· πάτρως, πατρῷος· ἠὼς, ἠῷος· καὶ αἰδὼς, αἰδῷος. Οὕτως ὁ Χοιροβοσκὸς εἰς τὸ περὶ Ποσότητος. Ἔστι δὲ εἴδους τῶν παραγώγων κτητικοῦ. Πόσοι τύποι τῶν κτητικῶν; Δύο· ὅ τε εἰς ΚΟΣ, καὶ ὁ εἰς ΟΣ. Καὶ ἄλλως· Πόσας. καταλήξεις ἐπιδέχονται τὰ εἰς ΟΣ κτητικὰ, καὶ πόσας παραλήξεις; καὶ τίνα εἰσὶ τὰ ὄντα καὶ τύπῳ καὶ σημαινομένῳ κτητικά; τίνα μὲν τύπῳ κτητικὰ, σημαινομένῳ δὲ οὐκέτι; Καταλήξεις μὲν, δύο· τήν τε εἰς ΚΟΣ, καὶ τὴν εἰς ΟΣ καθαρόν· ὡς ἀνθρώπειος, ἄρνειος, Ἀριστάρχειος· Πλατωνικὸς, Δημοσθενικός. Παραλήξεις δὲ, ὀκτώ· τῶν εἰς ΚΟΣ, τέσσαρας· καὶ τῶν εἰς ΟΣ, τέσσαρας. Καὶ τῶν μὲν εἰς ΚΟΣ, αὗταί εἰσιν· ἢ γὰρ τῷ ι παραλήγεται, ὡς τὸ Ἑλληνικὸς, Ῥωμαϊκός· ἢ τῷ ἄλφα, ὡς τὸ Ῥοδιακός· ἢ τῷ υ, ὡς τὸ Λιβυκὸς, ἁλυκὸς, καὶ πλεονασμῷ τοῦ ρ, ἁλυκρός· ἢ τῇ ΕΙ διφθόγγῳ, ὡς τὸ Κεραμεικὸς, Δαρεικός. Τῶν δὲ εἰς ΟΣ καθαρὸν, αὗται· ἢ τῇ ΕΙ διφθόγγῳ, ὡς τὸ Ὁμήρειος, Ἑκτόρειος· ἢ τῇ ΑΙ διφθόγγῳ, ὡς τὸ ταλαντιαῖος· ἢ τῇ ΟΙ διφθόγγῳ, ὡς τὸ παντοῖος, ἀλλοῖος· ἢ τῷ ΩΙ, ὡς τὸ πατρῷος, ἡρῷος. Ὅθεν τὸ αἰδοῖος ἐκ τοῦ αἰδῷος κτητικοῦ γίνεται, κατὰ τροπὴν Αἰολικὴν τῆς ΩΙ διφθόγγου εἰς ΟΙ. Ἐκεῖνα δέ ἐστι τῷ τύπῳ καὶ τῷ σημαινομένῳ κτητικὰ, ὅσα εἰς τὴν γενικὴν τοῦ πρωτοτύπου ἀναλύονται· οἷον, γραμματικὸς λόγος, ὁ τοῦ γραμματικοῦ· Ἀριστάρχειος βίβλος, ἡ τοῦ Ἀριστάρχου. Ὅσα δὲ οὐκ ἀναλύονται εἰς τὴν τοῦ πρωτοτύπου γενικὴν, ταῦτα τῷ μὲν τύπῳ εἰσὶ κτητικά· καθότι τὰ εἰς ΚΟΣ κτητικὰ τῷ ι παραλήγεται, πλὴν τοῦ Κεραμεικὸς, Εὐβοεικὸς, Δαρεικὸς, καὶ Δεκελεικός· τῷ δὲ σημαινομένῳ οὐκ ἔστι κτητικά· ὀφθαλμικὸν γὰρ ἰατρὸν, οὐ τὸν τοῦ ὀφθαλμοῦ λέγομεν, ἀλλὰ τὸν τὸν ὀφθαλμὸν ἰατρεύοντα, ὁμοίως δὲ καὶ ἡπατικὸν ἄρρωστον, οὐ τὸν τοῦ ἥπατος λέγομεν, ἀλλὰ τὸν τὸ ἧπαρ ἀλγοῦντα. Εἴδη δὲ τοῦ κτητικοῦ, τρία· οἰκειωτικὸν, συνεκφαντικὸν, μετουσιαστικόν· οἰκειωτικὸν μὲν, τὸ οἰκείωσιν ἔχον πρὸς τόπον· οἷον, οὐράνιος, ἐπίγειος, θαλάσσιος, Κύπριος, Ῥόδιος, γήϊνος· συνεκφαντικὸν δὲ, τὸ συνεκφαῖνόν τι μεθʼ ἑαυτοῦ· οἷον, γραμματικός· συνεκφαίνει γὰρ τὴν γραμματικήν· καὶ ἀστρονομικὸς ὁμοίως καὶ ῥήτωρ καὶ φιλόσοφος· μετουσιαστικὸν δέ ἐστι, τὸ μετέχον οὐσίας τινός· οἷον κέδρινος, Κέδρινον ὑψόροφον Ὅμηρος· δερμάτινος, χάλκειος, χρύσειος σταυρὸς, βρότειος χείρ. Διαφέρουσι δὲ τὰ μετουσιαστικὰ τῶν μέρος σώματος δηλούντων· ὅτι τὰ μὲν μετουσιαστικὰ, ἀπὸ ἀψύχων· τὰ δὲ δηλοῦντα μέρος σώματος ἀπὸ ἐμψύχων παράγονται
α 451
Αἰγυπτῶσαι Μελᾶναι καὶ ἐπικαῦσαι
α 452
Αἰηνά Τὰ μικρὰ τῶν δένδρων, καὶ ἄκαρπα· οἱ δὲ, ξηρά. Ἄλλοι
α 453
αἰηνὲς αἰώνιον, καὶ τὸ βλαβερόν
α 454
Αἰητόν Ἐπὶ τοῦ Ἡφαίστου, πνευστὸν, ἢ πυρῶδες· οἱ δὲ μέγα· ἄλλοι, τὸ μεθʼ ὁρμῆς· οἱ δὲ, ὡς αἰετός
α 455
Αἰδώς Τιμὴ, φόβος, αἰσχύνη, ὄνειδος. Πόθεν αἰδώς; Παρὰ τὸ αἰδῶ, τὸ ἐντρέπομαι· ἢ παρὰ τὸ εἴδω, τὸ βλέπω· καὶ μετὰ τοῦ στερητικοῦ α ἀείδω, τὸ οὐ βλέπω· καὶ ἀποβολῇ τοῦ ε, καὶ συναιρέσει τοῦ α ι εἰς τὴν ΑΙ δίφθογγον. Ἢ ἐκ τῆς ἄϊς εὐθείας. Ἢ ἐκ τῆς ᾅδου γενικῆς κατὰ μεταπλασμόν
α 456
Αἰδομένω Αἰδεσθέντε· Τὼ μὲν τάρβησάν τε, καὶ αἰδομένω βασιλῆα στήτην. Αἰδέω αἰδῶ, τὸ ἐντρέπομαι· ἐξ οὗ καὶ αἴδημι. Τοῦτο παρὰ τὸ αἰδώς· τοῦτο παρὰ τὸ εἴδω τὸ βλέπω· καὶ μετὰ τοῦ στερητικοῦ α, ἀειδὼς καὶ αἰδώς. Οἱ γὰρ ἐντρεπόμενοι συστέλλουσι τὰ ὄμματα
α 457
Αἰδέομαι Ἀπὸ τοῦ αἰδῶ· Αἰδέομαι Τρῶας. ὁ μέλλων αἰδέσω, ὁ μέσος μέλλων αἰδέσομαι, τὸ τρίτον αἰδέσεται τὸ αἰδεσθῆ· ἡ μετοχὴ, αἰδεόμενος αἰδούμενος· τὸ δυϊκὸν, αἰδεομένω· καὶ ἀποβολῇ τοῦ ε, αἰδομένω. Οὕτως εὗρον ἐν Ἐπιμερισμοῖς τῆς α
α 458
Αἰδῶ Ἰστέον ὅτι ἡ αἰδὼ, ὅτε μέν ἐστιν εὐθεῖα, ὀξύνεται, ὡς Λητὼ καὶ Σαπφώ· ὅτε δὲ αἰτιατικὴ, περισπᾶται, ὡς ἐνταῦθα, Τά τʼ αἰδῶ ἀμφικαλύπτει. Οὐ γὰρ πτωτικόν ἐστι τὸ ω, ἀλλʼ ἀπὸ κράσεως· ἀπὸ γὰρ τοῦ αἰδόα γίνεται αἰδῶ. Οὕτως εὗρον ἐν ὑπομνήματι Ἰλιάδος
α 459
Αἰδοίους Τοὺς ἱκέτας λέγει, διὰ τὸ ἀξίους εἶναι αἰδοῦς καὶ ἐντροπῆς, ἐν τῷ, Οὐ γὰρ τοὔνεκʼ ἐγώ ςʼ αἰδήσομαι. Οὐ διὰ τὸ ψεύδεσθαί σε περὶ Ὀδυσσέως διὰ τοῦτο προσήσομαί σε ὡς ἱκέτην. Αἰδεῖσθαί θʼ ἱερῆα. Καὶ, Αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσι. Προσδεκτὸς μετὰ αἰδοῦς. Ἐξηγεῖται οὖν τί ποτέ ἐστιν ὁ αἰδοῖος, ἐπενεγκὼν, Σόν τε ῥόον, σά τε γούναθʼ ἱκάνω. Ἀντὶ τοῦ, ἱκετεύω
α 460
Αἴδω Ἀπὸ τοῦ εἴδω γίνεται ἀείδω, καὶ κράσει αἴδω. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ τί τὸ α, μακρὸν ὂν, τρέπεται ἐν τῷ παρατατικῷ; Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰς τὰ τελεώτατα μεγέθη δεῖ τὰς ἐπεκτάσεις γίνεσθαι, τὰ δὲ φύσει μακρὰ τὸ τελεώτατον ἔχει μέγεθος. Οὕτως Ζηνόβιος
α 461
Αἰδοῖα Παρὰ τὴν αἰδῶ. Γυμνῶσαι γὰρ ἢ ὀνομάσαι ταῦτα αἰδούμεθα. Ἢ παρὰ τὸ ἀνοιδαίνειν ἐν τῇ συνουσίᾳ ὀργῶντα. Ἔστιν οὖν Ἰωνικὸν οἰδοῖα· καὶ τροπῇ τοῦ ο εἰς ἄλφα, αἰδοῖα. Οὕτως Ὠρίων
α 462
Αἰδοιέστατος Ἰστέον ὅτι τὸ ἀρχέστατον, καὶ τὸ αἰδοιέστατον καὶ ἀφθονέστατον, ποιητικά εἰσι, κατʼ ἔθος Ἰώνων γινόμενα. Τὰ γὰρ διὰ τοῦ ο συγκριτικὰ οὗτοι διὰ τοῦ ΕΣ προφέρουσιν· οἷον, δικαιέστερος, καὶ ἀρχέστερος, καὶ ἀφθονέστερος. Ὤφειλον γὰρ τὰ προειρημένα δικαιότερος εἶναι, καὶ αἰδοιότερος, καὶ ἀφθονώτερος, καὶ ἀρχαιότερος. Οὕτω Φιλόξενος εἰς τὸ περὶ Συγκριτικῶν. Ὥσπερ δὲ οὗτοι διὰ τοῦ ΕΣ σχηματίζουσιν, οὕτως καὶ οἱ Ἀττικοὶ διὰ τοῦ ΙΣ, ποτίστατον λέγοντες καὶ λαγνίστατον καὶ ψευδίστατον· καὶ, Λαλίστερον εὕρηκά σε καὶ πτωχίστερον καὶ ψευδίστατον. Ἀριστοφάνης. Πλάτων· Ἵνʼ ἀπαλλαγῶμεν ἀνδρὸς ἁρπαγιστάτου· καὶ κλεπτίστατος καὶ πληκτίστατος λέγουσιν. Ὁμοίως καὶ διὰ τοῦ ΑΙ, ἰσαίτατα, ἀσμεναίτατα, προυργιαίτατα, ἡσυχαίτερον. Ἀσμεναίτατα μέντοι Πλάτων ἐν α Πολιτείας· καὶ ἰσαίτερα, καὶ πλησιαίτερον, καὶ ἡσυχαίτατα. Ξενοφῶν δὲ, καὶ φιλαίτατα
α 463
Αἰέλιοι Οἱ ἀδελφὰς γυναῖκας ἔχοντες· οἱ δὲ συγγενεῖς καλοῦσιν αὐτὰς καὶ ἀελίους. Τοῦ δὲ
α 464
ἀεὶ δώδεκα εἰσὶν αἱ φωναί· ἃς εὑρήσεις εἰς τὸ
α 465
Αἰέν Ἐπίρρημα χρόνου δηλωτικόν· σημαίνει δὲ τὸ διηνεκῶς· καὶ ἔστι ποιητικόν. Τριχῶς δὲ οἶδε τοῦτο ὁ ποιητὴς, αἰὲν, ἀεὶ, αἰεί
α 466
Αἰεί Ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων. Σημαίνει οὖν τὸ συνεχῶς προΐεσθαι, ὡς δοκεῖν νεωστὶ αὐτὰς ἔρχεσθαι. Καὶ γὰρ τοῖς μὲν ἄλλοις ζώοις ἡ πτῆσις ἀποτεταμένη γίνεται· αἱ δὲ μέλισσαι, βραχεῖαν τὴν κίνησιν ποιούμεναι, ἐφίζουσι τοῖς ἄνθεσι, καὶ ἐπαρθεῖσαι πέτονται πάλιν, καὶ πάλιν ἐφίζουσι. Κατʼ ὀλίγον οὖν ἡ πτῆσις, ὥσπερ ἄρτι ἐρχομένων γίνεται· ὥστε καὶ φαντασίαν ποιεῖν ὡς ἄρτι ἐξορμᾶσθαι
α 467
Αἰειγενέτῃσι Τοῖς ἀεὶ τελεσιουργοῦσιν· ἢ τοῖς ἀεὶ ὑπάρχουσιν. Ἡ εὐθεῖα, αἰειγενέτης, ἐκ τοῦ ἀεὶ καὶ τοῦ γενέτης. Καὶ ἐκ τοῦ γείνω, τὸ ὑπάρχω, γενῶ γενέτης. Ἢ ἐκ τοῦ γείνω τὸ γεννῶ
α 468
Αἰένοικος Ἀΐδιος οἶκος καὶ ἀδιάλειπτος
α 469
Αἰέλουρος Τοῦτο οὐκ ἔστι πλεονασμὸς, ἀλλʼ ἀντίθεσις· παρὰ γὰρ τὸ αἰόλον καὶ τὴν οὐρὰν ἐτυμολογεῖται αἰέλουρος. Οὕτως Ἡρωδιανὸς περὶ Παθῶν
α 470
Αἰετός Οἷον, Αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον. Καὶ, Αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν. Ἤτοι μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα. Γέγονε δὲ αἰετὸς παρὰ τὸ ἀΐσσειν· ὅθεν καὶ ἀναλογώτερον οἱ Ἀττικοὶ ἀετὸς λέγουσι, χωρὶς τοῦ ἰῶτα, ὡς κλαίω, κλάω. Οὕτως Ὠρίων
α 471
Αἰετός Τὸ πτηνὸν ζῷον, καὶ τὸ ὀρόφωμα
α 472
Αἰζηός Νεανίας. Παρὰ τὸ ἀεὶ, καὶ τὸ ζέω, ὁ ἀεὶ ζέων καὶ ἀκμάζων κατὰ τὴν ἡλικίαν, γίνεται αἰζεός· καὶ κατʼ ἐπαύξησιν τοῦ ε εἰς ἦτα, αἰζηός. Καὶ ἀπὸ τοῦ ἀεὶ ζεῖν τὸ αἷμα τῆς ἡλικίας, τουτέστι, θερμὸν εἶναι. Ἐπειδὴ τὰ εἰς ΟΣ λήγοντα καθαρὸν ἁπλᾶ κατὰ τὴν κοινὴν διάλεκτον τῷ ἦτα παραληγόμενα οὐκ ἔστιν εὑρεῖν, εἰ μὴ τὸ αἰζηὸς, καὶ πηός· καὶ αὐτὰ ἐκ πάθους. Πρόσκειται, “κατὰ τὴν κοινὴν διάλεκτον,” ἐπεὶ τὸ παληὸς, ἀρχηὸς, καὶ Ἀχηὸς, Βοιώτιά εἰσι, κατὰ τροπὴν τῆς ΕΙ διφθόγγου εἰς ἦτα, ὡς τὸ ὄρηος καὶ λύκηος, Λακωνικά. Πρόσκειται “ἁπλᾶ,” διὰ τὸ πολυνηὸς, εὐνηὸς, ἐχενηός· παρὰ γὰρ τὸ νηὸς συνετέθησαν. Δεῖ γινώσκειν, ὅτι οὐκ ἔχει τὸ ἰῶτα προσγεγραμμένον· Ἀπολλώνιος δὲ ὁ τοῦ Ἀρχιβίου σὺν τῷ ἰῶτα οἶδεν αὐτὸ, λέγων γεγονέναι ἐκ τοῦ αἰζήϊος. Πρὸς ὃν ἀντιλέγει ὁ τεχνικὸς, ὅτι εἰ ἦν ἀπὸ τοῦ αἰζήϊος, οὐκ ὤφειλεν ὀξύνεσθαι, ἀλλὰ προπερισπᾶσθαι. Ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται· οἷον, Ἀχελώϊος, Ἀχελῷος· ὑπερώϊον, ὑπερῷον. Λέγει δὲ ὁ τεχνικὸς, ὅτι, ὥσπερ ἀπὸ τοῦ Αἰτωλὸς γίνεται Αἰτώλιος κατὰ παραγωγὴν, τοῦ αὐτοῦ σημαινομένου φυλαττομένου, καὶ ἀπὸ τοῦ κάπρος κάπριος· οὕτω καὶ ἀπὸ τοῦ αἰζηὸς αἰζήϊος
α 473
Αἰήτης Ὄνομα κύριον κατὰ πλεονασμὸν τοῦ ι. Ἀήτης γάρ. Ἀπολλώνιος· Αἰήτη, κείνην μὲν ἄφαρ δείχευαν ἄελλαι. Ἔδει δὲ εἰπεῖν Αἰήτα, ὡς τοξότης τοξότα, Ὀρέστης Ὀρέστα· ἀλλʼ Ἰωνικῶς ἔτρεψε τὸ ἄλφα εἰς ἦτα
α 474
Αἰηνές Τὸ δεινὸν καὶ πολύστονον. Ἀρχίλοχος· Προύθηκε παισὶ δεῖπνον αἰηνὲς φέρων. Εἴρηται δὲ παρὰ τὸ αἲ αἴ. Ἢ τὸ αἰώνιον. Κατὰ τοῦτο γὰρ οὐκ ἔστι φαγεῖν τὸν ἀποθνήσκοντα. Οὕτως Μεθόδιος
α 475
Αἶθος Ἰστέον ὅτι αἶθός ἐστιν ὁ αἴθων, παρὰ τὸ αἴθω, τὸ καίω· αἰθὸς δὲ, ὁ αἰθόμενος, τουτέστιν ὁ καιόμενος. Οὕτω Φιλόξενος εἰς τὰ ῥηματικὰ αὐτοῦ
α 476
Αἰετὸς αἴθων πυρώδης, καυστικός. Καὶ
α 477
αἴθωνι σιδήρῳ τῷ λαμπρῷ καὶ ὀξεῖ. Ἐπὰν γὰρ ὁ σίδηρος ὀξυνθῇ, λαμπρότερος γίνεται· καὶ
α 478
αἴθωνας λέβητας τοὺς πρὸς τὸ πῦρ ἐπιτηδείους, τοὺς καλουμένους
α 479
Αἰθούσῃσι Στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. Ἢ αἴθουσαι, διὰ τὸ αἴθεσθαι ἐν αὐταῖς τοῦ χειμῶνος. Ἢ διὰ τὴν τοῦ ἡλίου βολήν
α 480
Αἰθιοπία Παρὰ τὸ αἰθίοψ. Τοῦτο παρὰ τὸ αἴθω· τοῦτο παρὰ τὸ δαίω τὸ καίω ἐστὶν κατὰ τροπήν
α 481
Αἴθοπα Οἶνον τὸν μέλανα, ἢ τὸν ποιοῦντα ἐρυθρούς· ἢ τὸν καυστικόν. Ἐπὶ δὲ τὸν χαλκὸν, σημαίνει τὸν λαμπρὸν καὶ αἰθομένην ὄψιν ἔχοντα
α 482
Αἴθουσαι Αἱ στυλωταὶ καθέδραι, περίστυλα ἔχουσαι· ἀπὸ τοῦ αἴθεσθαι ἐν αὐταῖς τὰ πυρά· οἷον, Πῦρ ἕτερον μὲν ὑπʼ αἰθούσης εὐερκέος αὐλῆς. Ἢ, ὡς ἔνιοι, καταλαμπόμεναι. Σημαίνει οὖν τὴν καταφωτιζομένην στοὰν, καὶ τὴν μετὰ τὸν πυλῶνα παστάδα
α 483
Αἰθαλόεν Λέγεται τὸ καῦμα, καὶ ἡ πυρίκαυστος ὕλη τῶν ὀρῶν. Καὶ
α 484
αἶθοψ ὁ διάπυρος, ἢ ἐρυθρός
α 485
Αἰθύσσειν καὶ ἀναιθύσσειν Ῥίπτειν, πλεῖν, φέρεσθαι· ἀπὸ τῆς αἰθυίας, τῆς ἐναλίας κορώνης. Καὶ
α 486
αἴθυσμα ὁμοιότητα, ἢ σκίασμα, ἢ κίνημα
α 487
Αἴθρα Τὸ κοινόν· καὶ Ἀττικὸν
α 488
αἴθρη. Σημαίνει δὲ δύο· κύριον ὄνομα, Αἴθρη Πιτθῆος θυγάτηρ. καὶ τὴν αἰθρίαν, ἤγουν τὴν κατάστασιν τοῦ ἀέρος· ἤγουν τὸν εὐδιηνόν· Ποίησον δʼ αἴθρην
α 489
Αἰθήρ Παρὰ τὸ ἀεὶ θεῖν κυκλοφορικῶς· φησὶν Ἀριστοτέλης περὶ Κόσμου
α 490
Αἰθίοψ Παρὰ τὸ αἴθω τὸ καίω, καὶ τὸ ὢψ ὠπὸς, ὃ σημαίνει τὸν ὀφθαλμὸν καὶ τὸ πρόσωπον, ὁ κεκαυμένην ἔχων τὴν πρόσοψιν. Λέγεται γὰρ ἐκεῖσε σφοδρότερον αἴθειν τὸν ἥλιον
α 491
Αἰθέρα Τὸν οὐρανὸν καὶ ἀέρα· καὶ ἐπὶ ἐμπρησμοῦ. Καὶ
α 492
Αἴθινα Ξύλα εὔκαυστα· καὶ
κ 3
καπνὸς αἴθινος ὁ δριμὺς, ἢ μέλας
α 493
Αἰθόλικας Τὰς περὶ τὴν ἐπιφάνειαν φλυκτίδας
α 494
Αἴθων Ἀνδρεῖος, ἢ πολεμικὸς, ἰσχυρός· ἢ ἵππου χρῶμα. Τὸν δὲ λέβητα, ἀπὸ τοῦ αἴθεσθαι. Οἱ δὲ, λαμπρὸν, ἢ μέλανα, καὶ πολιόν. Τὸν δὲ λέοντα, τὸν κατὰ ψυχὴν ἔμπυρον· ἢ δασὺν, ἢ μέγαν. Καὶ
λ 2
λιμὸν αἴθωνα τὸν μέγαν, ἢ ἑαυτὸν φονεύοντα
α 495
Αἴθω Τὸ καίω ἐκ τοῦ δαίω τὸ καίω, ὑπερβιβασμῷ αἴδω, καὶ τροπῇ τοῦ δέλτα εἰς θῆτα, αἴθω. Ἐκ τούτου
α 496
Αἰθάλη Αἰθάλη ἐκαλεῖτο ἡ Λῆμνος, ἴσως ἀπὸ τῶν ἀναδιδομένων αἰθαλῶν ἐκ τῶν Ἡφαίστου χαλκείων. Αἰθαλίτης τὸ ἐθνικόν. Ἀπὸ δὲ τοῦ Αἰθάλεια, αἰθαλείτης, ὁ καπνώδης. Αἰθάλη δὲ, παρὰ τὸ αἴθω τὸ καίω γέγονε
α 497
Αἰθαλίδης Οἷον, Αἰθαλίδην κήρυκα θοὸν, τῷ πάρεστι μέλεσθαι ἀγγελίης, καὶ σκῆπτρον ἐπέτραπεν Ἑρμείης. Ὁ Αἰθαλίδης Ἑρμοῦ παῖς ἦν ἑτερήμερος, καὶ μίαν ἡμέραν ὑπὸ τὸν ᾅδην διῆγεν, ἑτέραν δὲ ἐπὶ τὴν γῆν
α 498
Αἰθάλειος Τὰ ἀπὸ τῶν εἰς ΛΟΣ βαρυτόνων ὑπὲρ δύο συλλαβὰς ὄντων μὴ ἐθνικὰ διὰ τῆς ΕΙ διφθόγγου γράφονται· αἴολος αἰόλειος, ὁ ποικίλος· αἴθαλος, αἰθάλειος· σημαίνει δὲ τὸν καπνόν· δαίδαλος, ὁ ποικίλος, δαιδάλειος· μεγάλος, μεγάλειος, ὡς ἀπὸ τοῦ μεγάλεος. “Βαρύτονα” πρόσκειται, διὰ τὸ ὀμφαλὸς, ὀμφάλιος· “μὴ ἐθνικὰ,” διὰ τὸ Εὐαιμόνιος
α 499
Αἰθρηγενέτης Ὁ βορέας ὁ αἰθρίαν γεννῶν· ἢ ὁ αἴθρου καὶ ψύχους αἴτιος
α 500
Αἴθρῳ Τῷ ψύχει· ἀπὸ τῆς αἰθρίας· Αἴθρῳ καὶ καμάτῳ. Εἰς τὴν Ὀδύσσειαν. Ἢ τὸ ἐξ αἰθρίας πνεῦμα· ὅτι ἐπιμελῶς ἐν ταῖς αἰθρίαις τὸ ψύχος γίνεται. Ἄλλοι δὲ ἀγνοοῦντες γράφουσι, Λύθρῳ καὶ καμάτῳ. Τῷ γὰρ ναυαγῷ οὔτε ἱδρὼς ἁρμόζει, οὔτε αἷμα· ἐκεχώριστο γὰρ ἀμφοῖν· ὑπὸ δὲ τῆς αἰθρίας ἐδεδάμαστο, ὡς ναυαγὸς ἀσκεπής. Κατὰ δὲ τὸ ἀρσενικὸν τὴν αἰθρίαν εἶπεν αἶθρον, ὡς τὴν πύλην πύλον· οἷον, Ἐν πύλῳ ἐν νεκύεσσι βαλών· καὶ τὴν δείλην δείελον, Εἰς ὅ κεν ἔλθῃ δείελος ὀψὲ δύων
α 501
Αἶθρον Τὸ ὀρθρινὸν ψύχος
α 502
Αἰκίζω Ἀπὸ τοῦ ἀεικὴς, ὃ σημαίνει τὸν σκληρὸν καὶ ἀπότομον, ἀεικίζω· καὶ ἀποβολῇ τοῦ ε, αἰκίζω, καὶ Αἰκία, εἰς τὰς διαφόρους, ὕβρις
α 503
Αἴκεν Ἀντὶ τοῦ ἐάν· ὁ εἰ σύνδεσμος συναπτικός· κατὰ τροπὴν τοῦ ε εἰς α· οἱ γὰρ Δωριεῖς τὸ ε εἰς α τρέπουσι· τὸ γὰρ εἴθε αἴθε λέγουσι, καὶ τὸ Ἄρτεμις, Ἄρταμις. Οὕτως καὶ τοῦτο πλεονασμῷ τοῦ ΚΕΝ αἴκεν γέγονεν
α 504
Αἰκάλλειν Σαίνειν, ἀγαπᾶν, θωπεύειν