56 4
Μετὰ τὸ ἀναλαβεῖν τὴν πιότητα τοῦ σώματος τὸν ἵππον ἐκ τῆς ἄνω προλεχθείσης τροφῆς, χρὴ αὐτὸν τρέφεσθαι κυάμοις καὶ κριθαῖς. καὶ γὰρ χρὴ προνοεῖν, ὥστε τοὺς ἵππους ὁλόκληρα διαφυλάττειν τὰ σώματα. ἅτινα τούτῳ τῷ τρόπῳ διατηρήσομεν· καθʼ ἑκάστην χερσὶν ἀνατριβέσθω, ὅπερ μᾶλλον συμβάλλεται πρὸς σώματος καὶ ποδῶν εὐεξίαν, καὶ ἐν ἐπιτηδείῳ καιρῷ τοῖς τε γυμνασίοις καὶ τῇ φάτνῃ προσαγέσθω καὶ πρὸς ποτόν. εἰ δὲ ἐν ὁδῷ ψυχθῇ τὸ ζῷον, μετὰ τὸ ὑπεισελθεῖν τῷ σταύλῳ, χρὴ τοῦτον θάλπεσθαι καὶ ἐλαίῳ θερμῷ τὰς τούτου ψύας ἀλείφεσθαι, τὴν δὲ κεφαλὴν καὶ τὴν ῥάχιν ἀξουγγίῳ καὶ ἐλαίῳ χρίεσθαι. τῆς δὲ ἀτονίας καὶ τοῦ καμάτου ἀνάπαυσίς ἐστιν, ἵνα ἁπ〈α〉λῶς κοιμηθῇ καὶ εἰς τὴν φάρυγγα αὐτοῦ ἔλαιον ἢ ἀξούγγιον μετʼ οἴνου μιγὲν ἐμβληθῇ. [10]
56 5
εἰ δὲ καυματωθῇ, ὀξυκράτῳ μετὰ γλήχωνος τὰς ῥῖνας αὐτοῦ καὶ τὴν ὄψιν ἀπάντλησον, καὶ ᾠὰ τρία μετὰ οἴνου συμμίξας τῇ φάρυγγι ἔμβαλλε. πρὸ δὲ πάντων ἔστω φροντίς, ἵνα μὴ ὑγρασία ᾖ ἐν τῷ σταύλ ῳ, ἀλλʼ ἐν ξηρῷ τόπῳ στηκέτω. καὶ γὰρ τῇ ὑγρότητι οἱ ὄνυχες αὐτοῦ διαφθείρονται. ὅπερ εὐχερῶς ἐκκλινοῦμεν, εἰ τὰ πόντιλα τοῦ σταύλου δρύϊνα ᾖ καὶ καθαρά. ἐὰν δὲ μετὰ ταύτην τὴν φιλοκαλίαν καὶ τὰς τροφὰς ἡ λεπτότης τοῦ ἵππου διαμείνῃ, γνῶθι, ὅτι περ ἐν τῇ νυκτὶ πνεύματί τινι βλάπτεται, ὅθεν καὶ στρόφοις διαφόροις καταπονεῖται. [10]
56 6
τούτῳ χρὴ βοηθεῖν, καθὼς Κορνήλιος Κέλσος ἐπιτρέπει, ὀστᾶ κυνὸς καυθέντα καὶ λειωθέντα καὶ μετὰ ἀξουγγίου παλαιοῦ μιγέντα καὶ σφαιρία γεγονότα, ἄζυγα μετὰ οἴνου εἰς τὴν φάρυγγα αὐτοῦ ἐμβάλλειν ἐπὶ ἡμέρας τρεῖς, καὶ τὸν τόπον, ἔνθα ἵσταται, θείῳ ἀπύρῳ θυμιᾶσαι. Σύνθεμα ἵππο υ . [5]
56 7
Κουκουναρίων, ἀμυγδάλων, σταφίδων, ἰσχάδων, πιστάκιων, φοινίκων ἀνὰ λιτρ. ιʹ, κρόκου, καρυοφύλλου, στάχυος, ξηροζιγγίβερ, τραγακάνθου, ὑσσώπου, σαμψύχου ἀνὰ γο εʹ, πέπερι, τριψίδιον ἀνὰ 𐆃 β c ʹ. δεῖ τὴν τραγάκανθον προβρέχειν μετὰ γλυκέος καὶ τὸν κρόκον λειοῦν μετὰ γλυκέος οἴνου ὁμοίως καὶ πάντα ἀναζυμοῦν. Περὶ ἀδήλου πάθου ς . [5]
56 8
Παρὰ μικρὸν πάντα τὰ πάθη τῶν ἀλόγων ζῴων ἄδηλά εἰσιν. εἰ βούλει οὖν τὸ ἐνυπάρχον πάθος ἐν τῷ ζῴῳ, ὁποῖον ἄν ἐστι, θεραπεῦσαι, σίλφιον τετριμμένον μετὰ οἴνου ἀκράτου μέλανος εἰς τὰς ῥῖνας ἔγχει, καὶ πᾶν ἄδηλον πάθος θεραπευθήσεται. Περὶ ψώρας, λέπρας, λειχῆνος, ἀλφῶν. [5]
57 1
Πελαγωνίου εἰς τὸ αὐτ ό . Βοτάνην κτλ. ἢ οὔρου παλαιοῦ τρυγὸς κτλ. ἢ βοτάνην τὴν λεγομένην ψωριακήν, ἥτις ξηρὰ οὖσα ὡς ψώρα εὑρίσκεται, ταύτην ξηρὰν οὖσαν λειώσας, μῖξον καὶ κεδρίᾳ καὶ ἐλαίῳ μεθʼ ὑγροπίσσης καὶ ἐν ἡλίῳ ἄλειφε. Ἄλλο τὸ τοῦ Χορικ〈ί〉ο υ . [5]
57 2
Φλοιὸν ἐλαίας, ἄσφαλτον, θεῖον, καλαμίνθην, χοίρου κόπρον ἶσα κόψας καὶ μίξας ἐλαίῳ παλαιῷ χρῶ ὡς πάνυ καλόν. ἢ βατράχους κτλ. Ἐκ τῶν Διοσκορίδου ς .
57 3
Σχίνινον ἔλαιον κυνῶν καὶ κτηνῶν ψώρας ὑγιάζει. Ἄλλως ὥστε αὐθημερὸν φέρειν τρίχα ς .
57 4
Πράσιον χλωρὸν μετὰ στακτῆς ἔκζεσον καὶ λειώσας ἕως γλοιοῦ πάχος γενέσθαι κατάχριε. Ἀπόπειρον ἄλλω ς .
57 5
Σαπωνᾶ κατασταλακτήν, θεῖον, λυσσομούμουδον, ἀγριοσταφίδα, μίξας ἀμφότερα, τῇ χειρὶ ἄλειφε ἐν ἡλίῳ ψυχρῷ ὄντι τῷ βοηθήματι. ἢ χοίρου οὖρον μετὰ τοῦ ῥύπου, ἢ τοῦτο· ἀποπλύνας πρῶτον τὴν βύρσαν μετὰ σάπωνος, καύσας ἄχυρον ποίησον στακτήν, καὶ ἀλείψας ἐλαίῳ τὴν βύρσαν, ἐπίπαττε τὴν στακτὴν ἕως τρίτου. Εἰς πᾶν κτῆνο ς . [5]
57 6
Ἀναλύσας ἀξούγγιον χοίρειον ἄπαστον, τρίψας θεῖον, μίξας καὶ θερμάνας ἐπίβαλλε δαφνέλαιον, καὶ πάλιν θερμάνας ἐπίχριε. Εἰς ψώραν αἰγῶ ν .
57 7
Κλαδὶν κερασέας ποιήσας πασσάλους πῆξον ἔσωθεν τῆς μάνδρας γύροθεν. ἐν τούτοις γὰρ κνηθόμεναι αἱ αἶγες ὑγιαίνουσιν. Πρὸς ψώραν ἵππων καὶ βοῶ ν .
57 8
Ἀμόργην ἑψήσας καὶ μίξας κεδρέας τὸ ἶσον ἐπίχριε. Εἰς κύνα ς .
57 9
Ψωροθείαφον, λιθάργυρον, ἀγριοσταφίδα, ὄξος καὶ οὖρον παιδός, ἢ ἄγχουσαν βοτάνην καύσας ἕψει σὺν ἐλαίῳ καὶ χρῖε σὺν τῇ τρυγίᾳ. Ἀφρικανο ῦ .
57 10
Τοῦ θαλαττίου ἐχίνου 〈τὸ〉 σῶμα σώματι ψωριῶντι ἐπιχρισθὲν ὑγιὲς ἐργάζεται. Σκευασία πρὸς ψώρα〈ν 〉 .
57 11
Ψωροθείαφον, λυσσομούμουδον, ἀγριοσταφίδα, οὖρον παιδὸς ἑπταετοῦς ἢ ὀκταετοῦς, σάπωνα· τὰ ξηρὰ λειώσας μῖξον καὶ ἄλειφε τὸν ψωριῶντα ἵππον, θέρους μὲν εἰς ἥλιον, χειμῶνος δὲ εἰς τὰ τοῦ λουτροῦ χλιαρά. ἀναξυέσθω δὲ πρότερον μετὰ ψήκτρας ἢ ὀστράκου, μέχρις ἂν ἐκβάλλῃ αἷμα, καὶ οὕτως ἀλειφέσθω. ἐὰν μὲν οὖν ἐστιν ἡ ψώρα 〈χειμῶνοσ〉 ψωροθείαφον μόνον καὶ οὖρον καὶ σαπώνιον βάλε [ὅτι ἐστὶ καὶ χειμών], θερείας δὲ πᾶσαν δεῖ βάλλειν τὴν προρρηθεῖσαν σκευασίαν. Ἄλλ ο . [5]
57 12
Λιθαργύρου γο γʹ, πηγάνου φύλλων χλωρῶν γο α c ʹ ἑξαγ. α c ʹ λειώσας ἀμφότερα ἐπίβαλε ἐλαίου μυρσινίου γο γʹ καὶ συλλειώσας χρῖε τοὺς τόπους μετὰ πτερῶν. Ἄλλως · ψωριακὸν παράδοξο ν .
57 13
Ψιμυθίου, λιθαργύρου, θείου ἀπύρου, κηροῦ ἀνὰ γο βʹ, ᾠὰ βʹ νεαρὰ βρέξον εἰς ὄξος ἡμερονύκτιον, καὶ λειώσας μετὰ τῶν κελύφων καὶ μίξας τοῖς ξηροῖς λειωθεῖσι καλῶς. εἶτα τὸν κηρὸν τήξας μετὰ ῥόδων 𐆃 α c ʹ ἕνωσον καὶ χρῷ ἐν ἡλίῳ ἢ πυρᾷ ἀνθράκων ἐπαλείφων. ἢ κολοφωνίας, θείου ἀπύρου, πίσσης μελαίνης ἀνὰ γο αʹ, κηροῦ γο δʹ, ἐλαίου 𐆃 αʹ, κρόμμυα ὀκτώ, ὄξους τὸ ἀρκοῦν, τὰ κρόμμυα ἑψήσας μετὰ τοῦ ἐλαίου ῥῖπτε καὶ ἐπιβαλὼν τὰ λοιπὰ χρῶ. Πρὸς λειχῆνα ς . [5]
57 14
Χαμαιλεύκην καὶ φλόμον κόψας κατάπλασσε κύκλῳ τὸν ἀλγοῦντα τόπον σελήνης ληγούσης καὶ ἐπιδέσμει. Πρὸς λειχῆνα καὶ ψώρα ν .
57 15
Ἀσφάλτου, θείου ἀπύρου, μάννης ἀνὰ γο αʹ, ἰοῦ γο βʹ, κισσήρεως γο αʹ, ὄξους τὸ ἀρκοῦν. χρῶ ἐν ἡλίῳ ἢ περὶ πυρί. Πρὸς λειχῆνα ὑγρά ν .
57 16
Θείου ἀπύρου, πηγάνου ἀνὰ γο αʹ, κηροῦ γο βʹ, ἐλαίου μυρσίνου 𐆃 αʹ. Πρὸς λειχῆν α .
57 17
Θείου ἀπύρου, λιβάνου ἀνὰ κερατ. ιηʹ, κόμεως ἑξαγ. α c ʹ, ἀλόης ἑξαγ. αʹ κερατ. γʹ, ἀκακίας ἑξαγ. α c ʹ ὄξει ἀναλάμβανε. εἰ βούλει δὲ δραστικώτερον εἶναι, προστίθει τοῦ θείου. ἢ σκόροδα μετὰ θείου ἀπύρου τρίψας καλῶς κατάχριε.
57 19
Πρὸς λειχῆνα ἀγρία ν . Ἀσφοδέλου ῥίζης, θείου ἀπύρου, μάννης ἀνὰ γο βʹ ὅξει δριμεῖ ἀναμίξας χρῶ. Πρὸς μέλανας ἀλφού ς .
57 20
Ἀλθαίας σπέρμα λεῖον μετʼ ὄξους ἐπιχριόμενον. Ἄλλως · πρὸς ἀλφοὺς λευκοὺς καὶ μέλανας δόκιμο ν .
57 21
Σμύρνης, θείου ἀπύρου, ἀφονίτρου, ἐλλεβόρου λευκοῦ ἀνὰ γο γʹ, ἀλκυονίου κεκαυμένου. χρῶ θαρρῶν ἐν ἡλίῳ μετʼ ὄξους. Διαφορὰ ψώρας καὶ λέπρα ς .
57 22
Τῆς ψώρας διαφέρει ἡ λέπρα, ὅτι ἐπὶ μὲν τῆς ψώρας πιτυρώδη τινὰ προσπεπηγότα τῷ δέρματι φαίνεται, ἐπὶ δὲ τῆς λέπρας ὥσπερ φολίδες τῶν μεγάλων ἰχθύων. πρὸς μὲν οὖν λέπραν ὠφελεῖ τὰ πλεῖστα τῶν προγεγραμμένων, ἰδίως δὲ καὶ ταῦτα· ταυροκόλλην, ἐλελίσφακον, ἐλαίας ἀγρίας δάκρυον ἀνὰ γο αʹ, καππάρεως ῥίζης φλοιοῦ, κόμεως ἀνὰ γο βʹ, ταῦτα λειώσας ὄξει καὶ φυράσας χρῶ ἐν ἡλίῳ ἐπιχρίων, προαποσμήχων δηλονότι τὸν τόπον. [τέλος.] Πρὸς ἀλφοὺς θεραπεία διὰ πείρα ς . [5]
57 23
Θείου ἀπύρου, λιθαργύρου ἶσα μίξας χρῶ. Εἰς ἀλφοὺς λευκοὺς καὶ μέλανα ς .
57 24
Εἴρηται ἀλφὸς παρὰ τὸ ἐναλλάσσειν τὴν χρόαν. τὸ γὰρ ἐναλλάσσειν παρὰ τοῖς ἀρχαίοις ἀλφαίνειν ἐλέγετ ο . συκῆς οὖν φύλλα καὶ θεῖον ἄπυρον καὶ στυπτηρίαν ἶσα σὺν ὄξει κατάχριε. Πρὸς λέπρα ν .
57 25
Τοῖς ὑπὸ λέπρας ὀχλουμένοις ἁρμόζει πρῶτον ἡ κάθαρσις τοῦ σώματος ἐξ ἑκατέρων τῶν μερῶν. αἷμα δὲ χοίρειον ψύξας καὶ τρίψας λειότατα μετὰ ἀλόης ἡπατικῆς καὶ σμύρνης ἐν οἴνῳ παλαιῷ ἐγχυμάτιζε, καὶ τῇ εἰς τὰ συντάγματα ψωρικῇ συνθέσει χρῆσαι, καὶ σταλήσεται τὸ νόσημα. τὸ αἷμα τοῦ γυπὸς μετὰ χαμαιλέοντος μέλανος ῥίζης καὶ κεδρίας ὁμοῦ συντριβὲν καὶ ἐπιχρισθὲν καθαίρει τὴν λέπραν ἐπιτιθεμένων ἄνωθεν σεύτλου φύλλων ἢ κράμβης. Ἄλλο δόκιμο ν . [5]
57 26
Καρδαμώμου σπέρμα γο α c ʹ, χαλκάνθου γο αʹ, θεῖον ἄπυρον, στυπτηρίας σχιστῆς καὶ στρογγύλης ἀνὰ γο τὸ c ʹ, λειώσας ἐπιμελῶς ὄξει ἐν ἡλίῳ ἐπίχριε προαποσμήξας τὸν τόπον ὄξει καὶ νίτρῳ. Λεύκην θεραπεύειν ἄνευ σμίλη ς .
57 27
Φλόμον κόψας κτλ. ἢ τῶν κεράμων τὸ ἄνθος μετʼ ὄξους ἀναμάλαττε καὶ χρῶ. Περὶ ὀστέων φλεγμονῆς.
58 1
Πρὸς φλεγμονὰς καὶ σκορισμοὺς τῶν λεγομένων σιάλω ν . Πτερίδος ῥίζης, καλάμου, ἐβίσκου, σύκου Ἄφρου, κυπαρίσσου σφαιρίων, σφαιρίω〈ν〉 ἀπὸ θαλάσσης, ἀφονίτρου, ἴρεως, κηροῦ, ὀστέα ἀνακεκαυμένα ἀνὰ 𐆃 αʹ, ταῦτα πάντα κόψας καὶ εἰς τὰ γόνατα τοῦ κτήνους ἐπιδήσας ἄνευ σιδήρου θεραπεύσεις. Πρὸς φλεγμονὴν παντοία ν . [5]
58 2
Πιννῶν θαλασσίων τὰ ὄστρακα καύσας τὴν τέφραν λείου μετὰ οἴνου καὶ χρῖε τοὺς τόπους. ἕλκει γὰρ ἔξω ἀπὸ τοῦ βάθους τὴν φλεγμονὴν καὶ ἄπονον ποιεῖ. Πρὸς τὸ μὴ ποιεῖν τραῦμα φλεγμονή ν .
58 3
Ὑδρέλαιον ἐν στυπείῳ ἐρεῷ ἀποβρέξας ἐπιτίθει ἢ οἰνέλαιον. Πρὸς φλεγμονά ς .
58 4
Ἀποκρουστικά εἰσιν καὶ ἁρμόδια ταῖς ἐπερχομέναις πάσαις φλεγμοναῖς γλαύκιον, ἑλξίνη, περδικιάς, στρατιῶται οἱ ἐπὶ τοῖς ὕδασι νηχόμενοι, ἀρνόγλωσσον, πολύγονον, ἀείζωον καὶ τὰ τούτοις ὅμοια. παρηγορικά εἰσι καὶ ἁρμόδια ταῖς ἀκμαζούσαις φλεγμοναῖς· μαλάχη καυθεῖσα καὶ σὺν ἄρτῳ καὶ ῥοδίνῳ ὀλίγῳ καταπλασσομένη. ἄριστον δὲ καὶ τὸ μελίλωτον ἐν γλυκεῖ ἑψημένον καὶ σὺν ἄρτῳ καταπλασσόμενον, καὶ φοίνικες γλυκεῖ διάβροχοι σὺν ἄρτῳ καὶ ῥοδίνῳ. ἐν δὲ τῇ παρακμῇ ἄριστον ἡ ἀγρία μαλάχη καταπλασσομένη μετὰ ἄρτου, καὶ σταφίδες ἐκγε〈γι〉γαρτισμέναι μετὰ ἄρτου ὀλίγου καὶ μέλιτος, καὶ τὸ τῶν κριθῶν ἄλευρον μετὰ μέλιτος μόνου καταπλασσόμενον. Ἀποκρουστικὸν καὶ ἀφλέγμαντον εἰς παλαιὰν φλεγμονὴν καὶ οἴδημ α . [10]
58 5
Σύμφυτον, ἀμάραντον, ζωχὶν τρῖψον καὶ ἔμβαλλε εἰς τὸν ζωμὸν ῥοδόσταγμα, κρόκον, καφόραν, καὶ τὰ τῶν ᾠῶν λευκά. εἶτα λαβὼν σάνδαλον ἀληθινὸν ἐν κεραμικῷ ἀγγείῳ ἀληθινῷ ἐπιβεβρεγμένῳ ἔξωθεν ὑπότριβε, καὶ τὸ ἀπό τε τοῦ σανδάλου καὶ τοῦ κεραμικοῦ ἀγγείου ὑγρὸν ἀπότριμμα ἐπισύναξον, ὅσον ἱκανὸν ἔσται, καὶ πάντα ὁμοῦ μίξας ἐπάλειφε τὸν πεπονθότα τόπον ἐπὶ συχνῷ, καὶ ταχέως διαφορήσεις· ἄκρως γὰρ ποιεῖ. Περὶ τρώσεως ἐν κοίλοις τόποις. [5]
60 t
Περὶ τῶν κατὰ κρημνοῦ ἢ τάφρου πεπτωκότων. Περὶ λακτίσματος ἢ δήξεως ἵππου.
62 t
Περὶ κατάγματος. Πρὸς περικίνημα ποδῶ ν .
62 1
Ἐὰν κινηθῇ τοῦ ἵππου ὁ πούς, οὕτως αὐτὸν θεράπευε. κατάντλει θερμῷ καὶ ὑείῳ στέατι τρῖβε ἅμα τοῖς ποσὶ καὶ τὰς κνήμας, σπόγγον τε βεβρεγμένον ὕδατι ἐπιτίθει ἐπὶ τὴν κνήμην ἕως ἡμερῶν δʹ. ἔπειτα συντίθει μάλαγμα τοιόνδε· ἰσχάδων λευκῶν, αἰγείου στέατος, στυπτηρίας ἀνὰ 𐆃 γʹ, νίτρου ὀπτοῦ 𐆃 τὸ ἥμισυ, ταῦτα τρίψας καὶ παλαιῷ ἐλαίῳ μαλάξας ἐπίδησον, προκαταντλήσας τὸν τόπον θερμῷ, καὶ ἐν τόπῳ στῆσον, ἐν ᾧ ψυχρὸν ὕδας ἐστίν. καὶ ὅταν ἐξέλθῃ ἐκ τοῦ ψυχροῦ, κατάντλει καὶ τὸ φάρμακον ἐπιτίθει, ἢ ἀβρότονον μετὰ οἴνου μίξας, ἐπιτίθει δὶς τῆς ἡμέρας. Ἀφρικανο ῦ . [10]
62 2
Κυνὸς ἐγκέφαλος κάταγμα πωροῖ ἡμέρας ιδʹ εἰς ὀθόνιον ἐγχριόμενος καὶ ἐπιτιθέμενος, ἄνωθεν ἐρέας ἐπειλουμένης. Τράκτωμα εἰς σφυρό ν .
62 3
Μαστίχης, σμυρνολιβάνου, βδέλλιον, σαγαπηνόν, σαρκόκολλον, ἀλόην μετὰ ὄξους λελειωμένην. Μάλαγμα καυστικὸν ποιοῦν καὶ ἐπὶ θλάσματο ς .
62 4
Κηροῦ Τυρρηνικοῦ, προπόλεως Ἀττικῆς, μάννης, ἰξοῦ, ὀπίου Ἱσπανοῦ, στύρακος, βδελλίου ἀνὰ 𐆃 βʹ, δαφνίδων 𐆃 δʹ, πίσσης Βρυττίας, ῥητίνης τερεβινθίνης, ῥητίνης Ἄφρας ἀνὰ 𐆃 δʹ, μυελοῦ ἐλαφείου, στέατος αἰγείου ἀνὰ 𐆃 αʹ. τὰς δαφνίδας συντρίψας ἕψει μετὰ τῶν ἄλλων καὶ χρῶ τοῖς τεθραυσμένοις. καὶ ἐὰν μὴ θέλῃς σιδήρῳ καῦσαι, οὕτως χρήσῃ καὶ ἐᾷς ἡμέρας, ἵνα συμμείνῃ. τὸ δὲ περιττεῦον φύλαττε, καὶ ὅταν βούλει, θερμάνας χρῶ εἴς τε νεφροὺς καὶ ἰσχία καὶ ἄρθρα. Μοσχίωνος καταγματικὴ πρὸς τὰ σὺν τραύματι καὶ ἄνευ τραύματος κατάγματα ἐκ τῶν Ἡρακλεί〈δ〉ο υ . [5]
62 5
Πίσσης ξηρᾶς, λιθαργύρου, στέατος μόσχου ἀνὰ 𐆃 α c ʹ, μάννης, ὀποῦ συκαμίνου, κικίνου ἐλαίου ἢ παλαιοῦ ἀνὰ γο θʹ, κηροῦ Τυρρηνικοῦ 𐆃 βʹ γο βʹ, ὀποπάνακος, ἰοῦ ξυστοῦ, κυπρίνου, χάλκης, χαλβάνης ἀνὰ γο αʹ, πίσσης ὑγρᾶς γο δ c ʹ, τερεβινθίνης 𐆃 βʹ γο γʹ, ὄξους γο εʹ. Ἄλλο ἔμπλαστρο ν . [5]
62 6
Λιθαργύρου, πίσσης, ἀξουγγίου μοσχείου ἀνὰ γο αʹ, κηροῦ γο εʹ, ἰοῦ κεκαυμένου γο βʹ, τερεβινθίνης ** ἀνὰ γο ιʹ, ἐλαίου σχινίνου γο θʹ, χαλβάνην γο αʹ ἑξαγ. α c ʹ, ὀποπάνακος γο αʹ, ὄξους τὸ ἀρκοῦν. Περὶ χολέρας ὑγρᾶς καὶ ξηρᾶς.
63 1
Πρὸς χολῆς κάθαρσιν προπότισμ α . Οἴνου παλαιοῦ 𐆃 εʹ, ἐλαίου καλοῦ 𐆃 α c ʹ, μέλιτος 𐆃 βʹ γο γʹ, πεπέρεως γο αʹ, σὺν σταφυλαῖς ἐκθλιβείσαις χρῶ. Περὶ χολεριτῶ ν .
63 2
Πράσσων ἐγκάρπων δέσμην λαβὼν τὰς κεφαλὰς συγκόψας χύλισον. εἶτα κριθὴν χλωρὰν ἑψήσας καὶ ἀποχυλώσας μίξας τῷ χυλῷ τῶν πράσων ἕψησον καὶ δίδου κοχλιάριον πιεῖν. Περὶ καρκινώματος.
64 1
Πρὸς τὰ ἐν ὀφθαλμοῖς καρκινώματ α . Ὀρόβους κτλ. ἢ καρκίνου θαλασσίου λείαν τὴν τέφραν μετὰ καδμίας λειοτάτης μίξας ἐλαίῳ φύρασον καὶ ἐπιτίθει. μεγάλως ὠφελεῖ. [ Περ ὶ ] πρὸς ἡλκωμένους καρκίνους παρηγορικό ν .
64 2
Λιθαργύρου, κηροῦ, στέατος ὑείου ἀνὰ 𐆃 αʹ, κρόκα ᾠῶν ἐν ἀνθρακιᾷ ἑψημένων, ἰελαίου γο θʹ, σμύρνης, ἴρεως, ἀριστολοχείας ἀνὰ γο τὸ c ʹ. λείου τὴν λιθάργυρον μεθʼ ὕδατος καὶ ὀλίγου ἐλαίου, εἶτα βαλὼν τὰ ᾠὰ συλλείου, ἔπειτα τὰ λοιπὰ κόψας καὶ λεῖα ποιήσας, τὸν δὲ κηρὸν τήξας σὺν τῷ στέατι καὶ τῷ ἐλαίῳ μῖξον πάντα καὶ ἄλειφε μότους λινοῦς ἢ ἐρεοῦς καὶ ἐπίβαλλε τῷ ἕλκει καὶ ἀνωδύνως ἰάσῃ. Ἄλλω ς . [5]
64 3
Τὰ μὲν ἐν κόλπῳ καρκινώματα (διάφορα γάρ ἐστιν) ἰχὼρ ἀνθρώπου θεραπεύει μιγεὶς ἐλαφείῳ μυελῷ καὶ λεοντείῳ στέατι μετὰ ῥοδίνου προστιθέμενος ἐν πεσσῷ. τὰ δὲ ἐπὶ μαστοῖς, ὅσον ἂν ἰατρεύωνται, χείρω γίνονται. Περὶ μελικηρίδων καὶ πάντων φυμάτων.
65 1
Ἔμπλαστρον πρὸς μελικηρίδα ς , πρὸς πᾶν πάθο ς . Λιθαργύρου 𐆃 αʹ, ἀμμωνιακοῦ, χαλβάνης, ὀποπάνακος, χάλκης κεκαυμένης, λεπίδος χαλκῆς, στυπτηρίας σχιστῆς, σαγαπηνοῦ, λίθου Φρυγίου, ῥητίνης Κολοφωνίας, σμύρνης, καστορίου ἀνὰ κεράτιον, ἐλαίου παλαιοῦ γο θʹ. Ἀψύρτου περὶ μελικηρίδο ς . [5]
65 2
Ἡ μελικηρὶς γίνεται τοῖς ὀπισθίοις σκέλεσιν ἐν ταῖς ἀγκύλαις ἔνδοθεν καὶ ἔξωθεν ὥσπερ ᾠόν. ἐὰν μὲν οὖν πρόσφατόν ἐστιν, τέμνε ἐκ τοῦ ἔξωθεν μέρους μὴ μεγάλην τομήν, ἀλλʼ ὅσον ἐκρυῆναι τὸ ὑγρόν. ἐκρεύσει δὲ ὡσεὶ μέλι. ὅταν δὲ τοῦτο ἐκπιάσῃς καλῶς, χρῶ τῷ τραυματικῷ φαρμάκῳ, ἔξωθεν δὲ μαλάγματι, ἕως ὑγιὴς γένηται. ἐὰν δὲ πάλιν ἡ μελικηρὶς ἰσχνὴ γένηται τῷ μαλάγματι, καυτηρίῳ χρῆσαι, τὸν ἔσω τόπον περιλαβὼν ὀρθῶς, ἀλλὰ μὴ κατὰ πλάγιον, καὶ ὅταν ἐκπέσωσιν αἱ ἐσχάραι, χρῶ τῷ τραυματικῷ καὶ ὀρόβοις, ἕως ὑγιὴς γένηται. Ἵππῳ ἐὰν ἐμπέσωσιν εἰς τοὺς ἀστραγάλους μελικηρίδε ς . [10]
65 3
〈Μελικηρίδεσ〉 κατὰ μέσων τῶν ἀστραγάλων ἐμ〈πίπτουσιν〉. τρύγα οὖν οἴνου εὐώδους μετὰ κιμωλίας κατάπλασσε προκαταντλῶν. ἐὰν μὴ ὑπακούῃ, καίειν χρὴ καυστηρίοις. Περὶ ἀνθηδόνο ς . [5]
65 4
Ἐὰν ἐπί τινος εἰς ψιλὸν τόπον γένωνται ἀνθηδόνες, προσήκει αὐτὰς ἀφαιρεῖν τῷ σμιλίῳ, ἢ μᾶλλον καίειν αὐτὰς τῷ καυτηρίῳ, ὡς Ἀψύρτῳ δοκεῖ. ἐὰν οὖν ἐν τοῖς σαρκωτικοῖς μέρεσι γίνωνται, μήτε τῇ σμίλῃ χρῆσθαι μήτε καυτηριάζειν, βάτου δὲ ἀκρέμονας κόψας καὶ ὄξει φυράσας ἐπιδέσμει, ἕως ἂν ἀπουλωθῇ. ἔστιν δὲ ἡ ἀνθηδὼν ὁμοία τῷ πλήγματι τῶν ἀγρίων μελισσῶν. [ Περ ὶ ] ἑψητὸν διὰ πείρας πρὸς πᾶσαν φλεγμονὴν καὶ σκληρ〈ί〉α ν . [5]
65 5
Κόπρον αἰγείαν καὶ σίτων ἄλευρον ὄξει καὶ ἑψήματι φυράσας χρῶ. Κατάπλασμα εἰς οἴδημα τὸ ἐξ αὐτομάτο υ .
65 6
Πίσσης, ἀσφάλτου, μάννης γο αʹ, οἴνου 𐆃 αʹ ἑψήσας κατάπλασσε, ἢ ἁλικάκκαβον κόψας μετὰ ἐλαίου ἐπιτίθει. Ἔμπλαστρος ποιοῦσα πρὸς πᾶσαν σκληρίαν καὶ κατάγματα ἄρθρων καὶ πλευρῶ ν , στραγγαλιάς τε λύουσ α , χοιράδα ς , φύματ α , σύριγγας ἐν ἕλκεσ ι , χρόνιά τε καὶ θηριόδηκτ α , θεραπεύει ὑδεριῶντα ς , ἥλους καὶ σκόλοπας ἐπισπᾶται ἄκρως τε ποιεῖ πρὸς σπληνικοὺς καὶ ἡπατικοὺς καὶ ποδαλγικού ς , μάλιστα ῥευματιζομένου ς . [5]
65 7
Λιθαργύρου, ψιμυθίου, ἰοῦ ξυστοῦ, τερεβινθίνης, λίθον Γαλάτην, λίθου σώρεως, λίθου Ἀσσίου, στυπτηρίας σχιστῆς, *** , μυροβάλανα ἀνὰ γο γʹ, λεπίδος χαλκῆς γο βʹ, κηροῦ ξανθοῦ, πίσσης ξῆρας, λιβάνου ἄρρενος γο β c ʹ, ἀσφάλτου Ἰουδαϊκῆς γο ηʹ, ἐλαίου παλαιοῦ * ἀνὰ 𐆃 γʹ, τὰ ξηρὰ μετὰ ὄξους λείου εἰς θυίαν, ὡς γλοιοῦ πάχος γενέσθαι, εἶτα τὰ τηκτὰ τήξας τούτοις ἐπίχεε καὶ ἀναμαλάξας χρῶ. Ἡ κιτρίνη πρὸς σκληρὰς ὀγκώσει ς . [10]
65 8
Κολοφωνίας 𐆃 γʹ, κηροῦ 𐆃 α c ʹ, ἀρσενικοῦ 𐆃 εʹ, στύρακος γο εʹ, ἀμμωνιακοῦ γο εʹ καὶ ὄξους τὸ ἀρκοῦν. Ἔμπλαστρος πρὸς κιρσοὺς ἀναξηραίνουσα ἀνωδύνως καὶ θεραπεύουσα ἀπαραβάτω ς .
65 9
Ἀσφάλτου, θείου ἀπύρου ἀνὰ γο αʹ, ἐλαίου παλαιοτάτου γο ηʹ, τερεβινθίνης ὑγρᾶς γο ζʹ, τὴν ἄσφαλτον θρύψας εἰς ἐρεβίνθου μέγεθος ἕψε μετὰ ἐλαίου, μὴ κινῶν, ἕως τακῇ. εἶτʼ ἐπίβαλλε τερεβινθίνην καὶ ἕψει ἕως ἀμολύντου, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὸ θεῖον λειότατον καὶ ἑνώσας κατάχεε εἰς θυίαν ἔχουσαν ὕδωρ ψυχρὸν καὶ ἀναμαλάξας χρῶ. Περὶ σκόλοπος. [5]
66 1
Πρὸς ἐμπαγεῖσαν ἄκανθαν ἢ ὕελον ἢ ἧλο ν . Κρόμμυα ἐν θερμοσποδιᾷ ὀπτηθέντα θλάσας ἐπίθες θερμὰ καὶ ἐπίδησον, ἀλλάσσων ἐπὶ ἡμέραις τρισίν. Περὶ συκῶν καὶ μυρμηκ(ι)ῶν καὶ ἀκροχορδόνων καὶ θύμων ἐρυθρῶν.
67 1
Ἀφρικανοῦ περὶ συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνω ν . Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι, γίνονται δὲ πολλοῖς πολλαχοῦ. μυρμηκίας δὲ καλοῦσιν τὸ πάθος, ἃ πολλοὶ δεισιδαίμονες καὶ σημεῖά τινος αὐτοῖς συμβησομένου τίθεντα ι . ὧν ἡ ἀπαλλαγὴ ποικίλη καὶ πᾶσι πεπειραμένη. οἱ μὲν γὰρ ἐπιφυλάξαντες οὐρήσαντα κατὰ γῆς τὸν πηλὸν ἀναφυράσαντες ἐπέθηκαν τῷ τόπῳ καὶ τὸ αἴτιον τῷ πηλῷ συναπέκλεισαν. ἄλλοι δʼ ἐλατήριον τρίψαντες καὶ ἐπιτιθέντες οὕτω περιεγένοντο. ἢ κιχορίου ἄνθος, ὅπερ κυρίως ἡλιοτρόπιον καλεῖτα ι , πρὸ ἀνατολῆς ἡλίου ἀφελόντες *** τρὶς περίγραφε τὸν τόπον καὶ ἡ μυρμηκία παύσεται. Πρὸς συκᾶς ἐν πτέρναι ς . [10]
67 2
Συμβαίνει κτλ. πρῶτον ἐκτεμὼν κτλ. ἢ σμαρίδος κεφαλὴν τεταριχευμένην καυθεῖσαν μετʼ ὄξους ἐπίχριε, ἢ κληματίδων χλωρῶν καιομένων τὸ ἀποστάζον ἀναλαβὼν προβείᾳ τε κόπρῳ σὺν ὄξει ὀλίγῳ φυράσας ἐπιτίθει. Ἡρακλείδους Ταραντίνου πρὸς τὰς χρονίους μυρμηκία ς . [5]
67 3
Θείου ἀπύρου, σανδαράχης, χαλβάνης ἶσα τρίψας μετʼ ὄξους ποίει τροχίσκους. ἐπὶ δὲ χρείᾳ ὄξει λύσας ἐπίχριε· χρὴ δὲ ποστιθέναι τούτοις ἐλατηρίου τὸ ἶσον, ἐκκόπτειν τε τῷ σμιλίῳ τὴν μυρμηκίαν κύκλῳ καὶ οὕτως ἐπιχρίειν τὸ φάρμακον. ἢ τρυγὸς νεαρᾶς κεκαυμένης, ἀσβέστου, ἰοῦ ἶσα ἑνώσας χρῶ. αἴρει γὰρ παραχρῆμα τὴν μυρμηκίαν. πεσούσης δὲ αὐτῆς ὡς κοινὸν ἕλκος θεράπευε. Πρὸς ἀκροχορδόνας διὰ πείρα ς . [5]
67 4
Κλήματα ἀμπέλου καύσας φύρασον οὔρῳ παιδὸς ἀφθόρου καὶ ἐπιτίθει. ἢ ἀράχνης τῆς ἐπὶ τῶν δένδρων στήμονα λαβὼν περιείλησον καὶ πεσοῦνται, ἢ τὰ ξέσματα τῶν χλωρῶν κολοκυντῶν ἐπίδησον καὶ πεσοῦνται. Πρὸς συκᾶς καὶ μυρμηκίας τὰς ἐν τῷ καυλῷ φυομένα ς . [5]
67 5
Ἅλας Γαγγρηνὸν λειώσας ἐπίπασσε καὶ καταδέσμει ἀναβαστάζων αὐτὸ μετά τινος ἰσχυροῦ βαστάγματος. τοῦτο ποίει καθεκέστην καὶ ἰαθήσεται. Φάρμακον δαπανητικὸν καὶ ἀναξηραντικὸν μυρμηκιῶ ν , θύμων καὶ ἀκροχορδόνω ν .
67 6
Στυπτηρίαν σχιστήν, χάλκανθον ὀπτήν, ταυρόκολλαν ἀνὰ γο αʹ, λεπίδος χαλκῆς γο βʹ. τὰ ξηρὰ λειώσας τῇ ταυροκόλλῃ μετὰ ὄξους διαλυθείσῃ μῖξον καὶ κατάχριε. Ἀφρικανο ῦ . [5]
67 7
Γῆρας ὄφεως φοίνιξιν ἐγκρύψας εἰ τι τῶν ζῴων ψωμίσεις, καθαριεῖς αὐτοῦ τὰς ἀκροχορδόνας. Περὶ θρόμβων.
68 1
Ἱεροκλέους περὶ θρόμβω ν . Θρόμβοι γίνονται ἐπὶ τῶν καιριωτάτων τόπων ὥσπερ φύματα αἵματος μεστὰ ἢ πύου. διακαιέσθωσαν οὖν καυστηρίοις ὀρθοῖς, εἶτα χριέσθω ὁ τόπος ἁλσὶ καὶ ἐλαίῳ, ταῖς δὲ ἐχομέναις ἑπτὰ ἡμέραις γλοιῷ. ἐὰν δὲ αἱ ἐσχάραι ἐκπέσωσιν, ἀποσμηχθὲν τὸ τραῦμα θεραπευθήτω ὡς καυτηρίαι. Περὶ νευρικῶν καὶ πρὸς τὰ κατὰ νεῦρον τραύματα. [5]
69 1
Κατάπλασμα πρὸς κοπὴν νεύρω ν . Κριθῆς ῥίζας, σκώληκας ἀπὸ γῆς, κοχλίας, μάνναν καὶ ἀξούγγιον, ἢ ἄσβεστον καὶ γῆν Σινωπίδα [ἤτοι τὴν ἐκ Σινώπης] κόψας χρῶ. ἢ ὄξους γο κʹ, πίσσης λιπαρᾶς 𐆃 αʹ, ὀποπάνακος γο γʹ, τὸν ὀποπάνακα λύσας μετὰ ὄξους καὶ τὴν πίσσαν τήξας, ἕνωσον. τοῦτο τοῖς νενυγμένοις νεύροις ἐπιτήδειόν ἐστιν. ἢ κιναμώμου γο αʹ, δικτάμνου, μαράθρου, τερεβινθίνης ἀνὰ γο αʹ, ἀμαράκου γο βʹ, κηροῦ γο ηʹ, ὀποβαλσάμου γο ιʹ. Πρὸς νεύρων ἀγανάκτησιν τὴν ἀπὸ δρόμο υ . [5]
69 2
Γύρεως καὶ ἀσβέστου τὸ ἶσον μέλιτι συμμίξας κατάπλασσε, τῇ δὲ τρίτῃ λύσας κατάντλησον λινοσπέρμου καὶ τήλεως χυλόν, ἕως ἀπολεπτυνθῇ, εἶτα φλεβοτόμησον καὶ ὑγιαίνει. Πρὸς σφυρὰ καὶ πλατύνευρα ἀνακόλλημα ἄριστον διὰ πείρα ς .
69 3
Ταύρου χολήν, βολβῶν, κοχλιῶν ἀνὰ 𐆃 αʹ, σεμιδάλεως γο θʹ. τὴν ταυρείαν χολὴν ἐν οἴνῳ ἕψει, τὰ δὲ ἄλλα καθεξῆς. εἶτα συντρίψας ῥοῦν καὶ καλαμίνθην ἐπίβαλλε. Πρὸς γυμνωθέντα νεῦρ α . [5]
69 4
Κηροῦ μυρεψικοῦ γο θʹ, μύρου σπικάτου ἢ φολιάτου ἢ νάρδου γο ιβʹ, πομφόλυγος γο αʹ, ναρδοστάχυος, ἀμώμου καὶ φύλλου ἀνὰ γο αʹ. Ἐμβροχὴ πρὸς νεῦρα παλαι ά .
69 5
Δενδρομαλάχη, νίτρον, οἶνος, ἰξὸς χλωρός, θεῖον ἄπυρον, βούτυρον, ὀπὸς Κυρηναϊκός· μίξας μετʼ ὄξους ἐπὶ ἡμέρας τρεῖς πυρία καὶ ἄντλησον. Κατάπλασμα νεύρων χαλαστικό ν .
69 6
Στροβίλων, σταφίδων, ὀποπάνακος, ἐπιμελῶς κόψας ἕκαστον, ἕνωσον καὶ χρῶ. Πρὸς νευρότρωτ α .
69 7
Τὸ μὲν οὖν θερμὸν ὕδωρ τὸ ταῖς ἄλλαις φλεγμοναῖς ἐπιτηδειότατον πολεμιώτατόν ἐστι τῷ νευροτρώτῳ. ὑπὸ γὰρ τῶν ὑγραινόντων τε ἅμα καὶ θερμαινόντων φαρμάκων σηπεδὼν ταῖς τοιαύταις διαθέσεσιν ἐπιγίνεται. βέλτιον οὖν τοὺς νευροτρώτους ἐλαίῳ λεπτῷ μηδὲν ἔχοντι στύψεως 〈θεραπεύειν〉, ἄμεινον δέ, εἰ εἴη δύο ἢ τριῶν ἐτῶν. ἡ γὰρ τοῦ τετρωμένου θεραπεία φαρμάκων δεῖται θερμασίαν μὲν ἐγειρόντων ξηραινόντων τε ἱκανῶς καὶ τῇ φύσει τῆς οὐσίας λεπτομερεστάτων. μόνα γὰρ τὰ τοιαῦτα φάρμακα δύνανται ἐκ βάθους ἕλκειν ἰχῶρας ἄνευ τοῦ συντείνειν καὶ δάκνειν τὰ μόρια. τούτου χάριν ἁρμόζει ἄνηθον καὶ πήγανον ἕψειν ἐλαίῳ καὶ θερμότατα καταντλεῖν ἐπὶ πολὺ τὸν τόπον, ἢ τὴν δ ι ’ εὐφορβίου κηρωτὴν ἢ τὴν ἀνίκητον ἔμπλαστρον τήκειν ἐλαίῳ βραχεῖ καὶ ἐπαλείφειν. ἢ τὴν αὐτὴν ἔμπλαστρον ἐπιτίθει καὶ ἔριον μαλακὸν ἐλαίῳ θερμῷ ἐμβεβρεγμένον προςεπιτίθει τῇ ἐμπλάστρῳ ἄνωθεν. λύειν δὲ δὶς καὶ τρὶς τῆς ἡμέρας. — προσήκει δὲ τὰ ὑποκείμενα μέρη μασχαλῶν τε καὶ τραχήλου ἐλαίῳ θερμῷ δαψιλεῖ συνεχῶς διαβρέχειν. [15]
69 8
εἰ δὲ τῶν ἐν σκέλει νεύρων εἴη 〈ἢ〉 τῶν νενυγμένων τοὺς βουβῶνας, χρὴ ἐλαίῳ πολλῷ θερμῷ τέγγειν [ἤτοι βρέχειν] καὶ ῥάχιν ὅλην καὶ τράχηλον συνεχῶς. κακῶς δὲ ἐξ ἀρχῆς θεραπευθέντων τῶν νευροτρώτων φλεγμονὴ ἐπιγίνεται, καὶ σηπεδών. χρὴ τοίνυν καταπλάσμασι χρῆσθαι τοῖσδε· ἀλεύρῳ κυαμίνῳ ἢ ὀροβίνῳ ἐν κονίᾳ στακτῇ ἑψηθέντι ἐν ὀξυμέλιτι χωρὶς ἐλαίου. ἀγαθὸν γὰρ σφόδρα τὸ φάρμακον ἐπὶ τῶν ἤδη σηπομένων. εἰ δὲ σφοδρὰ εἴη ἡ φλεγμονὴ καὶ μεγίστη ὀδύνη, τὸ ὀρόβινον ἄλευρον ἢ τὸ κυάμινον μεθʼ ἑψήματος καλλίστου ἑψήσας, προσβαλὼν βραχύτατον ὄξος κατάπλασσε, προκαταιονήσας δηλονότι θερμῷ ἐλαίῳ τὸν τόπον ἐπὶ πολύ. Νεύρου τρωθέντος καὶ τῆς ἐν αὐτῷ φλεγμονῆς ἴασι ς . [10]
69 9
Στακτὴν καὶ ἄλευρον κρίθινον συνεψήσας κατάπλασσε. εἶτα τίθει τὴν δ ι ’ εὐφορβίου ἔμπλαστρον, ἥ τις δέχεται· κηροῦ γο δʹ, τερεβινθίνης, πίσσης ξηρᾶς ἀνὰ γο βʹ. ταῦτα τήξας ἔμβαλλε εὐφορβίου γο βʹ. Πρὸς κτήνη νευροπονοῦντ α . [5]
69 10
Ἀμμωνιακοῦ, λιθαργύρου, ἀσφάλτου, ἰοῦ ξυστοῦ, ῥητίνης φρυκτῆς, πίσσης ξηρᾶς, κηροῦ ἀνὰ γο γʹ, κέδρου γο αʹ, ἐλαίου 𐆃 ϛʹ ἑψ〈ήσ〉ας χρῖε. Ἄλειμμα πρὸς τὰ λεπτὰ τῶν ὀστέων ἤτοι νευρικό ν .
69 11
Κηροῦ 𐆃 αʹ, ῥητίνης, ἐλαίου δαφνίνου ἀνὰ γο δʹ, ὀποπάνακος, μυελοῦ ἐλαφείου ἀνὰ γο βʹ, ἐλαίου στύρακος γο γʹ, πάντα συνεψήσας ἐν ἡλίῳ ἢ θερμοτέρῳ τόπῳ χρῶ. Τιβερίου μάλαγμα πρὸς τὰ πεπαχυμένατῶν νεύρω ν .
69 12
Κηροῦ, στέατος ταυρείου καὶ ἐλαφείου ἀνὰ 𐆃 βʹ γο βʹ, ῥητίνης τερεβινθίνης γο ηʹ, μάννης 𐆃 δ c ʹ ἑνώσας χρῶ. Περὶ σκωλήκων τῶν ἐν τραύμασι καὶ ἑλμίνθων καὶ ἀσκαρίδων καὶ φθειρῶν.
70 1
Ἱεροκλέου ς . Λαβὼν στυπτηρίας κυκλίσκους, τρῖψον καὶ ἔμβαλε εἰς τὸ ἕλκος, οὗ ἂν ὦσιν, ἢ καλαμίνθην λείαν ἢ ἀριστολοχείαν τὴν παχεῖαν ἢ ἄσβεστον. ἐὰν δὲ ταῦτα μὴ ἀνύῃ, ἔκκλυσον αὐτοὺς καὶ οὕτως ἐξαντλοῦνται καὶ ἀπόλλυνται. 〈Πρὸς ἕλμινθας καὶ σκώληκας.
70 2
〉 Εἴωθεν ἐν τοῖς ἐντὸς κτλ. ἢ ἀλόην, φύλλα ῥοδακινέας, κενταύριον καὶ ἀβρότονον οὔρῳ ἀνθρωπίνῳ παλαιῷ ἀναλαβὼν χρῶ. Ἀφρικανο ῦ .
70 3
Τοὺς σκώληκας κλύσμασιν ἀφαρμάκτοις ἐκβαλεῖν ὕδωρ ἐμοὶ καθαρὸν ἀρκεῖ ληφθὲν τὸν τρόπον τοῦτον· ἀντίχειρι καὶ τῷ ἰατρικῷ δακτύλῳ χειρὸς εὐνωνύμου ἀρυσάμενος ἐπεστραμμένως ἀθολώτου νάματι πηγῆς τὸν νοσοῦντα τοὺς σκώληκας τόπον τρὶς ῥᾶνον. οἱ δὲ ἐξελεύσονται πάντες ἐφέποντες ἀλλήλοις καταλειπομένου ἔνδον οὐδενός. Εἰ ἀγρίους φθεῖρας ἀποκτεῖναι θέλει ς . [5]
70 4
Εἰ μὲν ἔσωθεν ὦσι κτλ. ἐν ἡλίῳ, ἢ κεδρέαν, καππάρεως φύλλα χλωρὰ καὶ πράσα, ὁμοίως χρῶ. Περὶ ἑλμίνθων Ἀψύρτο υ .
70 5
Σιδίων φύλλα μετὰ ῥοδίνου καὶ ὄξους ἑψήσας χρῶ. Εἰς πλατείας ἕλμινθα ς .
70 6
Νίτρον, καρδάμου σπέρματος, πεπέρεως ἶσα μετὰ ἑψήματος ἐγχυμάτιζε. Περὶ σκωληκιάσεω ς .
70 7
Ἡ σκωληκίασις χαλεπώτατον πάντων καὶ ἀνίατον πάθος ἐστὶν καὶ πάντα τὰ φάρμακα, ὅσα ἐστίν, ἐλέγχειν δυνάμενον. καὶ ἐπιγινώσκεται μέν, ἐὰν θαμινὰ λαμβάνηται ὑπὸ ὀδύνης τὸ ζῷον καὶ ἐπὶ τὴν γῆν κυλίηται. θεραπεύεται δὲ οὕτως· ἐλαίου γο δ c ʹ, πίσσης 〈 γο 〉 τὸ c ʹ εἰς τοὺς μυκτῆρας ἔγχει καὶ ἀποκρινεῖς σκώληκας διαφθαρέντας ἀπὸ τοῦ στόματος. Περὶ ἀσκαρίδω ν , ποιεῖ καὶ ἐπὶ ἀνθρώπω ν . [5]
70 8
Παρὰ Οὐέλμου Τρύφωνος Θεσσαλονικέως ἰατροῦ ἡμῖν ὑποτιθεμένης γνώσεως ἐμάνθανον, ὅτι πρὸς τὰ γινόμενα ἐν τῷ ἥπατι τῶν ζῴων θηρία πλατέα, ἃ γίνεται οὐ μόνον ἐν τῷ ἥπατι, ἀλλʼ ἐνίοτε καὶ ἐπὶ τῷ στομάχῳ, καὶ οὐ μόνον ἐν τοῖς τετραπόδοις, ἀλλὰ καὶ ἐπὶ ἀνθρώπων, ὠφέλιμον ἱκανῶς μὲν καὶ ἡ τοῦ ἐλαίου προσφορὰ καὶ τὸ πρίσμα τοῦ ἐλέφαντος λελειωμένον καὶ ὕδατι χλιαρῷ ἐγχυματιζόμενον, ὁμοίως καὶ ἐλαφείου κέρατος πρίσματα, καὶ μελάνθιον δέ, ὃ μελάσπερμόν τινες καλοῦσιν, τὸ τοῖς ἄρτοις ἐπιπασσόμενον. ἑλμίνθιος βοτάνη κοπεῖσα καὶ συγχριομένη ἐξαιρέτως ποιεῖ, καὶ τὰ τῶν περσικῶν φύλλα ὁμοίως ἐγχυματιζόμενα. εὐχ[α]ρηστότατον δέ ἐστιν καὶ ἐπιτιθέμενον κατὰ τῆς κοιλίας μετὰ ἐμβροχῆς ὑδρέλαιον συνεχῶς, ἀποδιωχθήσονται γάρ, ὥστε μὴ εἰς τοὺς ἄνω πόρους χωρεῖν, ἀλλὰ ἐπὶ ἕδραν κατιέναι. οὐ μόνον γὰρ τὰς ἕλμινθας διὰ τοῦ στόματος λέγεται ἢ ἐκ ῥινῶν προχωρεῖν, ἀλλʼ ἐνίοτε καὶ διʼ ὤτων καὶ ὀφθαλμῶν. Περὶ φθειρῶν τῶν ἐν τῷ στόματ ι . [15]
70 9
Φθειρίασιν τὴν ἐν τῷ στόματι ἐπιγνώσῃ οὕτως κτλ. ἢ πτύελον νηστικοῦ ἀνθρώπου μότους βρέχων ἐπιτίθει. ἀναιρεῖ γὰρ καὶ τοὺς σκώληκας τοὺς ἐν ὠσὶ καὶ τὰς οὐλὰς ὁμοχρόους ποιεῖ. Περὶ ἑλμίνθω ν .
70 10
Ἀλόη ἡπατῖτις ἐγχυματιζομένη ὕδατι ψυχρῷ. ἢ καννάβεως σπέρμα ξηρὸν κόψας καὶ σήσας μεθʼ ὕδατος χυλῶδες ποιήσας καὶ ῥακίῳ ἐκπιάσας ἐγχυμάτιζε γο ϛʹ. ἢ ἀψινθίου Ποντικοῦ, τήλεως, σέρεως ἀνὰ γο c ʹ, θέρμων ξηρῶν κοκκία θʹ, πετροσελίνου γο αʹ λειώσας μετὰ μέλιτος ἐγχυμάτιζε. Ἀφρικανο ῦ . [5]
70 11
Ὅτι ὄνος ἁπάντων τῶν ζῴων οὔτε φθεῖρας οὔτε κρότονας φέρει. Περὶ ἐχεοδήκτων καὶ λοιπῶν ἰοβόλων καὶ καμπῶν.
71 1
Περὶ βουπρήστεως καὶ λοιπῶ ν . Συκῆς ἀγρίας τὸν ἀνθοῦντα καρπὸν ὕδατι ἐμβρέξας εἰς τὰς ῥῖνας ἔγχει. Περὶ μυγαλῆ ς .
71 2
Ἐὰν μυγαλῆ δάκῃ κτλ. ἢ ῥάμνου φύλλα κόψας μετὰ ἀξουγγίου κατάπλασσε, ἢ ἅγνου τριφθέντα μετὰ ὄξους. Ἀφρικανοῦ περὶ λυσσοδήκτων καὶ ὑδροφόβων καὶ λοιπῶν δηγμάτων ἑρπετῶ ν .
71 3
Ὁ παρὼν ἐγχυματισμὸς διὰ δʼ ἔχει τὴν σύστασιν· γεντιανῆς, σμύρνης, ἀριστολοχείας στρογγύλης καὶ δαφνίδων. ταῦτα ἐξ ἴσου κόπτε καὶ σῆθε ἀναλαμβάνων μέλιτι ὠμῷ. ἡ δόσις κυάμου Αἰγυπτιακοῦ τὸ μέγεθος. δίδου δὲ ὀφιοδήκτοις ἐν ὕδασι, σκορπιοπλήκτοις ἐν οἴνῳ πρωτείῳ διάτριτον. Τοῦ αὐτο ῦ . [5]
71 4
Ἀσπίδων δὲ δήγματι θεραπεία· κόρεις πλεῖστοι λαμβανόμενοι ἀσπιδοδήκτοις ἄκος εἶναι μέγιστον πιστεύονται, ἢ χελώνης οὖρον πινόμενον καὶ ἐπὶ τὸ δῆγμα ἐπισταζόμενον καθʼ αὑτό τε καὶ μετὰ πολλῶν κόρεων. ὁ δὲ ἰατρὸς Φόβιος τοῖς ὑπὸ ἀσπίδων δηχθεῖσι τὴν καλουμένην αἱμορροΐδα ἐδίδου τὸν ὄφιν φρύγων καὶ λειῶν καὶ ἐν οἴνῳ ποτίζων, καὶ τὸ ἀνάπαλιν τοὺς ὑπὸ αἱμορροΐδος δηχθέντας ὡσαύτως ἀσπίδι χρῆσθαι ἔλεγεν. Ἴναρον γὰρ τὸν Λίβυν ἴαμα ἀλλήλων ἔφασκεν αὐτὸ παραδεδωκέναι. Ἀντιπαθὲς εὐπόριστον τοῦ αὐτο ῦ . [5]
71 5
Πηγάνου φύλλα κʹ, κάρυα βασιλικὰ βʹ, ἁλὸς χόνδρον αʹ, ἰσχάδας βʹ νήστει ἵππῳ προδιδοὺς ἐν ἐγχυματισμῷ ὑπʼ οὐδενὸς φαρμάκου ἢ ἄλλου τινὸς ἰοβόλου κακωθήσεσθαι ἐργάσῃ. εἰς δὲ τὸ μὴ πληχγῆναι ὑπὸ σκορπίου εἰς κασσιτέρινον πέταλον ἐπίγραψον· ἀββάς, καὶ περιδέσμει τοῦτο τῷ τραχήλῳ τοῦ ζῴου 〈καὶ οὐκ ἂν ὑπὸ σκορπίου πληγήσεται〉. Εἰς δῆγμα ὄφεως καὶ λοιπῶν φάρμακον καὶ λύσσα ν . [5]
71 6
Μύρον πότιζε ψωμόν τε τρίψας μετὰ τραγείου ἀξουγγίου θερμῷ τε ὕδατι ἀναλαβὼν θὲς εἰς κεραμίδιον πεπυρωμένον καὶ ἀναμαλάξας χρῖε. Εἰς ἐχιοδήκτου ς .
71 7
Αὐτὴν τῆς ἐχίδνης τὴν κεφαλὴν ἀποτμηθεῖσαν καὶ λαβίδι ληφθεῖσαν ἀσφαλῶς ἐπιτίθει τῷ δήγματι, ἔτι 〈τῆσ〉 τοῦ τραχήλου τομῆς ἐνθέρμου 〈οὔσησ〉, καὶ ἀφαρπάσει τὸν ἰόν, ἢ ὄρνιν ἀνασχίσας ἐπιτίθει τῷ δήγματι ἔνθερμον καὶ συνεχῶς ἄλλασσε πρὶν ἢ ξηρανθῆναι καὶ ὑγιάσεις. Πρὸς θηριοδήκτους διὰ πείρα ς . [5]
71 8
Ὑπέρικον κόψας καὶ σήσας δίδου ἐγχυματισμόν. ἢ τιθύμαλλον χλωρὸν κόψας ἐπιτίθει τῷ δήγματι, ἐπιστάζων καὶ τὸν ὀπόν, ἢ κωνείου χλωροῦ φύλλα ἅμα τῷ σπέρματι μετὰ οἴνου παλαιοῦ λειώσας κατάπλασσε τὸ δῆγμα. Ἀφρικανοῦ πρὸς δῆγμα παντὸς θηρίο υ . [5]
71 9
Κάρδαμον λειώσας ἐπίπλασσε μετὰ ὀθονίου, ἢ τούτου σπέρμα βρέξας καὶ λειώσας ὡσαύτως ἐπιτίθει μετὰ ὀθονίου. Τοῦ αὐτοῦ πρὸς πληγὴν ἰοβόλων ἐνύδρων ζῴων ἀφλέγμαντο ν .
71 10
Γῆ Λημνία πρὸς τὰς τῶν θαλαττίων ἰοβόλων πληγὰς ἁρμόζει μετʼ οἴνου διδομένη, καὶ λευκὰς ὀρεϊνὴ [καὶ] ὄξει καταπλασσομένη παραπλησίως ἰᾶται. Τοῦ αὐτοῦ προφυλακτικὸν εἰς τὸ μὴ ἀδικεῖσθαι ὑπό τινος ἰοβόλου δήγματο ς .
71 11
Ἐλαίου ὠμοτριβοῦς 𐆃 βʹ, μυελοῦ ἐλαφείου νεοσφαγοῦς γο δʹ, κηροῦ τὸ ἀρκοῦν τήξας ἀμφότερα καὶ διηθήσας χρῶ κατὰ πάντων τῶν ἰοβόλων ὡς δεῖ. Τοῦ αὐτοῦ περὶ σκολοπένδρα ς . [5]
71 12
Ἡ σκολόπενδρα μεῖζον μὲν ἀδικεῖ. σὺ δὲ μέρος τι τῆς ἀντιδότου θηριακῆς ἐπιχρίσας ἴασαι τὸν κεκνισμένον τόπον. ἀσφοδέλου δὲ καρπὸν καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα σκολοπένδρας εἰσὶν ἀντίπαλα, συκῆς τε ὄλυνθοι μετʼ οἴνου καὶ ὀρόβου καταπλασσόμενοι παύουσι τὴν ἀλγηδόνα. Τοῦ αὐτοῦ περὶ ἀραχνίω ν . [5]
71 13
Τῶν ἀραχνίων εἴδη πολλά. τὰ δὲ ἀπʼ αὐτῶν ἀδικῆσαι δυνάμενα δύο, μαινόλης καὶ χαλκής. τοῖς μὲν οὖν ὑπὸ μαινόλους πληγεῖσιν ὑσσώπου ἢ ὀριγάνου γο δʹ ἑξαγ. δʹ ἁλός τε πεφρυγμένου ἶσον λείου καὶ σὺν μέλιτι ἐπιτίθει. ἢ κύμινον ὅσον τοῖς τρισὶ δακτύλοις συνέχειν ἅγνου τε καρπὸν τὸ ἶσον μετʼ οἴνου γο γʹ ἐγχυμάτιζε. διδόναι δὲ καὶ μάζας καὶ σκόροδα καὶ λαβῶν ἐπωφελὲς διὰ στόματος. *** Τοῦ αὐτοῦ πρὸς μελίσσα ς . [5] *[crux: λαβῶν]*
71 14
Πρὸς δὲ τὰ ἔντομα σφῆκας, μελίσσας, ἀνθρήνας, τενθρηδόνας, βομβυλίους, βέμβικας, δάφνης φύλλα κατάπλασσε ἢ μαλάχης ἢ σισυμβρίου ἢ κορίου. ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύου ἀγρίου ῥίζα ἐλαίῳ συνεψηθεῖσα, ὅθεν ἀλείφειν αὐτὰ χρὴ χαλβάνην σὺν ἐλαίῳ. ὁμοίως δὲ τοῦτο καὶ θυμιώμενον πρὶν ἀνοῖξαι τὰ σμήνη ἀπλήκτους διατηρεῖ ἢ μελισσόφυλλον ἐλαίῳ τρίψαντα ἀλείφειν, ἢ βόλβιτα θυμιᾶν ἢ ἐλελίσφακον. πᾶν δὲ ἔντομον ἐλαίῳ ἐπιρρανθὲν ἀναιρεῖται. Τοῦ αὐτοῦ περὶ διψάδο ς . [10]
71 15
Ἡ διψὰς καὶ αὐτὴ πολυώνυμός ἐστιν. καλεῖται γὰρ καύσων καὶ πρήστης ἀφʼ ὧν διατίθησι, μελάνουρος δὲ καὶ ἀμμοδύτης ἀπό τε τῆς διαίτης καὶ τῆς ἰδέας αὐτῆς, θηρίον ἐχίδνης μικρότερον καὶ χαλεπώτερον. ἐμποιεῖ γὰρ τοῖς δηχθεῖσιν [ἐγκύσης] ἐκκαύσεις δίψος τε ἐπιτεταμένον ἄχρι τοῦ πίνοντας διαρρήγνυσθαι. πρὸς δὴ τὸ διψάδος δῆγμα κύπερος ἐγχυμάτισμα διʼ οἴνου καὶ ὕδατος ὀνίνησι λάδανόν τε λελειωμένον καὶ οἴνῳ διδόμενον, ἔτι δὲ ἑσπέριον μῆλον τὸ κίτριον λεγόμενον προποτισθὲν μὲν ἀντιπαθεῖ, ἐπιποτισθὲν δὲ ἀρήγει, καὶ μάλιστα τὸ χρυσίζον αὐτοῦ. Περὶ δρυΐνο υ . [10]
71 16
Ὁ δὲ δρυΐνης ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος καὶ πρὸς ἄλλοις δένδροις καλινδούμενος οὕτω καὶ πονηρός ἐστιν πρὸς τὸ διαφθεῖραι κακῶς, ὡς, εἴ τις αὐτῷ ἐπιβαίη, τοὺς πόδας ἀποδέρεσθαι καὶ οἰδήματα καθʼ ὅλων τῶν σκελῶν γίνεσθαι. καὶ ἔτι θαυμασιώτερον· εἰ καὶ θεραπεύειν τις αὐτοὺς ἐθέλει, καὶ τούτου τὰς χεῖρας ἀποδέρεσθαι καὶ οἰδήματα καθʼ ὅλων τῶν σκελῶν γίνεσθαι. μελίας οὖν τῶν φύλλων ὁ χυλὸς πρὸ παντὸς βρωτοῦ καὶ ποτοῦ χρήσιμος πάνυ ἐγχυματιζόμενος. Τοῦ αὐτοῦ περὶ διαφόρων 〈δηγμάτων〉 καὶ πληγῶ ν . [5]
71 17
Ἴδια μὲν οὖν πρός τε δήγματα καὶ πληγὰς τῶν ἰοβόλων ζῴων ἃ προείρηται, κοινὰ δὲ ταῦτα· ἶρις μετʼ ὄξους πινομένη, παλιούρου σπέρμα ἢ μύρτης χυλὸς σὺν οἴνῳ, καρδάμωμον ὁμοίως, ἢ ἀπίου καρπὸς ἢ τριφύλλου γο c ʹ, ἀσφοδέλου ῥίζης ἑξαγ. βʹ κερατ. ϛʹ σὺν οἴνῳ, ὀπός τε σιλφίου ἢ σπέρμα κριθῆς, πολίου ἀφεψήματος ἐγχυματισμός, καὶ κενταύριον, δίκταμνον, καστόριον, πήγανον, ἐλελίσφακον, καλαμίνθη, ἅγνος. πρὸς τούτοις μὲν καὶ κατάπλασσε ἔτι πιτύροις σὺν ὄξει ἢ οἴνῳ, ἢ ῥαφανίσιν ἢ βολβοῖς. ταῦτα μὲν εἰρηκότες * ἤδη προσειλήφασιν πολλοὶ ἄλλος ἄλλο πείρᾳ τὸ δόκιμον ἐπαινῶν. πρὸς δὲ τούτοις ὁ μέν τις χυλὸν πράσου προςπιεῖν, ὁ δὲ ἀλεκτορίδος ζώσης τὸν ἐγκέφαλον ἐξελών, οἴνῳ ἀκράτῳ διείς, τῷ κινδυνεύοντι ὤρεξεν, ἄλλος οὖρον παιδὸς οἴνῳ καὶ αὐτὸ κραθὲν ἐπ[ιδ]έδωκεν. ὁ δὲ μῦν ἀνασχίσας ἐπέθηκε τῷ πλήγματι καὶ εἰς τὸν μῦν τὸν ἰὸν ἀνέσπασεν. — ἐγὼ δὲ προκρίνω τῶν πολλῶν, ὅπερ πρός τε λυσσοδήκτους καὶ σκορπιοπλήκτους ἐξεθέμην μυστήριον τὸ Παρθικόν, ὃ διὰ τεσσάρων ἴσων ἀνύεται· σμύρνης, ἀριστολοχείας, γεντιανῆς, δαφνίδος [κενταυρίου]. [5]
71 18
προσλαβὼν οὖν ταῦτα 〈καὶ τρίψας σὺν οἴνῳ καὶ ἀναβράσας ἐγχυμάτιζε.〉 εὐπόριστα δὲ καὶ ταῦτα· αἴγειον γάλα καθʼ αὑτὸ καὶ μετʼ οἴνου γο εʹ διδόμενον, βάτραχοι μετʼ οἴνου ἑψόμενοι καὶ ἐγχυματιζόμενοι 〈μετὰ〉 τοῦ ἀπʼ αὐτῶν οἴνου πρός τε ἰοβόλα πάντα καὶ φρύνους. καὶ ἁβρότονον δὲ λεῖον σὺν οἴνῳ, ἀγαρικόν τε ὁμοίως καὶ ἅγνου καρπὸς ὁμοίως, ἄμις Αἰθιοπικὴ καὶ Ἰταλικὸν κύμινον μετʼ οἴνου ἐγχυματιζόμενον, ἀμπελόπρασσόν τε ἐσθιόμενον, δάφνης τὰ φύλλα λεῖα μετʼ οἴνου ἢ ὕδατος ἐγχυματιζόμενα, ἢ δρυὸς βάλανοι ἐσθιόμενοι ἁρμόζουσι κόρεώς τε καρπός, μανδραγόρου ῥίζα σὺν μελικράτῳ. καὶ βδέλλαι δὲ ἐπιτιθέμεναι τῷ δήγματι βοηθοῦσι καὶ ἕλκουσιν. αἴγειος σπύραθος μετʼ ὀριγάνου ἐπιτιθέμενος θηριοπλήκτοις βοηθεῖ ἐλέφαντός τε ξηρὰ κόπρος. καὶ ἅγνου φύλλα καταπλασσόμενα, ἄλφιτα ὁμοίως μετὰ τρυγὸς οἴνου καὶ αὐστηροῦ οἴνου ἢ θαλάσσης ἐγχυματιζόμενα δαψιλῶς ἁρμόζουσι πρὸς πάντα ἰοβόλα ζῷα, ὅσα κατὰ ψῦξιν ἀναιρεῖ. — θηρίον οὖν, ὁποῖον 〈ἂν〉 δάκῃ, τούτου τὴν κεφαλὴν ἀνελὼν ἐπιτίθει τοῖς δήγμασι, καὶ ἐπιδήσας ἄνευ φλεγμονῆς ὑγιάσεις. [20]
71 19
ἢ καύσας τὴν πλήξασαν κεφαλὴν τὴν σποδιὰν ἐπιτίθει. ἢ δρακοντίου ῥίζαν, [ὅ ἐστιν ἄγριον ἄρον,] τρίψας θὲς ἐπὶ τὸν πεπληγότα τόπον προκατασχάσας. ὑακίνθου χυλὸς ἐγχυματιζόμενος παντὶ θηρίων ἀντιπαθεῖ. ἡ τε τοῦ ἀγρίου σταφυλίου ῥίζα περιαπτομένη καὶ ὁ καρπὸς ἐγχυματιζόμενος ἁρμόζει πρὸς πᾶν θηρίου δῆγμα καὶ πληγάς. Κατάντλημα πρὸς πᾶν θηρίου δῆγμ α . [5]
71 20
Ἀριστολοχείας, πηγάνου, τριφύλλου ἀνὰ κερατ. ιηʹ, δαυκίου κερατ. θʹ ἀποβρέξας ἐν ὕδατι κατάντλει. Περὶ ὑοσκυάμο υ .
71 21
Τῷ ὑοσκυάμου ἐμφορηθέντι ἵππῳ γυναικὸς γάλα ἐγχυματιζόμενον βοηθεῖ, καὶ ὄνειον δὲ γάλα ὁμοίως θερμόν, προσέτι ἀψίνθιον μετʼ οἴνου καὶ πεπέρεως ἡδύοσμός τε ὁμοίως ἅμα οἴνῳ. μόνον δὲ βόειον γάλα ἐγχυματιζόμενον ἀντιτάσσεται πᾶσιν ἢ αἴγειον. ἀλεκτορίδος τε ζωμὸς ἅμα ἐλαίῳ, καὶ ἄρνειον αἷμα σὺν μελικράτῳ ἑψόμενον, ἀνδράχνης τε χυλὸς μετὰ μελικράτου εἰς γλοιοῦ πάχος ἑνωθεὶς συνεργεῖ. στροβίλων πυρῆνες καὶ σπέρμα σικύου ἅμα οἴνῳ ἐγχυματιζόμενον συνέρχονται πρὸς σωτηρίαν. Τροχίσκος Ἀνθεμυστίωνος πρὸς πᾶν δῆγμα ἑρπετῶν καὶ ἰοβόλων θηρίω ν . [5] *[crux: Ἀνθεμυστίωνος]*
71 22
Καστορίου ἑξαγ. α c ʹ, ἄμεως καρπόν, τριφύλλου ἀνὰ γο α c ʹ, βρυονίας γο βʹ, ἀνίσου γο β c ʹ, ὀροβίνου ἀλεύρου 𐆃 α c ʹ ἀντλεῖν οἴνῳ. καὶ καλὸν μὲν τὸ ἀπὸ θηριακῆς ἀμπέλου, ὡς ἐκκείσεται ἐπὶ τῶν σπουδαιοτάτων· [καὶ] λεάνας ἀνάπλασσε τροχίσκον καὶ προπότιζε καὶ οἴνῳ λειῶν περίχριε. Φάρμακον Ἀσκληπιάδ ( ο υ ) πρὸς τὰ ἔναιμα τραύματα τὰ ἀπὸ δηγμάτων ἄρκτω ν , παρδάλεων καὶ τὰς τῶν νεύρων διακοπά ς . [5]
71 23
Ἰοῦ ξυστοῦ, στυπτηρίας στρογγύλης ἀνὰ γο αʹ, λεπίδος χαλκῆς, χαλβάνης ἀνὰ γο α c ʹ, κηροῦ γο ιϛʹ πιτυΐνης γο λβʹ, ἐλαίου 𐆃 αʹ. ὄξει λείου τὰ ξηρὰ καὶ τὴν χαλβάνην, καὶ τήξας τὰ τηκτὰ ἐπίχεε. Περὶ αἰλουροδήκτω ν . [5]
71 24
Τερεβινθίνην σὺν μέλιτι καὶ ἐλαίῳ τήξας χρῶ, ἢ κενταύριον λεῖον μετὰ μέλιτος, ἢ ἀλεκτρυόνος κόπρον ὑγρὰν λεάνας μετὰ στέατος ὀρνίθων χρῶ. Στράτωνος ἀποθυμίαμα ἀποδιῶκον θηρία ἰοβόλ α .
71 25
Χαλβάνην, κάχρυος ῥίζης, κέρατος ἐλαφείου, μελανθίου ἀνὰ γο αʹ, λεάνας πάντα μετʼ ὄξους ἀνάπλαττε τροχίσκους καὶ ἐπὶ τῆς χρείας βρέξας ἐν ἐλαίῳ θυμία κατὰ μέσον τῆς οἰκίας ἢ διὰ χωνείου τὸν φωλεόν. Πρὸς ῥῆγμα τρυγόνος θαλασσία ς . [5]
71 26
Τρίγλα ὁ ἰχθὺς ἔτι ζῶσα σχισθεῖσα καὶ ἐπιτεθεῖσα τῇ τοῦ κέντρου πληγῇ παρευθὺ τὴν ἴασιν παρέχει. Ἀφρικανοῦ πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ 〈ἐμφωλεύοντοσ〉 προσφυσώμεν α .
71 27
Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσι χαλεπώτατα, ἤν που ἐν ἱπποστασίῳ νύκτωρ λάθῃ ἢ ἐν ζοφώδει τόπῳ, καὶ νόσοι παρακολουθοῦσιν ἐκ τούτου λοιμικαὶ τῆς ζωῆς καὶ οἰδήματα δυσίατα, ὡς ἀργεῖν πᾶσαν ἐπικουρίαν πρὸς τὸ δεινόν. χρὴ οὖν πρὸς τὸ μηδέποτε αὐτὸν τοιοῦτον δρᾶσαι πῦρ ἐν τοῖς ἱπποστασίοις διαρκὲς ὑφάπτειν. τουτὶ γὰρ τὸ ζῷον ὡς ἔλεγχον αὑτοῦ φοβεῖται τὸ πῦρ. Περὶ βδελλῶν. [5]
72 1
Πρὸς τὰς ἐν τῷ στόματι κεκολλημένας βδέλλα ς . Κόρεις πέντε θλάσας κτλ. ἢ γάρου ποτήριον ἐγχυμάτιζε διὰ πείρας. Περὶ ὀρνιθίας.
73 1
*** εἰς ὀρνίθειον κόπρον ἢ πτερὸν ἢ τιλήσει λεπτὸν καὶ μυξῶδες. βοηθεῖται δὲ οὕτως· λαβὼν τὴν στερεὰν τῆς ὄρνιθος κόπρον τρῖψον. εἶτα μῖξον ἀλφίτων πυρίνων 𐆃 ϛʹ καὶ ῥοὸς γο αʹ φύρασον οἴνῳ μέλανι καὶ ποιήσας μάζας δίδου ἐσθίειν μετὰ ἀχύρων πυρίνων. — ἐὰν δὲ ἄλλως διαρροισθῇ, λαβὼν ἀλφίτων πυρίνων 𐆃 ϛʹ καὶ γιγάρτων τὸ ἶσον κεκομμένων ἀναμίξας εἰς τὸ αὐτὸ ῥάμνον τε καθεψήσας ἐν οἴνῳ αὐστηρῷ καὶ μίξας ἐγχυμάτιζε τὸ αὔταρκες. [5]
73 2
κριθὴν δὲ μὴ διδῷς φαγεῖν, ἕως ἂν παύσεται. ἄκος γὰρ ἔσται τῷ πάθει. ἐὰν δὲ καὶ φαρμαχθῇ, κορίαννον καὶ ῥαφάνου ῥίζαν τρίψας ἐν οἴνῳ ἐγχυμάτιζε. ἄριστον δὲ καὶ τὸ ἐνίτζιν τετριμμένον καὶ ἐγχυματιζόμενον μετὰ οἴνου. Περὶ κράμβης ἀγρίας καὶ μυοφόνου καὶ κωνείου καὶ ἐλλεβόρου. [5]
74 1
Περὶ κωνείο υ . Γάλα ὄνειον ἢ βόειον νεοάμελκτον καὶ ἀψίνθιον μετὰ πεπέρεως καὶ πηγάνου ἐγχυμάτιζε. Περὶ κεντρίτιδος.
75 1
Ἱεροκλέου ς . Τῆς κεντρίτιδος σημεῖα ταῦτα· ὑποκνῆθον ἔχει τὸ σῶμα καὶ κακουχίας μεστὸν καὶ ἑαυτὸν τρώγει καὶ εὐαφής ἐστι τῷ πάθει καὶ τῇ κνησμονῇ. θεραπεύεται δὲ οὕτως· ἀφελὼν ἐκ τῶν ὤμων ἢ ἐκ τῶν βουβώνων αἷμα, τούτῳ σύμμιξον θεῖον ἄπυρον καὶ ἔλαιον καὶ ὄξος καὶ μάνναν. τούτοις σύγχρισον αὐτόν. εἶτα ἁπαλῷ ἐλαίῳ χρῖσον καὶ ὑγιαίνει. Περὶ ὀδόντων ἐκφύσεως. [5]
77 t
Πῶς δεῖ καίειν καὶ πότε καὶ περὶ καύσεως. Καυστικὸν τὰ ὑγρὰ ξηραῖνον καὶ τὰ ἠραιωμένα καὶ τὰ κεχαυνωμένα σφίγγον καὶ τὰ κεκοπωμένα ἀνακτώμενον καὶ τὰ βεβλαμμένα ῥωννύον καὶ ἰσχυροποιοῦ ν .
77 1
Ἀσφάλτου Ἰουδαϊκῆς 〈ἢ〉 Ἀπολλω〈νιάτιδοσ〉, κηροῦ, ῥητίνης πεφρυγμένης [ γ ] ἀνὰ 𐆃 αʹ, ἀξουγγίου, μυελοῦ ἐλαφείου, βδελλίου Ἀραβικοῦ, κηροῦ, προπόλεως, ὀποπάνακος, καστορίου, χαλβάνην, δακρύου στύρακος, ἀποχύματος, ὑσσώπου χυλόν, δακρύου ἀμμωνιακοῦ, πίσσης Βρυττίας ἀνὰ γο βʹ, μάννης, λιβανωτοῦ ἀνὰ γο ϛʹ, ἰξοῦ Ἰταλικοῦ οὐγγίας δʹ. Περὶ καυστικῶ ν . [10]
77 2
Κρίθινον ἄλευρον, πίτυρον, ᾠόν, ὄξος ὀλίγον, ῥόδινον ἑνώσας χρῶ. Πρὸς τὰ κατακαύματ α .
77 3
Μήλου φλοιὸν ὕδατι ἀφεψήσας ἐπίθες καὶ θαυμάσεις. Ἄλλω ς .
77 4
Πρόπολιν, ἀμμωνιακόν, ὀποπάνακος, στυπτηρίας σχιστῆς, πεπέρεως ἀνὰ γο βʹ, κωναρίων γο αʹ, πευκεδανοῦ γο αʹ, χαλβάνην γο δʹ, νίτρου γο αʹ. Πῶς δεῖ γραστίζειν.
78 1
Ἀριστοτέλους εἰς τὸ αὐτ ό . Οἱ ἵπποι καὶ οἱ ὀρεῖς καὶ οἱ ὄνοι καρποφάγα μέν εἰσι καὶ ποοφάγα, μάλιστα δὲ πιαίνεται τῷ ποτῷ. ὡς γὰρ ἂν πίνῃ τὰ ὑποζύγια τὸ ὕδωρ, οὕτω καὶ παρὰ τὴν ἀπόλαυσιν ἔχει τῆς τροφῆς, καὶ ὁποῖον ἂν ἧττον δυσχεραίνῃ τῷ ποτῷ, τοῦτο μᾶλλον εὔχορτόν ἐστι. ἡ δὲ γράστις λειοτριχεῖν ποιεῖ, ὅταν ἔγκυος ᾖ. ὅταν δʼ ἀθέρας ἔχῃ σκληρούς, οὐκ ἀγαθή. τῆς δὲ πόας τῆς Μηδικῆς, ἥτις πρωτόκουρος, φαύλη, καὶ εἴ τι ἂν δυσῶδες ὕδωρ ἐπάγηται· ὄζει γάρ. πίνειν δʼ οἱ μὲν βόες ζητοῦσι καθαρόν, οἱ δʼ ἵπποι ὥςπερ καὶ οἱ κάμηλοι. ἡ δὲ κάμηλος πίνει ἥδιον θολερὸν καὶ παχύ. οὐδὲ γὰρ ἀπὸ τῶν ποταμῶν πρότερον πίνει, εἰ μὴ συνταράξῃ. Πῶς δεῖ χλοάζειν τὰ ἐν τῷ σταύλῳ ζῷ α . [10]
78 2
Ὁ χλοάζων τὰ ἐν τῷ σταύλῳ ζῷα ἐπιμεληθήτω εἰς χλόην ἐπαφιεὶς πρῶτον μὲν χρῆσθαι ταῖς θεραπείαις ταύταις· ἀναφύσησόν τε διὰ ῥινῶν, διαλαμβανόμενος τοὺς κροτάφους, οἰνελαίῳ διὰ τὴν τῆς κεφαλῆς σφήνωσιν, καὶ διαστήσας τρεῖς ἡμέρας ἄφες ἐπινεύειν εἰς τὸ χαμαί, μὴ εἰς βαθὺν χόρτον, ἀλλὰ καταδεέστερον, ἵνα μετὰ τάσεως τῆς ὀσφρήσεως γινομένης καὶ κίνησιν ἡ κεφαλὴ λαμβάνουσα πᾶσαν τὴν μοχθηρίαν τῆς ἀρρωστίας ἀπὸ τοῦ ἐγκεφάλου διὰ τῶν μυκτήρων παραπέμψῃ. μετὰ δὲ τρεῖς ἡμέρας φλεβοτόμει ἀπὸ τοῦ τραχήλου ἀσφαλιζόμενος διὰ τὸ σφαγίτιδας ὑπάρχειν τὰς φλέβα ς . ἀναγκαίως δὲ ἔχει φλεβοτομεῖν ἐκ τῶν μερῶν ἐκείνων. πάντες γὰρ οἱ ὀχετοὶ ἐγκείμενοι τῷ ζώῳ ἐ π ’ ἐκείνας ἀνάγουσ ι . Καὶ φλεβοτομήσας σύγχρισον τῷ αἵματι μετὰ τῆς προσηκούσης ἐπιμελείας, καὶ στῆσον ἐν σκότει βαθεῖ ἡμέρας ἑπτά, παραβάλλων αὐτοῖς τὴν γράστιν· εἶτα ἀπόσμηχε, καὶ ἀποσπογγίσας τὰς ἰκμάδας τοῦ ὕδατος οἴνῳ καταφύσα αὐτὸν διʼ ὅλου τοῦ σώματος, καὶ ἁλὶ λεπτῷ παράσμηχε διὰ τὰς σιαλιτώσεις, καὶ ἔασον αὐτὸν ἐπὶ τὴν νομὴν πᾶσαν ὕλην [μόνη] νέμεσθαι. [5]
78 3
ἐγχυμάτιζε δὲ αὐτὸν ἀπὸ τῆς χλόης καταψυκτικοῖς διὰ γλυκέος χρηστοῦ, καὶ ἔσται ὑγιὴς διὰ παντός· ἐὰν δὲ βήσσῃ τῇ γράστει, γίνωσκε ὑπὸ ἀθέρων αὐτὸν ὀχλεῖσθαι. μάλιστα μὲν οὖν, ὅταν ἡ γράστις ἐκδράμῃ, ὑπὸ τῶν ἀθέρων ἡ ἀρτηρία πήγνυται καὶ τὸν βῆχα ἐπάγει. διὸ δεῖ τοῦτον ταυριάζειν, 〈τὴν ταυρέαν〉 βρέχοντα οἰνομέλιτι, ἵνα τὰς ἀρτηρίας ἀποκαθάρῃ. Περὶ εὐνουχισμοῦ. [10]
80 t
Περὶ θλάσματος, σειριασμοῦ, ταινίας, πληγῆς, οἰδήματος καὶ λοιπῶν ποδικῶν. Περὶ θερμοπλήσεως καὶ ἁπαλοποδίας καὶ θλάσματος καὶ παρκινήσεως καὶ ταινίας καὶ σειριασμοῦ καὶ χηνιασμοῦ καὶ πάντων τῶν ἐν τοῖς ποσὶ παθῶν ἀπαραβατικό ν .
80 1
Ἄψυρτος Οὔρσῳ στρατηλάτῃ χαίρει ν . Ἐδήλωσάς μοι, δέσποτα Οὖρσε, πυνθανόμενος, ὅπως γίνεται τάματα ἐν τοῖς ποσὶ τῶν ἵππων, καὶ πῶς ταῦτα σημαίνει; ἔστι δὲ οὕτως· ὅταν ἀναβάτην τύχῃ καὶ κέλητα γενέσθαι μὴ πείραν ἀσφαλῆ ἔχοντα τοῦ καθέζεσθαι καὶ ἡνιοχεῖν τὸ ζῷον, ἀλλʼ ἐλαύνειν διαρρεόμενον, περιφερόμενος οὕτως διὰ τὸ μὴ χαλιναγωγεῖσθαι αὐτὸν τῇ πείρα ὑπὸ τοῦ ἀναβάτου, πλαγιάζων τὰ σκέλη εἰς ἔκφυσιν φέρει τὰς ὁπλάς, καὶ τῶν ἄρθρων διασειομένων καὶ τῶν νεύρων καμνόντων, οὕτως ἐν ἐκείνοις τοῖς τόποις 〈τὰ〉 τάματα καὶ τὰ ῥήγματα γίνεται μετὰ φυσήματος καὶ οἰδημάτων. — ὀφείλει οὖν καταντλεῖσθαι τῇ συντεταγμένῃ χαλαστικ ῇ, κάλλιον μέν, ἐὰν ᾖ θαλάσσιον ὕδωρ εἰς τὸ καθεψεῖν τὰς βοτάνας, εἰ δὲ οὐκ ἔστιν, ὕδατι καινῷ βαλὼν ἅλας, οὕτω καθέψει εἰς τρίτον καὶ χρῶ τῇ καταντλήσει, καὶ ἀποξύσας τὰς ἰκμάδας τοῦ ὕδατος, οἴνῳ ἀναλάμβανε καὶ κατάπλασσε αὐτὸν τῇ ὠμῇ λύσει ἐν ἀρχῇ, ἄχρις οὗ οἱ ὄγκοι τῶν οἰδημάτων συμπέσωσιν. [5]
80 2
ἢ ἀναλαμβανόμενος φάρμακον, προαποτρίβων οἴνῳ, κατάπλασον, ἄχρις οὗ οἱ τόποι οἱ νευρώδεις συμπέσωσιν. καὶ τότε φλεβοτόμῳ χρῆσαι ἐκ τῶν ὁρωμένων τόπων, καὶ ὅταν περιπατήσει ὑγιής, ξηρῷ μαλάγματι σφίγξον, μέχρις οὗ πάντα τὰ νεῦρα τόνον λάβῃ. Περὶ ἁπαλοποδία ς . [10]
80 3
Σαῦραν ζῶσαν βαλὼν εἰς κάκκαβον σὺν ὄξει δριμυτάτῳ ἕψει, ἕως οὗ διαλυθῇ. εἶτα ἀσφάλτῳ ἀσφόδελον, θεῖον ἄπυρον, στέαρ βουβάλειον καὶ ταύρειον ἢ τράγειον καὶ κηρὸν καὶ ἔλαιον ἐμβαλών, συνέψει. εἶθʼ οὕτως ἀπόχριε τὰ πέλματα. Περὶ θλασμάτων καὶ πόθεν γίνοντα ι . [5]
80 4
Ὅταν ἡ στάσις μὴ ᾖ καθαρά, ἀλλʼ ἔνσκοτος καὶ ἔνυδρος, πυρουμένων τῶν πελμάτων καὶ ἀποκινουμένων, οἱ ἰχῶρες ὑποτρέχουσιν ὑπὸ τὰς χοινικίδας καὶ πυοῦνται αἱ ὁπλαὶ ὑπὸ τῶν ἰχώρων σύστασιν λαμβανόντων. διὸ καὶ πυῶδες μετὰ δυσώδους ἀποχαρασσομένων τῶν πελμάτων ἐκφέρουσι. θεραπεύονται δὲ οὗτοι ὑποξυόμενοι ὄξει καὶ πιτύροις ἢ κριθαῖς καθεψημέναις. ἐστὶ δὲ σκληρὸν τὸ ἄλγημα. Περὶ ποδῶν λεπρώντω ν . [5]
80 5
Ὅτε οἱ πόδες τοῦ ἵππου λεπρῶσι, χρὴ ἐξ αὐτῶν τὸν ἰχῶρα ξέειν καὶ θεραπεύειν οὕτως· στυπτηρίας μαλακῆς 𐆃 δʹ εἰς χυτρίον βαλὼν ἐπίχεε ἀμόργην ἐλαίου 𐆃 γʹ. εἶτα ὑπόκαιε, ἕως ἀναζέσει, καὶ ὀθόνην ἐμβάψας, τρῖβε ταύτῃ τοὺς πόδας, τῆς χειρὸς ἀπεχόμενος. τοῦτο ποίει δὶς τῆς ἡμέρας. Περὶ σειριασμοῦ ἵππο υ . [5]
80 6
Ἀρσενίκιν σχιστὸν τρίψας μετὰ ῥητίνης χρῖε, ἢ κανθαρίδα μετὰ ἐλαίου χρῶ. Ἐὰν σειριάσει ἐπὶ πολ ύ .
80 7
Τέφραν δρυΐνην ἢ κληματῖτιν μετὰ μέλιτος ἀναφυράσας περίχριε τοὺς πόδας. Χηλοστυπτικὰ καὶ ψωριῶσ ι .
80 8
Ῥοῦν καὶ πίτυν ἶσον ἑκάστου ἑψήσας μετὰ ὄξους εἰς χύτραν καινὴν καὶ βρέξας σπόγγον μετὰ ὄξους ἐπίθες. ταῦτα καὶ ψωριῶντα θεραπεύει. Πρὸς συγκοπὴν ποδό ς .
80 9
Σῦκα ξηρὰ μετὰ ἅλατος κόψας κατὰ τῶν ὀνύχων ἐπίθες. Τιβερίου εἰς ἐκπύησιν δακτύλω ν , ἐὰν διά τινα αἰτίαν θλιβῇ καὶ ὑγρὸν συνάξ ῃ .
80 10
Γύρεως κτλ. Πρὸς ἀνατετριμμένους πόδα ς .
80 11
Πίσσης ὑγρᾶς, στυπτηρίας, ὄξους ἀνὰ γο ϛʹ, συκοφύλλων τὸ ἀρκοῦν. συγκόψας πάντα καθʼ αὑτό, τοὺς πόδας τοῦ κάμνοντος ἵππου καθʼ ἡμέραν ὑπάλειφε καὶ χρῶ ὡς δοκίμῳ. Πρὸς σειριασμό ν .
80 12
Τρία γένη εἰσὶν σειριασμοῦ· ἓν μέν, ποιεῖ λεπίδας ξηρὰς καὶ φλυκτίδας ὁ ποὺς τοῦ ἵππου καὶ ἐξαιματοῦται διὰ τὸ εἶναι τὸ πάθος ξηρόν. τὸ δὲ ἕτερον [τὸ δὲ] ἀνατριχίζον καὶ φέρον ὑγρὸν γίνωσκε, ὅτι ἐστὶν ἀπὸ ῥεύσεως καὶ δέον θεραπεύειν οὕτως· χρίσας τὸν πόδα χρίσματι ἔα ἡμέραν μίαν, καὶ μετὰ τοῦτο λαβὼν στυπτηρίαν σχιστὴν τετριμμένην καὶ σίναπιν καὶ ὀρόβινον ἄλευρον καὶ ἰάριν καὶ μίξας πάντα ὁμοῦ μετὰ μέλιτος ἀναλάμβανε, καὶ ἐπιχρίσας τὸν πόδα φασκίωσο ν. Ἄλλω ς . [5]
80 13
Βαλὼν ἀξούγγιον ἄπαστον χοίρειον λιτὸν καὶ ὄξος δριμὺ καὶ ὑδράργυρον, εἶθʼ οὕτως ἀμφότερα ἕνωσον ἰσχυρῶς, ἕως γένωνται μία οὐσία βαλὼν αὐτὰ εἰς ἰγδὶν πρόσβαλον λαπάθου ῥίζης χλωρᾶς τὸν φλοῦν τετριμμένον καὶ τεάφιν καὶ πίσσαν καὶ ἀγριοσταφίδα. τοῦτο πάνυ χρήσιμόν ἐστιν. Ἄλλω ς . [5]
80 14
Πρῶτον χρῖσον τὸν πόδα τοῦ ἵππου καὶ ἀνάτριψον ῥάκει τριχίνῳ μετὰ ὄξους, μέχρις οὗ αἷμα ἐξέλθοι. εἶτα λειώσας ὕελον καὶ κοσκινίσας σχίσον δουμάκιν καὶ ἐπίπλασσε τὴν ὕελον καὶ δέσμει ἡμέρας τρεῖς. εἶτα λύσας καὶ πλύνας μετὰ σάπωνος πάλιν θὲς ἕτερον δουμάκιν μετὰ ὑέλου, μέχρις ἂν καταφάγῃ καὶ ἐλαττώσῃ τὴν ἐν τῷ ποδὶ κακίαν. καὶ μετὰ τοῦτο ἐκτιθεὶς ἐκ τρίτου δουμάκιον ἄνευ ὑέλου, ἄφες ἐπὶ τρισὶν ἡμέραις. εἶτα λούων ὕδατι ψυχρῷ κατάντλει, μέχρις ἂν ὑγιάνῃ. Ἄλλω ς . [5]
80 15
Ἄσβεστον ζῶσαν ἡμερόκαυστον λαβὼν σβέσον μετὰ ὄξους δριμέος καὶ ἅπλωσον εἰς παν〈ίον〉, καὶ ἐπιρράνας ἔλαιον ὀλίγον, ἐπίδησον καὶ ἔασον ἕως αὔριον τῆς αὐτῆς ὥρας, εἶτα λῦσον. τοῦτο ποίησον, ἕως ἂν ὑγιάνῃ. Εἰς ταινία ν .
80 16
Βαλὼν ὑγρόπισσον εἰς θερμόν, τάραξον καὶ χύσον αὐτὸ τὸ θερμὸν ἕως ἑπτάκις. εἶτα ποίησον αὐτὸ ὡς ἔμπλαστρον καὶ θές. ἢ ὀρνιθίαν μετὰ ὄξους ἀναζύμωσον καὶ τιθεὶς περιδέσμει. Ἔμπλαστρον ταινία ς .
80 17
Ἀγριοσταφίδος, θείου ἀπύρου, ἀμμωνιακόν, σμύρναν, λίβανον, λαδάνου .. ὅ ἐστιν μαστίχης ἀνὰ γο μίαν, ῥητίνης γο γʹ, τερεβινθίνης, χαλβάνης ἀνὰ ἑξαγ. δʹ, ὀπίου ἑξαγ. δύο, ἐλαίου, κηροῦ καὶ σαπωνίου. Ἄψυρτος εἰς χηνιασμό ν .
80 18
Συμβαίνει τοῖς ἵπποις νόσος χαλεπὴ ἐν τοῖς ποσὶ περὶ τὴν στεφάνην τῶν ὀνύχων, ἥ τις ἀπρέπειαν καὶ χωλείαν τούτοις ἐργάζεται μάλιστα διὰ τὸν αὐχμόν. γίνεται δὲ ὡσπερεὶ τραύματα καὶ λεπίδες ἐπάνω τῶν ὀνύχων αὐτῶν. θεραπεύεται δὲ οὕτως· ἡνίκα ἄρξηται ποιεῖν τραύματα ὥσπερ λεπίδας καὶ φύῃ τρίχας οὐκ ἐξ αὐτῆς τῆς φύσεως, ἀλλʼ ὥσπερ παραφυάδας, λαβὼν χρῖσμα χρῖσον τὸν τετραυματισμένον τόπον, καὶ μαχαιρίῳ ξυλίνῳ καλῶς ἀποκάθαρον, ἕως οὗ ἐξέλθοι αἷμα. εἶτα λαβὼν δαφνέλαιον καὶ ἅλας, ἄλειφε τῇ πρώτῃ ἡμέρᾳ. τῇ δὲ ἐπιούσῃ πάλιν καθάρας τὸν τόπον λαβὼν χελώνην ὀρεινήν, μὴ λιμναίαν, καὶ τρήσας αὐτῆς τὸ ὄστρακον μετὰ μαχαίρας τὸ αἷμα αὐτῆς ἄλειφε τοὺς τόπους, ἐν οἷς εἰσι τὰ τραύματα. ἄλειφε δὲ τρὶς τῆς ἡμέρας μετὰ ἀξουγγίου. καὶ γὰρ θαυμαστῶς καὶ τρίχας αὔξει καὶ τὰς οὐλὰς θεραπεύει. Εἰς εὐθραύστους ὄνυχα ς . [15]
80 19
Βούτυρον εἰς ἄνθρακας ἀναλύσας ἄλειφε τὴν στεφάνην τῶν ὀνύχων τοῦ ἵππου καὶ ἱστάτω ἐν ἡλίῳ. τοῦτο ποίει μέχρι ιεʹ ἡμερῶν καὶ ὑγιάσεις. Εἰς παράλυμ α .
80 20
Ἄλειφε τῆς ὁπλῆς τὸν ὄνυχα ἤτοι τὴν στεφάνην τοῦ ἵππου ἔλαιον, εἶθʼ οὕτως ἐπίπασσε τὸν τόπον τίτανον ἀκατάσβεστον καὶ ὑγιαίνει. Περὶ μηρο ῦ .
80 21
Ἐὰν δὲ ἡ συμβολὴ τοῦ σκέλους σπάσμα λάβῃ ἢ στρέμμα ἢ ἄλλο τι γενήσεται, τὸ σκέλος συνάγειν οὐ δύναται οὐδὲ κοιμᾶσθαι [ἀφαίλει] οὐδὲ ἐᾷ τὴν χεῖρα προσφέρειν αὐτῷ. αἷμα οὖν ἄφελε ἀπὸ τοῦ ἀστραγάλου καὶ κατάντλει ὕδατι θερμῷ καὶ οἴνῳ καὶ ἐλαίῳ, καὶ περιπατείτω. ἐὰν μὴ ἀποκαθίσται, κατὰ τὴν συμβολὴν αὐτοῦ τοῦ μηροῦ τὴν καῦσιν ὁμοίαν ποίει, ἵνα ὁ τόπος περιληφθῇ τῆ〈σ〉 συμβολῆ〈σ〉. ἐὰν δὲ ἔτι 〈ὑγιεία〉 μὴ ἐπιγένηται, καῖε ταῖς ὀρθαῖς καυτηρίαις φυλασσόμενος τὸ καυτήριον μὴ θίγῃ τοῦ αἰδοίου. Περὶ σειράματος ἤτοι χειρώματος Θεοφυλάκτου πατριάρχο υ . [5]
80 22
Πρὸ πάντων ψιλώθρῳ τὸν τόπον ἀποκάθαρε, εἶτα πυρία ἐν τούτοις· μυρσίνοις φύλλοις, δενδρολίβανον, δάφνης φύλλα ἀνὰ 𐆃 βʹ, ἰτέας φλοιοῦ, βάτου ῥίζης, σφαιρίων κυπαρίσσου, ἀσφοδέλου ῥίζαν, σιδίων, κηκῖδος, βαλαυστίων, ἀμόργης ἀνά 𐆃 αʹ, μέλιτος 𐆃 βʹ, οἴνου στύφοντος τὸ ἀρκοῦν. ἀπόβρεχε πάντα μετʼ οἴνου νυχθήμερον, καὶ ἑψήσας πυρία καταντλῶν. εἶτα ῥάκος τρίχινον βρέχων εἰς ὄξος μετὰ ἁλῶν τὸν τόπον ἀπότριβε, μέχρις ὅπου ἀπορρεύσει αἷμα. καὶ λαβὼν τοῦ ἀλείμματος, ὅπερ δέχεται ἀκακίας χυλὸν τῆς κιρρᾶς, ῥητίνης, ἰοῦ ξυστοῦ, λιθαργύρου, ψιμυθίου, ἀρσενικὸν σχιστόν, σκωρίας μολίβδου, ἀγριοσταφίδος, κανθαρίδων, πίσσης ὑγρᾶς ἀνὰ γο βʹ, ὀροβίνου ἀλεύρου, ἐρεγμίνου, σιδίων, κηκῖδος, ἀσβέστου ζώσης, ὑέλου τετριμμένης ἀνὰ γο αʹ, κόπρου ὑείας γο β c ʹ, κόπρου κυνείας ὁμοίως, στέατος ὑείου γο θʹ, στέατος φώκης γο γʹ, πάντα σήσας λεπτῷ κοσκίνῳ ἐπέμβαλε τούτοις τὰ στέατα καὶ τὴν ὑγρὰν πίσσαν καὶ ἀναμαλάξας χρῶ, ἐμπλάσας εἰς λινοῦν ῥάκος καὶ ἐπιδεσμῶν. [10]
80 24
Ἀφρικανοῦ εἰς τὸ πραῦναι 〈φλεγμονὰς ποδῶν〉 καὶ ἄλλων μερῶ ν . Φοίνικας ζʹ προβρέξας ἐν οἴνῳ γλυκεῖ, ἕως ἁπαλοὶ γένωναι, τρῖβε σὺν ἀρκοῦντι ῥοδίνῳ ὡς λειότατα. εἶτα κηροῦ καὶ στέατος χοιρείου προσφάτου καὶ ψιχῶν ἄρτου ἶσα σὺν ῥοδίνῳ ἑψήσας μικρὸν κατὰ τῶν λελειωμένων φοινίκων ἐπίχει, καὶ ἑνώσας ἐν θυίᾳ, ποίει ὑγρὸν ὡς ἐμπλαστρῶδες, καὶ ἐπιθεὶς τὴν φλεγμονὴν εὐθὺς ἀρεῖς. Περὶ μανίας, λύσσης, ληθάργου, σκοτωματικῆς, ἀπιώσσου, ἐπιλήπτου, ἀτιθάσσου καὶ πρὸς τὸ ἡμίονον παῦσαι λακτίζοντα. [5]
81 1
Περὶ μανία ς . Συμβαίνει τὸν ἵππον μαίνεσθαι ἀπὸ ἰσχυρότητος πόνου. τεκμήριον δὲ ἔχει ταῦτα· ὄμματα αἱματούμενα ἔχει, ἑαυτὸν δάκνει καὶ λακτίζει καὶ τρέχει ἀνθρώπους δακεῖν, ἑαυτὸν ἐπὶ τοῦ τοίχου καὶ τῆς φάτνης ἀράσσει. ἔστι δὲ ὅτε καὶ προσθεὶς τὴν κεφαλὴν τῷ τοίχῳ μίαν ** τοῦτον δεῖ φλεβοτομεῖν καταρχὰς ἐκ τῆς σφαγῆς καὶ ἐᾶν αἷμα ῥεῦσαι πολὺ καὶ ἀναστέλλειν ἀπὸ πάσης τροφῆς. τῇ δὲ ἄλλῃ ἡμέρᾳ τρίψας πάνακα γο αʹ μετʼ ὄξους πότιζε ἐπὶ ἡμέρας δʹ καὶ παράβαλλε πράσα, καὶ πάλιν φλεβοτόμει ἀπὸ τῆς κλειδό ς . ἐὰν δὲ καθαρισθῇ, δίδου τροφὴν καὶ ἐπιμελοῦ ὡς δεῖ. Περὶ σκοτασμο ῦ . [10]
81 2
Σκόροδα κόψε καὶ μῖξον μετὰ οἴνου γο ιʹ καὶ διὰ στόματος ἐγχυμάτιζε. τοῦτο καὶ δυσσουριῶντας ὠφελεῖ, ἐπιμιγνυμένων καὶ ᾠῶν δέκα τῶν λευκῶν. Πρὸς τὸ μὴ λακτίζειν ζῷα ἀλλήλων ἐν τῇ φάτν ῃ .
81 3
Λαβὼν ὕδωρ καθαρὸν πλῦνον τοῦ ἑνὸς τὴν οὐρὰν καὶ δὸς τῷ ἄλλῳ πιεῖν καὶ εἰρηνεύσουσιν. ἢ ἑκάστου ὀνίδα λύσας ἐν ὕδατι ἀλλήλοις δὸς πιεῖν. Πρὸς τὸ πράως ὁδεύειν τὸν ἀγριαίνοντα ἵππο ν .
81 4
Τῆς περιστερεῶνος βοτάνης κλῶνα λαβὼν ἐνείλησαι εἰς τὸν χαλινὸν τοῦ ἵππου. Πρὸς ληθαργικό ν .
81 5
Ὅταν ἵππος ληφθῇ τῷ τοιούτῳ νοσήματι, καταπίπτει, ῥέγχει, κοιμᾶται λίαν τό τε χεῖλος κεχαλασμένον ἔχει καὶ χασμᾶται. ταῖς χερσὶν οὖν ἀποτρίβων καὶ ἐμφυσσῶν οἴνῳ καὶ ἐλαίῳ παύσαις τῇ ζʹ ἡμέρᾳ. Περὶ ἀγρυπνία ς .
81 6
Τραύματα αὐτῷ παρὰ ὅλον τὸ σῶμα γίνονται ὡς ψωριῶντος καὶ ἀνόρεκτος γίνεται [οὐ] πάνυ προσφερόμενος τὴν τροφὴν καὶ κατηφής ἐστιν. ὕφελε οὖν τὴν τροφὴν καὶ φλεβοτόμει ἀπὸ αὐχένος καὶ ἐγχυμάτιζε τροχίσκον τὸν διὰ κρόκου καὶ νίτρου καὶ ἔσται ὑγιής. δίδου δὲ αὐτῷ καὶ ἔλαιον μετὰ κρόκου ** ἀποβραχέντας ἐν γλυκεῖ. Περὶ ἐπιλήπτο υ . [5]
81 7
Σημειούμεθα τὸν ἐπίληπτον ἵππον κατὰ τὴν θέσιν, εἰ μὴ δύναται στῆναι, εἰ μετὰ μυγμοῦ σπᾶται καὶ διαστρέφει τὰ ἄρθρα καὶ τὰ χείλη καὶ ἀφρὸν ἐκπέμπει διὰ τοῦ στόματος. τινὲς δὲ [καὶ] τούτων καὶ σίελα ἀφιᾶσιν. ὑπανέντος δὲ τοῦ νοσήματος πελιδνοῦνται καὶ οὐ δύνανται ἐπευθὺ ποιήσασθαι τὸν περίπατον, ἀλλʼ ἐφʼ ἓν μέρος, ὡς ὑπὸ μηχανῆς, ἀναστρέφονται. δεῖ οὖν θεραπεύειν οὕτως· εἰσαγαγὼν αὐτὸν πρῶτον εἰς τόπον ζοφώδη, φλεβοτόμει ἀπὸ τῆς ἐπιβολῆς ἐνδόσεως γινομένης τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ. μετὰ δὲ τὴν ἀφαίρεσιν τοῦ αἵματος βρέχε τὴν κεφαλὴν ὀξυκράτῳ καὶ ἐλαίῳ, καὶ τροφὴν χαλαστικὴν καὶ εὐτροφωτέραν τῇ δυνάμει δίδου. τῇ δὲ [τῇ] τρίτῃ τῶν ἡμερῶν αἷμα ἀπὸ τῆς κεφαλῆς ὀλίγον λάμβανε καὶ ὀλίγῃ ἐμβροχῇ διʼ ἐλαίου μέχρι τῆς πέμπτης χρῶ. ἐκ δὲ ταύτης ἀποκατάντλει τὴν κεφαλὴν σπόγγῳ ὡς ἐπὶ πλεῖστον ὀκτάκις ἢ δεκάκις πρὸ τῆς τροφῆς, καὶ σύγχρισον ἐλαίῳ, καὶ τοῦτο παρὰ ἡμέραν ποίησον, ἕως ὑγιασθῇ. Ἀφρικανοῦ ἵππων τιθασεί α . [15]
81 8
Σπανίως, ὡς ἐν ἀνδράσιν, οὕτως δὲ καὶ ἐν ἵπποις εἰλικρινής ἐστιν ἀρετή. ἐγγὺς γὰρ τοῖς ἀγαθοῖς κακία, βάσκανος, ἵνα μὴ τὸ καλὸν καθαρὸν φανῇ. λόγιός τις, 〈ἀλλʼ οὐ σεμνός, καὶ ἄλλος στρατηγεῖ μέν, ἀλλʼ οὐ σωφρονεῖ. καί τισ〉 ἀνδρεῖος, ἀλλʼ ἀλαζών. ὁ δὲ ἄχραντον οὐκ ἐφύλαξεν τὸ κάλλος αὑτῷ, καὶ ἄλλος ἄλλῳ πλεονεκτεῖ τε καὶ ἁμαρτάνει. ὅμοια καὶ τὰ ἐφʼ ἵππων καλὰ καὶ πονηρά. τ[ρ]αχεῖς, ἀλλʼ ἐρωτικοί, θηρευταί, ἀλλὰ στομίαι, βαδισταὶ καὶ ὑβρισταί. τοὺς ἀναβάτας ἄλλοι οὐ δέχονται, οἱ δὲ ἀποσείονται. παρατρίβουσιν ἔνιοι τοίχοις ἢ φυτοῖς. οἱ μὲν ἐκ φύσεως κακοῦργοι, οἱ δὲ ὑπὸ τῶν κεκτημένων γεγενημένοι καὶ δάκνουσι καὶ λακτίζουσι, καὶ ἀφίστανται καὶ ἀναχαιτίζουσιν, ἢ μισοῦντες ἢ ὑπερηφανοῦντες τοὺς δεσπότας. καὶ πολλοὺς εἰπεῖν ἔχω ἄλλον ἄλλῃ συμφορᾷ καὶ εἴδει κακῶν ποικίλως ὑφʼ ἵππων διεφθαρμένους. — τέχναι μὲν οὖν πωλοδαμνῶν ὡς οἷόν τε τὰς κακίας ἢ ἐπέχουσι〈ν〉 ἢ διορθοῦσιν, ὀλιγοσιτίᾳ τοὺς ὑβριστάς, ἐκτομῇ τοὺς ἐραστάς, κημοῖς τοὺς δάκνοντας, τοὺς στομίας λύκοις, πληγαῖς τοὺς ἀπειθεῖς. [15]
81 9
τί δʼ ἄν τις ποιήσειε κατὰ τοῦ ἀφεστηκότος καὶ πείθεσθαι μηδενὶ τρόπῳ ἐς μηδὲν μήποτε 〈μήτε〉 ἐπιταγμάτων μήτε μαθημάτων προῃρημένου; ὥσπερ γὰρ τὰ ἀγριώτατα τῶν θηρίων τέλεια ληφθέντα οὐ τιθασεύεται, ἀλλὰ κἂν πρὸς ὀλίγον χειροήθη δοκῇ γενέσθαι, 〈ὅμως τῆς πρόσθεν ὠμότητος οὐκ ἐπιλανθάνεται,〉 οὑτωσὶ δὲ καὶ τόδε τὸ θρέμμα δυσμετάγωγον κακίας ἐγχρονισθείσης. — ἐπεὶ τοίνυν ἀσθενὴς πρὸς τὰ τοιαῦτα πληγὴ καὶ ἀπειλὴ καὶ τέχνη καὶ τροφή, κακία φύσεως τέχνῃ φύσεως διορθούσθω. [10]
81 10
ἡμερωσάτω αὐτὸν κἂν γραφή, ἣν οὐ φοβηθήσεται, ἣν οὐχ ὑποπτεύσει, ἣν φορῶν δαμασθήσεται. κύκλῳ ὁπλῆς προπλοτέρου ποδὸς εὐωνύμου χειρὶ εὐωνύμῳ 〈εὐωνυμο〉γραφίᾳ ἐγχάραττε χαλκῷ σελήνης ἑκκαιδεκαταίας Ῥωμαίας προσταγῆς ἀπειλήν, καὶ ἀνάγκην ἔχει 〈πειθαρχίασ〉. ἡ γραφὴ δὲ κεῖται ἐν τῷδε τῷ ὑποκειμένῳ πενταγώνῳ, ὃ ἐγγέγραπται ὑπʼ αὐτῶν διὰ τοῦδε τοῦ σημείου ** φε δολει κεσο φεε αελφχοθπψλο. Ἄλλο τοῦ αὐτοῦ πρὸς τὸ παῦσαι ἡμίονον λακτίζοντ α . [10] *[crux: προπλοτέρου]*
81 11
〈Πύξου σπέρμα ἐν οἴνῳ ἑψήσας ἐγχυμάτιζε ἡμέρας ϛʹ.〉 Περὶ ἑτερογόνων καὶ εὐθέτων πρὸς ζυγόν.
83 t
Περὶ τοῦ ἐν τῇ κεφαλῇ ῥεύματος. Περὶ κεφαλαλγία ς .
83 1
Κισσὸν σὺν ἐλαίῳ ζέσας χρῶ. πρὸς δὲ κεφαλοκάθαρσιν γάρου γο ιʹ διὰ τῶν μυκτήρων ἐκχεόμενον. Περὶ βαρύσεως κεφαλῆ ς .
83 2
Φλεβοτόμει ἀπὸ τῶν κροτάφων, μάλιστα ἐὰν ἐπιρρέουσιν οἱ ὀφθαλμοί, ἀγαθὸν δέ, εἰ ἀπὸ τῆς ὑπερῴας τρίτης ἢ τετάρτης φλεβώδους ἐξοχῆ ς , τὴν περὶ τὸν κυνόδοντα ἐῶν διὰ 〈τὸ〉 δύσταλτον εἶναι τὸ ἀγγεῖο ν . δίδου δὲ καὶ διάρ〈ρ〉ινον καὶ ἐγχυμάτιζε σικυόνιτρον μετὰ γλυ〈κέ〉ος ψυχριστοῦ ἢ τροχίσκον τὸν δ ι ’ ἀκόρο υ . Κροτάφου ἴασι ς . [5]
83 3
Ἄφελε αὐτοῦ αἷμα ἀπὸ τῶν κροτάφων καὶ τῆς ζέας καὶ χρῶ συγχρισμῷ. Διάρρινον καθάρσεως κεφαλῆ ς .
83 4
Κισσοῦ χυλὸν ἢ καλαμίνθης διὰ τῶν μυκτήρων ἐγχυμάτισον. Ἐπίγνωσις εὔποδος καὶ μαλακόποδος.
85 t
Περὶ ἱδροῦντος ἐξ οὐδεμιᾶς αἰτίας. Εἰς ἵππον ἐξ ἀδήλου αἰτίας ἱδροῦντα καὶ ὀγκούμενον καὶ συχνῶς καταπίπτοντα καὶ κυλιόμενο ν .
85 1
Βατράχου χερσαίου ἢ οἵου εὕρῆς, ἀφελὼν τὴν κεφαλὴν καὶ καταλαβόμενος τὴν γλῶσσαν ἐπίρριπτε ἀκέραιον εἰς τὸ στόμα τοῦ ἵππου, ἢ σκορόδων κεφαλὰς βʹ τρίψας διεὶς οἴνῳ ἐγχυμάτιζε. Περὶ τῶν ὑπὸ πέδης ἢ δεσμοῦ τεθλιμμένων. [5]
87 t
Περὶ τῶν ὑπὸ ψύχους ἠδικημένων. Πρὸς ψυγμό ν .
87 1
Γάλα καὶ πέπερι ἐγχυμάτιζε. Περὶ σφακελισμοῦ καὶ ἱερᾶς νόσου ἤτοι παλμοῦ.
89 t
Περὶ πνιγμοῦ ἐξ ὠμότητος. Πρὸς τὰ ἐν βουβῶνι σπάσματα.
90 1
Ἄλλο περὶ βουβώνω ν . Ἐὰν ἐπιγένηται βουβὼν ἐπὶ τῷ στήθει τοῦ ἵππου, ἐνίοτε [δὲ] καὶ καταβαίνει ἐπὶ τὰς κνήμας τῶν ἐμπροσθίων ποδῶν, καὶ μετὰ ταῦτα μυδᾷ κατὰ 〈τοὺσ〉 τόπους καὶ πῦον ἔχει. καύσωμεν οὖν τὸν βουβῶνα ἐπὶ τοῦ τόπου, ὅθεν ἤρξατο, ὡς τάχιστα, καὶ ἐπὶ τῶν κνημῶν, τὰ δὲ ἕλκη θεραπεύσωμεν, ὡς ὑποδέδεικτα ι . ἀλλὰ εὐλαβῆσαι δεῖ τοῦτο τὸ πάθος διὰ τὸ ἐνδιαδύνειν ἔσω ἐπὶ τὸν πνεύμονα καὶ ἀπολλύειν τὸ ζῷον. ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθὲν διαφορεῖ βουβῶνας, ῥήσσει δὲ τούτους πρόπολις μετὰ θέρμων πικρῶν καὶ ὀλίγου ὄξους καταπλασσομένη. Ἔμπλαστρον εἰς βουβῶνα ς . [10]
90 2
Θεραπίδα τρίψας λειότατα ἀναμίγνυε ἀκάπνῳ μέλιτι καὶ ἐμπλαστρώδη ποιήσας ἐπιτίθει 〈τῷ〉 φλεγμαίνοντι βουβῶνι, καὶ ὑγιάσεις τάχιστά τε καὶ ἄριστα. Πρὸς τὰ ἐπὶ τῆς στεφάνης σκληρώματα, ἃ καλεῖται πῶροι.
91 1
Πώρους λύει τυρὸς παλαιὸς μετὰ στέατος ἐπιτεθείς. Πῶς δεῖ καθαίρειν τοὺς ἀγελαίους.
93 t [t2]
Περὶ εἴδους 〈καὶ〉 ἐπιλογῆς ἵππων καὶ ὀδόντων ἡλικίας καὶ φλεβῶν καὶ χρόνου ζωῆς. Σίμωνος Ἀθηναίου περὶ εἴδους καὶ ἐπιλογῆς ἵππω ν .
93 1
Δοκεῖ μοι περὶ ἰδέας ἱππικῆς πρῶτον, 〈εἴ τισ〉 ἐπιθυμεῖ εἰδέναι καλῶς τοῦτο τὸ μάθημα, τὴν πατρίδα γιγνώσκειν, ὡς ἔστιν ** κατά τε τὴν Ἑλλάδα χώραν κρατίστη ἡ Θετταλί α . τὸ δὲ μέγεθος τρία τῶν ὀνομάτων ἐπιδέχεται· μέγα, μικρόν, εὐμέγεθες, ἢ εἰ βούλει σύμμετρον, καὶ δῆλον ἐφʼ οὗ τῶν ὀνομάτων ἁρμόσει ἕκαστον.
93 2
κράτιστον δὲ ἐν παντὶ ζῴῳ ἡ συμμετρία. χρόᾳ δὲ οὐκ ἔχω ἵππων ἀρετὴν ὁρίσαι.
93 3
δοκεῖ δέ μοι ὅμως 〈χαίτη〉, ἥτις ὁμόχρως ἐστὶν αὐτὴ ἑαυτῇ ὅλη καὶ εὔθριξ μάλιστα, ἀρίστη εἶναι ὡς ἐπὶ πολύ, ἢ 〈ἡ〉 πορρωτάτω ὄνου καὶ ἡμιόνου. ὃ δὲ οὐδενὸς εἰς διάσκεψιν ἐλαττον, δεῖ τὸν ἵππον ἄνω μὲν εἶναι βραχύν, κάτωθεν δὲ μακρόν, οἷον ἀπὸ μὲν τῆς ἀκρωμίας ἐπὶ τὰ ἰσχία βραχὺ τὸ χωρίον ἔχειν, ἀπὸ δὲ τῶν ὀπισθίων μηρῶν ἐπὶ τὰ ἔμπροσθεν μακρὸν ὡς πλεῖστον, εἶτα εὔποδα εἶναι. [5]
93 5
ὁπλὴ μὲν οὖν ἀγαθὴ ἵππῳ [ἀγαθῷ] ἡ [τὸ τοῦ ἵππου σκέλλη] ἐλαφρὰ καὶ εὔφορος καὶ μήτε πλατεῖα μήτε ὑψηλὴ ἄγαν, 〈καὶ ἣ σαρκὸς μὲν〉 ὀλίγον, τὸν δὲ ὄνυχα παχὺν ἔχει. ἔστι δὲ αὐτῷ τεκμήριον καὶ ὁ ψόφος τῆς ὁπλῆς τῆς ἀγαθῆς. κυμβαλίζει γὰρ ἡ κοίλη μᾶλλον ἢ ἡ πλήρης καὶ σαρκώδης. τὸ δὲ μετακύνιον ἐχέτω ὑγρόν, κυνοβάτης δὲ μὴ ἔστω. 〈ὀστώ〉δεις δὲ [καὶ παρὰ] τὰς κνήμας ἐχέτω, 〈καὶ〉 τὰ περὶ τὴν περόνην [ἰσχία] καὶ τὴν κνήμην 〈ἰσχνὰ〉 καὶ νευρώδη καὶ ἄσαρκα ὡς μάλιστα ἄχρι τοῦ γόνατος, τὰ δὲ ἄνωθεν τούτου καὶ σαρκωδέστερα καὶ ἰσχυρότερα. τὴν δὲ διάστασιν τοῖν σκελοῖν ἐχέτω ὡς μεγίστην. [10]
93 6
〈ὑπάρξει γὰρ αὐτῷ διὰ πλείστου τὰ σκέλη ῥίπτειν.〉 τὰ δὲ στήθη μὴ στενὰ ἐχέτω λίαν μηδὲ πλατέα ἄγαν, καὶ τὴν ὠμοπλάτην ὡς μεγίστην καὶ πλατυτάτην, τὴν δὲ μασχάλην μικράν. τὸν 〈δὲ〉 αὐχένα καὶ τὴν προτομὴν ὀρθὰ ἐχέτω, μὴ τὴν ἔκφυσιν ἀνάσιμον εἰς τὴν ἀκρωμίαν 〈χ〉ὠς παχυτάτην καὶ πλατυτάτην. παρὰ δὲ τὴν σιαγόνα ὁ αὐχὴν ἔστω λεπτός, ὑγρός, ἀνάσιμος εἰς τοὔπισθεν, πάλιν δὲ ἐκ τοῦ λεπτοτάτου εἰς τὸ πρόσθεν κατακαμπτέσθω. καὶ τὴν κεφαλὴν προαγέτω δή, καὶ μὴ βραχὺς ἔστω ὁ αὐχήν, τὴν δὲ κορυφὴν ὑψηλὴν ἐχέτω, 〈ἔστω〉 δὲ ἡ κεφαλὴ ἐπισημοτάτη 〈καὶ〉 ἐλαφρά. [5]
93 7
τὼ δὲ μυκτῆρε ὡς μεγίστω 〈ἔστων〉, τὼ δὲ γνάθω μὴ παχεία καὶ ὁμαλὰ πρὸς ἀλλήλας. τὼ δὲ ὀφθαλμὼ μεγάλω 〈ἐχέτω〉, ἔξω δὲ ὡς μάλιστα, καὶ ἰδεῖν λαμπρώ, τὰ δὲ ὦτα μικρὰ καὶ τοὺς ὀδόντας, τὴν δὲ σιαγόνα ὡς μικροτάτην, τὰ δὲ μεταξὺ τοῦ αὐχένος καὶ τῆς σιαγόνος ὡς λαγαρώτατα, τὴν δὲ ἀκρωμίαν ὡς μεγίστην καὶ τὴν ῥάχιν, τὰς δὲ πλευρὰς πλατυτάτας καὶ καθειμένας κάτω, τὴν 〈δὲ〉 ὀσφὺν ἐχέτω ὑγράν, (γνοίη δʼ ἄν τις τὴν ὑγράν, εἰ μὴ ἐν ἀμφοῖν τοῖν σκελοῖν σταίη, ἀλλʼ ὡς τὰ πολλὰ εἰς τὸ ἕτερον μεταβαίνοι τοῖν ὄπισθεν σκελοῖν,) τὸ δὲ ἰσχίον μέγιστον καὶ πλατύτατον, τὴν δὲ λαγόνα ὡς μικροτάτην. [5]
93 8
[αἱ πλευραὶ καὶ αὐταὶ ἔστωσαν πλατεῖαι καὶ τὸ ἰσχίον μέγα, μικρότατον δὲ καὶ ἀσθενέστατον τοῦ ἵππου ἡ σιαγόνα.] τὰ δὲ μηριαῖα δεῖ μὴ σαρκώδη εἶναι, τοὺς δὲ ὄρχεις ἐχέτω μικρούς.
93 9
τὸ δὲ μεταξὺ τῶν μηριαίων μὴ μετέωρον ἐχέτω [δὲ] μηδὲ πλῆρες, ἀλλʼ ὀλίγον ἐγκολλότερον, καὶ τὴν ἕδραν ὡς μικροτάτην καὶ ὡς πορρωτάτω 〈τοῦ〉 ἰδεῖν. τὴν δὲ κέρκον μετέωρον ἐχέτω καὶ ἐκ τῶν ἰσχίων δασεῖαν καὶ μακράν. περὶ μὲν οὖν εἴδους ἵππων ταῦτα, καὶ ὅτι ὁ μὲν ἅπαντα ταῦτα μάλιστα ἔχων ἄριστος, δεύτερος δέ, ὃς τὰ τούτων ἔχει πλεῖστα. [5]
93 10
ὅσῳ γὰρ κέκτηται πλεῖστα, τοσούτῳ 〈καὶ〉 μεγίστας ὠφελείας παρέχεται. — ἕλκεται δὲ πῶλος ἐκ τῶν πωλίων διέτης.
93 11
περὶ τοῦτον τὸν χρόνον βάλλει τοὺς πρώτους ὀδόντας τριακοντάμηνος γεγονώς, τοὺς δευτέρους δὲ ἐνιαυτῷ ὕστερον, καὶ τοὺς τελευταίους ἑτέρῳ ἐνιαυτῷ καὶ ἐν ἐλάττονι χρόνῳ. ἀκμαῖος 〈δὲ〉 αὐτὸς ἑαυτοῦ γίγνεται εἰς τε ποδώκειαν καὶ ἰταμότητα ἔργων ἑξέτης γεγονώς. Θεομνήστου περὶ ἐπιλογῆς ἵππο υ . [5]
93 12
Ὀλίγα πρῶτον εἴπωμεν περὶ ἵππου, οἷον εἶναι τὸν τοιοῦτον χρὴ τὸν ἐπιμελείας ἀξιοῦσθαι μέλλοντα. δεῖ οὖν ἰσχυρόν τε καὶ καλόν. ἔστι δὲ ἰσχὺς μὲν ἵππου ἐν τοῖς ποσίν, κάλλος δὲ ἐν τῇ κεφαλῇ. ἐν γὰρ τούτοις πρώτοις αὐτοῦ τοῖς μέλεσιν ἥ τε ἰσχὺς καὶ τὸ κάλλος ἐκφαίνονται. ἐπιλεξόμεθα δὲ τὸν ἰσχυρὸν καὶ ἀπὸ τοῦ τόπου, ἐν ᾧ γεγένηται, καὶ ἀπὸ τοῦ βαδίσματος. καὶ ἀπὸ 〈μὲν〉 τοῦ τόπου, ὅταν ὄρειος ᾖ καὶ ὄρους τοῦ πετρώδους, ἐκ τοῦ πατρὸς τοιούτου γεγονώς. [5]
93 13
γίνονται γὰρ καὶ κατὰ γένος ἀνίσχυροι τοὺς πόδας ἵπποι, ὅταν ταῖς ὀρείαις ἵπποις μὴ ἐξ ὄρους ἄρρενες ἐπιβάλλωνται, τῇ τοῦ σπέρματος καταβολῇ. συγγενικὸν μὲν τὸ ἀσθενὲς πάθος ὡς ἐπὶ τῶν ποδαλγικῶν ἀνθρώπων καὶ ὡς ἐπὶ τῶν γλαυκῶν ἵππω ν . χρὴ οὖν μὴ μόνον τοῖς ἵπποις προσέχειν, ἐν οἷς γεγένηνται τόποις, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν καὶ ταῖς μητράσιν, μήπως αἱ ἕλειοι ἵπποι ὀρείοις ἄρρεσιν ὑποβάλλοιντο. τὸ δὲ ὅλον, ἐκ τοῦ περιπάτου καὶ τῆς θέσεως τῆς ὁπλῆς, ὅταν παχεῖα τυγχάνῃ ὄρθιός τε καὶ στενωτέρα καὶ κοίλη κάτωθεν. [5]
93 14
ἀλλὰ τὰ μὲν ἄλλα καὶ ἁπλῶς ἰδόντι γνώρισμα, τὸ παχὺ τῆς ὁπλῆς, τὸ στενόν, τὸ ὄρθιον, τὸ δὲ εἰ κοίλη κάτωθεν, ἐκ τοῦ βαδίσματος ταχέως εἰσόμεθα. ὁ γὰρ κοῖλος τὴν ὁπλὴν ἵππος ἐν τῷ κατεπιπέδῳ κυμβαλώδη τινὰ τὸν ἦχον ταῖς αἰσθήσεσι τῶν ἀκουόντων παρέχει, ὅστις ἦχος ἰσχυρότερον τὸν ἵππον κηρύττει. τὸ δὲ αἴτιον τοῦτο, οἶμαι, τυγχάνει· σαρκίον ἔστι τραγανόν, χονδρῶδες, ὑπερεξέχον τοῦ κυκλώματος καὶ κρυπτόμενον ἐν αὐτῷ, τρίγωνον ἐν τῇ θέσει, ᾧ συνέχεσθαί φασι τὰ πρὸς τὸν ἀστράγαλον πέρατα τοῦ στεφάνου τῆς ὁπλῆς, οἱονεὶ στολίζεσθαι. ἐὰν οὖν οἱ μαλακοὶ καὶ ἀνίσχυροι τοὺς πόδας ἵπποι κατὰ τὰς ὁδοιπορίας καὶ τοὺς τραχεῖς τόπους τρίβωσι τὰς ὁπλάς, συνεγγίζει τῷ ἐδάφει ἡ στεφάνη. ἔστι δὲ αὕτη ἀπηρτισμένη τῶν νεύρων, καὶ σπασμὸς καὶ πυρετὸς ἐγγίνεται, καὶ εἰ μὴ θεραπεύεται, διαφωνεῖ τὸ ζῷον. διὸ τὸν τοιοῦτον οὐ δεῖ ἀπογινώσκειν ἀλλʼ ἐπιμελεῖσθαι. — κάλλος δέ, ὡς ἐν συντόμῳ εἰπεῖν, ἐν τῷ μεγάλῳ καὶ μικρῷ σώματι ἵππου· κεφαλὴ μικροτέρα, οὕτω γὰρ οὔτε κατωπεῖ καὶ γαῦρος ἔσται μικρὰν ἔχων καὶ κούφην τὴν κεφαλὴν καὶ ὑπεραιρομένην εἰς ἀέρα. [15]
93 15
ἔστω δὲ πᾶσα ἄσαρκος καὶ οὐ πεπιλημένον ἔχουσα τὸ δέρμα τοῖς ὀστέοις, αἵ τε φλέβες 〈ἐν〉 ἐγκαλύψει τοῦ σώματος 〈μὴ〉 τυγχάνουσαι προδήλως ὁραθήσονται. μέτωπον πλατύτερον, ῥὶς στενωτέρα ἠρέμα γρυπή, μυκτῆρες ἀναπεπταμένοι, ἵνʼ εὔκολον ἔχῃ τὴν εἴσπνοιαν καὶ τὴν ἔκπνοιαν. στήλη δὲ στόματι διαρκεῖ συμμέτρα τῷ μεγέθει, μικρὸν ὀξύ πως ἀπολήγουσα καὶ ψιλή· τὸ δασὺ καὶ μέγα ἀργὸν καὶ ὀνῶδες. ὀφθαλμὸς μέγας, προπαλὴς καὶ οἱονεὶ ἐκπηδῶν, ὁ γὰρ τοιούτως ἔχων ἕτοιμος εἰς κίνησιν. αὐχένα ἐχέτω ἀκόλουθον τῇ κεφαλῇ, ἀρχόμενον μὲν ἀπὸ στενοῦ, βαίνοντα δὲ ἀφελῶς καὶ ἀναλόγως τοῖς μεγέθεσιν οἷον ἀλεκτρυόνος. χαίτη δὲ ἐχέσθω ἐπʼ αὐχένος. εἰ μὲν διπλῆ, ἔστω ἄκουρος, ἡ δὲ μονόχαιτος ἐγγὺς κειρέσθω, γυμνὸν τὸ κάλλος τοῦ αὐχένος ἐπιδεικνῦσα διὰ τῆς κουρᾶς. στέρνα ἐχέτω διπλᾶ στρογγύλα, κνήμας εἰς ἰσχνὸν κάτω ἰούσας ψιλὰς τριχώσεως, σφυρὸν μὴ παχύ, ἵνα μὴ ᾖ βαρύπους. [15]
93 16
ἔστω δὲ ὁ κυνόπους τοῦ σφυροῦ μήτε μέγα μήτε μικρὸν ἔχων διάστημα· τὸ γὰρ ἐπίμηκες καὶ στενὸν ἐν τῇ τῶν ἐξαλμάτων ἄρσει εὐπαθές, τὸ δὲ σφόδρα μικρόν, πλησίον ὂν τῆς στεφάνης τῆς ὁπλῆς ἑλκοῦται τριβόμενον ἐν τῷ δρόμῳ. ἐπὶ τούτοις ἐχέτω ῥάχιν διπλῆν, ἵνα ἑκατέρωθεν αὐτῆς ἡ τῶν ψυῶν ἀνάτασις τὸ νωτοφόρον ὀστοῦν αὐτοῦ κοῖλον ἀπεργάζηται. πλευρὰς ἐχέτω στερεὰς καὶ καθειμένας ἐν λαγόνι καὶ ἀνεστάλθω πρόσω τὴν λαγόνα. μηροὺς ὠγκωμένους, τοὺς μῦς προφερέτω τῶν τε ἄνω καὶ τῶν κάτω μέσῃ κοιλότητι. ἀγκύλας ἐχέτω ἀσάρκους, νευρώδεις, μὴ διαρρεούσας, βουβῶνας ἔσω μηρῶν σφαιροειδεῖς, ἵνα ἡ τῶν μυῶν τῶν τε ἔξω καὶ τῶν ἔσω ὀγκώδης περιγραφὴ ὀρθοῖ τὸ ὀστοῦν τοῦ μηροῦ τυγχάνον οἷον σκαμβόν. ἐχέτω δὲ ὁ ποὺς μεῖζον τὸ ἐπίμακρον μῆκος τοῦ ὕψους. οὐρὰ συμμέτρως τετριχώσθω, ὅθεν ἔξεισι τὴν ἀρχὴν μὴ φαίνουσα. αἱ μὲν οὖν ἰσχύος καὶ κάλλους αὗται τυγχάνουσι ἐπιγνώσεις. ψυχῆς δὲ γοργότητος γνωρίσματα ταῦτα· ὁ μὲν πῶλος ἐν τῇ ἀγέλῃ μὴ ἀεὶ συνέστω τῇ μητρί, σκιρτῶν δὲ δορκαζέτω, ἑρκία προθύμως ὑπεραλλέσθω, τάφρους τεθαρρηκότως πηδάτω, ποταμῶν κινδύνων καταφρονείτω. [15]
93 17
ταῦτα γὰρ ἔμφυτα τῶν πώλων. τέλειος δὲ ὢν φιλευτράπελος ἔστω, ἕτοιμος εἰς δρόμον, ταχὺς εἰς καταστολήν, μὴ ἑτερόστομος μηδὲ κατανωτιστής· δειλὰ γὰρ καὶ κακοῦργα τὰ σημεῖα ταῦτα. μὴ ταχέως ἱδρούτω, τοῦτο γὰρ ἀπονίας ἴδιον, τὸν χαλινὸν ἑκουσίως δεχέσθω, πρόθυμος γὰρ ὁ τοιοῦτος εἰς πόνον. δεξάμενος μασάσθω καὶ ἀφρὸν ἐκ τοῦ στόματος πεμπέτω, θερμοῦ γὰρ ἵππου τὸ τοιοῦτον σύνθημα. πληγὴν μὴ μενέτω, ἀλλʼ ἁλλέσθω πρὸς σύριγγα. ἐν τῷ δρόμῳ φρυαττέσθω, ἀναπαύεται γὰρ προιέμενος τὸ ἐκ τῆς κινήσεως πνεῦμα καὶ καθαρὸν ἐκ τοῦ ἀέρος δεχόμενος, εὐτονεῖ γὰρ φυσικῶς ὑπʼ αὐτοῦ τρεφόμενος. δεχέσθω τὸν ἐπιβάτην ἑτοίμως, καὶ γὰρ τοῦτο μὴ δρῶν δῆλον ὡς προδότης. ἐπιγινωσκέτω τὸν πωλοδάμνην καὶ εἴ τι προσίοι χρεμετιζέτω. φιλάνθρωπα γὰρ καὶ πιστὰ ταῦτα τὰ γνωρίσματα. — τούτου τοίνυν πῶς ἐπιμελητέον καὶ πότε, λοιπὸν ἂν εἴη σε διδάσκειν εὔκαιρον. [15]
93 18
ἄρχεσθαι πωλοδαμνεῖν θέρους καὶ μετοπώρου βέλτιον. ἥ τε γὰρ χλόη δαψιλὴς οὖσα γνώριμος τοῖς πώλοις τροφὴ καὶ ἐκ τοῦ καμάτου συνήθως ἀπαντήσας ἀντιλήψεται, ἐφʼ ἑνὶ τῷ γυμνάζεσθαι μόνῳ ξενιζόμενος, τό τε περιέχον ἀμφοῖν τοῖς καιροῖς οὔτε αὐχμὸν οὔτε κρυμὸν ἔχει. αὐχμὸς μὲν γὰρ ἀπεργαζόμενος ξηρότερον τὸν πῶλον, ποιεῖ νόσον, κρυμὸς δὲ ψύχων τὸν ἐν γυμνασίοις ἰδροῦντα τετανώδη ἐργάζεται καὶ προσέτι καὶ τὴν ἐκ καταψύξεως βῆχα κινεῖ. διῃρημένου γὰρ ἀπὸ τοῦ χαλινοῦ τοῦ στόματος καταπνεόμενος ταῖς τῶν ἀνέμων αὔραις τὴν φάρυγγα, ψύχεται τὰ βάθη καὶ ξηραίνεται, ὃ δὴ πάθος ἐπισύμπτωμα δέχεται τὴν βῆχα. κάλλιον δὲ ἐμοῖ δοκεῖν τὸν ἐκ προνοίας ἱπποτρόφον πῶλον εὐγενῆ γεγονότα σὺν τῇ μητρὶ κρατεῖν ἐπὶ τῆς φάτνης σιτούμενον. οὕτω γὰρ συνεθιζόμενος ἀνθρώποις ἐκ νέου καὶ γινόμενος χειροήθης ἔσται χρόνῳ συνηθείας, οὐ βίᾳ πέδης καθημερούμενος. δεχέσθω δὲ πᾶς πῶλος χαλινὸν μηνῶν μὴ ἔλαττον ὀκτὼ καὶ δέκα καὶ χειροτριβέσθω τὴν ἁπλῆν καὶ ἁπαλὴν φύσιν. [15]
93 19
ἀρχέσθω δὲ ὁ ψήχων τὸν πῶλον οἷα δὴ κνήθων αὐτὸν ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ ἀνθερεῶνος, ταῦτα γὰρ ἥδιστα κνᾶται τὰ μέρη παρὰ τοῦ πωλοδάμνου. οὐκ εὐμαρῶς γὰρ δυνάμενος αὐτὸς διʼ ἑαυτοῦ κνᾶσθαι τοὺς 〈τόπους τούτουσ〉, ἥδιστα ποιουμένου τοῦ καταψήχοντος αὐτὸς ἐπεκτείνει τὸν αὐχένα. χρὴ 〈δὲ〉 καὶ τὴν τρῖψιν ἄνωθεν καταφέρεσθαι καὶ τὴν κάθαρσιν ὡσαύτως τῶν ἀποβαλλομένων τριχῶν. οὕτω γὰρ τὰ μὲν φιλοκαληθέντα καθαρὰ μένει, τὰ δὲ οὐδέπω, καθαρθήσεται μὴ μολυνομένων τῶν προκεκαθαρμένων. ἑξῆς δὲ λοιπὸν ὤμους, ὠμοπλάτας, πλευράς, λαγόνας, μὴ ἀθρόως δὲ ἀπὸ τῆς λαγόνος ἐπὶ βουβῶνας ἴτω. τὸ γὰρ ζῷον τὸν λεγόμενον γάργαλον ἐν τούτῳ τῷ τόπῳ μάλιστα πάσχει. ἀγαπῶν δὲ κατὰ συνήθειαν, καὶ ἐπʼ αὐτῷ φέρει τὴν χεῖρα, μηδὲν αὐτὸς ὑπαιρόμενος [ἢ· ἀλλὰ ἀρξάμενος τριβέτω]. τινὲς δὲ τῶν πώλων εἰώθασιν τριβόμενοι τοὺς πόδας ὑφʼ ἡδονῆς ὁμοῦ καὶ νάρκης ὑφιζάνειν τε καὶ ὁμιχεῖν ἔσθʼ ὅτε. ἐὰν ποιῇ τοῦτο, ἵνα μὴ τοῦ πάθους ἐθὰς γένηται, χρὴ ἢ ῥάβδῳ μαλακῶς μαστίζειν ἢ βύρσης ὠμῆς ἱμάντι λεπτῷ. ὁ γὰρ τῆς πληγῆς πόνος ἀμαυροῖ τὴν ἐξ ἡδονῆς [καὶ] νάρκην ἥττονα γινομένην. μετὰ δὲ τοὺς βουβῶνας ἀγέτω τὰς χεῖρας ἐπὶ τὰ νῶτα, κάτω ἰὼν δὲ ἐπὶ τὰ σφαιρώματα, ἀγκύλας τε καὶ μύας καὶ τὰς ὀπισθίας κνήμας. εἶτα τῆς οὐρᾶς λαμβανόμενος φερέτω διὰ τῶν ὀπισθίων [βουβώνων] καὶ ἐξαγαγὼν εἰς λαγόνα περιειλείτω διὰ τῆς ἀριστερᾶς χειρὸς μέχρι πέρα τῆς τριχώσεως, καὶ ἐπερείσας αὐτὴν κατʼ αὐτῆς τῆς κοτύλης, ἰσχυρότερον τὴν δεξιὰν φέρων ἐπὶ τὸ μεσοκύνιον, οὕτω τριβέτω ἀνασπῶν καὶ κάμπτων τὸ ὀπίσθιον πρὸς τὴν λαγόνα. [5]
93 20
οὕτω γὰρ ποιῶν οὔτε λακτισθήσεται καὶ ἑτοιμότερον κατασκευάσει τὸν πῶλον πρὸς ἄρσιν τοῦ ὀπισθίου ποδός. [ἐπερείσας τὴν ἀριστερὰν χεῖρα τῇ κοτύλῃ.] ἡ δὲ τῆς οὐρᾶς διὰ τῶν ὀπισθίων ποδῶν ἐπὶ τῶν λαγόνων διαγωγὴ κωλύσει τὸν πῶλον λακτίσαι τοῖς δυσὶν ὁμοῦ ποσίν. ἀμήχανον γὰρ [τοῖς δυσὶν ὁμοῦ ποσὶν] ἵππον τε ἢ ἄλλο ὑποζύγιον πρὶν μετεωρίσαι τὴν οὐρὰν εἰς ὕψος ἀμφοῖν τοῖν ποδοῖν λακτίσαι. οὕτως οὖν προασφαλισάμενος ὅταν ἐθίσῃ τοὺς πόδας, περιγλυφέτω τὰς ὁπλάς, ἵνʼ εἴ που ᾖ θλάσμα, καθάρας ὁ πωλοδάμνης μηνύοι καὶ θεραπεύοιτο ὁ πῶλος. μετὰ δὲ τὸ ψῆξαι τὸν πῶλον ἀνατεινέτω ἠρέμα καὶ κατʼ ὀλίγον ἐθίζων (μὴ σφόδρα δέ, κἂν ἐθὰς γένηται, εἰς ὕψος τεινάτω), ἵνα μὴ βιαζόμενος ἀγανακτῇ. χρὴ δὲ τότε μάλιστα τὸν 〈τῆσ〉 φορβεᾶς ἱμάντα ἤτοι τὸν γενειαστῆρα σφίγγειν καὶ προσέχειν· εἴωθεν γὰρ ὁ περιμετωπιαῖος ἱμὰς στρέφεσθαι πολλάκις ἐπὶ τοὺς ὀφθαλμούς, οὗ γενομένου ἢ παρατρίψας ἑλκοῖ τὸν ὀφθαλμὸν ἢ ῥήξας τὸν ὑμένα τυφλοῖ. μετὰ δὲ τὸ ἀνακρεμάσαι μὴ πλέον ὥρας μιᾶς ἐπαγαγεῖν ἐπὶ τὸν ποταμὸν καὶ ποτίσαντα ἄρχεσθαι παραβάλλειν αὐτὸν ἀπὸ ἁπαλωτέρας τροφῆς ἤτοι βρόμου. [20]
93 21
γαλακτώδης γάρ ἐστιν καὶ εὐδιοίκητος καὶ τὸ ἔλυτρον ἔχει πέριξ τοῦ καρποῦ, καὶ διὰ τοῦτο οὐ πολὺ ξενίζεται πρὸς ἀντίληψιν αὐτοῦ. ἐσθιέτω δὲ τῷ πρώτῳ μηνὶ γο γʹ, τῷ δευτέρῳ γο ϛʹ, τῷ τρίτῳ γο θʹ, τῷ τετάρτῳ γο ιηʹ, μέχρις ὅτου πληρώσει τὸ δεύτερον ἔτος. τότε γὰρ αὐτὸν ἅπτεσθαι χρὴ καὶ κριθῆς καὶ πλέον ἐσθίειν. — τότε αὖ τὸν ἐπιβάτην τοῖς ὤμοις δέχεται. [5]
93 22
πρὸ γὰρ τῶν δύο ἐτῶν ἀπαγορεύω πώλῳ τὸν ἐπιβάτην ἐπιβαίνειν. πάσχει γὰρ ὑπὸ τοῦ βάρους τὰ νῶτα καὶ πολλάκις ἐγκλᾷ τὴν ῥάχιν ἁπαλὴν οὖσαν, καὶ λοιπὸν ἄχρηστος ὁ τοιοῦτος ἢ μεσόκοιλος γίνεται. χρὴ δὲ πρῶτον παῖδα κοῦφον ἐπιπηδᾶν τῷ πώλῳ. μετὰ δὲ τοὺς τριάκοντα μῆνας καὶ τελείους δέχεσθαι καὶ τροφῇ δαψιλεστέρᾳ καί πλείοσι γυμνασίοις χρῆσθαι. ἀρκείτω δὲ τροφῆς μέτρον μὴ πλέον 𐆃 κε c ʹ. τὸ γὰρ πολλὴν σιτεῖσθαι τροφήν, κἂν μὴ παρʼ αὐτὰ βλάπτει, ἀλλʼ ἐνσκήπτει τοῖς ποσὶν καὶ τὰς ὁπλὰς ἀφανίζει διʼ ὠμότητα. τοσαῦτα ἀρκείτω περὶ ἐπιγνώσεως καὶ ἐπιμελείας πώλου. Πόθεν χρὴ γνῶναι ἡλικίαν ἵππο υ . [10]
93 23
Ἵπποι ἀναγκαῖοι ἐν πᾶσιν ἱππικοῖς ἀγῶσιν ἀπὸ ἐτῶν εʹ ἄχρις κʹ ἔτους ὑπάρχουσι, καθὼς ἔφησαν πολλο ί, εἰς χρῆσιν δὲ καθημερινὴν ἀπὸ διετοῦς μέχρι τριακοστοῦ ἐνιαυτοῦ παρὰ δεσπόταις φιλοκάλοις ἀναγκαῖοι τυγχάνουσιν. τῆς ἡλικίας τοίνυν τὸ σημεῖον μετὰ τῆς σωματικῆς αὐξήσεως ἐναλλάττεται. ἐν ᾧ γάρ ἐστιν διετὴς καὶ ἓξ μηνῶν, τοὺς ἡμίσους ὀδόντας, τουτέστι τοῦ ἀνωτέρου μέρους ἀποβάλλει. γενόμενος δὲ τεττάρων ἐνιαυτῶν, τοὺς λεγομένους κυνόδοντας ἀποβάλλει, ἀλλάττει δὲ ἐντὸς ἓξ ἐτῶν. πιπτόντων τοίνυν τῶν μυλιτῶν, λοιπὸν οὓς ἀπέβαλεν ἐξισοῖ, ἑπταετὴς δὲ γενόμενος πάντας τελειώσας πληροῖ. καὶ ἐκ τούτου τοῦ καιροῦ ἔχει κεκοιλωμένους τοὺς ὀδόντας. ἀμέλει λοιπὸν οὔτε ἐπιγινώσκεται, πόσων ἄρα ἐτῶν ἐστιν, εἰ μὴ παρʼ ἑτέρου τινός. καὶ γὰρ σημεῖα ἡλικίας καὶ εἴδη κἀν τοῖς σωματικοῖς ἡ φύσις παρεχώρησεν, ἅτινα ἡμεῖς μᾶλλον τῇ ὁράσει ἐπιγινώσκομεν ἢ τοῖς ἀναγνώμασιν ἐπιστάμεθα. δεκάτῳ γὰρ ἐνιαυτῷ καὶ οἱ κρόταφοι ἐπιχειροῦσιν κοιλαίνεσθαι καὶ αἱ ὀφρύες ὡς ἐπιπλεῖστον πολιοῦνται, οὐ μὴν ἀλλὰ καὶ οἱ ὀδόντες ἐξέχουσι. τῷ δὲ δωδεκάτῳ ἐνιαυτῷ μελανία τις μεταξὺ τῶν ὀδόντων ἐπιφαίνεται. τῶν δὲ ἔνδον ὄντων ἵππων καὶ ὑπὸ χαλινῶν ἀγομένων ἡ φιλοκαλία ἐπιγινώσκει τὰ ἔτη. καὶ γὰρ ῥυτίδες τῶν χειλέων αὐτῶν ταῦτα φανεροῦσιν· ἀμέλει καὶ ἐκ τοῦ στόματος ἀρχομένας τὰς ῥυτίδας ἀπαριθμῶν εὑρήσεις ἐξ αὐτῶν τὰ ἔτη τοῦ ζῴου. ἀδαμάστου δὲ ἵππου δυσχερές ἐστιν τὰ ἔτη εὑρεῖν. Περὶ τῆς ποιότητος τῶν φλεβῶ ν . [25]
93 24
Ἀκολούθως καὶ τῶν φλεβῶν μηνῦσαι δεῖ τὸν ἀριθμόν· ἐν τῷ οὐρανίσκῳ φλέβαι δύο, κροταφίδαι δύο, ὑπὸ τοὺς ὀφθαλμοὺς δύο *** καὶ ἀπὸ τῶν στεφανῶν δʹ καὶ ἀπὸ τοῦ .. δʹ, ἀπὸ τῆς τρίλλης βʹ, ἀπὸ τῶν μηρῶν βʹ, ὑπὸ τῶν καμπτέων βʹ καὶ ἀπὸ τῆς οὐρᾶς μία· ὡς γίνεσθαι ὁμοῦ φλέβας κθʹ. Περὶ χρόνων ζωῆς ἵππω ν . [5]
93 25
Ἔ〈στ〉ι χρόνος πολυετὴς τοῖς Πέρσαις, τοῖς δὲ Οὕννοις καὶ τοῖς Ἠπειρώταις καὶ τοῖς Σικελοῖς ἐλάττων. τοῖς δὲ Ἱσπανοῖς καὶ τοῖς Νο[ση]μάσι συνεχὴς ὑπόληψίς ἐστι, ὡς τοῖς βαρβαρικοῖς ἵπποις οὐδὲν ἐγχυματισμοῦ παρέχειν χρὴ βοήθημα, ὅτι περ ἐπιπολὺ τῆς φύσεως τῇ εὐεργεσίᾳ οἱ ἀσθενοῦντες αὐτῶν ὑγιαίνουσιν, ὥστε βλάπτειν αὐτοὺς τὴν ἐπιμέλειαν. ἀλλʼ αὕτη ἡ ὑπόνοια πλαστή ἐστι. καὶ γὰρ ὅσῳ ἰσχυρότερά ἐστιν αὐτῶν τὰ σώματα, τοσοῦτον ἐπὶ πολὺ ζῶσιν, εἰ ἡ ἀπὸ τῆς τέχνης γινομένη θεραπεία μὴ ἐλλείψει. Περὶ φλεβοτομίας εὐνούχω ν . [10]
93 26
Τῶν δὲ εὐνούχων ὅμως παρὰ τοῖς συγγραφεῦσι ἀποδείκνυται ἀπὸ τῆς μητρικῆς φλεβὸς αἷμα μηδέποτε χρῆναι ἀφαιρεῖν, εἰ μὴ τυχὸν μεγάλη καὶ ἐσχάτη ἀνάγκη καταλάβῃ. διὰ τοῦτο δέ, ὅτι τῆς θερμότητος τὸ μέγιστον μέρος μετὰ τῶν διδύμων ἀπέβαλλον. ἀπὸ δὲ τοῦ οὐρανίσκου, ἐὰν μὴ ἐμποδίζῃ ἡ ἀμέλεια, ἐν πᾶσι σχεδὸν τοῖς μησί, τοῦτο μὲν τῶν εὐνούχων, τοῦτο δὲ καὶ τῶν διδύμους ἐχόντων μειωτέον ἐστὶ τὸ αἷμα. οἱ δὲ κήλονες, ἐὰν [μὴ] ἐπισχεθῶσιν, τυφλοῦσθαι πολλάκις λέγονται. ἐν δʼ ἐκείνῳ τῷ ἐνιαυτῷ, ἐν ᾧ κέχρηται τῇ ὀχείᾳ, οὐ χρὴ αὐτοῦ αἷμα ἀφαιρεῖν, ἵνα μὴ τῇ ὀχείᾳ τὸ σῶμα αὐτοῦ ἐπιτεταμένον ἡ φροντὶς τῆς διπλῆς ἀνάγκης ἐξαντλήσῃ. περὶ δὲ τῆς ἐπιμελείας τῶν ἵππων καὶ τῶν ἱπποστασίων καὶ τῶν λοιπῶν τὸ πρῶτον καὶ δεύτερον βιβλίον δηλώσει. Περὶ ἀσκήσεως ἵππων στρατιωτικῶν καὶ πωλοδαμνίας. [10]
95 t
Περὶ ἀσιτίας ἵππων καὶ ὑποζυγίων καὶ πρὸς πᾶν κτῆνος 〈νοσῆσαν ἢ λιμῶξαν〉. Περὶ δυσπεψία ς .
95 1
Ἅλας λειώσας μετὰ πυρέθρου καὶ ὀριγάνου ἐπίχεε οἶνον ἰσοπλήθη κεκραμένον καὶ ἐγχυμάτιζε. Ψωμισμὸς ἵπποι ς .
95 2
Σμύρνης τρωγλίτιδος γο γʹ, καρδαμώμου γο μίαν, λινόσπερμα 𐆃 α c ʹ, σταφίδος καὶ στροβίλου ἀνὰ 𐆃 α c ʹ καὶ μέλιτος λίτρας βʹ καὶ γο γʹ. Περὶ μετακινήσεως κύστεως.
97 t
Πρὸς παγοπληξίαν. Περὶ εἰλεώδους.
98 1
Τῆς ἐποχῆς γαστρό ς . Ἐλαίου 𐆃 γʹ, νίτρον, ᾠὰ πέντε ὕδατι θερμῷ γο δʹ ἔγχει εἰς τὴν ἕδραν κλυστῆρι. Περὶ συκαμίνου.
99 1
Ἄλλ ο . τοῦτο ποιεῖ καὶ εἰς ἀνθρώπους καὶ σῴζε ι . Μέλι ἀπὸ κηρίου ἐπίχριε τὸ πάθος, ἢ ἀρσενίκιν καὶ ῥητίνην ἐπίπασσε, ἢ ἀρσενικὸν μετὰ μέλιτος χρῖσον καὶ ἐπίπασσε ἐπάνω κυνὸς κεφαλὴν κεκαυμένην, ἢ χρῖσμα ποιήσας δραστικὸν μετὰ ὀψογάρου καὶ ὕδατος ὀλίγου θερμοῦ, ἄλειφε πολλάκις, ἕως ἂν μαρανθῇ. ἢ φύλλα συκαμινέας εἰς μικρὰ κόψας τῇ τ〈ροφ〉ῇ μίξας παράβαλε, ἢ τὸ πρωτεῖον τοῦ σαπωνᾶ ἄλειφε συνεχῶς, ἕως ἂν μαρανθῇ. Ἔμπλαστρον εἰς ταινίαν καὶ εἰς συκαμινέα ν . [5]
99 2
Σάπωνα καὶ ἄσβεστον ἶσα, πέπερι καὶ ἅλας μεταλίαν ἀναλαβὼν ἐπιδέσμει. Εἰς συκάμινο ν . *[crux: μεταλίαν]*
99 3
Σμήξας τὸν τόπον μετὰ οἴνου παλαιοῦ ἐπίπαττε ἀρσενίκιον σχιστὸν τρίτον τῆς ἡμέρας καὶ ὑγιανεῖ. ἢ ἅλας Γαγγρηνὸν τρίψας καὶ κάρυον μεμασημένον μῖξον ἅμα. τὸ δὲ ἅλας ἔστω ὀλιγώτερον. πλύνας οὖν καλῶς τὴν πληγὴν μετὰ ὀθονίου ἐπιτίθει πολλάκις. τὸ δὲ θηλυκὸν λεγόμενον συκάμινον πάθος καί τισιν ἀθεράπευτον νομιζόμενον θεραπεύσεις, εἰ ἀπὸ τῶν καταμηνίων τῆς γυναικὸς αἱμάτων λαμβάνων ἐπαλείφεις. ἢ ἄσβεστον ζῶσαν κεκοσκινισμένην καλῶς, ἀρσενίκιν σχιστόν, σκόροδον, πέπερι ἑνώσας καὶ μαλάξας ἐπιτίθει καὶ ἔα 〈ἕωσ〉 τῆς αὐτῆς πάλιν ὥρας τῆς αὔριον. *** μὴ λύσῃς τοῦτο, ἕως ἀνασπασθῇ καὶ ἐκπέσῃ. εἰ δέ ἐστι τὸ τραῦμα μέγα καὶ ἐξεστηκός, ἐπίδησον αὐτὸ μετὰ ὠμῆς κιτρίνης 〈καὶ〉 μετάξεως, καὶ ἄνωθεν ἀλείφων ἐκ τοῦ φαρμάκου δέσμει. Περὶ σύριγγος. [10]
100 1
Τοῖς ὑπὸ σύριγγος ὀχλουμένοις εὔχρηστον βοήθημα τὸ τοῦ καυτῆρος. ἐὰν δὲ μετέωρον ᾖ τὸ τραῦμα, προανακείρας καὶ καθάρας τὰ μοχθηρὰ καὶ μετέωρα, τίθει διαπύρους καυτῆρας, ἵνα τὰ πεπονθότα ἀποτέμῃς, καὶ καθαρὰ γένηται. καὶ οὕτω χρῆσαι φαρμάκῳ τῷ διὰ χλωρᾶ ς. ἁρμόζει δὲ καὶ τὸ ὀροβόμελι καταπλασσόμενον, μάλιστα 〈πρὸσ〉 τοὺς ἐπιρρευματιζομένους καὶ τοὺς σκωληκιῶντας. 〈Ἄλλ ο . [5]
100 2
〉 Σμύρνης, ἀλόης, λιβάνου, σιδίων ἶσα ἀναλάμβανε [καὶ] χολῇ ταυρείᾳ καὶ χρῶ. ἄλλοι δὲ καὶ κεδρίᾳ κλύζουσιν τὰς σύριγγας καὶ θαυμαστῶς ἐπιτυγχάνουσιν. Ἄλλω ς .
100 3
Ἐπειδὴ οἱ κόλποι κακῶς θεραπευόμενοι εἰώθασι συριγγοῦσθαι, ἑπομένως περὶ συρίγγων ῥητέον. ὠνόμασται σύριγξ κατὰ μεταφορὰν ἀπὸ τῶν συρίγγων τῶν ἐκ καλάμου ἢ ἑτέρας τινὸς ὕλης πεποιημένων. εὐρυχωρία γάρ τις εὑρίσκεται παραπλησία ταῖς ἐν τοῖς καλάμοις κοιλότησιν. ὁ δὲ κόλπος τετυλωμένος καὶ μὴ δυνάμενος χωρὶς χειρουργίας ἢ φαρμακείας ἰσχυρᾶς θεραπευθῆναι. τὰς μὲν οὖν πλαγίας σύριγγας τὰς ὑπὸ τὸ δέρμα τεταμένας πυρὶ ἢ σμίλῃ κουφίζοντες τὸ δέρμα διαιροῦμεν, ἅπαν τὸ μῆκος αὐτῶν ἁπλοτομήσαντες ἐπὶ [τὰς] τοὺς τῆς σύριγγος αἰτίους τύλους. ἐὰν μὲν 〈ἐν〉 ἐπιπολῇ ὦσι, προσαναξύομεν τῇ ἀκμῇ τοῦ σμιλίου. ἐὰν δὲ διὰ βάθους τετυλωμένα εἴη τὰ σώματα, περιελοῦμεν. [10]
100 4
μὴ περιαιρεθέντων γὰρ τῶν τοιούτων σωμάτων οὔτε σαρκὸς ἀναβλάστησις δύναται γενέσθαι οὔτε ἀπούλωσις τῶν ἑλκῶν. εἰ δὲ τὸ 〈σχῆμα〉 τῆς σύριγγος μὴ πλάγιον εἴη, ἀλλὰ τοὐναντίον, τουτέστιν εἰς βάθος διϊκνούμενον, περιαιροῦμεν κατὰ κύκλον τὴν σύριγγα, τοσοῦτο περιγλύφοντες τῆς κύκλῳ σαρκός, ὥστε τοὺς τύλους ὁλοσχερῶς ἐκκοπῆναι. εἰ δὲ εἰς ὀστοῦν καταλήγοι ἡ σύριγξ, γεγυμνωμένων τῶν ὀστέων ξύομεν αὐτὰ εἰς λεπίδος ἀπόστασιν. μετὰ δὲ 〈τὴν〉 τῶν τετυλωμένων σωμάτων περιαίρεσιν θεραπεύσωμεν ὡς τὰ λοιπὰ ἕλκη. Ὀριβασίου φάρμακον πρὸς σύριγγ α , ἐκτυλοῦν καὶ τὰς παλαιὰς σύριγγα ς . [10]
100 5
Χαλκάνθης, μίσεος, χαλκίτεως ὠμῆς, ἰοῦ, στυπτηρίας σχιστῆς, μίλτου Σινωπικῆς, κόμεως ἶσα χωρὶς κεκομμένα ὄξει ἀναλαβὼν καὶ λιβάνῳ, ποίει κολλύριον καὶ χρῶ. τὰ γὰρ τετυλωμένα τῶν κόλπων ἀνακαθαίρει, μιγνύμενον δὲ μέλιτι σαρκοῖ καὶ ἀπουλοῖ. Ἄλλο χρήσιμον ἐναποκαθαῖρον σύριγγα ς . [5]
100 6
ἄκρως ποιεῖ καὶ πρὸς πόνον κεφαλῆς καὶ θλάσεις ὤτων καὶ πρὸς δυσεντερικού ς , πᾶσαν δὲ ὑγρότητα ξηραίνε ι . Κοχλιῶν σάρκας μετὰ τῶν ὀστράκων, βολβῶν μικρῶν, ἀσφάλτου, ἀλόης, λιβάνου ἶσα ὄξει λειώσας κατάπλαττε. ἢ ἀλόης γο βʹ, ἀγχούσης ῥίζης * χρῶ ξηρῷ. ἀναπληροῖ γὰρ καὶ ἀπουλοῖ. Κολλύριον συρ〈ιγγ〉ιακὸν καλούμενον Ἡρακλῆς ἀπαρά〈βα〉το ν . [5]
100 7
τὸ δ ’ αὐτὸ καὶ αἰγίλωπας αἴρε ι . Μέχρι ῥιζῶν πρότερον ἐντίθει εἰς τὴν σύριγγα πάπυρον ἡμέραν μίαν καὶ πρὸς τὸ μέτρον τῆς σύριγγος, λέγω δὴ τοῦ παπύρου, ἐντίθει τὸ κολλύριον, καὶ ἔα ἡμέρας τρεῖς. τῇ δὲ τετάρτῃ λύσας, εὑρήσεις τὴν σύριγγα ἀνοιχθεῖσαν ὁλόκληρον. ἔστι δὲ οὕτως· καδμίας ὀστρακίτιδος ἑξαγ. δ c ʹ, χαλκοῦ κεκαυμένου ἑξαγ. γʹ κερατ. ιηʹ, μίσυος ὀπτοῦ γο αʹ, χαλκίτου ὀπτοῦ γο αʹ, χαλκάνθου ἑξαγ. δ c ʹ, κανθαρίδας τὸν ἀριθμὸν ἑπτά, λιβανωτίδος ξηρᾶς κερατ. ιηʹ, ἑρμοδακτύλου ῥίζαν ὅλην, κόμεως γο * ἑξαγ. α c ʹ, ὄξει ἀναλαμβάνων ποίει κολλύρια διάφορα καὶ χρῶ. Περὶ συρίγγων ἤτοι φυμάτων τῶν ἐν τῷ ζῴῳ γινομένω ν , ἅπερ οἱ βάρβαροι σκλεπαδίτζας ὀνομάζουσι ν . [10]
100 8
Ἐὰν τὸ μέρος ἐκεῖνο ἐπαναστήματα ποιεῖν ἄρξηται, ἀπʼ αὐτῶν τῶν ὄγκων τὸ σῶμα φρίττει καὶ συριγγοῦται ἀσυμφανῶς. τότε καὶ τοὺς ὀφθαλμοὺς καταβαρεῖται καὶ τὰ ὦτα ἔχει κεχαλασμένα. χρὴ τοίνυν οὕτω θεραπεύειν· εἰ ἐν οἱῳδήποτε τόπῳ τὰ ἐπαναστήματα δειχθῇ, ταῦτα παρευθὺ μέχρι τῆς ζώσης σαρκὸς ἐπίκαιε, ὥστε τὰ συρίγγια τοῦ καυτῆρος αἰσθέσθαι. ἥτις σύριγξ οὕτως ἐστίν, ὡσεὶ κολοκύνθη χλωρά, καὶ ὁθενδηποτοῦν μηλωτίδα ἢ σπάθην μήλης ἐμβαλών, διʼ αὐτοῦ παρέρχεται καὶ πόνου τὸ ζῷον οὐκ αἰσθάνεται. τέμνε, ἵνα ἄχρι τῆς ζώσης 〈καυ〉τηριακῷ ὀργάνῳ τὸν αὐτὸν τόπον περιτέμνῃς. χρὴ δὲ βούλεσθαι τὰ ἐμπρόσθια μᾶλλον μέρη τοῦ ἵππου τούτῳ λαμβάνεσθαι τῷ πάθει διὰ τὸ καὶ πλεῖον ῥᾳδίως ἤπερ τὰ ὀπίσθια θεραπεύεσθαι. τῶν γὰρ ὀπισθίων οὐδεμία ζωῆς ἐλπίς. ταύτην τοίνυν τὴν σύριγγα ἐλαίῳ καὶ ὄξει βεβρεγμένοις ὀθονίοις καταδέσμει. πολλοὶ δὲ οὔρῳ καὶ ἀξουγγίῳ βεβρεγμένην ἐπιτιθέασι τὴν ὀθόνην. Πρὸς τοὺς ἐκ ῥινῶν ὑγρὸν φέροντας καὶ εἰ τὸ τράγανον σχισθείη καὶ αἷμα κινοῖ. [15]
101 1
Πρὸς αἱμόρροιαν διάρ〈ρ〉ινο ν . Κοριάνου χυλὸν 〈ἔγχει〉. Ἱεροκλέους εἰς τὸ αὐτ ό .
101 2
Σπόγγον πισσώσας κτλ. ἢ ὕδωρ ψυχρότατο κτλ. ἢ λίθον μυλίτην πυρώσας σβέννυε ὄξει δριμυτάτῳ καὶ πρόσαγε ταῖς ῥισὶν τὴν ἀτμίδα καὶ σταθήσεται ἡ ῥύσις. Περὶ ἐμπυϊκῶν.
102 1
Περὶ ἐμπυϊκῶν · πρόγνωσις 〈καὶ ἴασισ〉. Συννεύει ὁ ἵππος καὶ πνεῖ βαρὺ καὶ φθίνει καὶ ποτοῦ ἐστιν ἀκρατὴς καὶ ῥιγοῖ κατὰ τὰς ῥῖνας καὶ ὄζει χαλεπὸν ἐκ τοῦ στόματος, καὶ ὅταν κυλίεται, οὐ περικυλίεται, καὶ βήσσειν βουλόμενος οὐ δύναται. θεραπεύεται δὲ οὕτως· ἀλέκτορα καὶ σκύλακα ἐν τῷ αὐτῷ ἑψήσας, ὅταν τὰ νεῦρα ἀμφοτέρων λυθῶσιν, ἀποχέας τὸν ζωμόν, ἔξελε τά τε ὀστᾶ καὶ τὰ νεῦρα. καὶ τὰς μὲν σάρκας ῥῖψον, τὸν δὲ ἐγκέφαλον ἔασον, καὶ τῷ ζωμῷ ἐπιβαλὼν σμύρνης γο εʹ, κασσίας γο γʹ, μήκωνος σπέρμα ὡσεὶ δράκα, ἐλαίου γο δ c ʹ, διήθησον, καὶ διάρας τὸ στόμα 〈ὡσ〉 ἐλάχιστον δίδου χλιαρόν. τρέφεται δὲ χόρτῳ χλωρῷ. εἰ δὲ καὶ ξηρῷ, ὕδατι κατάρραινε, καὶ πάλιν διὰ πέμπτης ἐγχυμάτιζε ἕως ἐκ τρίτου. δίδου δὲ καὶ κριθῆς ἐπτισμένης, καὶ περιπατείτω ἱματίω ἐσκεπασμένος. Περὶ κακοστομάχων καὶ ἀηδίας ἵππων. [10]
103 1
Περὶ κακοστομάχων καὶ ἀηδίας ἵππω ν . Ἵππος ὅταν ὁλοκλήρους τὰς κριθὰς καταπίνῃ, τὸ σῶμα ἀντιλεπτύνεται καὶ τὰ οὖλα φλεγμαίνει, καὶ σίελος συνεχέστερον ἐκρεῖ. θεραπεύεται δὲ οὕτως· κρητάριον μετὰ ὄξους δριμυτάτου μίξας, θερμὸν εἰς τὰς σιαγόνας ἐπιτίθει ἡμέρας ϛʹ, καὶ τρίτον τῆς ἡμέρας μέλι μετὰ ῥοῶν λεπύρων τὰ οὖλα αὐτοῦ ἀπότριβε. 〈Εἰ〉 ἐν θέρει ἵππος ἀηδισθ ῇ . [5]
103 2
Τραγάκανθον, σμύρναν, κρόκον, ἶριν Ἰλλυρικήν, λιβανωτοῦ ἄλευρον, παρθένιον τὴν βοτάνην, 〈χαμαί〉πιτυν, χαμαιδάφνην λειώσας μετὰ γάλακτος ἐγχυμάτιζε. Διδασκαλία περὶ σηπτικῶν ἤτοι καυστικῶν.
104 1
Διδασκαλία περὶ σηπτικῶν ἤτοι καυστικῶ ν . Τοῖς σηπτικοῖς ἤτοι καυστικοῖς ὀνομαζομένοις χρώμεθα ἐπί τε τῶν τυλωδῶν ὑπερσαρκωμάτων καὶ τῶν καρκινωδῶν ἐνίοτε ἑλκῶν ἐπί τε χοιράδων, ὅταν αὐτὰς σῆψαι βουλόμεθα, ἐπί τε τῶν ἰσχιαδικῶν, ἀρθριτικῶν. ἀντὶ καυτῆρος ταῦτα προσάγωμεν ἐπὶ μυρμηκιῶν, ἀκροχορδόνων, ἥλων, συκωδῶν. ὃ μέγιστον δὲ ἔργον αὐτῶν ἐστιν, ἐπὶ τῶν ἀνθρακωδῶν ἑλκῶν καὶ κακοήθων. ἐπιχριόμενα γὰρ καὶ τὰς νομὰς ἱστᾶσι καὶ τὰς ἐσχάρας ἀποβάλλοντα τάχιστα τοῦ κινδύνου ἀπαλλάττουσι. Σηπ〈τ〉ικὴ ἄδηκτο ς . [5]
104 2
Λεπίδος 〈 γο 〉 τὸ c ʹ, σανδαράκια ἑξαγ. α c ʹ, ἐλλεβόρου μέλανος, ἀρσενικοῦ ἀνὰ κερατ. ιηʹ. τινὲς ἀντὶ τοῦ ἀρσενικοῦ στυπτηρίαν σχιστὴν βάλλουσι. Ἄλλη ἄδηκτος καὶ κατὰ βάθος εἰσχωροῦσ α .
104 3
Λεπίδος, σανδαράκης [ἀπὸ] ἀνὰ ἑξαγ. αʹ κερατ. ϛʹ, ἐλλεβόρου μέλανος κεράτ〈ι〉α ιηʹ. καὶ ἐπὶ μὲν τῶν καθύγρων ἑλκῶν ξηροῖς χρῶ, ἐπὶ δὲ τῶν ἄλλων ῥοδίνῳ ἀναλύσας· ἀγαθὸν γάρ ἐστι. Ἄλλη στυπικὴ ἐνεργεστάτ η .
104 4
Κνήκου σπέρμα, λεπίδος ἐρυθρᾶς, σανδαράκης, ἶσα λεῖα ποιήσας μετὰ ῥοδίνου χρῶ. Περὶ κωλικῶν ἤτοι τὸν κῶλον ὀδυνωμένων.
105 1
Περὶ 〈κω〉λικῶν καὶ πόθεν ἐπιγνωσθήσετα ι . Ἡ κεφαλὴ καταρρεπὴς ἐπὶ τὴν γῆν, καὶ ὑποσύρει τὰ σκέλη, ῥίπτει ἑαυτὸν χαμαὶ καὶ πάλιν ἀνίσταται. ἱδρὼς ἐπιγίνεται περὶ τὰς μασχάλας, φεύγει ὀδυνώμενος, μὴ φέρων τὴν φλεγμονήν. ἄλλοτε δὲ ῥίπτει ἑαυτὸν καὶ ὑπτιοῦται ἐπὶ τὰ νῶτα, τήν τε κεφαλὴν ὑπτιοῖ καὶ τοὺς πόδας ὀρθοῖ, ὁτὲ δὲ καὶ ὑπερυπτιοῦται καὶ περιστρέφεται καὶ τὴν ὄψιν φέρει[ν] ὑπὸ τὴν λαγόνα 〈δει〉κνύων τὸν ἀλγοῦντα τόπον, ἐλεγχόμενος ὑπὸ τῆς φλεγμονῆς τούς τε ὀδόντας τρίζων καὶ στένει καὶ τοῖς ποσὶ τύπτει τὴν γῆν μὴ ὑπομένων τὰς ἀλγηδόνας. ἐπιτείναντος δὲ τοῦ πάθους οὐκ ἀναφέρει ῥᾳδίως ὁ ἵππος. παρηγορεῖται δὲ οὕτως· ὄνου γάλα καὶ κάρδαμον φρύξας μετὰ οἴνου μέλανος δίδου. Ἐὰν κτῆνος ψηλαφηθῇ κατὰ τῆς καθιστήρα ς . [10]
105 2
Κολοφωνίας 𐆃 αʹ, κριθῆς ἄλευρον σεσησμένον γο θʹ, κηροῦ γο θʹ, ὄξους δριμυτάτου τὸ ἀρκοῦν. τὸ 〈ὄξ〉ος ζέσας πρῶτον βάλε τὸ ἄλευρον ἐπι〈με〉λῶς ταράσσων, ἵνα μὴ προσκαῇ. εἶτα βά〈λε〉 τὴν κολοφωνίαν καὶ τὰ λοιπὰ καὶ ἐν ἐρίοις τίθει χλιαρὸν ἐπὶ ἡμέρα〈ι〉ς τρισίν. Περὶ ἐκβολῆς ἕδρα ς . [5]
105 3
Κυκλαμίνου ἀφεψήματι ἢ ἐλλεβόρου λευκοῦ πυρία τὴν ἕδρα〈ν〉. Ἀντίδοτος πρὸς κωλικὸν αὐθημερὸν ἀνωδύνους ποιοῦσα ἐν παροξυσμοῖς διδομένη καρύου Ποντικοῦ τὸ μέγεθος με θ ’ ὕδατο ς .
105 4
Ὑοσκυάμου, πεπέρεως λευκῆς ἀνὰ γο β c ʹ, δαύκου Κρητικοῦ ἑξαγ. δ c ʹ, ὀπίου γο αʹ ἑξαγ. δ c ʹ, κάχρυος ἑξαγ. α c ʹ, κρόκου, εὐφορβίου, ναρδοστάχυος, πυρέθρου ἀνὰ ἑξαγ. α c ʹ ἀνάλαβε μέλιτι καὶ μαλάξας εὐτόνως χρῶ. Ἀφρικανοῦ πρὸς 〈αὐτό 〉 . [5]
105 5
Κύκνου δεξιὸς ὄρχις περιαπτόμενος πα〈ύει〉 τὴν νόσον. Περὶ ὀστέων καταπόσεως.
107 t
Πρὸς δρακοντίαν. Περὶ διαφόρων νοσημάτων καὶ τῶν ἐν αὐτοῖς θεραπειῶν καὶ περὶ ἐκβολῆς ἀκανθῶν καὶ χαρακτήρων.
108 1
Περὶ ἐκβολῆς ἀκάνθη ς . Ἄκανθαν ἐκ σαρκὸς ἐκβάλλει καλάμου ῥίζα ἁπαλωτάτη τριβεῖσα ἐν θυίᾳ μέλιτί τε ἀναλαμβανομένη καὶ γινομένη εἰς κηρωτῆς πάχος ἐν ὀθονίῳ τε καταπλασθεῖσα καὶ ἐπιτεθεῖσα. εἰ γὰρ διʼ ὅλης τῆς νυκτὸς τεθῇ, 〈ἕω〉θεν εὑρήσει(ς) τὰς ἀκάνθας κεκολλημένας τῷ 〈φαρ〉μάκῳ. Πρὸς κολύβων διαβροχά ς . [5]
108 2
〈Κριθ〉ῆς, βρόμου ἀνὰ 𐆃 ζʹ, ἐρεβίνθου 𐆃 c ʹ, βίκου 𐆃 γʹ, ὀρόβων 𐆃 κʹ, λαθύρου 𐆃 εʹ, ἀφάκης 𐆃 κʹ, φακῆς 𐆃 ιʹ, τήλεως 𐆃 εʹ, φάβατα 𐆃 ιʹ, σίτου 𐆃 ιʹ, μίξας φύλασσε καὶ δίδου ἑκάστῳ ἵππῳ ἡμερήσιον 𐆃 ϛʹ. Ἄλλως χάριν ἀλόγων εὐφυΐα ς .
108 3
Τὴν ῥίζαν τῆς πενταδακτύλου βοτάνης μετὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ περίαπτε. Περὶ τοῦ μὴ νοσεῖν ἐν *** ζῷ α .
108 4
Ἐλάφου κεράτ〈ι〉ον κατακόψας ἑνὶ ἑκάστῳ περίαπτε. ἢ μαράθρου ῥίζαν ἢ ἱερὰν τὴν βοτάνην ἑψήσας ἄλειφε κεφαλήν, μέτωπον καὶ τράχηλον. ἢ ὀποπάνακος, καστορίου ἀνὰ γο δύο, χαλβάνη〈σ〉 [ἀνὰ] γο αʹ, τερεβινθίνης, βούτυρον, πίσσης Βρυττίας, ῥητίνης ** ἀνὰ γο βʹ, κηροῦ λευκοῦ, ἀξουγγίου, ἐλαίου κυπρίνου, ἐλαίου δαφνίνου ἀνὰ 𐆃 αʹ μίξας ἀναλάμβανε καὶ χρῶ θυμιῶν. ἢ ἐλάφου κέρας ἐπικάπνιζε τὴν φάτνην καὶ τὰ ἄλογα. Ἀφρι〈κα〉νοῦ · πρὸς τὸ μὴ πτοεῖσθαι ἢ σκιάζεσθαι ἵππους ἐ〈ν τῇ ὁ〉δ ῷ . [5]
108 5
Πτοεῖσθαι δὲ τοὺς ἵππους μάτην ἢ θεάμασι κενοῖς ἢ σκιαῖς ἐκταράττεσθαι παύσει ὠτίῳ δεξιῷ τοῦ ζῴου προσαρ〈τισ〉θεῖσα λύκου οὐρά, εἰ ζῶντος αὕτη τοῦ θηρίου ἀποκοπῇ. Πρὸς τὸ μὴ ὄνον πίπτειν ἐν ὁδ ῷ . [5]
108 6
Ἐξελὼν ἐκ τῆς κέρκου αὐτοῦ τρίχας δῆσον εἰς τοὺς ὀδόντας αὐτοῦ καὶ οὐ πεσεῖται. Περὶ ἀμπέλο υ .
108 7
Ἐὰν ἄμπελον σχῇ ἵππος ἢ ὑποζύγιον, ἔσονται περὶ αὐτὸν κιρσοὶ πυώδεις. θεραπεύει〈ν〉 δὲ αὐτοὺς τῷ καυτηρίῳ ὀρθὰς διδόντα καθʼ ἓν ἕκαστον τῶν ἐμπυωμάτων καὶ καταχρίειν τῷ γλοιῷ, ἕως αἱ ἐσχάραι ἐκπέσωσιν. Ἀφρικανοῦ χαρακτήρων ἵππων ἀφανισμό ς .
108 8
Ἵππων δὲ αὕτη σπουδαίων κλοπὴ χαρακτῆρας ἀλλάξασα τὰ ἐκκαέντα τοῖς σώμασι γράμματα ἐξελεῖν καὶ ἀφανίσαι τὸ πρόσθεν σύμβολον ἑτέρῳ χρώματι καὶ ἀνεπίγνωστον ποιῆσαι τῷ πρώην δεσπότῃ. τὸ δὲ οὕτω γίνεται· ὄσπριον, οὗ τὸ εἶδος ἐπὶ τέλει ἑξαγώνῳ ἑβδόμῳ ἐπιγέγραπται πρώτῃ σελήνῃ ὥρᾳ τρίτῃ δίεφθον ὂν ὅτῳπερ ἀφανίσαι θέλῃς μέρει βάπτων ἐπίπλασσε. ἑλκῶσαν γὰρ τῇ καύσει λευκὴν ἀναφέρει τρίχα. εἰ δὲ καὶ πολλαχοῦ ἐμπλάσαις, ἡ πρόσθε μονόχρωμος ἔσται 〈περι〉ποίκιλος. κατὰ πάντων ἡ τέχνη τῶν ἄλλων χρωμάτων (λευκῶν μόνων χωρὶς διὰ τὸ ὁμοφυὲς τῆς τῶν τριχῶν 〈ἀ〉ναφυῆς) τὸ μὲν γράμμα ἐκκόψει, τὸ δὲ 〈ἀρχαῖ〉ον χρῶμα τηρήσει. Ἵπποις σημεῖον ἄνευ καυτηρίου ποιῆσα ι . [10]
108 9
Κισσήρεως χαύνης, κηρύκων θαλασσίων, νίτρου λευκοῦ, συκίνων φύλλων, κυάμων κεκαυμένων, ἶσον ἑκάστου σποδὸν ποιήσας, ξύρισον τὸν τόπον καὶ ἐπίπασον ὄξος παραστάζων καὶ τρῖβε εὖ μάλα δὶς τῆς ἡμέρας, ἕως ψιλὸς ὁ τόπος γένηται. εἶτα ἐπίγραψον σημεῖον, ὃ ἂν θέλῃς, καὶ λαβὼν κηκίδων ὀμφακιτίδων, στυπτηρίας, ῥοῦ, ἰοῦ χαλκοῦ τε καὶ ἀργύρου καὶ χαλκάνθην, πάντα ἶσα λείωσον ὄξος παραστάζων. καὶ ποιῶν κηρωτῆς ἁπαλῆς πάχος καὶ προστύψας στυπτηρίᾳ ὑγρᾷ ἀφʼ ἑσπέρας, ἐπιζωγράφει, ὃ θέλεις, σημεῖον. τῇ δὲ ἐπαύριον ἀποτρίψας γενναίως, πάλιν ἐπιζωγράφει ἐπὶ ἡμέρας ϛʹ. εἶτα οὔρῳ παλαιῷ ἀπόπλυνον, καὶ ἕξει καλῶς τὸ σημεῖον. Περὶ σκευασίας ἐγχυματισμῶν. [10]
109 1
Ἄλλο ς . Ὑσσώπου κτλ. τραγακάνθης τὸ ἀρκοῦν, μαράθρου γο c ʹ, ῥοδίνου, σαμψύχου ἀνὰ γο αʹ, μέλιτος 𐆃 α c ʹ, οἴνου τὸ ἀρκοῦν. Ἐγχυματισμὸς καθαρτικό ς .
109 2
Κενταύριον, νίτρον ἀνὰ γο αʹ, πευκεδανὸν γο γʹ, κολοκύνθης, παιονίας ἀνὰ γο εʹ, οἴνου 𐆃 βʹ γο δʹ, ἐχομένας ἐπὶ τρεῖς ἡμέρας ἐγχυμάτιζε. Πρὸς ὑγίαν κτήνου ς .
109 3
Λιβυστικοῦ, πεπέρεως ἀνὰ γο βʹ, κάχρυος, κρόκου, ἐλαίου, θείου ἀνὰ γο α c ʹ, μέλιτος γο αʹ μίξας καὶ περιρράνας, τούτοις ἐγχυμάτιζε. Πρὸς καταψυγμό ν .
109 4
Κρόκου ἑξαγ. δ c ʹ, σμύρνης, κόστου ἀνὰ γο c ʹ, κασ〈σίασ〉 γο β c ʹ, ἀμώμου γο γʹ, φύλλου γο εʹ, ἴρεως Ἰλλυρικῆς ἑξαγ. δ c ʹ, ἀσάρου γο δʹ, μελίλωτον γο αʹ, τραγακάνθου γο βʹ, πεπέρεως γο αʹ, οἴνου παλαιοῦ καὶ ἐλαίου ὀμφακίνου τὸ ἀρκοῦν, ᾠῶν * τὸ λευκόν, μέλιτος 𐆃 αʹ ἐγχυμάτισον ἐπὶ ἡμέρας. Φάρμακον καθαρτικὸν τῶν ἐν ἀγέλαι ς . [5]
109 5
〈Τὰς ἀγε〉λαίας ἵππους ἐπεὶ συνεχῶς 〈οὐκ〉 ἔστιν λαβεῖν εἰς χ〈ε〉ῖρας, τῷ προφυλα〈κτι〉κῷ τούτῳ δεῖ καθαίρειν διὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου, καὶ οὐκ ἐμπεσοῦνται ταχέως εἰς ψώραν ἢ νόσον. ἐπαινεῖ οὖν ἡμῖν κάλλιστον φάρμακον καὶ οὗ κάλλιον οὐκ ἔστι σικύου ἀγρίου ῥίζαν κόψαντας καὶ νίτρον μίξαντας τρίτον μέρος ἅλατος ἀναμίσγειν καὶ ἐγχυματίζειν καὶ διδόναι ἐσθίειν. τούτῳ οἱ πῶλοι διὰ τοῦ γάλακτος τῶν [τε] τελείων ἱππάδων καθαίρονται. δεῖ δὲ καὶ τὰ πράω καθαίρειν, ὅταν εἰς χλόην πέμπονται, ἵνα τὸν ἐκ τῶν παλαιῶν τροφῶν φαῦλον χυμὸν 〈ἅμ〉α ἐκκαθάρῃ. Παστέλλου σκευασία πρὸς πᾶν εἶδος νό〈σου 〉 . [10]
109 6
Ἴρεως Ἰλλυρικῆς, ἀριστολόγχης μακρᾶς, γεντιανῆς, 〈ἀ〉ρ〈κ〉είας, σμύρνης, ἀλεύρου ἐρεβίνθου, ὑσσώπου, σκορόδων Γαλλικῶν, ἀβροτόνου, πετροσελίνου, σελίνου σπέρμα ἀνὰ γο αʹ, πεπέρεως κοκκία ὀκτὼ ἕψει μετὰ οἴνου καὶ μέλιτος καὶ δίδου ἐπὶ ἡμέρας γʹ ἑκάστῳ ζῴων γο γʹ. Σκ〈ευασία δ〉ιὰ πικρᾶ ς . [5]