t.1
Mantissa Proverbiorum. Ἀδύνατα θηρᾷς : ἐπὶ τῶν ἐγχειρούντων μείζοσιν ἢ καθʼ ἑαυτούς.
Ἀετὸν κάνθαρος μαιεύσομαι : ἐπὶ τῶν τιμωρουμένων τοὺς μείζονας προκατάρξαντας κακοῦ. λέγεται γὰρ τὰ ᾠὰ τοῦ ἀετοῦ ἀφανίζειν ὁ κάνθαρος. Ἀθηναίων δυσβουλία : ἐπὶ τῶν παρʼ ἐλπίδας καὶ ἀναξίως εὐτυχούντων· τὸ γὰρ κακῶς βουλεύεσθαι Ἀθηναίοις ἤσκητο.
** εὐτυχῆ μᾶλλον ἢ καλῶς φρονεῖ ν . Αἰα ῖ , τό δ ’ ἤδη θεῖον ἀνθρώποις κακόν, ὅταν τις ἴδῃ τἀγαθόν, χρῇται δὲ μή.
Ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνον, Δήμητρος ἀκτῆς πόματος ὑδρηχόου; Εἱμαρμένων δὲ τῶν κακῶν βουλευμάτων κακὰς ἀμοιβάς ἐστι καρποῦσθαι βροτοῖς. Πολλαῖσι μορφαῖς οἱ θεοὶ σοφισμάτων σφάλλουσιν ἡμᾶς κρείττονες πεφυκότες:. Μενάνδρου. Αἰδὼς γὰρ ἐν κακοῖσιν οὐδὲν ὠφελε ῖ . [5]
Αἰεί τοι τὸν ὅμοιον ἄγει θεὸς εἰς τὸν ὅμοιον καὶ ποιεῖ γνώριμον. Αἱ Χάρητος ὑποσχέσεις : ἐπὶ τῶν προχείρως ἐπαγγελλομένων ποιῆσαι τόδε ἢ τόδε τι.
Αἱ Χάριτες γυμναί : ὅτι δεῖ ἀφελῶς καὶ φανερῶς χαρίζεσθαι. Ἀλλὰ γὰρ ἀθυμοῦντες ἄνδρες οὔποτε τρόπαιον ἐστήσαντο : ἐπὶ τῶν διὰ ῥᾳθυμίαν μηδὲν γενναῖον πράττειν δυναμένων.
10
Ἄλλο τ ’ ἀλλοῖαι πνοαὶ ὑψιπετῶν ἀνέμων. Ἄλλοτε μέν τε κακῷ ὅγε κύρεται, ἄλλοτε δʼ ἐσθλῷ.
Ἁλῶν δὲ φόρτος ἔνθεν ἦλθεν , ἔν θ ’ ἔβη : ἐπὶ τῶν καθʼ ἑαυτοὺς χρωμένων τοῖς οὖσι καὶ μηδενὶ μεταδιδόντων. Ἄμμον μετρεῖν : ἐπὶ τῶν ἀνήνυτα ποιούντων.
Ἄμφω τὼ χεῖρε : ἐπὶ τῶν ἀφθόνως καὶ δαψιλῶς μεταδιδόντων τοῖς πᾶσιν. Ἀνὰ ῥοῦν χωρεῖν : ἐπὶ τῶν ἐξ εὐτυχίας μεταβληθέντων εἰς τὸ ἀνάπαλιν, ὥσπερ κατὰ ῥοῦν φέρεσθαι ἐπὶ τῶν κατὰ τὸν βίον εὐπλοούντων.
15
Ὀδυσσείας ξʹ· ὡσεί τε κατὰ ῥόον · ἤγουν ὡς ἐν ὕδατι κάτω ῥέοντι καὶ οὐ στατῷ κατὰ ἰσότητα ἐπιφανείας. ἐντεῦθεν ἡ παροιμία τὸ κατὰ ῥοῦν φέρεσθα ι . Ἀνδρὶ πεινῶντι κλέπτειν ἔσ τ ’ ἀναγκαίως ἔχον : ἐπὶ τῶν ἐξ ἀνάγκης τι ποιούντων. [5]
Ἀνέμους γεωργεῖν : ἐπὶ τῶν πονούντων καὶ μηδενὸς μετεχόντων. καὶ γὰρ ὁ ἄνεμος πάντα μὲν φύει καὶ αὔξει, οὐδὲν δὲ ἕτερον ἢ μόνον ἄχνην ἀποφέρεται, ὥστε οὐδενὸς μεταλαμβάνει. Ἂν πολλὰ βάλλῃς ἄλλο τ ’ ἀλλοῖον βαλεῖς : πολλῶν γὰρ προβαλλομένων τινὰ τούτων δὴ τῶν πολλῶν ἐπιτυχεῖν γίνεται ὡς συμπτώματα.
Ἀντλεῖν ἀμφοτέραις : λείπει χερσί· ἐπὶ τῶν σπουδῇ τι ποιούντων. Ἄνω ποταμῶν χωροῦσι πηγαί : ἐπὶ τῶν ἐναντίως λεγομένων ἢ γινομένων· οἷον ὁ πόρνος τὸν σώφρονα εἰ λέγει πόρνον.
20
ἐπειδὴ οἱ ποταμοὶ ἄνωθεν κάτω ῥέουσι. Ἄπαγέ με εἰς τὰς λατομίας : ἐπὶ τῶν μὴ ὑποφερόντων τὰ ἀνάξια.
Ἀπυνδάκωτος οὐ τραπεζοῦται κύλιξ : πύνδαξ γὰρ ὁ πυθμήν. ἡ δὲ παροιμία παρὰ Σωκράτει. Ἀργυρέαις λόχμαις μάχου καὶ πάντα νικήσεις : ἐπὶ τῶν δώροις πείθειν πρὸς τὰ δυσκατόρθωτα παραινούντων· τοῦτον γὰρ τὸν χρησμὸν ἔχρησεν ἡ Πυθία Φιλίππῳ, αἰνιττομένη διὰ προδοσίας περιέσεσθαι τῆς Ἑλλάδος.
Ἀρετὰ ἐντὶ ἀνθρώπω τελειότας φύσιος ἀνθρώπω. Ἀρετὰ συναρμογά τις ἐντὶ τῶν ἀλόγων μερέων τᾶς ψυχᾶς ποτὶ τὸ λόγον ἔχον.
Ἄρτον οὐκ εἶχεν ὁ πτωχὸς καὶ τυρὸν ἠγόραζεν. Ἄρης τὰ αὑτοῦ ὅπλα οὐ σαλεύε ι .
Ἀσφαλέστερον τοῦ λέγειν τὸ σιγᾶν : Ἐπικτήτου ἡ γνώμη. Ἀτεχνῶς εἰμὶ στάθμη λευκή : ἐπὶ τῶν ἀληθινὴν ὁμολογούντων φιλίαν.
30
Αὐτόκλητοι κωμάζουσι φίλοι παρὰ τοῖς φίλοις : παρῆκται ἀπὸ τοῦ, Αὐτόματος δ ’ ἦλθε βοὴν ἀγαθὸς Μενέλαο ς . Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας : ἐπὶ τῶν ἀληθευόντων· οἷον ἐπʼ αὐτὴν ἐλήλυθας τὴν ἀλήθειαν.
Αὐτός τι νῦν δρῶν , εἶτα τοὺς θεοὺς κάλει : ὁμοία τῇ· Σὺν Ἀθηνᾷ καὶ χεῖρα κίνε ι . ἐπὶ τοῦ μὴ χρῆναι ἐπὶ ταῖς τῶν θεῶν ἐλπίσι καθημένους ἀργεῖν. Βαλανεὺς εἶ : ἐπὶ τοῦ πολυπράγμονος· οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπράγμονες εἰσί.
Βασιλεὺς ἢ ὄνος : ἤγουν νικῶν ἢ ἡττώμενος. ὁμοία τῇ· Ἢ τρὶς ἓξ ἢ τρεῖς κύβο ι . Πλάτων ἐν Θεαιτήτῳ· ὁ δὲ ἁμαρτὼν καθεδεῖται, ὥσπερ φασὶν οἱ σφαιρίζοντες, ὄνος· ὃς δʼ ἂν περιγίνηται ἀναμάρτητος, βασιλεὺς ἡμῶν. Βίον ἀληλεσμένον : ἐπὶ τῶν ἐν ἀφθονίᾳ τῶν ἐπιτηδείων ὄντων.
Βοῦν ἐν γνάθοις φέρει : ἐπὶ τῶν πολυφάγων. Βούτης μὴν ἔλεγεν , νῦν δ ’ αἰπόλῳ ἀνδρὶ ἔοικας : ἐπὶ τῶν ἡσύχων μὲν πρῶτον καὶ ἡμέρων, ἔπειτα δὲ ἀγρίων· οἱ γὰρ βόες ἥμεροι εἰσί.
Βραχεῖα τέρψις ἡδονῆς τίκτει λύπην. Γέραιρε σαυτόν : ἐν πλήθει.
40
Γῇ θάλασσαν συναναμίγνυσιν : ἐπὶ τῶν σφόδρα ὀργιζομένων. Γῆ πιστ ή , ἄπιστος θάλασσ α .
Γλυκὺς ἀγκών : παροιμιωδῶς μοχθηρίαν τόπου ὑποδηλοῖ. [ Γνῶθι σαυτό ν: ] τὸ μὲν ἀπόφθεγμα Βίαντος ὡς παροιμία δὲ λαμβάνεται, μαρτυρεῖ Θεόφραστος ἐν τῷ περὶ παροιμιῶν.
οἱ πολλοὶ δὲ Χίλωνος εἶναι τὸ ἀπόφθεγμα. Κλέαρχος δὲ ὑπὸ τοῦ θεοῦ λεχθῆναι Χίλωνι Δαμαγήτου Λακεδαιμονίῳ. Γράμματα Βελλεροφόντης διεκόμισεν : ἐπὶ τῶν προξενούντων ἑαυτοῖς τι κακόν. [5]
Βελλεροφόντης πρότερον Ἱππόνους ἐκαλεῖτο· ἀνελὼν δὲ Βέλλερον τῶν Κορινθίων δυναστὴν Βελλεροφόντης ἐκλήθη. ἦν δὲ φύσει μὲν παῖς Ποσειδῶνος, ἐπίκλησιν δὲ Γλαύκου· λαβὼν οὖν παρὰ Ποσειδῶνος τῆς Μεδούσης Γοργόνος Πήγασον πτερωτὸν ἵππον, διὰ γὰρ τοῦτο ἔσχε τὴν προσηγορίαν, ὅτι ἐκπεπηδήκει ἐκ τοῦ Γοργόνος τραχήλου· δράσας δὲ ἐμφύλιον φόνον, Βέλλερον γάρ τινα, ὡς ἔφην, τῶν πολιτῶν ἀποκτείνας φεύγει εἰς Ἄργος· τυχὼν δὲ παρὰ Προίτου καθαρσίων τοῦ βασιλέως μετʼ αὐτοῦ διέτριβεν. Ἄντεια δὲ ἡ Προίτου γυνή, ἐρασθεῖσα τοῦ Βελλεροφόντου, ἐδέετο ὅπως αὐτοῦ συνευνασθῇ· ὁ δὲ δεξιούμενος τὸ ὅσιον ἀντέλεγεν. ἡ δὲ Ἄντεια δείσασα μὴ τῷ Προίτῳ προλαβὼν ἐξείποι τοὺς αὐτῆς ἔρωτας, ἔφθασε τὸν Βελλεροφόντην κατειποῦσα ὡς ἄρα εἴη βεβιασμένη παρʼ αὐτοῦ. ὁ δὲ Προῖτος αὐτόχειρ μὲν οὐκ ἠβουλήθη τὸν Βελλεροφόντην ἀποκτεῖναι, πέμπει δὲ αὐτὸν εἰς Λυκίαν πρὸς τὸν πενθερὸν Ἰοβάτην, ἀδοκήτως καθʼ ἑαυτοῦ κομίζοντα γράμματα. ὁ δὲ πολλοῖς ἐγγεγυμνασμένον ἄθλοις, ὡς οὐχ ἑώρα φθειρόμενον, ὑπετόπησε τὴν κατʼ αὐτοῦ στρατηγηθεῖσαν δεινὴν καταβουλήν· τοσούτων γὰρ κακῶν ἄθλων καὶ ὄχλων τῇ δυνάμει κατηγωνίσατο· ἔδωκε δὲ αὐτῷ εἰς γάμον τὴν ἰδίαν θυγατέρα Κασάνδραν καὶ τῆς βασιλείας μοῖραν τινά. λέγεται δὲ αὐτὸν ἐπαρθέντα ἐφʼ οἷς ἔπραξε θελῆσαι μετὰ τοῦ Πηγάσου τὸν οὐρανὸν κατοπτεῦσαι· τὰ γὰρ νῶτα, ὡς ἔφαμεν, πτερωτὰ εἶχεν ὁ ἵππος· τὸν δὲ Δία μηνίσαντα οἶστρον ἐμβαλεῖν τῷ Πηγάσῳ, ὅθεν ἐκπεσεῖν τὸν Βελλεροφόντην καὶ κατενεχθῆναι εἰς τὸ τῆς Λυκίας πεδίον τὸ ἀπʼ αὐτοῦ καλούμενον ἀλήϊον πεδίον, ἀλᾶσθαι δὲ κατὰ τοῦτο πηρωθέντα, τὸν δὲ ἵππον λαβεῖν τὴν Ἠῶ δεηθεῖσαν τοῦ Διὸς δῶρον πρὸς τὸ ἀκόπως περιιέναι τὰς τοῦ κόσμου περιόδους· ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις. Δουλότερος Μεσσηνίων : ἐπὶ τῶν ἐσχάτῃ καὶ πικρᾷ δουλείᾳ ἐνεχομένων. [30]
Εἰ δὴ καὶ ἡ παροιμία σοφόν· πῶς γὰρ οὐχὶ σοφόν, περὶ ὧν Ἀριστοτέλης φησίν, ὅτι παλαιᾶς εἰσὶ φιλοσοφίας ἐν ταῖς μεγίσταις ἀνθρώπων φθοραῖς ἀπολομένης ἐγκαταλείμματα, περισωθέντα διὰ συντομίαν καὶ δεξιότητα. παροιμία δήπου καὶ τοῦτο καὶ λόγος ἔχων ἀξίωμα τῆς ὅθεν κατηνέχθη φιλοσοφίας τὴν ἀρχαιότητα, ὥστε βόειον ἐπιβλέπειν αὐτῇ· πάμπολυ γὰρ οἱ πάλαι τῶν νῦν εἰς ἀλήθειαν εὐστοχώτεροι. Εἰς κενὸν κρούειν τὰς χορδάς : ἐπὶ τῶν ἀσίτως καὶ ἀδώρως κιθαριζόντων. [5]
Εἰς τετρυπημένον πίθον ἀντλεῖν : ἐπὶ τῶν εἰς κενὸν πονούντων. Ἐκ πολλῶν ἀχύρων ὀλίγον καρπὸν συνήγαγον : ἐπὶ τῶν πολλὰ μὲν πονούντων, ὀλίγα δὲ καρπουμένων.
50
Ἐκ τετρημένης κύλικος πιεῖν : ἐπὶ τῶν διημαρτημένων ἐν πίστει. Ἐκτὸς πηλοῦ πόδας ἔχειν : ἐπὶ τῶν ἔξω κινδύνου καθεστώτων.
ὅμοιον καὶ τὸ ἐπὶ ξυρο ῦ . Ἐκ τοῦ γεύματος γινώσκω : ἐπὶ τῶν ἐκ μικροῦ πολλά τινα καταλαμβανόντων.
Ἐπαινῶ τὸν εἰπόντα τὰς ἐλπίδας εἶναι γρηγορούντων ἐνύπνια. Ἐπὶ θύραις τὴν ὑδρίαν : δηλονότι θείς.
ἐπὶ τῶν ψυχαγωγούντων. αἱ ὑδρίαι παρῆσαν ταῖς θύραις τοῦ πίνειν τοὺς εἰσιόντας καὶ ἐξιόντας ἕνεκα. Ἐπὶ λεπτοῦ μίτου τὸ ζῆν ἤρτηται: ὁμοία τῇ προτέρᾳ.
Ἐπὶ ξυροῦ ἀκμῆς ἵσταται : ἐπὶ τῶν ἐν μεγίστῳ κινδύνῳ ὄντων. Ὅμηρος. Νῦν γὰρ δὴ πάντεσσιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆ ς , Ἢ μάλα λυγρὸς ὄλεθρος Ἀχαιοῖ ς , ἠὲ βιῶνα ι . Ἐπίτρεπε ὧδε τὸν Ἥφαιστον προμολεῖν : λέγεται ἐπὶ τῶν ἀξίων πυρὸς εἴτε προσώπων εἴτε πραγμάτων.
Ἐπὶ χοίνικος μὴ καθίζειν : τουτέστι, μὴ ἐπαναπαύεσθαι τῇ ἐφημέρῳ τροφῇ, ἀλλὰ προεισφέρειν. Ἔρις ἔριν ἀντιφυτεύε ι .
60
Ἔρις ἔριν τίκτουσα προσμνᾶται λόγον : ἐπὶ τῶν ἐκ φιλίας ἀδολεσχούντων. προσμνᾶται, προξενεῖ καὶ προμηθεύεται. μνᾶται, μνηστεύεται. καὶ ἀδολεσχῶ τὸ φιλοσοφῶ. Ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος.
ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ, θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος. Ἐς ὕδωρ γράφειν : ἐπὶ τῶν μάτην πονούντων.
Ζωάγρια τίνειν : τὰ τῆς ζωῆς χαριστήρια ἀποδοῦναι. χαριστήρια τοῦ εἰς τὸ ζῆν ἦχθαι διʼ αὐτῆς· τῷ με μάλα χρεώ, πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τίνειν. Ἢ δόλῳ ἠὲ βίῃ · ἢ ἀμφαδὸν ἠὲ κρυφηδόν : Ἀντίγονος ἐρωτηθείς, πῶς ἄν τις ἐπιθοῖτο τοῖς πολεμίοις, εἶπε τοῦτο τὸ ἔπος.
65
Ἡδονὴν φεῦγε τίκτουσα λύπην. Ἡ συκάμινος συκαμίνῳ ῥύπτεται : πρὸς τοὺς ἑαυτοῖς τὰ ὠφέλιμα λαμβάνοντας ἐξ ἑαυτῶν.
Ἢ χρὴ τραγῳδεῖν πάντας ἢ μελαγχολᾶν : ἐπὶ τῶν μήτε λυπεῖσθαι μήτε χαίρειν δυναμένων. Θαρσεῖν χρ ή , φίλε Βάττε, τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.
ἐλπίδες ἐν ζῳοῖσιν, ἀνέλπιστοι δὲ θανόντες· χὠ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει:. Θεοκρίτου. Θεοῦ παρόντος ἅπαν ἄπορον πόριμον.
70
Θετταλικὸν σόφισμα : ἐπὶ τῶν μηχανοποιῶν· Θετταλὸς γάρ τις εὑρὼν ἐν μάχῃ μηχανὴν ἐθαυμάσθη. Ἵνα γὰρ δέος , ἔνθα καὶ αἰδώς : Στασίμου ἡ γνώμη τοῦ ποιητοῦ, ὃς οὕτω φησί· Ζῆνα δὲ τὸν ῥέξαντα, καὶ ὃς τάδε πάντʼ ἐφύτευσεν Οὐκ ἐθέλεις εἰπεῖν· ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς.
Πλάτων δὲ διαφέρεται τούτῳ τῷ ποιητῇ, λέγων· οὐκ ἄρα ὀρθῶς ἔχει λέγειν, Ἵνα γὰρ δέος, ἔνθα καὶ αἰδώς. ἐπὶ πλέον γὰρ οἶμαι δέος αἰδοῦς. Μόριον γὰρ αἰδὼς δέους, ὥσπερ ἀριθμοῦ περιττόν. ὥστε οὐχ ἵνα περ ἀριθμός, ἔνθα καὶ περιττόν· ἵνα δὲ καὶ περιττόν, ἔνθα καὶ ἀριθμός. Ἵππους εἰς λεῖον πεδίον : ἐπὶ τῶν ἐπί τι προχείρως ἐχόντων. [5]
Ἰσχὺς καὶ τεῖχος καὶ ὅπλον σοφοῦ ἡ φρόνησις:. Πυθαγόρου τἀπόφθεγμα. Κα θ ’ ὕδατος γράφεις : ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων.
75
Καὶ ἅμμα λύεις : ἐπὶ τῶν δυσλύτων. ἀπὸ τῆς ἁμάξης ἡ ἱστορία. Καὶ σφάκελοι ποιοῦσιν ἀτέλειαν : Πεισίστρατόν φασι τὸν τύραννον, τὴν τῶν Ὑμηττῶν χῶραν διεξιόντα καὶ ἰδόντα πρεσβύτην πέτρας καὶ λιθώδεις τόπους ἐργαζόμενον, πέμψαντα τὸν οἰκέτην πυνθάνεσθαι αὐτοῦ, τίνας καρποὺς ἀναιρούμενος τοιαῦτα γεωργοίη χωρία· τοῦ δὲ φήσαντος, ὀδύνας καὶ σφακέλους, καὶ τούτων τὴν δωδεκάτην τῷ Πεισιστράτῳ τελεῖν· ἀγασθέντα τὸν τρόπον αὐτοῦ καὶ τὴν παῤῥησίαν, ἀτέλειαν αὐτῷ τοῦ χωρίου δοῦναι. [5]
Καὶ φιλεῖν δεῖ ὡς καὶ μισήσοντας, καὶ μισεῖν ὡς καὶ φιλήσοντας:. Κάτωνος. Κακὰ κέρδεα ζημίαν ἀρετῆς φέρει:.
ἀπόφθεγμα. Κακὴ γὰρ αἰδὼς ἔνθα γʼ ἀναιδὲς κρατεῖ:.
Διφίλου ἡ γνώμη. Κακοὶ κόρου οὐκ ἀνέχονται : ἐπὶ τῶν ἀναξίως εὖ πραττόντων καὶ διὰ τοῦτο ἐξυβριζόντων.
Κακοὶ πίνουσι τῆς τιμωρίας τὴν ὁμίχλην : ἐπὶ τῶν κατʼ ἀξίαν τιμωρουμένων. ὡς τό· Αὐτὸς ἐφεῦρε τοῦ κακοῦ τὴν πιτύα ν . Κακοῖς τὸ κέρδος τῆς δίκης ὑπέρτερον : ἐπὶ τῶν φιλοκερδῶν.
Κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί. Κακὸν Τενέδιον : ἐπὶ τῶν πάνυ σκληρῶν καὶ ἀπαραιτήτων.
85
Κακῶς ἀκούειν κρεῖσσον ἢ λέγειν κακῶ ς: . Κλεάνθους. Καλαμαραδικὸς γάδαρος : ἐπὶ τῶν μεγάλων· τοιοῦτοι γὰρ οἱ ἐκεῖ ὄνοι.
Κάλλιππος τρέχει : ἐπὶ τῶν πολλὰ μελετώντων ποιῆσαι, ὀλίγα δὲ δρώντων· τοιοῦτος γὰρ ἦν ὁ Κάλλιππος. Κάμηλος ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία : ἐπὶ τῶν ἐν γήρᾳ μὲν ὄντων ἢ δυστυχίαις, πολλῶν δὲ ἀμεινόνων ὄντων.
Κἂν εἰς μάχαιραν κυβιστήσειεν : ἐπὶ τῶν θρασέων καὶ παραβόλων. Καρικὴ Μοῦσα : ἐπὶ τῶν ἀλλογενῶν, ἤτοι Σκυθῶν.
Καρπάθιος τὸν λαγωόν : ἐπὶ τῶν ἑαυτοὺς ἐφελκομένων εἰς κακά· νησιῶται γὰρ ὄντες οἱ Καρπάθιοι, ἐπήγαγον τὸν λαγωὸν ὡς σπάνιον· οἱ δὲ πολλοὶ γενόμενοι τοὺς καρποὺς αὐτῶν διέφθειρον. Κενὰ κροταλίζεις ὄχη : ἐπὶ τῶν ἄνευ κυβερνητῶν ἀτάκτως κινουμένων.
Ὅμηρος· πολλοὶ δʼ ἐριαύχενες ἵπποι κείνʼ ὄχεα κροτάλιζον ἀνὰ πτολέμοιο γεφύρας, ἡνιόχους ποθέοντες ἀμύμονας· οἱ δʼ ἐπὶ γαίῃ κείατο, γύπεσσιν πολὺ φίλτεροι ἢ ἀλόχοισιν. Κέρδος αἰσχρὸν βαρὺ κειμήλιο ν: . [5]
Περιάνδρου τἀπόφθεγμα. Κινεῖς τὸν ἀνάγυρον : ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς τὰ κακά.
ἐστι δὲ τὸ φυτὸν ὁ ἀνάγυρος ἀλεξίκακον καὶ δυσῶδες. Κνωδάλου χοῖνιξ : ἐπὶ τῶν μεγάλοις μέτροις κεχρημένων.
Κρητίζει ὁ κριτής : ἐπὶ τῶν ἐν τῷ κρίνειν ψευδομένων καὶ τὸ δίκαιον παραβαινόντων. Λέοντα ξηρᾷς : ἐπὶ τῶν τὰ ἀδύνατα ἐπιχειρούντων.
Λήθης πεδίον : ἐπὶ τῶν ἀδυνάτων. Λίθοις τὸν Ἥλιον βάλλει : ἐπὶ τῶν διακενῶς κοπιώντων.
100
Λύπης δὲ πάσης γίνετʼ ἰατρὸς χρόνος:. Διφίλου. Μαινόμενον θεὸν ἑτέρῳ θεῷ νήφοντι σωφρονίζεσθαι : ἐπὶ τοῦ μιγνυμένου πρὸς ὕδωρ ἀκράτου.