Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Anonymous: Suda, Letter Iota

Library › Greek: Grammar & Reference › Suda, Letter Iota

Suda, Letter Iota contains the entries beginning with iota in the Suda, the vast anonymous Greek lexicon and encyclopedia compiled in Byzantium in the late tenth century. The section contains almost eight hundred entries. Word explanations, often supported by quotations from poets and historians, stand beside substantial articles on persons and places, compiled from earlier lexica, scholia and historical and biographical sources, many of them now lost.

This letter holds some of the longest articles in the Suda: on Jesus Christ, John Chrysostom and Job, and on the emperors Jovian and Julian. Other subjects include Hippocrates, Josephus, Hippias and Ilion, and there are notices of Justin Martyr, the historian Hieronymus of Cardia and the philosopher Hierocles of Alexandria. The mixture shows the work's place between classical scholarship and Byzantine Christian learning.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Adler ι 1–796). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Grammar & Reference
Suda, Letter Iota
Anonymous · Part 1 · every word parsed
1
Ἴα: μία, ἢ φωνή, ἢ βία.
Ἰαβώκ: ὄνομα κύριον.
Ἰαβίν· ὡς τό, Ἰαβὶν ἐν τῷ χειμάρρῳ Κισσῶν.
Ἰάδμων, Ἰάδμονος. ἦν δὲ Σάμιος· οὗτινος καὶ ἡ Ῥοδῶπις δούλη ἦν, ἣν ἑταίραν γενομένην, Θρᾷσσαν τὸ γένος, Χάραξος ὁ ἀδελφὸς Σαπφοῦς ἔλαβε γυναῖκα καὶ ἐξ αὐτῆς γεννᾷ. καὶ ζήτει ἐν τῷ Αἴσωπος Σάμιος.
5
Ἰαζάρτης: ὁ Τάναϊς ποταμός.
Ἰαζύγων: ὄνομα ἔθνους.
Ἰάθωνος: ὄνομα κύριον.
Ἰακώβ: ὄνομα κύριον.
Ἰάειρος: ὄνομα κύριον.
10
Ἰακχάζουσι: λέγουσι, φυλάττουσιν. Ἡρόδοτος.
Ἴακχος: ὁ Διόνυσος· ἢ ὕμνος εἰς τὸν Διόνυσον.
Ἰάκωβος, Ἡσυχίου υἱὸς ἰατροῦ, ὁ ἐπικληθεὶς Ψύχριστος, ἐκ τοῦ ἐξάρχου Δαμασκηνοῦ. εἰς Ῥόδον δὲ γενομένου τοῦ πατρός, εἶτα εἰς Δρέπανον τὸ ἐν Ἄργει, ἐλθόντος κἀκεῖ γήμαντος τὴν ἐξ αὐτοῦ τεκοῦσαν τὸν Ἰάκωβον, καταλιπόντος δὲ τήν τε γαμετὴν καὶ τὸν παῖδα καὶ ἐκδημήσαντος ἐπὶ ἔτη ιθʹ εἴς τε Ἀλεξάνδρειαν καὶ Ἰταλίαν καὶ οὐδὲ περιεῖναι δοκοῦντος· ὅθεν γαμεῖται μὲν ἡ Ἰακώβου μήτηρ δευτέρῳ ἀνδρί. καὶ παίδων αὐτῇ γενομένων δύο καὶ θηλείας, τελευτᾷ τὸν βίον ὁ γαμήσας αὐτήν. ἐπάνεισι δὲ Ἡσύχιος ἐν Κωνσταντινουπόλει· ὅπερ γνοὺς Ἰάκωβος ἦλθε πρὸς αὐτόν· καὶ τότε παιδείας ἤρξατο καὶ ἰάτρευσεν ἐν Κωνσταντινουπόλει ἐπὶ Λέοντος βασιλέως.
Ἰάκωβος, ἰατρός. ἀπὸ Δαμασκοῦ εἷλκε τὸ γένος καὶ ἐς τὸ ἀκριβέστατον ἀναβὰς τῆς ἐπιστήμης τέλειος ἦν, οὐ διαγινώσκων μόνον τὰς νόσους, ἀλλὰ καὶ ἰώμενος, ὁμοῦ μὲν κατὰ τὸν λόγον, ὁμοῦ δὲ κατὰ τὴν πεῖραν, ἐπιμελῶς τε καὶ ἱκανῶς· ὥστε τὰ πρωτεῖα τῆς ἰατρικῆς εὐκλείας ἀπενέγκασθαι τῶν καθʼ ἑαυτὸν ἰατρῶν, παραβάλλεσθαι δὲ ἤδη πρὸς τοὺς ἀρχαίους, ὑπερβάλλειν δὲ αὐτῶν τούς γε πλείους· οἷα δὲ ἔχοντα δύναμιν ἰσόθεον ἀγαπᾶσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν δεομένων· οὕτω δὲ θαρρεῖν ἐφʼ ἑαυτῷ καὶ ἐπὶ τῇ κρίσει τῶν οἰκείων μεθόδων, ὥστε εἰ ἀπελθὼν πρὸς τὸν ἄρρωστον καὶ τοῖς σημείοις τὸ νόσημα διαγνοὺς ἀπεφήνατο βιώσιμον εἶναι τὸν ἄνθρωπον, εὐέλπιδας γίνεσθαι πάντας, ὡς ὑγείας ἐσομένης· εἰ δὲ μὴ ὡς τελευτῆς· καὶ μηδένα πώποτε τῶν ἐλπίδων διαψευσθῆναι. ἔλεγε δὲ ὁ αὐτός, χρῆναι τὸν ἄριστον ἰατρὸν ἤτοι ἀπογνῶναι τῆς νόσου ἢ ἁψάμενον εὐθὺς εἰς ῥᾷον μεταβαλεῖν τὸν νοσοῦντα καὶ ἔχοντα μετριώτερον ἀπολείπειν· ἄλλως δὲ μὴ ἀποστῆναι πρότερον. πάντας δὲ ὡς εἰπεῖν ἀπήλλαττε τῶν ἐνοχλούντων παθῶν παραυτίκα ἢ μικρὸν ὕστερον. διόπερ οἱ μὲν ἄλλοι σωτῆρα τὸν Ἰάκωβον ἀπεκάλουν, οἷά ποτε καὶ τὸν Ἀσκληπιόν· οἱ δὲ ἰατροὶ διέβαλλον ἀεὶ καὶ ἐλοιδόρουν, ὡς οἷόν τινα οὐκ ἰατρόν, ἀλλὰ θεοφιλῆ τινα καὶ ἱερόν· καὶ οὐκ ἐψεύδοντο. ἦν γὰρ ἐπιεικὴς ὁ ἀνὴρ καὶ θεῷ τῷ ὄντι κεχαρισμένος. εἰ δὲ δεῖ τὸ τοῦ φιλοσόφου εἰπεῖν, Ἀσκληπιαδικὴν ᾤετο τὴν τοῦ Ἰακώβου ψυχὴν καὶ κατὰ φύσιν Παιώνειον· προσεῖναι δὲ καὶ τὴν ἐρωτικὴν τοῦ ἐπιτηδεύματος ἐπιμέλειαν, ἣ μάλιστα φιλεῖ τοὺς τεχνίτας ἑκάστους οἰκειοῦν καὶ προσάγειν τοῖς ἐφόροις τῆς τέχνης. οὕτω καὶ Φειδίαν ἐνθουσιῶντα δημιουργεῖν, οὕτω καὶ Ζεῦξιν εἰκάζειν τὰ ἀγάλματα.
Ἰάκωβος· οὗτος πιὼν φάρμακον ἐπὶ Οὐάλεντος ἐτελεύτησεν. ἦν δὲ ὁ συμβουλεύσας αὐτῷ πιεῖν τὸ φάρμακον Λιβάνιος σοφιστής, διὰ τὸ ἐπιζητῆσαι, τίς ὁ διαδεξόμενος τὴν βασιλείαν Οὐάλεντος.
15
Ἴακχος: ὕμνος εἰς Διόνυσον. ᾄδουσι τὸν Ἴακχον, ὥσπερ Διαγόρας. τοῦτόν φασιν Ἄθεον κεκλῆσθαι. γέγονε δὲ καὶ ἕτερος, κωμῳδούμενος ἐπὶ μεγέθει. Ἕρμιππος ἐν Μοίραις· μείζων γὰρ ἦν. νῦν δʼ ἔστι καὶ δοκεῖ δή μοι, ἐάν τις ἐπιδιδῷ τῆς ἡμέρας, μείζων ἔσται Διαγόρου τοῦ Τερθρέως.
Ἴακχος: Διόνυσος ἐπὶ τῷ μαστῷ. καὶ ἥρως τις· καὶ ἡ ἐπʼ αὐτῷ ᾠδή· καὶ ἡ ἡμέρα, καθʼ ἣν εἰς αὐτὸν ἡ πανήγυρις. ἔνιοι δὲ καὶ θόρυβος. ὅ τε μυστικὸς Ἴακχος ἠκούσθη κατὰ τὴν ναυμαχίαν Περσῶν καὶ Ἑλλήνων. Ἴακχος οὖν παρὰ τὸ ἰάκχω. καὶ μέντοι καὶ ὁ Ἴακχος ἠκούσθη ἐκ τοῦ Ἀρείου πεδίου, ὑμνούμενός τε καὶ ᾀδόμενος.
Ἰάλεμος: ὁ ἐπὶ τοῖς ἀπολωλόσιν ἀνίαν φέρων. καὶ παροιμία, Ἰαλέμου ψυχρότερος. Ἰάλεμον τὸν θρῆνόν φασι. λέγουσι δὲ αὐτὸν υἱὸν Καλλιόπης, κακοδαίμονα καὶ ὑστερούμενον καὶ ὀρφανόν.
Ἰαλεμώδη: τὰ ψυχρὰ καὶ οὐδενὸς ἄξια.
Ἰαληψός: χώρα.
20
Ἴαλλος: ὁ σκωπτόλης. καὶ Ἴαλλοι, τὰ σκώμματα.
Ἰάλλω: ἐκτείνω.
Ἴαμα.
Ἰαμβεῖος λόγος· καὶ τὸ οὐδέτερον Ἰαμβεῖον· Ἰάμβιον δέ, καὶ Ἰάμβιος, ὄνομα κύριον.
Ἰάμβη: ὄνομα κύριον.
25
Ἰαμβίζω. Ἰαμβίζω, τὸ ὑβρίζω. ὡς γὰρ ὁ ἴαμβος ἐκ βραχείας καὶ μακρᾶς, οὕτω καὶ ἡ ὕβρις ἐξ ὀλίγου ἀρχομένη πρόεισιν ἐπὶ μεῖζον. καὶ Ὅμηρος· ἥ τʼ ὀλίγη μὲν τὰ πρῶτα.
Ἰάμβλιχος· οὗτος, ὥς φασιν, ἀπὸ δούλων ἦν. ἔγραψε δὲ τὰ καλούμενα Βαβυλωνιακά· ἔστι δὲ Ῥοδάνου καὶ Σινωνίδος ἔρως ἐν βιβλίοις λθʹ. οὗτος λέγει περὶ Ζωβαρᾶ τοῦ εὐνούχου, τοῦ ἐραστοῦ τῆς Μεσοποταμίας τῆς εὐειδεστάτης.
Ἰάμβλιχος ἕτερος, Χαλκίδος τῆς Συρίας, φιλόσοφος, μαθητὴς Πορφυρίου τοῦ φιλοσόφου, τοῦ Πλωτίνου, γεγονὼς κατὰ τοὺς χρόνους Κωνσταντίνου τοῦ βασιλέως. ἔγραψε βιβλία φιλόσοφα διάφορα.
Ἰαμβρῆς: ὄνομα κύριον· καὶ κλίνεται Ἰαμβροῦ.
Ἰαμβύκαι: ὄργανα μουσικὰ τρίγωνα, ἐν οἷς τοὺς ἰάμβους ᾖδον. οἱ δὲ σαμβύκαι.
30
Ἰαμενής: ὄνομα κύριον. καὶ Ἰαμενός, ὄνομα κύριον.
Ἰάμνια: πόλις.
Ἴαμαι: τὰ ὕδατα ταῦτα. Ἰῶμαι δέ.
Ἰάνειρα: ὄνομα κύριον.
Ἰαννῆς, Ἰαννοῦ: ὄνομα Ἑβραϊκόν.
35
Ἰάνθη: ἥσθη, ἐχάρη, διεχύθη.
Ἰανοκρήδεμνος: ὁ στέμμα ἐξ ἴων φορῶν.
Ἰανόκροκον: τὸ λεπτόν.
Ἴανος· τὰς πύλας τοῦ Ἰάνου διαπετάσας ὁ βασιλεύς, αἵπερ ἐπὶ τῶν μεγίστων πολέμων διηνοίγοντο, ᾤχετο πρὸς τὴν ἕω.
Ἰαννουάριος: ἄγαλμα τετράμορφον διὰ τὰς δʹ τροπάς. οἱ δὲ πλάττουσιν αὐτὸν ἐν τῇ δεξιᾷ χειρὶ κλεῖδα κατέχοντα, ὡς ἀρχὴν τοῦ χρόνου καὶ ἄνοιξιν τοῦ ἐνιαυτοῦ καὶ θυρεόν. ἕτεροι δὲ τῇ δεξιᾷ τʹ, τῇ δὲ ἀριστερᾷ ξεʹ κατέχοντα, ὥσπερ τὸν ἐνιαυτόν. ὅθεν καὶ ὁ Λογγῖνος Αἰωνοάριον αὐτὸν ἑρμηνεῦσαι βιάζεται, ὡσανεὶ αἰῶνος πατέρα.
40
Ἰαολκός.
Ἰαπετός: ὄνομα κύριον. λῆρος, μωρός, ἀρχαῖος, εἷς τῶν Γιγάντων. μήδʼ Ἰαπετὸν καλέσαντα μνησικακῆσαι τὴν ἡλικίαν, ἐξ ἧς ἐνεοττοτροφήθης. οἷον ἐτράφης. τουτέστι λῆρον, μωρόν.
Ἰάπτων: βλάπτων, ὑβρίζων. Σοφοκλῆς· λόγοις ἰάπτων ἴδε τὴν ὁμευνέτιν Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ.
Ἰαπυγία: ὄνομα τόπου.
Ἰάπυξ: ἄνεμος ἐλαφρός. ἢ ὄνομα τόπου.
45
Ἰαρδάνης: ὄνομα ποταμοῦ.
Ἰάρχας: ὄνομα κύριον.
Ἱᾶσι: πέμπουσιν. Ἴασι δὲ πορεύονται.
Ἴασις καὶ ἄρηξις διαφέρει. τῶν γὰρ νοσημάτων, τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις, ὅπερ ἐστὶν ἄρηξις· τὰ δὲ θεραπεύεται παντελῶς, ὅπερ ἐστὶν ἴασις. φησὶν οὖν Σοφοκλῆς ἐν Ἠλέκτρᾳ· πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων ἄρηξιν, οἷς ἴασις οὐκ ἔνεστιν ἰδεῖν; τουτέστι κατʼ οὐδένα τρόπον προκόπτει τὰ ἡμέτερα ἐπὶ τὸ βέλτιον.
Ἰάσονος: ὄνομα κύριον.
50
Ἴασος: ὄνομα τόπου. καὶ Ἰασίτης, ἀπὸ τόπου.
Ἰασώ: ὄνομα γαμετῆς, θυγατρὸς Φιλάρου.
Ἰάσων, Μενεκράτους, Νυσαεὺς ἐκ πατρός, ἀπὸ δὲ μητρὸς Ῥόδιος· φιλόσοφος, μαθητὴς καὶ θυγατριδοῦς καὶ διάδοχος τῆς ἐν Ῥόδῳ διατριβῆς Ποσειδωνίου τοῦ φιλοσόφου. ἔγραψε Βίους ἐνδόξων καὶ Φιλοσόφων διαδοχὰς καὶ Βίον Ἑλλάδος ἐν βιβλίοις δʹ κατά τινας. οὗτος ἔγραψε καὶ περὶ Ῥόδου.
Ἰάσων, Ἀργεῖος, ἱστορικός, νεώτερος Πλουτάρχου τοῦ Χαιρωνέως, γραμματικός. ἔγραψε περὶ τῆς Ἑλλάδος βιβλία δʹ· ἔχει δὲ ἀρχαιολογίαν Ἑλλάδος καὶ τὰ ἀπὸ τῶν Μηδικῶν τά τε κατʼ Ἀλέξανδρον ἕως τελευτῆς αὐτοῦ καὶ τὰ μέχρι τῆς Ἀθηναίων ἁλώσεως, τῆς γενομένης ὑπὸ Ἀντιπάτρου τοῦ πατρὸς Κασάνδρου.
Ἴασπις: λίθος πολυτελής.
55
Ἰαστί: Ἑλληνιστί.
Ἰατταταττατατταταττατατταί: σχετλιαστικά. τοῦτο ἀλγήσας φησίν.
Ἰατρεία μίξεως· ζήτει ἐν τῷ Ἁρμάτος.
Ἰατρὸς Δημοκήδης· ζήτει ἐν τῷ Δημοκήδης.
Ἰατατταιὰξ τῶν κακῶν, ἰατταταιάξ· φησὶν Ἀριστοφάνης.
60
Ἰατταταιάξ: θρηνητικὸν ἐπίρρημα.
Ἰᾶται.
Ἰατήρ, ἰατρός.
Ἰατρός: βραχὺ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ· τί δῆτʼ ἰατρός ἐστι νῦν ἐν τῇ πόλει; παρὰ δὲ Ὁμήρῳ· ἰητρὸς γὰρ ἀνήρ. Ἰατρὸς δʼ ἐπιστήμων, οὐχ ὁ ἰώμενος μόνον, ἀλλʼ ὁ καὶ τὴν αἰτίαν καθʼ ἣν ἰᾶται γνωρίζων. Ἰατροτέχναι δέ. ὅτι καὶ ἰατροὶ περὶ ἀέρων, ὀρέων καὶ ὑδάτων ἔγραψαν. συντάγματα δέ εἰσιν Ἱπποκράτους οὕτως ἐπιγραφόμενα, περὶ ἀέρων, τόπων καὶ ὑδάτων. ὅτι εἰώθασιν οἱ ἰατροὶ ὑπʼ ἀλαζονείας πατρίδας ὀνομάζειν τῶν βοτανῶν, οἷον Κυρηναϊκὸν ὀπόν, τιθύμαλλος Λακωνικός. καὶ οἱ νῦν Ῥέον Ποντικὸν καὶ Ῥέον βάρβαρον. ζήτει περὶ ἰατρείας ἐν τῷ ὑγίεια.
Ἰατρίνη: θηλυκόν. ζήτει περὶ ἰατρείας ὑείων κρεῶν ἐν τῷ Δομνῖνος.
65
Ἰαῦ: καὶ τοῦτο σχετλιαστικὸν ἐπίρρημα.
Ἰαύειν: κοιμᾶσθαι, καὶ ἐνδιατρίβειν.
Ἰατρική· ζήτει ἐν τῷ ἄρχων Χρότιος.
Ἰαυθμοί: αἱ κοιμῆθραι, παρὰ τὸ ἰαύειν. λέγεται καὶ ἐπιαύειν. οὐδʼ ἐπιαύει ἠϊόσι μογερῷ γήραϊ τειρόμενος.
Ἴαχεν: ἐβόησεν.
70
Ἰαχείμ: ὄνομα κύριον.
Ἰαχή: κραυγή. βοή, ἦχος, ἢ θρῆνος. ἀπὸ τοῦ ἰάχω. τοῦτο παρὰ τὸ ἴα, ὃ σημαίνει τὴν φωνήν.
Ἰαχήματα: ᾠδαὶ Διονυσιακαί· καὶ Κορυβαντείων ἰαχήματα χάλκεα ῥόπτρων.
Ἰαχήν· οὗτος ἐγένετο Αἰγύπτιος, ἀνὴρ θεοφιλὴς καὶ ἐς πολλὰ λυσιτελής. ἦν δὲ ἐπὶ Σενύου βασιλέως Αἰγυπτίων, περιάπτων καὶ ἐπαοιδῶν ἀντίπαλος καὶ ἐν ταῖς ὀδύναις καὶ νόσοις σοφιστὴς ἄκρος· ὃς λοιμῶν ἐπιδημίαν ἔσβεσε καὶ τὴν ἀμφὶ τὸν κύνα τὸν Σείριον πρωτίστην ἐπιτολὴν καὶ ὁρμὴν τὴν ἔμπυρον ἡμέρωσε τοῦ ἀστέρος. διὸ καὶ πολυτελῶς ἐτάφη. καὶ εἴ ποτε δημοσία νόσος ἐπεπόλασεν, ἐπὶ τὸν σηκὸν τοῦδε φοιτῶντες οἱ ἱερογραμματεῖς καὶ τὰς δεούσας ἱερουργίας ἐπιτελοῦντες ἐκ τοῦ βωμοῦ πῦρ ἐναύονται, ἐξάπτοντες πυρὰς κατὰ πόλεις καὶ τοῦ δυσώδους ἀέρος τὴν φθοροποιὸν ἐκείνην νόσον μαραίνοντες καὶ κρατύναντες, τοῦτο δὴ τὸ καινότατον, τὴν νόσον ἔσβεσαν τῷ πυρί.
Ἰάψαι: ἐπιβαλεῖν. καὶ Ἰάψῃς, ἐπιβάλῃς ἢ συλλάβοις ἡμῖν. ὀρχήματος αὐγὴν τοῦδʼ ἂν ξυνὼν ἰάψῃς. Σοφοκλῆς.
75
Ἴβηρες: ὄνομα ἔθνους. καὶ Ἰβηρία χώρα. ἔστι δὲ καὶ ἄλλη Ἰβηρία ἡ Ἑσπερία, ἡ καὶ Ἱσπανία λεγομένη. ὅτι ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι.
Ἶβις: ὄρνεον ὀφιοφάγον. καὶ κλίνεται ἴβιδος, τὰς ἴβεις.
Ἰβυκανητῶν: ἀπὸ Ἰβύκου εὑρετοῦ. ἰβυκανητῶν καὶ σαλπιγκτῶν πλῆθος.
Ἰβύκειον ῥησείδιον· ἀλλὰ τὸ Ἰβύκου ἔπος αὐτὸν ἐπῄει· μή τι παρὰ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψειν. ἔστι δὲ πρὸς ἱερωσύνην συνᾷδον τὸ Ἰβύκειον τουτὶ ῥησείδιον.
Ἰβύκινον: μουσικὸν ὄργανον, ἀπὸ Ἰβύκου. ὅτι κατὰ τὴν συμπλοκὴν τῶν Κελτῶν πρὸς Ῥωμαίους ἀναρίθμητον ἦν τὸ τῶν ἰβυκανητῶν καὶ σαλπιγκτῶν πλῆθος. οἷς ἅμα τοῦ παντὸς στρατοπέδου παιανίζοντος κραυγὴ ἦν συμμιγὴς ὡς καὶ τοὺς παρακειμένους τόπους ἠχεῖν καὶ δοκεῖν προΐεσθαι φωνὴν ἐκπληκτικήν.
80
Ἴβυκος, Φυτίου, οἱ δὲ Πολυζήλου τοῦ Μεσσηνίου ἱστοριογράφου, οἱ δὲ Κέρδαντος· γένει Ῥηγῖνος. ἐνθένδε εἰς Σάμον ἦλθεν, ὅτε αὐτῆς ἦρχεν ὁ Πολυκράτης τοῦ τυράννου πατήρ. χρόνος δὲ οὗτος ὁ ἐπὶ Κροίσου, ὀλυμπιὰς νδʹ. γέγονε δὲ ἐρωτομανέστατος περὶ μειράκια καὶ πρῶτος εὗρε τὴν καλουμένην σαμβύκην· εἶδος δέ ἐστι κιθάρας τριγώνου. ἔστι δὲ αὐτοῦ τὰ βιβλία ζʹ τῇ Δωρίδι διαλέκτῳ. συλληφθεὶς δὲ ὑπὸ λῃστῶν ἐπὶ ἐρημίας ἔφη, κἂν τὰς γεράνους, ἃς ἔτυχεν ὑπερίπτασθαι, ἐκδίκους γενέσθαι. καὶ αὐτὸς μὲν ἀνῃρέθη· μετὰ δὲ ταῦτα τῶν λῃστῶν εἷς ἐν τῇ πόλει θεασάμενος γεράνους ἔφη· ἴδε, αἱ Ἰβύκου ἔκδικοι. ἀκούσαντος δέ τινος καὶ ἐπεξελθόντος τῷ εἰρημένῳ, τό τε γεγονὸς ὡμολογήθη, καὶ δίκας ἔδωκαν οἱ λῃσταί· ὡς ἐκ τούτου καὶ παροιμίαν γενέσθαι, αἱ Ἰβύκου γέρανοι.
Ἴβυξ: εἶδος ὀρνέου.
Ἴγδη: ἡ τριβαία.
Ἴγδισμα: λόγισμα.
Ἰγνάτιος, διάκονος καὶ σκευοφύλαξ τῆς μεγάλης ἐκκλησίας Κωνσταντινουπόλεως καὶ γεγονὼς μητροπολίτης Νικαίας, γραμματικός. ἔγραψε βίους Ταρασίου καὶ Νικηφόρου τῶν ἁγίων καὶ μακαρίων πατριαρχῶν· ἐπιτυμβίους ἐλέγους· ἐπιστολάς· ἰάμβους εἰς Θωμᾶν τὸν Ἀντάρτην, ἅπερ ὀνομάζουσι τὰ κατὰ Θωμᾶν· καὶ ἄλλα.
85
Ἰγνύη: ὁ ὑπὸ τὸ γόνυ τόπος ὀπίσω τοῦ γόνατος. καὶ τὸ πληθυντικὸν Ἰγνύες.
Ἴγγωρ: ἐθνικόν.
Ἰδάλιμον: εὐειδές. καὶ Ἰδάλιμος, ὁ ἱδρώς, καὶ Ἰδάλιμον, τὸ καυστικόν.
Ἴδʼ ἀφύη πῦρ: παροιμία ἐπὶ τάχους. ἅμʼ ἔπος, ἅμʼ ἔργον.
Ἴδας: ὄνομα κύριον. καὶ ὁ μέγας.
90
Ἰδαῖον: ἄντρον ἐν Κρήτῃ.
Ἰδαῖος, Ῥόδιος, υἱὸς Λισσοῦ, ἐποποιός· παρεμβαλὼν στίχον στίχῳ ἐδίπλασε τὴν ποίησιν Ὁμήρου. ἔγραψε καὶ ἄλλα· Ῥόδια εἰς ἔπη ͵γʹ.
Ἰδαῖος δάκτυλος· Ἰδαῖος δὲ ἀπὸ τῆς Ἴδης.
Ἰδαίους: ψυχρούς. ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθʼ ὑπερβολῇ τοὺς δακτύλους δήπουθεν Ἰδαίους ἔχω.
Ἴδε: βλέψον. Ἰδέ, σύνδεσμος.
95
Ἰδέα. τότε δὲ πολλαὶ ἰδέαι κακῶν συνέσχον τὴν πόλιν. τουτέστιν ὑποθέσεις.
Ἰδέας: τὰς θεωρίας, διὰ τοῦ ι. καὶ Ἰδέαι. τὴν ἰδέαν ὁ Πλάτων καὶ εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον. Ἰδέα δὲ λόγου, ὁ χαρακτήρ.
Ἰδέαι μουσικαί· ζήτει ἐν τῷ σιμός.
Ἰδέρως: ὁ ἅμα τῷ ἰδεῖν ἐρῶν.
Ἴδει: τῷ ἱδρῶτι. ἣ εὐθεῖα τὸ ἴδος· καὶ ἴδει, σημαίνει τῷ θέρει παρʼ Ἡσιόδῳ.
100
Ἰδεῖν: βλέψαι.
Ἴδη: πᾶν σύμφυτον ὄρος. καὶ Ἰδαῖον, ἄντρον ἐν Κρήτῃ.
Ἰδίᾳ: χωρίς.
Ἰδίαν: ἀντὶ τοῦ ἰδιωτικήν. Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. καὶ ἴδιον, τὸ ἰδιωτικόν.
Ἰδιαίτατον: καταμόνας. καὶ Ἰδιαίτατον μένος.
105
Ἰδιαίτατος: ὁ μοναχός.
Ἰδιαίτερον: ἰδικώτερον.
Ἰδίειν: ἱδροῦν. κοπιᾶν. καὶ Ἴδεος, καύματος, ἱδρῶτος.
Ἰδίω: τὸ ἱδρῶ. ἴδιον, ὡς ἐνόησα. Ὅμηρος.
Ἰδίῃς: ἱδρώσῃς. Ἀριστοφάνης· μή μοι σοβαρῶς χώρει, πρὶν ἂν ἰδίῃς (τουτέστιν ἱδρώσῃς) καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ. ἐπὶ τοῦ κανθάρου.
110
Ἰδικῶς: καταμόνας.
Ἴδιον: ἰδιωτικόν. τὸ γὰρ συμβαῖνον ἴδιον ἦν καὶ παρηλλαγμένον. τουτέστι σπανίως συμβὰν γενέσθαι. καὶ αὖθις· οἱ δὲ ἐπολυπραγμόνησαν ἀκριβῶς τά τε ἄλλα καὶ τὰς περὶ τὸν Φάρον ἰδιότητας.
Ἴδιον· τοῦτο διττόν ἐστιν, εἴτε ὡς μέρους ἴδιον· ὡς λέγομεν ἴδιον τοῦ ποδὸς τὸ βαδίζειν· οὐ γὰρ ὡς μὴ δεόμενον τοῦ ὅλου λέγομεν ἴδιον εἶναι τὸ βαδίζειν· δεῖται γάρ· ἀλλʼ ὡς τοῦ μορίου τούτου παρὰ τὰ ἄλλα μόρια ἴδιον ὄν· ἢ τὸ μὴ δεόμενον τοῦ ὅλου πρὸς ὕπαρξιν, ὡς εἴ τις εἴποι, ὅτι ἡ γλισχρότης ἡ ἐν τῷ ὑδρελαίῳ ἰδία ἐστὶ τοῦ ἐλαίου, ἢ ἡ γλυκύτης ἡ ἐν τῷ μέλιτι ἰδία ἐστὶ τοῦ μέλιτος. λέγει οὖν ὁ τοιοῦτος τὸ ἴδιον οὐχ ἁπλῶς ὡς μέρος, ἀλλʼ ὡς μὴ δεόμενον τοῦ ὅλου πρὸς ὕπαρξιν· οὐ γὰρ δεῖται τοῦ οἰνομέλιτος, ἵνα συστῇ ἡ γλυκύτης, ἀλλʼ ἔστι τοῦ ὅλου χωριστή· ἔστι γὰρ ἐν μόνῳ τῷ μέλιτι. καὶ ἴδιον ἔχουσιν οἱ Κελτίβηρες κατὰ τὸν πόλεμον· θεωροῦντες γὰρ τοὺς παρʼ αὐτῶν πεζοὺς πιεζομένους, παρακαταβάντες ἀπολείπουσι τοὺς ἵππους ἑστῶτας ἐν τάξει. ἄκροις γὰρ τοῖς ἀγωγεῦσι τῶν ἵππων πασσαλίσκους μικροὺς ἀπηρτηκότες ἐπιμελῶς πήξαντες πειθαρχεῖν διδάσκουσι τοὺς ἵππους ἑστῶτας ἐν τάξει, μέχρι ἀνακάμψαντες ἀνασπάσωσι τοὺς παττάλους.
Ἰδιοξενία. δεδιὼς μὴ διὰ τὴν ἰδιοξενίαν, ἣν ἔχει πρὸς Ἀρχίδαμον.
Ἰδιόξενος: ὁ ἰδίᾳ καθʼ ἑαυτὸν ξένος ὤν· πρόξενος δὲ ὁ νέηλυς πόλεως ξένης, παρʼ ᾧ καὶ οἱ πρέσβεις κατάγονται· καὶ προσάγει τὰς πρεσβείας οὗτος πρὸς τὸ δημόσιον καὶ τὰ ἄλλα διοικεῖ καὶ διαπράττει ἐν τῇ πατρίδι τῇ ἑαυτοῦ, τὰ τῇ πόλει ἐκείνῃ διαφέροντα, ἧς προξενεῖ. δορύξενος δὲ ὁ ἐκ πολέμου ξένος γεγονώς τινι· ἀστόξενος δὲ ὁ ἐκ προγόνων μὲν ἀστῶν, αὐτὸς δὲ ξένος καὶ ἀνανεώσεως δεόμενος· οἷον Ἀγαμέμνων ἐν Λυδίᾳ. Ἀππιανός· ὁ δὲ στρατηγὸς αἰσθόμενος παρʼ ἰδιοξένων ἐξήγγειλεν Ὁστιλίῳ.
115
Ἰδιοπραγεῖ: τὰ ἴδια πράσσει, ἡσυχάζει.
Ἰδιότης: ἡ συγγένεια· καὶ κλίνεται ἰδιότητος. καὶ Ἰδιοτεία.
Ἰδίω: κοπιῶ, ἱδρῶ.
Ἰδίωμα· τὸ δὲ τῆς χώρας ἰδίωμα συνήργει αὐτῷ· σύνδενδρος γὰρ ἦν.
Ἰδίως: καταμόνας, χωρίς.
120
Ἰδιώσασθαι: ἰδιοποιήσασθαι.
Ἰδιῶται: ἀντὶ τοῦ πολῖται. οὕτως Θουκυδίδης. Ἀριστοφάνης δὲ ἐν Βατράχοις ἰδιώτας τοὺς ἰδίους λέγει· περὶ τοὺς ξένους καὶ τοὺς ἰδιώτας· κατὰ παραγωγὴν ἴδιος, ἰδιώτης. ἰδιώτης δὲ λέγεται, ὁ πρὸς γένος ἴδιος, καὶ ὁ ἀμαθής. καὶ ἐν Πλούτῳ ἴδιον τὸ ἰδιωτικόν φησιν.
Ἰδιώτης: ὁ ἀγράμματος. Δαμάσκιος περὶ Ἰσιδώρου φησί· πάντων τῶν καθʼ αὑτὸν ἰδιωτῶν ὁμοίως καὶ φιλοσόφων ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους ἦν, ἀλλʼ εἴς γε συναύξησιν τῆς ἀρετῆς καὶ τῆς κακίας μείωσιν ὅλην ἐξεκέχυτο τὴν ψυχήν. καὶ Ἰδιωτεία.
Ἴδμεν: οἴδαμεν.
Ἴδμονα: ἔμπειρον. καὶ Ἐπιΐδμονα. τὸν κύνα τὸν πάσης κρατερῆς ἐπιΐδμονα θήρης.
125
Ἰδνωθείς: καμφθείς.
Ἰδομενεύς, ἱστορικός. ἔγραψεν ἱστορίαν τῶν κατὰ Σαμοθρᾴκην.
Ἴδοσάν σε ὕδατα: δευτέρου ἀορίστου.
Ἰδού: ἀντὶ τοῦ λάβε, κράτει.
Ἰδού, θέασαι.
130
Ἰδριεύς· δυνάστης ἦν οὗτος ἐν Καρίᾳ, υἱὸς Ἑκατόμνου, ἀδελφὸς δὲ Μαυσώλου καὶ Ἀρτεμισίας.
Ἴδριας: ἐμπείρους. πολέμων τε γὰρ ἡμᾶς ἴδριας ὄντας ἁμωσγέπως εὑρήσοιτε ἄν. καὶ ἐν Ἐπιγράμμασι Ἰδρίτης· ἰδρίτα καὶ γαίης, ἰδρίτα καὶ πελάγευς. Σοφοκλῆς· εἰ γὰρ πέφυκα τῶνδε τῶν λόγων ἴδρις, σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. τουτέστι ζηλῶ σε.
Ἱδρίω: ἱδρῶ.
Ἴδρις: ἔμπειρος. ἀπὸ τοῦ ἴδω, ἴσω. καὶ ἴδιος, ὁ ἐν γνώσει ἡμῖν ὤν. παρὰ τὸν μέλλοντα αὐτοῦ ἴστωρ. καὶ εἰδήμων ἀπὸ τοῦ εἰδῶ, εἰδήσω. γίνεται δὲ καὶ ἀπὸ τοῦ εἴδω, εἴσω, εἶσος καὶ ἶσος. κυρίως γὰρ ἶσος ἐστὶν ὁ ὅμοιός τινι.
Ἱδρώοντας: ἱδροῦντας.
135
Ἱδρῶτι· λελείψεται ἡμῖν ἱδρῶτι πολλῷ λούεσθαι. ἱδρῶτι περιρρεόμενοι ὥρᾳ θέρους ὑπὸ τροφῆς ὄντες βαρεῖς καὶ δυσκίνητοι.
Ἱδρυμένος: τεθεμελιωμένος.
Ἱδρύω· αἰτιατικῇ. καὶ Ἱδρυνθέντι.
Ἱδρύσαντο: ἐκάθισαν, ἵδρυσαν. ὁ δὲ ἐπὶ κολώνης τινὸς ἱδρύσας τοὺς περὶ αὐτὸν ἱππεῖς ἐσκόπει τὴν θέσιν τοῦ στρατοπέδου. ἀντὶ τοῦ στήσας.
Ἵδρυσις: ἑδραία ἀσφάλεια.
140
Ἵδρυται.
Ἰαίνεσθαι: εὐφραίνεσθαι. καὶ Ἰαινόμενοι.
Ἴαιρα: ὄνομα κύριον.
Ἰεβοῦς: ὄνομα κύριον. καὶ ὄνομα πόλεως. καὶ ἐξ αὐτοῦ Ἰεβουσαῖος.
Ἰεζάβελ, γυνὴ τοῦ Ἀχαὰβ βασιλέως, γύναιον δραστήριον καὶ τολμηρόν, εἰς τοσαύτην ἀσέβειαν καὶ μανίαν προέπεσεν ὥστε καὶ ναὸν τῷ Τυρίων καὶ Σιδωνίων θεῷ κατασκευάσαι. καὶ αὐτὸς δὲ ὁ Ἀχαὰβ ἀνοίᾳ καὶ πονηρίᾳ πάντας τοὺς πρὸ αὑτοῦ ὑπερβέβηκεν. ἐπὶ τούτων ἦν Ἠλίας ὁ προφήτης.
145
Ἰεζάβελ, τοῦ Ἀχαὰβ βασιλέως γυνή· ὑφʼ ἧς διωκόμενος Ἠλίας ἐν ἅρματι πυρὸς μετετέθη· ἣν Ἰοῦς ὁ βασιλεὺς ῥίπτει ἀπὸ τοῦ τείχους καὶ κυσὶ παραδίδωσι βρῶσιν.
Ἰεζεκίηλ: ὄνομα κύριον.
Ἰεμενεί: ὄνομα κύριον.
Ἱέμενοι: ἐπιθυμοῦντες· προθυμούμενοι.
Ἱέμην: ἐπορευόμην. εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην.
150
Ἰέναι: πορεύεσθαι, ἢ πορευθῆναι.
Ἵενται: ὁρμῶσιν. οἱ δὲ γευσάμενοι τῆς νίκης τέλεον ἵεντο κρατηθῆναι· ἐφίεντο.
Ἱέντες: ἀφιέντες. Ἀππιανὸς περὶ τῶν Κελτῶν φησιν· οὓς γυμνοὺς ἐπεδείκνυε Ῥωμαίοις. οὗτοί εἰσιν οἱ τὴν βοὴν τὴν βαρεῖαν ἱέντες ὑμῖν ἐν ταῖς μάχαις καὶ τὰ ὅπλα παταγοῦντες καὶ ξίφη μακρὰ καὶ κόμας αἰωροῦντες, ὧν τὸ ἄτολμον ὁρῶντες καὶ τὸ σῶμα μαλακὸν καὶ ἄτονον προσίετε τῷ ἔργῳ.
Ἵεντο: προεθυμοῦντο, προῃροῦντο.
Ἱερὰ νόσος: αὕτη τῇ σελήνῃ ἀνάκειται· ὑπὸ γὰρ ταύτην γίνεσθαί φασιν.
155
Ἱέραξ: εἶδος ὄρνιθος. λύσις ὀνείρου· κίρκος κατασχὼν οὗ θέλεις πάντως τύχῃς. χειρὸς πετασθεὶς κίρκος ἄρχουσι βλάβη.
Ἱέραξ: εἷς ἦν τῶν Ἀμφιπολιτῶν πεμφθέντων πρέσβεων Ἀθήναζε, βουλομένων αὐτῶν Ἀθηναίοις παραδοῦναι τὴν πόλιν καὶ τὴν χώραν.
Ἱερὰ ὁδός: ἣν οἱ μύσται πορεύονται ἀπὸ τοῦ Ἄστεος ἐπʼ Ἐλευσῖνα.
Ἱερᾶσθαι: ἱερουργεῖν. ἢ Ἱερᾶσθαι, τοὺς ἱεροὺς νενομίσθαι.
Ἱερατικὴ καὶ φιλοσοφία οὐκ ἀπὸ τῶν αὐτῶν ἄρχονται ἀρχῶν. ἀλλʼ ἡ μὲν φιλοσοφία ἀπὸ τῆς μιᾶς τῶν πάντων αἰτίας εἰς τὴν ὑποστάθμην τῶν ὄντων καθήκουσα, διὰ μέσων τῶν ὅλων γενῶν, θείων τε καὶ τῶν μετὰ θεοὺς κρειττόνων καὶ ἐν τρίτῳ, φασί, βήματι φαινομένων. ἓν γὰρ οὐδέν ἐστι τῶν καθόλου προειρημένων τοῖς ἑκατέρωθι φιλοσόφοις, ὥστε καὶ ῥᾳδίαν εἶναι τὴν ἐφαρμογὴν τῷ βουλομένῳ προσαρμόττειν τοῖς Αἰγυπτίοις τὰ τῶν Ἑλλήνων. τὴν δὲ ἱερατικήν, ἥ ἐστι θεῶν θεραπεία, ἐντεῦθέν ποθεν ἀπὸ τῶν περικοσμίων αἰτιῶν ἄρχεσθαι καὶ περὶ ταῦτα πραγματεύεσθαι, ψυχῶν περὶ ἀθανασίας, ὅτι κατὰ τὰ αὐτὰ καὶ Αἰγυπτίοις φιλοσοφεῖται· τῶν τε ἐν ᾅδου μυρίων λήξεων παντοίων πρὸς ἀρετὴν καὶ κακίαν ἀφωρισμένων, ἔτι τῶν περὶ τὸν βίον μυρίων μεταβολῶν, ὡς ἄλλοτε ἐν ἄλλοις σώμασιν ἢ γένεσιν ζῴων καὶ φυτῶν διατριβουσῶν. Αἰγύπτιοι δὲ ταῦτά εἰσιν οἱ πρῶτοι φιλοσοφοῦντες· ἀπὸ γὰρ τῶν Αἰγυπτίων ἕκαστα τούτων οἱ Πυθαγόρειοι ἐξήνεγκαν εἰς τοὺς Ἕλληνας.
160
Ἱέρατο: ὑπερσυντελικὸς διὰ τοῦ ο μικροῦ. Ἱεράτω δὲ κατὰ νόμον ὀργιαζέτω καὶ θυέτω· ὀργεῶνες γὰρ οἱ θύται.
Ἱερὰ τριήρης λέγοιτʼ ἂν ἡ Πάραλος.
Ἱερεμίας: ὄνομα κύριον. ζήτει περὶ τῶν ἁγίων ὀστῶν τοῦ προφήτου ἐν τῷ Ἀργόλαι.
Ἱέρευσεν: ἔθυσεν.
Ἱέρεια: θύτρια.
165
Ἱερείας ἐνύπνιον: ἄλλοι δέ φασι δεῖν μᾶλλον Ἱμεραίας ἐνύπνιον λέγεσθαι. Ἱμεραία δὲ γραῦς τις ὥς φασιν ὁρᾶν ἑαυτὴν ἐδόκει ἀναγομένην εἰς οὐρανούς· καὶ δῆτα ἐλθοῦσαν εἰς τὰ τοῦ Διὸς οἰκήματα θεάσασθαι ἄνδρα πυρρὸν δεδεμένον ἁλύσει σιδηρᾷ, ὑπὸ τὸν βασίλειον θρόνον· πυθομένην δὲ τίς εἴη, ὁ ἀλάστωρ, ἀκοῦσαι, τῆς Σικελίας. τὸ μὲν ἐνύπνιον ἐν τούτῳ. ὕστερον δὲ χρόνοις ἰδοῦσα τυραννοῦντα τὸν Διονύσιον τό τε ὄναρ πολλοῖς διηγήσατο καὶ αὐτὸν εἶναι τὸν τεθεαμένον ἀπήγγειλεν· ἣν ὀργισθεὶς ἀπέκτεινε Διονύσιος.
Ἱερεῖον: θῦμα, πᾶν τὸ θυόμενον θεῷ.
Ἱερείτης: ὁ ἱερεύς.
Ἱερή: θαυμαστή.
Ἱεριχώ: ὄνομα πόλεως. καὶ Ἱεριχούντια τείχη.
170
Ἱεριχούντια τείχη διὰ τοῦ ι· Σεμιράμεια δέ.
Ἱεροβάαλ: οὕτως ἐκαλεῖτο ὁ Γεδεὼν διὰ τὸ καταβαλεῖν τὸ ἱερὸν τοῦ Βάαλ.
Ἱεροβοάμ, ἀδελφὸς Γεδεών, πλείστας εἶχε γυναῖκας, ἐξ ὧν υἱοὺς οʹ πεποίητο καὶ ἕνα ἐκ παλλακῆς. ὅτι Ἰωνάθαν εἰς Γαριζὶν ἀνελθὼν (ὅπερ ἅγιον ὄρος ἑρμηνεύεται) μῦθόν τινα διηγησάμενος προεδήλωσε τοῦ τε Ἀβιμέλεχ καὶ τῶν ὑπηκόων τὴν μέλλουσαν ἔχθραν ἀποβήσεσθαι. ὅτι Ἱεροβοὰμ ὑπονοήσας, εἰ ἀνέρχοιτο ὁ λαὸς εἰς Ἱερουσαλὴμ προσκυνήσων, ἐπιστρέψειν αὐτοὺς ἀπὸ τῆς ἀποστασίας ἐπὶ τὸ Δαβὶδ γένος, δαμάλεις δύο χρυσᾶς, τὴν μὲν ἐν Βεθήλ, τὴν δὲ ἐν φυλῇ Δὰν ἀναθείς, ἐκέλευε τούτους ἡγεῖσθαι θεούς, οἳ ἐξήγαγον τοὺς πατέρας ἐκ γῆς Αἰγύπτου· κἀνταῦθα προσκυνεῖν ἐδικαίου παραιτουμένους Ἱερουσαλήμ, προφάσει πορείας τῆς πολλῆς· ἱερεῖς τε ὡς ἔτυχεν ἐπέστησε· τοὺς γὰρ Λευίτας ἐξέωσεν εἰς Ἱερουσαλήμ, ἑορτὰς δὲ τὰς αὐτὰς ἔταξε ταῖς ἐν τῷ ναῷ. καὶ ὁ λαὸς εὐδιάφθορος ὢν ἐξηκολούθησεν οὐκ ἄκων.
Ἱεροβοάμ· οὗτος κατασκευάσας βασίλειον ἐν Σικίμῳ πόλει ἐν ταύτῃ τὴν δίαιταν ἔσχε, κατεσκεύασε δὲ καὶ ἐν Φανουὴλ πόλει λεγομένῃ. μετʼ οὐ πολὺ δὲ τῆς σκηνοπηγίας ἑορτῆς ἐνίστασθαι μελλούσης, λογισάμενος, ὡς, ἐὰν ἐπιστρέψῃ τῷ πλήθει προσκυνῆσαι τὸν θεὸν εἰς Ἱεροσόλυμα πορευθέντι καὶ ἐκεῖ τὴν ἑορτὴν διαγαγεῖν, μετανοῆσαν ἴσως καὶ δελεασθὲν ὑπὸ τοῦ ναοῦ καὶ τῆς θρησκείας τῆς ἐν αὐτῷ τοῦ θεοῦ, καταλείψει μὲν αὐτόν, προσχωρήσει δὲ τῷ πρώτῳ βασιλεῖ καὶ κινδυνεύσει τούτου γενομένου τὴν ψυχὴν ἀποβαλεῖν, ἐπιτεχνᾶταί τι τοιοῦτον. δύο ποιήσας δαμάλεις χρυσᾶς καὶ οἰκοδομήσας ναΐσκους τοσούτους, ἕνα μὲν ἐν Βεθὴλ πόλει, τὸν δὲ ἕτερον ἐν Δάμῃ (ἥ ἐστι πρὸς ταῖς πηγαῖς τοῦ μικροῦ Ἰορδάνου), τίθησι τὰς δαμάλεις ἐν ἑκατέρῳ τῶν ἐν ταῖς πόλεσι ναΐσκων καὶ παραινεῖ αὐτοὺς θῦσαι ταύταις.
Ἱεροβοάμ, βασιλεὺς ἕτερος τῶν Ἰσραηλιτῶν ἔτη μʹ. ὃς τὰ μὲν εἰς θεὸν ὑβριστὴς ἦν καὶ παράνομος δεινῶς ἐγένετο, εἴδωλά τε σεβόμενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις· ὃς τῷ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων κακῶν αἴτιος ὑπῆρχεν. ζήτει περὶ αὐτοῦ ἐν τῷ Ἀχίας.
175
Ἱερογλυφικὰ ἔγραψεν ὁ Χαιρήμων.
Ἱερογραμματεῖς· οὗτοι παρʼ Αἰγυπτίοις ἦσαν δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλήθειαν εἰπεῖν. καὶ τούτων τις ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατʼ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν Αἰγυπτίων ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφεὶς ἀρετῇ τε πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται· περὶ Μωϋσέως λέγων. καὶ αὖθις· Συήνης, Αἰγυπτίων βασιλεύς, δίκαιος πάνυ. ἕπεται δὲ τῷ τρόπῳ τοῦ ἀνδρὸς τοῦδε ἄλλα μὲν ἐκ θεοῦ ἀγαθά, καὶ μέντοι καὶ ἱερογραμματέα ᾄδουσιν οἱ Αἰγύπτιοι λόγοι κατʼ αὐτὸν γενέσθαι θεοφιλῆ τε καὶ ἐς πολλὰ λυσιτελῆ, ὄνομα αὐτῷ Ἰαχίμ· ὅν φασι περιάπτων καὶ ἐπαοιδῶν ἔμπειρον γενέσθαι.
Ἱεροκήρυξ.
Ἱεροκλῆς, φιλόσοφος, Ἀλεξανδρεύς. οὗτος μετὰ τοῦ ἀτρέπτου καὶ μεγαλοπρεποῦς εὔρους τε τὴν διάνοιαν εἰς ὑπερβολὴν καὶ διαφέρων εὐγλωττίᾳ καὶ εὐπορίᾳ τῶν καλλίστων ὀνομάτων καὶ ῥημάτων κατέπληττε πανταχοῦ τοὺς ἀκροωμένους. ἦν δὲ αὐτῷ καὶ μαθητὴς Θεοσέβιος, ἀνήρ, εἴπερ τις ἕτερος ὧν ἡμεῖς ἴσμεν, εἰωθὼς ἀποβλέπειν εἰς τὰς τῶν ἀνθρώπων ψυχάς. ἔλεγε δὲ ὁ αὐτὸς Θεοσέβιος ἐξηγούμενον φάναι ποτὲ τὸν Ἱεροκλέα, κύβοις ἐοικέναι τοὺς Σωκράτους λόγους· ἀπτῶτας γὰρ εἶναι πανταχοῦ, ὅπῃ ἂν πέσωσι. τοῦ δὲ Ἱεροκλέους τὸ ἀνδρεῖον καὶ μεγαλόθυμον ἦθος ἀπέδειξεν ἡ συμβᾶσα τύχη περὶ αὐτόν. εἰς γὰρ τὸ Βυζάντιον ἀνελθὼν προσέκρουσε τοῖς κρατοῦσι καὶ εἰς δικαστήριον ἀχθεὶς ἐτύπτετο τὰς ἐξ ἀνθρώπων πληγάς. ῥεόμενος δὲ τῷ αἵματι, βάψας κοίλην τὴν χεῖρα προσραίνει τὸν κριτὴν ἅμα λέγων· κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα. φυγὴν δὲ κατακριθεὶς καὶ ἐπανελθὼν χρόνῳ ὕστερον εἰς Ἀλεξάνδρειαν συνεφιλοσόφει τὰ εἰωθότα τοῖς πλησιάζουσιν. ἔξεστι δὲ μαθεῖν τὴν Ἱεροκλέους μεγαλογνώμονα φρόνησιν ἀπὸ τῶν συγγραμμάτων, ὧν γέγραφεν εἰς τὰ Χρυσᾶ ἔπη τῶν Πυθαγορείων καὶ ἑτέρων βιβλίων περὶ προνοίας συχνῶν· ἐν οἷς φαίνεται ὁ ἀνὴρ τὴν μὲν ζωὴν ὑψηλόφρων, τὴν δὲ γνῶσιν οὐκ ἀκριβής.
Ἱερολογία: ἡ θεία λειτουργία.
180
Ἱερομηνία: ἱερὰ ἑορτὴ κατὰ μῆνα.
Ἱερομηνίαι· ἑορτώδεις ἡμέραι ἱερομηνίαι καλοῦνται. Δημοσθένης κατὰ Τιμοκράτους.
Ἱερομνήμονες: οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμματεῖς.
Ἱερομνήμονες: οἱ πεμπόμενοι εἰς τὸ τῶν Ἀμφικτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται.
Ἱερομύστης: ἱερὰ μυστήρια εἰσηγούμενος, ἅγιος.
185
Ἱερόν: ἅγιον, τῷ θεῷ ἀνατεθειμένον. Ἱερὸν γὰρ λέγουσι πᾶν τὸ ἀνατιθέμενον τοῖς θεοῖς. καὶ παροιμία· Ἱερὸν ἡ συμβουλή, παροιμία ἐπὶ τῶν δεινῶν συμβουλεύειν.
Ἱερὸν ἰχθῦν: Ὅμηρος τὸν ἄνετον καὶ αὐτεξούσιον λέγει, οὐ τὸν κάλλιχθυν ἢ τὸν πομπίλον, ὥς τινες.
Ἱερόν τι νεωκορήσας: ἀντὶ τοῦ εὐφημότερον ἱερατεύσας.
Ἱερόντιον: ὄνομα πόλεως.
Ἱεροποιός.
190
Ἱεροσόλυμα: ὄνομα πόλεως.
Ἱερὸς πόλεμος· δύο ἐγένοντο ἱεροὶ πόλεμοι· Ἀθηναίοις πρὸς Βοιωτοὺς βουλομένους ἀφελέσθαι Φωκέων τὸ μαντεῖον, νικήσαντες δὲ Φωκεῦσι πάλιν ἀπέδωκαν· ὁ δὲ ἕτερος Ἀθηναίοις πρὸς Λακεδαιμονίους ὑπὲρ Φωκέων, διὰ τὸ ἐν Δελφοῖς ἱερόν.
Ἱερὸς λέγεται καὶ ὁ εὐσεβής.
Ἱερουργῶ· αἰτιατικῇ.
Ἱερουσαλήμ: ὄνομα πόλεως. ζήτει τὴν ἅλωσιν αὐτῆς ἐν τῷ Ἀντίοχος.
195
Ἱεροφάντης: μυσταγωγός, ἱερεύς. καὶ ὡς οὐ μέλει τῶν Ἀθηναίων θεῷ δεῖξαι φλεγόμενος, ὤθησεν ἑαυτὸν φέρων ἐς τὸ μέγαρον· ἔνθα δήπου τῷ μὲν ἱεροφάντῃ μόνῳ παρελθεῖν θεμιτὸν ἦν κατὰ τὸν τῆς τελετῆς νόμον, ἐκείνῳ δὲ οὐκ ἐξῆν. ἐπεὶ δὲ ἐτολμήθη οἱ τὸ τόλμημα, φρίκη τις αὐτὸν περιέρχεται καὶ νοσεῖ νόσῳ μακροτάτῃ.
Ἱεροφάντης: οὕτως ὠνομάσθαι φασὶ τὸν πρῶτον ἱεροφάντην, τὸν ἀποφήναντα ἐκ τοῦ πολέμου ἀπιόντα τὰ ἱερά.
Ἱεροφώνων: μεγαλοφώνων.
Ἱερῷ: θείῳ, ἤτοι μεγάλῳ.
Ἱέρων· οὗτος τύραννος ἦν, ὃς πρῶτον μὲν διʼ ἑαυτοῦ κατεκτήσατο τὴν τῶν Συρακουσίων βασιλείαν καὶ τῶν συμμάχων ἀρχήν, οὐ πλοῦτον οὐ δόξαν οὐχ ἕτερον οὐδὲν ἐκ τῆς τύχης ἕτοιμον παραλαβών, καὶ μὴν οὐκ ἀποκτείνας οὐ φυγαδεύσας οὐ λυπήσας οὐδένα τῶν πολιτῶν. καὶ διεφύλαξε τὸν αὑτοῦ τρόπον· ἔτη γὰρ πεντήκοντα καὶ τέτταρα βασιλεύσας διετήρησε μὲν τῇ πατρίδι τὴν εἰρήνην, διεφύλαξε δʼ αὑτῷ τὴν ἀρχὴν ἀνεπιβούλευτον, διέφυγε δὲ τὸν ταῖς ὑπεροχαῖς παρεπόμενον φθόνον· ὅς γε πολλάκις ἐπιβαλλόμενος ἀποθέσθαι τὴν δυναστείαν ἐκωλύθη κατὰ κοινὸν ὑπὸ τῶν πολιτῶν. εὐεργετικώτατος δὲ καὶ φιλοδοξότατος, ἐν περιουσίᾳ δὲ καὶ τρυφῇ καὶ δαψιλείᾳ πολλῇ διαγενόμενος ἐβίωσε πλείω τῶν Ϟʹ ἐτῶν, διεφύλαξε δὲ τὰς αἰσθήσεις πάσας καὶ τὰ μέρη τοῦ σώματος ἀβλαβῆ. τοῦτο δέ μοι δοκεῖ σημεῖον οὐ μικρόν, ἀλλὰ παμμέγεθες εἶναι βίου σώφρονος.
200
Ἱερώνυμος· τύραννος γέγονεν οὗτος. τινὲς δὲ τῶν λογογράφων τῶν ὑπὲρ τῆς καταστροφῆς αὐτοῦ γεγραφότων πολύν τινα πεποίηνται λόγον καὶ τῶν δεινῶν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ συμβάντων, ὥστε μήτε Φάλαριν μήτʼ Ἀπολλόδωρον μήτʼ ἄλλον μηδένα γεγονέναι τύραννον ἐκείνου πικρότερον. καὶ παῖς παραλαβὼν τὴν ἀρχήν, εἶτα μῆνας οὐ πλείω τριῶν ἢ δώδεκα ζήσας μετήλλαξε τὸν βίον. κατὰ δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων καὶ τῶν ἄλλων Συρακουσίων ἀπεκτάνθαι δυνατόν, ὑπερβολὴν δὲ γεγονέναι παρανομίας καὶ παρηλλαγμένην ἀσέβειαν οὐκ εἰκός. καὶ τῷ μὲν τρόπῳ διαφερόντως εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνομον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον οὐδενὶ τῶν προειρημένων τυράννων. ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς, πτωχεύοντες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν μηδὲ μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λόγους. ἔνιοι δὲ καὶ διʼ ἀκρισίαν εἰς τὸ παραπλήσιον τούτοις ἐμπίπτουσιν. ὅσῳ γὰρ ἄν τις εὐλογώτερον καὶ περὶ ταῦτα τὸν ἀναπληροῦντα τὰς βίβλους καὶ τὸν ἐπιμετροῦντα λόγον τῆς διηγήσεως εἰς Ἱέρωνα καὶ Γέλωνα διάγοιτο, παρεὶς Ἱερώνυμον. καὶ γὰρ τοῖς φιληκόοις ἡδίων οὗτος καὶ τοῖς φιλομαθέσι τῷ παντὶ χρησιμώτερος.
Ἱερώνυμος, Καρδιανός, ὃς τὰ ἐπʼ Ἀλεξάνδρῳ πραχθέντα συνέγραψε. Καρδία δὲ ὄνομα πόλεως.
Ἱερῶς: μεγάλως.
Ἱερῶσθαι· φησὶ Θουκυδίδης· νομίσαντες κατὰ δή τινα παλαιὰν αἰτίαν οὐ καθαροὺς ὄντας ἱερῶσθαι. σημαίνει γὰρ τὸ ἱεροὺς νενομίσθαι, καὶ οἷον καθιερῶσθαι.
Ἰεσσαί: ὄνομα κύριον.
205
Ἱέσθην: προεθυμοῦντο, ἐπορεύοντο.
Ἵεται: προθυμεῖται, πορεύεται. καὶ Ἵετο.
Ἰεφθάε, κριτὴς Ἰουδαίας, ὁ ῥυσάμενος τὸν Ἰσραὴλ ἐκ χειρὸς Φυλιστιείμ· ὃς ηὔξατο τῷ θεῷ τὸ πρῶτον ὑπʼ αὐτοῦ ὑπαντώμενον καταθύειν. ἐπεὶ οὖν τὴν ἑαυτοῦ θυγατέρα ἐπὶ τοῖς νικητηρίοις ὀρχουμένην ἐθεάσατο, ταύτην εὐθέως ἀνεῖλε. διὸ δὴ αἱ τῶν Ἰουδαίων παρθένοι τετραήμερον αὐτῆς κατʼ ἔτος ἐπετέλεσαν μνήμην.
Ἰεχονίας: ὄνομα κύριον.
Ἱζάνω: καθέζομαι.
210
Ἵζει: καθίζει, ἢ κάθηται.
Ἱζήσας: καθήσας.
Ἰζηματίας: εἶδος σεισμοῦ.
Ἵει: πέμπει, ἀφίησιν. ὁ δὲ ἵει ἑαυτὸν εἰς ὕδωρ ψυχρὸν φάσκων, γῆρας ἀνθρώπων εἶναι τὰ βαλανεῖα.
Ἱείη κατὰ λαιμόν.
215
Ἱείς: ἀφιείς, τοξεύων. Σοφοκλῆς· ἀπὸ κοινοῦ τὸ τίς. κατὰ μὲν τῶν μεγάλων ψυχῶν ἱείς τις οὐκ ἂν ἁμάρτοι· κατʼ εὐτελοῦς δὲ ἱείς τις οὐκ ἂν πείθοι τὸν ἀκούοντα, πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει. τροπικῶς ἀπὸ τοξευόντων κατὰ μεγάλου σώματος, οἳ οὐχ ἁμαρτάνουσι. πιστὰ οὖν τοῖς ἀκούουσι τὰ κατὰ τῶν μεγάλων διὰ τὸν φθόνον.
Ἱείς: ἀφιείς. πάσας δʼ ὑμῖν φωνὰς ἱείς. Ἀριστοφάνης φησίν.
Ἰή: τοῦτο ψιλοῦται, ὅταν μὴ ᾖ ἐν ὕμνῳ· ἐκεῖ γὰρ δασύ ἐστιν. ὡς ἐφυμνίῳ δὲ κέχρηται Εὐριπίδης τῷ, ἰήκοπον οὐ πελάθεις ἐπʼ ἀρωγάν.
Ἰή, ἰή, ἰή: πρόσφθεγμά ἐστι καταφρονοῦντος. σημαίνει δὲ μῆκος τοῦτο λεγόμενον. φησὶ γάρ· ὅτου δὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν.
Ἰῇ μιᾷ: μιᾷ φωνῇ.
220
Ἴῃ: ἐπὶ μέλλοντος· ἀντὶ τοῦ ἔλθῃ.
Ἰήϊος: ὁ τοξότης, ὁ Ἀπόλλων. καὶ Ἤϊε Φοῖβε.
Ἰηοῦ, βασιλεὺς Σαμαρείας· ὃς ἀνεῖλεν Ἰεζάβελ καὶ τοὺς υἱοὺς Ἀχαὰβ κατὰ τὸ ῥῆμα Ἠλιοῦ τοῦ προφήτου. ὃς συναθροίσας πᾶν τὸ πλῆθος τοῦ λαοῦ ἔφη μετὰ πανουργίας· Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. καὶ νῦν πάντας καλέσατε πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ, ὅτι μεγάλη μοι θυσία τῷ Βάαλ. πᾶς γάρ, ὃς ἂν ἀπολείψῃ, οὐ ζήσεται. συναθροισθέντες οὖν ἅπαντες, καὶ τοῦ εἰδωλείου πλησθέντος στόμα πρὸς στόμα, ἔφη· ἐρευνήσατε, εἰ ἔστι τῶν δούλων κυρίου τις. καὶ μὴ εὑρεθέντος, ἀνέκτεινε πάντας καὶ τὸν Βάαλ ἐνέπρησε. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος πορεύεσθαι ἐν νόμῳ κυρίου.
Ἰηΐων: τῶν μετʼ εὐχῆς γινομένων· ἢ τῶν λοιμικῶν· Ἰήϊος γὰρ Ἀπόλλων, εἰς ὃν ἡ ἁγνεία τῶν λοιμῶν ἀναφέρεται· ἢ ὅτι ἐπίφθεγμα κοινόν ἐστι καὶ Ἀρτέμιδος. αἱ δὲ γυναῖκες ἐν ταῖς ἀνάγκαις τὰς τοιαύτας ἀφιᾶσι φωνάς. οἱ δὲ ἀκούουσι τῶν θρηνητικῶν. Σοφοκλῆς· οὐδὲ ἰηΐων καμάτων ἀνέχουσι γυναῖκες. τουτέστιν οὐ περιγίνονται τῶν πόνων.
Ἴηλα: ἐδέσμευσα. καὶ Ἰῆλαι, ἐπικάμψαι.
225
Ἰηλεμῆσαι: θρηνῆσαι. καὶ Ἰηλεμῆσθαι, τεθρηνῆσθαι.
Ἵησιν: ἀφίησιν. σχίζων τις ξύλα, ὡς εἶδε τὸν Κλέαρχον προσιόντα, ἵησι τῇ ἀξίνῃ. Ξενοφῶν.
Ἴῃσιν: ἀπέλθῃ.
Ἰησονίδης: Ἰάσονος παῖς.
Ἰησοῦς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν· ὅτι ἐν τοῖς χρόνοις τοῦ εὐσεβεστάτου βασιλέως Ἰουστινιανοῦ γέγονεν ἄνθρωπός τις, ἀρχηγὸς τῶν Ἰουδαίων, Θεοδόσιος ὄνομα αὐτῷ, ὃς πλείστοις τῶν Χριστιανῶν γνωστὸς ὑπῆρχε καὶ αὐτῷ τῷ μνημονευθέντι πιστῷ βασιλεῖ. κατὰ δὲ τοὺς χρόνους ἐκείνους ἦν τις ἄνθρωπος Χριστιανὸς (Φίλιππος ὄνομα αὐτῷ) τὴν μέθοδον ἀργυροπράτης. οὗτος γνωστῶς ἔχων τὰ πρὸς τὸν Θεοδόσιον καὶ πολλὴν πρὸς αὐτὸν σῴζων τὴν γνησιότητα προετρέπετο αὐτὸν καὶ ἐνουθέτει γενέσθαι Χριστιανόν. ἐν μιᾷ οὖν τῶν ἡμερῶν ὁ προλεχθεὶς Φίλιππος πρὸς τὸν λεχθέντα Θεοδόσιον τοιαῦτά τινα ἔλεγε· τί δή ποτε σοφὸς ἀνὴρ ὑπάρχων καὶ ἀκριβῶς ἐπιστάμενος τὰ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένα τοῦ δεσπότου Χριστοῦ οὐ πιστεύεις αὐτῷ καὶ γίνῃ Χριστιανός; πέπεισμαι γὰρ περὶ σοῦ, ὅτι οὐκ ἀγνοῶν τὰ τῶν θεοπνεύστων γραφῶν προλεχθέντα περὶ τῆς περὶ τοῦ κοινοῦ ἡμῶν δεσπότου Χριστοῦ παρουσίας παραιτῇ τοῦ γενέσθαι Χριστιανός. σπεῦσον οὖν σῶσαι τὴν σεαυτοῦ ψυχήν, πιστεύων εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα μὴ ἐπιμένων τῇ ἀπιστίᾳ κρίσεως αἰωνίου ὑπεύθυνον σεαυτὸν καταστήσῃς. ταῦτα ἀκούσας ὁ Ἰουδαῖος παρὰ τοῦ Χριστιανοῦ λεγόμενα πρὸς αὐτὸν ἀπεδέξατο αὐτὸν εὐχαριστίας τε αὐτῷ τὰς διὰ λόγων προσήγαγε καὶ τοιαῦτα πρὸς αὐτὸν ἀπεκρίνατο· ἀποδέχομαι τὴν κατὰ θεόν σου ἀγάπην, ὅτι τὰ ὑπὲρ τῆς σωτηρίας τῆς ἐμῆς ψυχῆς σπουδάζων ἀγωνίζῃ Χριστιανόν με γενέσθαι προτρεπόμενος. διὸ ὡς ἐπὶ τοῦ θεοῦ τοῦ τὰ κρυπτὰ τῶν καρδιῶν ἐπισταμένου καὶ θεωροῦντος ἀδόλως καὶ ἀνυποκρίτως καὶ μετὰ πάσης ἀληθείας τοὺς πρός σε λόγους ποιήσομαι. ὅτι μὲν οὖν παραγέγονεν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος Χριστός, ὁ ὑφʼ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος, πεπληροφόρημαι καὶ ὁμολογῶ τεθαρρηκώς, ὡς πρὸς γνήσιόν μου φίλον, ὡς καὶ τὰ πρὸς εὐεργεσίαν μοι ἀεὶ σπουδάζοντα· ἀλλὰ ἀνθρωπίνῳ λογισμῷ κρατούμενος οὐ γίνομαι Χριστιανὸς καὶ ἐν τούτοις καταγινώσκω ἑαυτοῦ. νῦν γὰρ Ἰουδαῖος ὑπάρχων ἀρχηγός εἰμι τῶν Ἰουδαίων καὶ τιμῆς πολλῆς καὶ δώρων πολλῶν καὶ πάντων τῶν πρὸς τὴν ζωὴν ταύτην ἐπιτηδείων ἐν ἀπολαύσει τυγχάνων. ὑπολαμβάνω δέ, ὅτι οὐδὲ εἰ πατριάρχης τῆς καθολικῆς ἐκκλησίας γένωμαι ἢ ἀρχὰς μείζονας καὶ ὑπεροχὰς λαμβάνω παρʼ ὑμῶν, τοσαύτης θεραπείας ἀξιωθήσομαι. ἵνα οὖν μὴ τῶν δοκούντων τερπνῶν εἶναι ἐν τῷ βίῳ τούτῳ ἐκπέσω, καταφρονῶ τῆς μελλούσης ζωῆς κακῶς τοῦτο ποιῶν. ἵνα δὲ τοὺς λόγους μου ἀληθεῖς τῇ σῇ ἀγάπῃ παραστήσω, θαρρῶ σοι μυστήριον, ὅ ἐστι παρʼ ἡμῖν τοῖς Ἑβραίοις ἀποκεκρυμμένον, ἐξ οὗ ἀκριβῶς ἐπιστάμεθα, ὅτι ὁ ὑφʼ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν προκεκηρυγμένος· οὐ μόνον ἐξ αὐτῶν τῶν προγεγραμμένων, ἀλλὰ καὶ ἐκ τοῦ παρʼ ἡμῖν ἐναπογράφου καὶ ἀποκεκρυμμένου μυστηρίου. ἔστι δὲ ὁ λόγος τοῦ μυστηρίου τοιοῦτος. κατὰ τοὺς ἀρχαίους χρόνους, ἡνίκα ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐκτίζετο, συνήθεια ἦν παρὰ τοῖς Ἰουδαίοις, ἰσαρίθμους τῶν παρʼ ἡμῖν γραμμάτων εἰκοσιδύο τυγχανόντων ἱερεῖς ἐν τῷ ναῷ καθίστασθαι· ὅθεν καὶ τὰ θεόπνευστα βιβλία εἰκοσιδύο ἀπαριθμούμεθα. κῶδιξ οὖν ἀπέκειτο ἐν τῷ ναῷ, ἐν ᾧ ἐπεγράφετο ἑκάστου ἱερέως τῶν κβʹ ἡ προσηγορία καὶ τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός. ἑνὸς οὖν τελευτήσαντος τῶν ἱερέων οἱ λοιποὶ συνήρχοντο ἐν τῷ ναῷ καὶ ἐκ κοινοῦ ψηφίσματος καθίστων ἀντὶ τοῦ τελευτήσαντος ἕτερον ἱερέα, πληροῦντες τὸν ἀριθμὸν τῶν κβʹ ἱερέων. καὶ ἐπεγράφετο ἐν τῷ κώδικι, ὅτι τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ δεῖνα ἱερεύς, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ ἀντʼ αὐτοῦ προεχειρίσθη ὁ δεῖνα. τούτου οὖν τοῦ ἔθους κρατοῦντος ἐν τῷ ἔθνει τῶν Ἰουδαίων, συνέβη κατὰ τοὺς χρόνους ἐκείνους, καθʼ οὓς ὁ Ἰησοῦς ἐν τῇ Ἰουδαίᾳ διέτριβε, τελευτῆσαι ἕνα ἐκ τῶν κβʹ ἱερέων, πρὶν ἄρξηται ἐμφανίζειν ἑαυτὸν ὁ Ἰησοῦς καὶ διδάσκειν πιστεύειν τοὺς ἀνθρώπους εἰς αὐτόν. συνῆλθον οὖν οἱ λοιποὶ ἱερεῖς ἐπὶ τῷ ποιῆσαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως ἕτερον ἱερέα· καὶ ἑκάστου προβαλλομένου τὸν νομιζόμενον αὐτῷ ἄξιον τοῦ γενέσθαι οἱ λοιποὶ τοῦτον ὡς ἐλλιπῶς ἔχοντα πρὸς ἀρετήν, ἐξ ἧς ὀφείλει καταστῆναι ἱερεύς, ἀπεδοκίμαζον. εἰ γὰρ σοφὸς ἦν, ἤθει τε καὶ βίῳ χρηστός, ἐν ἀγνοίᾳ δὲ τοῦ νόμου καὶ τῶν προφητῶν ἐτύγχανεν, ἀπρόσφορος ἱερατείας ἐκρίνετο. οὕτως οὖν πολλῶν ἱερέων ψηφισθέντων καὶ πάντων ἀποδοκιμασθέντων, εἷς τις ἱερεὺς ἐγερθεὶς ἔστη εἰς τὸ μέσον καὶ λέγει τοῖς λοιποῖς· ἰδού, πολλοὶ ὑφʼ ἡμῶν ὀνομασθέντες ἀνεπιτήδειοι εὑρέθησαν πρὸς ἱερωσύνην· δέξασθε οὖν κἀμὲ λέγοντα περὶ ἑνὸς ἀνθρώπου ὀφείλοντος προχειρισθῆναι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως. ὑπολαμβάνω γάρ, ὅτι οὐδεὶς ἐξ ὑμῶν ἀπαρεσθήσεται τῷ παρʼ ἐμοῦ γενομένῳ ψηφίσματι. ἐπιτρεψάντων δὲ τῶν λοιπῶν ἱερέων εἶπεν, ὅτι βούλομαι ἐγὼ γενέσθαι ἀντὶ τοῦ τελευτήσαντος ἱερέως Ἰησοῦν, τὸν υἱὸν Ἰωσὴφ τοῦ τέκτονος· ὅστις νέος μὲν τῇ ἡλικίᾳ ἐστί, λόγῳ δὲ καὶ βίῳ καὶ ἤθεσι χρηστοῖς κεκόσμηται, καὶ ὑπολαμβάνω μηδένα ποτὲ τῶν ἀνθρώπων ὀφθῆναι ἐν λόγῳ ἢ ἐν βίῳ ἢ ἐν ἤθεσι τοιοῦτον, ὡς ἐστὶν οὗτος· καὶ οἶμαι καὶ ὑμῖν πᾶσι τοῖς οἰκοῦσιν ἐν Ἱερουσαλὴμ τοῦτο γνωστὸν καὶ ἀναντίρρητον ὑπάρχειν. ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ λοιποὶ ἱερεῖς ἀπεδέξαντο τὸν ἄνδρα καὶ ἐβεβαιώσαντο ψήφισμα, ἐπιτήδειον εἶναι ὑπὲρ πάντα ἄνθρωπον εἰς ἱερωσύνην τὸν Ἰησοῦν εἰρηκότες. ἔλεγον δέ τινες περὶ αὐτοῦ μὴ εἶναι ἐκ φυλῆς Λευΐ, ἀλλʼ ἐκ φυλῆς Ἰούδα τυγχάνειν· τοῦ Ἰωσήφ τε υἱὸν αὐτὸν ὑπολαμβάνοντες εἶναι (οὕτως γὰρ παρὰ Ἰουδαίοις ἐχρηματίζετο), τὸν Ἰωσὴφ ἐκ φυλῆς Ἰούδα, οὐκ ἐκ φυλῆς Λευῒ ἐμαρτύρουν πάντες. καὶ τούτου ἕνεκα, ὡς τῷ δοκεῖν μὴ ὄντα αὐτὸν ἐκ φυλῆς Λευϊτικῆς, ἐκώλυον γενέσθαι ἱερέα. ὁ δὲ τοῦτον ὀνομάσας ἱερεὺς ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπε μικτὸν εἶναι τὸ γένος αὐτοῦ· πάλαι γὰρ ἐν γενεαῖς ἀρχαίαις ἐπιμιξία τις γέγονε τῶν δύο φυλῶν κἀκεῖθεν κατάγεσθαι τὸ γένος τοῦ Ἰωσήφ. τοῦτο οὖν ἀκούσαντες οἱ λοιποὶ ἱερεῖς συνῄνεσαν τῷ ψηφίσματι· καὶ κοινῇ βουλῇ πᾶσι τοῖς συνελθοῦσιν ἱερεῦσιν ἔδοξεν ἀντὶ τοῦ τελευτήσαντος ἱερέως τὸν Ἰησοῦν καταστῆσαι. τῆς δὲ συνηθείας ἐχούσης μὴ μόνον τὸ ὄνομα τοῦ γινομένου ἱερέως ἀπογραφῆναι ἐν τῷ κώδικι, ἀλλὰ καὶ τοῦ πατρὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἶπόν τινες αὐτῶν ὀφείλειν αὐτοὺς πρῶτον καλέσαι τοὺς γονεῖς αὐτοῦ καὶ παρʼ αὐτῶν μαθεῖν τὰ ὀνόματα αὐτῶν, λαβεῖν δὲ καὶ κατάθεσιν αὐτῶν, εἰ υἱὸς αὐτῶν ἐστιν ὁ πρὸς ἱερωσύνην προχειριζόμενος· καὶ ἤρεσε τοῦτο πᾶσιν. ὁ οὖν προονομάσας τὸν Ἰησοῦν γενέσθαι ἱερέα ἔλεγε τετελευτηκέναι Ἰωσὴφ τὸν πατέρα Ἰησοῦ, μόνην δὲ τὴν τούτου ζῆν μητέρα. συνῆκαν οὖν ἅπαντες ἀγαγεῖν τὴν μητέρα αὐτοῦ εἰς τὸ συνέδριον καὶ μαθεῖν παρʼ αὐτῆς, εἰ μήτηρ τυγχάνει τοῦ Ἰησοῦ καὶ εἰ αὐτὴ ἔτεκεν αὐτόν, καὶ τὸ ὄνομα τοῦ ἀνδρὸς αὐτῆς ἀκοῦσαι, ἐξ οὗ ἔτεκε τὸν Ἰησοῦν· καὶ δὴ τούτου πᾶσιν ἀρέσαντος ἐκάλεσαν τὴν μητέρα τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς αὐτήν· ἐπειδήπερ ὁ δεῖνα ὁ ἱερεὺς ἐτελεύτησεν, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ βουλόμεθα ἀντʼ ἐκείνου ποιῆσαι τὸν υἱόν σου Ἰησοῦν, ἔθος δέ ἐστιν ἀπογράφεσθαι τὸ ὄνομα τοῦ πατρὸς καὶ τῆς μητρός· εἰπὲ ἡμῖν, εἰ ὁ Ἰησοῦς υἱός σου ἐστί, καὶ εἰ σὺ ἔτεκες αὐτόν. ἡ δὲ Μαρία ἀκούσασα ταῦτα ἀπεκρίνατο λέγουσα πρὸς τοὺς ἱερεῖς· ὅτι μὲν υἱός μου ἐστὶν ὁ Ἰησοῦς, ὁμολογῶ· ἐγὼ γὰρ ἐγέννησα αὐτόν, καὶ μαρτυροῦσί μοι οἱ εὑρεθέντες καὶ αἱ εὑρεθεῖσαι γυναῖκες τικτούσης μου αὐτόν· ὅτι δὲ οὐκ ἔχει ἐπὶ τῆς γῆς πατέρα, πληροφορίαν λάβετε παρʼ ἐμοῦ, ὡς βούλεσθε. παρθένου γὰρ τυγχανούσης μου καὶ ἐν τῇ Γαλιλαίᾳ διατριβούσης, ἄγγελος θεοῦ, ἐγρηγορώσης μου οὐ καθευδούσης, εἰσελθὼν ἐν ᾧ ἤμην οἰκήματι, εὐηγγελίσατό μοι ἐκ πνεύματος ἁγίου τεκεῖν υἱόν· οὗ τὸ ὄνομα ἐνετείλατο καλέσαι Ἰησοῦν· παρθένος τοίνυν ὑπάρχουσα, ταύτην ἰδοῦσα τὴν ὀπτασίαν συνέλαβον καὶ ἐγέννησα τὸν Ἰησοῦν μείνασα παρθένος μέχρι τῆς σήμερον καὶ μετὰ τὸ τεκεῖν με. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἐκέλευσαν ἐλθεῖν μαίας πιστὰς καὶ ἐπέτρεψαν αὐταῖς πολυπραγμονῆσαι, εἰ ἔτι ἀληθῶς παρθένος ἐστὶν ἡ Μαρία. αἱ δὲ ἐκ τῶν πραγμάτων λαβοῦσαι πληροφορίαν διεβεβαιώσαντο παρθένον αὐτὴν ὑπάρχειν. παρεγένοντο δὲ καὶ αἱ παρευρεθεῖσαι καὶ θεασάμεναι αὐτὴν τίκτουσαν, μαρτυροῦσαι ὅτι υἱὸς αὐτῆς ἐστιν ὁ Ἰησοῦς. ἔκθαμβοι δὲ γενόμενοι οἱ ἱερεῖς ἐπὶ τοῖς λεγομένοις παρὰ τῆς Μαρίας καὶ τῶν μαρτυρησάντων περὶ τοῦ τόκου αὐτῆς, ἀποκριθέντες εἶπον τῇ Μαρίᾳ· εἰπὲ ἡμῖν παρρησίᾳ, ἵνα ἐκ τοῦ στόματός σου ἀκούσωμεν, τίνος ἐστὶ καὶ τίνος υἱός, ἵνα οὕτως ἀπογραψώμεθα αὐτόν· οὓς γὰρ εἴπῃς ἡμῖν γονέας τούτους ἡμεῖς καὶ οὐχ ἑτέρους ἀπογραψόμεθα. ἡ δὲ ἀποκριθεῖσα εἶπεν, ὅτι ἐν ἀληθείᾳ ἐγὼ αὐτὸν ἐγέννησα, πατέρα αὐτοῦ ἐπὶ γῆς μὴ ἐπισταμένη, ἀλλὰ παρὰ τοῦ ἀγγέλου ἤκουσα, υἱὸν θεοῦ εἶναι αὐτόν. υἱὸς οὖν ἐμοῦ τῆς καλουμένης Μαρίας ἐστὶ καὶ υἱὸς τοῦ θεοῦ, καὶ μὴ γημαμένη παρθένος ὑπάρχω. ταῦτα ἀκούσαντες οἱ ἱερεῖς ἤγαγον τὸν κώδικα καὶ ὑπέγραψαν οὕτως· τῇδε τῇ ἡμέρᾳ ἐτελεύτησεν ὁ ἱερεὺς ὁ δεῖνα, ὁ υἱὸς τοῦδε καὶ τῆσδε, καὶ γέγονεν ἀντʼ αὐτοῦ κοινῇ ψήφῳ πάντων ἡμῶν ἱερεὺς Ἰησοῦς, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος καὶ Μαρίας τῆς παρθένου. καὶ οὗτος ὁ κώδιξ ἐσώθη ἀπὸ τοῦ ναοῦ σπουδῇ τῶν τὰ πρῶτα φερόντων παρὰ τοῖς Ἰουδαίοις κατὰ τὸν καιρὸν τῆς ἁλώσεως τοῦ ναοῦ καὶ τῶν Ἱεροσολύμων καὶ ἀπόκειται ἐν Τιβεριάδι· καὶ τὸ μυστήριον τοῦτο ὀλίγοις πάνυ καὶ πιστοῖς τοῦ ἔθνους ἡμῶν ἔγνωσται. διὸ καὶ ἐμοὶ ὡς ἄρχοντι καὶ διδασκάλῳ τοῦ ἔθνους τῶν Ἰουδαίων ἀπεκαλύφθη. οὐ μόνον γὰρ ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν πεπληροφορήμεθα, ὅτι ὁ ὑφʼ ὑμῶν τῶν Χριστιανῶν προσκυνούμενος Χριστὸς αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὁ ἐπὶ σωτηρίᾳ τοῦ κόσμου ἐλθὼν ἐπὶ τῆς γῆς, ἀλλὰ καὶ ἐκ τῆς ἀπογραφῆς, ἥτις καὶ σέσωσται μέχρι τῆς σήμερον καὶ ἀπόκειται ἐν Τιβεριάδι. ταῦτα ἀκούσας ὁ Χριστιανὸς παρὰ τοῦ Ἰουδαίου πρὸς αὐτὸν λελεγμένα, τῷ θείῳ ζήλῳ κινηθεὶς ἔλεγε τῷ Ἰουδαίῳ, ὅτι εὐθὺς καὶ παραχρῆμα ἀναφέρω τῷ πιστῷ καὶ εὐσεβεῖ βασιλεῖ τὰ ὑπὸ σοῦ λεγόμενα, ἵνα πέμψῃ ἐν Τιβεριάδι καὶ φανερώσῃ τὸν κώδικα, ὃν λέγεις, εἰς ἔλεγχον τῆς ἀπιστίας τῶν Ἰουδαίων. ὁ δὲ Ἰουδαῖος πρὸς τὸν Χριστιανὸν ἔλεγε· τί θέλεις κρίμα τῇ ἑαυτοῦ ψυχῇ προσαγαγεῖν καὶ ἀναγαγεῖν τῷ βασιλεῖ καὶ μὴ τυχεῖν τοῦ σπουδαζομένου; εἰ γάρ τι τοιοῦτον γένηται, πόλεμος μέγας μέλλει συνίστασθαι, καὶ φόνοι παρακολουθήσουσι· καὶ τότε, ἐὰν ἴδωσιν ἑαυτοὺς καταπονουμένους, ἐμπρήσουσι τὸν τόπον, ἐν ᾧ ἀπόκειται ὁ κῶδιξ, καὶ μάτην κοπιῶμεν τοῦ σπουδαζομένου ἡμῖν μὴ κατορθουμένου, μόνον ἐκχύσεως αἱμάτων πρόξενοι γενόμενοι. ταῦτα γὰρ ὡς γνησίῳ φίλῳ φανερὰ πεποίηκα τῇ σῇ ἀγάπῃ, ἵνα πιστώσω σε, ὅτι οὐκ ἐξ ἀγνοίας παραιτοῦμαι τὸν Χριστιανισμόν, ἀλλʼ ἐκ κενῆς δόξης. ταῦτα ἀκούσας παρὰ τοῦ Ἰουδαίου ὁ Χριστιανὸς καὶ ἀληθῆ εἶναι πιστεύσας τὰ λεγόμενα παρʼ αὐτοῦ, τῷ μὲν πιστῷ βασιλεῖ Ἰουστινιανῷ τὸν τοιοῦτον λόγον οὐκ ἐγνώρισεν, ἵνα μὴ τῷ θείῳ ζήλῳ ὁ πιστὸς ἐκεῖνος καὶ μέγας βασιλεὺς κινούμενος ἔκχυσιν αἱμάτων παρασκευάσῃ γενέσθαι, καὶ τότε μηδὲ τοῦ σπουδαζομένου κατορθωθέντος· πολλοῖς δὲ τῶν γνωρίμων καὶ φίλων τὸν λόγον τοῦτον ἐποίησε δῆλον· ὃν ἡμεῖς παρὰ τῶν ἀκουσάντων ὑπὸ τοῦ προεξονομασθέντος Φιλίππου τοῦ ἀργυροπράτου μεμαθηκότες φροντίδα οὐ μικρὰν ἐθέμεθα, γνῶναι βουλόμενοι, εἰ ἄρα ἀληθῶς τοὺς λόγους τούτους ὁ Ἰουδαῖος εἴρηκε περὶ τῆς τοιαύτης ἀπογραφῆς. εὕρομεν οὖν Ἰώσηπον, τὸν συγγραφέα τῆς ἁλώσεως Ἱεροσολύμων, οὗ μνήμην πολλὴν Εὐσέβιος ὁ Παμφίλου ἐν τῇ ἐκκλησιαστικῇ αὐτοῦ ἱστορίᾳ ποιεῖται, φανερῶς λέγοντα ἐν τοῖς τῆς αἰχμαλωσίας αὐτοῦ ὑπομνήμασιν, ὅτι Ἰησοῦς ἐν τῷ ἱερῷ μετὰ τῶν ἱερέων ἡγίαζε. τοῦτο οὖν εὑρόντες λέγοντα τὸν Ἰώσηπον, ἄνδρα ἀρχαῖον ὄντα καὶ οὐ μετὰ πολὺν χρόνον τῶν ἀποστόλων γενόμενον, ἐζητήσαμεν εὑρεῖν καὶ ἐκ τῶν θεοπνεύστων γραφῶν τὸν τοιοῦτον λόγον βεβαιούμενον. εὕρομεν οὖν ἐν τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ, ὅτι εἰσῆλθεν ὁ Ἰησοῦς ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων καὶ ἐδόθη αὐτῷ βιβλίον καὶ ἀνέγνω Ἠσαΐαν τὸν προφήτην λέγοντα· πνεῦμα κυρίου ἐπʼ ἐμέ· οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. ἀνελογισάμεθα δέ, ὅτι εἰ μὴ τάξιν τινὰ λειτουργικὴν παρὰ τοῖς Ἰουδαίοις εἶχεν ὁ Χριστὸς Ἰησοῦς, οὐκ ἂν ἐν τῇ συναγωγῇ ἐδόθη αὐτῷ βιβλίον ἀναγνῶναι εἰς ἀκοὰς τοῦ λαοῦ· οὐδὲ γὰρ παρʼ ἡμῖν τοῖς Χριστιανοῖς ἐπʼ ἐκκλησίας ἔξεστί τινα ἀναγνῶναι τῷ λαῷ βίβλους τῶν θεοπνεύστων γραφῶν, εἰ μή τις ἐν κλήρῳ καταλέγηται. καὶ ἐκ τῶν ὑπὸ Ἰωσήπου γραφέντων καὶ ἐκ τῶν ὑπὸ τοῦ εὐαγγελιστοῦ Λουκᾶ ἱστορηθέντων ἔγνωμεν, ὅτι Θεοδόσιος ὁ Ἰουδαῖος τὸ προλεχθὲν διήγημα εἰπὼν τῷ μνημονευθέντι Φιλίππῳ τῷ ἀργυροπράτῃ οὐκ ἐπλάσατο τοῦτο, ἀλλʼ ἀληθῶς ὡς γνησίῳ φίλῳ τῷ Φιλίππῳ τὸ παρὰ Ἰουδαίοις ἀποκεκρυμμένον μυστήριον ἐθάρρησεν. ὁ δὲ Χρυσόστομος οὐδʼ ὅλως παραδέχεται τὴν ἱερωσύνην ταύτην ἐπὶ Χριστοῦ.
230
Ἰητήρ: ὁ ἰατρός. καὶ Ἰητρός.
Ἰθαγενής: αὐτόχθων, γνήσιος παῖς. ὁ ἰθὺ καὶ ἀδιάστροφον ἔχων τὸ γένος. Ἀγαθίας· τοὺς γοῦν ἐκ παλαιοῦ οἰκήτορας καὶ ἰθαγενεῖς ἀνέκαθεν ἡγεμόνας τὴν γῆν ἀνακομίσασθαι.
Ἰθάκη: πόλις. καὶ Ἰθακήσιος, ὁ πολίτης.
Ἴθακος: ὄνομα κύριον.
Ἰθάμαρ: ὄνομα κύριον.
235
Ἰθαιγενής: ἀντὶ τοῦ ἐνταῦθα γεννηθείς.
Ἰθαιμένεος: ὄνομα κύριον.
Ἰθέως: ὀρθῶς.
Ἰθεῖα: εὐθεῖα, ὀρθή. οὐ γὰρ ἀφαυρῶς ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης.
Ἴθι: ἔρχου, ἢ πορεύου. Ἀριστοφάνης Νεφέλαις· ἴθʼ ἀντιβολῶ σε. πορεύου. νῦν δὲ πείσθητί μοι. ἀντιβολῶ σε, παρακαλῶ σε, Ἀττικῶς. ὁ αὐτὸς ἐν Βατράχοις· ἴθι νῦν, ἐπειδὴ ληματιᾷς. ἀντὶ τοῦ ἄγε. συνωνυμεῖ γὰρ τῷ δεῦρο. σημαίνει καὶ τὸ ἄγε.
240
Ἴθματα: ἴχνη, βήματα, δικαιώματα, ὁρμάς. τὸ δὲ σίνηπι διεκρίθη ὑπὸ τοῦ λεγομένου ἠθμοῦ.
Ἴθορος: παροιμιῶδες, ἐπὶ τῶν παρακελευομένων.
Ἴθρις: ὁ ἐκτομίας. οὗ ἡ ἰσχὺς τεθέρισται· καὶ ζήτει ἐν τῷ ἄρρεν.
Ἰθώμη: ὄνομα πόλεως.
Ἰθωμήτης: ὄνομα κύριον.
245
Ἰθὺ καὶ Ἰθὺς ἐπʼ εὐθείας. Ἡρόδοτος· ἐκ μὲν δὴ τῆς ἰθείας στρατὸν ἐπʼ αὐτὸν οὐκ ἐδόκεε πέμπειν, ἅτε οἰδεόντων ἔτι τῶν πραγμάτων. ἀντὶ τοῦ ἐκ τοῦ προφανοῦς, παρευθύ.
Ἰθύνει· αἰτιατικῇ. διοικεῖ, κατευθύνει, ὀρθοῖ.
Ἰθυντήρ: ὁδηγός, κυβερνήτης, χαλινός, πηδάλιον.
Ἴθυσεν: ἐπʼ εὐθείας ὥρμησεν.
Ἰθυτενές: εἰς εὐθεῖαν τεταμένον.
250
Ἰθύφαλλοι: οἱ ἔφοροι Διονύσου καὶ ἀκολουθοῦντες τῷ φαλλῷ, γυναικείαν στολὴν ἔχοντες. λέγεται δὲ φαλλὸς ὁτὲ μὲν τὸ ἐντεταμένον αἰδοῖον, καὶ ποιήματα δὲ καλεῖσθαι, ἃ ἐπὶ τῷ ἱσταμένῳ φαλλῷ ᾄδεται μετʼ ὀρχήσεως.
Ἰθύφαλλοι: οἱ εἰς τοὺς μηροὺς μόνον, οὐχὶ δὲ καὶ ἐν τοῖς τραχήλοις ἐπʼ εὐθείας δεσμούμενοι, ἐξ ἐρυθρῶν δερμάτων. εἴρηται ἐν τῷ περὶ φαλλοῦ.
Ἵκανε: παρεγένετο.
Ἱκανός: ὁ ἀρκῶν. ὁ γὰρ ἱκάνων, ὅ ἐστι παραγινόμενος, ἤρκεσε πρὸς τὴν ὁδόν. Ἀριστοφάνης Πλούτῳ· ἱκανοὺς νομίζεις δῆτα θανάτους εἴκοσι; καὶ Ἱκανός, ὁ θεός.
Ἱκανῶς ἔχω· γενικῇ.
255
Ἰκαριεύς: δῆμος φυλῆς τῆς Αἰγηΐδος.
Ἰκάριος: ὄνομα κύριον.
Ἴκαρος: ὄνομα κύριον.
Ἱκεσία: ἡ ἱκέτευσις.
Ἱκέσιος: ὁ ἱκέτης.
260
Ἱκέσθην: παρεγένοντο.
Ἱκετάονος: ὄνομα κύριον.
Ἱκέτευμα: τὸ δουλοπρεπῶς παρακαλεῖν καὶ ἱκετεύειν. ὁ δὲ Αὔγαρος ἀπήντησε Τραϊανῷ προσιόντι καὶ συγγνώμης ἔτυχεν· ὁ γὰρ παῖς λαμπρόν οἱ ἱκέτευμα ἦν.
Ἱκετεύω· αἰτιατικῇ.
Ἱκετεία, ἡ ἱκεσία. Ἱκετεία δὲ ἱκετηρίας διαφέρει. ἱκετεία μέν ἐστιν ἣν ποιεῖταί τις διὰ τῶν λόγων, ὅταν δέηται συγγνώμης τυχεῖν ἢ ἐλέους. Ἀντιφῶν· περὶ τοῦ μὴ ἐλεεῖν ὑμᾶς ἐμὲ ἐδεήθη δείσας, μὴ ἐγὼ δάκρυσι καὶ ἱκετείαις πειρῶμαι ὑμᾶς ἀναπείθειν. ἱκετηρία δέ ἐστιν, ἣν οἱ δεόμενοι κατατίθενταί που ἢ μετὰ χεῖρας ἔχουσιν.
265
Ἱκετηρία: ὁ θαλλὸς τῆς ἐλαίας. ὁ δὲ Αἰσχίνης ἐν τῇ Ἀπολογίᾳ. ἱκετηρία καλεῖται ἐλαίας κλάδος, στέμματι ἐστεμμένος.
Ἱκέτης: ὁ δουλοπρεπῶς παρακαλῶν καὶ δεόμενος περί τινος ὁτουοῦν.
Ἱκέτω: παραγενέσθω.
Ἰκμάζω: ὑγραίνω. καὶ Ἰκμάς, ἡ ὑγρασία.
Ἴκμενον: πορευτικὸν ἄνεμον.
270
Ἱκνοῦμαι: ἔρχομαι, ἱκετεύω. καὶ Ἱκνούμενος, παρακαλῶν.
Ἰκόνιον: ὄνομα πόλεως. καὶ Ἰκονιαῖος.
Ἵκοντο: παρεγένοντο.
Ἵκου: ἐλθέ. ἀλλʼ, ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ ἵκου πρὸς οἴκους.
Ἵκω: καταλαμβάνω.
275
Ἰκρία: ὀρθὰ ξύλα, ἢ σανιδώματα τῆς νηός. καὶ τὰ τῶν θεάτρων, ἃ ἦσαν καὶ ἐν ταῖς ἐκκλησίαις· ἐπὶ ξύλων γὰρ ἐκάθηντο. πρὶν γένηται τὸ θέατρον, ξύλα ἐδέσμευον καὶ οὕτως ἐθεώρουν. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· ὥστʼ εὐθὺς εἰσιόντες ἀπὸ τῶν ἰκρίων ὑποβλέπουςʼ ἡμᾶς. προβλήματα δὲ ξύλων κατὰ τῶν ἡμιτελέστων ἐφίστασαν καὶ ἴκρια προσπήξαντες διαβάσεις παρὰ σφᾶς ἐμηχανῶντο.
Ἴκριον. ἰκρίῳ Ἰουδαῖοι τὸν σωτῆρα προσήλωσαν. ἴκριον γὰρ ἐπὶ τοῦ τάφου κεῖσθαι τοῦ κενοταφίου. Θουκυδίδης. γνώρισμα ἐπιχώριον καὶ νόμιμον Ἀττικὸν τῶν ἐπὶ δυστυχίᾳ τετελευτηκότων καὶ μὴ ἐν Ἀθήναις ταφέντων.
Ἶκταρ: πλησίον. ἐγγύς· εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι. καὶ παροιμία· οὐδʼ ἶκταρ βάλλει. εἴρηται δὲ κατὰ γλῶτταν ὥσπερ τὸ διωλύγιον.
Ἰκτεριᾶν· ὅτι τοῖς ἰκτεριῶσι πᾶς χυμὸς δοκεῖ πικρὸς εἶναι διὰ τὸ τὴν ὑγρότητα τὴν περὶ τὴν γλῶτταν τοῦτον ἔχειν τὸν χυμόν, οὗ πρῶτον γευομένη οὐκ ἀντιλαμβάνεται τῶν προσφερομένων. ζητήσειε δʼ ἄν τις· εἰ πικρὸς ὁ περὶ τὴν γλῶτταν χυμός, ἔδει, ὁπηνίκα προσφέρεται τὸ μέλι, ἧττον δοκεῖν πικρὸν εἶναι, ἐμμιγμένου τοῦ γλυκέος καὶ κολάζοντος τὴν ἀμετρίαν τοῦ πικροῦ· νῦν δέ, ὅταν προσφέρηται τὸ γλυκύ, τότε τῆς πικρίας μᾶλλον ἀντιλαμβάνεται. ἀλλὰ διὰ τὸ ἠρεμεῖν πρὸ τούτου τὴν αἴσθησιν οὐκ ἀντιλαμβάνεται τοῦ περὶ αὐτὴν χυμοῦ· ἐπεὶ ἐὰν μηδενὸς προσενεχθέντος κινηθῇ, μᾶλλον αἰσθήσεται τῆς πικρότητος. ὥσπερ οὖν ὁ ὑγρὰν ἔχων τὴν γλῶτταν ἧττον αἰσθάνεται, οὕτω καὶ ὁ ἄγαν ξηράν· δεῖ γὰρ παθεῖν τι τὸ αἰσθητήριον ὑπὸ τοῦ γευστοῦ, ὑγροῦ ὄντος. τὸ δὲ ἄγαν ξηρὸν ἧττον πάσχει ὑπὸ τοῦ ὑγροῦ καὶ διὰ πλείονος χρόνου. δηλοῦσι δὲ αἱ κατεξηραμέναι τῶν βυρσῶν ἐπὶ πολὺν χρόνον μὴ πάσχουσαι ὑπὸ τοῦ ὑγροῦ.
Ἴκτερος: νόσος ἐκ χολῆς συνισταμένη. τοὺς ἰκτέρῳ χρωσθέντας ὥσπερ χρυσίῳ. λέγουσι δὲ εἶναι πόνον ὠχροειδῆ ἀπὸ θυμοῦ ἐγειρόμενον ὥστε τοὺς ὀφθαλμοὺς τῶν κεκρατημένων ὠχροὺς καὶ μέλανας ποιεῖν, ὡς καὶ τῶν ἰκτίνων, ἀφʼ οὗ καὶ καλεῖται. ὅτι οἱ ἰκτεριῶντες ῥᾷον ἀπαλλάττονται πρὸς ὄρνιν τὸν χαραδριὸν ἀποβλέψαντες. καὶ ζήτει ἐν τῷ χαραδριός.
280
Ἱκτῆρας: ἱκετευτικούς. ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους.
Ἴκτις, ἴκτιδος. εἶδος ζῴου, ὡς οἱ κάστορες. ἢ ἔνυδρόν ἐστιν, ἰχθυοφάγον. καὶ Κτιδέα, τὸ τοῦ αἰλούρου δέρμα.
Ἴκτινα: ὄνομα κύριον.
Ἴκτινος: εἶδος ὄρνιθος ἁρπακτικοῦ ἐν ἔαρι φαινομένου. καὶ παροιμία· προκυλινδεῖσθαι ἰκτίνοις. ἔαρος γὰρ ἀρχομένου ἴκτινος φαίνεται· ἐφʼ ᾧ ἡδόμενοι ἐκυλινδοῦντο, ὡς ἐπὶ γόνυ πίπτοντες εἰς βασιλέα· ἴδιον γὰρ βασιλέων τὸ ἐξ ἀνθρώπων γονυπετεῖσθαι. ἢ ὅτι τὸ διὰ μεταβολῆς καιροῦ γινόμενον εἰς βασιλικὴν ἐπέτρεψε τιμήν· οἱ γὰρ ἴκτινοι τὸ ἔαρ σημαίνουσιν. οἱ πένητες οὖν ἀπαλλαγέντες χειμῶνος προεκυλινδοῦντο καὶ προσεκύνουν αὐτούς.
Ἴκτινος: εἶδος ὀρνέου. οὐ γὰρ οἶμαι ῥᾴδιον ἐν γήρᾳ μετατιθεμένῳ διαφυγεῖν τὸν λεγόμενον ὑπὲρ τοῦ ἰκτίνου μῦθον· ὃς ὄρνις ὤν, ἐπιθέμενος τῷ χρεμετίζειν ἀμφοῖν ἁμαρτεῖν, ἀγροικίας τε ἅμα καὶ δεξιότητος.
285
Ἰλλάδες: οἱ δεσμοί.
Ἰλαδόν: ἐν ἀθροίσει, κατὰ ἴλας. δηλοῖ δὲ καὶ τὸ δασύ.
Ἵλαθι: ἵλεως ἔσο.
Ἵλαος: ὁ ἵλεως, καὶ εὐμενής.
Ἰλαπινάζω: εὐωχοῦμαι.
290
Ἰλαπίνας: θυσίας, ἑορτάς, εὐωχίας.
Ἱλάριος, Ἀντιοχεύς, τῆς ἐν Συρίᾳ πόλεως, ἐν τῷ βουλευτηρίῳ τὰ πρωτεῖα φέρων· ἐπιεικὴς δὲ τὴν φύσιν ὢν καὶ φιλομαθὴς καὶ προσέτι ὀξὺς ἐν τοῖς λόγοις καὶ βιβλίων παντοδαπῶν εὐπορώτατος, ὅμως ὀψιμαθὴς ἐγεγόνει λόγων φιλοσόφων. πολιτεύεσθαι γὰρ ἀναγκαζόμενος τὰ κοινὰ πολιτεύματα τῆς πατρίδος οὐδεμίαν εἶχε σχολὴν πρὸς φιλοσοφίαν. ἐνῆν δὲ αὐτῷ δυσάγωγον ἦθος ἐν τῇ νεότητι πρὸς σωφροσύνην· ὥστε καὶ τοῦτο πολλὴν ἀσχολίαν παρείχετό οἱ πρὸς καλλίω βίον. ἀλλὰ γὰρ ἡ τύχη σοφώτερον τούτῳ κατέστη καὶ ὁ καιρός, ἅμα παρηκούσης ἤδη τῆς ἀκρατοῦς ἡλικίας. ἀτύχημα γάρ τι συνέβη κατὰ τὸν οἶκον, ὅπερ εὐτύχημα ἀπέβη κατὰ τὸ ἀληθέστερον· ἡ γὰρ γυνὴ αὐτοῦ τῶν οἰκείων τινὶ συμφθειρομένη κατείληπτο. ὁ οὖν οἰκοφθόρος τὸ ἐπιτήδευμα ῥήτωρ ἐγεγόνει, Μόσχος δὲ ὄνομα. τυγχάνων δὲ τοῦ Ἱλαρίου τινὸς εὐνοίας καὶ οἰκειότητος ἄδικος ἐφάνη περὶ τὸν εὐεργέτην· ἑάλω γὰρ συνὼν τῇ γυναικί. καὶ ὃς οὐδὲν ταραχθεὶς ἐπὶ τῇ συμφορᾷ πρᾶγμα ἐποίησεν ἀνδρείας τε καὶ φρονήσεως ἐχόμενον. τὸν γὰρ ἄνδρα παραλαβὼν ἐξέστη μὲν αὐτῷ τῆς γυναικός, ἐξέστη δὲ τοῦ σφετέρου κλήρου, ἐφʼ ᾧ τε κατὰ τὸν νόμον ἐκεῖνον βουλεύειν· αὐτὸς δέ, καὶ γὰρ ἄπαιδα βίον τῇ γυναικὶ συμβεβίωκεν, ἀπολιπὼν τὴν πατρίδα μετεσκευάσατο τὸν βίον πρὸς τοὺς φιλοσόφους, εἰς Καρίαν τε καὶ Λυδίαν μεταναστάς. Ἀθήναζε γὰρ ἀφικόμενος ἠβούλετο τοῦ Πρόκλου ἀκροάσασθαι καὶ λόγων φιλοσόφων. ὡς δὲ οὐκ ἤνεγκεν αὐτοῦ τὴν τρυφὴν ὁ Πρόκλος, ἀκηκοὼς αὐτὸν ἐληλυθέναι μετὰ τῶν παλλακίδων καὶ τῆς συνήθους ἔτι ἐκδιαιτήσεως, ἀναχωρήσας Ἀθήνηθεν ὁ Ἱλάριος ἄλλον μετεδίωκε τρόπον ὠφελείας τὸν συμμετρότερον ἢ κατὰ τὸν Πρόκλειον.
Ἱλάριος, ὁ ἐκ Φρυγίας, ἐπὶ Ἰοβιανοῦ βασιλέως Ῥωμαίων. κατὰ παιδείαν μὲν ἦν ἀνὴρ οὐ γνώριμος, κοινωνεῖν δὲ αὐτῷ θεὸς ἐδόκει τῆς κοινωνίας τοῦ μέλλοντος, ὥστε ἦν μάντις ἄριστος.
Ἱλαρίων, Ἱλαρίωνος.
Ἱλαρός: εὔχαρις, ἀστεῖος, ἡδύς. Ἀππιανός· σὺν βοῇ ἱλαρᾷ καὶ θορύβῳ χρηστῷ παρέπεμπον αὐτὸν καὶ θαρρεῖν ἐκέλευον. ἐπέπρεπε δὲ αὐτῷ μάλιστα τὸ τῆς ψυχῆς ἱλαρόν.
295
Ἱλαροῖς· ἀφορῶντες τὴν πόλιν ἱλαροῖς τοῖς προσώποις εὔθυμοι τὴν τελευτὴν προσδέχεσθαι ἔλεγον.
Ἱλαρώτερος: εὐπροσιτότερος.
Ἴλας: ἀγέλας, ἢ τάξεις. καὶ ἰλάρχας, ταξιάρχας. Ἴλη γὰρ συστροφή, τάξις ὄχλου ἱππικοῦ.
Ἰλλάς: τὸ σχοινίον. καὶ Ἰλλάσι, τοῖς δεσμοῖς.
Ἱλάσθητι· δοτικῇ. ἵλεώς μοι γένοιο.
300
Ἱλάσκεσθαι: ἐξιλεοῦσθαι.
Ἰλάσκονται: περὶ τὸν αὐτὸν εἰλοῦνται τόπον, ἢ ἐν κύκλῳ πλανῶνται.
Ἱλασμός: εὐμένεια, πραότης, συγχώρησις. εἴτε διαλλαγή.
Ἱλαστήριον: θυσιαστήριον.
Ἰλεδανοί: οἱ δεσμοί.
305
Ἰλεός: ἡ κατάδυσις τοῦ ὄφεως, ὁ φωλεός. σημαίνει δὲ καὶ ὄνομα νόσου περὶ τοὺς ἵππους γινόμενον.
Ἱλεοῦμαι· αἰτιατικῇ.
Ἵλεω: πρᾶον. καὶ Ἵλεως, τὸ Ἀττικόν, εὐμενής.
Ἱλεωτήριον: ἱλαστήριον.
Ἰλεύς: ὄνομα κύριον.
310
Ἴλλειν: συνέχειν.
Ἴλη: σύστημα. συστροφή, τάξις ὄχλου ἱππικοῦ. κυρίως δὲ φατρία. μία δʼ ἐκκλησίας ἀνδρῶν ἴλη. Εὐνάπιος· τότε δὲ ἴλη τῶν καταφράκτων ἱππέων ὑπὲρ τοὺς υʹ ἐς τοὺς ὀπισθοφύλακας κατερράγη.
Ἱλήκοις: ἵλεως καὶ εὐμενὴς γενοῦ. ἐν Ἐπιγράμμασι· ἱλήκοις, Διόνυσε, τεῆς ἀμέλησα χορείης.
Ἰλιάς: τὸ πλῆθος.
Ἰλιὰς κακῶν: ἐπὶ τῶν μεγάλων κακῶν.
315
Ἰλιβηνοί: ὄνομα ἔθνους.
Ἰλιγγιᾷ: ὅταν περὶ τὴν καρδίαν στρόφος γένηται, ἐπακολουθεῖ σκότος· καὶ τοῦτο καλοῦσι τὸ πάθος ἴλιγγον. ἰστέον ὅτι εἰλιγγιῶ διὰ διφθόγγου, ἴλιγγος δὲ διὰ τοῦ ι.
Ἰλιεύς: ὁ ἀπὸ τῆς Ἰλίου πόλεως. καὶ Ἰλιέων.
Ἰλίεια Ἀθηνᾶ: ἡ παρʼ Ἰλιεῦσι τιμωμένη.
Ἰλλίζω: διανεύω.
320
Ἴλιον: ἡ τῆς Φρυγίας πόλις. ὅτε τὰ κατὰ τοὺς Ἀργοναύτας ἐπράχθη, τηνικαῦτα παρʼ Ἕλλησιν ἐχρημάτιζε καὶ Ἐρυθρὰ Σίβυλλα· κατὰ δὲ τὴν Φρυγῶν χώραν Τρώς, ὁ πατὴρ Ἴλου καὶ Γαννυμήδους, ἐβασίλευσε κτίσας τὴν μὲν Τροίαν εἰς ἴδιον ὄνομα, τὸ δὲ Ἴλιον εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ. καὶ πληρώσας τὰς πόλεις πάντας τοὺς τοπάρχας ἐν τοῖς ἐγκαινίοις προετρέψατο δίχα Ταντάλου τοῦ βασιλέως τῆς Θρᾴκης. καὶ μετά τινα χρόνον ἀπέστειλε τὸν υἱὸν αὐτοῦ Γαννυμήδην τὸν ἀγαπώμενον ὑπʼ αὐτοῦ σφόδρα θυσίαν ἀπάγειν καὶ δῶρα τῷ Εὐρωπαίῳ Διῒ ὑπὲρ εὐχαριστίας, δεδωκὼς αὐτῷ ἄνδρας πεντήκοντα. νομίσας οὖν ὁ Τάνταλος ὅτι κατάσκοπος ἐπέμφθη τῆς αὐτοῦ βασιλείας, ἐκράτησεν αὐτὸν πρὶν ἢ καταλαβεῖν τὸ ἱερόν. καὶ μαθὼν τὴν αἰτίαν ἐθεράπευσεν. ὁ δὲ μικρὸν διατρίψας καὶ νόσῳ πιεσθεὶς ἐτελεύτα. λυπηθεὶς δὲ ὁ Τάνταλος αὐτὸν μὲν ἔθηκεν ἐν σορῷ, τοὺς δὲ σὺν αὐτῷ ἀπέστειλεν ἀπαγγελοῦντας τῷ πατρὶ τὸν ἐκείνου θάνατον. οἱ δὲ ποιηταὶ ἁρπαγῆναι τὸν Γαννυμήδην ὑπὸ τοῦ Διὸς ἔγραψαν, τὸ ὀξὺ τοῦ θανάτου μυθολογήσαντες.
Ἰλισσός: ὄνομα τόπου, καὶ ποταμοῦ.
Ἰλλόμενος: δεσμευόμενος.
Ἴλλον: στρεβλόν, στραβόν· ἢ τυφλόν. Ἀριστοφάνης· ἴλλος γεγένημαι· ὁ δʼ οὐδέπω. καὶ τὸ πληθυντικὸν Ἴλλοι.
Ἴλλος: ὄνομα κύριον. ὃς ἦν μάγιστρος Ζήνωνος.
325
Ἰλλοῦστον· εὑρὼν δὲ Ἰλλοῦστον φθορέα ἐκρέμασεν ἐπὶ διδύμου ξύλου. τουτέστιν εἰς φοῦρκαν.
Ἰλλώπτειν. ἐν Ἐπιγράμμασι· τῷ γλυκερὸν καὶ θῆλυ κατιλλώπτοντι Πριήπῳ.
Ἰλλυριοί: βάρβαροι Θρᾳκικοί, οἱ δὲ Περσίδος αὐτούς φασιν. καί φησιν Ἀριστοφάνης· Ἰλλυριοὶ κεκριγότες. ἀντὶ τοῦ ποιὰν φωνὴν ἀποτελοῦντες. κεκριγότες οὖν διὰ τὴν ἀσάφειαν τῆς φωνῆς αὐτῶν. κρίγη γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος.
Ἰλύς: βόρβορος. καὶ Ἰλύσι τὸ πληθυντικόν.
Ἰλυσπῶντες: συνειλούμενοι. εἰς τέλμα βοῦν ἐμπεσόντα καὶ ἰλυσπώμενον ἕως τεθνάναι.
330
Ἰλυοῖσι: ταῖς καταδύσεσιν. ἑρπετὰ δʼ ἰλυοῖσιν ἐνέκρυφεν.
Ἱμᾶν καὶ Ἱμεῖν: ἀντλεῖν· ἀνέλκειν, ἀνασπᾶν.
Ἱμάντες: λῶροι, δεσμοί. ἱμάντι τε πολλῷ ξυνδεθῆναι ἐντειλάμενος ἑκάστῳ ἀνδρί.
Ἱμάντωσις: δέσις ξύλων ἐμβαλλομένων ἐν τοῖς οἰκοδομήμασιν.
Ἱμάς: ὁ λῶρος.
335
Ἵμασεν: ἐμάστιξεν.
Ἱμάσθλην: μάστιγα. ἐν Ἐπιγράμμασι· κώπην θʼ ἅμα νηὸς ἱμάσθλην.
Ἱμάσσω: πλήξω, πατάξω.
Ἱματίδιον: τὸ μικρὸν ἱμάτιον.
Ἱματισμένος: ἐνδεδυμένος. ἱματισμένον καὶ σωφρονοῦντα. διὰ τοῦ ι.
340
Ἱματισμός: ἡ ἐσθής.
Ἴμβρασος: ὄνομα κύριον.
Ἴμβρος: ποταμός, μικρόν· Ἴμβρως δὲ κύριον, μέγα.
Ἱμαῖον ᾆσμα: τὸ ἐπὶ τῇ ἀντλήσει λεγόμενον· παρὰ τὸ ἱμᾶν. οἱ δὲ τὸ μυλωθρικόν. καὶ πού τις ἀνὴρ ὑδατηγὸς ἱμαῖον ἔγρει. Καλλίμαχος Ἑκάλῃ.
Ἱμαῖος: ἡ ἐπιμύλιος ᾠδή. δηλοῖ δὲ καὶ ὄνομα κύριον.
345
Ἱμέρα: ὄνομα πόλεως.
Ἱμεραία: γραῦς τις. καὶ πόλις· ἐκ δὴ τούτων νόσοι καὶ τροφῶν ἀπορίαι τὴν Ἱμεραίαν κατέσχον.
Ἱμεραῖος: ὁ ἀπὸ τῆς πόλεως Ἱμέρας.
Ἱμέριος, Ἀμεινίου ῥήτορος, Προυσιάδος τῆς Βιθυνίας, σοφιστὴς τῶν ἐπὶ Ἰουλιανοῦ τοῦ βασιλέως, ἀντιπαιδεύσας Προαιρεσίῳ ἐν Ἀθήναις· πηρὸς τὰς ὄψεις ἐν γήρᾳ. ἔγραψε μελέτας.
Ἱμερίας: ποταμός.
350
Ἱμερόεντα: ἐράσμιον. λάμποντα. ἐν Ἐπιγράμμασι· αὐτή σοι Κυθέρεια τὸν ἱμερόεντʼ ἀπὸ μαστῶν κεστὸν ἔδωκεν ἔχειν. καὶ Ἱμερόεις, ὁ ἐπιθυμητικός.
Ἵμερος: ἡ ἐπιθυμία. ἵμερος αὐτὸν εἰσῆλθε διάπυρος ἰδεῖν Μάρκελλον νεκρόν.
Ἱμερτής: ὁ ἐπιθυμητής.
Ἱμερτός: καλός, ἐπέραστος, ποθεινός.
Ἱμείρω· γενικῇ. καὶ Ἱμείρομαι· γενικῇ. ἐπιθυμῶ. τὸ ἱμείρειν τοῦ βίου καὶ φιλοζωεῖν τῆς μεγίστης ἀγεννείας ἐστὶ σημεῖον καὶ κακίας.
355
Ἱμητόν: τὸ ἀντλητόν. Ἱμονιὰ γὰρ τὸ τοῦ ἀντλήματος σχοινίον. οἱ δὲ Ἄβαροι ἐχώρουν ἵνα ὁ Δάναπρις ἔρρει ποταμός.
Ἱμονιά. τὸ δὲ φρέαρ ἅτε ὀρεινὸν ὂν κοῖλον ἦν καὶ βαθὺ ὥστε δεῖν ἱμονιᾶς μακρᾶς. οἱ δὲ αὐτὸ τὸ ἀντλητήριον· παρὰ τὸν ἱμάντα.
Ἱμονιοστρόφου μέλη· ἱμονιὰ καλεῖται τὸ ἀντλητήριον τῶν φρεάτων. ἱμαῖον δὲ τὸ ᾆσμα. ἱμονιοστρόφου δὲ τοῦ εὐτελοῦς.
Ἱμονιᾶν: ἀποπατεῖν· ἀντὶ τοῦ μακρὰ χέζειν· ἀπὸ τοῦ σχοινίου, διʼ οὗ τὰ ὕδατα ἀρύονται, ὃ καλοῦσιν ἱμονιάν. καὶ Ἀριστοφάνης· πόθεν συνέλεξας ἱμονιοστρόφου μέλη; ᾖδον δὲ ᾆσμα οἱ ἀντληταὶ ἱμαῖον.
Ἱμῶσα: γεμίζουσα, ἀντλοῦσα.
360
Ἵνα: ὅπου. Ἀντιφῶν ἐν τῷ περὶ τῆς ὁμονοίας· ὀκνεῖν, ἵνα οὐδὲν ἔργον ὀκνεῖν. καὶ Ἀρριανὸς ἀντὶ τοῦ ὅπου· ἵνα ἐπιμαχώτατον τοῦ τείχους ἐφαίνετο, ἐστρατοπεδεύσατο. Ἶνα δὲ τὴν δύναμιν, αἰτιατική, καὶ ψιλοῦται καὶ περισπᾶται· ἀπὸ τῆς ἴς εὐθείας.
Ἵνα: τούτῳ χρῶνται ἀντὶ τοῦ ἄν. Ὅμηρος· ἵνα μὴ ῥέξωμεν ὧδε.
Ἶνα: πόλις.
Ἵνα μή σε βάψω βάμμα Σαρδινιακόν: τουτέστιν ἵνα μή σε ἐρυθρὸν ποιήσω τῷ βάμματι μαστίξας· οἷον ἵνα μή σε φοινίξω. νῆσος γάρ ἐστι μεγίστη ἡ Σαρδὼ πρὸς τῇ Ἰταλίᾳ· γίνονται δὲ ἐν αὐτῇ πορφύραι διάφοροι καὶ ὀξύταται. βούλεται οὖν δηλοῦν, ἵνα μή σοι πληγὰς ἐντρίψω. ἐν Σαρδοῖ γὰρ τῆς Ἰταλίας βάμματα πυρρὰ γίνεται.
Ἵνα μὴ φάγῃ σκόροδα μηδὲ κυάμους: τουτέστιν ἵνα μὴ δικάσῃ μηδὲ πολεμήσῃ. εἰς γὰρ τὸν πόλεμον ἔφερον σκόροδα· οἱ δὲ δικασταὶ ἔτρωγον κυάμους, ἵνα μὴ κοιμηθῶσιν.
365
Ἰνάρωνος.
Ἰνάσσω: ἰσχὺν παρέχω.
Ἰνάχειον ἄστυ: τὸ τοῦ Ἰνάχου.
Ἴνδακος: ὄνομα κύριον. ἤκμαζε δὲ ἐπὶ Λέοντος τοῦ μετὰ Μαρκιανὸν βασιλέως, λαμπρὸς τὴν τόλμαν καὶ τοῖς ποσὶ χρήσασθαι δυνατώτατος, τῶν χειρῶν τὴν ἀριστερὰν ἀμείνων, ταχύτητι ποδῶν διαφέρων. Εὐχίδου γὰρ καὶ Ἀσσάπου καὶ Χρυσομάζου καὶ Ἐχίονος καὶ εἴ τις ἕτερος ἐπὶ ποδῶν ὠκύτητι διεβοήθη, ὀξύτατος ἦν. οὗτος γὰρ ἐξεφαίνετο ὁδεύων καὶ ἠφανίζετο αὖθις, οἷά τις ἀστραπή, κατὰ κρημνῶν οὐ τρέχοντι μᾶλλον ἀλλὰ πετομένῳ ἐοικώς. ἣν γὰρ κέλευθον ἀνὴρ διʼ ἵππων ἀμοιβῆς αὐθημερὸν οὐκ ἔσθενε δρᾶσαι, τοῖς ἰδίοις αὐτὸν ποσὶν ἰσχυρίζοντο ἀναλγήτως διατρέχειν. ἀπὸ γὰρ τοῦ ἐρύματος Χέρεως διὰ μιᾶς ἐφοίτα ἐς τὴν Ἀντιόχειαν, καὶ πάλιν τῇ ἑξῆς ἐς τὸ ῥηθὲν εὑρίσκετο φρούριον· ἐκ δὲ τούτου αὖθις μὴ ἀναπαύλης δεόμενος διὰ μιᾶς ἡμέρας εἰς Νεάπολιν ἐγίνετο Ἰσαυρίας.
Ἰνγρουσία: παρὰ Ῥωμαίοις τὸ τοῖς ἀσθενέσι διδόμενον σιτίον, ὁ οὔτε ζῆν οὔτε ἀποθνήσκειν ποιεῖ.
370
Ἴνδακος.
Ἰνδάλλεται: καταφαίνεται, ὁμοιοῦται.
Ἰνδάλματα: φαντάσματα, ὀνείρατα, ἅπερ μὴ παρόντα ὑπονοεῖ τις, ὁμοιώματα, ἀπεικονίσματα. Αἰλιανός· ὄψις οὖν ἰνδάλματος ἱεροῦ ὄναρ ἐπιστᾶσα λέγει ποιήσασθαι μεταβολὴν βίου.
Ἰνδικτιὼν καὶ Ἴνδικτος λέγεται.
Ἰνδοί: ἔθνος βάρβαρον. κατὰ δὲ τὸν πόλεμον ἦσαν αὐτοῖς σημαῖαι τῶν ἱππέων καθʼ ἑκάστην χιλιοστὺν δράκων ἐπὶ κάμακος ἀνατεταμένος, οὗ ἀργυρᾶ μὲν ἡ κεφαλὴ πεποίηται, σεσηρότων ὀδόντων καὶ τοῦ χάσματος ἀπειλὴν ἔχοντος· τὸ δὲ ἄλλο σῶμα σηρικόϋφον ἦν, ἔς τε μῆκος καὶ βάθος καὶ τὸ ποικίλον τῆς χρόας ἐς ἀληθινὸν δράκοντα. τοῦτον φέρων ἱππεύς, μετεωρίσας ἐς τὸν ἀέρα τὴν κάμακα ῥύμῃ διώκει τὸν ἵππον. καὶ ἐμπίπτει μὲν ὥσπερ εἰκὸς ἐλαυνόμενον βίᾳ τὸ πνεῦμα· εἰλούμενον δὲ ἐν τοῖς κόλποις τοῦ κοίλου ὕφους καὶ διέξοδον εὑρεῖν διὰ τὸ στεγανὸν οὐ δυνάμενον κυμαίνει τε εἰς τὸν ἀέρα καὶ μετεωρίζον τὸ ποικίλον ἤτριον πάσας ἑλίσσει τροπάς, ὥσπερ ὁλκὸς δράκοντος ἀληθινοῦ. ὅτι ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου ἐβαπτίσθησαν οἱ ἐνδότεροι Ἰνδοὶ καὶ Ἴβηρες καὶ Ἀρμένιοι,
375
Ἰνδοὶ οὔτε σώμασιν οὔτε χρήμασι συνεμάχησαν κατὰ Ῥωμαίων τῷ βασιλεῖ. οὐ γὰρ ὅσιον αὐτοῖς πολεμεῖν πρὸς ἄνδρας ἀδικουμένους.
Ἶνες: νεῦρα. καὶ τὸ πληθυντικὸν Ἰσί.
Ἵνʼ εἰδῇς: ἵνα μάθῃς. Εἰδῶ περισπωμένως. Ἵνʼ εἰδῆτε, ὅπως μάθητε. ἀλλὰ τούτων μὲν τάχʼ ἡμῖν δώσεις δίκην οὐκ ἐς μακράν, ἵνʼ εἰδῆθʼ οἷός ἐστι τρόπος ἀνδρῶν ὀξυθύμων τε καὶ δικαίων καὶ βλεπόντων κάρδαμα.
Ἰνίον: νεῦρον. ἀπὸ τῆς τοῦ ἐγκεφάλου βάσεως ἐπὶ τὰ πλατέα νεῦρα, ἃ δὴ τὴν ἰσχὺν ἡμῶν ἔχειν δοκεῖ.
Ἶνις: ὁ νέος, ὁ υἱός.
380
Ἴνις: τοὺς ἑτέρους. καὶ Ἴνις, χώρα.
Ἰνοῦς ἄχη: αὕτη δύο παῖδας ἔσχε, Λέαρχον καὶ Μελικέρτην, οἳ κατετοξεύθησαν ὑπὸ Ἀθάμαντος. ὕστερον δὲ ἐκλήθη Λευκοθέα.
Ἰνώ: ὄνομα θεᾶς.
Ἰνωπός: ὄνομα τόπου. λοῦσαι δʼ Ἰνωπῷ καθαρὸν χρόα, βᾶθι δʼ ἐς οἴκους.
Ἴνωψ: ὄνομα κύριον.
385
Ἰννοί: οἱ κολοβοὶ τῶν ἵππων, νάννοι δὲ οἱ κολοβοὶ τῶν ἀνθρώπων. καὶ ναννοφυεῖς.
Ἰνοῖ κρεμαμένῃ πρὸ ποδῶν Εὐριπίδου.
Ἴξαλος: πηδητικός. ἐν Ἐπιγράμμασι· ἴξαλον εὐσκάρθμῳ, λόχμιον ὑλοβάτᾳ, Πανὶ φιλοσκοπέλῳ λάσιον παρὰ πρῶνα Χαρικλῆς κνακὸν ὑπηνήταν τόνδʼ ἀνέθηκε τράγον. καὶ αὖθις· πρόσθε μὲν ἀγραύλοιο διατριχὸς ἰξάλου αἰγὸς δοῖον ἐπὶ χώροις ἐστεφόμην πετάλοις.
Ἷξε, καὶ Ἷξον· οἳ δʼ ἷξον κοίλην Λακεδαίμονα.
Ἰξευτής: ἰξευτικός.
390
Ἰξιονίδης.
Ἰξίονος.
Ἰξιόεν.
Ἰξιῶδες.
Ἰξίων· οὗτος ἠράσθη τῆς Ἥρας· ἣ δὲ προσαγγέλλει τῷ Διΐ, ὃς βουληθεὶς γνῶναι τοῦτο ἐξομοιοῖ νεφέλην τῇ Ἥρᾳ καὶ ἔστησεν. ὁ δὲ Ἰξίων μίγνυται αὐτῇ. καὶ ὀργισθεὶς ὁ Ζεὺς κολάζει αὐτὸν τροχῷ διατείνων ἀεὶ φερομένῳ καὶ ἀνακυκλουμένῳ.
395
Ἴξιρος: ποταμός.
Ἰξός: ᾧ χρῶνται εἰς ἄγρευσιν πτηνῶν.
Ἰξύν: τὴν ὀσφύν. ἐπʼ ἠϊόνι ψυχόμενον χηλάς τε καὶ ἰξύας. τουτέστι τὴν ῥάχιν. καὶ αὖθις· ἔκρεκες εὐτάρσοις διʼ ἰξύος, ἀχέτα, μολπάν, τέττιξ, οἰονόμοις τερπνότερον χέλυος.
Ἰόβακχος: ὄνομα κύριον.
Ἰόβας, Λιβύης καὶ Μαυρουσίας βασιλεύς, ὃν λαβόντες καὶ μαστιγώσαντες ἐπόμπευσαν οἱ Ῥωμαῖοι· οὐ μὴν ἀνεῖλον διὰ τὴν παίδευσιν. ἦν δὲ ἐπὶ Αὐγούστου Καίσαρος καὶ τὴν Κλεοπάτρας θυγατέρα Σελήνην, ἣν ἐκ τοῦ Καίσαρος Γαΐου γενομένην ἐπεποίητο, γυναῖκα εἰλήφει. συνήκμαζε δὲ αὐτῷ Δίδυμος ὁ Χαλκέντερος, ὁ καὶ πολλὰ γράψας κατʼ αὐτοῦ. ἔγραψε πάνυ πολλά.
400
Ἰοβάτης: ὄνομα κύριον. ὁ πατὴρ Σθενεβοίας, ὃς ἐπετράπη γράμμασι Προίτου ἀνελεῖν τὸν Βελλεροφόντην.
Ἰοβιανός, βασιλεὺς Ῥωμαίων ὀρθόδοξος, ὃς ἐπιμέλειαν καὶ φροντίδα πολλὴν ἐποιεῖτο τῶν ἐκκλησιῶν καὶ τοὺς ἐν ἐξορίαις ἐπισκόπους πάντας ἀνεκαλέσατο τῷ τε ἁγίῳ Ἀθανασίῳ ἀπέστειλε τῆς ἀμωμήτου πίστεως ἐγγράφως αὐτῷ σημᾶναι τὴν ἀκρίβειαν. ὁ δὲ ἀπέστειλεν ἐπιστολὴν πλήρη ὀρθοδοξίας. οὗτος μετὰ Ἰουλιανὸν ἦρξεν· ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. ἐλθὼν δὲ ἐς Νίσιβιν πόλιν πολυάνθρωπον δύο μόνον ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσα περ εἶχε χρήματα κατανάλωσε τοῖς ἐνοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· ἄνθρωπος οὐ διʼ ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν ἐς τοσοῦτον ἀρχῆς προελθών. ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζεν. οὗτος μετὰ Ἰουλιανόν, ὡς εἴρηται, τῆς Ῥωμαίων βασιλείας ἐγκρατὴς γενόμενος, πάντων καταφρονήσας ἐσπούδαζε τοῦ συμβάντος αὐτῷ ἀξιώματος ἀπολαῦσαι, καὶ φεύγων ἐκ Περσίδος ἔσπευδε γενέσθαι τῶν Ῥωμαϊκῶν ἐθῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης, καὶ τὴν Νίσιβιν πόλιν τοῖς Πέρσαις, πάλαι Ῥωμαίοις οὖσαν κατήκοον, ἐκδίδωσιν. ἀπέσκωπτον οὖν αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, διὰ τὴν τῆς Νισίβιδος προδοσίαν. ὁ δὲ Ἰοβιανός, ἐκ τῆς γυναικὸς αὐτοῦ κινηθεὶς τὸν ὑπὸ Ἀδριανοῦ τοῦ βασιλέως κτισθέντα ναὸν χαριέστατον ἐς ἀποθέωσιν τοῦ πατρὸς Τραϊανοῦ, παρὰ δὲ τοῦ Ἰουλιανοῦ κατασταθέντα βιβλιοθήκην εὐνούχῳ τινὶ Θεοφίλῳ, κατέφλεξε σὺν πᾶσιν οἷς εἶχε βιβλίοις, αὐτῶν τῶν παλλακίδων ὑφαπτουσῶν μετὰ γέλωτος τὴν πυράν. οἱ δὲ Ἀντιοχεῖς ἠγανάκτησαν κατὰ τοῦ βασιλέως καὶ τὰ μὲν ἀπέρριπτον τῶν βιβλίων ἐς τὸ ἔδαφος, ὥστε ἀναίρεσθαι τὸν βουλόμενον καὶ ἀναγινώσκειν, τὰ δὲ τοῖς τοίχοις προσεκόλλιζον. ἦν δὲ τοιαῦτα· ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι· καί, Δύσπαρι, εἶδος ἄριστε· καὶ τὰ ἑξῆς. καί, εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει, αὐτὸν δὲ κλαίοντα θοῶς ἐπὶ Πέρσας ἀφήσω. γραῦς δέ τις μέγαν καὶ καλὸν αὐτὸν θεασαμένη μαθοῦσά τε ἀνόητον εἶναι ἐφθέγξατο· ὅσον μῆκος καὶ βάθος ἡ μωρία. καὶ ἄλλος δὲ ἰδιώτης ἀποτολμήσας, μεγάλῃ τῇ φωνῇ βοήσας ἐν τῷ ἱπποδρομίῳ γέλωτα παρέσχε πᾶσιν εἰπὼν κενὰ καὶ ψυχρὰ τῇ ἡλικίᾳ αὐτοῦ. καὶ ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιός τις ἔπαυσε τὴν στάσιν. ὁ δὲ Ἰοβιανὸς χειμῶνος ὄντος ὡδοιπόρει ἐπὶ Κιλικίαν καὶ Γαλατίαν καὶ ἐν Δαδαστάνοις ἀπέθανε μύκητα πεφαρμαγμένον φαγών. κατὰ δὲ τὴν ἡγεμονίαν κοινὸς καὶ ἐλευθέριος ἔδοξεν εἶναι. ὅτι ἐπὶ Ἰοβιανοῦ ἦν Ἀκάκιος ἐπίσκοπος Καισαρείας Παλαιστίνης, ὃς λίβελλον ἔγραψε περὶ ὀρθοδόξου πίστεως, ἀποδεχόμενος τὴν ἐν Νικαίᾳ σύνοδον.
Ἰόβις: παρὰ Ἰταλοῖς ὁ Ζεύς.
Ἰόβειοι καὶ Ἑρκούλειοι: ὀνόματα τάξεων. τάγματα γάρ τινα ἦσαν δαίμονος ἐπώνυμα. Ἰόβις γὰρ παρὰ Ἰταλοῖς ὁ Ζεύς, Ἑρκούλιος δὲ ὁ Ἡρακλῆς.
Ἰοβόλος: ὁ ὄφις.
405
Ἰόδδας: ὄνομα κύριον.
Ἰοδόκη: βελοθήκη.
Ἰόεντα σίδηρον: τὸν μέλανα· ὡς ἰοειδέα πόντον, τὸν μέλανα. βέλτιον δὲ εἰς ἰοὺς εὐθετοῦντα.
Ἰοειδές: τὸ μέλαν. καὶ Ἰοειδής.
Ἰοθόρ: ὁ πενθερὸς Μωϋσέως.
410
Ἰοκάστη: ὄνομα κύριον. καὶ ζήτει ἐν τῷ Οἰδίπους.
Ἰόλαος: ὄνομα κύριον. ἥρως τις τιμώμενος παρὰ Ἀθηναίοις. Ἰόλεως δὲ Ἀττικῶς.
Ἰόλεια.
Ἰόλη: ὄνομα κύριον.
Ἰόμωρος.
415
Ἴον: τὸ ἄνθος.
Ἴονθος: ἡ πρώτη ἔκφυσις τῶν τριχῶν, ἀπὸ τοῦ ἰέναι καὶ ἀνθεῖν.
Ἰόνιον πέλαγος: ὁ νῦν Ἀδρίας. καὶ Ἰόνιος κόλπος.
Ἰόντες: πορευόμενοι.
Ἰόπη: ὄνομα κύριον.
420
Ἰόππη: ὄνομα τόπου.
Ἰορδάνεια ῥεῖθρα.
Ἰορδάνης ὁ ποταμὸς ἐκλήθη διὰ τὸ συμμίγνυσθαι δύο ἅμα ποταμούς, Ἴορ καὶ Δάνην.
Ἰόρτιος: ὄνομα κύριον. ὁ τοίνυν Ἰόρτιος οὐκ ἔχων ὅ τι παρʼ ἑαυτοῦ τερατεύσασθαι, σιγῆς γενομένης· ἐκεῖνο δὲ οὐκ ἐννοεῖτε, ὦ φίλοι συμπόται, ὡς στρογγύλη ἐστὶν ἡ τράπεζα καὶ ἄγαν περιφερής; ἐπὶ τοίνυν τῇ ἀκράτῳ κολακείᾳ ὡς τὸ εἰκὸς γέλως κατερράγη· ἐγγώνιος γὰρ ἦν καὶ οὐ στρογγύλη ἡ τοῦ Μαικήνα τράπεζα. Πλούταρχος.
Ἰοστέφανοι· Πίνδαρος· αἱ λιπαραὶ καὶ ἰοστέφανοι Ἀθῆναι.
425
Ἰότητι: βουλήσει, γνώμῃ. Ἄρτεμι, σῇ δʼ ἰότητι γάμος θʼ ἅμα καὶ γένος εἴη τῇ Λυκομηδείου παιδὶ φιλαστραγάλῃ.
Ἰού: σχετλιαστικὸν ἐπίρρημα, ἀντὶ τοῦ οἴμοι. καὶ Ἰού, ἰού, σχετλιαστικὸν ὁμοίως ἐπίρρημα.
Ἰοῦ, ἰοῦ: τὸ ἰοῦ ἐπὶ χαρᾶς περισπᾶται.
Ἰουβενάλιος, ποιητὴς Ῥωμαῖος. οὗτος ἦν ἐπὶ Δομετιανοῦ βασιλέως Ῥωμαίων. ὁ δὲ Δομετιανὸς ἐφίλει τὸν ὀρχηστὴν τοῦ πρασίνου μέρους, τὸν λεγόμενον Πάριν, περὶ οὗ καὶ ἐλοιδορεῖτο ἀπὸ τῆς συγκλήτου καὶ Ἰουβεναλίου τοῦ ποιητοῦ. ὅστις βασιλεὺς ἐξώρισε τὸν Ἰουβενάλιον ἐν Πενταπόλει ἐπὶ τὴν Λιβύην, τὸν δὲ ὀρχηστὴν πλουτίσας ἔπεμψεν ἐν Ἀντιοχείᾳ· ὃς κτίσας οἶκον καὶ λουτρὸν ἔξω τῆς πόλεως ἐκεῖ τελευτᾷ.
Ἰούδας καὶ Ἰουδαῖος. ὅτι Δαμόκριτος ἱστορικὸς περὶ Ἰουδαίων φησί· χρυσῆν ὄνου κεφαλὴν προσεκύνουν καὶ κατὰ τριετίαν ξένον ἀγρεύοντες προσέφερον καὶ κατὰ λεπτὰ τὰς σάρκας διέξαινον καὶ οὕτως ἀνῄρουν.
430
Ἰουδήθ· ὅτι ἐπὶ Ξέρξου, τοῦ βασιλέως Περσῶν, οἱ τῶν Αἰθιόπων βασιλεῖς ἐπανίστανται Πέρσαις, καὶ τοῦ βασιλέως κατʼ ἐκείνων στρατεύσαντος, οἱ Ἰουδαῖοι πρὸς ἀπόστασιν εἶδον καὶ καταφρονήσαντες αὐτοῦ ἐπὶ τὴν Ἱερουσαλὴμ ἀνῆλθον. οὗτος δὲ περιγενόμενος τῶν Αἰθιόπων ἐπὶ τοὺς Ἰουδαίους στρατεύει Ὁλοφέρνῃ τὸν κατʼ αὐτῶν πόλεμον ἐπιτρέψας. πολιορκοῦντος τοίνυν Ὁλοφέρνου τὴν Ἱερουσαλήμ, γυνή τις, ὄνομα Ἰουδήθ, προσποιησαμένη τὴν φιλοῦσαν αὐτόν, ὡς ἐκάθευδε, νυκτὸς ἀπέτεμεν αὐτοῦ τὴν κεφαλὴν καὶ ἀνασκολοπίσασα ταύτην ἐπὶ τοῦ τείχους φυγεῖν παρεσκεύασε τοὺς Πέρσας· οὕτω τε τῆς πολιορκίας λυθείσης ἀπηλλάγησαν οἱ Ἰουδαῖοι τοῦ φόβου. ὁ δὲ τῶν Ἰουδαίων ἱερεὺς Νεμεσίας παρρησίαν ἔχων πρὸς αὐτὸν ἔπεισεν αὐτὸν εἰρήνην σπείσασθαι πρὸς αὐτοὺς καὶ συγχωρῆσαι αὐτοῖς ἀνακτίσασθαι τὴν Ἱερουσαλήμ, Ἔσδρα προηγουμένου αὐτῶν. Ἰούλιος δὲ Ἀφρικανὸς λέγει, ὅτι Ναβουχοδονόσορ, ὁ καὶ Καμβύσης, ἀναιρεῖται ὑπʼ αὐτῆς.
Ἰουδήθ, Ἑβραία ἡ τὸν Ὁλοφέρνην, τὸν ἀρχιστράτηγον Καμβύσου τοῦ υἱοῦ Κύρου, ἀνελοῦσα, τὰ τοῦ Ὁλοφέρνου πάντα λαβοῦσα ταῦτα ἀνέθηκε τῷ θεῷ· καὶ ὑποστρέψασα ἐν τῷ οἴκῳ αὐτῆς, ἀρετὴν καὶ ἄσκησιν ἔχουσα ἐτελεύτησεν ρεʹ ἔτη βιώσασα.
Ἰουθοῦγγοι: ὄνομα ἔθνους. οἱ δὲ ἐπεραιώσαντο τὸν Ἴστρον, δόντων ἑκόντων εἶναι τὴν δίοδον Ἰουθούγγων ἔχθει τῷ πρὸς Ῥωμαίους.
Ἰουλιανός, Χαλδαῖος, φιλόσοφος, πατὴρ τοῦ κληθέντος θεουργοῦ Ἰουλιανοῦ. ἔγραψε περὶ δαιμόνων βιβλία δʹ. ἀνθρώπων δέ ἐστι φυλακτήριον πρὸς ἕκαστον μόριον, ὁποῖα τὰ τελεσιουργικὰ Χαλδαϊκά.
Ἰουλιανός, ὁ τοῦ προλεχθέντος υἱός, γεγονὼς ἐπὶ Μάρκου Ἀντωνίνου τοῦ βασιλέως. ἔγραψε καὶ αὐτὸς Θεουργικά, Τελεστικά, Λόγια διʼ ἐπῶν· καὶ ἄλλα ὅσα τῆς τοιαύτης ἐπιστήμης κρύφια τυγχάνουσιν. ὅτι τοῦτόν φασι δίψει ποτὲ καμνόντων τῶν Ῥωμαίων, ἐξαίφνης ποιῆσαι νέφη τε ἀγερθῆναι ζοφώδη καὶ ὄμβρον ἀφεῖναι λάβρον ἅμα βρονταῖς τε καὶ σέλασιν ἐπαλλήλοις· καὶ τοῦτο σοφίᾳ τινὶ ἐργάσασθαι Ἰουλιανόν. οἱ δέ φασιν Ἄρνουφιν, τὸν Αἰγύπτιον φιλόσοφον, τοῦτο πεποιηκέναι τὸ θαυμάσιον.
435
Ἰουλιανός, Δόμνου, ἀπὸ Καισαρείας Καππαδοκίας, σοφιστής, σύγχρονος Καλλινίκου τοῦ σοφιστοῦ· γεγονὼς ἐπὶ Κωνσταντίνου τοῦ βασιλέως.
Ἰουλιανός, Ἁλικαρνασεύς, ἀναρρῶσαι ἠβουλήθη τὴν Σεβήρου κακοδοξίαν, ἄφθαρτον εἶναι φάσκων τὸ σῶμα τοῦ Χριστοῦ καὶ θεοῦ, αὐτῆς γε δήπου τῆς ἐν τῇ νηδύϊ τῆς θεότητος ἑνώσεως καὶ τοῦ σώματος, καὶ πρώην γε τῆς ἐκ τῶν κατοιχομένων τοῦ Χριστοῦ ἀναστάσεως. λοιπὸν ἐκ τοῦ τοιοῦδε εἰσάγεσθαι, οὐκ ἐνεργείᾳ τινὶ τοὺς Ἰουδαίους αἰκίσασθαί τε καὶ θανατῶσαι τὸν Χριστόν. ἅτε οὖν σκάζουσά τε καὶ οὐκ ἐρρωμένη ἡ δόξα, πρὸς τῶν πάλαι θεσπεσίων πατέρων ἐξωθισθεῖσα ἐτύγχανε. τότε δὴ Ἰουλιανὸς εἴτε ὑπὸ τοῦ γήρως τὰ καιριώτατα οὐ φρονῶν εἴτʼ οὖν ὑπερβολῇ τῆς πρὸς Χριστὸν ἐπιμελείας, τῆς ἀληθοῦς τε καὶ ἀπταίστου δόξης ἐπέκεινα ἐκπεσών, εἴτε καὶ ἑτέρου τινὸς ἀναδιδάξαντος· ὑποψιθυρίζεται γὰρ καὶ τοῦτο, ὡς πόλεώς τινος ἱερεὺς ταύτην δήπου τὴν κακίστην δόξαν Ἰουλιανῷ εἰσηγήσατο· ἔμελλεν οὖν τὴν ὀρθογνώμονα τοῦ Χριστοῦ δόξαν διακηρύττειν· καὶ δὴ Μαρῖνον τὸν ἀπὸ Κάρρων τῆς ἐν Συρίᾳ πόλεως ἔστειλεν ἀνὰ τὴν ἕω βεβαιῶσαι τὸ δόγμα, εἰ μὴ μετὰ βραχὺν χρόνον ᾤχετο ἐξ ἀνθρώπων. ὅτι ὁ Ἰουλιανὸς οὗτος τῆς Σευήρου κακοδοξίας προστάτης ἐγένετο εὐθυμότατος, Σευήρου μὲν μίαν φύσιν λέγοντος τὸν Χριστὸν καὶ τὴν ἐν τῷ Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ Σεβῆρον φάσκοντος φύσιν, ἀναιροῦντος δὲ τὴν διαφοράν.
Ἰουλιανός, ὁ παραβάτης καὶ ἀποστάτης, Ῥωμαίων βασιλεύς, Κωνσταντίνου βασιλέως τοῦ μεγάλου ἀνεψιός, ἀπὸ Δαλμάτου ἀδελφοῦ αὐτοῦ καὶ μητρὸς Γάλλας τοὔνομα. ἔγραψε τοὺς καλουμένους Καίσαρας· περιέχει δὲ τοὺς ἀπὸ Αὐγούστου Ῥωμαίων βασιλεῖς· ἑτέραν βίβλον περὶ τῶν τριῶν σχημάτων· καὶ τὰ καλούμενα Κρόνια· καὶ τὸν Μισοπώγωνα ἢ Ἀντιοχικόν· Περὶ τοῦ πόθεν τὰ κακά, καὶ Πρὸς τοὺς ἀπαιδεύτους· Πρὸς τὸν κύνα Ἡράκλειτον πῶς κυνιστέον· ἐπιστολὰς παντοδαπάς, καὶ ἄλλα. ὅτι περὶ τοῦ Ἐμπεδοτίμου λέγει ὁ παραβάτης οὕτως ἐν τοῖς ἐπιγραφομένοις Κρονίοις· ἡμεῖς δὲ Ἐμπεδοτίμῳ καὶ Πυθαγόρᾳ πιστεύοντες, οἷς τε ἐκεῖθεν λαβὼν Ἡρακλείδης ὁ Ποντικὸς ἔφη, καὶ μικρῷ πρότερον καὶ ὁ κλεινὸς ἡμῖν ἔδειξε καὶ ἱεροφάντωρ Ἰάμβλιχος. ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν, χανδὸν ἐμφορουμένων τῶν ἀνθρώπων τῆς δικαιοσύνης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπʼ αὐταῖς, ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον ἴσχουσιν εἰς βοήθειαν τῶν ἀδικούντων καὶ προειληφότων· ἀλλʼ ἢ παραχρῆμα ἔδει τὸ ἶσον ἐλέγχεσθαι κατὰ φύσιν, ἢ τὸ μέλλον καὶ διωθούμενον εἰς τὸν χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος καὶ ἀδικούντων διηγείρετο. οὐ γὰρ ἀδικεῖν ἐξῆν οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπεδείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυσίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχάνοντος, ἀκώλυτον τοὺς δεομένους λόγου τυχεῖν. ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε. περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παραβάτου, τοῦ ἀθέου· ἀλλʼ ὁπόταν σκήπτροισι τεοῖς Περσήϊον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σε πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα, ἀμφὶ θυελλίῃσι κυκώμενον ἐν στροφάλιγξι, ῥίψαντα βροτέων ἐθέων πολύτλητον ἀνίην. ἥξεις δʼ αἰθερίου φάεος πατρώϊον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήϊον ἐς δέμας ἦλθες. ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ Κτησιφῶντα διῆγεν. γηγενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεύς, ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματʼ ἔχουσι. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δὲ δάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα, ὅρρα καὶ Ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκιναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας.
Ἰουλιανός, ὁ ὕπατος, ὠνησάμενος τὴν βασιλείαν, ἐπεὶ παρῆλθεν εἰς τὴν ἀρχήν, εὐθέως τρυφαῖς καὶ κραιπάλαις ἐσχόλαζε, τῇ μὲν τῶν δημοσίων ἐπιμελείᾳ ῥᾳθύμως προσφερόμενος, ἐς δὲ τὸ ἁβροδίαιτον ἐπιδιδοὺς ἑαυτόν. εὑρίσκετο δὲ καὶ τοὺς στρατιώτας ψευσάμενος· οὔτε γὰρ οἴκοθεν ἦν αὐτῷ τοσαῦτα χρήματα, καὶ οἱ δημόσιοι θησαυροὶ ἐκεκένωντο ὑπὸ Κομόδου. ἐκ ταύτης τῆς αἰτίας οἵ τε στρατιῶται ἠγανάκτουν, καὶ ὁ δῆμος ἐν τῷ θεάτρῳ ἐν καταφρονήσει αὐτὸν ἐποίει.
Ἰουλία Αὐγούστα, τοῦ Σεβήρου γαμετὴ τοῦ βασιλέως, ἣν ὁ Πλαυτιανὸς πολλὰ καὶ δεινὰ κακὰ εἰργάσατο· πάνυ γὰρ αὐτῇ ἤχθετο καὶ σφόδρα αὐτὴν πρὸς τὸν Σεβῆρον διέβαλλεν, ἐξετάσεις τε κατʼ αὐτῆς καὶ βασάνους κατʼ εὐγενῶν γυναικῶν ποιούμενος. καὶ ἡ μὲν αὐτή τε φιλοσοφεῖν διὰ ταῦτα ἤρξατο καὶ σοφισταῖς συνημέρευεν.
440
Ἰούλιος: μήν. καὶ ὄνομα κύριον.
Ἰουλόπεζα: ἡ ναῦς.
Ἴουλος: ὁ ἐν ταῖς ἀμπέλοις σκώληξ· πολύπουν δέ τι ζῷον. καὶ τὸ ἐξάνθημα τὸ ἐπὶ τῶν γενείων, καὶ τὸ ἐπὶ ταῖς καρύαις ἄνθος, καὶ ᾠδῆς τι γένος ἴουλος, καὶ ὁ προσφιλὴς τῇ Ἀρτέμιδι. ἔνιοι δὲ καὶ τὸν ἐπὶ ταῖς ὑδρίαις γινόμενον πολύποδα καὶ συστρεφόμενον ἴουλον καλοῦσιν. ἐν Ἐπιγράμμασι· ὥριον ἀνθήσαντας ὑπὸ κροτάφοισιν ἰούλους κειράμενος, γενύων ἄρσενος ἀγγελίας, Φοίβῳ θῆκε Λύκων πρῶτον γέρας.
Ἴουλος: ἀπὸ τοῦ ὅλον εἶναι πυκνόν, καὶ συνεστράφθαι καὶ ἰέναι. λέγεται ἡ πρώτη ἐξάνθησις τοῦ γενείου.
Ἰούνιος: ὄνομα. εἰς τὴν ἱππάδα τελῶν, διὰ τὸ καὶ φαγεῖν ζῶν, συνήθης ἦν τρισὶ πλουσίοις, κοιλιοδαίμων τε καὶ ταγηνοκνισοθήρας· βούλομαι γὰρ τὰ τῆς κωμῳδίας εἰς τοὺς τοιούτους εἰπεῖν, οὐδεμιᾷ μὰ τὸν ἀπειροκαλίᾳ· ὃς ἔνεμε τὴν γαστέρα ταῖς τρισὶ τραπέζαις, καὶ τοσαύταις ἐπιπηδῶν τραπέζαις λύκου τινὸς δίκην ἢ ἰκτίνου ἢ ἁρπυίας, ἵνα τι καὶ παίσω.
445
Ἰοῦσαν: πορευομένην.
Ἰουστινιανός· οὗτος κτίσας τὴν ἁγίαν Σοφίαν ἐκάθηρε τὴν αὐλὴν καὶ ἐμαρμάρωσεν αὐτήν, τὸ πρὶν οὖσαν Αὐγουστεῖον, ὁ ἑρμηνεύεται ὀψοπώλιον· καὶ ἔστησε τὴν ἑαυτοῦ εἰκόνα ἐπὶ κίονος ἔφιππον· καὶ τῇ μὲν ἀριστερᾷ χειρὶ φέρει σφαῖραν, ἐμπεπηγότος σταυροῦ ἐν αὐτῇ, ὑποσημαίνοντος, ὡς διὰ τῆς εἰς τὸν σταυρὸν πίστεως τῆς γῆς ἐγκρατὴς γέγονε· σφαῖρα μὲν γὰρ ἡ γῆ διὰ τὸ σφαιροειδὲς τοῦ αὐτῆς σχήματος, πίστις δὲ ὁ σταυρὸς διὰ τὸν ἐν αὐτῷ σαρκὶ προσηλωθέντα θεόν. τὴν δὲ δεξιὰν χεῖρα ἀνατεταμένην ἔχων κατὰ ἀνατολάς, στάσιν τῶν Περσῶν σημαίνων καὶ μὴ μεταβαίνειν ἐπὶ τῆς Ῥωμαϊκῆς γῆς, διὰ τῆς ἀνατάσεως καὶ ἀπώσεως τῶν χειρῶν βοῶν· στῆτε καὶ μὴ πρόσω χωρεῖτε· οὐ γὰρ συνοίσει ὑμῖν.
Ἰουστινιανός, ὁ Ῥινότμητος, βασιλεὺς Ῥωμαίων, υἱὸς Κωνσταντίνου· ὃς πρὸς τοῖς ἄλλοις κακοῖς καὶ ἐς τὰς πολιτικὰς ἀρχὰς καθίστη ἄνδρας ἀπηνεῖς καὶ ὠμοτάτους, ὧν ἦν Στέφανος ὁ εὐνοῦχος, Πέρσης, ταμίας τῶν βασιλικῶν χρημάτων. καὶ πολλὰ τοὺς ὑπὸ χεῖρα αἰκιζόμενος ἄχρι καὶ εἰς τὴν μητέρα Ἰουστινιανοῦ τὴν τόλμαν ἐξήνεγκε, μάστιγας αὐτῇ ἐν σχήματι ὡς οἱ γραμματισταὶ τοὺς παῖδας ἐπιθέμενος. καὶ Θεόδοτόν τινα ἔγκλειστον γεγονότα κατὰ τὰ Θρᾳκῷα τοῦ στενοῦ τῶν δημοσίων λογιστήν, ὃν τὸ δημῶδες γενικὸν λογοθέτην, ἐποίησεν. ὃς ὑπερβολῇ ὠμότητος τὰ χρήματα ἔπραττε, μετεώροις σχοινίοις ἀναρτῶν καὶ περικαπνίζων ἀχύροις τοὺς περιφανεστάτους ἀπέκτεινε. καὶ Λεόντιον στρατηγὸν τῶν ἀνατολικῶν, καὶ Πατρίκιον Ἴσαυρον τρισὶν ἔτεσιν ὑποφρούριον ἐποίησεν Ἰουστινιανός, ὕστερον δὲ στρατηγὸν Ἑλλάδος ἀπέδειξεν. ὃν Παῦλος, τῆς Καλλιστράτου μονῆς μοναχός, ἀστρονόμος, καὶ Γρηγόριος Καππαδόκης, ἡγούμενος τῆς τοῦ Φλώρου μονῆς, προεμαντεύσαντο, καὶ ἐγκρατὴς τῆς βασιλείας ἐγένετο.
Ἰουστῖνος, φιλόσοφος, καὶ τῷ σχήματι τῶν φιλοσόφων χρώμενος, ἀπὸ τῆς Νεαπολιτῶν ἐπαρχίας τῆς Παλαιστίνης, ἐκ πατρὸς Πρίσκου τοῦ Βακχίου. οὗτος ὑπὲρ τῆς θρησκείας τῶν Χριστιανῶν πάνυ ἐκοπίασεν, ὥστε καὶ Ἀντωνίνῳ, τῷ ἐπίκλην Πίῳ, καὶ τοῖς τούτου υἱέσι καὶ τῇ συγκλήτῳ Ῥωμαίων βίβλον κατὰ τῶν ἐθνῶν συνταγεῖσαν ἐπιδοῦναι, τὸν ὀνειδισμὸν τοῦ σταυροῦ μὴ αἰσχυνόμενος. ἔγραψε καὶ ἑτέραν βίβλον, ἣν καὶ ἐπέδωκε τοῖς Ἀντωνίνου διαδόχοις, τουτέστι Μάρκῳ Ἀντωνίνῳ καὶ Λουκίῳ Αὐρηλίῳ Κομόδῳ. ἔστι καὶ ἄλλη αὐτοῦ βίβλος κατὰ τῶν ἐθνῶν, ἐν ᾗ περὶ τῆς φύσεως τῶν δαιμόνων διαλέγεται· καὶ τετάρτη βίβλος ὁμοίως κατὰ τῶν ἐθνῶν, ἣν ἐπέγραψεν Ἔλεγχος· καὶ ἄλλην Περὶ τῆς τοῦ θεοῦ μοναρχίας. καὶ ἄλλην, ἣν ὠνόμασε ψάλτην, καὶ ἑτέραν Περὶ ψυχῆς· διάλογόν τε κατὰ τῶν Ἰουδαίων, ὃν ἐσχεδίασε κατὰ Τρύφωνος, ἀρχηγοῦ τῶν ἐν Ἐφέσῳ Ἰουδαίων. οὐ μὴν ἀλλὰ καὶ κατὰ Μαρκίωνος ἐπίσημα τεύχη ἐξέδωκε· καὶ ἄλλην βίβλον κατὰ πασῶν τῶν αἱρέσεων, ἧς μέμνηται ἐν τῷ Ἀπολογητικῷ, ὃ ἐπέδωκεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτος ἐν τῇ Ῥώμῃ ἔχων τὰς διατριβάς, εὐθύνων Κρίσκην τὸν Κυνικὸν τὸν κατὰ τῶν Χριστιανῶν βλασφημοῦντα καὶ καλῶν αὐτὸν λαίμαργον ἄσωτόν τε καὶ ἀκόλαστον καὶ τὸν θάνατον φοβούμενον, τέλος τῇ τούτου ἐνεργείᾳ καὶ ἐπιβουλῇ ὡς Χριστιανὸς ὑπὲρ Χριστοῦ ἔπαθεν.
Ἰουστῖνος, ὁ βασιλεὺς Ῥωμαίων, ὀρθοδοξότατος. ἦν δὲ ἀμάθητος γραμμάτων ἁπάντων καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος. οὗτος κτίζει καὶ τὸν ἐν τῷ Παλατίῳ χρυσὸν τρίκλινον καὶ τὸν ἅγιον Παῦλον, τὸ ὀρφανοτροφεῖον. καὶ αὔθις· τὴν περὶ βασιλέως Ἰουστίνου κρατήσασαν δόξαν, ὥς ἐστι μάλα ἐμβριθής τε καὶ κατηκριβωμένος.
450
Ἰοῦστος, Τιβερεύς, ἐπαρχίας Γαλιλαίας· ἐπεχείρησε μὲν καὶ αὐτὸς Ἰουδαϊκὴν ἱστορίαν συντάξαι καί τινα ὑπομνήματα περιγράφειν· ἀλλὰ τοῦτον Ἰώσηπος ἐλέγχει ψευσάμενον. καὶ γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ συνέγραφεν ὅτε καὶ Ἰώσηπος.
Ἰοφῶν, Ἀθηναῖος, τραγικός, υἱὸς Σοφοκλέους τοῦ τραγικοῦ γνήσιος ἀπὸ Νικοστράτης· γέγονε δὲ αὐτῷ καὶ νόθος υἱὸς Ἀρίστων ἀπὸ Θεοδωρίδος Σικυωνίας. δράματα δὲ Ἰοφῶν ἐδίδαξε νʹ· ὧν ἐστιν Ἀχιλλεύς, Τήλεφος, Ἀκταίων, Ἰλίου πέρσις, Δεξαμενός, Βάκχαι, Πενθεύς, καὶ ἄλλα τινὰ μετὰ τοῦ πατρὸς Σοφοκλέους.
Ἰοχέαιρα: ἡ τοῖς ἰοῖς χαίρουσα, ὑποδεχομένη. ἐν Ἐπιγράμμασι· σοὶ μὲν καμπύλα τόξα καὶ ἰοχέαιρα φαρέτρα, δῶρα παρὰ Προμάχου, Φοῖβε, τάδε κρέμαται.
Ἰώ: ὄνομα. Ἴναχος, Ἀργείων βασιλεύς, κτίζει πόλιν εἰς ὄνομα τῆς σελήνης Ἰοῦ· οὕτω γὰρ τὴν σελήνην ἐκάλουν Ἀργεῖοι. ἔσχε δὲ καὶ θυγατέρα Ἰώ, ἥντινα Πῆκος ὁ καὶ Ζεὺς ἥρπασε καὶ ἔσχε θυγατέρα ἐξ αὐτῆς Λιβύην. ἡ δὲ Ἰὼ λυπηθεῖσα ἐπὶ τῇ διαφθορᾷ ἔφυγεν εἰς τὸ Σίλπιον ὄρος κἀκεῖ τελευτᾷ. ὁ δὲ πατὴρ καὶ οἱ ἀδελφοὶ τοῦτο μαθόντες κτίζουσιν αὐτῇ ἱερὸν καὶ ἐκάλεσαν τὸν τόπον Ἰώπολιν καὶ ἔμειναν ἐκεῖ μέχρι τελευτῆς, ἐπιτελοῦντες τὴν μνήμην καὶ κρούοντες εἰς τὰς ἀλλήλων θύρας κατʼ ἔτος ἔλεγον, ἰώ, ἰώ.
Ἰώ: σχετλιαστικόν. ἰὼ Νέμεσι, βαρύβρομοί τε βρονταί. καὶ αὖθις· ἰώ, ἰώ, τραυμάτων ἐπωδύνων.
455
Ἰώ· Ἀριστοφάνης· ἰὼ μακάριαι χελῶναι τοῦ δέρματος, καὶ τρισμακάριαι τοὐπὶ ταῖς πλευραῖς, ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς.
Ἰὼ Πρασιαὶ τρισάθλιαι καὶ πεντάκις, καὶ πολλῷ δεκάκις ἀπολεῖσθε τήμερον. ἔστι δὲ πόλις Λακωνική.
Ἰὼ σκότος, ἐμὸν φάος, Ἔρεβος ὦ φαεννότατον ἐμοί· ἕλεσθέ μʼ, ἕλεσθέ μʼ οἰκήτορα, ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίων ἔτʼ ἄξιος βλέπειν τίνʼ εἰς ὄνησιν ἀνθρώπων: τουτέστιν οὔτε θεῶν οὔτʼ ἀνθρώπων γένος ὁρᾶν ἄξιός εἰμι εἰς ὠφέλειαν· ἄξιον τοίνυν ἐξιέναι τοῦ βίου. ἢ οὕτως· εἰς ὠφέλειαν οὐκ εἰσὶν οὔτε ἄνθρωποι οὔτε θεοί· τί οὖν ζῶ; ὡς ἂν εἴ τις θάνατον σωτηρίαν νομίσειεν.
Ἰωάβ: ὄνομα κύριον.
Ἰωακείμ: ὄνομα κύριον.
460
Ἰωάθαμ: ὄνομα κύριον. ζήτει ἐν τῷ Ἀβιμέλεχ.
Ἰωάννης: ὄνομα κύριον. ὅτι ὁ θεολόγος Ἰωάννης καὶ εὐαγγελιστὴς ἀπὸ τῆς ἐν Πάτμῳ ἐξορίας ἐπανελθὼν συντάττει τὸ εὐαγγέλιον ὢν ἐτῶν ρʹ, διαρκέσας ἕως ἄλλων ἐτῶν ρκʹ. ἐκεῖσε διάγων καὶ συγγράφεται τὴν θεολογίαν. δέχεται δὲ ὁ Χρυσόστομος καὶ τὰς ἐπιστολὰς αὐτοῦ τὰς τρεῖς καὶ τὴν ἀποκάλυψιν. ἔχει δὲ τίτλους δεκαοκτώ, κεφάλαια διακόσια τριάκοντα δύο.
Ἰωαννίκιος: ὄνομα κύριον.
Ἰωάννης, Ἀντιοχεύς, ὁ ἐπικληθεὶς Χρυσόστομος· πρεσβύτερος μὲν ἐν πρώτοις Ἀντιοχείας, Εὐσεβίου δὲ τοῦ Ἐμεσηνοῦ φιλοσόφου καὶ Διοδώρου ἀκόλουθος. οὗτος πολλὰ συγγράψαι λέγεται, ἀφʼ ὧν οἱ περὶ ἱερωσύνης ὑπερβάλλουσι λόγοι τῷ τε ὕψει καὶ φράσει καὶ τῇ λειότητι καὶ τῷ κάλλει τῶν ὀνομάτων. τούτοις ἐφάμιλλοι καὶ οἱ εἰς τοὺς ψαλμοὺς τοῦ Δαβὶδ λόγοι καὶ ἡ τοῦ κατὰ Ἰωάννην Εὐαγγελίου σημασία καὶ τὰ εἰς Ματθαῖον καὶ Μάρκον καὶ Λουκᾶν ὑπομνήματα. τὰ δὲ λοιπὰ αὐτοῦ συγγράμματα κρείττονα ἀριθμοῦ τυγχάνει· ἅπασαν γὰρ Ἰουδαϊκὴν γραφὴν καὶ Χριστιανικὴν ὑπεμνημάτισεν ὡς ἄλλος οὐδείς. τὰς τῶν μαρτύρων δὲ πανηγύρεις ἐπηύξησεν ἐν τῷ σχεδιάζειν ἀνεμποδίστως, καὶ τὴν γλῶσσαν αὐτοῦ καταρρεῖν ὑπὲρ τοὺς Νειλῴους καταρράκτας. οὐδεὶς οὖν τῶν ἀπʼ αἰῶνος τοιαύτην λόγου ηὐπόρησεν εὔροιαν, ἣν μόνος αὐτὸς ἐπλούτησε, καὶ μόνος ἀκιβδήλως τὸ χρυσοῦν τε καὶ θεῖον παρὰ πάντας ἐκληρονόμησεν ὄνομα. τῶν δὲ συγγραμμάτων αὐτοῦ καταλέγειν τὸν ἀριθμὸν οὐκ ἀνθρώπου, θεοῦ δὲ μᾶλλον τοῦ τὰ πάντα γινώσκοντος. οὗτος ὁ ἅγιος Ἰωάννης ὁ Χρυσόστομος ἀσκητὴς ἦν ἄκρως καὶ πολυάγρυπνος καὶ φιλήσυχος λίαν καὶ διὰ ζῆλον σωφροσύνης εὐπαρρησίαστος καὶ ἀκρόχολος· θυμῷ γὰρ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρως ἐκέχρητο. καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συντυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο τοῖς αὐτὸν ἀγνοοῦσι. διὸ καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων. οὐ τοίνυν εἰ μή τις εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομιστέον, οὐδʼ αὖ πάλιν, εἰ κόλαξ εἴη καὶ ἀγεννής, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν τῇ προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλόψυχον μὲν εἶναι προσήκει οὐχ ὑπερήφανον, ἀνδρεῖον οὐ θρασύν, ἐπιεικῆ οὐ δουλοπρεπῆ, μετριόφρονα οὐ ταπεινοφροσύνην ὑποκρινόμενον, ἐλευθέριον οὐκ ἀνδραποδώδη· ὡς καὶ αὐτὸς λέγει· διὰ τοῦτο ποικίλον εἶναι δεῖ τὸν ποιμένα καὶ διδάσκαλον. ποικίλον δὲ λέγω, οὐχ ὕπουλον οὐδὲ κόλακα καὶ ὑβριστήν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παρρησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἀπαιτῇ τοῦτο ἡ τῶν πραγμάτων ὑπόθεσις, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν. οὐ γὰρ ἑνὶ τρόπῳ χρῆσθαι τοῖς ἀρχομένοις ἅπασι δέον, ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέρεσθαι καλόν, μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι τῆς πρὸς τὰ πνεύματα μάχης. ἐννόησον οὖν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα πρὸς χειμῶνα τοσοῦτον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύματα πρὸς τὸ γενέσθαι τοῖς πᾶσι πάντα, ἵνα πάντας κερδήσῃ. καὶ γὰρ σεμνὸν εἶναι δεῖ τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχοντικὸν καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θεραπευτικὸν καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαιδρὸν καὶ ἥμερον, ἵνα ταῦτα εὐκόλως δύναται μάχεσθαι. οὐκοῦν δεῖ τὸν ἐνεργέστατον καὶ ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, μήτε ἀλαζονικὸν εἶναι μήτε κόλακα, ἀλλʼ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν, καὶ ἐλεύθερον εἶναι μήτε εἰς αὐθάδειαν ἀποκλίνοντα μήτε εἰς δουλοπρέπειαν καταπίπτοντα. πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρχειν δεῖ, πρὸς δὲ θρασεῖς ὑψηλόν. ἐπείπερ οἱ μὲν ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύουσαν αὐτῶν τὴν ἀπὸ τῆς θρασύτητος δόξαν· ἵνα τοὺς μὲν ὠφελήσῃς, τῶν δὲ ταπεινώσῃς τὸ φρόνημα. καιρὸς γὰρ τῷ παντὶ πράγματι, φησὶ Σολομῶν· τουτέστι ταπεινότητος, ἐξουσίας, ἐλέγχου, παρακλήσεως, φειδοῦς, παρρησίας, χρηστότητος, ἀποτομίας καὶ ἁπαξαπλῶς παντὸς πράγματος· ὥστε ποτὲ μὲν τὸ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι ἐν ταπεινώσει τὰ παιδία κατὰ τὴν κυριακὴν φωνήν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι, ἣν ἔδωκεν ὁ κύριος εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν, ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παρρησίαν· καὶ ἐν καιρῷ μὲν παρακλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀποτομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφʼ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν ἀποφέρεσθαι. λογισμοὶ γὰρ δικαίων κρίματα. καὶ Ἰσίδωρος· τὸν ἄρχοντα δίκαιον εἶναι δεῖ καὶ φοβερόν, ἵνʼ οἱ μὲν εὖ βιοῦντες θαρροῖεν, οἱ δʼ ἁμαρτάνοντες ὀκνοῖεν. θάτερον γὰρ θατέρου χωρὶς ἀναρχία μᾶλλόν ἐστιν ἢ ἀρχή. εἰ μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης· εἰ δὲ φιλαμαρτήμονες, φόβου. ἐπειδὴ δὲ καὶ ἀγαθοί εἰσι καὶ κακοί, ἀμφότερα καταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ.
Ἰωάννης, γραμματικός, Ἀλεξανδρεύς, ὁ ἐπικληθεὶς Φιλόπονος. τούτου συγγράμματα πάμπολλα, γραμματικά, φιλόσοφα, ἀριθμητικά, ῥητορικά, τῆς τε θείας γραφῆς καὶ κατὰ τῶν δεκαοκτὼ Προκλείων ἐπιχειρημάτων καὶ κατὰ Σεβήρου. πλὴν ὅτι παρὰ τῶν τῆς ἐκκλησίας διδασκάλων ὡς τριθεΐτης ἐκβάλλεται καὶ τοῦ καταλόγου τῶν ὀρθοδόξων ἀποδιώκεται.
465
Ἰωάννης, Φιλαδελφεὺς Λυδός. οὗτος ἔγραψε Περὶ μηνῶν βιβλίον ἕν· καὶ Περὶ Διοσημειῶν ἕτερον· καὶ ἄλλων τινῶν ὑποθέσεων μαθηματικῶν. προσομιλεῖ δὲ ταῦτα Γαβριηλίῳ τινὶ ὑπάρχῳ.
Ἰωάννης, ὁ ἐπονομαζόμενος Στοβεύς. Ἀνθολόγιον, περιέχον τὰς παρὰ πᾶσι πολλῶν δόξας ἐν βιβλίοις τέσσαρσιν, ἐνάρετα πάνυ καὶ γέμοντα πάσης παιδεύσεως. γράφει δὲ ταῦτα πρὸς Ἐπίμιον υἱὸν αὑτοῦ.
Ἰωάννης ὁ Δαμασκηνός, ὁ ἐπικληθεὶς Μανσούρ, ἀνὴρ καὶ αὐτὸς ἐλλογιμώτατος, οὐδενὸς δεύτερος τῶν κατʼ αὐτὸν ἐν παιδείᾳ λαμψάντων. συγγράμματα αὐτοῦ πάνυ πολλὰ καὶ μάλιστα φιλόσοφα· εἴς τε τὴν θείαν γραφὴν Παράλληλοι κατʼ ἐκλογήν, καὶ οἱ ᾀσματικοὶ κανόνες, ἰαμβικοί τε καὶ καταλογάδην. συνήκμαζε δʼ αὐτῷ καὶ Κοσμᾶς ὁ ἐξ Ἱεροσολύμων, ἀνὴρ εὐφυέστατος καὶ πνέων μουσικὴν ὅλως τὴν ἐναρμόνιον. οἱ γοῦν ᾀσματικοὶ κανόνες Ἰωάννου τε καὶ Κοσμᾶ σύγκρισιν οὐκ ἐδέξαντο οὐδὲ δέξαιντο, μέχρις ἂν ὁ καθʼ ἡμᾶς βίος περαιωθήσεται.
Ἰωάννης, ὁ τυραννήσας εἰς Ῥώμην ἐπὶ Θεοδοσίου, πρᾶος ἦν καὶ ξυνέσεως εὖ ἥκων καὶ ἀρετῆς μεταποιεῖσθαι ἐξεπιστάμενος. ὃς τὴν τυραννίδα μετρίως ἐξηγήσατο, οὐδὲ τοῖς διαβάλλουσι τὴν ἀκοὴν ὑπέσχεν οὐδὲ φόνον ἄδικον εἰργάσατο ἑκών γε εἶναι οὐδὲ χρημάτων ἀφαιρέσει ἐπέθετο.
Ἰωάννης, ὁ Καππαδοκίας ἔπαρχος Ἰουστινιανοῦ, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς γράψαι. φύσεως δὲ ἰσχύϊ πάντων γέγονε δυνατώτατος ὧν ἡμεῖς ἴσμεν· γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ πάντων ἀνθρώπων γεγονὼς τῇ τε τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις εἰσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ πόλεις ὅλας καθελεῖν ἐπιμελὲς ἦν. χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν· ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληϊζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν ἠσχολημένος. κατέχειν δὲ αὑτὸν οὐδαμῇ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς ὅσον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐσαεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. οὗτος δὲ ὁ Ἰωάννης πᾶσιν ἀνθρώποις βαρὺς ἦν ὁμοίως καὶ χαλεπός, πληγάς τε τοῖς προσπίπτουσιν ἐντεινόμενος καὶ τὰ χρήματα ἁπαξάπαντα λόγῳ οὐδενὶ ληϊζόμενος, τὴν δίκην ὀρθῶς καὶ δικαίως τῆς ἐς τὴν δίκην παρανομίας ἐξέτισεν.
470
Ἰώανος, βασιλεὺς Ἱεροσολύμων, μετὰ θάνατον Ἰωδαὲ τοῦ ἀρχιερέως προέδωκε τὴν ἐπιμέλειαν τὴν πρὸς τὸν θεόν. συνδιεφθάρησαν δὲ αὐτῷ καὶ οἱ τοῦ πλήθους πρωτεύοντες ὥστε πλημμελεῖν εἰς τὰ δίκαια καὶ νενομισμένα παρʼ αὐτοῖς ἄριστα εἶναι. δυσχεράνας δὲ ὁ θεὸς ἐπὶ τῇ μεταβολῇ τοῦ βασιλέως καὶ τῶν ἄλλων πέμπει τοὺς προφήτας διαμαρτυρησομένους τε τὰ πραττόμενα καὶ παύσοντας τῆς πονηρίας αὐτούς. οἱ δὲ ἰσχυρὸν ἔρωτα καὶ δεινὴν ἐπιθυμίαν ἄρα ταύτης εἶχον. ἀλλὰ καὶ Ζαχαρίαν, υἱὸν τοῦ ἀρχιερέως Ἰωδαέ, κατέλευσαν λίθοις ἐν τῷ ἱερῷ, διότι προεφήτευσεν, αὐτοὺς τιμωρίαν μεγάλην ὑφέξειν μὴ πειθομένους.
Ἰώβ, ὁ μέγας ὄντως ἐκεῖνος καὶ γενναῖος τῆς ἀληθείας ἀγωνιστής, ὁ πρῶτος ἀνοίξας τὸ γυμνικὸν ἐκεῖνο καὶ παγκόσμιον στάδιον, ὁ τὸν ἀντίπαλον πάσαις ταῖς πάλαις καταβαλών, ὁ μέχρι καὶ τῶν ὀστέων τὰς πληγὰς καὶ τοὺς μώλωπας εἰσδεξάμενος καὶ μείνας ἀήττητος, ὁ σκωλήκων πλήρης καὶ στεφανίτης· ὃν οὐδὲ θάνατος ἴσχυσε καταστρῶσαι καὶ κονίσαι τὰ ὄπισθεν, ἀλλʼ ἔτι ἕστηκεν ὥσπερ τις ἀνδριὰς ἀπερίτρεπτος ἢ καὶ ἄκμων ἀνήλατος, διʼ ὅλου τοῦ βίου καταπαλαίων καὶ καταράσσων τὸν ἀντικείμενον. οὗτος πρῶτος κατεπάτησε τὸν Διάβολον· οὗτος ἤρατο κατὰ τοῦ πονηροῦ νίκης τρόπαια, οὐ Νέμεα καὶ Ὀλύμπια Ἴσθμιά τε καὶ Πύθια καὶ ὅσα Ἑλληνικοὶ διακομπάζουσι λόγοι ἀγωνιζόμενος, ἀλλὰ πρὸ παίδων καὶ κτήσεως καὶ βοσκημάτων καὶ θεραπείας καὶ πάσης τοῦ βίου διαγωγῆς καὶ πτωμάτων οἰκίας τάφους τὰς αὐτὰς καὶ πολυάνδρια τῶν ἑαυτοῦ παίδων γεγενημένας ὁ καρτερόψυχος θεασάμενος, οὓς ἐν μιᾷ ἡμέρᾳ καὶ ὥρᾳ ἐπὶ τῆς τραπέζης εὐωχουμένους καὶ συνεσθίοντας κατέστρωσε σωρηδὸν ὁ παμμίαρος, ἐπισείσας αὐτοῖς τὸ δωμάτιον, οὐ δύο καὶ τρεῖς ἢ τέτταρας, ἀλλὰ δέκα τοὺς πάντας καὶ πάσας καταβαλών. καὶ οὐδὲ μέχρι τούτων ἡ λύσσα καὶ βασκανία ἠρκέσθη τοῦ ἀντιπάλου, ἕως αὐτὸν τὸν ἀθλητὴν γυμνὸν ἐπὶ τῆς κοπρίας ἐκκαλεσάμενος καὶ κατάστικτον ὅλον τοῖς ἕλκεσι καὶ πλήρη σκωλήκων ἀπεργασάμενος, θέαμα φρικτόν τε καὶ ξένον ὅλῃ τῇ ὑφʼ ἡλίῳ κατέστησεν, ἔτεσιν ἑπτὰ τοῖς ὀδοῦσι δαρδάπτων καὶ τῇ γλώσσῃ λικμώμενος ὅλον τὸ σῶμα τοῦ μάκαρος· μέχρις ὅτου τὴν ἧτταν ἐφʼ ἑαυτὸν ὁ παμμίαρος ἐπεσπάσατο καὶ τὴν αἰσχύνην τέλεον ἐκληρώσατο. ἔχεις τὸ λοιπὸν καὶ τούτου τοῦ φιλοσόφου τὰ ἔπαθλα. ἔχεις καὶ τούτου τὴν βίβλον πολὺ τῆς Ὁμήρου καὶ Πλάτωνος ἀηδόνος λιγυρώτερον ᾄδουσαν, οὐ μύθων καὶ παθῶν ἀλλοτρίων ὑφηγήσεις διαγορεύουσαν, ἢ τὸν θρασύτατον Ἀχιλλέα ἢ τὸν Ὀδυσσέα τὸν πολυμήχανον, ὧν αἱ σφαγαὶ τυγχάνουσι τρόπαια καὶ γυναικῶν φθοραὶ κατορθώματα, ἀλλὰ τὸν Σατανᾶν ὑπὸ γυμνοῦ τινος καὶ ἀόπλου καὶ μόνου καταρασσόμενον, καὶ φίλων συμπαθῶν δημηγορίας καὶ δάκρυα καὶ φυσιολογίαν ὅλης τῆς κτίσεως καὶ ζῴων καὶ ὀρνέων φύσεις καὶ λαμπρά τινα διηγήματα, καὶ αὐτοῦ δὲ τοῦ δράκοντος τὴν εἰκόνα τοῦ σκολιοῦ καὶ πολλὰς ἔχοντος τὰς ἑλίξεις καὶ τοὺς ὀφθαλμοὺς ὡς πῦρ ἀποστίλβοντας· καὶ τὴν εἰς ᾅδου καὶ τῶν καταχθονίων τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ συγκατάβασιν καὶ τὴν ἐξ ᾅδου καὶ τῶν νεκρῶν ἀναβίωσιν καὶ πάλιν τὸν δίκαιον στεφανίτην ἀναγορεύουσαν καὶ παῖδας καὶ κτῆσιν ὅλην πολυπλασίως λαμβάνοντα καὶ χρόνον ζωῆς διπλασιαζόμενον καὶ θυγατέρων ὀνόματα ἐξαλλάσσοντα, οὐ Λήδης ἢ τῆς Εὐρώπης καὶ Ἀντιόπης, ἃς ὁ τῶν θεῶν ὕπατος Ζεὺς διεκόρησεν, ἀλλʼ Ἡμέρας τε καὶ Κασίας καὶ Ἀμαλθείας προσωνυμίας λαμβάνουσαι καὶ τὸ κριθῆναι πασῶν γυναικῶν τῶν ὑπὸ τὸν οὐρανὸν ἐκπρεπέστεραι, καὶ τὸ δὴ μέγιστον τοῦ νικηφόρου καὶ στεφανίτου Ἰὼβ τὴν εὐγένειαν ὥσπερ τι γνώρισμα καὶ κλῆρον λαχούσας ἐξαίρετον. μόνος γὰρ οὗτος εὐγενὴς τῶν ἀφʼ ἡλίου ἀνατολῶν, ὁ κλεινὸς καὶ τριπόθητος, ὁ τοῦτο κερδάνας τῶν ἑαυτοῦ ἄθλων τὸ τελευταῖον καὶ ἔσχατον, τὸ μετὰ Χριστοῦ συναναστῆναι καὶ τὸν τῇδε κόσμον θεάσασθαι πάλιν μετὰ τοῦ σώματος, οὐ κατὰ τὸν Ἡρακλέους μῦθον καὶ τὴν Ἀδμήτου Ἄλκηστιν, ἣν ὁ καλλίνικός τε καὶ τριέσπερος ὑπὲρ τοῦ ἀνδρὸς τελευτήσασαν ἤγειρε, κἂν ἔσχατον πυρός τε καὶ γυναικὸς γέγονε παρανάλωμα, ἀλλὰ κατὰ τὴν ἄρρητον τοῦ σωτῆρος ἡμῶν δύναμιν, τοῦ τὸν ᾅδην σκυλεύσαντος καὶ τοὺς νεκροὺς ἐκ τῶν καταχθονίων ἁρπάσαντος, ὃς ἐκάθισεν ἐκ δεξιῶν τοῦ γεννήτορος μετὰ τοῦ προσλήμματος καὶ βασιλεύει πάσης ἀοράτου τε καὶ ὁρατῆς κτίσεως.
Ἰωβηλαῖος: μήν. παρὰ Ἰουδαίοις τιμώμενος. ἰστέον δέ, ὅτι τὸ ἀργὸν ἔτος κατὰ ἑπταετίαν ἠργεῖτο παρὰ Ἰουδαίοις ὁμοίως ταῖς ἑβδομάσιν ἡμέραις.
Ἰωγή: σκέπη.
Ἰωδαέ· οὗτος ἱερεὺς ἦν, ὃς διὰ τὴν πολλὴν αὐτοῦ εὐσέβειαν ἐβίωσεν ἔτη ρλʹ.
475
Ἰώεσδρος: ὄνομα κύριον.
Ἰωή: πνοή.
Ἰωήλ: ὄνομα κύριον.
Ἰωθάμ: ὄνομα κύριον.
Ἰώθη: ἐχολώθη.
480
Ἰώθων: ὄνομα κύριον.
Ἰωκάς: ὁρμάς, διώξεις.
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top