1
Τὸ ἐφικέσθαι τῆς ἐν προσῳδίαις καθολικῆς ἀναλογίας ποθοῦντας, πρὸς δὲ τὸ μῆκος τῆς Ἡρωδιανοῦ πραγματείας ἀπαγορεύοντας, ἡ διʼ ἐπιτομῆς παράδοσις ὀνήσει πρὸς τὸ βούλημα. Σκόπει οὖν εἴ τι καὶ ἡμῖν ἤνυσται χρήσιμον εἰς συντομίαν, ἀλλὰ καὶ εἰς σαφήνειαν. ἐπεὶ γὰρ τὸ πολύυλον τῶν ὁρισμῶν ἐν πολλοῖς κανόσιν ἀθρόως κείμενον δύσληπτον ἦν, καταδιῃρέθη τοῦτο, ἵνʼ εὔληπτα γένηται διαιρεθέντα τὰ ὑφʼ ἓν κείμενα τῷ Ἡρωδιανῷ· τὸ γὰρ ἅμα γένος εἶδος σχῆμα κατάληξιν παράληξιν ἀρχὴν χρόνον στοιχεῖον πάθος παρατηρεῖν, καὶ ὅσα ἄλλα, ἢ τὰ πλεῖστα τούτων, χαλεπὸν καὶ δυσέφικτον. ἐφʼ ἑκάστῳ δὲ τῶν τοιούτων ὁρισμῶν ἡ μὴ [ἐπιπολλοῖς ἅμα διὰ] τῶν παραδειγμάτων εὐθὺς παράθεσις ἀπαγορεύει διάνοιαν, ὥστε ῥᾷον τοῖς ἄλλοις ἀκολουθεῖν.
δεῖ δὲ τὸν ἐφʼ ἑκάστου κανόνος περιμένοντας λόγον οὕτως ἔχειν αὐτὸν ἐντελῆ συναγόμενόν τε ἐκ τῶν κατὰ μέρος, ἵνα μὴ συντομία μόνον, ἀλλὰ καὶ σαφήνεια τοῖς ἐντευξομένοις ὑπάρχῃ. συντομίας δὲ χάριν παρεῖται τὸ διὰ ζητήσεως κανονίζειν τῶν μὲν ἀνατρεπομένων λόγον, τῶν δὲ κρατυνομένων· ἱκανὸν γὰρ τῷ κρατοῦντι λόγῳ πείθεσθαι περὶ τῆς ὀρθῆς προσῳδίας, ὥστε τῆς ὀρθότητος τοῦ ἑλληνισμοῦ μὴ διαμαρτάνειν, καὶ τοῦ ταύτην συνιστάντος λόγου μὴ ἀνεπιστήμονα ἔχειν. ἀλλὰ καὶ τὸ πολὺ πλῆθος τῶν παραδειγμάτων, καὶ ἡ περὶ τῶν ἀγνοουμένων ἐν αὐτοῖς ἐξήγησις, καὶ ἡ τῆς χρήσεως αὐτῶν πολλὴ παράθεσις καταλέλειπται τῷ συγγραφεῖ· κἀκεῖθεν αὐτὰ λήψεται ὁ μὴ μόνον τὴν τῶν προσῳδιῶν ὀρθότητα ζητῶν, ἀλλὰ καὶ περὶ τὰς δυνάμεις καὶ χρήσεις φιλομαθῶν. εὐθὺς οὖν τὴν ἐν τῷ προοιμίῳ διατριβὴν περιελόντες, ἐνδεικνυμένην τὸ μέγεθος τῆς πραγματείας, καὶ τῶν πρότερον γεγραφότων τὸ ἐνδεὲς ἐλέγχουσαν, ἐπʼ αὐτὰ ἥξομεν τὰ πρὸς ἐπίγνωσιν τῆς ἀναλογίας κατεπείγοντα. εἰ δὲ τὸ συντομώτερον τοῦ πρὸ ἡμῶν ἐπειγομένου πεποιήκαμεν, ὥσπερ ἐζήτησας, μετὰ τοῦ σαφεστέρου καὶ εὐσυνόπτου τοῖς πολλοῖς, αὐτὸς ἐπικρινεῖς. Πίναξ τοῦ ὅλου βιβλίου τοῦ περὶ τόνων.
3 (1t)
Τὸ μὲν οὖν πρῶτον βιβλίον περιέχει τὰ εἰς Ν λήγοντα ὀνόματα ὑπὲρ μίαν συλλαβὴν ἀρσενικὰ καὶ θηλυκά. Τὸ δὲ δεύτερον περιέχει τὰ εἰς Ξ καὶ εἰς Ρ καὶ τὰ εἰς ΑΣ. Τὸ δὲ τρίτον τὴν εἰς ΗΣ κατάληξιν. Τὸ δὲ τέταρτον τὴν εἰς ΙΣ. Τὸ δὲ πέμπτον τὰ εἰς ΩΣ λήγοντα καθαρά. Τὸ δὲ ἕκτον ἀρξάμενον ἀπὸ τῶν εἰς ΒΟΣ συμπληροῖ τὰ εἰς ΛΟΣ· κατὰ γὰρ τὴν τῶν στοιχείων τάξιν ἡ παράθεσις καὶ ἐπὶ τῶν εἰς ΩΝ ληγόντων. Τὸ δὲ ἕβδομον ἀπὸ τῶν εἰς ΜΟΣ μέχρι τῶν εἰς ΠΟΣ. Τὸ δὲ ὄγδοον ἀπὸ τῶν εἰς ΡΟΣ μέχρι καὶ ΨΟΣ καὶ ἔτι περὶ τῶν εἰς ΟΣ οὐδετέρων. Τὸ ἔννατον περὶ τῶν εἰς ΟΣ συνθέτων. Τὸ δὲ δέκατον περιέχει τὰ εἰς ΥΣ ἀρσενικὰ καὶ θηλυκὰ καὶ τὰ ἔχοντα διφθόγγους πρὸ τοῦ Σ· ἔτι τὰ εἰς ΩΣ καὶ Ψ.
Τὸ ἑνδέκατον περιέχει τὰ εἰς Α λήγοντα θηλυκά. Τὸ δωδέκατον τὴν εἰς Η κατάληξιν τῶν θηλυκῶν κατὰ τὴν τῶν συμφώνων πάλιν τάξιν, καὶ τὴν εἰς Ω. Τὸ τρισκαιδέκατον περὶ οὐδετέρων ὀνομάτων διέξεισι. Τὸ τεσσαρεσκαιδέκατον περιέχει πᾶν ὄνομα μονοσύλλαβον. Τὸ δέκατον πέμπτον τὰς πλαγίας τῶν ὀνομάτων κανονίζει, καὶ τοὺς κατὰ κλίσιν ἀριθμοὺς καὶ τοὺς κατὰ θέμα εἰρημένους. Τὸ ἑκκαιδέκατον περιέχει τὰ εἰς Ω καὶ εἰς ΜΙ ῥήματα κατὰ πᾶν πρόσωπον. Τὸ δέκατον ἕβδομον περιέχει πᾶν ῥῆμα καὶ πᾶσαν μετοχήν. Τὸ δέκατον ὄγδοον ἀντωνυμίας ἄρθρα καὶ προθέσεις. Τὸ δέκατον ἔννατον περιέχει ἐπιῤῥήματα καὶ συνδέσμους. Τὸ εἰκοστὸν περὶ χρόνων τῶν ἐν φωνήεσι καὶ πνευμάτων. Ἐπὶ δὲ τοῖς εἴκοσι ἐν ἄλλῳ βιβλίῳ τὸ ἀναγνωστικὸν εἶδος κατὰ τὴν σύνταξιν τῶν λέξεων παραδέδοται, ἀκολούθως μετὰ τὴν δήλωσιν τῆς καθʼ ἑκάστην προσῳδίας γινομένης διδασκαλίας περὶ διαστολῆς καὶ συναλοιφῶν καὶ τῶν ἄλλων τῶν παρακολουθούντων τῇ ἀναγνώσει, οἷον ὅτε τὸ Ζεύς ὀξυνόμενον οὐκ ἔχει τὴν ὀξεῖαν ῥωννυμένην, ἐν τῷ Ζεὺς δ ’ ἐπεὶ οὖν Τρῶας, ἀλλʼ ἐγκλινομένην διὰ τὴν ἐπιφορὰν τοῦ δέ συνδέσμου.
5
ἐν γοῦν τῷ Ζεύς τε καταχθόνιος ῥώννυται διὰ τὴν ἐπιφορὰν τοῦ τ έ. ἡ δὲ οἱ ἀντωνυμία περισπωμένη ἐν τῷ οἷ αὐτῷ θάνατον, οὐκ ἐφύλαξε τὴν περισπωμένην ἐν τῷ καί οἱ ἐπευχόμενος, τῆς συντάξεως τοῦτʼ ἀπαιτούσης τοῦ σημαινομένου. οὕτως ἔχει καὶ τὸ μάχῃ ἐνὶ κυδιανείρ ῃ, καὶ ὅσα ἄλλα. Τὰ εἰς Ν.
6 (1t)
Βιβλίον α ʹ . Τὰ εἰς ΑΝ λήγοντα ἁπλᾶ ὀνόματα ὀξύνεσθαι θέλει, ἐπʼ εὐθείας πτώσεως μὴ τροπὴν ἀναδεξάμενα ἀπὸ τῶν εἰς ΗΝ βαρυτόνων, οἷον· παιάν Ἰάν Δαρειάν Ἀλκμάν τιτάν πελεκά ν . Τὰ εἰς ΑΝ σύνθετα ἀπὸ ἁπλῶν ῥητῶν πάντα βαρύνονται, οἷον· Αἰγίπαν Ἑρμόπαν αἰνοτίτα ν . τὸ δὲ καρβάν ὀξύνεται, καὶ ὅσα μὴ ἀπὸ ἁπλῶν ῥητῶν. Τὰ εἰς ΗΝ λήγοντα μὴ συντεθειμένα ἀπὸ τῶν εἰς ΗΝ ῥητῶν, εἰ ἔχοι πρὸ τοῦ ΗΝ δασὺ σύμφωνον ἢ ψιλὸν, ὀξύνεσθαι θέλει, οἷον· ἀρχήν εὐχήν ναυχήν κηφήν ὀρφή ν . Τὰ εἰς ΗΝ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ Α ἤτοι μόνον, ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι δισσύλλαβα ὀξύνεται, εἰ μὴ ἔχοι οὐδετέρου παρασχηματισμὸν, οἷον· Ἀγήν αὐχήν ἀτμήν ἀπτήν αἰτήν ἁδήν (ἡ νόσος). Τὰ εἰς ΗΝ λήγοντα ἔχοντα πρὸ τοῦ Η τὸ Σ, ἢ διπλοῦν σύμφωνον μὴ παραληγόμενον τῇ ΟΥ διφθόγγῳ(?) ὀξύνεσθαι θέλει, εἰ μὴ παρασχηματίζοιτο οὐδετέρῳ γένει, οἷον· ἐσσήν καμασήν (ὁ ἰχθῦς) νασσήν ἐρσήν Αἰζήν ἀζήν ἀψή ν .
Τὰ εἰς ΗΝ λήγοντα ὀξύνεται· βαλλήν Τελλήν Ὠλήν σωλήν κωλήν Πελλή ν . σεσημείωται τὸ Ἕλλην βαρυνόμενον. Τὰ εἰς ΗΝ ἁπλᾶ ἔχοντα δεδιπλασιασμένον σύμφωνον ὀξύνεται· ἐσσήν ὀσσήν Τελλήν βαλλήν πλὴν τοῦ Ἕλλη ν . τὸ δὲ ἄῤῥην ἀττικῶς ἀπὸ τοῦ ἄρσην γέγονε. Τὰ εἰς ΗΝ κατʼ ἐπιπλοκὴν δύο συμφώνων ὀξύνεται· πυθμήν Κεβρή ν , πλὴν τοῦ Ἕκτη ν . Τὰ εἰς ΗΝ ἔχοντά τι τῶν μέσων πρὸ τοῦ Η ὀξύνεται, ὁπότε διχρόνῳ παραλήγοιτο, ἢ φύσει μακρᾷ, οἷον· Ὠγήν ἁδήν ἀττήν ἀτταγήν τριβήν (ὁ τρίπους). Τὰ εἰς ΗΝ ὑπὲρ δύο συλλαβὰς χαίρουσι τῇ ὀξείᾳ, οἷον· ἀτταγήν κορδυλήν μαραθήν δοθιή ν , πλὴν τοῦ περπέρη ν . Τὰ εἰς ΗΝ ἀπὸ ῥητῶν ἤτοι διαλεγομένων τῶν εἰς ΗΝ βαρύνεται, οἷον· Ἕλλην φιλέλλην, εἴρην μελλείρη ν , ποιμήν ἀρχιποίμη ν .
Τὰ εἰς ΜΗΝ ὀξύνεται, εἰ μὴ σύνθετα ἀπὸ ἁπλῶν εἴη τῶν εἰς ΜΗΝ· Δαμήν λιμήν ὑμήν ποιμή ν . Τὰ εἰς ΡΗΝ καθαρὸν μὴ ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς τὸ Ε φωνῆεν καταλήγουσαν ὀξύνεται· Σειρήν Πειρήν διπρήν πλὴν τοῦ εἴρη ν . Τὰ εἰς ΡΗΝ καθαρὸν τῷ Ε παραλήγοντα παροξύνεται, οἷον· ἔρην τέρην Θέρην (ποταμὸς) πέρη ν . Τὰ εἰς ΙΝ δικατάληκτα ἁπλᾶ μὲν ὀξύνεται· δελφίν καὶ δελφίς, Τελχίν καὶ Τελχίς, Σαλαμίν καὶ Σαλαμίς, ἀκτίν καὶ ἀκτίς. σύνθετα δὲ βαρύνεται· εὐάκτιν χρυσάκτι ν . Τὰ εἰς ΥΝ λήγοντα βαρύνεται ἐξαιρέτως παρὰ τοῖς Αἰολεῦσι· Φόρκυν Πόλτυν Γόρτυν μόσυν τέκτυν (ὁ τέκτων). Τὰ εἰς ΒΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος δηλοῖ, οἷον· Στίβων τρίβων Στράβων ἄμβω ν . Τὰ εἰς ΒΩΝ ὑπερδισύλλαβα ὀξύνεται· Ἀλαβών ἀῤῥαβώ ν .
τὸ δὲ Χαρναβῶν περισπᾶται. Τὰ εἰς ΓΩΝ δισύλλαβα ἀρσενικὰ, ὁπότε μὴ περιεκτικὴν ἔχοι δύναμιν ἢ διὰ τοῦ Ο κλίνοιτο κατὰ τὴν πρὸ τέλους συλλαβὴν, βαρύνεται, οἷον· πύγων Αἴγων Μέγω ν . τὸ δὲ φλεγών καὶ ἀγών ὀξύνονται. Τὰ εἰς ΓΩΝ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται. καὶ βαρύνεται μὲν, ὅσα φυλάττει τὸ Ω κατὰ τὴν γενικὴν, καὶ διὰ τοῦ ΝΤ κλίνεται· Οὐκαλέγων Πελάγων προάγων Σαλάγγων Ἐρίγω ν . ὀξύνεται δὲ διὰ τοῦ Ο κλινόμενα, εἰ μὴ ἀπὸ συνθέτου τοῦ ΟΣ παρώνυμα ὑπάρχοι, οἷον· Παφλαγών Λαιστρυγών ἀρηγών (ὁ σύμμαχος), πλὴν τοῦ καταπύγων · τὰ γὰρ ἀπὸ συνθέτων εἰς ΟΣ παραχθέντα κατὰ τοῦ αὐτοῦ σημαινομένου βαρύνεται· ἄπειρος ἀπείρων, ἄναιμος ἀναίμω ν , ἀγκύλος ἀγκύλω ν . Τὰ εἰς ΔΩΝ δισύλλαβα ὀξύνεται καὶ βαρύνεται. βαρύνεται μὲν, ὅσα ἐστὶν ἀρσενικὰ διὰ τοῦ ΝΤ κλινόμενα καὶ φυλάττοντα τὸ Ω κατὰ τὴν γενικὴν, χωρὶς τῶν συνεμπιπτόντων πόλει, οἷον· κώδων Φαίδων Φείδων κλύδων κνώδω ν . τὸ δὲ Σιδών πόλις. ὀξύνεται δὲ τὰ διὰ τοῦ Ο μόνου κλινόμενα, οἷον· Μυγδών σαρδών σινδώ ν .
10
Τὰ εἰς ΔΩΝ ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο τῷ Ο ἢ Α ἢ Υ βαρύνεται, οἷον· ἀκόδων κινάδων Κορύδω ν . Τὰ εἰς ΔΩΝ ὑπερδισύλλαβα ὀξύνεται, παραλήγοντα τῷ Υ ἢ Ι, ὀνόματα ὄντα πόλεων ἢ ἐθνικὰ· Ἀμυδών Καλυδών Ἀπιδών χελιδώ ν . Τὰ εἰς ΔΩΝ θηλυκὰ ὀξύνεται· ληθεδών τηκεδών σηπεδών ἀηδώ ν . Τὰ εἰς ΖΩΝ λήγοντα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ εἴη ὑπερδισύλλαβα, ἢ πρὸ τέλους ἔχοι μακρὸν τὸ Α ἢ πόλει ὁμωνυμεῖ, οἷον· μείζων Ῥίζων Ὄζων …. . ὀλίζω ν . τὸ δὲ ἀλαζών (ὁ ὑπερήφανος) ὀξύνεται. τὸ δʼ ἐπὶ ἔθνους φυλάττει τὸ Ω ἐν ταῖς πλαγίαις. Τὰ εἰς ΗΩΝ βαρύνεται· παιήων ξυνήω ν . Τὰ εἰς ΘΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνεται, ὁπότε μὴ ἐθνικὰ εἴη ἢ περιεκτικὰ· μόθων Ὄθων Μάθων (ὁ Θηβαῖος) πίθων (ὁ πίθηκος ὑποκοριστικῶς) Ῥίνθων αἴθω ν . τὸ δὲ Πυθών πόλις καὶ Σιθών καὶ πιθών καὶ κιθών (ὁ χιτὼν) ὀξύνεται. Τὰ εἰς ΘΩΝ ὑπὲρ δύο συλλαβὰς βαρύνεται, ὁπότε μὴ τόπου ἢ ὄρους ὄνομα ὑπάρχοι, ἢ διὰ τοῦ ΝΤ κλίνοιτο, καὶ φυλάττει τὸ Ω τῆς εὐθείας, οἷον· Φαέθων Φαέθοντος, Πυριφλεγέθων Πυριφλεγέθοντος, Κιναίθων ἐνοσίχθω ν .
τὸ μέντοι Μαραθών Ἀργανθών ὀξύνεται. τὸ δὲ Ἱπποθῶν περισπᾶται φυλάττον καὶ τὸ Ω μέγα καὶ διὰ τοῦ ΝΤ κλινόμενον. Τὰ εἰς ΚΩΝ δισύλλαβα ἀρσενικὰ, ὁπότε μὴ εἴη περιεκτικὰ, ἢ μέρος σώματος σημαίνοι, βαρύνεται· Χάλκων Δράκων Κίκων Δίκων Λάκω ν . τὸ δὲ κροκών πευκών χαλκών ὡς περιεκτικὰ ὀξύνεται, καὶ τὸ ἀγκών μέρος σώματος, καὶ τὸ Ἀγκών πόλις ὡς θηλυκὸν, καὶ τὸ εἰκώ ν . Τὰ εἰς ΚΩΝ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται καὶ βαρύνεται καὶ περισπᾶται. τὰ μὲν οὖν διὰ τοῦ ΝΤ κλινόμενα καὶ Ο παραληγόμενα περισπᾶται· Ἱπποκῶν Λαοκῶ ν . τὰ μέντοι μὴ οὕτως καὶ παραληγόμενα τῷ Α ὀξύνεται, εἰ ἔστι τοπικώτερα, οἷον· χαρακών ἀνθρακών φαρμακών (τὸ βαφεῖον)· τοιοῦτο καὶ τὸ γυναικών ἑλικών ὡς τοπικόν· τὸ μέντοι Τριάκων σαλάκων καὶ Αἰολοσίκων ὑγιῶς βαρύνεται· οὐ γάρ εἰσι τοπικά. Τὰ εἰς ΛΩΝ δισύλλαβα βαρύνονται μὴ ὄντα τοπικὰ, οἷον· δόλων Φίλων Γέλω ν . τὸ δὲ αὐλών καὶ μυλών ὡς τοπικὰ ὀξύνονται. Τὰ εἰς ΛΩΝ λήγοντα ὑπὲρ δύο συλλαβὰς βαρύνονται, μὴ ὄντα περιεκτικὰ· Ἀπόλλων Κεφάλω ν .
τὸ δὲ ἀμπελών καὶ καμηλών ὡς περιεκτικὰ ὀξύνονται· τὸ Βαβυλών ἀρσενικῶς, ἀφʼ οὗ καὶ ἡ πόλις, ὁμοίως καὶ τὸ μιμαλλών θηλυκὸν, (ἤτοι μαινάς). Τὰ εἰς ΜΩΝ δισύλλαβα μὴ ὄντα τοπικὰ, [ἢ ἐπὶ καιροῦ λαμβάνοιτο, ἢ ἔχοι πρὸ τοῦ τέλους τὸ Υ ἐκτεταμένον,] βαρύνεται· Ἕρμων Σάλμων Τίμων Σίμω ν . τὰ μέντοι ὀξυνόμενα τοπικά ἐστιν, ἢ ἐπὶ καιροῦ λαμβάνεται, ἢ ἔχει τὸ Υ ἐκτεταμένον· καὶ τὸ κρεμών ὀξύνεται. Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς, εἰ παραλήγοιτο φύσει ἢ θέσει μακρᾷ, βαρύνεται· ἀμύμων ἐγκύμων Ἡγήμων Φιλήμω ν . Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα Α βραχεῖ καὶ μὴ κλινόμενα διὰ τοῦ Ο ὀξύνεται· εἰ δέ τι ἐβαρύνθη, ὡς κύριον. καὶ ὀξύτονα μὲν Τελαμών (καὶ τὸ κύριον καὶ τὸ προσηγορικὸν), καλαμών πλαταμών κεραμών περιεκτικόν· Κεράμων δὲ τὸ κύριον, ὡς τὸ Ποτάμων ἀσσάμω ν . τὸ δὲ τεράμων βαρύνεται ὡς διὰ τοῦ ΝΤ κλινόμενον. Τὰ εἰς ΜΩΝ ὑπὲρ δύο συλλαβὰς ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν βραχεῖαν, ὑπεσταλμένης τῆς εἰς τὸ Α παραλήξεως, εἰ μὲν κλίνοιτο διὰ τοῦ ΝΟΣ, τῆς πρὸ τέλους οὔσης διὰ τῆς Ο, ὀξύνεται· εἰ δὲ διὰ τοῦ Ω, βαρύνεται, οἷον ἐπὶ τῶν βαρυτόνων· Ἀρτέμων Πολέμων Διδύμω ν .
τῶν δὲ ὀξυτόνων τὸ δαιτυμών ἰτυμών κηδεμών ἀκρεμών ἐθνυμών (τὸ ἔθνος). Τὰ διὰ τοῦ ΑΙΜΩΝ βαρύνεται· δαίμων αἵμων ἀναίμων κακοδαίμω ν . Τὰ εἰς ΝΩΝ μὴ ἔχοντα ἐν ἐπιπλοκῇ σύμφωνον, ἢ κατὰ διάστασιν, εἰ μὴ ἐπὶ πόλεων εἴη ἢ περιεκτικὰ, βαρύνεται· Μέμνων ἄφνων Ἄγνω ν . τὸ Κρανών ὡς ἐπὶ πόλεως ὀξύνεται, καὶ τὸ δαφνών ὡς περιεκτικόν. Τὰ εἰς ΝΩΝ ἔχοντα τὴν πρὸ τέλους εἰς φωνῆεν ἢ φωνήεντα λήγουσαν, εἰ μὴ τοπικὰ εἴη, βαρύνεται ἢ ἰσοδυναμεῖ τοῖς διὰ τοῦ ΩΝΟΣ, οἷον· Κόνων Σίνω ν . τὸ δὲ κανών ὀξύνεται, προσέτι πλατανών καὶ ξενώ ν . Τὰ εἰς ΞΩΝ, ὁπότε μὴ εἴη ἐπίθετα, δυνάμενα καὶ ἐπὶ θηλυκοῦ τάττεσθαι, βαρύνονται· ἄξων πράξω ν . τὸ μέντοι δραξών ὀξύνεται ὡς ἐπιθετικόν. Τὰ εἰς ΠΩΝ μὴ ὄντα περιεκτικὰ βαρύνεται· Λάμπων δράπων (ὁ δραπέτης) Δούπων Ἵππων τὸ κύριον, ἱππών περιεκτικὸν, πέπων τὸ πεπώνιον, πεπών περιεκτικόν.
Τὰ εἰς ΡΩΝ μετʼ ἐπιπλοκῆς συμφώνου, εἰ μὴ εἴη περιεκτικὰ, ἢ ἐπὶ πόλεων, ἢ διὰ τοῦ ΝΥ κλινόμενα, βαρύνεται· ἄφρων πρόφρων Μάκρω ν . τὸ μέντοι ἀντρών λουτρών ἀνδρών ὡς περιεκτικὰ ὀξύνεται. τὸ δὲ Δεξικρῶν καὶ Ἑρμοκρῶν ὡς διὰ τοῦ ΝΤ κλινόμενα περισπᾶται. Τὰ εἰς ΡΩΝ μὴ παραληγόμενα τῇ ΟΙ ἢ ΑΙ διφθόγγῳ, εἰ μὴ τοπικὰ εἴη ἢ πόλει ὁμωνυμεῖ, βαρύνονται· Θήρων Νέρων γέρων τήρω ν . τὸ δὲ οἰρών καὶ σχαιρών διὰ τὰς διφθόγγους, καὶ τὸ προθυρών θυρών ἀχυρών Πλευρών ὡς τοπικὰ ἢ ὁμώνυμα. Τὰ εἰς ΣΩΝ ἀρσενικὰ, εἰ μὴ ἐθνικὰ εἴη ἢ περιεκτικὰ, βαρύνονται· Παύσων Θράσων Αἴσων Ἰάσω ν . τὸ δὲ Ὀλοσσών πόλις ……. καὶ τὸ κισσών ὡς περιεκτικόν. Τὰ εἰς ΤΩΝ μὴ περιεκτικὰ …… διὰ τοῦ Ο κλινόμενα βαρύνεται· εἰ δέ τι ὀξυνθῇ, τοῦτο διαστολὴν ἀνεδέξατο βαρυνομένου· Πλούτων Πλάτων Κράτων Χίτων ποταμός, χιτών δὲ τὸ ἱμάτιον.
15
τὸ Ἀρίστων Ἑκάτων Χαρίτων βαρύνονται· τὸ δὲ κοιτών ἱστών προβατών ὡς περιεκτικὰ ὀξύνεται. Τὰ δὲ διὰ τοῦ ΥΩΝ ὑπὲρ δύο συλλαβὰς καὶ βαρύνεται καὶ ὀξύνεται. καὶ βαρύνεται μὲν, ὅσα κλίνεται διὰ τοῦ Ω, μὴ συνεμπίπτοντα πόλεσιν, ὡς ἔχει Ἀμφιτρύων Ἠλεκτρύω ν . τὸ δὲ σικυών ὀξύνεται. τὰ μέντοι κατὰ γενικὴν τρέποντα τὸ Ω εἰς Ο ὀξύνεται· ἀλεκτρυών Γηρυών Κερκυών ἀμφικτυώ ν . Τὰ εἰς ΦΩΝ ἀρσενικὰ σύνθετα διὰ τοῦ ΝΤ κλινόμενα περισπᾶται· Ἀγλαοφῶν Ξενοφῶν Ἀντιφῶν Δημοφῶ ν . τὸ μέντοι κολοφών καὶ κατηφών ὀξύνεται. Τὰ εἰς ΧΩΝ δισύλλαβα ἀρσενικὰ βαρύνονται μὴ ὄντα μηνῶν ὀνόματα· Βρύχων Τύχων Σπέρχω ν . τὸ δὲ γλήχων ὤφειλε βαρύνεσθαι. εἰ δὲ θηλυκὸν καὶ διὰ τοῦ Β, ὀξύνεται. τὸ δὲ παχών ὀξύνεται ὄνομα μηνὸς παρʼ Αἰγυπτίοις ὄν. τὸ δὲ Πολυσπερχῶν διὰ τοῦ ΝΤ κλινόμενον περιεσπάσθη. Τὰ εἰς ΩΝ ἐν τέλει ἔχοντα τὸν τόνον καὶ κλινόμενα διὰ τοῦ ΝΤ περισπᾶται· Ξενοφῶν Ἱπποκῶ ν . σεσημείωται τὸ Ποσειδῶν καὶ ταῶν καὶ τυφῶν περισπώμενα μὲν, οὐ μέντοι διὰ τοῦ ΝΤ κλινόμενα.
Τὰ εἰς ΩΝ θηλυκὰ μὴ ἐπὶ πόλεων κατηγορούμενα ὀξύνεται, ὁπότε μὴ διὰ τοῦ Ω κλίνεται· χιών λαγών τρυγών σταγών γοργώ ν . τὸ δὲ τρήρων μήκων γλήχων βαρύνονται φυλάττοντα τὸ Ω ἐπὶ τῆς γενικῆς. Τὰ εἰς ΩΝ δισύλλαβα ἐπὶ πόλεων ὀξύνονται· εἰ δέ τι βαρυνθῇ, ἑτέρῳ χαρακτῆρι, ἢ διαστολῇ σημαινομένου· Ἠιών Πλευρών Πυθών Σιδώ ν . τὸ Ἴτων βαρύνεται, ὡς [ἐν] ἑτέρῳ χαρακτῆρι ὑποπεσόν· (καθόλου γὰρ τὰ εἰς ΤΩΝ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται μὴ ὄντα τοπικὰ, διὰ τὸ κοιτώ ν . τὰ δὲ βαρύτονα· Πλούτων γείτων Τρίτω ν) … Σούλμων πόλις Σικελίας, πλὴν τοῦ κροτώ ν . Τὰ εἰς ΩΝ ὑπὲρ δύο συλλαβὰς ἐπὶ πόλεων ὀξύνεσθαι θέλει, εἰ μὴ εἰς ΛΩΝ λήγοι ἔχοντα πρὸ τοῦ τέλους Α, ἢ ἔννοιαν συνθέσεως· Ἐλεών Μεδεών Σικυών Βαβυλώ ν . σεσημείωται τὸ Ἀσκάλων καὶ ἀσσάλω ν . Τὰ εἰς ΩΝ σύνθετα ἀπὸ ἁπλῶν, συντεθειμένα ῥητὰ ἀπὸ βαρυτόνων βαρύνονται· Ἀνακρέων Χαμαιλέω ν .
τὰ δὲ ἀπὸ περισπωμένων περισπῶνται· φιλοξενοφῶν φιλοκτησιφῶν · καὶ τὰ ἀπὸ ὀξυτόνων φυλάττει τὴν ὀξεῖαν· φιλομακεδών ἱππαλεκτρυώ ν . Τὰ εἰς ΩΝ ὀξύτονα δισύλλαβα καὶ μονοσύλλαβα ἐν τῇ συνθέσει ἀναβιβάζουσι τὸν τόνον, ὁπότε μὴ σχέσει τοπικῇ ἥνωται, ὡς ἔχει τὸ κατὰ συνήθειαν· προκοιτών προπυλών προθυρώ ν . τὰ δὲ ἄλλα ἀναβιβάζουσι τὸν τόνον, οἷον· βαθυλείμων ἀχίτων αὐτόχθω ν . Αἱ εἰς ΩΝ λήγουσαι μετοχαὶ δισύλλαβοι ὀξυτονούμεναι ὡς ὀνόματα κλινόμενα μετατιθέασι τὸν τόνον, οἷον· Ἀμφίων Ὑπερίω ν . Καὶ τοσαῦτα περὶ τῶν εἰς Ν ληγόντων ἀρσενικῶν καὶ θηλυκῶν. Τὰ εἰς ΩΝ τοὺς τρεῖς ἐπιδέχεται τόνους· τὰ μὲν γὰρ ὀξύνεται, ὡς αἰώ ν , τὰ δὲ βαρύνεται, ὡς Πλάτω ν , τὰ δὲ περισπᾶται, ὡς Ξενοφῶ ν . Τὰ εἰς ΩΝ συγκριτικὰ καὶ ὑποκοριστικὰ βαρύνεται· …. Ἀτρείων Κρονίων μωτίων Ἡφαιστίω ν . Τὰ διὰ τοῦ ΩΝ ἀρσενικὰ δισύλλαβα παραληγόμενα Α βραχεῖ βαρύνεται, μὴ ὄντα περιεκτικὰ· Φάων Κάων Κρέων λέων Νέω ν , νεών δὲ ὡς περιεκτικόν. Τὰ διὰ τοῦ ΙΩΝ βραχεῖ παραληγόμενα βαρύνεται· Ἠμαθίων Ἐνδυμίω ν .
Ἔτι καὶ τὰ ἔχοντα τὸ Ι μακρὸν· κίων πρίων Ἐχίων Δηΐων Ἀμφίων βραχίω ν . Ἔτι τὰ διὰ τοῦ ΑΩΝ· Μαχάων Ποσειδάων Ἀρετάω ν . Τὰ εἰς ΩΝ ὀνόματα μηνῶν ἢ χρόνων ὀξύνεται· Ποσειδεών ἐλαφηβολιώ ν . καὶ τὰ τοπικὰ περιεκτικὰ· ἀγών ἱππών ἀνδρώ ν . Τὰ διὰ τοῦ ΑΙΩΝ ὑπερδισύλλαβα, εἰ μὴ εἴη ὀνόματα μηνῶν ἢ ποταμῶν, βαρύνονται, οἷον· Εὐφραίων Ἀκταίων εὐαίω ν . Περὶ τῶν εἰς Ξ καὶ εἰς Ρ καὶ εἰς ΑΣ ληγόντων ὀνομάτων. Βιβλίον β ʹ . Πᾶν ὄνομα εἰς Ξ λῆγον ὑπὲρ μίαν συλλαβὴν βαρύνεται, εἰ μὴ παρὰ ῥῆμα εἴη συντεθειμένον, καὶ μίαν συλλαβὴν φυλάττοι τοῦ ῥήματος, καὶ ἐπιθετικὸν ὑπάρχοι, μὴ ἐθνικὸν· Φαίαξ θώραξ ἄναξ κλῖμαξ αὖλαξ · τὸ διασφάξ ὀξύνεται. τὰ δὲ ἀπὸ ῥήματος συγκείμενα· βλεφαριπάξ καὶ λητροβαστάξ καὶ νεκροβαστά ξ . τὸ δὲ Ἄσφαξ βαρύνεται ὡς ἐθνικόν. Τὰ εἰς ΕΞ καὶ ΙΞ καὶ ΟΞ καὶ ΥΞ πάντα βαρύνεται· Λέλεξ πέρδιξ Καππάδοξ κήρυ ξ .
Τὰ εἰς ΗΞ μὴ ὄντα σύνθετα ἐπιθετικὰ βαρύνεται· μύρμηξ σκώληξ ἀλώπη ξ . Τὰ εἰς ΗΞ σύνθετα παρὰ ῥῆμα ὀξύνεται, εἰ ἐπιθετικὰ εἴη· βουπλήξ κυμοπλήξ μεθυπλή ξ . τὸ ὕσπληξ καὶ ἀντίπηξ βαρύνεται, ὅτι οὐκ ἐπιθετικά. τὸ δὲ χηναλώπηξ καὶ αὐτὸ βαρύνεται, ὡς τὸ χαμαισκώληξ λεοντομύρμη ξ . Τὰ εἰς ΩΞ ὀξύνεται, ὅσα μίαν συλλαβὴν ἔχει ἐπὶ τέλους ἐν τῇ συνθέσει· ἀποῤῥώξ κυαμοτρώξ θυλακοτρώξ κυμορρώξ · τὸ δὲ θηροδίωξ αἰγοδίωξ βαρύνεται, ὡς δύο φυλάξαντα συλλαβὰς ἐν τῇ συνθέσει. Περὶ τῶν ληγόντων εἰς ΑΡ. Τὰ εἰς ΑΡ ὑπὲρ μίαν συλλαβὴν εἴτε ἀρσενικὰ εἴτε οὐδέτερα βαρύνεται· μάκαρ δάμαρ ὄναρ οὖθα ρ . Ἔτι τὰ εἰς ΩΡ· ῥήτωρ κέλωρ ἄπω ρ . Ἔτι τὰ εἰς ΥΡ οἷον· μάρτυρ Κέρκυρ Ἴλλυρ Λίγυ ρ . Τὰ εἰς ΗΡ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνεται μὲν ἁπλᾶ ὄντα ἀρσενικά.
20
ὁ δὲ λόγος τοῦ Τ προηγουμένου τοῦ Η· στατήρ ἐλατήρ καμπτήρ ἐξαυστή ρ . ἐξαύτηρ δὲ κύριον, ὡς τὸ ἀμάτηρ καὶ ἄντη ρ , καὶ ἄστηρ κύριον (?) ἀρσενικὰ δὲ εἶπε διὰ τὰ θηλυκά. καὶ γὰρ τὰ εἰς ΗΡ θηλυκὰ μὴ μετατιθέμενα κατά τι ἔθος ποιητοῦ εἰς διάφορον γένος βαρύνεται· μήτηρ θυγάτηρ Δημήτη ρ. τὸ δὲ γαστήρ ὀξύνεται. Τὰ εἰς ΗΡ ἐθνικὰ ἢ κύρια, μὴ συνεμπίπτοντα προσηγορικοῖς, βαρύνονται· Ἴβηρ Ἀνίβηρ Δόβηρ Πίη ρ. τὸ μέντοι Ἐλευθήρ ὀξύνεται, ὡς τὸ Ἀστή ρ. Τὰ εἰς ΗΡ [ἁπλᾶ] μὴ ὄντα σύνθετα, μηδὲ ἐθνικὰ, ὀξύνεται· ἀνήρ ἀήρ αἰθήρ σπινθή ρ. τὸ μέντοι ἐρίηρ ὡς σύνθετον βαρύνεται. Τὰ εἰς ΗΡ ὀξύτονα φυλάττοντα τὸ Η κατὰ τὴν γενικὴν φυλάττει καὶ τὸν τόνον ἐν τῇ συνθέσει, οἷον· δετήρ ἀμαλλοδετήρ, στατήρ ὀβολοστατή ρ. τὸ μέντοι ἀνήρ λιπάνηρ, δαήρ πολυδάηρ, πατήρ αἰνοπάτηρ ὡς μὴ φυλάττοντα τὸ Η βαρύνονται. καὶ τὸ πάνθηρ καὶ σατυρόφηρ ἀπὸ μονοσυλλάβων. Τὰ εἰς ΕΙΡ ὑπὲρ μίαν συλλαβὴν ἀσυνήθη μὲν, τὰ δὲ εὑρεθέντα βαρύνεται· Βέχειρ Σάπειρ Ἀλάζειρ Λίγειρ Ἐλάτειρ ἑκατοντάχειρ ἀντίχει ρ.
ἔτι καὶ τὰ μονοσύλλαβα. οἷον· χείρ φθείρ Εἴ ρ. Τὰ εἰς ΩΡ πάντα βαρύνονται· Νέστωρ Ἕκτωρ Κάστωρ ἄχωρ (τὸ τῆς κεφαλῆς πιτύρισμα.) τὸ μέντοι ἰχώρ ὀξύνεται. Περὶ τῶν εἰς ΑΣ πολυσυλλάβων. Τὰ εἰς ΑΣ πολυσύλλαβα ἐκτεταμένον ἔχοντα τὸ Α βαρύνεται ἢ περισπᾶται. καὶ βαρύνεται μὲν Αἴας Θόα ς· περισπᾶται δὲ ἀρκᾶς πελεκᾶ ς. οὐδέποτε δὲ ὀξύνεται, χωρὶς εἰ μὴ ὦσιν ἀπὸ παθητικοῦ παρακειμένου σύνθετα, ὅθεν τὸ ἱμάς καὶ ἀνδριάς ὡς ἐκτεταμένον ἔχοντα τὸ ΑΣ σημειούμεθα ὀξυνόμενα, καὶ τὸ χαλκοκράς καὶ γαλακτοκράς ὡς ἀπὸ παθητικοῦ παρακειμένου. βαρύνεται δὲ τὰ εἰς ΑΣ καθαρὸν· Ἀρχίας Λοξίας Γοργία ς. τὸ μέντοι τριάς θηλυκὸν καὶ συστελλόμενον ἔχει τὸ Α. Τὰ εἰς ΒΑΣ βαρύνονται· βίβας Φόρβας Ἄββας (ποταμὸς), τὸ δὲ ἀκριβᾶς περισπᾶται. Τὰ εἰς ΓΑΣ πάντα βαρύνεται, εἰ μὴ ἐπὶ σκώμματος εἴη, ὡς ἔχει τὸ φαγᾶς · γίγας μέγα ς.
τὸ μέντοι φυγάς ὀξύνεται οὐκ ἔχον τὸ Α ἐκτεταμένον. σεσημείωται τὸ ἀτταγᾶς περισπώμενον, ὅπερ καὶ ἀτταγήν λέγεται. Τὰ εἰς ΔΑΣ βαρύνεται, εἰ μὴ διὰ τοῦ ΔΟΣ κλίνοιτο ἢ συναληλιμμένα εἴη ἢ ὑποκοριστικὰ· Ἴδας Βρασίδα ς. τὸ μέντοι Θευδᾶς περισπᾶται, ὡς Μητρᾶς Ζηνᾶς Πυθᾶ ς· τὸ δὲ Κερκιδᾶς ἀπὸ συναλοιφῆς. Τὰ εἰς ΑΣ ἐκτεταμένον ἔχοντα τὸ πρὸ τῶν διπλῶν βαρύνονται· Βύζας Ἐλίξας ἀλείψα ς. τὸ μέντοι ὑψᾶς περισπᾶται, καὶ τὸ ἑξᾶς ἐπὶ ποσότητος ὄν. Τὸ εἰς ΛΑΣ διʼ ἑνὸς Λ βαρύνονται, εἰ μὴ ἐκ συναλοιφῆς εἴη· Γέλας Ὕλας μέλα ς. τὸ μέντοι ἱλᾶς περισπᾶται ἀπὸ τοῦ ἱλάεις. Τὰ εἰς δύο ΛΛ ἐκτείνεται· μύλλας Πάλλας βάλλας χωρὶς εἰ μὴ ἐπὶ σκώμματος εἴη, ἢ ἔχοι τι ἐντελέστερον. τὸ μέντοι πελλᾶς (ὁ γέρων) περισπᾶται ἐπὶ σκώμματος ὂν, καὶ τὸ ἀλλᾶς καὶ βιλλᾶ ς. Τὰ εἰς ΜΑΣ βαρύνεται· Τόλμας ἀδάμας, εἰ μὴ κατὰ τροπὴν εἴη Δωρικὴν, ὡς τὸ Ἑρμᾶς καὶ τὸ Ἀρτεμᾶς ὑποκοριστικόν.
σεσημείωται δὲ τὸ ἱμάς ὀξυνόμενον. Τὰ εἰς ΝΑΣ ὁμοίως, εἰ μὴ εἴη ὑποκοριστικὰ, ἢ ἐπὶ σκώμματος· ἁρπύνας ξένα ς . Μηνᾶς μέντοι καὶ Ζηνᾶς ὑποκοριστικά. τὸ δὲ δακνᾶς περισπᾶται, ὅτι ἐπὶ σκώμματος τάσσεται. Ἔτι τὰ εἰς ΡΑΣ μὴ ὄντα ὑποκοριστικὰ, ἢ συναληλιμμένα, ἢ νόμισμα δηλοῦντα· Θήρας Ἀθύρας Πυθαγόρα ς. τὸ μέντοι Μητρᾶς Ἡρᾶς τετρᾶς βορρᾶς περισπᾶται. τὸ δὲ τετράς τετράδος συστέλλεται. Τὰ εἰς ΑΣ σύνθετα πάντα βαρύνεται· παιδοπίπας εὐφαρέτρα ς. Τὸ μέντοι χαλκοκράς ὀξύνεται ἀπὸ τοῦ παθητικοῦ παρακειμένου συντεθέν. τὸ δὲ φιλοπελλᾶς καὶ φιλοβοῤῥᾶς τὸν τῶν ἁπλῶν ἐφύλαξε[ν] τόνον. Τὰ εἰς ΑΣ συνεσταλμένα ἀρσενικὰ καὶ θηλυκὰ ὀξύνεται καὶ διὰ τοῦ ΔΟΣ κλίνεται· ὁ φυγάς καὶ ἡ φυγάς, ὁ Ἀρκάς καὶ ἡ Ἀρκάς, δυάς τριά ς.
τὸ μέντοι μέγας καὶ λᾶας ὡς συστελλόμενα βαρύνονται. Πᾶν οὐδέτερον εἰς ΑΣ βαρύνεται· γέρας γῆρας δέπας δέμας σέβα ς. βιβλίον γ ʹ. Πᾶν ὄνομα δισύλλαβον ἁπλοῦν εἰς ΗΣ καθαρεῦον ἀσυνάλειπτον βαρύνεται, εἰ μὴ ἔχοι πρὸ τέλους μόνον τὸ Υ ……· Ναίης Δάης Κλεύης Βρύη ς. τὸ δὲ Ὑῆς περισπᾶται ἔχον τὸ Υ, ὥσπερ καὶ τὸ Θυῆς Κυῆς ἰσοσυλλάβως κλινόμενα. τὰ δὲ περιττοσυλλάβως κλινόμενα βαρύνονται ….. λύης λύεντος, ἀπὸ τοῦ λυήεις. καὶ τὸ ζαής ὡς σύνθετον ὀξύνεται. Τὰ εἰς ΒΗΣ δισύλλαβα παραληγόμενα φωνήεντι βαρύνεται· κάβης λέβης Κέβης Χάβης θήβη ς. τὸ δὲ κιβῆς περισπᾶται ἀπὸ τοῦ κιβέας. Τὰ εἰς ΓΗΣ δισύλλαβα βαρύνονται, χωρὶς εἰς μή τι ἐκ συνθέτου καταλελειμένον εἴη, ἢ παρώνυμον ἐπιθετικόν. τότε γὰρ περισπᾶται, ὅτε συναλήλιπται, ἢ βραχείᾳ παραλήγοι, ἢ ἰσοσυλλάβως κλίνοιτο. καὶ ἃ μὲν βαρύτονα· Μέγης Γύγης Σάγγης Μόργη ς.
25
τὸ μέντοι ἀργής ἐπιθετικὸν, ὥσπερ καὶ τὸ ἀγής σύνθετον ἀπὸ τῆς ἀγῆς (ὁ μὴ κλώμενος). τὸ δὲ μογῆς καὶ δρογῆς ἰσοσυλλάβως κλινόμενα περισπᾶται· καὶ τὸ φθογγῆς ἐκ τοῦ φθογγήεις καὶ τὸ Αὐγῆς ἐκ τοῦ Αὐγέα ς. Τὰ εἰς ΔΗΣ δισύλλαβα μὴ διὰ τοῦ ΟΥΣ κλινόμενα βαρύνονται· Πύδης ᾅδης Γράδης μέδη ς. τὸ μέντοι ψευδής καὶ φραδής ἐπιθετικά. καὶ τὸ Ποδῆς καὶ ῥοδῆς περισπάσθη, ὅτι τὸ Ο παραλήγει. Τὰ εἰς ΗΣ ἀσυνάλειπτα βαρύνονται· Ἄνθης Σκύθης Σεύθης Λάχης Πάχη ς. τὸ μέντοι κριτής …. καὶ ψαλτής ἀττικῶς ὀξύνεται· καὶ ἔτι τὸ ληιστής λῃστής. τὸ δὲ δεσπότης ἀρσενικὸν, τὸ δεσπότις θηλυκόν. Τὰ εἰς ΗΣ δισύλλαβα μὴ ὄντα τοπικὰ ἢ συναληλιμμένα βαρύνονται ἔχοντα πρὸ τοῦ ΗΣ ἢ Ξ· Ξέρξης Χρύσης κάση ς. τὸ μέντοι κασῆς (τὸ πιλωτὸν ἱμάτιον) περισπᾶται. τὸ δὲ Κισσῄς ὀξύνεται ὡς ἐπίθετον. Τὰ εἰς ΝΗΣ καὶ ΡΗΣ δισύλλαβα ἁπλᾶ μὴ ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον βαρύνεται· εἰ δέ τι περισπασθῇ, τοῦτο κατὰ συναλοιφὴν ἐγένετο, ἢ ἰαμβικόν ἐστι καὶ ἰσοσύλλαβον.
ὅσα δὲ ὀξύνεται, εἰς ΟΥΣ ἔχει τὴν γενικὴν ἢ εἰς ΤΟΣ. τὰ βαρύτονα· πένης πλάνης Μύνης χλούνης Φάνη ς. τὸ μέντοι σθενῆς τεχνῆς λαχνῆς ζαχρῆς ἀπὸ συναλοιφῆς γίνονται. καὶ τὸ Φανῆς ἰαμβικὸν ἰσοσύλλαβον. Τὰ εἰς ΗΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Η ἀμετάβολον μετʼ ἐπιπλοκῆς συμφώνου ἑτέρου κύρια ὄντα ἢ προσηγορικὰ βαρύνεται· Μέσθλης μάσθλης Μάγνης Πίγρης Ὅπλης Πέτρης (λιμήν τις). εἴ τι δὲ περισπασθῇ, κατὰ πάθος γέγονε. τὸ μέντοι γυμνής ἀβλής προβλής ἐπιθετικὰ ὄντα ὀξύνεται. Τὰ εἰς ΗΣ ἐπιθετικὰ δισύλλαβα εἰς ΟΥΣ τὴν γενικὴν ποιοῦντα καὶ μὴ παθόντα συγκοπὴν ὀξύνεται· ψευδής πρηνής ζαής ἀλή ς. τὸ δὲ πλήρης βαρύνεται (πληήρης γὰρ), ὡς ξιφήρης ὀλιγήρη ς. καὶ τὸ Ἄρης κύριον. Τὰ εἰς ΗΣ δισύλλαβα κύρια ἔχοντα Υ ἐν τῇ παραληγούσῃ περισπᾶται· Μυῆς Θυῆς Κυῆ ς. βαρύνεται δὲ τὸ Βρύης Κύης περιττοσύλλαβα. γύης δὲ οὐ κύριον. Τὰ εἰς ΗΣ κύρια ἀπὸ ἐντελεστέρου περισπᾶται· Ἑρμῆς Θαλῆς Πυλῆς Ποδῆ ς. Τὰ παρὰ τὸ κλέος ἐπίθετα μὲν ὄντα ὀξύνεται· εὐκλεής ἀκλεή ς· κύρια δὲ ὄντα ἐν μὲν τῇ ἐντελείᾳ βαρύνεται, ἐν δὲ τῇ συναιρέσει περισπᾶται· Ἡρακλέης Ἡρακλῆ ς.
καὶ τὰ εἰς ΕΑΣ· ἀρτεμέας ἀρτεμῆ ς. Τὰ εἰς ΗΣ ἀπὸ τῶν εἰς ΗΕΙΣ περισπῶνται· τιμῆς τεχνῆς δαφνῆ ς. Τὰ εἰς ΗΣ πατρωνυμικὰ ἢ ὡς πατρωνυμικὰ βαρύνεται· Πηλείδης Ἀτρείδης Κρονίδης Εὐριπίδης Θουκυδίδη ς. Ἔτι τὰ διὰ τοῦ ΩΔΗΣ· εὐώδης πετρώδης δυσώδη ς. Ἔτι τὰ πολυσύλλαβα παρώνυμα· εὐπατρίδης ἑπταπόδη ς. τὸ δὲ ἐθελοντής ἀπὸ τοῦ ἐθέλοντος, καὶ ἑκοντής ἀπὸ τοῦ ἑκόντος γενικῆς μετοχῆς. Ἔτι τὰ διὰ τοῦ ΟΛΗΣ καὶ ΟΝΗΣ· Ὀζόλης Μηριόνη ς. τὸ μέντοι ἀολλής ἐπίθετον καὶ εἰς ΟΥΣ τὴν γενικὴν ἔχει. Ἔτι τὰ διὰ τοῦ ΑΝΗΣ κύρια· Ἀριστοφάνης Θεοφάνη ς. τὸ δὲ ἐπίθετον θεοφανής ὀξύνεται. καὶ τὰ εἰς ΗΣ Περσικὰ πάντα· Ἰνταφέρνη ς. Τὰ εἰς ΣΤΗΣ πολυσύλλαβα ὀξύνεται· τευχηστής ὀρχηστής ἀλφηστής Ἔτι τὰ εἰς ΑΡΗΣ, εἰ μὴ ἐπίθετα εἴη· Κυαξάρης Παντάρης Σωχάρη ς. Ἔτι τὰ διὰ τοῦ ΗΡΗΣ· χαλκήρης χρυσήρης θυμήρης φρενήρης τριήρη ς. Ἔτι τὰ διὰ τοῦ ΩΡΗΣ· Διώρης Λυκώρης, ὅπερ Καλλίμαχος ὀξύνει.
Τὰ εἰς ΤΗΣ ἁπλᾶ ἀρσενικὰ βραχείᾳ παραληγόμενα βαρύνεται· οἰκέτης ὀφειλέτης ἐργάτη ς. τὸ εὑρετής δὲ ὀξύνεται καὶ τὸ ἀθλητής μαθητής ποιητής, ὅτι ἔχουσι τὴν παραλήγουσαν μακράν. τὸ δὲ προπετής ἀκρατής τριετής σύνθετα. Τὰ εἰς ΟΙΤΗΣ ἰσοσύλλαβα βαρύνεται· Δαμοίτης Μενοίτης Θυμοίτη ς. Ἔτι τὰ διὰ τοῦ ΑΤΗΣ τὸ Α μακρὸν ἔχοντα, μὴ ὄντα ῥηματικὰ, βαρύνεται· Τεγεάτης Σπαρτιάτης Ἐλεάτη ς. Τὸ δὲ θεατής καὶ πειρατής ῥηματικὰ ὄντα ὀξύνεται. Ἔτι τὰ εἰς ΙΤΗΣ τοῦ Ι μακροῦ ὄντος καὶ ΕΙΤΗΣ· πολίτης τεμενίτης εὐρείτης βαθυῤῥείτης, καὶ ὅσα παρώνυμα τὸ Υ μακρὸν ἔχοντα· πρεσβύτης Ἀρχύτης Πιδύτη ς. τὸ μέντοι κωλυτής μηνυτής ῥηματικὰ καὶ οὐ παρώνυμα. Ἔτι τὰ διὰ τοῦ ΩΤΗΣ μὴ ῥηματικὰ· δεσμώτης στρατιώτη ς. Ἔτι τὰ διὰ τοῦ ΕΣΤΗΣ μὴ ὄντα ἐπιθετικὰ· Ὀρέστης Θυέστης Ἀκέστη ς. τὸ μέντοι κηδεστής καὶ ἀργεστής ἐπιθετικὰ ὀξύνοντα ι . Ἔτι βαρύνονται τὰ παρὰ τὸ ὀλῶ · πανώλης ἐξώλης προώλη ς.
Τὰ εἰς ΗΣ ἐπίθετα παρὰ ῥῆμα σύνθετα εἰς ΟΥΣ ποιοῦντα τὴν γενικὴν ὀξύνεται· εὐσεβής ἀσεβής εὐλαβής θεοφιλής αὐτοσφαγής πολυδευκής · Πολυδεύκης δὲ τὸ κύριον βαρύνεται. τὸ μέντοι φιλαλήθης καὶ μισαλήθης καὶ εὐήθης καὶ κακοήθης παρʼ ὄνομά εἰσιν οὐ παρὰ ῥῆμα. Τὰ εἰς ΗΣ κύρια ἀπὸ τῶν εἰς ΟΣ οὐδετέρων σύνθετα βαρύνεται· Δημοσθένης Διογένης, καὶ τὰ …… ἔχοντα Η ἐν τῇ παραληγούσῃ ἀπὸ δισυλλάβου· συνήθης κακοήθη ς. τὰ δὲ μὴ τοιαῦτα ἐπίθετα ὀξύνεται· εὐγενής ἀγενής εὐμενής εὐτυχή ς. Τὰ εἰς ΤΗΣ παρὰ τὸ ἔτος καὶ ἔργον ὀξύνεται· διετής τριετής λεπτουργής ναξιουργή ς. Τὰ εἰς ΗΣ ἀπὸ τῶν εἰς ΥΣ ὀξυτόνων μὲν ὀξύνονται· βριθύς ἐμβριθής, βαρύς ἀβαρής, βαρυτόνων δὲ βαρύνονται· πῆχυς τριπήχης τετραπήχη ς. Τὰ εἰς ΗΣ σύνθετα τὴν τῶν πρωτοτύπων τάξιν φυλάττει· ἐρανιστής ἀρχερανιστής, δανειστής μισοδανειστής, λῃστής ἀρχιλῃστής, Ἀπελλῆς φιλαπελλῆ ς. σεσημείωται· ἀληθής φιλαλήθης, κριτής δικαιοκρίτη ς. τὸ δὲ ὑποκριτής οὐ παρὰ τὸ κριτής, ἀλλὰ παρὰ τὸ ὑποκρίνομαι. Τὰ εἰς ΤΗΣ πολυσύλλαβα θηλυκὰ βαρύνονται· λογιότης λευκότης ποιότη ς.
30
σεσημείωται ταχυτής βραδυτής ἁδροτή ς· καὶ τὰ παρʼ Ἀθηναίοις ὀξύτονα· τραχυτής κουφοτή ς· τὸ μέντοι ποτής καὶ ἐσθής δισύλλαβα. τὸ δὲ νημερτής ἐπίθετον. Περὶ τῶν εἰς ΙΣ ὀνομάτων. Βιβλίον δ ʹ. Τὰ εἰς ΙΣ ὀνόματα συνεσταλμένον τὸ Ι ἔχοντα ἀρσενικὰ καὶ θηλυκὰ καὶ κοινὰ βαρύνεται· ὄφις ὄϊς πάϊς μάντι ς. Τὰ εἰς ΙΣ βαρύτονα καὶ ἐν τῇ συνθέσει βαρύνονται· μῆτις πολύμητις, ἴδρις ἄϊδρις, πόλις φιλόπολις, χάρις εὔχαρι ς. Τὰ εἰς ΙΣ ὀξύτονα πὴ μὲν ἐν τῇ συνθέσει φυλάττουσι τὸν τόνον πὴ δὲ βαρύνονται. καὶ φυλάττουσι μὲν τὰ φυλάττοντα τὸ θηλυκὸν γένος· σκελίς περισκελίς, νυχίς παννυχί ς. τὰ δὲ κοινωνοῦντα ἀρσενικῷ γένει μετατιθέασιν· ἐλπίς εὔελπις, ἀσπίς λεύκασπι ς. Τὰ εἰς ΙΣ πατρωνυμικὰ ἢ τύπον ἔχοντα πατρωνυμικῶν ὀξύνονται· Πριαμίς Τανταλίς Τυνδαρίς (ἡ τοῦ Τυνδάρεω). Τὰ εἰς ΙΣ ὑποκοριστικὰ ἔχοντα ἐν ἴσαις συλλαβαῖς τὴν παραγωγὴν ὀξύνεται· θεραπαινίς ἑταιρίς λυρί ς.
τὸ δὲ Ἶφις ἀπὸ τοῦ ἶφι γενόμενον βαρύνεται. Τὰ εἰς ΙΣ ἐσχηματισμένα ἀπὸ βαρυτόνων μελλόντων ἢ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται· ποιήσω ποίησις, γνώσω γνῶσις, πράξω πρᾶξις, πέφανσαι φάνσις, μεμίανσαι μίανσι ς. τὸ δὲ ἁψίς σεσημείωται μακρὸν ἔχον τὸ Ι. Τὰ εἰς ΒΙΣ ὑπερδισύλλαβα ὀξύνεται ἢ (προ)παροξύνεται. ὀξύνεται τὰ παρώνυμα καὶ ἐπιθετικὰ· Νιοβίς Λυκαμβίς Πεῤῥαιβί ς. σεσημείωται τὸ κάνναβι ς. τὰ δὲ κύρια ἢ προσηγορικὰ βαρύνεται· Ἀθάρραβις κάνναβι ς. σημείωσαι τὸ καλλαβί ς. Τὰ εἰς ΓΙΣ δισσύλλαβα ὀξύνεται, εἰ μὴ ἄρχοιντο ἀπὸ τοῦ Γ· αἰγίς μαγίς σφαγί ς. τὸ μέντοι Γέργις βαρύνεται· ἀπὸ τοῦ Γ γὰρ, ὥσπερ καὶ τὸ γέλγις γέγγι ς. Ἔτι τὰ εἰς ΙΣ πολυσύλλαβα· στρατηγίς ἁλουργί ς. τὸ δὲ ἄμοργις (ἡ ὑποστάθμη) βαρύνεται. Τὰ εἰς ΘΙΣ δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς ἀρσενικὸν γένος, ὀξύνεται· πληθίς Ἀτθίς τηθίς (ἡ πατρὸς ἀδελφή).
σεσημείωται τὸ αἴθις καὶ κρόθις καὶ Κρᾶθι ς. Ἔτι τὰ εἰς ΘΙΣ ὑπερδισύλλαβα ὀξύνεται μὴ ὄντα ὀνόματα πόλεων Αἰγυπτίων· ἀκανθίς κολοκυνθί ς. τὸ δὲ Ταμίαθις καὶ Μένουθις καὶ Τερένουθις βαρύνεται. Τὰ εἰς ΚΙΣ δισύλλαβα ὀξύνεται· Φωκίς κερκίς χαλκίς, τὸ δὲ φίκις βαρύνεται· ἔτι καὶ τὰ τρισύλλαβα· παλλακίς πινακίς φαρμακί ς. Τὰ εἰς ΛΙΣ ἁπλᾶ ἔχοντα σύμφωνον κατʼ ἐπιπλοκὴν ἢ διπλασιασμὸν τοῦ Λ ὀξύνεται, εἰ μὴ διὰ τοῦ Θ κλίνοιτο ἢ πόλιν σημαίνοι· φυλλίς κιγκλίς θυλλίς (ὁ θύλακος), τὸ δὲ Τράλλις πόλις· καὶ τὸ δέλλις (τὸ μικρὸν σφηκίον) διὰ τοῦ Θ κλίνεται. καὶ τὸ βάλλις δὲ βαρύνεται (εἶδος ἄνθους, ὃ δοκεῖ ποιεῖν ἀναζῆν τὸν νεκρόν). Τὰ εἰς ΛΙΣ βραχὺ δισύλλαβα, εἰ μὴ ἀπὸ τοῦ Π ἄρχοιτο μήτε ὑποκοριστικὰ εἴη, ὀξύνεται· βολίς φολίς σελίς ψαλίς πυλίς (ὑποκοριστικόν). τὸ δὲ πρύλις βαρύνεται (ἡ ἔνοπλος ὄρχησις), ὥσπερ καὶ ἡ πόλις ἀπὸ τοῦ Π ἀρχομένη.
Τὰ εἰς ΛΙΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα, εἰ παραλήγοιτο φύσει μακρᾷ χωρὶς Α μακροῦ, ὀξύνεται· μηλίς (ἡ μηλέα) δουλίς Δαυλί ς. ἐναντιοῦται τὸ μαῦλις (ἡ μάχαιρα) καὶ τὸ τῆλι ς· τὸ δὲ τᾶλις (ἡ μελλέγαμος) τὸ Α μακρὸν ἔχει. Ἔτι βαρύνεται καὶ τὸ Βᾶλις καὶ μᾶλις καὶ τὸ Ἦλις καὶ ὗλις (ἡ ὑλία) καὶ αὖλις (ἡ ἔπαυλις), Αὐλίς δὲ ἡ πόλις ὀξύνεται. Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα εἰς Α βραχὺ προπαραλήγοντα ἢ ὀξύνεται ἢ βαρύνεται. καὶ ὀξύνονται μὲν, ὅσα τυγχάνει ἐπιθετικώτερα, ἢ ἔχει τὴν πρώτην συλλαβὴν καταλήγουσαν εἰς Ν ἀφώνου ἐπιφερομένου· Τανταλίς Πανθαλίς (ἡ θεράπαινα Ἑλένης) ἀγκαλίς (τὸ γὰρ Γ ἐκ τοῦ Ν) δενδαλί ς. τὰ μέντοι προσηγορικὰ ἢ κύρια προπαροξύνονται· βούβαλις δάμαλις βαύκαλι ς. Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα παραληγόμενα Η βαρύνεται· κάπηλις κύβηλις (ὁ πέλυξ) ἔπηλις (τὸ πῶμα τῆς λάρνακος) τρόπηλις (ἡ δέσμη τῶν σκορόδων), πλὴν τοῦ φασηλί ς. Τὰ εἰς δύο ΛΛ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ ἐπιθετικὰ παρώνυμα εἴη γενόμενα ἀπὸ τῶν εἰς ΗΣ· κορυδαλλίς ἀναβαλλίς (ἡ σφαῖρα) συκαλλίς μοιχαλλίς θρυαλλί ς.
τὸ μέντοι κάβαλλις βαρύνεται. Τὰ εἰς ΛΙΣ ὑπερδισύλλαβα, εἰ ἔχοι ἕν τι τῶν φύσει βραχέων ἢ Ι βραχὺ, ὀξύνεται· κυψελίς βασιλίς Αἰολί ς. τὸ μέντοι Ἄζιλις τὸ ΖΙ μακρὸν ἔχει. Τὰ εἰς ΛΙΣ παρώνυμα τῷ Ω ἢ διφθόγγῳ παραληγόμενα ὀξύνεται· Πακτωλίς Αἰτωλίς Ἰουλί ς. τὸ Ἄδουλις προπαροξύνεται καὶ τὸ ἀρτόπωλι ς. Τὰ εἰς ΜΙΣ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· πυραμίς σησαμίς καλαμίς πλοκαμίς κεραμί ς. τὸ δὲ Ἄρτεμις Σεμίραμις Χρυσόθεμις, κύρια. καὶ τὸ Σαλαμὶς κύριον ὂν ὀξύνεται. Τὰ εἰς ΝΙΣ διβραχέα προσηγορικὰ ὀξύνονται, κατʼ οὐσίας κείμενα Α ἢ Ο παραληγόμενα· ῥανίς χλανίς σανίς ὀνίς κονίς (τὸ ἐπὶ τῆς κεφαλῆς) κόνις δὲ τὸ χῶμα. σπάνις καὶ φρόνις οὐκ ἐπὶ οὐσίας. τὸ δὲ ὕνις βαρύνεται τὸ Υ ἔχον, ὥσπερ τὸ κέρνι ς. Τὰ εἰς ΝΙΣ δισύλλαβα παραληγόμενα φωνήεντι μακρῷ ἢ ἐκτεινομένῳ βαρύνεται μὴ ὑποκοριστικὰ ὄντα· Θῶνις μῆνις νῆνι ς. τὸ μέντοι φωνίς ὑποκοριστικόν ἐστι. Τὰ εἰς ΝΙΣ θηλυκὰ διφθόγγῳ παραληγόμενα ὀξύνεται· μαινίς δαυνίς ἐπιγουνίς θεραπαινίς λεαινί ς.
35
τὸ μέντοι εὖνις βαρύνεται καὶ βοῦνις καὶ χλοῦνι ς. Τὰ εἰς ΑΝΙΣ θηλυκὰ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· Ὠκεανίς Τιτανίς στεφανί ς. τὸ δὲ νεᾶνις προπερισπᾶται καὶ τὸ Ἄδανις προπαροξύνεται καὶ τὸ Θήβανι ς. Τὰ εἰς ΕΝΙΣ καὶ ΟΝΙΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται· εὐμενίς εὐγενίς Λυκαονίς Ἀμαζονί ς. Τὰ εἰς ΞΙΣ ἀπὸ μελλόντων ἐσχηματισμένα βαρύνεται· ἕξω ἕξι ς, λέξω λέξις, ψύξω ψύξι ς. σεσημείωται ἁψίς ὀξυνόμενον. τὰ μέντοι παρώνυμα ὀξύνεται· ἅμαξα ἁμαξίς, πύξος πυξίς, ὄξος ὀξί ς. Τὰ εἰς ΠΙΣ διβράχεα ἀπὸ συμφώνου ἢ συμφώνων ἀρχόμενα ὀξύνεται· πραπίς κοπίς λεπί ς. σεσημείωται τὸ τρόπι ς. τὸ δὲ ὄπις ἀπὸ φωνήεντος ἄρχεται. Τὰ εἰς ΠΙΣ δισύλλαβα θέσει μακρᾷ παραληγόμενα, εἰ μὲν ἀπὸ συμφώνου ἄρχοιτο, βαρύνεται μὴ ὄντα ὑποκοριστικὰ, εἰ δὲ ἀπὸ φωνήεντος, ὀξύνεται. βαρύνεται δὲ ταῦτα· τράμπις σάλπις πόλις κάλπις θέσπις πόρπι ς. ὀξύνεται δὲ ταῦτα μὴ πληθυντικῶς λεγόμενα (?)· ἐλπίς ἀσπίς ἐμπί ς.
τὸ δὲ Ἄλπις βαρύνεται. Τὰ διὰ τοῦ ΟΠΙΣ πολυσύλλαβα μὴ ἔννοιαν ἔχοντα συνθέσεως ὀξύνεται· Κεκροπίς Δρυοπίς Αἰθιοπί ς· τὸ φύλοπις δὲ προπαροξύνεται. Τὰ εἰς ΡΙΣ δισύλλαβα ὑποκοριστικὰ … ἐννοίας ἐχόμενα ὀξύνεται· Τευκρίς χειρί ς. Τὰ εἰς ΚΡΙΣ κύρια μὲν ὄντα βαρύνεται· Μάκρις Πρόκρις Ἄκρι ς· τὰ δὲ μὴ οὕτως ὀξύνεται· ἀκρίς Λοκρί ς. Τὰ εἰς ΡΙΣ ἔχοντα πρὸ τοῦ Ρ ἕν τι τῶν ψιλῶν ὀξύνεται· παλαιστρίς αὐληστρίς ἐπακτρί ς. Τὰ εἰς ΡΙΣ μετʼ ἐπιπλοκῆς μέσου ἢ δασέος ἢ τοῦ Π βαρύνεται· εἰ δὲ μὴ οὕτως, ὀξύνεται, χωρὶς εἰ μὴ σύμφωνον εἴη δεδιπλασιασμένον· ὕβρις Κύπρι ς· ὀξύνεται δὲ τὸ νεβρίς κεδρί ς. τὸ δὲ ἄγγρις δεδιπλασίασται. Τὰ εἰς ΡΙΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Α βαρύνεται· κίθαρις εὔμαρις Σύβαρις κάππαρις, εἰ μὴ εἴη ὡς ὑποκοριστικὰ ἢ πατρωνυμικὰ, ἢ ἐν τῇ τρίτῃ τὸ Ε ἔχοντα. τότε γὰρ ὀξύνεται· Μεγαρίς βλεφαρίς θεωρίς ἐαρί ς. Τὰ εἰς ΕΡΙΣ ὑπὲρ δύο συλλαβὰς θηλυκὰ ὀξύνεται· Ἀστερίς νυκτερί ς. τὸ δὲ Πάστερις καὶ Κελένδερις βαρύνεται. Τὰ εἰς ΥΡΙΣ μὴ κατὰ τροπὴν γενόμενα ὀξύνεται· ἁλμυρίς πορφυρίς ἀργυρίς Ἰλλυρί ς.
τὸ δὲ Θάμυρις προπαροξύνεται. τὸ δὲ ἄγυρις κατὰ τροπὴν ἐγέντο. Τὰ εἰς ΡΙΣ Αἰγύπτια προπαροξύνεται· Βούσιρις Ὄσιρις Ψένυρι ς. Τὰ εἰς ΣΙΣ ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται· ποιήσω ποίησις, λύσω λύσις, κέκρισαι κρίσι ς. τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ· Χρύσης Χρυσίς, νῆσος νησί ς. σεσημείωται τὸ ἄσις ὁ ῥύπος ἀπὸ τοῦ ἄσης γεγονός. Τὰ εἰς ΤΙΣ δισύλλαβα ἔχοντα τὸ Ο μικρὸν …. ἢ Ω μέγα πρὸ τοῦ ΤΙΣ …. ἐπιθετικὰ, εἰ μὴ παράκειται ἀρσενικῷ τῷ εἰς ΤΗΣ, ὀξύνεται· φορτίς φροντίς νοτίς οὐτίς Δωτίς ὠτί ς. τὸ δὲ πόρτις ἀπὸ τοῦ πόρις. ……. Τὰ εἰς ΤΙΣ πρὸ αὐτοῦ ψιλὸν ἔχοντα …. βαρύνεται· κλέπτις ἴκτις ( ζῶο ν ) λάκτις (ἡ τορύνη). τὰ δὲ ὀξύνεται· νοκτίς πηκτί ς. Τὰ εἰς ΤΙΣ πρὸ τοῦ ΤΙΣ Υ ἔχοντα σπάνια ὄντα τὰ μὲν βαρύνεται· Σύρτις, τὰ δὲ ὀξύνεται· ῥυτίς κυρτί ς.
Τὰ εἰς δύο ΤΤ σπάνια ὄντα τὰ μὲν βαρύνεται, οἷον· παιτέττις, τὰ δὲ ὀξύνεται· τριοττίς νεοττί ς. Τὰ εἰς ΣΤΙΣ δισύλλαβα βαρύνεται, εἰ μὴ ὑποκοριστικώτερα εἴη· πίστις μνῆστι ς. τὸ μέντοι κιστίς ὀξύνεται ὡς ὑποκοριστικόν. Ἔτι τὰ εἰς ΣΤΙΣ ὑπὲρ δύο συλλαβὰς, εἰ μὴ ἐπίθετα εἴη, προπαροξύνεται· βούβρωστις ἄγρωστι ς. ὀξύνεται τὸ Κεραστίς Λιγυστίς Λιβυστίς ὡς ἐπιθετικά. Τὰ εἰς ΤΙΣ πολυσύλλαβα Ν πρὸ τοῦ Τ ἔχοντα μὴ παρακείμενα τοῖς εἰς ΤΗΣ ὀξύνεται· προποντίς ἑλλησποντί ς . αὐθεντί ς. Τὰ εἰς ΙΣ θηλυκὰ ἀπὸ τῶν εἰς ΗΣ ἀρσενικῶν γενόμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον· ὁ κυνηγέτης ἡ κυνηγέτις, ὁ δεσπότης ἡ δεσπότις, ὁ πολίτης ἡ πολῖτις, χωρὶς τῶν ἀπὸ τῆς κοίτης καὶ πωλῶ· ταῦτα γὰρ προπαροξύνονται· ἄκοιτις παράκοιτις ἀρτόπωλις λαχανόπωλι ς. τὸ Σκυθίς δὲ δισυλλαβοῦν ὀξύνεται, ὡς τὸ Περσί ς. Τὰ εἰς ΦΙΣ διβράχεα ὀξύνεται· ῥαφίς γλυφίς σταφί ς. εἰ δὲ ἡ παραλήγουσα εἴη φύσει ἢ θέσει μακρὰ ἐν δισυλλάβοις παροξύνεται· Ἶφις Μέμφι ς. τὸ δὲ Κηφίς ὡς ἐθνικὸν ὀξύνεται, ὡς καὶ Δελφί ς. Τὰ εἰς ΦΙΣ ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εἰ μὴ κύρια εἴη· ἀσταφίς κροταφίς ἐλαφί ς.
τὸ δὲ Ἱερόσφις ὡς κύριον παροξύνεται. Τὰ εἰς ΧΙΣ ὀξύνεται, εἰ μὴ ὀνόματα πόλεων ἢ νήσων εἴη· Κολχίς Ἀντιοχίς παννυχί ς. τὸ δὲ ῥάχις σεσημείωται. τὸ μέντοι Ἀτάρβηχις Ὕδελχις ἐπὶ πόλεων καὶ νήσων. Τὰ εἰς ΙΣ θηλυκὰ ἐπὶ τέλους ἔχοντα τὸν τόνον καὶ εἰς Α ποιοῦντα τὴν αἰτιατικὴν ὀξύνονται· ἀσπίς ῥανίς κρηπίς κνημίς ἁψί ς. Εἰ δὲ εἰς ΙΝ ἔχουσι τὴν αἰτιατικὴν, περισπῶνται· Βενδῖς Μολῖς Τοτῖς Ἀταργατῖ ς. Περὶ τοῦ τόνου τῶν εἰς ΟΣ ὀνομάτων. Βιβλίον ε ʹ. Τὰ εἰς ΟΣ καθαρὰ δισύλλαβα τῷ Α μακρῷ παραληγόμενα ὀλίγα εἰσὶ, καὶ ὀξύνεται μὲν, ὅσα οὐ κύρια μὴ δὲ ἐπιθετικὰ· παός καὶ πηό ς , ναός καὶ νηό ς , λαός καὶ ληό ς. τὸ Δᾶος ὡς κύριον βαρύνεται, καὶ τὸ πρᾷος δὲ ἐπίθετον. τὸ μέντοι ταός παρʼ Ἀλεξανδρεῦσιν ἀντὶ τοῦ ταὧς σεσημείωται. τὸ δὲ λᾶος παρὰ Σοφοκλεῖ ἀπὸ γενικῆς εἰς εὐθεῖαν μετεποιήθη. Τὰ εἰς ΑΙΟΣ δισύλλαβα, εἰ μὴ εἴη κύρια, ὀξύνεται· λαιός σκαιός τὸ ἐπίθετον.
40
Σκαῖος δὲ τὸ κύριον, ὡς Βαῖος Γραῖος Παῖο ς. Τὰ διὰ τοῦ ΑΥΟΣ δισύλλαβα ὀξύνεται· ναῦος αὖος (ὁ ξηρός). τὸ δὲ ἀγαυός τρισύλλαβον. Τὰ εἰς ΟΙΟΣ δισύλλαβα ὀξύνεται, εἰ μὴ εἴη κύρια καὶ πυσματικὰ, καὶ τὸ Ο πλεονάζει ἐν τῇ ἀρχῇ· σμοιός ἐπίθετον, σκλοιός (ὁ σκολιός) δοιός γλοιός (ἐπὶ κόπρου) βοιός κλοιό ς. τὸ ποῖος τοῖος οἶος (ὁ μόνος) βαρύνεται, ὡς πυσματικά. καὶ τὰ κύρια δὲ ὁμοίως· Μοῖος Βοῖος Κοῖο ς . Οἰός δὲ (ὁ δῆμος τῆς Ἀττικῆς) ὀξύνεται. Τὰ εἰς ΕΙΟΣ δισύλλαβα ἐπιθετικὰ βαρύνεται· λεῖος μεῖος Κεῖος θεῖος πλεῖο ς. τὸ δὲ νειός … ἀρσενικὸν καὶ μονογενές. Τὰ εἰς ΟΣ καθαρὸν δισύλλαβα παραληγόμενα τῷ Ι μακρῷ ἀρχόμενα ἀπὸ τοῦ ἑνὸς ἢ δύο συμφώνων βαρύνεται· πῖος Χῖος δῖος Θρῖος Φθῖο ς. τὸ κριός σεσημείωται. Τὰ εἰς ΟΣ τὸ δίχρονον ἔχοντα …. βαρύνεται· σάος Ἴος Τίος ἴος (ὁ μόνος) βίος (ἡ ζωή).
βιός δὲ (τὸ τόξον). τὸ δὲ νυός (ἡ νύμφη) ὀξύνεται. Τὰ διὰ τοῦ ΟΟΣ καὶ ΕΟΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα καὶ μὴ μόνου τοῦ Θ βαρύνεται· νόος γόος ῥόος πλόος θρόος νέο ς. τὸ δὲ ἐός ὀξύνεται· ἀπὸ φωνήεντος γάρ· καὶ τὸ θεός ὡς ἀπὸ τοῦ Θ μόνου. Τὰ εἰς ΩΟΣ μετὰ προσγεγραμμένου Ι δισύλλαβα [βαρύνεται ἢ] προπερισπᾶται· Κῷος σῷος Λῷο ς. τὸ δὲ κλῳός ἀπὸ τοῦ κλοιός ὀξύνεται καὶ ἔτι τὸ ζῳό ς. Τὰ εἰς ΥΟΣ σπάνια ὄντα ὀξύνεται, οἷον· ὑό ς. Τὰ εἰς ΟΣ τρισύλλαβα ἁπλᾶ τῷ Α μόνῳ παραληγόμενα ὀξύνεται, εἰ μὴ ἡ τρίτη ἀπὸ τέλους φύσει ἢ θέσει μακρὰ εἴη, ἢ κατὰ διάστασιν σύμφωνον ἔχοι· ἀγλαός ἀλαός Δαναό ς. τὸ δὲ γόαος ἐκ τοῦ γόης γέγονε. Τὰ εἰς ΛΕΟΣ τρισύλλαβα ἁπλᾶ ὀξύνεται, μὴ ὄντα κτητικὰ, ἢ διάφορον τόνῳ σημαίνοντα· εἰλεός (ἡ κατάδυσις) φωλεός κολεός μαλεό ς . ἐλεός τὸ κύριον, ἐλέος δὲ τὸ προσηγορικόν (?).
τὸ δὲ τέλεος καὶ τέλειος κτητικά. Τὰ διὰ τοῦ ΕΟΣ παροξύνεται ἢ κτητικὰ εἴη, ῥητέος πρακτέος ἀθροιστέο ς. τὸ δʼ ἐτεός ὀξύνεται. Τὰ διὰ τοῦ ΑΛΕΟΣ παράγωγα ὑπὲρ τρεῖς συλλαβάς ἐστι καὶ παροξύνεται, χωρὶς εἰ μὴ ἔνδειαν ἔχῃ τοῦ Ι ἀπὸ κτητικοῦ ὀνόματος, οἷον· νηφαλέος αὐαλέος σμερδαλέος θαρσαλέο ς. πρόσκειται „εἰ μὴ ἔχῃ ἔνδειαν τοῦ Ι ἀπὸ κτητικοῦ ὀνόματοσ“ διὰ τὸ δαιδάλειος δαιδάλεος, κονισάλειος κονισάλεο ς. ὅσα δὲ ἀπὸ τῶν κτητικῶν ἐγένετο κατʼ ἔνδειαν τοῦ Ι καὶ προπαροξύνεται· Ἀγαμεμνόνεος Ἑκτόρεος Νεστόρεος τέλεος χάλκεος χρύσεο ς. Τὰ εἰς ΟΣ ὑπὲρ δύο συλλαβὰς ….. τῷ Η παραληγόμενα τὸ αἰζηός ἐστὶν ὀξυνόμενον. τὸ γὰρ παληός καὶ ἀρχῆος κατὰ τροπὴν τῆς ΑΙ διφθόγγου ἐγένετο [καὶ προπαροξύνεται]. τὸ δὲ ὄρηος καὶ αὐτὸ προπαροξύνεται κατὰ τροπὴν τῆς ΕΙ διφθόγγου γεγονός. τὸ δὲ Ἐχένηος καὶ πολύνηος προπαροξύνεται· σύνθετα γάρ. Τὰ διὰ τοῦ ΔΙΟΣ προπαροξύνεται, εἰ μὴ τρισύλλαβα ὄντα τριβράχεα εὑρεθῶσι, καὶ παροξύνονται πρὸς διαστολὴν κυρίων καὶ ἐπιθέτων, ὥσπερ ἔχει τὸ Ῥοδίος καὶ Σχεδίο ς.
τὰ δὲ προπαροξύτονα ταῦτα· ἴδιος ἀΐδιος μαψίδιος παυρίδιος ἁρμόδιος νυμφίδιο ς. σεσημείωται τὸ ἐρῳδιός ὀξυνόμενον. Τὰ διὰ τοῦ ΩΝΙΟΣ προπαροξύνεται· Κιθαιρώνιος Μαραθώνιος Ἀπολλώνιο ς. Τὰ εἰς ΝΙΟΣ καθόλου ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται· Ἐλευσίνιος Σαλαμίνιο ς. τὸ δὲ Κλονίος παροξύνεται ὡς κύριον καὶ τρισύλλαβον ὄν. καὶ τὸ μονιός ὀξύνεται τρισύλλαβον, εἰ δὲ τὸ Υ πλεονάσῃ, προπαροξύνεται· μούνιος γάρ. Ὅσα ἀπὸ τοῦ Ξ ἢ Ρ γίνεται διὰ τοῦ Ι βραχέος, προπαροξύνεται, εἰ μὴ διαστολὴ κυρίου γένοιτο ἐν τρισυλλάβοις καὶ τριβραχέσιν, ὥσπερ τὸ Φρυγίος Φλογίο ς. [καὶ] προπαροξύνεται δὲ ταῦτα· Θρηΐκιος Κιλίκιος Φαιάκιος μακάριος σωτήριο ς. τὸ δὲ Ἰλλυριός οὐκ ἀντίκειται. Τὰ διὰ τοῦ ΙΟΣ ἐθνικὰ ἢ τοπικὰ προπαροξύνονται· θαλάσσιος ἐντόπιος ἐνδάπιο ς.
τὸ δὲ χλωριός ὀξύνεται καὶ θαλαμιός (ὁ κωπηλάτης). Τὰ ἀπὸ τῶν εἰς ΟΣ διὰ τοῦ ΙΟΣ προπαροξύνεται συνεσταλμένου τοῦ Ι, εἰ μὴ τριβραχέα ἐπὶ κυρίων εἴη· πολέμιος ποτάμιος μίσθιος ῥύθμιος δέσμιο ς . Φυτίος δὲ τὸ κύριον παροξύνεται. Τὰ διὰ τοῦ ΣΙΟΣ καὶ ΤΙΟΣ προπαροξύνονται, εἰ μὴ κύρια εἴη καὶ τριβράχεα· ἀσπάσιος πρυμνήσιος Ἀτλάντιος θαλάττιο ς. τὸ δὲ πλησίος καὶ ἀντίο ς . Σκοτίος Κλυτίος τριβράχεα καὶ τὸ Φρασίο ς. Τὰ διὰ τοῦ ΙΟΣ καθαρὸν πρὸ τοῦ Ι Η ἢ Ω ἔχοντα προπαροξύνονται· νήϊος δήϊος γήϊος λώϊος πατρώϊο ς. τὸ Ἀσκληπιός ὀξύνεται. Τὰ εἰς ΛΙΟΣ ὑπερτρισύλλαβα προπαροξύνεται, εἰ μὴ ὀρνέου κατηγοροίη· ἐνάλιος Δασάλιος (ὁ Διόνυσος) θεμέλιο ς. Τὸ μέντοι λαλιός πελιός (ὁ πολιός) σκολιός φαλιός (ὁ λευκομέτωπος) ὡς τρισύλλαβα ὀξύνεται. τὸ δὲ ἐγωλιός [ἐρῳδιός] ἐδωλιός βαμβυλιός ὡς ἐπὶ ὀρνέων κατηγορούμενα ὀξύνεται. Ὅσα εἰσὶ μονογενῆ ἀπὸ ἐνεστώτων γενόμενα εἰς ΙΟΣ μὴ ἔχοντα ἐν τῇ τρίτῃ δύο σύμφωνα κατὰ διάστασιν προπαροξύνεται· αἰτῶ αἴτιος, ἁρμόζω ἁρμόδιος, ἀρκῶ ἄρκιος, ἀρτῶ ἄρτιο ς.
45
τὸ δὲ ἀντῶ ἀντίος σεσημείωται. Ἔτι καὶ τὰ ἀπὸ μέλλοντος γινόμενα· ὀρθώσομαι ὀρθώσιος, ἀσπάσομαι ἀσπάσιος, φυλάξομαι φυλάξιο ς. τὸ μέντοι πλήσω πλησίος καὶ τὸ δέξομαι δεξιός καὶ ἕψομαι ἀνεψιό ς. Τὰ διὰ τοῦ ΙΟΣ τρισύλλαβα εἰ ἔχοιεν Υ ἐν τῇ πρώτῃ συλλαβῇ προπαροξύνεται, εἰ μή τις διαστολὴ εἴη, ἢ κύριον ὑπάρχοι τρίβραχυ· κύριος Κύπριος Τύριος μύλιος Πύλιος Φρύγιο ς. τὸ Τυχίος Φρυγίος Πλυτίος Κλυτίος Σκυφίος παροξύνονται ὡς κύρια. μύριος ὁ ὡρισμένος ἀριθμὸς, μυρίος ὁ ἀόριστος, καὶ νύμφιος οἶκος προπαροξύτονον, νυμφίος δὲ ὁ γαμετὴς παροξύτονον. Ὅσα ἀπὸ ἐπιῤῥημάτων παρῆκται διὰ τοῦ ΙΟΣ, προπαροξύνεται· πρωΐ πρώϊος, ὀψέ ὄψιος, νόσφιν νοσφίδιος, ἶφι ἴφιος, ἀεὶ ἀΐδιος, ῥέα ῥηίδιο ς. σεσημείωται ἄντην ἀντίος, σχεδόν Σχεδίος, ὡς κύριον. Τὰ διὰ τοῦ ΙΟΣ τρισύλλαβα κύρια ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται· Μούλιος Βάκχιος Σέργιο ς. τὸ δὲ Ἐρχίος παροξύνεται. Τὰ εἰς ΙΟΣ ὑπερτρισύλλαβα ἐπὶ ἀλόγων ζώων ὀξύνεται· αἰγυπιός χαραδριός ἐρῳδιό ς.
τὸ δὲ σκορπίος κωβίος παροξύνεται ὡς τρισύλλαβα. Ἐξαιρέτως τὰ εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῷ Ο μόνῳ παραλήγοντα προπαροξύνονται. τὰ πολλὰ δὲ σύνθετα παροξύτονά τε καὶ προπαροξύτονα. καὶ παροξύτονα μὲν θυοσκόος λαοσσόος βροτοσσόος, προπαροξύτονα δὲ πρόχοος δυσήκοο ς. νῦν δὲ περὶ τῶν ἁπλῶν διαληψόμεθα. Τὰ ὥσπερ ἐντελῆ τῶν εἰς ΠΛΟΥΣ ληγόντων ἁπλᾶ ὄντα παροξύνονται· διπλόος τριπλόος ἁπλόο ς. τὸ δὲ πρωτόπλοος καὶ ἁλίπλοος προπαροξύνεται, ὅτι μὴ ἁπλᾶ. τὸ δὲ ἀθρόος παροξύτονον τὸ ἅμα σημαίνει· τὸ δὲ προπαροξύτονον τὸ ἄφωνον. Τὰ διὰ τοῦ ΟΟΣ κύρια προπαροξύνεται· Σίστοος Πείροος Ἄθοος ὁ καὶ Ἀθόω ς. τὸ δὲ ὄγδοος εἰ καὶ ἐπίθετον προπαροξύνεται, ἐπειδὴ τὰ εἰς ΟΣ τακτικὰ βαρύνεται, ὑπεσταλμένων τῶν εἰς ΣΤΟΣ, ἕβδομος ὄγδοος ἔννατος δέκατο ς. τὸ δὲ εἰκοστός τριακοστός καὶ τἄλλα ὀξύνεται. καὶ τὸ ὀλοός ὀξύνεται ἀπὸ τοῦ ὀλῶ. Τὰ εἰς ΟΣ ὑπερδισύλλαβα παραληγόμενα Υ συνεσταλμένῳ προπαροξύνεται· σίκυος Πέρυος φώτιο ς. τὸ δὲ Τιτυός ὀξύνεται καὶ τὸ Υ οὐκ ἔχει συνεσταλμένον. Τὰ εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ Ω μετὰ Ι προσγεγραμμένου διφθόγγῳ καταχρηστικῇ παραληγόμενα προπερισπᾶται· πατρῷος ἡρῷος Ἀχελῷος αἰδῷο ς· τὸ δὲ κολῳός ὀξύνεται ἀπὸ τοῦ κολοιός.
τὸ μέντοι λαγωός καὶ πατρωός ὀξύνονται, διότι οὐκ ἔχουσι τὸ Ι προσγεγραμμένον. Πᾶν εἰς ΟΣ καθαρὸν ὑπὲρ δύο συλλαβὰς τῇ ΑΙ διφθόγγῳ παραληγόμενον, εἰ ἀπὸ ὀξυτονουμένου θηλυκοῦ γένοιτο, προπερισπᾶται· ἀρχή ἀρχαῖος, ἀλκή ἀλκαῖος, κορυφή κορυφαῖο ς. τὸ μέντοι ἐπιπόλαιος οὐκ ἀπὸ τοῦ ἐπιπολῆς παρῆκτα ι , ἀλλὰ παρὰ τὸ ἐπιπολάζω · πλὴν οἱ πλείους αὐτὸ περισπῶσι ν . Τὰ εἰς ΜΑΙΟΣ προπερισπᾶτα ι , εἰ μὴ διαστολὴ γένοιτο ἢ κύριον εἴη σύνθετον · πυγμαῖος Ῥωμαῖος Πτολεμαῖος Ἑρμαῖο ς. τὸ δὲ Ἕρμαιος κύριον προπαροξύνεται, καὶ τὸ φιλορώμαιος σύνθετον ὄν. τὸ δὲ Τίμαιος σεσημείωται. Τὰ διὰ τοῦ ΑΙΟΣ ὑπερτρισύλλαβα περισπᾶται, εἰ μὴ διαστολή τις εἴη, ἢ σύνθετον ὑπάρχοι· Ἀθηναῖος Εἰρηναῖος ἀρουραῖο ς. τὸ ἐρυσίχαιος προπαροξύνεται. τὸ δὲ Ἀθήναιος κύριον προπαροξύνεται εἰς διαστολήν. Ἔτι τὰ διὰ τοῦ ΔΑΙΟΣ περισπᾶται· Ἰουδαῖος χυδαῖος Χαλδαῖο ς. Ἔτι τὰ διὰ τοῦ ΑΙΟΣ ἐθνικὰ· Ἀθηναῖος Θηβαῖος Ῥωμαῖο ς. σεσημείωται τὸ Ἀχαιός ὀξυνόμενον καὶ τὸ ἐρυσίχαιος προπαροξυνόμενον. Ἔτι τὰ τρισύλλαβα ἀπὸ Α ψιλουμένου ἀρχόμενα· ἀλκαῖος ἀκμαῖο ς.
Ἔτι τὰ διὰ τοῦ ΛΑΙΟΣ· ὑλαῖος βουλαῖος θηλαῖο ς. τὸ δὲ δείλαιος καὶ φύλαιος προπαροξύνεται. ἔτι σημειοῦνται τὰ ἐν ἀρχῇ πρόθεσιν ἔχοντα· ἐπιπόλαιος, ἢ ἀπὸ ἐπιῤῥήματος, ὥσπερ τὸ παλαιός ἀπὸ τοῦ πάλαι, καὶ τὰ κατὰ διαστολὴν γινόμενα· Παλαῖος τὸ κύριον, παλαιός δὲ τὸ ἐπίθετον [ ἁραιός ὁ μὴ πυκνός, ἀραῖος ἀπὸ τῆς ἀρᾶς]. Τὰ ἀπὸ ἐπιῤῥημάτων προπερισπῶνται· χύδην χυδαῖος, ἄντην ἀνταῖο ς. τὸ μέντοι μάτην μάταιος, καὶ τὸ βέβαιος παρὰ τὸ βέβηκα. τὰ δὲ παρώνυμα παρʼ οὐδετέρων γινόμενα ὀξύνεται· γῆρας γηραιός, κράτος κραταιός, ῥέα ἁραιό ς. Τὰ εἰς ΕΙΟΣ καθαρὸν τρισύλλαβα ἔχοντα ἐν τῇ τρίτῃ Η προπαροξύνεται· θήρειος μήλειος χήνειος κήλειος (ὁ καυστικός). τὸ μέντοι Ἠλεῖος ἠθεῖος προπερισπᾶται οὐκ ἀπὸ συμφώνου ἀρχόμενα. τὸ δὲ Κητειός Πηνειός ὀξύνεται ὡς κύρια· καὶ τὸ Μήδειος κύριον προπαροξύνεται. Τὰ εἰς ΕΙΟΣ ἐπιθετικὰ τρισύλλαβα ἔχοντα τὴν πρώτην φύσει ἢ θέσει μακρὰν, πλὴν τῶν ἐχόντων τὸ Η, περὶ ὧν εἴρηται, καὶ τῶν ἐχόντων ἔννοιαν τοπικὴν, προπαροξύνονται· γλαύκειος δούλειος χρύσειος δούρειος χοίρειο ς.
τὸ μέντοι Ὀλμειός Ὀρνειός Σπερχειός Σπονδειός Δαρειός ὡς κύρια ὀξύνεται. τὸ δὲ παιδεῖος (ὁ παιδικός) προπερισπᾶται. Τὰ εἰς ΕΙΟΣ τρισύλλαβα κύρια καὶ τὰ πλείω ὀνόματα ποταμῶν ὀξύνεται· Σπερχειός Ἀλφειός Πηνειός Κητειός Ἐπειό ς. τὸ δὲ Ἀρνεῖος καὶ Δαρεῖος προπερισπῶνται. [προπαροξύνεται δὲ ταῦτα· ἰττέρειος ἀσκάτειο ς.] [τὸ δὲ Δαρδανειός ὀξύνεται.] Τὰ εἰς ΕΙΟΣ τριγενῆ μὴ ἐθνικὰ προπαροξύνεται, εἰ ἀπὸ βραχείας ἄρχοιτο· βρότειος τέλειος φλόγειος λύκειος βόειο ς. τὸ δὲ Ἐπειός κύριον. τὸ δὲ φατειός κατὰ πλεονασμὸν ἔσχε τὴν δίφθογγον. Τὰ εἰς ΕΙΟΣ ὑπερτρισύλλαβα μὴ πλεοναζούσης τῆς ΕΙ διφθόγγου προπαροξύνεται· Αἰάντειος Ὁμήρειος γαλήνειος Ἱππάρχειο ς. τὸ δὲ ἀδελφειός ἀπὸ τοῦ ἀδελφός πλεονάζει τὸ ΕΙ. τὰ μέντοι προπερισπώμενα ἀπὸ τῶν Ὁμήρου λέξεων εὑρεθέντα ταῦτά εἰσι· πρυτανεῖος ἑταιρεῖος μεγαλεῖος γυναικεῖος ἀκατεῖο ς. Τὰ εἰς ΟΙΟΣ ὑπερδισύλλαβα προπερισπῶνται, εἰ ἐπιθετικὰ εἴη ἢ κύρια ὁμοφωνοῦντα τοῖς ἐπιθέτοις· ἀλλοῖος αἰδοῖος ὁμοῖος γελοῖος παντοῖο ς.
50
τὸ δὲ φλοιός δισύλλαβον καὶ τὸ κολοιός προσηγορικόν ….. Τὰ εἰς ΟΣ καθαρὸν ἔχοντα δίφθογγον τὴν διὰ τοῦ Υ ὀξύνεται, ἐπιθετικὰ ὄντα, οὐκ ἐθνικὰ· ἀκουός καὶ ἐπακουό ς , ἀγαυός καὶ τὸ κύριον καὶ τὸ ἐπίθετον. πρόσκειται „εἰ μὴ ἐθνικὰ εἴη, ἀλλὰ κύρια“ ὅτι ταῦτα βαρύνεται· Ἀκάλαυ [ν ]ος Πείραυος Ἄρευο ς. Περὶ τῶν εἰς ΒΟΣ, εἰς ΓΟΣ, καὶ τῶν καθεξῆς μέχρι τῶν εἰς ΜΟΣ. Βιβλίον ϛ ʹ. Τὰ εἰς ΒΟΣ δισύλλαβα κύρια ἢ προσηγορικὰ βαρύνεται· ὄλβος λίβος Λέσβος φλοῖσβος θάμβος (τὸ μονογενές) τάρβο ς. σεσημείωται τὸ ὄλβος παροξυνόμενον, ὅτε προσηγορικόν. Ὀλβός δὲ τὸ κύριον, ὥσπερ λοβός (μέρος τοῦ ἥπατος). Τὰ εἰς ΒΟΣ δισύλλαβα ἐπιθετικὰ ὀξύνεται· στραβός ῥαιβός (ὁ μὴ ὀρθός) καὶ κωβό ς. Τὰ εἰς ΒΟΣ κύρια ἢ προσηγορικὰ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται· ἄραβος κόναβος ἴαμβος κάραβος σάραβος ἀττέλαβος, ὅπερ οἱ Ἀττικοὶ παραλόγως ὀξύνουσι.
Τὰ εἰς ΒΟΣ ἐπιθετικὰ ὑπὲρ δύο συλλαβὰς, εἰ μὴ τῷ Η παραλήγοι ἢ σύνθετα εἴη ἀπὸ τῶν εἰς ΒΟΣ ληγόντων, ὀξύνεται· ἐρεμβός κολοβός βουφορβός ἱπποφορβό ς. τὸ δὲ ἔφηβος ἄνηβος παραλήγουσι τῷ Η. τὸ δὲ φιλόκυβος σύνθετον. Τὰ εἰς ΓΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν προσηγορικὰ ὄντα ἢ κύρια βαρύνεται· πύργος σπόγγος φθόγγος Γόργος τὸ κύριον, γοργός δὲ τὸ ἐπίθετον. τὸ δὲ σαργός (ὁ ἰχθῦς) ὀξύνεται. Τὰ εἰς ΓΟΣ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον λήγουσαν ἐπιθετικὰ ὄντα, εἰ μὴ ἔννοιά τις ὑπάρχοι συνθέσεως, ὀξύνεται· γοργός ἀργό ς. τὸ μέντοι γάγγος βαρύνεται, καὶ τὸ μάργος σύνθετον ἀπὸ τοῦ ΜΑ στερητικοῦ καὶ τοῦ ἔργον· ὁ γὰρ μάργος οὐδὲν ἀγαθὸν ἐργάζεται. Τὰ εἰς ΟΓΟΣ διβράχεα βαρύνεται· λόγος μόγος ψόγο ς. Τὰ διὰ τοῦ ΑΓΟΣ διβράχεα ἐπιθετικὰ καὶ μὴ ἐθνικὰ ὀξύνεται· φαγός κραγός (ὁ κραυγαστικός).
τὸ δὲ κράγος βαρύνεται, καὶ τὸ Μάγος ἐθνικόν. Τὰ εἰς ΓΟΣ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα ὀξύνεται, εἰ μὴ κύρια εἴη· λοιγός φηγό ς. τὸ δὲ Λᾶγος κύριον. Τὰ εἰς ΓΟΣ ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται· πάταγος ἔλεγος (ὁ θρῆνος). Τὰ εἰς ΓΟΣ τρισύλλαβα ἀρσενικὰ φύσει ἢ θέσει μακρᾷ παραληγόμενα μὴ διπλασιαζομένου τοῦ Γ ὀξύνεται, χωρὶς εἰ μὴ κύρια εἴη καὶ ἔννοιαν συνθέσεως ἔχοι· ἀρηγός πελαργός ἀμολγός βροτολοιγό ς. τὸ δὲ Ἄμοργος προπαροξύτονον ἐπὶ τῆς νήσου οὐκ ἀρσενικόν. καὶ τὸ Ὄμαργος σύνθετον, ἀπὸ τοῦ ὁμοῦ καὶ τοῦ ἀργός· ἔστι δὲ ὄνομα κυνός. Τὰ εἰς ΔΟΣ διβράχεα ἀρσενικὰ καὶ θηλυκὰ βαρύνονται· εἰ δέ· τι ὀξυνθῇ, τοῦτο θηλυκὸν προσηγορικὸν εὑρέθη τῷ Ο παραλῆγον· κλάδος ἄδος κάδο ς. τὸ μέντοι ὁδός καὶ σποδός ὀξύνεται ὡς θηλυκά. Ἔτι τὰ εἰς ΔΟΣ δισύλλαβα .
…. ὀξύνεται· ὁδός σποδός οὐδό ς· τὸ δὲ φροῦδος ἀπὸ τοῦ πρόοδος σύνθετον, καὶ τὸ Μῆδος ἐθνικόν. σεσημείωται τὸ σκοῖδος (παρὰ Μακεδόσιν ὁ οἰκονόμος) καὶ τὸ χλῆδος προπερισπώμενα. Τὰ εἰς ΔΟΣ ἀρσενικὰ φύσει μακρᾷ παραληγόμενα βαρύνεται· Μῆδος νῖδος ζεῦδο ς. τὸ μέντοι καυδός θηλυκὸν, ὥσπερ καὶ τὸ μαυδό ς. Τὰ εἰς ΔΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Δ σύμφωνον βαρύνεται· ὄγδος ῥάβδος ἄσδος (στήλη λιθίνη). Τὰ εἰς ΔΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Δ σύμφωνον κατὰ διάστασιν βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη· λίνδος Σίνδος Πίνδος νάρδος μάρδος (αὐλοῦ εἶδος). σεσημείωται τὸ Ἰνδός (ποταμὸς καὶ τὸ ἐθνικόν). τὸ δὲ κονδός ἐπίθετον καὶ ὁ μυνδός (ὁ ἄφωνος). Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα βραχείᾳ παραληγόμενα προπαροξύνεται· ὄμαδος κέλαδος Τένεδος κόρυδος, ὅπερ οἱ Ἀττικοὶ ὀξύνουσιν. Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα ἔχοντα κατʼ ἐπιπλοκὴν σύμφωνον κύρια ἢ προσηγορικὰ βαρύνεται· μόλυβδος σμάραγδο ς.
τὸ δὲ ὀρυμαγδός ὀξύνεται. Τὰ εἰς ΔΟΣ ὑπερδισύλλαβα φύσει μακρᾷ παραληγόμενα κύρια προπαροξύνεται· Ἄβυδος Ἔνουδος Ἴσσηδο ς. τὸ μέντοι ἀοιδός ἐπίθετον. τὸ δὲ κίναιδος προπαροξύνεται τῷ λόγῳ τῆς συνθέσεως Τὰ εἰς ΖΟΣ πάντα βαρύνεται· ὄζος ῥοῖζος ταῦζος τρῶζο ς. τὰ δὲ τριγενῆ καὶ τὰ ἀπὸ ἐπιῤῥημάτων ὀξύνεται· πεζός χθιζός πρωϊζό ς. Τὰ εἰς ΘΟΣ μονογενῆ δισύλλαβα φύσει μακρᾷ παραλήγοντα μὴ κοινὰ κατὰ γένος βαρύνεται· μῦθος κῶθος Ζῆθος Ξοῦθος (τὸ κύριον). τὸ δὲ στρουθός κοινὸν τῷ γένει. Τὰ εἰς ΘΟΣ δισύλλαβα μονογενῆ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται· πτόρθος γόνθος (ὁ κόγχος) γρόνθος (τὸ ἐπὶ τῆς αὐλήσεως) σμίνθος (ὁ μῦς). τὸ δὲ ξανθός καὶ τυτθός τριγενῆ. Τὰ εἰς ΘΟΣ διβράχεα ὀξύνεται, εἰ μὴ τόπον δηλοῖεν· νόθος πόθος ψόθος ……. (ὁ ψόφος) μόθο ς. τὸ μέντοι βυθός τοπικόν. Τὰ εἰς ΘΟΣ δισύλλαβα τριγενῆ παραληγόμενα φύσει μακρᾷ ἢ θέσει, μὴ προηγουμένου τοῦ Σ, ὀξύνεται· ἀφθός τυτθός ξανθός αἰθός (ὁ διάπυρος).
55
τὸ δὲ λοῖσθος ἔχει τὸ Σ. σεσημείωται τὸ Πάρθος καὶ τὸ ὄνθος Τὰ εἰς ΑΘΟΣ μονογενῆ τρισύλλαβα ἀπὸ βραχείας ἀρχόμενα προπαροξύνεται· ψάμαθος κύαθος κάλαθος καὶ λάπαθο ς. τὸ μέντοι ἀγαθός τριγενές. τὸ δὲ ὁρμαθός καὶ γυργαθός ὀξύνεται ἀπὸ μακρᾶς ἀρχόμενα. Τὰ εἰς ΘΟΣ ὑπὲρ δύο συλλαβὰς παραλήγοντα Ι ἢ Υ ἢ καὶ φύσει μακρᾷ προπαροξύνεται· εἰ δέ τι καὶ ὀξύνεται, ἐπιθετικόν ἐστι· Λάπιθος λέκιθος ἔριθος Μίκυθος ἄκυθος (ἡ μὴ τίκτουσα). τὸ δὲ βοηθός καὶ κακηθός (ὁ κάκιστος) ὀξύνεται. Τὰ εἰς ΘΟΣ ὑπερδισύλλαβα ἔχοντα κατὰ τὴν παραλήγουσαν δύο σύμφωνα μὴ ὄντα ἐπιθετικὰ προπαροξύνονται· Ἐρύμανθος λαβύρινθος Μέλανθος ὄλυνθος (τὸ μὴ πέπειρον). τὸ δὲ ὀλισθός (ὁ ὀλισθηρός) ὀξύνεται ἐπίθετον ὄν. Τὰ εἰς ΚΟΣ μονογενῆ δισύλλαβα φύσει μακρᾷ παραληγόμενα βαρύνεται· Φῶκος Σῶκος ταῦκο ς. τὸ δὲ σηκός ὀξύνεται.
τὰ δὲ ἐπιθετικὰ ὀξύνεται· γλαυκός λευκός γραικό ς. Τὰ εἰς ΚΟΣ δισύλλαβα κύρια, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν βαρύνεται· Μάκκος Ὄγκος (τὸ κύριον) Λύγκος Φόρκο ς. Τὰ εἰς ΚΟΣ δισύλλαβα προσηγορικὰ μὴ παρασχηματιζόμενα εἰς θηλυκὸν γένος, εἰ ἔχοι τὴν πρὸ τέλους συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν, πλὴν τοῦ Λ, βαρύνεται· λάκκος κόκκος ἄρκος κέρκος ὅρκο ς. σεσημείωται τὸ θριγκό ς. τὸ δὲ χαλκός ἔχει Λ. καὶ τὸ φολκός ἐστι τριγενὲς ἔχον καὶ τὸ Λ. Τὰ εἰς ΚΟΣ δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου τοῦ Σ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται· δίσκος Φύσκος μύσκο ς. τὸ δὲ ἀσκός ἀπὸ φωνήεντος ἄρχεται. Τὰ εἰς ΚΟΣ διβράχεα μονογενῆ, εἴτε ἀρσενικὰ, εἴτε θηλυκὰ, βαρύνεται, εἰ μὴ διαστολή τις σημαινομένου γένοιτο, οἷον· κύκος Πλάκος πόκος τόκο ς. σεσημείωται τὸ φακός ὀξύτονον. τὸ δὲ Φάκος κύριον ὄνομα ὄρους. Τὰ εἰς ΚΟΣ δισύλλαβα τριγενῆ ὀξύνεται, οἷον· λευκός γλαυκός πλὴν τῶν παραληγόντων τῷ Ω. Τὰ εἰς ΚΟΣ ὑπὲρ δύο συλλαβὰς Α παραληγόμενα, οὗ προηγεῖται σύμφωνον ἢ σύμφωνα, κύρια ὄντα βαρύνεται· Λάβδακος Πίνακος καὶ Ἀμάρακος Ἴθακο ς.
σεσημείωται τὸ Ἀσακός καὶ Ἀλακός καὶ Καλλιακό ς. Τὰ εἰς ΚΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Α προσηγορικὰ ἢ ἐπιθετικὰ ὀξύνεται· λιθακός μαλθακός ψιττακός ἀστακός φυλακός (ὁ φύλαξ, Φύλακος δὲ τὸ κύριον) φαρμακός (ὁ ἐπὶ καθαρμῷ τῆς πόλεως τελευτῶν, φάρμακος δὲ ὁ γόης). σεσημείωται τὸ θύλακος ὕσσακος αἴσακος προπαροξυνόμενα, καὶ τὸ μαίμακος σύνθετον. Τὰ [διὰ τοῦ] εἰς ΑΚΟΣ κτητικὰ ὀξύνεται· Δηλιακός Φρυγιακός Ἰλιακό ς. Τὰ εἰς ΕΚΟΣ ἕν ἐστιν· ἀλώπεκος ἀπὸ τῆς γενικῆς. Τὰ εἰς ΟΚΟΣ ὑπὲρ δύο συλλαβὰς προπαροξύνονται σπάνια ὄντα· Καππάδοκος Σπόρδοκο ς. τὸ δὲ ξενοδόκος βαρύνεται, [καὶ τὸ αἰγοβοσκός ὀξύνεται]. Τὰ εἰς ΚΟΣ ὑπὲρ δύο συλλαβὰς μακρᾷ παραλήγοντα σπάνια ὄντα βαρύνεται· ἔστρηκος Μάληκος πίθηκο ς. τὸ δὲ Ἰωλκός καὶ Ἀρδησκός ὀξύνεται. Τὰ εἰς ΚΟΣ παραληγόμενα ΑΙ ἢ ΟΙ μὴ ἐπιθετικὰ προπαροξύνεται· πάταικος Φάλαικος Μίθαικος σόλοικος μόνοικος (τὸ κατὰ συναλοιφήν).
τὸ Εὐβοικός ὀξύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς ΚΟΣ ὑπερδισύλλαβα εἰ παραλήγοιτο Ι μακρῷ βαρύνεται· Ἄνικος (κύριον) Κάικος Γρήνικος Φίλικο ς. εἰ δὲ τῇ ΕΙ διφθόγγῳ, ὀξύνεται· δαρεικός βοεικός Δεκελεικός Κεραμεικό ς. σεσημείωται τὸ Καμικός ὀξύτονον καὶ ἔχον τὸ Ι μακρὸν, ὡς τὸ Παλικό ς. Τὰ εἰς ΙΚΟΣ κτητικὰ ἐπιθετικὰ καὶ θηλυκὸν ἔχοντα ὀξύνεται· Γαλατικός Ἰταλικός Πυθαγορικό ς. τὸ δὲ ἄδικος οὐ κτητικόν. τὸ δὲ ἡλίκος καὶ πηλίκος παροξύνονται· οὐ γὰρ κτητικά. Τὰ εἰς ΥΚΟΣ ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ κτητικῆς ἐννοίας ἐχόμενα βαρύνεται· Ἴβυκος Ἄμυκος Κώρυκος Ἴνυκο ς. τὸ δὲ Λιβυκός καὶ θηλυκός καὶ ἁλυκός ὀξύνεται θηλυκὰ ἔχοντα. Τὰ εἰς ΣΚΟΣ Ι ἢ Υ παραληγόμενα παροξύνεται· σατυρίσκος νεανίσκος παιδίσκο ς. τὸ μέντοι Δαμασκός καὶ Ἀρδησκός ὀξύνεται, ἰῶτα οὐκ ἔχοντα. Τὰ εἰς ΛΟΣ διβράχεα βαρύνεται.
εἰ δέ τι ὀξύνεται, διαστολὴν πέπονθεν, ἢ ἕνεκα τριγενείας· πάλος σάλος λάλος φάλος θόλο ς. τὸ δὲ ὀλός (ὁ ὀλέπριος) ὀξύνεται. Τὰ εἰς ΛΟΣ μονογενῆ [ὑπὲρ δύο συλλαβὰς] μὴ ἀπὸ τοῦ Χ ἀρχόμενα ἔχοντα δίχρονον ἐκτεταμένον, εἰ μή τις εἴη διαστολὴ, [καὶ] βαρύνεται· Ἶλος (τὸ κύριον, ἰλός δὲ ὁ διεστραμμένος) πῖλος μύλος στῦλος γρῦλο ς. τὸ δὲ χυλός καὶ χιλός (ἡ τροφὴ) ὀξύνεται ἀπὸ τοῦ Χ ἀρχόμενα. τὸ δὲ ψιλός τριγενές. καὶ τὸ Νεῖλος βαρύνεται. καὶ τὸ δειλός ὀξύνεται. Τὰ εἰς ΛΟΣ δισύλλαβα κύρια τῷ Η παραληγόμενα προπερισπᾶται, οἷον· Μῆλος Βῆλος Δῆλος Σφῆλο ς. Ἔτι τὰ εἰς ΛΟΣ δισύλλαβα προσηγορικὰ ἢ ἐπιθετικὰ τῷ Η παραληγόμενα, εἰ ἔχοι ἄφωνον πρὸ τοῦ Η, ὀξύνεται· πηλός βηλός (ὁ οὐδός), τὸ μέντοι ἧλος καὶ ζῆλος βαρύνεται· οὐδὲ γὰρ ἄφωνον ἔχει. Τὰ εἰς ΑΥΛΟΣ δισύλλαβα μονογενῆ μὴ κύρια ὀξύνεται· αὐλός δαυλός καυλό ς. τὸ δὲ Βραῦλος Παῦλος Δαῦλος κύρια. … καὶ τὸ ναῦλος μὴ ὂν κύριον. τὸ δὲ φαῦλος ἐπίθετον. Τὰ εἰς ΛΟΣ ἐπιθετικὰ ἔχοντα πρὸ τοῦ ΛΟΣ δίφθογγον τὴν διὰ τοῦ Υ βαρύνεται, οἷον· φαῦλος δοῦλος οὖλο ς.
60
τὸ δὲ τραυλός ὀξύνεται καὶ τὸ δειλός (?). Τὰ εἰς δύο ΛΛ κύρια ἀρσενικὰ βαρύνονται· Ὕλλος Τέλλος Μύλλος (ποιητὴς κωμικὸς) Γάλλος Ψύλλος (τὸ κύριον). τὸ δὲ κυλλός ὀξύνεται ὡς ἐπιθετικὸν, καὶ τὸ Μαλλός θηλυκὸν ὄνομα πόλεως. Τὰ εἰς δύο ΛΛ προσηγορικὰ εἰ μὴ παραλήγοιεν Ι ὀξύνεται· μαλλός φαλλός φελλό ς. τὸ σίλλος καὶ βίλλος (τὸ ἀνδρεῖον αἰδοῖον, τὸ κοινῶς βιλλίν παρὰ Ἐφεσίοις) βαρύνεται. σεσημείωται τὸ ψύλλος τὸ ἐπὶ τοῦ ἔθνους. Τὰ εἰς ΛΟΣ μετʼ ἐπιπλοκῆς συμφώνου βαρύνεται. εἰ δέ τι εἴη ὀξύτονον, ἐπιθετικὸν ὑπάρχει· ὄτλος βύβλος βίβλος ὄχλος κόχλος κύκλο ς. τὸ δὲ τυφλός ὀξύνεται ἐπιθετικὸν ὂν, ὥσπερ καὶ τὸ στρεβλός καὶ ἐσθλό ς. σεσημείωται τὸ μοχλός ὀξυνόμενον. Τὰ εἰς ΑΛΛΟΣ τρισύλλαβα μὴ ἐθνικὰ προπαροξύνεται· κρύσταλλος κίαλλος ὄκταλλος (ὁ ὀφθαλμὸς παρὰ Βοιωτοῖς)· τὸ δὲ Τριβαλλός ἐθνικὸν καὶ τὸ προβαλλός (ἡ ἀσπίς) ὀξυνόμενον. Τὰ ὑπὲρ τρεῖς συλλαβὰς ἐκφερόμενα παραληγόμενα τῷ Α βαρύνεται, εἰ μὴ ἀπὸ τοῦ Κ ἄρχοιτο· ἀρύβαλλος (τὸ μαρσύπιον) περίαλλος (τὸ ἰσχίον) αἰγίθαλλο ς .
κραπαταλλός δὲ (εἶδος νομίσματος) καὶ κορυδαλλός ὀξύνεται. Τὰ εἰς ΛΛΟΣ πολυσύλλαβα, ὁποίῳ φωνήεντι παραλήγει πλὴν τοῦ Α, προπαροξύνεται· Μύσκελλος Μάρκελλος Κύριλλος Σόφιλλος δόριλλο ς. τὸ δὲ ὀπτίλλος παροξύνεται. καὶ τὸ νεογιλλός ἔχει θηλυκόν. Τὰ διὰ τοῦ ΑΛΟΣ, εἰ ἔχει τὴν τρίτην ἀπὸ τέλους μακρὰν, προπαροξύνεται· Κώδαλος Τάνταλος Ἅρπαλος ἴξαλος δαίδαλο ς. σεσημείωται τὸ ὀμφαλός καὶ τὸ Θεσσαλό ς. Τὰ διὰ τοῦ ΑΛΟΣ ἔχοντα τὴν τρίτην συνεσταλμένην, θηλυκῶν ἐστερημένα, εἰ μὴ περιεκτικῇ σημασίᾳ ἐκφέρηται, προπαροξύνεται· ἐγκέφαλος πίαλος φίγαλος δάμαλο ς. τὸ δὲ Ἰταλός ὀξύνεται καὶ τὸ αἰγιαλός περιεκτικόν. Τὰ διὰ τοῦ ΑΛΟΣ τριγενῆ ἔχοντα τὴν τρίτην βραχεῖαν ὀξύνεται· ἁπαλός χθαμαλός τροχαλός ἰταλό ς. σεσημείωται δὲ τὸ μεγάλος παροξύτονον. Τὰ διὰ τοῦ ΑΛΟΣ ὑπερδισύλλαβα μετὰ τοῦ Α ἐκτεταμένου βαρύνεται· Φάρσαλος Τάβαλο ς. Τὰ διὰ τοῦ ΕΛΟΣ μονογενῆ προπαροξύνεται, εἰ μὴ πάθος τι γένοιτο· ἄμπελος Σθένελος πύελος κύψελος ἀσφόδελος (ἡ βοτάνη, ἀσφοδελός ὁ τόπος ὁ περιέχων).
τὸ δειελός (τὸ δειλινὸν) ὀξύνεται, καὶ τὸ ὀβελός καὶ μυελό ς. Τὰ διὰ τοῦ ΕΛΟΣ ἐπιθετικὰ ὑπερδισύλλαβα ἔχοντα τὴν τρίτην μακρὰν προπαροξύνεται· ἀείδελος εἴκελος εὐτράπελος πέμπελος (ὁ παλαιός). εἰ δὲ τρισύλλαβα εἴη ἐπιθετικὰ μὴ ὄντα σύνθετα ὀξύνεται· Σικελός στροβελός κεφελό ς. τὸ δὲ ζάφελος σύνθετον ὂν προπαροξύνεται. Τὰ διὰ τοῦ ΗΛΟΣ ὑπερδισύλλαβα. …. μὴ ἔχοντα ἴδια θηλυκὰ προπαροξύνεται· εὔκηλος τράχηλος κάπηλο ς. τὸ δὲ ῥιγηλός ἔχει θηλυκόν. Τὰ διὰ τοῦ ΗΛΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ἔχοντα θηλυκὰ ὀξύνεται· σιγηλός μιμηλός ἀπατηλός ὑψηλός ὑδρηλό ς. Τὰ διὰ τοῦ ΙΛΟΣ ἀρσενικὰ ὑπερδισύλλαβα ἔχοντα τὸ Ι βραχὺ παροξύνεται. εἰ δέ τι προπαροξύτονον εἴη, ἢ πάθει ἢ γένει· ναυτίλος Τρωΐλος Ζωΐλος Πενθίλο ς. τὸ δὲ αἴγιλος θηλυκὸν προπαροξύνεται. τὸ δὲ κόϊλος ἀπὸ τοῦ κοῖλος κατὰ πάθος, καὶ τὸ μύτιλος (ὁ ἔσχατος) προπαροξύνεται.
Τὰ διὰ τοῦ ΙΛΟΣ ὑπερδισύλλαβα, εἰ ἔχοι τὸ Ι ἐκτεταμένον, προπαροξύνεται, εἰ μὴ ἡ τρίτη ἔχοι τὸ Α, οὗ προκατάρχει σύμφωνον· στρόβιλος (εἶδος ὀρχήσεως, στροβιλός δὲ ἡ συστροφὴ τοῦ ἐχίνου) ἔσβιλος ὅμιλος Πάμμιλος, ἀλλʼ οὐκ ἐν συλλήψει τὰ σύμφωνα. τὸ δὲ Καδμῖλος (ὁ Ἑρμῆς) προπερισπᾶται ἔχον τὸ Α. Τὰ εἰς ΟΛΟΣ ὑπὲρ δύο συλλαβὰς ἁπλᾶ κύρια ἢ προσηγορικὰ προπαροξύνεται· Ἄσβολος ἄκολο ς. τὸ δὲ αἰόλος, εἴτε κύριον, εἴτε ἐπίθετον, παροξύνεται. καὶ τὸ βουκόλος παροξύτονον. τὸ δὲ ὀβολός ὀξύνεται. Τὰ διὰ τοῦ ΥΛΟΣ τρισύλλαβα προσηγορικὰ ἢ κύρια, εἰ ἄρχοιτο ἀπὸ φύσει μακρᾶς, παροξύνεται· Κρωβύλος κηρύλος Αἰσχύλος Ῥωμύλο ς. σεσημείωται τὸ αἴτυλος καὶ ὄγκυλο ς. τὸ δὲ αἴσυλος ἐπίθετόν ἐστιν. Τὰ διὰ τοῦ ΥΛΟΣ τρισύλλαβα ἐπιθετικὰ ἁπλᾶ ἔχοντα τὴν τρίτην μακρὰν παροξύνεται· στωμύλος αἱμύλος (ὁ πρᾷος) στρογγύλος ἀγκύλος καμπύλο ς.
τὸ δὲ αἴσυλος προπαροξύνεται ὡς σύνθετον, ἀπὸ τοῦ Α καὶ τοῦ συλῶ, ὁ πολλὰ συλῶν. Τὰ εἰς ΥΛΟΣ τρισύλλαβα κύρια ὄντα ἔχοντα τὴν πρώτην συλλαβὴν μηκυνομένην παροξύνεται· προσηγορικὰ δὲ ὄντα προπαροξύνεται. παροξύνεται δὲ Δερκύλος Βακχύλος Χαρμύλο ς. προπαροξύνεται δὲ τὸ κόνδυλος σφόνδυλος δάκτυλος γόγγυλο ς. τὸ δὲ Ἄξυλος καὶ Ὄξυλος κύρια ὄντα τοῖς προσηγορικοῖς κατὰ τὸν τόνον ἠκολούθησαν. Τὰ διὰ τοῦ ΥΛΟΣ τριβράχεα, εἰ ἔχοι ἐν τῇ τρίτῃ συλλαβῇ τὸ Ι …… εἰ μὴ εἴη παρώνυμον ἐν ἰσοσυλλάβοις, προπαροξύνεται· τίτυλος Ἴτυλος τὸ κύριον. τὸ μέντοι Χρεμύλος καὶ Κρατύλος παροξύνονται οὐκ ἔχοντα Ι ἐν τῇ πρώτῃ. τὸ δὲ Στάφυλος παρώνυμόν ἐστι παρὰ τὸ σταφυλή. καὶ τὸ Ἄγκυλος κύριον προπαροξύνεται. Τὰ διὰ τοῦ ΥΛΟΣ ὑπερτρισύλλαβα παροξύνεται, εἰ μὴ ἔχοι[εν] ἔννοιαν συνθέσεως, οἷον· ἐρωτύλος ἰαμβύλο ς. τὸ μέντοι εὐρύπυλος σύνθετον. Τὰ διὰ τοῦ ΩΛΟΣ μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ Ω δύο σύμφωνα κατʼ ἐπιπλοκὴν, ὧν τὸ δεύτερόν ἐστι Τ, οἷον· Κίμωλος εὐρύσμωλος φάσκωλος (ὁ θύλακος)· Καστωλός δὲ ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν Τ ἐστι.
65
τὸ μέντοι Σπάρτωλος βαρύνεται· τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλʼ ἐν διαστάσει. τὸ δὲ Αἰτωλός τριγενές. Τὰ διὰ τοῦ ΩΛΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ῥηματικὰ ἔχοντα τὴν τρίτην μακρὰν ὀξύνεται· φειδωλός αἰτωλός ἁμαρτωλό ς. τὸ μέντοι ἕωλος (ὁ χθεσινός) προπαροξύνεται ὡς παρώνυμον, καὶ τὴν τρίτην βραχεῖαν ἔχει. Τὰ εἰς ΛΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ διὰ τοῦ Υ διφθόγγῳ προπαροξύνεται· δίαυλος ἴουλος Κάμουλος ὕπουλο ς. Περὶ τῶν εἰς ΜΟΣ ΝΟΣ ΞΟΣ ΠΟΣ. Βιβλίον ζ ʹ . Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ τὸ Γ ὀξύνεται προσηγορικὰ ὄντα· νυγμός φραγμός τιναγμός ἀλαλαγμός ὑλαγμός διωγμό ς. σεσημείωται τὸ ὄγμος (ἡ τάξις) βαρυνόμενον, καὶ τὸ Ῥίγμος οὐ προσηγορικόν. Τὰ εἰς ΜΟΣ πρὸ τοῦ Μ Δ ἔχοντα ὀξύνεται προσηγορικὰ ὄντα, εἰ δὲ κύρια εἴη, βαρύνεται.
ὀξύνεται δὲ ταῦτα· ἀρδμός σκιαδμός, βαρύνονται δὲ ταῦτα· Κάδμος Κύδμο ς. Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ Θ ἢ Χ ὀξύνεται· βαθμός ἰσθμός ῥυθμός σταθμός αὐχμό ς. σεσημείωται τὸ κρίθμος βαρυνόμενον. Τὰ εἰς ΜΟΣ ἔχοντα πρὸ τοῦ Μ τὸ Κ σπάνια μέν εἰσι καὶ βαρύνεται, οἷον· Λάκμος Δέκμο ς. τὸ μέντοι Τρωκμός ὀξύνεται. Τὰ εἰς ΜΟΣ λήγοντα ἔχοντα πρὸ τοῦ Μ τὸ Τ βαρύνονται, οἷον· πότμος Πάτμος Λάτμο ς. σεσημείωται τὸ ἀτμός ὀξυνόμενον. Τὰ εἰς ΜΟΣ λήγοντα ἔχοντα πρὸ τοῦ Μ τὸ Σ προσηγορικὰ ὄντα ὀξύνεται, μὴ ἔχοντα ἐν τῇ πρὸ τέλους συλλαβῇ τὸ Σ εἰς Ο μόνον καταλῆγον, βρυσμός δεσμός δασμός θεσμός χρησμός σπασμό ς. πρόσκειται προσηγορικὰ, ἵνα φύγωμεν τὰ βαρύτονα κύρια τὸ Κροῖσμος καὶ τὸ Κάσμο ς. [οὐκ ἔχοντα τὸ Ο μόνον.] τὸ δὲ κόσμος βαρύνεται, καὶ τὸ κρουσμός … . ὀξύνεται, καὶ τὸ σύνδεσμος προπαροξύνεται σύνθετον ὄν. Τὰ εἰς ΜΟΣ προσηγορικὰ ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς Λ καταλήγουσαν ὀξύνεται. ὀφθαλμός τιλμός ψαλμός παλμός ἰνδαλμό ς.
τὸ δὲ Ἄλμος τὸ κύριον καὶ τὸ προσηγορικὸν βαρύνεται. Τὰ εἰς ΜΟΣ ἔχοντα τὴν πρὸ τέλους εἰς Μ καταλήγουσαν ἀρσενικὰ προσηγορικὰ, εἰ ἀπὸ τῆς πρώτης εἴη συζυγίας, ὀξύνεται· γράφω γραμμός τρίβω τριμμός θλίβω θλιμμό ς. τὸ δὲ ἄμμος καὶ ψάμμος θηλυκά. ἔτι καὶ τὸ μνάμμος (ὁ ἔκγονος) βαρύνεται ἐπιθετικὸν ὄν. Τὰ εἰς ΜΟΣ δισύλλαβα τῷ Η παραληγόμενα κύρια ὄντα βαρύνεται· Κνῆμος Σῆμος Ῥῆμο ς. τὰ δὲ προσηγορικὰ ὀξύνεται, εἰ μὴ διαστολή τις εἴη· κημός (ἡ χώνη, τὸ ἐπιτιθέμενον ἐπὶ τῇ ὑδρίᾳ, ἐξ ἧς αἱ ψῆφοι φέρονται) κνημός (ὁ τραχὺς τόπος τῶν ὀρέων) δημός (τὸ λίπος, δῆμος δὲ ὁ ὄχλος). Τὰ εἰς ΑΜΟΣ μονογενῆ δισύλλαβα [μὴ ὄντα τριγενῆ] βαρύνεται· βράμος γάμος Σάμος Ἄμο ς. τὸ μέντοι ἀμός (ὁ ἡμέτερος καὶ ….. μηδαμινὸς) τριγενὲς ὂν ὀξύνεται. Τὰ εἰς ΜΟΣ δισύλλαβα παραληγόμενα τῷ Ο ἢ Ε μὴ ὄντα τριγενῆ βαρύνεται, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων· βρόμος γόμος τρόμος δρόμος ῥόμος (ὁ σκώληξ) τόμος (ὁ τετμημένος, τομός ὁ τέμνων).
Τὰ εἰς ΥΜΟΣ ἔχοντα τὸ Υ ἐκτεταμένον δισύλλαβα ὀξύνεται· κρυμός ῥυμός χυμός θυμό ς . θύμος δὲ τὸ κύριον, ἢ ἡ βοτάνη. τὸ δὲ Δρυμός καὶ ἐπὶ τοῦ κυρίου καὶ προσηγορικοῦ ὀξύνεται. Τὰ εἰς ΩΜΟΣ δισύλλαβα προσηγορικὰ ἀρχόμενα ἀπὸ συμφώνου μὴ τοῦ Μ, εἰ ἐπὶ οὐσίας τάττοιτο, ὀξύνεται· βωμός ψωμός ζωμός θωμός (ὁ σωρός). τὸ μέντοι κῶμος (ἡ ᾠδή) βαρύνεται καὶ τὸ μῶμος ἀπὸ τοῦ Μ ἄρχεται, καὶ τὸ ῥῶμος καὶ βρῶμος κύριον βαρύνεται, ὥσπερ τὸ πῶλο ς. Τὰ εἰς ΜΟΣ δισύλλαβα διφθόγγῳ παραλήγοντα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται· λοιμός λαιμό ς. τὸ Δεῖμος καὶ οἷμος βαρύνεται. Τὰ διὰ τοῦ ΑΜΟΣ τριβράχεα προπαροξύνεται, εἰ μὴ προηγεῖται τῷ Α τὸ Τ· πλόκαμος κέραμος κάλαμος θάλαμος κύαμος Πρίαμο ς. τὸ μέντοι ἰταμός καὶ ποταμός ὀξύνεται ὡς ἔχοντα τὸ Τ πρὸ τοῦ Α. Τὰ διὰ τοῦ ΑΜΟΣ, εἰ ἔχοι τὴν πρώτην θέσει μακρὰν, εἰ μὲν κύρια εἴη, προπαροξύνεται· Πύραμος Σίσαμο ς· εἰ δὲ μὴ, ὀξύνεται· οὐλαμός χηραμός (ἡ κατάδυσις) φωριαμός (τὸ κιβώτιον).
Τὰ διὰ τοῦ ΑΜΟΣ, εἰ ἄρχεται ἀπὸ δύο συμφώνων, κύρια ὄντα ἢ ἐπίθετα, προπαροξύνεται· ἄρταμος (ὁ μάγειρος) ὄρχαμος Πέργαμος ἐμπέραμο ς. τὸ μέντοι σχινδαλαμός (ὁ σχισμός) ὀξύνεται προσηγορικὸν ὄν. Τὰ εἰς ΜΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ε προπαροξύνεται· Τήλεμος Ἔχεμος πόλεμος ἄνεμο ς. τὸ δὲ θελεμός ἀπὸ τοῦ θελημός ὀξύνεται. Τὰ εἰς ΜΟΣ ἁπλᾶ τῷ Η παραληγόμενα σπάνια ὄντα προπαροξύνεται· ἔρημος (ἀττικῶς, ἐρῆμος δὲ παρὰ τῷ ποιητῇ) ἴημο ς. ἔτι καὶ τὰ σύνθετα· Εὔδημος εὔφημο ς. Τὰ εἰς ΙΜΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· ἀγώγιμος ὄψιμος πρώϊμος ὠφέλιμος ἄλκιμο ς. Τὰ εἰς ΟΜΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· κέρτομος ἄνδρομος (ὁ ἀνδρώδης) ἕβδομος Θέομο ς· πλὴν τοῦ καρατόμος ἀγριονόμος ἀπὸ ῥημάτων συντεθέντων. Τὰ εἰς ΥΜΟΣ ἔχοντα τὸ Υ βραχὺ πρὸ τοῦ ΜΟΣ προπαροξύνεται· ἔλυμος ἔτυμος δίδυμος Σόλυμος ἔρυμο ς.
70
τοῦ μέντοι κολυμός καὶ ῥυμός τὸ Υ μακρόν. Τὰ εἰς ΜΟΣ τρισύλλαβα παραληγόμενα τῇ ΟΙ διφθόγγῳ μὴ παρεσχηματισμένα θηλυκῷ γένει ὀξύνεται· κυδοιμός [ ἀθροισμός ἀφλοισμό ς ] (ἡ ταραχή). τὸ δὲ ἕτοιμος ἀττικὸν, τὸ δὲ ἑτοῖμος κοινόν. καὶ τὸ ἀλύδοιμος (ὁ οἰκτρός) προπαροξύνεται. Τὰ εἰς ΝΟΣ ἔχοντα πρὸ τοῦ Ν ἕν τι τῶν μέσων στοιχείων, ἔχοντα θηλυκὸν γένος, ὀξύνεται· στεγνός στυγνός ἁγνός κεδνό ς. τὸ μέντοι λάγνος βαρύνεται· οὐκ ἔχει γὰρ ἴδιον θηλυκόν. ὡσαύτως καὶ τὰ κύρια· Κύδνος Πύδνος Κάλυδνο ς. Τὰ εἰς ΝΟΣ ἁπλᾶ ἔχοντα πρὸ τοῦ Ν ἕν τι τῶν ἀντιστοίχων ὀξύνεται, ἐπιθετικὰ ὄντα καὶ μὴ ἔχοντα πρὸ τοῦ τέλους ΟΡ· πυκνός κραιπνός τερπνός στρυφνός ἰσχνό ς· σεσημείωται τὸ λίχνος βαρύτονον, ὡς σύνθετον παρὰ τὸ λίαν χαίνειν. τὸ δὲ μόρφνος (ὁ μέλας) ἔχει τὸ ΟΡ, καὶ τὸ ὄκνος προσηγορικόν. Τὰ εἰς ΝΟΣ μονογενῆ δισύλλαβα ἔχοντα πρὸ τοῦ ΝΟΣ ἕν τι τῶν ἀντιστοίχων, πλὴν τοῦ Α, βαρύνεται· ὄκνος κύκνος Κύθνος Πέφνος ὕπνος Σίφνο ς.
τὸ δὲ καπνός ὀξύνεται ἔχον τὸ Α. Τὰ εἰς ΜΝΟΣ δισύλλαβα, εἰ παραλήγοι Α μετὰ συμφώνου, βαρύνεται· θάμνος ῥάμνο ς. τὸ δὲ ἀμνός ὀξύνεται· ἀπὸ τοῦ Α γὰρ καὶ ἐπιθετικώτερον· ἄμενος γὰρ παρὰ τὸ μὴ ἔχειν μένος. Τὰ εἰς ΜΝΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους μὴ φύσει μακρὰν, μονογενῆ μὲν ὄντα βαρύνεται· ὕμνος σκύμνος τέμνο ς· τριγενῆ δὲ ὀξύνεται· γυμνός σεμνός στυμνός (ὁ σκληρός). Τὰ εἰς ΝΟΣ ὑπερδισύλλαβα κύρια ἢ προσηγορικὰ, μὴ ἔχοντα ἴδια θηλυκὰ, προπαροξύνεται· Λάτυμνος Λύκαμνος Ἐπίδαμνος Αἴσυμνο ς. τὸ μέντοι ἐρεμνός ἔχει θηλυκὸν τὸ ἐρεμνή, ὥσπερ καὶ τὸ ἐρυμνός (ὁ κεκαλυμμένος). Τὰ εἰς δύο ΝΝ βαρύνεται ἀπαρασχημάτιστα ὄντα θηλυκῷ γένει· βλέννος θύννος Κύννος δάθυννος (? ) Ἄργυννος τύραννο ς. τὰ μέντοι ἔχοντα θηλυκὰ ὀξύνεται· ἐραννός (ὁ ποθεινός) ἀργεννός κλεεννός ἐρεβεννό ς. Τὰ εἰς ΕΡΝΟΣ Ἰταλιωτικὰ παροξύνεται· Φαλέρνος πατέρνο ς. Τὰ εἰς ΑΝΟΣ δισύλλαβα κύρια ὄντα ἢ προσηγορικὰ, μὴ ἔχοντα διαστολὴν, βαρύνεται· Τάνος Φάνος (τὸ κύριον) πάνος (ὁ δίφρος).
τὰ μέντοι ἐπιθετικὰ ἢ προσηγορικὰ ἔχοντα διαστολὴν ὀξύνεται· φανό ς. τὸ δὲ πλάνος βαρύνεται, καὶ τὸ νᾶνος (ὁ μικρός). Τὰ εἰς ΕΝΟΣ δισύλλαβά τινα μὲν βαρύνονται· ἔνος (ὁ ἐνιαυτός) ξένο ς· τινὰ δὲ ὀξύνονται· κενός στενό ς. Τὰ εἰς ΗΝΟΣ κύρια ἢ προσηγορικὰ βαρύνεται· Τῆνος Φῆνος (ὁ τόπος) Ῥῆνο ς. τὰ δʼ ἐπίθετα ὀξύνεται· φηνός (ὁ λαμπρός) πτηνό ς. ἔτι καὶ τὸ ληνός μὴ ὂν ἐπίθετον. Τὰ εἰς ΙΝΟΣ δισύλλαβα βαρύνεται· Νῖνος πίνος δῖνος σχῖνο ς. τὸ δὲ κλεινός αἰνός δεινός ὀξύνεται μὴ ἔχοντα τὸ Ι μόνον. Τὰ εἰς ΥΝΟΣ δισύλλαβα, εἰ μὴ κύρια εἴη, ὀξύνεται· θυνός ξυνός γρυνός (ἡ ῥίζα τῶν ξύλων ἡ ξηρὰ καὶ παχεῖα) πλυνό ς. Τὰ εἰς ΩΝΟΣ βαρύνεται· Πρῶνος κῶνος ὦνος (ἡ τιμή). Τὰ εἰς ΑΙΝΟΣ καὶ ΟΙΝΟΣ μονογενῆ βαρύνεται· αἶνος Αὔαινος Κόλαινος οἶνος σχοῖνο ς. τὸ μέντοι κοινός τριγενὲς, ὥσπερ τὸ δαφοινός κελαινός καινός αἰνό ς.
Τὰ εἰς ΝΟΣ διφθόγγῳ παραληγόμενα τῇ διὰ τοῦ Υ μονογενῆ ὀξύνονται· καυνός γλαυνός βαυνός (ὅπερ οἱ Ἀττικοὶ βαρύνουσι) κρουνός βουνός κεραυνό ς. τὸ μέντοι χαῦνος τριγενές. τὸ δὲ πύραυνος (ὁ χυτρόπους) προπαροξύνεται. Τὰ εἰς ΑΝΟΣ τοῦ Α βραχέος ὄντος, εἰ μὴ θηλυκὰ ἔχοι, εἰ μὴ πρὸ τοῦ Α τὸ Δ ἢ Ε ἢ Ι ὑπάρχοι, προπαροξύνεται· στέφανος κλίβανος λίβανος χόανο ς. σεσημείωται τὸ πελανός οὐρανός Σικανό ς. τὸ δὲ πιθανός ἔχει θηλυκόν. τὸ δὲ „Δ πρὸ τοῦ Α“ διὰ τὰ ἀπὸ τοῦ ΔΑΝΟΣ, ὅτι πάντα ὀξύνεται, χωρὶς εἰ μὴ ὀφθείη πρὸ τοῦ Δ τὸ Ρ καταλῆγον, οἷον· ἡδανός (ὁ ἡδύς) οὐτιδανός ἐλλεδανός (ὁ συστρέφων) ῥιγεδανός Ἀπιδανό ς. ἐφυλάξατο δὲ ὁ κανών „τὸ Ρ πρὸ τοῦ Δ ὑπάρχον“ διὰ τὸ· Δάρδανος Ἰόρδανος, ἃ προπαροξύνονται. …… Τὰ διὰ τοῦ ΑΝΟΣ τριγενῆ ὀξύνεται· στεγανός (ὁ πυκνός) πιθανός (ὁ πρᾷος) ἱκανός ὀρφανό ς. Τὰ διὰ τοῦ ΜΕΝΟΣ μετοχικὰ ὀξύνονται, εἰ μὴ πάθος τι γένηται παρὰ τὴν φωνὴν, τότε γὰρ προπαροξύνεται.
τὰ δὲ ὀξύτονα ταῦτα· Τισαμενός Ἀκεσαμενός Φαμενός Ἰαμενός Σωζομενό ς. τὸ Ἰάλμενος προπαροξύνεται ὡς παθὸν, ὥσπερ καὶ τὸ Ὄρμενος Κλύμενος ἴκμενο ς. Τὰ εἰς ΗΝΟΣ ὑπερδισύλλαβα ἁπλᾶ ἢ παρασύνθετα ὀξύνεται, εἰ μὴ παρώνυμα εἴη κατὰ τροπὴν γένους θηλυκοῦ εἰς τὴν εἰς ΟΣ κατάληξιν γενόμενα, ἢ παρὰ γενικῆς ἀναπεμφθέντα, ἢ παρὰ Συρακουσίοις παράγοιτο καθʼ ὁμοιωματικὴν σημασίαν. ὀξύνονται δὲ ταῦτα· Τυρσηνός Ἀβυδηνό ς. τὸ δὲ πανσέληνος σύνθετον, ὥσπερ καὶ τὸ δύστηνος δίμηνος τρίμηνο ς. ….. Τὰ εἰς ΙΝΟΣ ὑπερδισύλλαβα τὸ Ι βραχὺ ἔχοντα σημαίνοντα μετουσίαν προπαροξύνεται· κρίθινος δάφνινος φήγινος πύρινος ξύλινος λίθινο ς. τὰ μέντοι ἀπὸ καιροῦ ἢ ἀπὸ ἐπιῤῥήματος ὀξύνεται, οἷον· θερινός χειμερινό ς. Τὰ εἰς ΙΝΟΣ μακρὸν τὸ Ι ἔχοντα, ὅσα ἐν ὕδατι διαιτᾶται, προπερισπῶνται· ἐχῖνος κορακῖνος φοξῖνο ς . καρκίνο ς. ἐχρῆν καὶ τὸ γυρῖνος προπερισπᾶσθαι (ὁ μικρὸς βάτραχος). σπάνια δὲ τὰ ὀξύτονα· ἐρινός (ὁ ἐρινεός) καὶ ὁ χαλινό ς. Τὰ εἰς ΙΝΟΣ τὸ Ι μακρὸν ἔχοντα κύρια ἐθνικὰ ἢ ἐπιθετικὰ ἢ ὑποκοριστικῶν ἔννοιαν ἔχοντα προπερισπῶνται· Φιλῖνος Κρατῖνος Ἐχῖνος (τὸ κύριον) Λατῖνος Λεοντῖνος Ῥηγῖνος Μαμερτῖνο ς.
75
τὸ δὲ λαρινός ὀξύνεται. Τὰ εἰς ΕΙΝΟΣ ὑπερδισύλλαβα ἁπλᾶ παρώνυμα ὀξύνεται· φαεινός σκοτεινός ἀλγεινός βορεινός ταπεινός (τὸ ἐπίθετον). τὸ δὲ εὔξεινος σύνθετον ὂν προπαροξύνεται. Τὰ εἰς ΥΝΟΣ ὑπερδισύλλαβα προπαροξύνεται· εἰ δέ τι ὀξυτονηθῇ, ἐθνικὸν εὑρέθη· κίνδυνος Πάχυνος πίσυνος βόθυνο ς. τὸ μέντοι Βιθυνός καὶ Μαριανδυνός ἐθνικά. τὸ μέντοι μόσσυνος ἀπὸ γενικῆς μετήχθη. Τὰ εἰς ΩΝΟΣ ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται· κοινωνός οἰωνός Γελωνό ς. τὰ δὲ σύνθετα προπαροξύνεται· τετράγωνος εὔφωνος εὔωνο ς. τὸ δὲ Κόρωνος κύριον, τὸ δὲ κορωνός προσηγορικόν. Τὰ εἰς ΞΟΣ θηλυκὰ βαρύνονται· Λίπαξος Ἄραξος (ἀκρωτήριον) Πύξος (ἡ πόλις καὶ τὸ φυτόν). τὸ μέντοι ἰξός ὡς προσηγορικὸν ὀξύνεται, καὶ τὸ λοξός φοξός ὡς ἐπίθετα, καὶ τὸ Κοραξός ὡς ἐθνικόν. Τὰ εἰς ΠΟΣ δισύλλαβα μὴ ὄντα ἐπιθετικὰ παραλήγοντα διχρόνῳ ἢ μακρῷ φωνήεντι βαρύνεται· ἶπος (ἡ παγίς) ῥύπος ῥῶπος (ὁ παντοδαπὸς φόρτος) κῆπο ς.
Τὰ εἰς ΠΟΣ δισύλλαβα παραλήγοντα διχρόνῳ καταλήγοντι εἰς Μ ἢ Π βαρύνεται· ἵππος κάμπος Λάμπος (κύριον· λαμπός δὲ τὸ ἐπίθετον). τὸ δὲ καρπός ὀξύνεται. Τὰ εἰς ΠΟΣ δισύλλαβα μὴ ἐπιθετικὰ ἔχοντα Ο ἐν τῇ παραληγούσῃ μετὰ συμφώνου ἢ συμφώνων, εἰ μὴ διαφοράν τινα ποιοίη, ἢ ὑποστρέφει εἰς ῥῆμα τῷ Ε παραληγόμενον, βαρύνεται· τρόπος ὁ τρέπων τροπός ὁ τετραμμένος, κόμπος τὸ προσηγορικὸν κομπός τὸ ἐπίθετον, τόπος κόπος κόλπος δόρπο ς. τὸ μέντοι σκοπός ὀξύνεται, ὥσπερ τὰ ἐπίθετα· λοιπός γρυπός πομπός χαλεπό ς. Τὰ διὰ τοῦ ΔΑΠΟΣ πάντα παρηγμένα ὀξύνεται· ἡμεδαπός ποδαπός παντοδαπός ἀλλοδαπό ς. ἔτι τὰ ἐπιθετικὰ σύνθετα τῷ Ω παραληγόμενα· αἱμωπός κελαινωπός πολυωπό ς. Τὰ εἰς ΠΟΣ ὑπερδισύλλαβα ἀρσενικὰ ὄντα καὶ ἐπιθετικὰ, εἰ μὴ παραλήγοιτο τῷ Ω, προπαροξύνεται· ἄροπος Ἄναπος ἀστέροπος ὄλυμπος Εὔριπος Χάροπος (τὸ κύριον, χαροπός δὲ τὸ ἐπίθετον).
σεσημείωται τὸ ἀτραπός ὀξυνόμενον. τὰ δὲ παραληγόμενα τῷ Ω κύρια ἢ προσηγορικὰ καὶ βαρύνεται καὶ ὀξύνεται. τὰ μὲν οὖν κύρια ἀπὸ φύσει μακρᾶς ἀρχόμενα ὀξύνεται· Ἰνωπός Ἀσωπός Ὠρωπό ς. σημείωσαι τὸ Αἴσωπο ς. τὸ δὲ Κρότωπος καὶ Μελάνωπος κύρια οὐκ ἀπὸ μακρᾶς ἄρχονται. τὸ δὲ ἄνθρωπος προσηγορικὸν προπαροξύνεται. τὸ μέντοι στενωπός ὀξύνεται προσηγορικὸν ὂν ἐπὶ θηλυκοῦ μόνου. ἔτι καὶ τὸ ἀλωπός ὀξύνεται. Περὶ τῶν εἰς ΡΟΣ ΣΟΣ ΤΟΣ ΦΟΣ καὶ τῶν καθεξῆς. Βιβλίον η ʹ. Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Α κύρια ὄντα ἢ προσηγορικὰ βαρύνονται· λάρος κάρος Φάρος Σάρος (ποταμός) Πάρο ς. τὰ μέντοι ἐπίθετα ὀξύνεται· μναρός (ὁ ἡδύς) λαρός (ὁ γλυκύς) ψαρός βλαρό ς. Τὰ εἰς ΗΡΟΣ δισύλλαβα κύρια ὄντα βαρύνεται· Σῆρος Τρῆρος Ἦρο ς. τὰ δὲ προσηγορικὰ, εἰ μὴ ἀπὸ συμφώνων ἄρχοιντο, ὀξύνεται· κηρός φηρό ς.
τὸ μέντοι κλῆρος βαρύνεται ὡς ἀπὸ δύο συμφώνων ἀρξάμενον. Τὰ εἰς ΗΡΟΣ δισύλλαβα ἐπιθετικὰ ὄντα μετὰ θηλυκῶν, εἰ μὴ ἀπὸ ἡμιφώνου ἄρχοιτο, ὀξύνεται· σκληρός ξηρό ς. τὸ δὲ λῆρος μονογενές. Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Ι κύρια ὄντα βαρύνεται· Ἶρος Πεῖρος Τίρος Σκῖρος τὸ κύριον. εἰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ εἴη, ὀξύνεται· ἱρός (ὁ ἱερός) λιρός (ὁ ἀναιδής) σιρός (τὸ προσηγορικὸν, ὁ κατώγειος οἶκος). Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Ο βαρύνεται, ὁπότε γίνεται ἀπὸ τῶν παραληγομένων τῇ Ε ἢ ΕΙ ἢ ΑΙ διφθόγγῳ ῥημάτων, εἰ μή τις διαστολὴ γένοιτο· σπόρος ὅτι σπείρω, πτόρος (ὁ πταρμός) ὅτι πταίρω, φθόρος ὅτι φθείρω, μόρος ὅτι μείρω, κόρος ὅτι κείρω, φόρος ὅτι φέρω, φορός δὲ (ὁ ἄνεμος) ὀξυτόνως, ὅρο ς, εἵρω γὰρ, ὀρός δὲ ὀξυτόνως (τὸ ἀφυλιζόμενον τοῦ γάλακτος). τὸ μέντοι βορός (ὁ πολλὰ ἐσθίων) καὶ τὸ χορός καὶ σορός ὁ τάφος καὶ τορός ὀξύνονται· οὐ γὰρ γίνονται ἀπὸ τοιούτων ῥημάτων.
σεσημείωται τὸ δορός (ὁ δεδαρμένος) εἰ καὶ ἐκ τοῦ δείρω γίνεται. Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῷ Υ βραχεῖ βαρύνεται· Σύρος Τύρο ς. εἰ δὲ ἔχοι ἐκτεταμένον, κύρια μὲν ὄντα βαρύνεται· Κῦρος Σκῦρος (ἡ νῆσος) Σφῦρο ς· μὴ οὕτω δὲ, ὀξύνεται· πυρός (ὁ σῖτος) τυρός ξυρό ς. Τὰ εἰς ΡΟΣ μονογενῆ δισύλλαβα παραληγόμενα τῷ Ω βαρύνεται· Δῶρος Βῶρος Χλῶρος (τὸ κύριον). σεσημείωται τὸ σωρός (τὸ πλῆθος). τὰ μέντοι ἐπιθετικὰ ὀξύνεται· χλωρός βλωρός (ὁ ὑπόλευκος) ζωρός (ὁ μικρός [?]) μωρός καὶ μῶρος ἀττικῶς. Τὰ εἰς ΡΟΣ δισύλλαβα παραληγόμενα τῇ ΑΙ διφθόγγῳ, εἰ μὲν κύρια εἴη, βαρύνεται· Σφαῖρος Σκαῖρο ς· εἰ δὲ μὴ οὕτως, ὀξύνεται· καιρό ς. τὸ δαῖρος διφορεῖται (ἤτοι ὁ καυστικός). Τὰ εἰς ΡΟΣ δισύλλαβα τῇ ΑΥ διφθόγγῳ παραληγόμενα ἐπὶ ἐμψύχων τιθέμενα βαρύνεται· φλαῦρος σαῦρος καῦρος (ὁ κακός). σημείωσαι τὸ σταυρός ἄψυχον· καὶ τὸ μαῦρος ἀπὸ τοῦ ἀμαυρός γέγονεν. Τὰ εἰς ΡΟΣ δισύλλαβα τῇ ΕΥ παραληγόμενα σπάνια βαρύτονα· εὖρος πλεῦρο ς. τὸ δὲ λευρός ἐπίθετον, καὶ Νευρός ὄνομα ἔθνους. Τὰ εἰς ΡΟΣ δισύλλαβα ἁπλᾶ παραληγόμενα τῇ ΟΥ διφθόγγῳ βαρύνεται, εἰ μή τι εἴη κατὰ διαστολὴν· οὖρος (ὁ ἄνεμος, οὐρός τόπος ὁ περιορίζων τὰς ναῦς) Φροῦρος (τὸ κύριον, φρουρός τὸ ἐπίθετον) κοῦρος θοῦρος λοῦρος (πλακοῦντος εἶδος).
80
τὸ δὲ κηπουρός καὶ οἰκουρός ὡς σύνθετα ὀξύνεται. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Α μονογενῆ ἢ κυρία προπαροξύνεται· Πίνδαρος Πάνδαρος κόμαρο ς. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα δεδιπλασιασμένα κατʼ ἀρχὴν καὶ τὴν πρώτην συλλαβὴν εἰς Ρ καταλήγοντα προπαροξύνεται· βάρβαρος Τάρταρος μάρμαρος κέρβερος πέρπερος βόρβορο ς. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα Α συνεσταλμένῳ ἢ ἐκτεταμένῳ τριγενῆ ὄντα ὀξύνεται, εἰ μὴ δεδιπλασίασται ἐν τῇ ἀρχῇ· χαλαρός λιπαρός χλιαρός ψαφαρός λαγαρός (ὁ ἀσθενής). τὸ μέντοι φλύαρος προπαροξύνεται οὐκ ἔχον θηλυκὸν, καὶ τὸ ἔγκαρος (ἢ ἔγκυος). Τὰ διὰ τοῦ ΤΕΡΟΣ τρισύλλαβα, εἰ ἔχοι τὴν ἄρχουσαν μακρὰν, προπαροξύνεται· φέρτερος βέλτερος κύντερος ὕστερος δεύτερο ς. τὸ δὲ καρτερός ὀξύνεται ἀπὸ τοῦ κρατερός. Τὰ διὰ τοῦ ΤΕΡΟΣ τριβράχεα τότε βαρύνονται, ὅτε πυσματικὴν ἔννοιαν ἔχοι, ἢ ἐκ δύο προσώπων ἕν τι τὸ κατηγόρημα ποιεῖται· πότερος πρότερος ἕτερος, οἷς ἠκολούθησε καὶ τὸ ἑκάτερο ς. Τὰ εἰς ΤΕΡΟΣ ὑπερτρισύλλαβα συγκριτικὰ ἢ συγκριτικῶς παραληγόμενα προπαροξύνεται· ἰθύντερος ἀβέλτερος μελάντερος ὀρέστερο ς.
τούτοις ἠκολούθησε καὶ τὸ κασσίτερος, εἰ καὶ προσηγορικόν ἐστι. τὸ μέντοι ἀριστερός ὀξύνεται, ὡς διὰ ΕΡΟΣ καὶ δεξιτερό ς. τὸ δὲ ἀμφότερος ἐπιθετικόν, τὸ δὲ Ἀμφοτερός ὡς κύριον ὀξύνεται. Τὰ διὰ τοῦ ΕΡΟΣ τριγενῆ ὄντα καὶ τριβράχεα ὀξύνεται, χωρὶς εἰ μὴ … ἔχοι τὸ Τ πρὸ τοῦ Ε· γοερός νοερός ψογερός δροσερός τρυφερό ς. Τὰ διὰ τοῦ ΗΡΟΣ ὑπὲρ δύο συλλαβὰς, εἴτε κύρια ἢ προσηγορικὰ, εἴτε ἐπίθετα μὴ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ, προπαροξύνεται· ὅμηρος σίδηρος Φάληρος τριέτηρος πενταέτηρος τετραφάληρο ς. τὰ μέντοι διὰ τοῦ ΗΡΟΣ ὑπὲρ δύο συλλαβὰς ἐπιθετικὰ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ ὀξύνεται· λαπηρός ἀταρτηρός τυχηρός ὀλισθηρό ς. ἰστέον δὲ, ὅτι τὸ πόνηρος καὶ μόχθηρος [ἀεὶ] οἱ Ἀττικοὶ ἀντὶ τοῦ ὀξύνειν προπαροξύνουσιν, ὅταν τὸν ἐπίμονον καὶ ἐπίμοχθον σημαίνῃ. Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῇ ΕΙ διφθόγγῳ ἢ μόνῳ τῷ Ι ἐκτεταμένῳ βαρύνεται· Κάμειρος ὄνειρος πέπειρος μάγειρος Στάλιρος Σύσιρο ς.
τὸ καυστειρός οὐ μάχεται· ἀπὸ γὰρ τοῦ Η ἐτράπη εἰς ΕΙ. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῷ Ο σύνθετα ὄντα προπαροξύνεται· κατήγορος συνήγορος, περὶ ὧν ἐν τῷ τέλει λέξομεν· νῦν δὲ διαληψόμεθα περὶ τῶν ἐχόντων τὸν τόνον ἐν τῇ παραληγούσῃ· ἄνορος πάπορος κατάμορο ς. Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα τῷ Υ κύρια ἢ προσηγορικὰ, μὴ περιεκτικὰ ἢ ἐπιθετικὰ ἔχοντα κατʼ ἰδίαν θηλυκὰ, προπαροξύνεται· πάπυρος διάπυρος (ὁ θερμός) μάρτυρος ἄργυρο ς. τὸ δὲ ἀχυρός (ὁ ἀχυρών) παρὰ Ἀττικοῖς ὀξύνεται ὡς περιεκτικόν. τὰ δὲ ἔχοντα θηλυκὰ τριγενῆ ὀξύνεται· λιγυρός καπυρός ἁλμυρός ὀχυρός ἐχυρός ἑκυρός (ὁ πενθερός). Τὰ διὰ τοῦ ΩΡΟΣ ὑπερδισύλλαβα κύρια προπαροξύνεται· Θεόδωρος Ἄψωρος Ἰσόδωρο ς. τὰ μέντοι προσηγορικὰ ἢ ἐπιθετικὰ καὶ ὀξύνεται καὶ βαρύνεται. καὶ ὀξύνονται μὲν, ὅσα ἔχει ἔννοιαν τοῦ ὠρῶ ῥήματος· θεωρός ὑληωρός ἰωρός (ὁ γνήσιος φύλαξ) πυλωρό ς.
τὰ δὲ ἄλλα βαρύνεται· νέωρος ἀσχέδωρος μετέωρος ὀλίγωρο ς. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ ΑΙ διφθόγγῳ προπαροξύνονται, κἂν ἐπιθετικὰ ὑπάρχωσιν· εὔκαιρος ἄκαιρο ς. τὸ μέντοι ἑταῖρος προπερισπᾶται. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα παραληγόμενα τῇ ΑΥ διφθόγγῳ, μὴ ἔχοντα θηλυκὰ, προπαροξύνεται· Πίσαυρος Ἐπίδαυρος Κένταυρος Ἄναυρο ς. τὸ δὲ θησαυρός ὡς περιεκτικὸν ὀξύνεται, ὥσπερ καὶ τὰ τριγενῆ ἀμαυρός ἀφαυρό ς. Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς παραληγόμενα ΟΥ προπαροξύνεται· ἐπίκουρος ἐπάρουρος (ὁ κηπουρός) Ἔλουρος (ἐθνικὸν) μελάνουρος παλίνουρος παλίουρος (τὸ φυτόν). σεσημείωται νομηουρός (ὁ τὴν νομὴν φυλάττων) καὶ ὑλοκουρός (ὁ τὴν ὕλην τέμνων). Τὰ εἰς ΡΟΣ τρισύλλαβα παραληγόμενα τῇ ΟΥ ὀξύνεται, εἰ ἔχοι τὴν ἄρχουσαν μακρὰν· οἰκουρός κηπουρός τηλουρός (ὁ μακρὰν ὤν). τὰ μέντοι προπερισπώμενα τρισύλλαβα ὁρᾶται ἔχοντα ἐν τῇ πρὸ τοῦ ΟΥ δύο σύμφωνα ἢ καὶ πλείω τῶν χαρακτηριστικῶν τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων· ἀρκτοῦρος ἀγχοῦρος κλαγγοῦρος (ὁ κρακτικός).
τὸ δὲ Λάμπουρος προπαροξύνεται καὶ τὸ κέρκουρος εἶδος πλοίου. Τὰ εἰς ΡΟΣ δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου ἀρχόμενα ἀπὸ τῆς ΝΕ ὀξύνεται· νεκρός νεβρός νεφρό ς. Τὰ εἰς ΡΟΣ δισύλλαβα μετʼ ἐπιπλοκῆς τοῦ Γ βαρύνεται μονογενῆ ὄντα· φάγρος πάγρος γόγγρο ς. τὰ δὲ τριγενῆ ὀξύνεται· λυγρός ὑγρός μεθʼ ὧν καὶ ἀγρό ς. Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα Δ μονογενῆ βαρύνεται· Ἄνδρος Κόδρος Φαῖδρος (τὸ κύριον)· φαιδρός δὲ (ὁ λαμπρός) ὀξύνεται, ὡς τὸ καὶ κυδρός (ὁ τίμιος). σεσημείωται τὸ χονδρός ὀξυνόμενον (οὐ τὸ ἐπίθετον τριγενὲς ὂν, ἀλλὰ τὸ προσηγορικὸν, εἶδος ἐντέρου ὄν). Τὰ εἰς ΡΟΣ δισύλλαβα τριγενῆ ἔχοντα δασὺ πρὸ τοῦ Ρ ὀξύνεται· νωθρός σαθρός ψυχρός ἐχθρός αἰσχρός στιφρός (ὁ συνεστραμμένος). σεσημείωται τὸ γλίσχρο ς. Τὰ εἰς ΚΡΟΣ δισύλλαβα ἀπὸ συμφώνου ἀρχόμενα ὀξύνεται· μακρός πικρός μικρός νεκρός Λοκρός Τευκρός (τὸ ἐθνικὸν, Τεῦκρος δὲ τὸ κύριον). Τὸ δὲ ἄκρος καὶ ἴγκρος βαρύνεται. Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα Π πρὸ τοῦ Ρ μονογενῆ μὲν παροξύνεται· κόπρος κάπρος Κύπρος Λάμπρος (τὸ κύριον, λαμπρός δὲ τὸ ἐπίθετον).
85
τριγενῆ δὲ ὄντα ὀξύνεται· σαπρός λεπρός λυπρό ς. Τὰ εἰς ΡΟΣ δισύλλαβα ἔχοντα πρὸ τοῦ Ρ τὸ Τ μόνον ἢ μεθʼ ἑτέρου … μὴ ἐπιθετικὰ βαρύνεται· Χύτρος Λεῦκτρος οἶστρος βόστρος Ἴστρο ς. τὸ δὲ δαιτρός ὀξύνεται καὶ τὸ οἰκτρός, ἔτι καὶ τὸ φιτρός (ὁ κορμός). Τὰ εἰς δύο ΡΡ ἐπιθετικὰ ὄντα ὀξύνεται· στεῤῥός πυῤῥός (τὸ ἐπίθετον). Πύῤῥος δὲ τὸ κύριον, ὥσπερ καὶ τὸ ῎Υ ῤῥο ς. Τὰ εἰς ΡΟΣ ὑπερδισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου ὀξύνεται ἐπιθετικὰ ὄντα· φαλακρός μολοβρός ἐρυθρό ς. τὰ δὲ σύνθετα τῆς κατὰ τὸ τέλος συνθέσεως ὑπερβαινούσης μίαν συλλαβὴν βαρύνεται· δείλανδρος ἄνανδρος ἔνυδρος ἄνυδρος ὕπανδρος φίλανδρος ἄϊδρο ς. Τὰ εἰς ΡΟΣ ὑπὲρ δύο συλλαβὰς κύρια ὄντα μετʼ ἐπιπλοκῆς συμφώνου προπαροξύνεται, εἰ μὴ ἐθνικὰ εἴη· Μίνυθρος Ἔρυθρος Χάραδρος (ποταμὸς) Σκάμανδρο ς. τὸ δὲ Οἰνωτρός κύριον, ἀφʼ οὗ τὸ ἔθνος. Τὰ εἰς ΣΟΣ διβράχεα βαρύνεται· Θάσος Κάσος δρόσος πίσος (τὸ ὄσπριον) μέσος ἴσος πόσος [ ὅσος τόσο ς] . Τὰ εἰς ΣΟΣ δισύλλαβα τῷ Η παραληγόμενα βαρύνεται· νῆσος Βῆσος Μνῆσος Ῥῆσο ς. Τὰ εἰς ΣΟΣ θηλυκὰ δισύλλαβα τῷ Ω παραληγόμενα ὀξύνεται· κρωσός (ἡ ὑδρία) Κνωσό ς.
τὸ μέντοι Σῶσος ἀπὸ τοῦ σώσω βαρύνεται. Τὰ εἰς ΣΟΣ δισύλλαβα ἀρσενικὰ μονογενῆ παραληγόμενα διχρόνῳ ἐκτεταμένῳ βαρύνεται· Ἶσος (τὸ κύριον) Κῖσος Κρῖσος (τὸ κύριον) Πῖσος (τὸ κύριον). τὸ δὲ Λισός ὀξύνεται καὶ τὸ Μυσός (ἐθνικὸν) καὶ τὸ χρυσό ς. Τὰ εἰς ΣΟΣ δισύλλαβα παραληγόμενα διφθόγγῳ ὀξύνεται, ὅτε ἐπιθετικὰ εἴη, ἢ ἐπὶ πόλεως κεῖται· Παισός (πόλις) Λουσός Πραισός [ἔτι ὅτι ὀξύνεται] καὶ τὰ ἐπιθετικὰ δὲ· βλαισό ς. τὸ μέντοι Ναῖσος βαρύνεται, καὶ τὸ Βλαῖσος (κύριον) καὶ τὸ γαῖσος (προσηγορικὸν, εἶδος δόρατος ὄν). Τὰ εἰς ΣΟΣ δισύλλαβα ἔχοντα πρὸ τέλους συλλαβὴν εἰς ἀμετάβολον λήγουσαν βαρύνεται· εἰ δέ τι εὑρεθῇ ὀξυνόμενον, τοῦτο ὤφθη ἐν τῇ πρὸ τέλους συλλαβῇ ἔχον Ι ἢ Α. καὶ βαρύνεται μὲν ταῦτα· κόρσος (ὁ κρόταφος) μόλσος (ὁ δήμιος καὶ τὸ σέλινον) μόρσος χέρσος θύρσος μύρσο ς. σεσημείωται τὸ πυρσός ὀξυνόμενον, τὸ κιρσός καὶ ἀρσό ς.
τὰ δὲ ὑπερδισύλλαβα ἔχοντα πρὸ ἀμεταβόλου τὸ Α ἐν τῇ πρὸ τέλους συλλαβῇ βαρύνεται· Βάγαρσος Μέγαρσο ς. τούτοις ἀκολουθεῖ καὶ τὸ Ἀγάθυρσος εἴτε κύριον εἴτε ἐθνικὸν εἴη. Τὰ εἰς ΣΟΣ δισύλλαβα ἔχοντα καὶ ἕτερον Σ κλιτικὸν ἐν τῇ πρὸ τέλους συλλαβῇ μὴ κατὰ πάθος ὀξύνεται· Βεσσός (τὸ ἐθνικόν) Θυσσός Ἀσσός δισσός τρισσός κισσό ς. ὡσαύτως καὶ τὸ ὕσσος καὶ Νέσσος ἐπὶ τοῦ Κενταύρου. τὸ γὰρ γλωσσός (ὁ λάλος) παρὰ τὸ γλῶσσα γέγονε παρωνύμως. τὸ δὲ κάσσος ἀπὸ τοῦ κάσος γίνεται κατὰ πλεονασμὸν τοῦ Σ· ἔστι δὲ [καὶ] εἶδος [τινος] ἱματίου οὕτω καλουμένου. Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἔχοντα τὸ Α συνεσταλμένον, ἑνὸς ὄντος τοῦ Σ, προπαροξύνονται· κόμπασος Ἅρπασος Δάμασος βαύνασος καὶ βάναυσο ς. σημείωσαι τὸ κερασός φυτὸν ὀξυνόμενον, τὴν δὲ πόλιν βαρύνουσι. τὸ μέντοι ἐγγυ α σός ἐκτεταμένον ἔχον τὸ Α ὀξύνεται καὶ τὸ Παρνασσός δύο ΣΣ ἔχον.
Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἁπλᾶ τῷ Ε παραληγόμενα σπάνια ἓν Σ ἔχοντα προπαροξύνεται· Ἔφεσος Ἔρεσο ς. τὸ μέντοι Θυεσσός δύο ΣΣ ἔχον ὀξύνεται. Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα τῷ Η παραληγόμενα ὀξύνεται· εἰ δέ τι βαρύτονον εἴη, παρώνυμον ἂν εἴη, καὶ ἔννοιαν συνθέσεως ἔχοι· Ταρτησσός Λυρνησσός Λυκαβησσό ς. τὸ μέντοι Κάρησσος τινὲς βαρύνουσι. βαρύνεται δὲ ταῦτα· Μάρπησσος ἀπὸ τοῦ Μάρπησσα. τὸ δὲ Μυόννησος Χεῤῥόνησος Προκόννησος Ἐλαφόνησος καὶ ἔτι τὸ Πελοπόννησος σύνθετα. Τὰ εἰς ΣΣΟΣ ὑπερδισύλλαβα ἔχοντα πρὸ τοῦ τέλους Ι εἰς Σ καταλῆγον μονογενῆ ὄντα προπαροξύνεται· κυπάρισσος νάρκισσος (καὶ τὸ φυτὸν καὶ τὸ κύριον) Μέλισσο ς. τὸ μέντοι περισσός τριγενές. σεσημείωται τὸ Τελμισσό ς. Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς Ι ἐκτεταμένον λήγουσαν ὀξύνεται· εἰ δέ τι βεβαρυτόνηται, τοῦτο παρώνυμον ὤφθη ἀπὸ θηλυκοῦ· Κηφισός Ἰλισός Κερδισό ς. τὸ δὲ Ἄρκισος Ἄρκισα, Λάρισος Λάρισα ἀπὸ θηλυκῶν. Τὰ εἰς ΣΟΣ ὑπερδισύλλαβα τῷ Ο παραληγόμενα ἐν διπλασιασμῷ τοῦ Σ ὀξύνεται· νεοσσός κολοσσός Μολοσσό ς.
Τὰ εἰς δύο ΣΣ παραληγόμενα τῷ Υ …….. …………………………. ………………….. προπαροξύνεται· μέθυσος γόγγυσος Διόνυσο ς. Τὰ εἰς ΣΣΟΣ ὑπὲρ δύο συλλαβὰς τῷ Ω παραληγόμενα ὀξύνεται· Κερωσσό ς. τὸ δὲ ἄλωσος ἓν Σ ἔχει. ………………………. Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα τῇ ΟΥ ἢ ΟΙ ἢ ΑΙ διφθόγγῳ, μὴ τῇ ΕΙ, ἀρσενικὰ ὄντα μὴ ἐπιθετικὰ βαρύνεται, εἰ μὴ μέρος σώματος σημαίνοι· πλοῦτος οἶτος Κλοῖτος Προῖτος γοῖτος (ὁ ῥῦπος) Λαῖτος βροῦτο ς. τὸ δὲ Κλειτός ἔχει τὴν ΕΙ· καὶ τὸ γλουτός σώματος μέρος δηλοῖ· καὶ τὸ Βουτός θηλυκὸν (κώμη Αἰγύπτου) καὶ τὸ Παιτός ἐθνικόν. Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα ἑνὶ τῶν φύσει μακρῶν κύρια ὄντα βαρύνεται· Κλῆτος Δῶτος Ὦτο ς. τὸ μέντοι λωτός οὐ κύριον. εἰ μέντοι ἐπιθετικὰ εἴη παραληγόμενα τῷ Η ἢ τῷ Ω, ὀξύνεται, εἰ μὴ ἐπὶ ἀριθμοῦ τάττοιτο· ῥητός πλωτός πρωτός (ὁ πεπρωμένος)· πρῶτος δὲ ἐπὶ ἀριθμοῦ.
90
Τὰ εἰς ΤΟΣ διβράχεα μονογενῆ βαρύνεται, ὁπότε μὴ ἐπʼ ἀθροίσματος ἢ κύριά εἰσιν ἀπὸ ἐπιθετικῶν· βάτος λάτος βρότος (τὸ αἷμα, βροτός δὲ ὁ φθαρτὸς τὸ τριγενές) πότος (τὸ συμπόσιον, ποτός δὲ τὸ πινόμενον) πάτος (ἡ ἀναστροφή) Στράτος (τὸ μὴ ἐπὶ τοῦ ἀθροίσματος, στρατός δὲ τὸ σύναγμα). τὸ δὲ Κριτός καὶ Κλιτός ὀξύνεται. Τὰ εἰς ΤΟΣ διβράχεα ἐπιθετικὰ μὴ ἐπὶ ἀριθμοῦ ταττόμενα ὀξύνεται· βατός φατός θετός πλυτό ς. τὸ δὲ τρίτος ἐπὶ ἀριθμοῦ. Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα Ι μακρῷ βαρύνεται· σῖτος Τρῖτος (ὁ ποταμὸς) ῥῖτος (φρέαρ). τὸ μέντοι λιτός τριγενές. Τὰ εἰς ΤΟΣ δισύλλαβα παραληγόμενα τῷ Υ προσηγορικὰ ὀξύνεται· βρυτός (ὁ βρύων) χυτός ῥυτός λυτός κλυτό ς. Τὰ εἰς ΤΟΣ δισύλλαβα ἔχοντα τὴν πρὸ τέλους συλλαβὴν εἰς Ρ καταλήγουσαν ἢ καθʼ ὅλου εἰς ἀμετάβολον βαρύνεται, εἰ μὴ ἐπιθετικὰ εἴη ἔχοντα θηλυκὸν· φόρτος χόρτος Μύρτος (τὸ κύριον) ἄρτος μίλτος δέλτο ς.