Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Pseudo-Aristotle: Problems

Library › Greek: Science & Medicine › Problems

The Problems is a large collection of questions and answers on natural and human phenomena, transmitted under the name of Aristotle but compiled within his Peripatetic school over a long period. It is arranged in thirty-eight thematic books, covering medicine, sweat, wine and drunkenness, fatigue, sexual matters, the voice, music, mathematics, the sea, winds, and intelligence and wisdom. Most entries begin by asking why something is so and offer tentative explanations, often more than one.

The collection is a rich source for the scope of Peripatetic science and for everyday ancient knowledge and belief. Book XIX is a major source for Greek music theory, and Book XXX opens with the famous question of why exceptional men in philosophy, politics, poetry and the arts are melancholic, a passage that shaped later ideas of genius. Its question-and-answer form was widely imitated.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: Bekker 859a–967b). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ) or, for later Greek, Sophocles’ Greek Lexicon of the Roman and Byzantine Periods. The Problemata is a Peripatetic compilation built up over several centuries, not a work of Aristotle himself.

Ancient Greek · Science & Medicine
Problems
Pseudo-Aristotle · Part 1 · every word parsed
859a (t)
ΠΡΟΒΛΗΜΑΤΑ. Α. ΟΣΑ ΙΑΤΡΙΚΑ. Διὰ τί αἱ μεγάλαι ὑπερβολαὶ νοσώδεις; ἢ ὅτι ὑπερβολὴν ἢ ἔλλειψιν ποιοῦσιν; τοῦτο δὲ ἦν ἡ νόσος. Διὰ τί [δὲ] τὰς νόσους ὑγιάζουσιν πολλάκις, ὅταν πολὺ ἐκστῇ τις; καὶ ἐνίων ἰατρῶν τοιαύτη ἡ τέχνη· ὑπερβολαῖς γὰρ ἰῶνται οἴνου ἢ ὕδατος ἢ ἅλμης ἢ σίτου ἢ λιμοῦ. ἢ ὅτι ἐναντία ἀλλήλοις τὰ τὴν νόσον ποιοῦντα· εἰς τὸ μέσον οὖν ἄγει θάτερον ἑκάτερα. Διὰ τί αἱ τῶν ὡρῶν μεταβολαὶ καὶ πνεύματα ἐπιτείνουσιν ἢ παύουσι καὶ κρίνουσι τὰς νόσους καὶ ποιοῦσιν; ἢ ὅτι θερμαὶ καὶ ψυχραί εἰσι καὶ ὑγραὶ καὶ ξηραί, αἱ δὲ νόσοι τούτων εἰσὶν ὑπερβολαί, ἡ δὲ ὑγεία ἰσότης. ἐὰν οὖν διʼ ὑγρότητα καὶ ψύξιν, ἡ ἐναντία ὥρα παύει· ἐὰν δὲ ἐναντία ὥρα ἔχηται, ἡ ὁμοία κρᾶσις ἐπιγενομένη ἐπέτεινε καὶ ἀνεῖλεν. διὰ ταῦτα δὲ καὶ νοσίζουσι τοὺς ὑγιαίνοντας, ὅτι μεταβάλλουσαι λύουσι τὴν κρᾶσιν· ἅμα γὰρ ταῖς οἰκείαις ὥραις καὶ ἡλικίαις καὶ τόποις αὐξάνεται. διὸ δεῖ ἐν ταῖς μεταβολαῖς μάλιστα διακυβερνᾶν. ὃ δὲ καθόλου περὶ τῶν ὡρῶν εἴρηται, καὶ κατὰ μέρος τὸ αὐτὸ αἴτιον. αἱ γὰρ τῶν πνευμάτων μεταβολαὶ καὶ τῶν ἡλικιῶν καὶ τόπων ὥρας τινός εἰσι μεταβολαί. διὸ καὶ ταῦτα ἐπιτείνει καὶ παύει καὶ κρίνει καὶ ποιεῖ, ὥσπερ αἱ ὧραι, καὶ ἐπιτολαὶ τῶν ἄστρων, ὥσπερ Ὠρίων καὶ Ἀρκτοῦρος καὶ Πλειὰς καὶ Κύων, ὥσπερ πνευμάτων καὶ ὑδάτων καὶ εὐδιῶν καὶ χειμώνων καὶ ἀλέας. Διὰ τί ἐν ταῖς μεταβολαῖς τῶν ὡρῶν ἐμέτοις οὐ δεῖ χρῆσθαι; ἢ ἵνα μὴ γένηται συντάραξις διαφόρων γινομένων τῶν περιττωμάτων διὰ τὰς μεταβολάς. Διὰ τί καὶ οἱ κιβδηλιῶντες καὶ ὑπὸ λιμοῦ τοὺς πόδας οἰδοῦσιν; ἢ διὰ τὴν σύντηξιν ἀμφότεροι; συντήκονται δὲ οἱ μὲν διὰ λιμὸν διὰ τὸ ὅλως μὴ λαμβάνειν τροφήν, οἱ δὲ κιβδηλιῶντες διὰ τὸ μηδὲν ἀπολαύειν ἧς λαμβάνουσι τροφῆς. [25]
859b
Διὰ τί τῶν ἀπὸ χολῆς νοσημάτων ἐν τῷ θέρει (πυρέττουσι γὰρ μάλιστα ἐν τῷ θέρει) τὰ ὀξέα ἀπὸ χολῆς ὄντα ἐν τῷ χειμῶνι γίνεται μᾶλλον; ἢ ὅτι μετὰ πυρετοῦ ὄντα ὀξέα ἐστὶ διὰ τὸ βίαια εἶναι, ἡ δὲ βία παρὰ φύσιν. ὑγραινομένων γάρ τινων τόπων θερμὴ φλεγμασία γίνεται· ἡ δὲ φλεγμασία ὑπερβολὴ θερμότητος οὖσα ποιεῖ τοὺς πυρετούς. ἐν μὲν οὖν τῷ θέρει ξηραὶ καὶ θερμαί εἰσιν αἱ νόσοι, ἐν δὲ τῷ χειμῶνι ὑγραὶ καὶ θερμαί, διὸ ὀξεῖαι· ταχέως γὰρ ἀναιροῦσιν· οὐ γὰρ θέλει πέττεσθαι διὰ τὸ πλῆθος τοῦ περιττώματος. Διὰ τί ποτε ὁ λοιμὸς μόνη τῶν νόσων μάλιστα τοὺς πλησιάζοντας τοῖς θεραπευομένοις προσαναπίμπλησιν; ἢ ὅτι μόνη τῶν νόσων κοινή ἐστιν ἅπασιν, ὥστε διὰ τοῦτο πᾶσιν ἐπιφέρει τὸν λοιμόν, ὅσοι φαύλως ἔχοντες προϋπάρχουσιν. καὶ γὰρ διὰ τὸ ὑπέκκαυμα τῆς νόσου τῆς παρὰ τῶν θεραπευομένων γινομένης ταχέως ὑπὸ τοῦ πράγματος ἁλίσκονται. Διὰ τί τοῦ χειμῶνος βορείου γενομένου, ἐὰν τὸ ἔαρ ἔπομβρον γένηται καὶ νότιον, τὸ θέρος νοσῶδες γίνεται πυρετοῖς καὶ ὀφθαλμίαις; ἢ ὅτι τά τε σώματα ἐκδέχεται τὸ θέρος πολλὴν ἔχοντα ἀλλοτρίαν ὑγρότητα, καὶ ἡ γῆ καὶ ὁ τόπος ἐν ᾧ ἂν οἰκῶσι, γίνεται ἔφυδρος καὶ τοιοῦτος οἷοι λέγονται οἱ ἀεὶ νοσώδεις τόποι; πρῶτον μὲν οὖν ὀφθαλμίαι γίνονται τηκομένης τῆς περὶ τὴν κεφαλὴν περιττώσεως, ἔπειτα πυρετοί. [25]
860a
δεῖ γὰρ νοῆσαι ὅτι τὸ αὐτὸ καὶ θερμότατον γίνεται καὶ ψυχρότατον, οἷον ὕδωρ καὶ λίθος ὁ μὲν ζεῖ, τὸ δὲ κάει μᾶλλον. ἔν τε οὖν ἀέρι πνίγη γίνεται θερμαινομένου τοῦ ἀέρος διὰ πάχος, καὶ ἐν τοῖς σώμασιν ὡσαύτως πνίγη καὶ καύματα, τὸ δὲ ἐν σώματι καῦμα πυρετός ἐστιν, ἐν δὲ ὀφθαλμοῖς ὀφθαλμίαι. ὅλως δὲ καὶ ἡ μεταβολὴ ἰσχυρὰ οὖσα τὰ σώματα φθείρει, ὅταν τοῦ ἔαρος ὑγροῦ ὄντος εὐθὺς ἐπιλαμβάνῃ τὸ θέρος θερμὸν ὂν καὶ ξηρόν. ἔτι δὲ χαλεπώτερον, ἐὰν καὶ τὸ θέρος ἔπομβρον γένηται. ἔχει γὰρ ὁ ἥλιος ὕλην ἣν ποιήσει ζεῖν καὶ ἐν τοῖς σώμασι καὶ ἐν τῇ γῇ καὶ ἀέρι· διὸ γίνονται πυρετοὶ καὶ ὀφθαλμίαι. Διὰ τί, ἐὰν ὁ χειμὼν νότιος γένηται καὶ ἔπομβρος, τὸ δὲ ἔαρ αὐχμηρὸν καὶ βόρειον, νοσῶδες γίνεται καὶ τὸ ἔαρ καὶ τὸ θέρος; ἢ ὅτι ἐν μὲν τῷ χειμῶνι διὰ τὴν ἁλέαν καὶ ὑγρότητα ὁμοίως τὰ σώματα διάκειται τῇ ὥρᾳ; ὑγρὰ γὰρ ἀνάγκη εἶναι καὶ οὐ συνεστηκότα. οὕτω δὲ ἐχόντων, τὸ ἔαρ ψυχρὸν ὂν ἔπηξε καὶ ἐσκλήρυνεν αὐτὰ διὰ τὸν αὐχμόν, ὥστε ταῖς μὲν κυούσαις ὁ τόκος ὁ ἐαρινὸς εἰς ἐκτρώσεις γίνεται διὰ τὴν θερμασίαν καὶ τὸν σφακελισμὸν τὸν γινόμενον ὑπὸ τῆς ξηρᾶς ψυχρότητος, ἅτε οὐκ ἐκκρινομένης τῆς ὑγρότητος, τὰ δὲ κυόμενα παιδία ἀσθενῆ γίνεται καὶ πηρὰ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους· συμβέβηκε γὰρ τότε γεννώμενα [ἐν εὐδίᾳ] καὶ συστῆναι καὶ τραφῆναι ἐν τῇ τεκούσῃ. τοῖς δὲ ἄλλοις, ἅτε ἐν τῷ ἔαρι οὐκ ἀποκαθαρθέντος τοῦ φλέγματος τὴν ὑπερβολήν, ὃ συμβαίνει ὅταν ἀλεεινὸν γένηται, ἀλλὰ διὰ ψῦχος συστάντος, ὅταν ἐπιλάβῃ τὸ θέρος καὶ ἡ ἀλέα τήκουσα βίᾳ, τοῖς μὲν χολώδεσι καὶ ξηροῖς, διὰ τὸ μὴ διερὰ εἶναι τὰ σώματα αὐτοῖς ἀλλὰ τὴν φύσιν αὖον ἔχειν, γίνονται μὲν ὑγρότητες, αὗται δὲ λεπταί, ὥστε ὀφθαλμίαις ξηραῖς ἁλίσκονται, οἱ δὲ φλεγματώδεις βράγχοις καὶ εἰς τὸν πνεύμονα κατάρροις. ταῖς γυναιξὶ δὲ δυσεντερίαι γίνονται διὰ τὴν ὑγρότητα καὶ ψυχρότητα τῆς φύσεως, τοῖς δὲ γεραιτέροις ἀποπληξίαι, ὅταν ἀθρόον λυθὲν ὑγρὸν ἐπιπέσῃ καὶ διʼ ἀσθένειαν τοῦ συμφύτου θερμοῦ παγῇ. Διὰ τί, ἐὰν μὲν τὸ θέρος αὐχμηρὸν γένηται καὶ βόρειον, τὸ δὲ μετόπωρον ἐναντίον, ὑγρὸν καὶ νότιον, ἐν τῷ χειμῶνι κεφαλαλγίαι τε γίνονται καὶ βράγχοι καὶ βῆχες, καὶ τελευτῶσιν εἰς φθίσεις; ἢ ὅτι λαμβάνει ὕλην πολλὴν ὁ χειμών, ὥστʼ αὐτῷ ἔργον ἐστὶ πῆξαι τὴν ὑγρότητα καὶ φλέγμα ποιῆσαι; ἐν μὲν οὖν ταῖς κεφαλαῖς ὅταν ὑγρασία γένηται, βάρη ποιεῖ, ἐὰν δὲ ᾖ πολλὴ καὶ ψυχρά, σφακελισμούς· ἐὰν δὲ διὰ πλῆθος μὴ πήξῃ, ῥεῖ εἰς τὸν ἐχόμενον τόπον, ὅθεν αἱ βῆχες καὶ οἱ βράγχοι καὶ αἱ φθόαι γίνονται. [5]
860b
Διὰ τί, ἐὰν βόρειον γένηται τὸ θέρος καὶ αὐχμῶδες, καὶ τὸ μετόπωρον, συμφέρει τοῖς φλεγματώδεσι καὶ ταῖς γυναιξίν; ἢ ὅτι ἡ φύσις ἐπὶ θάτερα ἀμφοῖν ὑπερβάλλει, ὥστε εἰς τοὐναντίον ἡ ὥρα ἑλκύσασα καθίστησιν εἰς τὴν εὐκρασίαν· καὶ παραχρῆμά τε ὑγιαίνουσιν, ἐὰν μή τι διʼ ἑαυτοὺς ἁμαρτάνωσι, καὶ εἰς τὸν χειμῶνα οὐχ ὑγροὶ ἀφικνοῦνται, ἔχοντες ὑπεκκαύματα τῷ ψύχει. Διὰ τί τοῖς χολώδεσι νοσῶδές ἐστι τὸ βόρειον καὶ αὐχμῶδες θέρος καὶ μετόπωρον; ἢ ὅτι ἐπὶ ταὐτὸ ῥέπει αὐτοῖς τὸ σῶμα καὶ αἱ ὧραι, ὥστε ὥσπερ πῦρ ἐπὶ πυρὶ γίνεται. ξηραινομένων γὰρ τῶν σωμάτων, καὶ τοῦ γλυκυτάτου μὲν ἐξικμαζομένου ἐξ αὐτῶν, ὑπερθερμαινομένων δὲ λίαν, ἀνάγκη διὰ μὲν τὰς συντήξεις ὀφθαλμίας ξηρὰς γίνεσθαι, διὰ δὲ τὸ χολῶδες τοὺς ὑπολειπομένους εἶναι χυμούς, ὑπερθερμαινομένων δὲ καὶ τούτων πυρετοὺς ὀξεῖς γίνεσθαι ἅτε ὑπʼ ἀκράτου τῆς χολῆς, ἐνίοις δὲ μανίας, οἷς ἂν μέλαινα χολὴ φύσει ἐνῇ· αὕτη γὰρ ἐπιπολάζει ἀναξηραινομένων τῶν ἐναντίων χυμῶν. Διὰ τί τὸ τὰ ὕδατα μεταβάλλειν νοσῶδές φασιν εἶναι, τὸ δὲ τὸν ἀέρα οὔ; ἢ ὅτι τοῦτο γίνεται τροφή, καὶ ἔχοντες καὶ ἀπολελαυκότες τοῦ ὕδατος ἀπέρχονται, τοῦ δὲ ἀέρος οὐδέν; ἔτι ὕδατος μὲν πολλὰ εἴδη ἐστὶ καὶ διάφορα καθʼ αὑτά, ἀέρος δὲ οὔ, ὥστε καὶ τοῦτο αἴτιον. ἐν μὲν γὰρ τῷ ἀέρι σχεδὸν τῷ αὐτῷ συμβαίνει διατελεῖν καὶ ἀποδημοῦντας, ἐν δὲ ὕδασιν ἄλλοις· διὸ καλῶς δοκεῖ νοσώδης ἡ τοῦ ὕδατος μεταβολὴ εἶναι. Διὰ τί μᾶλλον ἡ τοῦ ὕδατος ἢ ἡ τῶν σιτίων μεταβολὴ νοσώδης; ἢ ὅτι πλεῖστον ἀναλίσκομεν τὸ ὕδωρ; ἔν τε γὰρ τοῖς σιτίοις ὑπάρχει καὶ ὄψοις, καὶ ἐν τῷ πόματι τὸ πλεῖστον ὕδωρ. Διὰ τί ἡ μεταβολὴ νοσώδης; ἢ ὅτι πᾶσα μὲν ἡ μεταβολὴ καὶ ὥρας καὶ ἡλικίας εὐκίνητον. [35]
861a
εὐκίνητα γὰρ τὰ ἄκρα, οἷον καὶ αἱ ἀρχαὶ καὶ αἱ τελευταί. ὥστε καὶ αἱ τροφαὶ ἕτεραι οὖσαι ἀλλήλας φθείρουσιν· αἱ μὲν γὰρ ἄρτι, αἱ δὲ οὔπω προσπεφύκασιν. ἔτι δὲ ὥσπερ ἡ ποικίλη τροφὴ νοσώδης (ταραχώδης γὰρ καὶ οὐ μία πέψις), οὕτω συμβαίνει μεταβάλλουσι τὸ ὕδωρ ποικίλῃ πόματος χρῆσθαι τῇ τροφῇ· καὶ ἡ τοιαύτη τροφὴ κυριωτέρα τῆς ξηρᾶς ἐστὶ τῷ πλεῖστον εἶναι καὶ ἐξ αὐτῶν τῶν σιτίων τὸ ὑγρὸν γίνεσθαι τροφήν. Διὰ τί ἡ τῶν ὑδάτων μεταβολὴ τοῖς ἔχουσι φθεῖρας ποιεῖ πολλοὺς ἔχειν; ἢ ὅτι ἀπεψία γινομένη τοῦ ὑγροῦ διὰ τὴν ταραχήν, ἣ γίνεται διὰ τὴν ποικιλίαν τοῦ ὕδατος πυκνὰ μεταβάλλουσιν, ὑγρότητα ἐμποιεῖ, καὶ μάλιστα ἐν τῷ ἐπιτηδείως ὑπάρχοντι τόπῳ; ὁ δὲ ἐγκέφαλος ὑγρός· διὸ καὶ ἡ κεφαλὴ ἀεὶ μάλιστα. δηλοῖ δέ, ὅτι αἱ τρίχες ἔνεισι μάλιστα ἐν αὐτῇ. ἡ δὲ τοῦ τόπου τούτου ὑγρότης φθειρῶν ποιητική. δηλοῖ δὲ ἐπὶ τῶν παίδων· ὑγροκέφαλοί τε γάρ εἰσι, καὶ πολλάκις ἢ κορυζῶσιν ἢ αἷμα ποιεῖ ῥεῖν, καὶ φθεῖρας πλείους οἱ ἐν ταύτῃ τῇ ἡλικίᾳ ἔχουσιν. Διὰ τί ἀπὸ Πλειάδος μέχρι ζεφύρου οἱ τὰς μακρὰς νόσους κάμνοντες μάλιστα ἀναιροῦνται, καὶ οἱ γέροντες μᾶλλον τῶν νέων; πότερον ὅτι δύο ἐστὶ τὰ φθαρτικώτατα, ὑπερβολή τε καὶ ψῦχος; τὸ γὰρ ζῆν θερμόν, ἡ δὲ ὥρα αὕτη ἄμφω ταῦτʼ ἔχει· ψυχρά τε γάρ ἐστι, καὶ ἀκμαιότατος ὁ χειμών· τὸ λοιπὸν γὰρ ἔαρ ἐστίν. ἢ ὅτι ὁμοίως μὲν διάκεινται τοῖς γέρουσι τῶν καμνόντων οἱ τὰς μακρὰς κάμνοντες ἀσθενείας; οἷον γὰρ ἤδη γῆρας ἡ μακρὰ ἀσθένεια συμβαίνει· τὸ γὰρ σῶμα ἀμφοῖν ξηρὸν καὶ ψυχρόν ἐστι, τῶν μὲν διʼ ἡλικίαν, τῶν δὲ διὰ νόσον. ὁ δὲ χειμὼν καὶ οἱ πάγοι ὑπερβολή ἐστι ψυχρότητος καὶ ξηρότητος. μικρᾶς οὖν δεομένοις αὐτοῖς ῥοπῆς γίνεται οἷον πῦρ ἐπὶ πυρὶ ὁ χειμών, καὶ φθείρει διὰ ταῦτα. Διὰ τί ἐν τοῖς ἑλώδεσι τὰ μὲν ἐν τῇ κεφαλῇ ἕλκη ταχὺ ὑγιάζεται, τὰ δὲ ἐν ταῖς κνήμαις μόλις; ἢ ὅτι βαρεῖα ἡ ὑγρότης διὰ τὸ γεώδης εἶναι, τὰ δὲ βαρέα εἰς τὸ κάτω ἀποχωρεῖ; τὰ μὲν οὖν ἄνω ἔκκριτα διὰ τὸ ἀποκεχωρηκέναι εἰς τὰ κάτω, τὰ δὲ κάτω πολλῆς γέμει περιττώσεως καὶ εὐσήπτου. Διὰ τί, ἐὰν τοῦ χειμῶνος γενομένου βορείου καὶ τοῦ ἔαρος νοτίου καὶ ἐπόμβρου τὸ θέρος λίαν αὐχμηρὸν γένηται, θανατῶδες γίνεται τὸ μετόπωρον πᾶσι, μάλιστα δὲ τοῖς παιδίοις, καὶ τοῖς ἄλλοις δὲ δυσεντερίαι καὶ τεταρταῖοι χρόνιοι γίνονται ἐν αὐτῷ; ἢ ὅτι μετρίου μὲν ἐπιγενομένου ὕδατος θερινοῦ καταψυχθὲν τὸ ζέον ὑγρὸν ἐν ἡμῖν λωφᾷ, ὅσον ἠθροίσθη ἐν τῷ ἦρι γενομένῳ [τῷ] ὑγρῷ; εἰ δὲ μή, τὰ μὲν παιδία διὰ τὸ ὑγρὰ εἶναι φύσει καὶ θερμὰ ὑπερζεῖ τῷ πάθει, διὰ τὸ μὴ καταψυχθῆναι. [5]
861b
ὅσα δὲ μὴ τοῦ θέρους, τοῦ μετοπώρου ὅσον ἐκζεῖ. αἱ δὲ περιττώσεις ἐὰν μὴ εὐθὺς ἀνέλωσι, περὶ πνεύμονα καὶ ἀρτηρίαν γινόμεναι—ἄνω γὰρ πρῶται συνίστανται διὰ τὸ ὑπὸ τοῦ ἀέρος ἡμᾶς θερμαίνεσθαι· διὰ γὰρ ταῦτα καὶ ὀφθαλμίαι πυρετῶν πρότερον γίνονται ἐν τῷ νοσερῷ θέρει. ἐὰν οὖν μὴ ἐν τοῖς ἄνω, καθάπερ εἴρηται, τὰ περιττώματα εὐθὺς ἀνέλῃ, καταβαίνουσιν εἰς τὰς κοιλίας ἄπεπτα ὄντα, τοῦτο δέ ἐστι δυσεντερία, διὰ τὸ μὴ ἐκκρίνεσθαι ὑπὸ πλήθους τὸ ὑγρόν. καὶ ἐὰν παύσωνται, τεταρταῖοι γίνονται τοῖς σωζομένοις· ἡ γὰρ τοῦ ἀπέπτου ὑπόστασις μονιμωτάτη ἐστὶ καὶ σύντονος γίνεται τῷ σώματι, καθάπερ ἡ μέλαινα χολή. Διὰ τί, ἐὰν τὸ θέρος ἔπομβρον γένηται καὶ νότιον, καὶ τὸ μετόπωρον, ὁ χειμὼν νοσερὸς γίνεται; ἢ ὅτι σφόδρα ὑγρὰ τὰ σώματα ὁ χειμὼν λαμβάνει, καὶ ἡ μεταβολὴ ἔτι μεγάλη γίνεται ἐξ ἀλέας πολλῆς καὶ οὐκ ἐκ προσαγωγῆς, διὰ τὸ καὶ τὸ μετόπωρον γίνεσθαι ἀλεεινόν, ὥστε τοῖς μὲν γίνεσθαι ἀνάγκη τὰ ὀξέα νοσήματα, μὴ ἀραιοῖς οὖσι· τοῖς γὰρ τοιούτοις ἄνω μᾶλλον τὰ ὑγρὰ περιττώματα ἀθροίζεται, διὰ τὸ τούτους μὲν τοὺς τόπους ἔχειν χώραν, τοὺς δὲ κάτω ἑτέρους εἶναι. οἱ οὖν ὄντες πυκνόσαρκοι οὐ πολλὰ περιττώματα δέχονται. ψυχομένης οὖν τῆς περιττώσεως τῆς ἐν τοῖς ἄνω μέρεσι τοῦ σώματος, ὥσπερ τοῖς οἰνωμένοις ὅταν ῥιγῶσι, τὰ εἰρημένα νοσήματα συμβαίνει γίνεσθαι. τοῖς δὲ ἀραιοτέροις πυρετῶν γινομένων, τοὺς ἀπὸ πλείστης ἀπεψίας γινομένους πυρετοὺς καύσους συμβαίνει γίνεσθαι, διὰ τὸ τοῖς τοιούτοις ἐσκεδάσθαι μὲν μᾶλλον κατὰ πᾶν τὸ σῶμα τὰ ὑγρὰ ἢ τοῖς πυκνοσάρκοις, συνισταμένης δὲ τῆς σαρκὸς αὐτῶν ὑπὸ τοῦ χειμῶνος θερμαινόμενα τὰ ὑγρὰ πυρετοὺς ποιεῖν. ἡ γὰρ παντὸς τοῦ σώματος ὑπερβάλλουσα θερμότης ἐστὶ πυρετός· ἐπιτεινομένη δὲ διὰ τὸ πλῆθος τῆς ἐνυπαρχούσης αὐτοῖς ὑγρότητος καῦσος γίνεται. [35]
862a
Διὰ τί, ὅταν ἐκ γῆς ἀτμὸς ἀνίῃ πολὺς ὑπὸ τοῦ ἡλίου, τὸ ἔτος λοιμῶδες γίνεται; ἢ ὅτι ὑγρὸν ἀνάγκη καὶ ἔπομβρον τὸ ἔτος σημαίνειν, καὶ τὴν γῆν ὑγρὰν ἀνάγκη εἶναι; οἷον οὖν ἐν ἑλώδει τόπῳ ἡ οἴκησις γίνεται. νοσώδης δὲ ἡ τοιαύτη ἐστίν. καὶ τὰ σώματα δὴ τότε ἀνάγκη περίττωμα πολὺ ἔχειν, ὥστε ἐν τῷ θέρει ἔχειν ὕλην νοσώδη. Διὰ τί γίνεται τὰ ἔτη νοσώδη, ὅταν γένηται φορὰ τῶν μικρῶν βατράχων τῶν φρυνοειδῶν; ἢ ὅτι ἕκαστον εὐσθενεῖ ἐν τῇ οἰκείᾳ χώρᾳ τῆς φύσεως; καὶ ταῦτα δὴ φύσει ἐστὶν ὑγρά, ὥστε ἔπομβρον καὶ ὑγρὸν σημαίνει τὸν ἐνιαυτὸν γίνεσθαι. τὰ δὲ τοιαῦτα ἔτη νοσώδη ἐστίν· ὑγρὰ γὰρ τὰ σώματα ὄντα πολὺ ἔχει τὸ περίττωμα, ὅ ἐστι τῶν νόσων αἴτιον. Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις εἰσίν; ἢ ὅτι ὑγρότητα καὶ θέρμην ἀλλοτρίαν ποιοῦσιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει. τοῦτο δʼ ἐστὶ πυρετῶδες· ὁ γὰρ πυρετὸς ἐξ ἀμφοτέρας τῆς τούτων ἐστὶν ὑπερβολῆς. ὅταν μὲν οὖν ἄνευ ὕδατος πνέωσι, ταύτην ἐν ἡμῖν ποιοῦσι τὴν διάθεσιν, ὅταν δὲ ἅμα ὕδατι, τὸ ὕδωρ καταψύχει ἡμᾶς. οἱ δὲ ἐκ θαλάττης νότοι καὶ συμφέρουσι τοῖς φυτοῖς· ἐψυγμένοι γὰρ ἀπὸ τῆς θαλάττης ἀφικνοῦνται πρὸς αὐτά. αἱ δʼ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος καὶ θέρμης ἀλλοτρίας. Διὰ τί ἐν τοῖς νότοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι; ἢ ὅτι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρύ; ἔτι δὲ ἡ δύναμις ἡμῶν ἐν τοῖς ἄρθροις ἐστί, ταῦτα δὲ ἀνίεται ὑπὸ τῶν νοτίων. δηλοῦσι δὲ οἱ ψόφοι τῶν κεκολλημένων. τὸ γὰρ γλίσχρον ἐν τοῖς ἄρθροις πεπηγὸς μὲν κινεῖσθαι κωλύει ἡμᾶς, ὑγρὸν δὲ λίαν ὂν συντείνεσθαι. Διὰ τί ἀρρωστοῦσι μὲν μᾶλλον τοῦ θέρους, ἀποθνήσκουσι δὲ μᾶλλον οἱ ἀρρωστοῦντες τοῦ χειμῶνος; ἢ ὅτι τοῦ χειμῶνος διὰ τὴν πυκνότητα ἐντὸς τῶν σωμάτων συνεσταλμένου τοῦ θερμοῦ, καὶ πονοῦντες μᾶλλον, εἰ μὴ πέττοιμεν, τῶν ἐν ἡμῖν συνισταμένων περιττωμάτων, ἰσχυρὰν ἀνάγκη τὴν ἀρχὴν εἶναι τῆς νόσου; τοιαύτην δὲ οὖσαν φθαρτικὴν εἰκός ἐστιν αὐτὴν εἶναι. [35]
862b
ἐν δὲ τῷ θέρει, μανοῦ καὶ κατεψυγμένου παντὸς τοῦ σώματος καὶ ἐκλελυμένου πρὸς τοὺς πόνους ὄντος, ἀρχὰς νόσων ἀνάγκη πλείους μὲν γίνεσθαι διά τε κόπους καὶ ἀπεψίαν τῶν εἰσφερομένων (καὶ γὰρ οἱ νέοι καρποὶ τότε εἰσίν), ἀλλʼ οὐχ οὕτως ἰσχυράς, διὸ εὐβοήθητοι. Διὰ τί μετὰ τὰς τροπὰς ἀμφοτέρας μέχρι ἑκατὸν ἡμερῶν ἀποθνήσκουσι μάλιστα; ἢ ὅτι ἄχρι τοσούτου ἑκατέρα ἡ ὑπερβολὴ διέχει, ἥ τε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ; ἡ δὲ ὑπερβολὴ τοῖς ἀσθενέσι ποιεῖ τὰς νόσους καὶ τὰς φθοράς. Διὰ τί τὸ ἔαρ καὶ τὸ φθινόπωρον νοσώδη; ἢ ὅτι αἱ μεταβολαὶ νοσώδεις; τὸ δὲ μετόπωρον τοῦ ἔαρος νοσωδέστερον, ὅτι μᾶλλον τοῦ θερμοῦ ψυχομένου ἢ τοῦ ψυχροῦ θερμαινομένου νοσοῦμεν. ἐν μὲν οὖν τῷ ἔαρι τὸ ψυχρὸν θερμαίνεται, ἐν δὲ τῷ μετοπώρῳ τὸ θερμὸν ψύχεται. Διὰ τί ἐν τῷ χειμῶνι ἐλάττω μὲν τὰ ἀρρωστήματα ἢ ἐν τῷ θέρει, θανάσιμα δὲ μᾶλλον; ἢ ὅτι ἐν μὲν τῷ θέρει ἀπὸ μικρᾶς προφάσεως τὰ ἀρρωστήματα, ἐν δὲ τῷ χειμῶνι οὔ; πεπτικώτεροι γὰρ καὶ ὑγιεινότεροι ἡμῶν αὐτῶν, ὥστε εἰκότως τὰ ἀπὸ μείζονος προφάσεως γινόμενα μείζω καὶ ἀναιρετικώτερα. ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν ἀθλητῶν καὶ ὅλως ἐπὶ τῶν ὑγιεινῶς διακειμένων ὁρῶμεν· ἢ γὰρ οὐ λαμβάνονται νόσῳ, ἢ ταχὺ συναπίασι· μεγάλης γὰρ αἰτίας δέονται. Διὰ τί τοῦ μὲν φθινοπώρου καὶ τοῦ χειμῶνος οἱ καῦσοι μᾶλλον γίνονται ἐν ταῖς ψυχραῖς ὥραις, τοῦ δὲ θέρους τὰ ῥίγη ἐνοχλεῖ καυμάτων ὄντων; ἢ ὅτι τῶν κατὰ τὸν ἄνθρωπον ἡ χολὴ μέν ἐστι θερμόν, τὸ δὲ φλέγμα ψυχρόν; ἐν μὲν οὖν τῷ θέρει τὸ ψυχρὸν ἀναλύεται, καὶ διαχυθὲν ῥίγη καὶ τρόμους παρασκευάζει· ἐν δὲ τῷ χειμῶνι τὸ θερμὸν ὑπὸ τῆς ὥρας κρατεῖται κατεψυγμένον. οἱ δὲ καῦσοι μᾶλλον ἐνοχλοῦσι τοῦ χειμῶνος καὶ τοῦ φθινοπώρου, ὅτι διὰ τὸ ψῦχος τὸ θερμὸν εἴσω συστέλλεται, ὁ δὲ καῦσος ἔσωθέν ἐστι καὶ οὐκ ἐπιπολῆς· εἰκότως οὖν οἱ καῦσοι ταύτην τὴν ὥραν γίνονται. καταμάθοι δʼ ἄν τις τοῦτο ἀκριβέστερον ἐπὶ τῶν ψυχρολουτρούντων τοῦ χειμῶνος καὶ τῶν τοῦ χειμῶνος λουομένων τῷ θερμῷ, ὅτι οἱ μὲν τῷ ψυχρῷ λουόμενοι, ἀπορριγώσαντες ὀλίγον χρόνον ἕως λούονται, τὴν λοιπὴν ἡμέραν οὐδὲν πάσχουσιν ὑπὸ τοῦ ψυχροῦ, οἱ δὲ τῷ θερμῷ ὕδατι χρησάμενοι δυσριγοτέρως διάγουσι. [35]
863a
τῶν μὲν γὰρ τῷ ψυχρῷ λουομένων πυκνοῦται ἡ σὰρξ καὶ συστέλλεται εἴσω τὸ θερμόν, τῶν δὲ θερμολουτρούντων ἡ σὰρξ ἀραιοῦται καὶ τὸ θερμὸν ἕως τοῦ ἔξω τόπου περισπᾶται. Τίς καταπλάσματος ἀρετή; ἢ διὰ τὸ χυτικὸν εἶναι κἂν ἱδρῶτα ποιοῖ καὶ ἀποπνοήν; Τῷ δῆλον ὅταν ἔμπυον; ἢ ἐὰν καταχεομένου τοῦ θερμοῦ ἀλλαγῇ, ἔμπυον, εἰ δὲ μή, οὔ; Ποῖα δεῖ καίειν ἢ ποῖα δεῖ τέμνειν; ἢ ὅσα μὲν ἔχει στόμα μέγα καὶ οὐ ταχὺ συμφύεται, ταῦτα καίειν δεῖ, ὅπως ἡ ἐσχάρα ἐκεῖ πέσῃ; οὕτω γὰρ οὐκ ἔσται ὕπουλα. Τίς ἐναίμου ἀρετή; ἢ τὸ ξηραντικὸν εἶναι καὶ τῆς ἐπιούσης περιττώσεως σταλτικὸν ἄνευ ἐσχαρώσεως καὶ σήψεως τῆς σαρκός; οὕτω γὰρ ἂν ἀφλέγμαντον εἴη καὶ συμφυτικόν. μὴ ἐπιρρέοντος μὲν γὰρ ἀφλέγμαντον ἔσται, ξηρὸν δὲ ὂν συμφύσεται· ἕως δʼ ἂν ὑγρορροῇ, οὐ συμφύσεται. διὰ τοῦτο οὖν δριμέα τὰ πλεῖστα, ὥστε ἀποστύφειν. Ποῖα τέμνειν δεῖ καὶ ποῖα καίειν, καὶ ποῖα οὔ, ἀλλὰ φαρμάκοις; ἢ τὰ μὲν ἐπὶ ταῖς μασχάλαις καὶ βουβῶσι φαρμάκῳ; μετὰ γὰρ διαίρεσιν τὰ μὲν ἐπίπονα, τὰ δὲ ἐπικίνδυνα. καίειν δὲ τὰ πλατέα τῶν φυμάτων καὶ πολὺ πρόβλημα ἔχοντα, καὶ ἐν φλεβώδεσι καὶ μὴ εὐσάρκοις. τέμνειν δὲ τὰ εἰς ὀξὺ συνηγμένα καὶ τὰ μὴ ἐν στερεοῖς. Διὰ τί, ἐὰν χαλκῷ τις τμηθῇ, ῥᾷον ὑγιάζεται ἢ σιδήρῳ; πότερον ὅτι λειότερον, ὥσθʼ ἧττον σπαράττει καὶ ποιεῖ πληγήν; ἢ εἴπερ ἀκμὴν μᾶλλον ὁ σίδηρος λαμβάνει, ῥᾴων καὶ ἀπαθεστέρα ἡ διαίρεσις; ἀλλὰ μὴν φαρμακῶδες ὁ χαλκός, ἡ δὲ ἀρχὴ ἰσχυρά. τὸ οὖν εὐθὺς ἅμα τῇ τομῇ θᾶττον τὸ φάρμακον ποιεῖ τὴν σύμφυσιν. Διὰ τί δὲ καὶ τὰ διὰ χαλκοῦ καύματα θᾶττον ὑγιάζεται; ἢ ὅτι μανότερον καὶ ἧττον σωματικόν, ἐν δὲ τοῖς στερεωτέροις πλείων ἡ θερμότης. Πότερον ἡ πτισάνη κουφοτέρα ἡ κριθίνη καὶ βελτίων πρὸς τὰ ἀρρωστήματα ἢ ἡ πυρίνη; δοκεῖ γάρ τισιν αὕτη σημεῖον ποιουμένοις τοὺς μεταχειριζομένους, ὅτι πολὺ εὐχρούστεροι οἱ περὶ τὴν τῶν ἀλεύρων ἐργασίαν ἢ τὴν τῶν ἀλφίτων. [35]
863b
εἶθʼ ὅτι ὑγροτέρα ἡ κριθή, τὸ δὲ ὑγρότερον πλέονος πέψεως. ἢ οὐθὲν κωλύει ἔνια ἔχειν δυσπεπτότερα καὶ ἔνια πρὸς κουφότητα χρησιμώτερα; οὐ γὰρ μόνον ὑγροτέρα ἐστὶν ἡ κριθὴ τοῦ πυροῦ, ἀλλὰ καὶ ψυχροτέρα. δεῖ δὲ τὸ ῥόφημα καὶ τὸ προσφερόμενον τοιοῦτον εἶναι τῷ πυρέττοντι, ὃ τροφήν τε βραχεῖαν ποιήσει καὶ καταψύξει. ἡ δὲ πτισάνη τοῦτο ἔχει ἡ κριθίνη· διὰ γὰρ τὸ ὑγρότερον ἢ σωματωδέστερον εἶναι ὀλίγον δίδωσι, καὶ τοῦτο ψυκτικόν. Διὰ τί τὴν αἱμωδίαν παύει ἡ ἀνδράχνη καὶ ἅλες; ἢ ὅτι ἡ μὲν ὑγρότητά τινα ἔχει; φανερὰ δὲ αὕτη μασωμένοις τε, καὶ ἐὰν συνθλασθῇ χρόνον τινά· ἕλκεται γὰρ ἡ ὑγρότης. τὸ δὴ γλίσχρον εἰσδυόμενον ἐξάγει τὸ ὀξύ. καὶ γὰρ ὅτι συγγενής, ἡ ὀξύτης σημαίνει· ἔχει γάρ τινα ὀξύτητα ὁ χυμός. ὁ δὲ ἃλς συντήκων ἐξάγει καὶ τὴν ὀξύτητα. διὰ τί οὖν ἡ κονία καὶ τὸ νίτρον οὔ; ἢ ὅτι στύφει καὶ οὐ τήκει; Διὰ τί τοὺς μὲν θερινοὺς κόπους λουτρῷ ἰᾶσθαι δεῖ, τοὺς δὲ χειμερινοὺς ἀλείμματι; ἢ τοὺς μὲν ἀλείμματι διὰ τὰς φρίκας καὶ τὰς γινομένας μεταβολάς; θέρμῃ γὰρ λύειν δεῖ, ἣ ποιήσει ἀλεάζειν· τὸ δʼ ἔλαιον θερμόν. ἐν δὲ τῷ θέρει καθυγραίνειν· ἡ γὰρ ὥρα ξηρά, καὶ οὐ φοβεραὶ αἱ φρῖκαι διὰ τὴν εἰς ἀλέαν ἔκκλισιν. ὀλιγοσιτία δὲ καὶ κωθωνισμὸς θέρους, τὸ μὲν ὅλως, τὸ δὲ μᾶλλον, ὁ μὲν πότος θέρους ὅλως διὰ τὴν ξηρότητα, ἡ δὲ ὀλιγοσιτία κοινὸν μέν, μᾶλλον δὲ θέρους· ἐκθερμαίνεται γὰρ διὰ τὴν ὥραν ὑπὸ τῶν σιτίων. Διὰ τί τῶν φαρμάκων τὰ μὲν τὴν κοιλίαν λύει, τὴν δὲ κύστιν οὔ, τὰ δὲ τὴν μὲν κύστιν λύει, τὴν κοιλίαν δὲ οὔ; ἢ ὅσα μέν ἐστιν ὑγρὰ τὴν φύσιν καὶ ὕδατος μεστά, ταῦτα ἂν ᾖ φαρμακώδη, λύει τὴν κύστιν; ἐκεῖ γὰρ ὑφίσταται τὰ ἄπεπτα τῶν ὑγρῶν· ὑποδοχὴ γάρ ἐστιν ἡ κύστις τοῦ μὴ πεττομένου ὑγροῦ ἐν τῇ κοιλίᾳ, ὃ οὐ μένει, ἀλλὰ πρὶν ποιῆσαί τι ἢ παθεῖν ὑποχωρεῖ. ὅσα δὲ ἐκ γῆς τὴν φύσιν ἐστίν, ἂν ᾖ φαρμακώδη, ταῦτα δὲ τὴν κοιλίαν λύει· εἰς ταύτην γὰρ ἡ φορὰ τῶν γεωδῶν. [35]
864a
ὥστε ἂν ᾖ κινητικόν, ταράττει. Διὰ τί δὲ τὰ μὲν τὴν ἄνω κοιλίαν τὰ δὲ τὴν κάτω κινεῖ, οἷον ἑλλέβορος μὲν τὴν ἄνω, σκαμμωνία δὲ τὴν κάτω, τὰ δὲ ἄμφω, οἷον ἐλατήριον καὶ τῆς θαψίας ὁ ὀπός; ἢ ὅτι τὰ μέν ἐστι θερμὰ τὰ δὲ ψυχρὰ τῶν φαρμάκων τῶν τὴν κοιλίαν κινούντων, ὥστε τὰ μὲν διὰ τὴν θερμότητα εὐθὺς ἐν τῇ ἄνω κοιλίᾳ ὄντα φέρεται ἐξ αὐτῆς πρὸς τὸν ἄνω τόπον, κἀκεῖθεν συντήξαντα μάλιστα μὲν τὰ ἀλλοτριώτατα καὶ ἥκιστα συμπεφυκότα, ἂν δὲ ἰσχυρὸν ᾖ τὸ φάρμακον ἢ πλέον δοθῇ τῆς φύσεως, ἀνάγει εἰς τὴν ἄνω κοιλίαν ταῦτά τε καὶ ἐάν τι περίττωμα ᾖ, καὶ διὰ τὴν θερμότητα ταράττον τὸ πνεῦμα πολὺ γινόμενον ὑπʼ αὐτοῦ, προσιστὰν τοὺς ἐμέτους ποιεῖ. τὰ δὲ ψυχρὰ τὴν φύσιν αὐτῶν διὰ βάρος καὶ πρὶν παθεῖν τι ἢ ποιῆσαι κάτω φέρεται, κἀκεῖθεν ὁρμῶντα τὸ αὐτὸ δρᾷ τοῖς ἄνω· κατὰ γὰρ τοὺς πόρους ἀνιόντα ἐκεῖθεν, καὶ κινήσαντα ὧν ἂν κρατήσῃ περιττωμάτων καὶ συντηγμάτων, λαβόντα τὴν αὐτὴν ἄγει ὁδόν. ὅσα δὲ ἀμφοῖν μετέχει καὶ ἐστὶ μικτὰ τῶν φαρμακωδῶν ἐκ θερμοῦ καὶ ψυχροῦ, ταῦτα δὲ διʼ ἑκατέραν τὴν δύναμιν ἀπεργάζεται ἄμφω, ὥσπερ καὶ νῦν παρασκευάζουσιν οἱ ἰατροὶ μιγνύντες ἀλλήλοις. Διὰ τί τὰ φάρμακα καθαίρει, ἄλλα δὲ πικρότερα ὄντα καὶ στρυφνότερα καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις ὑπερβάλλοντα οὐ καθαίρει; ἢ διότι οὐ διὰ τὰς τοιαύτας δυνάμεις καθαίρει, ἀλλʼ ὅτι ἄπεπτά ἐστιν; ὅσα γὰρ διʼ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος, μικρὰ ὄντα τοὺς ὄγκους, ἄπεπτά ἐστι καὶ οἷα κρατεῖν ἀλλὰ μὴ κρατεῖσθαι ὑπὸ τῆς τῶν ζῴων θερμότητος, εὐδιάχυτα ὄντα ὑπὸ τῶν δύο κοιλιῶν, ταῦτα φάρμακά ἐστιν. ὅταν γὰρ εἰς τὴν κοιλίαν εἰσέλθωσι καὶ διαχυθῶσι, φέρονται καθʼ οὕσπερ ἡ τροφὴ πόρους εἰς τὰς φλέβας, οὐ πεφθέντα δὲ ἀλλὰ κρατήσαντα ἐκπίπτει φέροντα τὰ ἐμπόδια αὐτοῖς· καὶ καλεῖται τοῦτο κάθαρσις. χαλκὸς δὲ καὶ ἄργυρος καὶ τὰ τοιαῦτα ἄπεπτα μέν ἐστιν ὑπὸ τῆς τῶν ζῴων θερμότητος, ἀλλʼ οὐκ εὐδιάχυτα ταῖς κοιλίαις. ἔλαιον δὲ καὶ μέλι καὶ γάλα καὶ τὰ τοιαῦτα τῆς τροφῆς καθαίρει, ἀλλʼ οὐ τῷ ποιῷ ἀλλὰ τῷ ποσῷ· ὅταν γὰρ διὰ πλῆθος ἄπεπτα γένηται, τότε καθαίρει, ἄνπερ καθαίρῃ. [35]
864b
διὰ δύο γὰρ αἰτίας ἄπεπτά ἐστιν, διὰ τὸ ποιὰ αὐτὰ εἶναι ἢ διὰ τὸ ποσά. διόπερ οὐ φάρμακόν ἐστιν οὐδὲν τῶν εἰρημένων· οὐδὲ γὰρ διὰ δύναμιν καθαίρει. στρυφνότης δὲ καὶ πικρότης συμβέβηκε τοῖς φαρμάκοις καὶ δυσωδία τῷ ἐναντίον εἶναι τῇ τροφῇ τὸ φάρμακον. τὸ μὲν γὰρ πεφθὲν ὑπὸ τῆς φύσεως, τοῦτο προσφύεται τοῖς σώμασι καὶ καλεῖται τροφή· τὸ δὲ μὴ πεφυκὸς κρατεῖσθαι, εἰσιὸν δὲ εἰς τὰς φλέβας καὶ διʼ ὑπερβολὴν θερμότητος ἢ ψυχρότητος ταράττον, αὕτη δὲ φαρμάκου φύσις ἐστίν. Διὰ τί τὸ μὲν πέπερι πολὺ μὲν ὂν τὴν κύστιν λύει, ὀλίγον δὲ τὴν κοιλίαν, ἡ δὲ σκαμμωνία πολλὴ οὖσα τὴν κοιλίαν λύει, ὀλίγη δὲ καὶ παλαιὰ τὴν κύστιν; ἢ διότι ἑκάτερον ἑκατέρας ἐστὶ κινητικώτερα; τὸ μὲν γὰρ πέπερι οὐρητικόν ἐστιν, ἡ δὲ σκαμμωνία καθαρτικόν. τὸ μὲν οὖν πέπερι πολὺ μὲν ὂν φέρεται εἰς τὴν κύστιν καὶ οὐ διαχεῖται εἰς τὴν κοιλίαν, ὀλίγον δὲ ὂν κρατηθὲν διαλύει καὶ γίνεται φάρμακον αὐτῆς. ἡ δὲ σκαμμωνία πολλὴ μὲν οὖσα εἰς τοῦτο κρατεῖται ὥστε διαχυθῆναι, διαχυθεῖσα δὲ γίνεται φάρμακον διὰ τὴν εἰρημένην ἐν τοῖς ἀνωτέρω αἰτίαν· ὀλίγη δὲ οὖσα μετὰ τοῦ ποτοῦ ἀναπίνεται εἰς τοὺς πόρους, καὶ ταχὺ πρὶν ταράξαι καταφέρεται εἰς τὴν κύστιν, καὶ ἐκεῖ τῇ αὑτῆς δυνάμει ἀπάγει τὰ περιττώματα καὶ τὰ συντήγματα ὅσα ἐξ ἐπιπολῆς ἐστίν. ἡ δὲ πολλή, ὥσπερ εἴρηται, διὰ τὴν ἰσχὺν πολὺν χρόνον ἐμμείνασα κατάγει πολλὴν κάθαρσιν καὶ γεώδη. Διὰ τί τὰς αὐτὰς φλεγμασίας οἱ μὲν ψύχοντες ὑγιάζουσιν, οἱ δὲ θερμαίνοντες πέττουσιν; ἀλλʼ οἱ μὲν ἀλλοτρίᾳ θερμότητι, οἱ δὲ καταψύχοντες τὴν οἰκείαν συνάγουσιν. Διὰ τί μεταβάλλειν δεῖ τὰ καταπλάσματα; ἢ ὅτι ὡς μᾶλλον αἰσθάνηται; τὰ γὰρ συνήθη ὥσπερ ἐπὶ τῶν ἐδεσμάτων οὐκέτι φάρμακα ἀλλὰ τροφὴ γίνεται, οὕτω καὶ ἐπὶ τῶν τοιούτων. Διὰ τί ὑγιεινὸν τὸ τῆς τροφῆς μὲν ὑποστέλλεσθαι, πονεῖν δὲ πλείω; ἢ ὅτι τοῦ νοσεῖν αἴτιον περιττώματος πλῆθος, τοῦτο δὲ γίνεται, ἡνίκα τροφῆς ὑπερβολὴ ἢ πόνων ἔνδεια. [35]
865a
Διὰ τί τὰ φάρμακα καὶ τὰ πικρὰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ δυσώδη καθαίρει; ἢ ὅτι ἅπαντα τὰ δυσώδη καὶ πικρὰ ἄπεπτά ἐστι; διὸ καὶ τὰ φάρμακα πικρὰ καὶ δυσώδη· τῷ γὰρ ἄπεπτα εἶναι καὶ κινητικὰ μετὰ πικρότητος φάρμακά ἐστιν. καὶ ἐὰν δοθῇ πλείω, διαφθείρει. ὅσα δέ, κἂν μικρὰ δοθῇ, διαφθαρτικά, ταῦτα οὐ φάρμακα λέγεται εἶναι ἀλλὰ θανατηφόρα. οὐδʼ ὅσα μὴ τῷ ποιῷ καθαίρει, οὐκ ἔστι φάρμακα. καὶ γὰρ τῆς τροφῆς πολλὰ μὲν ταὐτὸ ποιεῖ, ἐὰν ποσὰ δοθῇ, οἷον γάλα, ἔλαιον, γλεῦκος· ἅπαντα δὲ ταῦτα διὰ τὸ μὴ εἶναι εὔπεπτα καθαίρει, καὶ τούτοις οἷς μὴ εὔπεπτα καθαίρει, καὶ τούτους. ἔστι γὰρ ἄλλα ἄλλοις εὔπεπτα καὶ δύσπεπτα. διὸ οὐ πᾶσι ταὐτὰ φαρμακώδη, ἀλλʼ ἐνίοις ἴδια. ὅλως γὰρ τὸ φάρμακον δεῖ οὐ μόνον μὴ πέττεσθαι ἀλλὰ καὶ κινητικὸν εἶναι, ὥσπερ καὶ τὸ γυμνάσιον ἔξωθεν ἧκον ἢ ἔσωθεν τῇ κινήσει ἐκκρίνει τὰ ἀλλότρια. Διὰ τί τὰ μὲν εὐώδη οὐρητικὰ καὶ σπέρματα καὶ φυτά; ἢ ὅτι θερμὰ καὶ εὔπεπτα, τὰ δὲ τοιαῦτα οὐρητικά· ταχὺ γὰρ λεπτύνει ἡ ἐνοῦσα θερμότης, καὶ ἡ ὀσμὴ οὐ σωματώδης, ἐπεὶ καὶ τὰ ὀσμώδη, οἷον σκόροδα, διὰ τὴν θερμότητα οὐρητικά, μᾶλλον μέντοι συντηκτικά· θερμὰ δὲ τὰ εὐώδη σπέρματα. Διὰ τί δεῖ πρὸς μὲν τὰ μὴ καθαρὰ καὶ φαῦλα τῶν ἑλκῶν ξηροῖς καὶ δριμέσι καὶ στρυφνοῖς χρῆσθαι φαρμάκοις, πρὸς δὲ τὰ καθαρὰ καὶ ὑγιαζόμενα ὑγροῖς καὶ μόνοις; ἢ διότι ἀπὸ μὲν τῶν μὴ καθαρῶν δεῖ ἀφαιρεῖν τι; τοῦτο δʼ ἐστὶν ὑγρότης ἀλλοτρία, ἣν ἀφαιρεῖν δεῖ. τὰ δηκτικὰ δὲ καὶ δριμέα καὶ στρυφνὰ τοιαῦτα, καὶ τὸ ξηρὸν μᾶλλον τοῦ ὑγροῦ. τὰ δὲ καθαρὰ συνεπουλώσεως δεῖται μόνον. Διὰ τί συμφέρει πρὸς τὰ ἀπὸ φλέγματος νοσήματα λαγνεία; ἢ ὅτι τὸ σπέρμα περιττώσεως ἀπόκρισις καὶ φύσει ὅμοιον φλέγματι, ὥστε ἀφαιροῦσα πολὺ φλεγματῶδες ὠφελεῖ ἡ συνουσία. πότερον δὲ τροφὴν προσφέρειν ἀρχομένῳ βέλτιον ἢ ὕστερον; ἢ ἀρχομένῳ, ὅπως μὴ προεξησθενηκότι ἡ φλεγμασία ἐπιπίπτῃ; ἢ οὖν ἀπισχναντέον εὐθύς, ἢ οὕτω προσοιστέον· ἀναλαμβάνειν χρὴ πρῶτον τοῖς ῥοφήμασι· πραότερα γὰρ καὶ λειότερα καὶ εὐτηκτότερα, καὶ ἐκδέξασθαι τὴν τροφὴν ἐκ τούτου ῥᾴδιόν ἐστιν ἀσθενεῖ σώματι. [35]
865b
οὐ γὰρ ἐν τῇ κοιλίᾳ δεῖ παθεῖν τὰ σῖτα πρῶτον, διαχυθῆναί τε καὶ θερμανθῆναι μετὰ πόνου τῷ σώματι ταῦτα πέπονθεν. Διὰ τί δεῖ σκοπεῖν τὰ περὶ τὸ οὖρον σημεῖα, ἀπολαμβάνοντα τὴν οὔρησιν, εἰ ἤδη πέπεπται, ἢ μὴ μᾶλλον καὶ συνεχῶς οὐροῦντα; ἢ διότι σημεῖον μὲν τοῦ πεπέφθαι, ἐὰν ᾖ πυρρόν; τοῦτο δὲ γίνεται μᾶλλον διαλαμβάνουσιν. ἢ διότι ἔνοπτρον γίνεται ἅπαν μᾶλλον ὑγρὸν χρόας ὀλίγον ἢ πολὺ ὄν; ἐν μὲν γὰρ τῷ πολλῷ ὑγρῷ τὰ σχήματα ἐνορᾶται, ἐν δὲ τῷ ὀλίγῳ τὰ χρώματα, οἷον καὶ ἐπὶ τῆς δρόσου καὶ τῶν ῥανίδων καὶ ἐπὶ τῶν δακρύων τῶν ἐπὶ ταῖς βλεφαρίσι. συνεχῶς μὲν οὖν ἀφιέμενον γίνεται πλεῖον, διασπώμενον δὲ δέχεται μᾶλλον· ὥστε κἂν ᾖ αὐτὸ τοιοῦτον ἤδη διὰ τὴν πέψιν, καὶ φαίνεται μᾶλλον τῆς ἀνακλάσεως γινομένης καὶ ἐνόπτρου ἔνοπτον διὰ τὴν διαίρεσιν. ὅτι οὐ δεῖ πυκνοῦν τὴν σάρκα πρὸς ὑγείαν, ἀλλʼ ἀραιοῦν· ὥσπερ γὰρ πόλις ὑγιεινὴ καὶ τόπος εὔπνους (διὸ καὶ ἡ θάλασσα ὑγιεινή), οὕτω καὶ σῶμα τὸ εὔπνουν μᾶλλον ὑγιεινόν. δεῖ γὰρ ἢ μὴ ὑπάρχειν μηθὲν περίττωμα, ἢ τούτου ὡς τάχιστα ἀπαλλάττεσθαι, καὶ ἀεὶ οὕτως ἔχειν τὸ σῶμα ὥστε λαμβάνον εὐθὺς ἐκκρίνειν τὴν περίττωσιν, καὶ εἶναι ἐν κινήσει καὶ μὴ ἠρεμεῖν. τὸ μὲν γὰρ μένον σήπει, ὥσπερ ὕδωρ τὸ μὴ κινούμενον, σηπόμενον δὲ νοσοποιεῖ· τὸ δὲ ἐκκρινόμενον πρὸ τοῦ διαφθαρῆναι χωρίζεται. τοῦτο οὖν πυκνουμένης μὲν τῆς σαρκὸς οὐ γίνεται (ὡσπερεὶ γὰρ ἐμφράττονται οἱ πόροι), ἀραιουμένης δὲ συμβαίνει. διὸ καὶ οὐ δεῖ ἐν τῷ ἡλίῳ γυμνὸν βαδίζειν· συνίσταται γὰρ ἡ σὰρξ καὶ κομιδῇ ἀποσαρκοῦται, καὶ ὑγρότερον τὸ σῶμα γίνεται· τὸ μὲν γὰρ ἐντὸς διαμένει, τὸ δʼ ἐπιπολῆς ἀπαλλάττεται, ὥσπερ καὶ τὰ κρέα τὰ ὀπτὰ τῶν ἑφθῶν μᾶλλον. οὐδὲ τὰ στήθη γυμνὰ ἔχοντα βαδίζειν· ἀπὸ γὰρ τῶν ἄριστα ᾠκοδομημένων τοῦ σώματος ὁ ἥλιος ἀφαιρεῖ, ἃ ἥκιστα δεῖται ἀφαιρέσεως, ἀλλὰ μᾶλλον τὰ ἐντός. ἐκεῖθεν μὲν οὖν διὰ τὸ πόρρω εἶναι, ἐὰν μὴ μετὰ πόνου, οὐκ ἔστιν ἱδρῶτα ἀγαγεῖν, ἀπὸ τούτου δὲ διὰ τὸ πρόχειρον ῥᾴδιον. Διὰ τί ποτε τοῖς χιμέτλοις καὶ τὸ ψυχρὸν ὕδωρ συμφέρει καὶ τὸ θερμόν; ἢ ὅτι τὰ χίμετλα διʼ ὑπερβολὴν γίνεται ὑγροῦ; τὸ μὲν οὖν ψυχρὸν συνίστησι καὶ τραχύνει τὸ ὑγρόν, τὸ δὲ θερμὸν ἐκπνευματοῖ καὶ ἔξοδον ποιεῖ τῷ πνεύματι, ἀραιοῦν τὴν σάρκα. [35]
866a
Διὰ τί τὸ ψυχρὸν καὶ ποιεῖ καὶ παύει τὰ χίμετλα, καὶ τὸ θερμὸν τὰ πυρίκαυστα; ἢ διὰ τὸ αὐτό; ποιεῖ μὲν συντήκοντα, παύει δὲ μᾶλλον ξηραίνοντα. Ἐν τοῖς πυρετοῖς διδόναι δεῖ τὸ ποτὸν πολλάκις καὶ κατʼ ὀλίγον. τὸ μὲν γὰρ πολὺ παραρρεῖ, τὸ δὲ ὀλίγον μὲν πολλάκις δὲ διαβρέχει καὶ εἰς τὰς σάρκας χωρεῖ. οἷα γὰρ τὰ ἐν τῇ γῇ, ἐὰν μὲν κατὰ πολὺ ἔλθῃ τὸ ὕδωρ, παραρρεῖ, ἐὰν δὲ κατʼ ὀλίγον, βρέχει μόνον, τὸ αὐτὸ καὶ ἐν τοῖς πυρετοῖς. τὰ γὰρ ῥέοντα ὕδατα ἐάν τις κατʼ ὀλίγον ἄγῃ, ὁ ὀχετὸς ἐκπίνει· ἐὰν δὲ τὸ ἴσον ἀθρόον ἄγῃ, ὅπου ἂν ἄγῃ, χωρεῖ. ἔπειτα κατακείσθω ἀκίνητος ὡς μάλιστα, ἀκίνητος μέν, ὅτι καὶ τὸ πῦρ φανερῶς, ἐάν τις μὴ κινῇ, καταμαραίνεται. πρὸς πνεῦμα δὲ μὴ κατακείσθω, διότι ὁ ἄνεμος τὸ πῦρ ἐξεγείρει καὶ ῥιπτιζόμενον τὸ πῦρ ἐξ ὀλίγου πολὺ γίνεται. περιστέλλεσθαι δὲ τούτου ἕνεκεν, ὅτι πυρὶ ἐὰν ἀναπνοὴν μὴ διδῷς, σβέννυται. καὶ τὰ ἱμάτια μὴ ἀπογυμνούσθω, ἕως ἂν νοτὶς ἐγγένηται· τὸ φανερὸν γὰρ πῦρ τὸ ὑγρὸν σβέννυσιν. κατὰ ταῦτα δὲ καὶ ἐν τῇ φύσει. ἐπὶ δὲ τῶν διαλειπόντων πυρετῶν προπαρασκευάζειν δεῖ καὶ ἐκλύοντα, καὶ πυριάματα πρὸς τοὺς πόδας παρατιθέντα, καὶ περιεσταλμένον ἀναπαύεσθαι, ὅπως ὅτι θερμότατος ᾖ πρὸ τοῦ τὴν λῆψιν εἶναι. καὶ γὰρ ὅπου πολὺ πῦρ, λύχνος οὐ δυνήσεται καίεσθαι· τὸ γὰρ πῦρ τὸ πολὺ τὸ ὀλίγον ἄγει πρὸς ἑαυτό. τούτου ἕνεκα πολὺ πῦρ ἐν τῷ σώματι παρασκευάζειν δεῖ, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει, ὥστε τὸ πολὺ πῦρ τὸ ὀλίγον πρὸς ἑαυτὸ ἄγει. Τεταρταίοις πυρετοῖς δεῖ μὴ λεπτύνειν, ἀλλὰ πῦρ ἐν τοῖς σώμασιν ἐμποιεῖν εἰσάγοντα. δεῖ δὲ καὶ τοῖς γυμνασίοις χρῆσθαι. ᾗ δὲ ἡμέρᾳ ἡ λῆψις, λουσάμενον ὕπνον μὴ ζητεῖν. διὰ δὲ τοῦτο καὶ συμφέρει θερμαίνουσα δίαιτα, ὅτι ἀσθενὴς ὁ τεταρταῖος πυρετός· εἰ γὰρ μὴ ἦν ἀσθενής, οὐκ ἂν τεταρταῖος ἐγένετο. ὁρᾷς; ὅπου πῦρ πολύ, λύχνος οὐ δύναται καίεσθαι· τὸ γὰρ πολὺ τὸ ὀλίγον πρὸς ἑαυτὸ ἁρπάζει. [35]
866b
τούτου δʼ ἕνεκεν πολὺ πῦρ ἐν τῷ σώματι ἐμποιεῖν, ὅτι ὀλίγον ὁ πυρετὸς πῦρ ἔχει. ἔστι δὲ τὸ καθʼ ἡμέραν διαίτημα τὸ μὲν πῦρ τὸ δὲ νοτίδα εἰς τὸ σῶμα εἰσάγοντα. εἰσὶ δὲ νόσοι αἱ μὲν ἀπὸ πυρός, αἱ δὲ ἀπὸ νοτίδος. ἰατρεύονται δὲ αἱ μὲν ἀπὸ πυρὸς νόσοι νοτίδι, αἱ δὲ ἀπὸ νοτίδος πυρί· νοτίδα γὰρ ξηραίνει. Β. ΟΣΑ ΠΕΡΙ ΙΔΡΩΤΑ. Διὰ τί οὔτε συντείνουσιν οὔτε κατέχουσι τὸ πνεῦμα γίνεται ἱδρώς, ἀλλὰ μᾶλλον ἀνιεῖσιν; ἢ ὅτι τὸ πνεῦμα κατεχόμενον πληροῖ τὰς φλέβας, ὥστε κωλύει ἐξιέναι, ὥσπερ τὸ ὕδωρ τὸ ἐκ τῶν κλεψυδρῶν, ὅταν πλήρεις οὔσας ἐπιλάβῃ τις. ὅταν δὲ ἐξέλθῃ, πολὺς γίνεται διὰ τὸ ἐν αὐτῇ ἐπιληψίᾳ ἀθροισθῆναι κατὰ μικρόν. Διὰ τί οὐχ ἱδροῦσι τὰ ἐν θερμῷ ὕδατι μέρη, οὐδʼ ἂν θερμὰ ᾖ; ἢ διότι κωλύει τὸ ὕδωρ τήκεσθαι, ὁ δὲ ἱδρὼς τὸ κακῶς προσῳκοδομημένον ἐστὶν ἐν τῇ σαρκί, ὃ κωλύει τήκεσθαι, ὅταν ἐκκρίνηται διὰ θερμότητα. Διὰ τί ὁ ἱδρὼς ἁλμυρόν; ἢ διότι γίνεται ὑπὸ κινήσεως καὶ θερμότητος, ἀποκρινούσης ὅσον ἀλλότριον ἔνεστιν ἐν τῇ προσφύσει τῆς τροφῆς πρὸς αἷμα καὶ τὰς σάρκας; τοῦτο γὰρ τάχιστα ἀφίσταται διὰ τὸ μὴ οἰκεῖον εἶναι καὶ ἔξω ἐξικμάζει. ἁλμυρὸς δʼ ἐστὶ διὰ τὸ τὸ γλυκύτατον καὶ κουφότατον εἰς τὸ σῶμα ἀνηλῶσθαι, τὸ δὲ ἀλλοτριώτατον καὶ ἀπεπτότατον ἀπολύεσθαι. τὸ τοιοῦτον δὲ ἐν μὲν τῇ κάτω ὑποστάσει οὖρον καλεῖται, ἐν δὲ σαρκὶ ἱδρώς· ἄμφω δὲ ἁλμυρὰ διὰ τὴν αὐτὴν αἰτίαν. Διὰ τί τὰ ἄνω ἱδροῦσι μᾶλλον τῶν κάτω; πότερον τὸ θερμὸν ἄνω καὶ ἀνέρχεται καὶ ἔστιν ἄνω, τοῦτο δὲ ἄνω φέρει τὸ ὑγρόν; ἢ ὅτι πνεῦμα ποιεῖ τὸν ἱδρῶτα, τοῦτο δὲ ἐν τοῖς ἄνω; ἢ διότι ἄπεπτον ὑγρὸν ὁ ἱδρώς ἐστι, τοιοῦτο δὲ ἐν τοῖς ἄνω; ἡ γὰρ κρᾶσις ἄνω. Διὰ τί τὰς χεῖρας γυμναζομένοις μάλιστα ἱδρὼς γίνεται, ἐὰν τὰ ἄλλα ὁμοιοσχημονῶμεν; ἢ διότι ἰσχύομεν μάλιστα τούτῳ τῷ τόπῳ; τούτῳ γὰρ τὸ πνεῦμα κατέχομεν τῷ ἔγγιστα τοῦ ἰσχύοντος· πονοῦντες δὲ μᾶλλον ἰσχύομεν· οὕτω δὲ ἔχοντες τὸ πνεῦμα μᾶλλον κατέχομεν. εἶτα καὶ τῇ τριβομένῃ συμπονοῦμεν μᾶλλον ἢ ὅταν ἄλλο μέρος τριβώμεθα· τῇ γὰρ καθέξει τοῦ πνεύματος καὶ τριβόμενοι γυμναζόμεθα καὶ τρίβοντες. [35]
867a
Διὰ τί ὁ ἱδρὼς ἐκ τῆς κεφαλῆς ἢ οὐκ ὄζει ἢ ἧττον τοῦ ἐκ τοῦ σώματος; ἢ ὅτι εὔπνους ὁ τῆς κεφαλῆς τόπος; δηλοῖ δὲ μανὸς ὢν τῇ τῶν τριχῶν ἐκφύσει. δυσώδεις δὲ οἱ τόποι καὶ τὰ ἐν αὐτοῖς γίνεται, ὅσα μὴ εὔπνοα. Διὰ τί οἱ γυμναζόμενοι ἐὰν διαναπαυσάμενοι παλαίωσιν, μᾶλλον ἱδροῦσιν ἢ ἐὰν συνεχῶς; ἢ διὰ τὸ ἀθροίζεσθαι διαναπαυομένων· ἔπειτα τοῦτον τὸν ἱδρῶτα ἐξάγει ὕστερον ἡ πάλη. ἡ δὲ συνεχὴς ἀναξηραίνει ὥσπερ ὁ ἥλιος. Διὰ τί μᾶλλον ἱδροῦσιν, ὅταν μὴ διὰ πολλοῦ χρόνου χρῶνται ταῖς ἀφιδρώσεσιν; ἢ διότι οἱ ἱδρῶτες γίνονται οὐ μόνον διʼ ὑγρότητα, ἀλλὰ καὶ διὰ τὸ τοὺς πόρους ἀνεῷχθαι μᾶλλον καὶ ἀραιὰ τὰ σώματα εἶναι; τοῖς μὲν οὖν μὴ χρωμένοις συμμεμύκασιν οἱ πόροι, τοῖς χρωμένοις δʼ ἀναστομοῦνται. Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος τοὺς γυμνοὺς ἢ τοὺς ἀμπεχομένους, ἱδροῦσι μᾶλλον οἱ ἀμπεχόμενοι; πότερον ὅτι τοὺς πόρους συμμύειν ποιεῖ ἐκκαίων ὁ ἥλιος; ἢ διότι τὰς ἀτμίδας ξηραίνει; ἀμπεχομένοις δὲ ταῦτα ἧττον συμβαίνει. Διὰ τί ἱδροῦσι μάλιστα τὰ πρόσωπα; ἢ ὅσα ἀραιὰ καὶ ὑγρὰ μάλιστα, διὰ δὲ τούτων ὁ ἱδρὼς διαπορεύεται. δοκεῖ δὲ πηγὴ εἶναι ἡ κεφαλὴ τοῦ ὑγροῦ· διὸ καὶ αἱ τρίχες, διὰ τὸ πολὺ ὑγρόν. ὁ δὲ τόπος ἀραιὸς καὶ ἰσχνός· δίεισιν ἄρα κατὰ φύσιν. Διὰ τί οὔτʼ ἀθρόου ὄντος τοῦ πυρὸς μᾶλλον ἱδροῦσιν, οὔτʼ ἐλάττονος ἀεί, ἀλλὰ πλείονος ἐπεισφερομένου; οἱ γὰρ ἐν τοῖς πυριατηρίοις ἱδροῦσι μᾶλλον ἢ εὐθὺς εἰ εἴη τοσοῦτον. ἢ ὅτι τὸ σύμμετρον ἕκαστον ἐργάζεται; οὐκοῦν εἰ τοσοῦτον ποιεῖ, τὸ πλεῖον οὐ ποιήσει πλεῖον ἢ μᾶλλον τοὐναντίον, ὅτι τῷ σύμμετρον εἶναι ἐργάζεται τὸ ἔργον. διὰ μὲν οὖν τοῦτο οὐχὶ πρὸς πλεῖον μᾶλλον ἱδροῦσι, διὰ δὲ τὸ πρὸς ἕκαστον ἄλλην εἶναι συμμετρίαν, καὶ τὸ πεποιηκὸς μηκέτι ποιεῖν προστιθεμένου μᾶλλον. οὐ γὰρ ταὐτὸ προοδοποιεῖται εἰς ἕκαστον καὶ ἐπιτηδείως ἔχειν παρασκευάζει, καὶ ἤδη τοῦτο ἐργάζεται, ἀλλʼ ἕτερον. τὸ μὲν οὖν ὀλίγον μᾶλλον ἢ πολὺ προωδοποίησε καὶ παρεσκεύασε τὸ σῶμα πρὸς τὸ ἱδροῦν· ἄλλης δὲ δεῖ συμμετρίας καὶ πλείονος πρὸς τὸ ποιῆσαι. [35]
867b
τοῦτο δὲ οὐκέτι ποιεῖ ὃ πεποίηκεν, ἀλλὰ μετʼ αὐτὸ ὕστερον, ἄλλο τῆς συμμετρίας γινόμενον. Διὰ τί ἀποστλεγγισαμένοις μᾶλλον ῥεῖ ὁ ἱδρὼς ἢ ἐῶσιν ἐπιμεῖναι; πότερον διὰ τὸ καταψύχεσθαι ὑπὸ τοῦ ἔξω; ἢ ὅτι ὥσπερ πῶμα γίνεται ὁ ἔξω ἱδρὼς ἐπὶ τοῖς πόροις, ὥστε κωλύει τοῦ ἔσωθεν τὴν ὁρμήν. Διὰ τί τὸ πήγανον δυσώδεις τοὺς ἱδρῶτας ποιεῖ, καὶ ἔνια τῶν μύρων; ἢ ὅτι ὧν ἐν τῇ ὀσμῇ βαρύτης ἔνι, ταῦτα κεραννύμενα ταῖς περιττωματικαῖς ὑγρότησι κακωδεστέραν ποιεῖ τὴν ὀσμήν; Διὰ τί ἱδροῦμεν τὸν νῶτον μᾶλλον ἢ τὰ πρόσθεν; ἢ ὅτι ἐν μὲν τῷ πρόσθεν ἐστὶ τόπος ἐντός, εἰς ὃν ἀποχετεύεται τὸ ὑγρόν, ἐν δὲ τῷ ὄπισθεν οὐκ ἔστιν, ἀλλʼ ἔξω τὴν ἔκκρισιν ἀναγκαῖον γίνεσθαι. τὸ δʼ αὐτό ἐστιν αἴτιον καὶ ὅτι τὴν κοιλίαν ἧττον ἱδροῦμεν ἢ τὸ στῆθος. ἔτι δὲ ὅτι μᾶλλον διαφυλακτικόν ἐστι τοῦ ἱδρῶτος τὰ νῶτα καὶ τὰ ὄπισθεν ἢ τὰ πρόσθεν διὰ τὸ μᾶλλον τὰ ἔμπροσθεν τῶν ὄπισθεν ἀποψύχεσθαι. ὅπερ ἐστὶν αἴτιον καὶ τοῦ τὰς μασχάλας ἱδροῦν τάχιστα καὶ μάλιστα· ἥκιστα γὰρ ψύχονται. ἔτι δὲ σαρκωδέστερά ἐστι τὰ περὶ τὸν νῶτον τῶν πρόσθεν, ὥστε ὑγρότερα. πλείων δὲ ὑγρότης ἐστὶν ἐν τοῖς ὄπισθεν· ὁ γὰρ μυελὸς κατὰ τὴν ῥάχιν ὢν ὑγρασίαν πολλὴν παρέχει. Διὰ τί ἐφʼ ἃ κατακείμεθα, οὐχ ἱδροῦμεν; ἢ ὅτι θερμὸς ὢν ὁ τόπος ᾧ ἁπτόμεθα, κωλύει διεξιέναι τὸν ἱδρῶτα· ἀναξηραίνει γὰρ αὐτόν. ἔτι δὲ θλίβεται, θλιβόμενον δὲ διαχεῖται τὸ αἷμα, οὗ συμβαίνοντος καταψύχεται μᾶλλον. σημεῖον δὲ ἡ νάρκη· κατάψυξίς τε γάρ ἐστι τὸ πάθος, καὶ γίνεται ἐκ θλίψεως ἢ πληγῆς. Διὰ τί οἱ καθεύδοντες μᾶλλον ἱδροῦσιν; ἢ διὰ τὴν ἀντιπερίστασιν; ἀθροισθὲν γὰρ τὸ θερμὸν ἐντὸς ἐξελαύνει τὸ ὑγρόν. Διὰ τί τὸ πρόσωπον μάλιστα ἱδροῦσιν ἀσαρκότατον ὄν; ἢ ὅτι εὐίδρωτα μὲν ὅσα ὕφυγρα καὶ ἀραιά, ἡ δὲ κεφαλὴ τοιαύτη; ὑγρότητα γὰρ οἰκείαν ἔχει πλείστην. δηλοῦσι δὲ αἱ φλέβες τείνουσαι ἐντεῦθεν, καὶ οἱ κατάρροι ἐξ αὐτῆς, καὶ ὁ ἐγκέφαλος ὑγρός, καὶ οἱ πόροι πολλοί. σημεῖον δὲ αἱ τρίχες ὅτι πολλοὶ οἱ πόροι εἰσί, περαίνοντες ἔξω. [35]
868a
οὔκουν ἐκ τῶν κάτω ὁ ἱδρὼς ἀλλʼ ἐκ τῆς κεφαλῆς γίνεται. διὸ ἱδροῦσι καὶ πρῶτον καὶ μάλιστα τὸ μέτωπον· ὑπόκειται γὰρ πρῶτον· τὸ δὲ ὑγρὸν κάτω ῥεῖ ἀλλʼ οὐκ ἄνω. Διὰ τί οἱ ἱδροῦντες ἐὰν ψυχθῶσιν ἢ ὕδατι ἢ πνεύματι, ναυτιῶσιν; πότερον τὸ ὑγρὸν ψυχθὲν ἔστη ἀθρόον, ἔμπροσθεν οὐκ ἠρεμοῦν διὰ τὸ ῥεῖν; ἢ καὶ τὸ πνεῦμα διιὸν ἔξω γινόμενον ἱδρὼς διὰ τὴν ψύξιν, τοῦτο ἔσω ψυχθὲν πρὶν ἐξελθεῖν ὑγρὸν ἐγένετο, καὶ προσπεσὸν ποιεῖ τὴν ναυτίαν; Διὰ τί ποτε ἐκ τῆς κεφαλῆς καὶ τῶν ποδῶν μάλιστα οἱ ἱδρῶτες γίνονται θερμαινομένων; ἢ ὅτι τὸ θερμαινόμενον ἐφέλκει ἐφʼ ἑαυτὸ τὸ ὑγρόν, τὸ δὲ ὑγρὸν οὐκ ἔχει ὅπῃ καταναλίσκηται διὰ τὸ εἶναι τοὺς τόπους τούτους ὀστώδεις. ἐκπίπτει οὖν ἔξω. Διὰ τί οἱ πονοῦντες, ὅταν παύσωνται, ἱδροῦσιν; ἔδει γάρ, εἴπερ ὁ πόνος αἴτιος, ὅταν πονῶσιν. πότερον ὅτι πονούντων μὲν ὑπὸ τοῦ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι τοὺς πόρους συμμεμυκέναι ποιοῦσι, παυσαμένων δὲ συνίζουσιν, ὥστε διʼ εὐρυτέρων γινομένων τῶν πόρων ῥᾷον διέρχεται τὸ ὑγρόν. ἢ ὅτι πονούντων μὲν ἀποκρίνει ἡ κίνησις ἐκ τοῦ συμπεφυκότος ὑγροῦ πνεῦμα, καὶ διὰ θερμότητα τὴν ἀπὸ τῆς κινήσεως γίνεται τὸ ὑγρὸν πνεῦμα ἐπιπολῆς· ὅταν δὲ παύσηται πονῶν, ἅμα καὶ ἡ θερμότης λήγει, καὶ ἐκ τοῦ πνεύματος πυκνουμένου ὑγρότης γίνεται, ὁ καλούμενος ἱδρώς. Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος; ἢ ὅτε μᾶλλον ὑγροὶ καὶ χαλεπώτεροι ἄνευ ἐπιμελείας γένοιντʼ ἄν, ὥστε τοῦ χειμῶνος ἂν δέοι μᾶλλον, ᾗ μεγάλη ἡ μεταβολὴ καὶ τὰ περιττώματα οὐ συνεκπέττεται. πάλιν ψυχθέντος ἔτι παρὰ φύσιν τὸ τοῦ χειμῶνος. δῆλον ἄρα ὅτι τοῦ θέρους μᾶλλον. καὶ γὰρ τὰ ὑγρὰ σήπεται μᾶλλον ἅπαντα τοῦ θέρους· διὸ τότε δεῖ ἀπαντλεῖν. διὰ τοῦτο δὲ καὶ οἱ ἀρχαῖοι πάντες οὕτως ἔλεγον. Διὰ τί ἀεὶ τοῦ σώματος ῥέοντος καὶ τῆς ἀπορροῆς γινομένης ἐκ τῶν περιττωμάτων οὐ κουφίζεται τὸ σῶμα, ἐὰν μὴ ἀφιδρώσῃ; ἢ ὅτι ἐλάττων ἡ ἔκκρισις. ὅταν γὰρ ἐξ ὑγροῦ μεταβάλλῃ εἰς ἀέρα, πλεῖον γίνεται ἐξ ἐλάττονος· τὸ γὰρ ὑγρὸν διακρινόμενον πλεῖον. [35]
868b
ὥστε πλείονι χρόνῳ ἡ ἔκκρισις. διά τε τοῦτο καὶ ὅτι διʼ ἐλαττόνων πόρων ἢ ἔκκρισίς ἐστιν. ἔτι τὸ γλίσχρον καὶ τὸ κολλῶδες μετὰ μὲν τοῦ ὑγροῦ ἐκκρίνεται διὰ τὴν κατάμιξιν, μετὰ δὲ τοῦ πνεύματος ἀδυνατεῖ. μάλιστα δὲ τοῦτʼ ἐστὶ τὸ λυποῦν. διὸ καὶ οἱ ἔμετοι τῶν ἱδρώτων κουφίζουσι μᾶλλον, ὅτι συνεξάγουσι τοῦτο ἅτε παχύτεροι καὶ σωματωδέστεροι ὄντες. καὶ ὅτι τῇ μὲν σαρκὶ πόρρω ὁ τόπος οὗτος, ἐν ᾧ τὸ γλίσχρον καὶ τὸ κολλῶδες, ὥστε ἔργον μεταστῆσαι, τῇ δὲ κοιλίᾳ ἐγγύς· ἢ γὰρ ἐν αὐτῇ ἐγγίνεται ἢ πλησίον· διὸ καὶ δυσεξάγωγον ἄλλως. Διὰ τί ἧττον ἱδροῦσιν ἐν αὐτῷ τῷ πονεῖν ἢ ἀνέντες; ἢ ὅτι πονοῦντες μὲν ποιοῦσι, πεπονηκότες δὲ πεποιήκασιν; εἰκότως οὖν ἐκκρίνεται πλέον· ὁτὲ μὲν γὰρ γίνεται, ὁτὲ δὲ ἐστίν. ἢ ὅτι πονούντων μὲν συγκλείονται τῆς σαρκὸς οἱ πόροι διὰ τὴν κάθεξιν τοῦ πνεύματος, ὅταν δʼ ἀνῶσιν, ἀνοίγονται; διὸ καὶ τὸ πνεῦμα κατέχοντες ἧττον ἱδροῦσιν. Διὰ τί οὐχὶ ὅταν τροχάζωμεν, ὁ ἱδρὼς πλείων, καὶ ὅταν ἐν κινήσει ᾖ τὸ σῶμα, ἀλλʼ ὅταν παύσωνται; ἢ ὅτι τότε μὲν ὥσπερ ὑπὸ τῆς χειρὸς ἢ ἄλλου τινὸς ἔστιν ὕδωρ ῥέον ἀποφρᾶξαι πανταχόθεν συναθροιζόμενον, ὅταν δὲ ἀφεθῇ, πλέον ἢ ὅσον ἐξ ἀρχῆς. ὡς δὲ ὑπὸ τῆς χειρός, οὕτω καὶ ὑπὸ τοῦ πνεύματος ἔστιν ἀποληφθῆναι, ὥσπερ ἐν τῇ κλεψύδρᾳ, καὶ πάλιν πρὸς τὴν κύστιν· ἀπολαμβάνει γὰρ ἐντός. ὁμοίως οὖν πολλῆς κινήσεως οὔσης τὸ πνεῦμα ἐναπολαμβάνεται· διὸ καὶ αἱ φλέβες διατείνονται τοῦ ὑγροῦ οὐ δυναμένου ἐξιέναι. ἀπολαμβανόμενον δὲ ἀθρόον τὸ ὑγρόν, ὅταν ἀνεθῇ τὸ πνεῦμα, ἀθρόον ἐξέρχεται. Διὰ τί, ὅταν πίωσιν, ἧττον ἱδροῦσιν ἐπιφαγόντες; ἢ διότι τὰ σιτία ἐπισπᾶται μὲν τὴν ὑγρότητα καθαπερεὶ σπόγγος ἐμπεσών, ἔστι δὲ κωλῦσαι τὴν ὁρμὴν οὐ μικρὸν μέρος, ὥσπερ ἐν τοῖς ῥεύμασι, τὸ ἐπιλαβεῖν τοὺς πόρους προσενεγκάμενον τὴν τροφήν. Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ; μᾶλλον γὰρ εὔλογον, ὅταν πᾶν ἱδρῶσι τὸ σῶμα, τότε μᾶλλον καὶ τοὺς πόδας· ψυχρότατος γὰρ ὁ τόπος, διὸ ἥκιστα ἱδροῦσιν. καὶ οἱ ἰατροὶ ἐν ταῖς ἀρρωστίαις μάλιστα περιστέλλειν τοὺς πόδας παραγγέλλουσιν, ὅτι εὔψυκτοί εἰσιν, ὥστε ἀρχὴν ῥᾳδίως ῥίγους ποιοῦσι καὶ τῷ ἄλλῳ σώματι. [35]
869a
ἢ ὅτι καὶ ἡ ἀγωνία ἐστὶ θερμότητος οὐ μετάστασις ὥσπερ ἐν τῷ φόβῳ ἐκ τῶν ἄνω τόπων εἰς τοὺς κάτω (διὸ καὶ αἱ κοιλίαι λύονται τῶν φοβουμένων) ἀλλʼ αὔξησις θερμοῦ, ὥσπερ ἐν τῷ θυμῷ; καὶ γὰρ ὁ θυμὸς ζέσις τοῦ θερμοῦ ἐστὶ τοῦ περὶ τὴν καρδίαν· καὶ ὁ ἀγωνιῶν οὐ διὰ φόβον καὶ διὰ ψύξιν πάσχει, ἀλλὰ διὰ τὸ μέλλον. Διὰ τί τὸ πρόσωπον ἐξέρυθροι γίνονται, οὐχ ἱδροῦσι δέ; ἢ διὰ τὸ μᾶλλον θερμαίνεσθαι, ὥστε τὸ μὲν ἐν τῷ προσώπῳ ὑγρὸν ξηραίνει ἡ θερμότης ἐπιπολάζουσα, τὸ δὲ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἐλάττων μὲν εἶναι, πλείων δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης. Διὰ τί καθεύδοντες ἱδροῦσι μᾶλλον ἢ ἐγρηγορότες; ἢ ὅτι ἔσωθεν ἡ ἀρχὴ τοῦ ἱδρῶτος, θερμότερα δὲ τὰ ἐντός, ὥστε καὶ ἐκκρίνει διαχέουσα ἡ ἐντὸς θερμότης τὸ ἐντὸς ὑγρόν. ὅτι ἀεὶ ἔοικεν ἀπορρεῖν τι τοῦ σώματος, ἀλλὰ διὰ τὸ μηθὲν εἶναι πρὸς ὃ προσπῖπτον ἁλισθήσεται λανθάνει. σημεῖον δέ· τὰ γὰρ κοῖλα τοῦ σώματος ἀεὶ ἱδροῖ. Διὰ τί ἐν τοῖς πυριατηρίοις μᾶλλον ἱδροῦσιν, ὅταν ᾖ ψῦχος; ἢ ὅτι τὸ θερμὸν οὐ βαδίζει ἔξω διὰ τὴν τοῦ ψυχροῦ περίστασιν (κωλύεται γὰρ ὑπὸ τούτου), ἀλλʼ ἐντὸς κατειλούμενον καὶ μένον διαλύει τὰ ἐν ἡμῖν ὑγρά, καὶ ἱδρῶτα ποιεῖ ἐξ αὐτῶν. Διὰ τί ὠφελιμώτερός ἐστιν ὁ ἱδρώς, κἂν ἐλάττων ἐπέλθῃ, ὁ γυμνοῦ τροχάζοντος γενόμενος ἢ ὁ ἐν ἱματίῳ; ἢ τὸ μὲν πονεῖν τοῦ μὴ πονεῖν βέλτιόν ἐστι καθόλου, καὶ ὁ ἱδρὼς δὲ ὁ μετὰ πόνου τοῦ ἄνευ πόνου βελτίων ἐστί, καὶ ὁ μᾶλλον δὲ μετὰ πόνου τοῦ ἧττον βελτίων; μᾶλλον δʼ ἐστὶ μετὰ πόνου ὁ γυμνοῦ τροχάζοντος γινόμενος. ἐὰν γὰρ μὴ πολλῇ συντονίᾳ τροχάσῃ, οὐ δύναται ἱδρῶσαι γυμνὸς ὤν· ἐν ἱματίῳ γὰρ κἂν πάνυ μετρίως τροχάσῃ, ταχὺ ἱδροῖ διὰ τὴν ἀπὸ τοῦ ἱματίου ἀλέαν. καὶ εὐχρούστεροι δὲ γίνονται οἱ γυμνοὶ τρέχοντες τοῦ θέρους τῶν ἐν ἱματίοις, ὅτι ὥσπερ ἅπαντες οἱ ἐν τοῖς εὐπνουστέροις τόποις οἰκοῦντες εὐχρούστεροί εἰσι τῶν ἐν τοῖς καταπεπνιγμένοις οἰκούντων, οὕτω καὶ αὐτὸς αὑτοῦ ὁ ἄνθρωπος, ὅταν ὥσπερ ἐν εὐπνοίᾳ ᾖ, τότε εὐχρούστερός ἐστιν ἢ ὅταν καταπεπνιγμένος ᾖ καὶ περιεχόμενος ὑπό τινος ἀλέας πολλῆς, ὃ συμβαίνει μᾶλλον τῷ ἐν ἱματίῳ τρέχοντι. [35]
869b
διὰ ταῦτα δὲ καὶ οἱ πολὺν χρόνον καθεύδοντες ἀχρούστεροί εἰσι τῶν μέτριον χρόνον καθευδόντων· καταπέπνικται γὰρ καὶ ὁ καθεύδων. Διὰ τί οἱ ἀγωνιῶντες ἱδροῦσι τοὺς πόδας, τὸ δὲ πρόσωπον οὔ, ἐν τῷ ἄλλῳ βίῳ ἱδρούντων ἡμῶν μάλιστα μὲν τὸ πρόσωπον, ἥκιστα δὲ τοὺς πόδας; ἢ ὅτι ἡ ἀγωνία φόβος τίς ἐστι πρὸς ἀρχὴν ἔργου, ὁ δὲ φόβος κατάψυξις τῶν ἄνω· διὸ καὶ ὠχριῶσι τὰ πρόσωπα οἱ ἀγωνιῶντες. κινοῦνται δὲ καὶ σκαίρουσι τοῖς ποσίν· ποιοῦσι γὰρ τοῦτο οἱ ἀγωνιῶντες καὶ καθάπερ γυμνάζονται· διόπερ εἰκότως ἱδροῦσι ταῦτα οἷς πονοῦσιν. καὶ τρίβουσι δὲ τὰς χεῖρας καὶ συγκαθιᾶσι καὶ ἐκτείνονται καὶ ἐξάλλονται καὶ οὐδέποτε ἠρεμοῦσιν· ὁρμητικοὶ γάρ εἰσι πρὸς τὸ ἔργον διὰ τὸ τὸ θερμὸν αὐτῶν ἠθροῖσθαι εἰς τὸν περὶ τὸ στῆθος τόπον ὄντα εὐσωματωδέστερον· ὅθεν πάντῃ διάττοντος αὐτοῦ τε καὶ τοῦ αἵματος συμβαίνει πυκνὴν καὶ ποικίλην γίνεσθαι κίνησιν. μάλιστα δὲ ἱδροῦσι τοὺς πόδας, ὅτι οὗτοι μὲν συνεχῶς πονοῦσι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος ἀναπαύσεως τυγχάνει ταῖς τῶν σχημάτων καὶ κινήσεων μεταβολαῖς. Διὰ τί ἐν τοῖς πυριατηρίοις οὔτε ἀθρόου τοῦ πυρὸς ὄντος μᾶλλον ἱδροῦσιν, οὔτʼ ἐλάττονος ἀεὶ γινομένου, ἀλλὰ πλείονος; ἐπεισφερομένου γὰρ τὰ πυριατήρια μᾶλλον ἱδροῦσιν ἢ εἴπερ εὐθὺς ἐξ ἀρχῆς τοσοῦτον ἦν τὸ πῦρ. ἢ τὸ μὲν πολὺ ἐκ πρώτης ξηρὰν λαμβάνον τὴν ἐπιπολῆς σάρκα καὶ δέρμα καίει καὶ ὀστρακοῖ, γενομένη δὲ τοιαύτη τέγγει τοὺς ἱδρῶτας. τὸ δὲ ὀλίγον μᾶλλον τὴν σάρκα ἀνιὲν αὐτήν τε ἀραιοῖ, καὶ τὰ ἐντὸς καθάπερ ὀργάζει πρὸς τὴν διάκρισιν καὶ ἐξαγωγήν. οὕτω δʼ ἐχούσης αὐτῆς, ἐπεισενεχθὲν πλέον πῦρ καὶ εἰσδυόμενον εἰς βάθος τῆς σαρκὸς διʼ ἀραιότητα ἐξατμίζει τε τὰ προμαλαχθέντα ὑγρά, καὶ τὰ λεπτὰ αὐτῶν ἀποκρῖνον ἐξάγει μετὰ τοῦ πνεύματος. Πότερον δεῖ μᾶλλον τοῦ θέρους παρασκευάζειν τὸ ἱδροῦν ἢ τοῦ χειμῶνος; ἢ τοῦ μὲν χειμῶνος συστελλόμενον ἐντὸς τὸ θερμὸν ἐκπέττει καὶ πνευματοῖ τὰ ἐν ἡμῖν ὑγρά, διὸ πάντων αὐτῶν ἢ τῶν πλείστων ἀναλισκομένων οὐδὲν δεῖται συγγενοῦς ἀποκρίσεως. τοῦ δὲ θέρους διʼ ἀραιᾶς τῆς σαρκὸς ἐκπίπτοντος τοῦ θερμοῦ ἧττον πέττεται τὰ ἐν ἡμῖν ὑγρά· διὸ δεῖται ἀπαντλήσεως. ἐμμείναντα γὰρ διὰ τὴν ὥραν σήπεται καὶ νοσοποιεῖ. [35]
870a
σήπεται γὰρ πᾶν τὸ σηπόμενον ὑπʼ ἀλλοτρίου θερμοῦ, ὑπὸ δὲ τοῦ οἰκείου πέττεται. ἐν μὲν οὖν τῷ θέρει τὸ ἀλλότριον ἰσχύει, διὸ σήπεται πάντα μᾶλλον ἐν αὐτῷ, ἐν δὲ τῷ χειμῶνι τὸ οἰκεῖον, διὸ οὐ σήπει ὁ χειμών. Διὰ τί τῶν ἱδρώτων γινομένων ὑπὸ τῆς ἐντὸς θερμασίας ἢ ὑπὸ τῆς ἐκτὸς προσπιπτούσης, πρὸς ἐνίων ἱδρώτων φρίττομεν; ἢ διότι ὑπὸ μὲν τῆς ἐντὸς θερμασίας ὅταν ἐκπίπτωσιν ἐκ πολλοῦ τόπου εἰς ὀλίγον, συστελλομένοις πρὸς τὴν περιοχὴν παντελῶς τὰς τοῦ θερμοῦ περιόδους ἀποφράττουσιν, εἶτα ἡ φρίκη ἐγγίνεται; ἔτι τῆς σαρκὸς παντελῶς διαβρόχου γινομένης καὶ τοῦ θερμοῦ διεξιόντος. ἡ δὲ ἐκτὸς θερμασία προσπίπτουσα ἀραιοῖ τὸν χρῶτα πρῶτον· εἶτα τὸ ἐντὸς τῆς φύσεως θερμὸν ἀποκρινάμενον τὴν φρίκην ἐποίησεν. Διὰ τί τῶν ἱδρώτων οἱ θερμοὶ κρίνονται βελτίους εἶναι τῶν ψυχρῶν; ἢ ὅτι πᾶς μὲν ἱδρὼς περιττώματός τινος ἔκκρισίς ἐστιν, εἰκὸς δὲ τὸ μὲν ὀλίγον περίττωμα ἐκθερμαίνεσθαι, τὸ δὲ πλεῖον μὴ ὁμοίως, ὥστε ὁ ψυχρὸς ἱδρὼς πολλοῦ περιττώματος ἂν εἴη σημεῖον· διὸ καὶ μακροτέρας τὰς νόσους δηλοῖ. Διὰ τί τῶν ἱδρώτων διὰ θερμασίαν γινομένων πρὸς τὸ πολὺ πῦρ ἧττον ἱδροῦμεν; ἢ διότι ἤτοι σφόδρα θερμαινομένου τοῦ σώματος εἰς πνεύματα ὑγρὰ διαλύεται, ἢ ἐκπίπτοντος τοῦ ὑγροῦ καὶ ταχὺ περιξηραινομένου τὴν αἴσθησιν οὐ λαμβάνομεν; Διὰ τί τοῦ ἡλίου μᾶλλον θερμαίνοντος, ἐὰν μηδὲν περίβλημα ἔχωμεν, ἱδρῶτες γίνονται τοῖς ἱματίοις περιστελλομένοις; καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ προτέρῳ. Διὰ τί τῶν ὀξειῶν κινήσεων μᾶλλον θερμαίνειν δοκουσῶν, τῶν δὲ νωθρῶν ἧττον, αἱ πρὸς τὸ σιμὸν πορεῖαι νωθρότεραι οὖσαι ἱδρῶτάς τε μᾶλλον ἐκκρίνουσι καὶ τὸ πνεῦμα προσιστᾶσιν, ὡς θερμαίνουσαι μᾶλλον τῶν κατάντων; ἢ ὅτι τοῖς βάρεσιν εἰς τὸ κάτω φέρεσθαι κατὰ φύσιν ἐστίν, εἰς δὲ τὸ ἄνω παρὰ φύσιν. ἡ οὖν τοῦ θερμοῦ φύσις ἡ φέρουσα ἡμᾶς πρὸς μὲν τὰ κατάντη οὐθὲν συμπονεῖ, πρὸς δὲ τὰ σιμὰ φορτηγοῦσα διατελεῖ. ὥστε διὰ μὲν τὴν τοιαύτην κίνησιν ἐκθερμαίνεται, καὶ μᾶλλον τοὺς ἱδρῶτας ἐκκρίνει, καὶ τὸ πνεῦμα προσίστησιν. συμβάλλεται δέ τι ἐν ταῖς πορείαις καὶ ἡ τοῦ σώματος σύγκαμψις πρὸς τὸ μὴ εὐθυπορεῖν τὸ πνεῦμα προσιστᾶσα. [35]
870b
Διὰ τί τῶν ἱδρώτων γινομένων, ὅσῳ ἂν ἐπιβάλληταί τις μᾶλλον, οὐχ οἱ τὰ πλεῖστα τῶν ἱματίων ἐπιβαλλόμενοι ἱδροῦσιν; καὶ περὶ τούτου ταὐτὰ ἐροῦμεν τῷ ἐπάνω. Διὰ τί τῶν σωμάτων ξηροτέρων ὄντων τοῦ θέρους ἢ τοῦ χειμῶνος ἱδρωτικωτέρως διακείμεθα τοῦ θέρους; ἢ ὅτι τοῦ μὲν θέρους ἀραιῶν τῶν σωμάτων ὄντων τὸ τῆς φύσεως θερμὸν οὐ πολὺ κατέχεται; διαλύει οὖν τὰ ὑγρὰ εἰς πνεῦμα. τοῦ δὲ χειμῶνος πεπυκνωμένων ἐκτὸς τῶν σωμάτων, πολὺ κατειλημμένον τὸ τῆς φύσεως θερμὸν εἰς πνεῦμα οὐ διαλύει τὰ ὑγρά. ἔτι δὲ καὶ τοῦ μὲν θέρους πολὺ προσφερόμεθα τὸ ὑγρόν, τοῦ δὲ χειμῶνος τοὐναντίον. Διὰ τί οἱ ἀπὸ τοῦ αὐτομάτου γινόμενοι τοῖς ὑγιαίνουσιν ἱδρῶτες φαυλότεροι δοκοῦσιν εἶναι τῶν ὑπὸ τῶν πόνων; ἢ ὅτι οἱ μὲν πόνοι ἀπαντλοῦντες ἀεὶ τὸ περιττεῦον ὑγρὸν ξηροτέραν τὴν σάρκα παρασκευάζουσιν, ὥστε τὰς κοιλίας τῶν πόρων ὑγιεινὰς εἶναι καὶ τῇ τοῦ θερμοῦ ἠθίσει μηδεμίαν ἔμφραξιν γίνεσθαι, οἱ δʼ αὐτόματοι μὲν προσαγορευόμενοι ἱδρῶτες, γινόμενοι δʼ ἐξ ἀνάγκης, ὅταν ὑπὸ πλείονος ὑγρασίας συγχεομένων τῶν τῆς φύσεως πόρων τὰ θερμὰ μὴ παντελῶς καταλαμβάνηται, ἀλλʼ ἔτι ἀπομάχεσθαι καὶ ἐκκρίνειν αὐτὸ δύνηται, εὐλόγως νόσου σημεῖα φαίνεται. τότε γὰρ ὑπὸ πλείονος ὑγρασίας ἢ τοῦ συμμέτρου κατὰ φύσιν ψύχεται, ἥ τε σὰρξ δίομβρος γενομένη τὴν κακίστην πρὸς ὑγείαν διάθεσιν λαμβάνει. Διὰ τί τοῦ χειμῶνος ἱδρῶτες ἧσσον γίνονται, καὶ ἡμεῖς οὐχ ὁμοίως παρασκευάζειν βουλόμεθα, ὑγροτέρων ὄντων τῶν σωμάτων τοῦ χειμῶνος; ἢ ἧσσον μὲν ἱδροῦμεν, ὅτι τὰ ὑγρὰ τοῦ χειμῶνος πέπηγε καὶ συνέστηκε σφόδρα· δυσδιαλυτώτερα οὖν. οὐχ ὑπολαμβάνομεν δὲ δεῖν ἱδρωτοποιεῖσθαι τοῦ χειμῶνος, διότι ἡ τοιαύτη διάθεσις ὑγιεινή, ὁ δὲ τοὺς ἱδρῶτας ἐμποιῶν τήκει καὶ συγχεῖ τὴν ἕξιν· ἔτι τε καὶ ἀραιοτέραν τοῦ προσήκοντος ἐμποιῶν τό τε ἐντὸς θερμὸν ἀποκρίνων ἔλαττον ποιεῖ, ὥστε μὴ ὁμοίως δύνασθαι τῷ περιέχοντι ψυχρῷ ἀντιτετάχθαι· τό τε ἐκτὸς ὑγρὸν ῥᾳδιέστερον παρεμπεσεῖται τοῖς σώμασιν, ἀραιῶν τῶν πόρων διὰ τὰς ἱδρωτοποιίας ὄντων. Γ. [35]
871a
ΟΣΑ ΠΕΡΙ ΟΙΝΟΠΟΣΙΑΝ ΚΑΙ ΜΕΘΗΝ. Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσι, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων; ἢ διότι πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ ψυχρὸν γίνεται, ὥστε κρατεῖν τῆς φυσικῆς θερμότητος; γίνεται γὰρ ὅμοιον ὥσπερ ἂν εἰ ἐσθὴς βεβρεγμένη εἴη ὑγρῷ ψυχρῷ, οὕτως ἡ σὰρξ ἔνδοθεν. Διὰ τί οὐχ οἱ σφόδρα μεθύοντες παροινοῦσιν, ἀλλʼ οἱ ἀκροθώρακες μάλιστα; ἢ ὅτι οὔθʼ οὕτως ὀλίγον πεπώκασιν ὥστε ὁμοίως ἔχειν τοῖς νήφουσιν, οὔθʼ οὕτως ὥστε διαλύεσθαι, ὅπερ πάσχουσιν οἱ πολὺ πεπωκότες; ἔτι οἱ μὲν νήφοντες μᾶλλον ὀρθῶς κρίνουσιν, οἱ δὲ σφόδρα μεθύοντες οὐδʼ ἐγχειροῦσι κρίνειν· οἱ δὲ ἀκροθώρακες κρίνουσι μὲν διὰ τὸ μὴ σφόδρα μεθύειν, κακῶς δὲ διὰ τὸ μὴ νήφειν, καὶ ταχὺ τῶν μὲν καταφρονοῦσιν, ὑπὸ τῶν δὲ ὀλιγωρεῖσθαι δοκοῦσιν. Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ ἀκρατέστερον πίνοντες ἢ οἱ ὅλως ἄκρατον; πότερον διὰ τὴν λεπτότητα ὁ κεκραμένος μᾶλλον εἰσδύεται εἰς πλείους τόπους καὶ στενωτέρους, ὁ δὲ ἄκρατος ἧττον, ὥστε δυσεξαγωγότερος ὁ κεκραμένος; ἢ διότι ἐλάττω πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ ἀπεμοῦσι μᾶλλον; ἔτι δὲ συμπέττει τὰ λοιπὰ θερμότερος ὤν, καὶ αὐτὸς αὑτόν· ὁ δὲ ὑδαρὴς τοὐναντίον. Διὰ τί τῶν οἰνοφλύγων τὸ σπέρμα οὐ γόνιμον ὡς ἐπὶ τὸ πολύ; ἢ ὅτι ἡ κρᾶσις τοῦ σώματος ἐξύγρανται; τὰ δὲ ὑγρὰ σπέρματα οὐ γόνιμα, ἀλλὰ τὰ συνεστῶτα καὶ πάχος ἔχοντα. Διὰ τί οἱ οἰνόφλυγες τρέμουσι, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; ἔστι δὲ ὁ μὲν οἶνος θερμαντικόν, ὁ δὲ τρόμος γίνεται μάλιστα ἀπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν. πολλοῖς δʼ ἤδη χρωμένοις μόνον ἀκράτῳ τροφῆς χάριν τρόμοι ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. ἢ ὅτι γίνεται μὲν ὁ τρόμος διὰ κατάψυξιν, γίνεται δὲ ἢ περιισταμένου ἐντὸς τοῦ θερμοῦ διὰ τὸ ἐκτὸς ψῦχος, οἷον τοῦ χειμῶνος, ἢ σβεννυμένου τοῦ κατὰ φύσιν θερμοῦ, σβεννυμένου μὲν τῷ ἐναντίῳ, ἢ διὰ χρόνον, οἷον γῆρας, ἢ τῇ τοῦ ἀλλοτρίου θερμοῦ ὑπερβολῇ, ὃ συμβαίνει τῷ ἐν τῷ ἡλίῳ ἢ πυρὶ καιομένῳ. συμβαίνει δὲ τοῦτο καὶ τοῖς τῷ ἀκράτῳ οἴνῳ χρωμένοις. ὢν γὰρ θερμός, ὅταν ὑπερτείνηται δυνάμει τῇ τοῦ σώματος οἰκείᾳ θερμότητι μιγνύμενος, ἀποσβέννυσιν αὐτό· σβεσθέντος δὲ καὶ ψυχθέντος τοῦ σώματος συμβαίνει τοὺς τρόμους γίνεσθαι. [35]
871b
ἔστι δὲ καὶ παρὰ πάντα τὰ εἰρημένα ἄλλος τρόπος καταψύξεως. ἀναιρεθείσης δὲ τῆς ὕλης, ᾗ τὸ θερμὸν ἑκάστῳ τρέφεται, συμβαίνει καὶ τὸ θερμὸν φθείρεσθαι. τοῦτο δὲ ἐπὶ μὲν τῶν ἀψύχων ἐπὶ τοῦ λύχνου ἐστὶ φανερόν (τοῦ γὰρ ἐλαίου ἀναλωθέντος συμβαίνει σβέννυσθαι τὸ φῶς), ἐπὶ δὲ τῶν ἐμψύχων τό τε γῆρας ταὐτὸ ποιεῖ τοῦτο καὶ τῶν νόσων αἱ μακραὶ καὶ συντηκτικαί. ἀναιρουμένης γὰρ ἢ λεπτυνομένης τῆς τοῦ θερμοῦ τροφῆς ἐκλύειν αὐτὸ συμβαίνει. ὑγρῷ μὲν γὰρ τρέφεται τὸ θερμόν, τούτῳ δὲ οὐ τῷ τυχόντι, ἀλλὰ λείῳ καὶ πλείονι. διὸ τοῖς νοσοῦσι τὰς εἰρημένας νόσους καὶ πρεσβυτέροις φθειρομένου τοῦ τοιούτου καὶ ἀλλοιουμένου (δριμὺ γὰρ καὶ αὐχμηρὸν ἀντὶ λείου καὶ λιπαροῦ γίνεται) συμβαίνει ἐκλείπειν αὐτό. σημεῖον δὲ τῶν εἰρημένων ἐστὶν αἱ γινόμεναι βοήθειαι τοῖς μαράνσει τὸν βίον ἐκλείπουσιν· ὅ τι γὰρ ἂν ἐπιστάξῃ τις αὐτοῖς τῶν τροφωδῶν ὑγρῶν, προσαναφέρεσθαι συμβαίνει τὸ δὲ ὀπτικὸν αὐτῶν, ὡς τῇ τοῦ τοιούτου ἐκλείψει γινομένης τῆς διαλύσεως. ἔοικε δὲ τοῖς ἀκρατοποτοῦσι τοῦτʼ εἶναι αἴτιον. ὢν γὰρ θερμὸς ὁ οἶνος μετὰ τῆς φύσει ὑπαρχούσης θερμότητος μᾶλλον ἀναλίσκει τὰ ἐν τῷ σώματι ὑπάρχοντα ἐφόδια τῷ οἰκείῳ θερμῷ. διὸ συμβαίνει τοὺς μὲν ὑδρωπικοὺς αὐτῶν γίνεσθαι, τοὺς δὲ ῥευματικούς, τοὺς δὲ εἰς τὴν κοιλίαν. τά τε γὰρ λοιπὰ αὐτοῖς ὑγρὰ δριμέα ἐστί, καὶ τὰ εἰσιόντα διʼ ἀσθένειαν τοῦ οἰκείου θερμοῦ ἁπαλὰ ὄντα οὐ παχύνεται. ἀσθενὲς δέ ἐστι τὸ θερμὸν τῷ τὴν ὕλην εἶναι τοιαύτην ἐν ᾧ ἔτι σώζεται, καθάπερ τὸ καλάμινον πῦρ· καὶ γὰρ τοῦτο διὰ τὴν τῆς ὕλης ἀσθένειαν ἀσθενέστερόν ἐστι τοῦ ξυλίνου. Διὰ τί οἱ μεθύοντες θερμοῦ ὄντος τοῦ οἴνου δύσριγοί εἰσι, καὶ τάχιστα ἁλίσκονται ὑπὸ πλευρίτιδος καὶ τῶν τοιούτων νόσων; ἢ ὅτι τὸ πολὺ ὑγρὸν ἐὰν ψυχθῇ, πολὺ ψυχρὸν γίνεται, ὥστε κρατεῖν τῆς φυσικῆς θερμότητος, πάντα δὲ τὰ ὑγρότερα θερμότερά ἐστι τὴν φύσιν. σημεῖον δέ· θερμαίνεται μὲν γὰρ τοῖς ἐκτός, ὑγραίνεται δὲ οὔ. εἰ δʼ ἧττόν ἐστι θερμά, καὶ ἀπολείπει δῆλον ὅτι θᾶττον αὐτὰ ἡ θερμότης ἢ ὑγρότης, ὥστε λειφθέντων ψυχρῶν ὑγρῶν εἰκότως ῥιγοῦσί τε μᾶλλον οἱ μεθύοντες καὶ τὰ τοῦ ῥίγους οἰκεῖα πάσχουσι πάθη. [35]
872a
Διὰ τί οἱ μὲν παῖδες θερμοὶ ὄντες οὐ φίλοινοί εἰσι, Σκύθαι δὲ καὶ οἱ ἄνδρες οἱ ἀνδρεῖοι θερμοὶ ὄντες φίλοινοι; ἢ ὅτι οἱ μὲν θερμοὶ ὄντες καὶ ξηροί (ἡ γὰρ τοῦ ἀνδρὸς ἕξις τοιαύτη), οἱ δὲ παῖδες ὑγροὶ καὶ θερμοί. ἡ δὲ φιλοποσία ἐστὶν ἐπιθυμία ὑγροῦ τινός. ἡ οὖν ὑγρότης κωλύει διψητικοὺς εἶναι τοὺς παῖδας· ἔνδεια γάρ τις ἐστὶν ἡ ἐπιθυμία. Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δὲ ἧττον; ἢ ὅτι τὸ οἰκεῖον ὑπὸ τοῦ οἰκείου ἐστὶν ἀπαθές, καὶ τὸ ὁμοίως διακείμενον, τὰ δὲ ἐναντία τῶν ἐναντίων ἐστὶν αἰσθητικώτατα. ὁ μὲν οὖν μεθύων γλυκεῖς ἐν αὑτῷ χυμοὺς ἔχει (τοιοῦτο γὰρ ὁ οἶνος δοκεῖ), καὶ τῶν φαύλων χυμῶν αἰσθητικώτερός ἐστιν, ὁ δὲ νήφων δριμεῖς καὶ ἁλυκούς. τῆς τροφῆς οὖν πεπεμμένης οἱ περιττωματικοὶ ἐπιπολάζουσιν. οὗτοί τε οὖν εἰσὶν ἀπαθεῖς ὑπὸ τῶν ὁμοίων, καὶ τὸν ἔχοντα ποιοῦσιν. Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης τῆς μέθης ἀθρεῖν τὰ πόρρω οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης αὐτὸ ποιοῦνταί τινες. ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; διαφέρει οὖν οὐθὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι τὰ εἰρημένα. ἐπεὶ δὲ καὶ περὶ τὰ πλησίον ὄντα διαψεύδεσθαι τὴν ὄψιν συμβαίνει τῶν μεθυόντων, καὶ περὶ τὰ πόρρω μᾶλλον εἰκὸς ταῦτα πάσχειν. διόπερ ἐκεῖνα μὲν ὅλως οὐχ ὁρᾶται, τὰ δʼ ἐγγὺς οὐκ ἐν ᾧ τόπῳ ἐστὶν ὁρᾷ. κύκλῳ δὲ φαίνεται φέρεσθαι, καὶ οὐκ ἐγγὺς καὶ πόρρω, ὅτι εἰς μὲν τὸ πόρρω διά τε τὴν κύκλῳ κίνησιν ἀδυνατωτέρα ἐστὶ φέρεσθαι ἡ ὄψις. ἅμα γὰρ τἀναντία ποιεῖν οὐ ῥᾴδιον. ἔστι δὲ ἡ μὲν πόρρω ἐπιθυμία σφοδρά, ἡ δὲ κύκλῳ ἐν ᾧ τοὔνομα σημαίνει σχήματι. διά τε οὖν τὰ εἰρημένα πόρρω οὐ φέρεται· καὶ εἰ φέροιτο τὸ ἐγγὺς καὶ πόρρω, οὐκ ἂν ταῦθʼ ὁρῴη. ἀπολείποι γὰρ ἂν ἐν θατέρῳ χρόνῳ αὐτῶν τὸ ὁρώμενον ἐν ταὐτῷ τόπῳ, ἀπολείπων δὲ οὐκ ἂν ὁρῴη. κύκλῳ δὲ φέρεται διὰ τὸ ὑπάρχον σχῆμα τῆς ὄψεως. ἔστι γὰρ κῶνος, οὗ ἡ βάσις κύκλος, ἐν ᾧ κινουμένη ὁρᾷ μὲν τοῦτο διὰ τὸ μηδέποτε ἀπολείπειν αὐτό, διέψευσται δὲ τῷ τόπῳ διὰ τὸ μὴ τὴν αὐτὴν ὄψιν ἐπιβάλλειν ἐπʼ αὐτό. [35]
872b
ταὐτὸν γὰρ ἂν ἦν ἢ τοῦτο πρὸς τὴν ὄψιν κινεῖν ἢ τὴν ὄψιν πρὸς τοῦτο. Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν ὁρῶσιν; ἢ καθάπερ εἴρηται, κινουμένης τῆς ὄψεως συμβαίνει μηθένα χρόνον τὴν αὐτὴν ἐπὶ ταὐτοῦ ἠρεμεῖν ὄψιν; τὸ δʼ ἐν ταὐτῷ χρόνῳ ἑτέρως ὁρώμενον ὀψιαίτερον εἶναι δοκεῖ· ἁφῇ γὰρ ὄψεως ὁρᾶται τὸ ὁρώμενον, ἅπτεσθαι δὲ πλείοσιν ἅμα τοῦ αὐτοῦ ἀδύνατον. ὄντος δὲ ἀναισθήτου τοῦ μεταξὺ χρόνου, ἐν ᾧ ἡ ὄψις ἥπτετο καὶ παρήλλαττε τὸ ὁρώμενον, εἷς εἶναι δοκεῖ χρόνος ἐν ᾧ τε ἧπται καὶ παρήλλαχεν· ὥστʼ ἐν τῷ αὐτῷ χρόνῳ ταὐτοῦ πλειόνων ἁπτομένων ὄψεων πλείω δοκεῖ εἶναι τὰ ὁρώμενα, διὰ τὸ ταῦτα κατὰ τὸν αὐτὸν τρόπον ἀδύνατον εἶναι ἅπτεσθαι. Διὰ τί οἱ μεθύοντες ἀφροδισιάζειν ἀδύνατοί εἰσιν; ἢ ὅτι δεῖ τινὰ τόπον ἐκθερμανθῆναι μᾶλλον τοῦ ἄλλου σώματος, τοῦτο δὲ ποιεῖν διὰ τὸ πλῆθος τῆς ἐν ὅλῳ τῷ σώματι θερμασίας ἀδυνατοῦσιν· ἀποσβέννυται γὰρ τὸ ὑπὸ τῆς κινήσεως γινόμενον θερμὸν ὑπὸ τοῦ περιέχοντος μᾶλλον, ὅτι πολύ ἐστιν ἐν αὐτοῖς τὸ ὑγρὸν καὶ ἄπεπτον. ἔτι δὲ τὸ σπέρμα ἐκ τροφῆς, τροφὴ δὲ πᾶσα πέττεται· ἧς πληρωθέντες ὁρμητικοί εἰσι πρὸς τὰ ἀφροδίσια. διὸ καὶ κελεύουσί τινες πρὸς τὴν πρᾶξιν τὴν τοιαύτην ἀριστᾶν μὲν πολύ, δειπνεῖν δὲ ὀλίγον, ἵνα ᾖ αὐτοῖς ἐλάττω τὰ ἄπεπτα τῶν πεπεμμένων. Διὰ τί ὁ γλυκὺς καὶ ἄκρατος καὶ ὁ κυκεὼν μεταξὺ διαπινόμενοι ἐν τοῖς πότοις νήφειν ποιοῦσιν; καὶ διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; ἢ πάντων τὸ αὐτὸ αἴτιόν ἐστιν, ἡ παράκρουσις τοῦ ἐπιπολῆς θερμοῦ; τὸ γὰρ μεθύειν ἐστίν, ὅταν ᾖ τὸ θερμὸν ἐν τοῖς περὶ τὴν κεφαλὴν τόποις. Διὰ τί τοῦ γλυκέος ἐπιπολαστικοῦ ὄντος, ἐάν τις μεθύων ἤδη ἐπιπίῃ γλυκύ, καταπέττεται ὁ ἐνυπάρχων οἶνος καὶ ἧττον ἐνοχλεῖ; ἢ ὅτι τὸ μὲν γλυκὺ λεαντικόν τέ ἐστι καὶ γλίσχρον (ἐμφράττει οὖν τοὺς πόρους), τὸ δὲ αὐστηρὸν τραχυντικόν· καὶ τὸ μὲν εὐπετῆ ποιεῖ τῷ θερμῷ τὴν ἀναφοράν, ὁ δὲ γλυκὺς στέγει αὐτό, τοὺς πόρους ἐμφράττων. ὅτι δὲ τῶν ἄνω θερμανθέντων ἐστὶν ἡ μέθη, εἴρηται. [35]
873a
ἔτι δὲ ὁ μὲν γλυκὺς ἄνοδμος, ὁ δὲ αὐστηρὸς οὔ· ὀσμὴ δὲ πᾶσα βαρύνει κεφαλήν. Διὰ τί ἀπὸ τοῦ κεκραμένου μὲν ἀκρατεστέρου δὲ ἕωθεν μᾶλλον πονοῦσι τὴν κεφαλὴν ἢ ἀπὸ τοῦ ἀκράτου; ἢ ὅτι ὁ μὲν ἄκρατος παχυμερὴς ὢν εἰς τοὺς περὶ τὴν κεφαλὴν πόρους στενοὺς ὄντας αὐτὸς μὲν οὐκ εἰσπίπτει, ἡ δὲ δύναμις αὐτοῦ, ἡ ὀσμὴ καὶ θερμότης· ὁ δὲ κεκραμένος μιχθεὶς λεπτῷ τῷ ὕδατι αὐτὸς εἰσδύεται, ἔχων δὲ σῶμα, καὶ τῆς δυνάμεως πολὺ τῆς τοῦ ἀκράτου, δυσπεπτότερός ἐστιν. τά τε γὰρ ὑγρὰ πάντων δυσπεπτότατα, καὶ τὰ σώματα τῶν ἐν αὐτοῖς δυνάμεων. Διὰ τί μᾶλλον δύνανται πιεῖν εἰς μέθην οἱ ἀγύμναστοι τῶν γεγυμνασμένων, καὶ ῥᾷον ἀπαλλάττουσιν; ἢ ὅτι οἱ ἔχοντες περίττωμα καὶ ὑγρὸν ἐν αὑτοῖς οὐρητικοὶ γίνονται· ὅπερ ποιεῖ δύνασθαι πίνειν καὶ ὕστερον κούφως ἔχειν διὰ τὸ μὴ ἐμμένειν πολὺ ὑγρὸν οἰνῶδες. οἱ μὲν οὖν ἀγύμναστοι ὑγροὶ καὶ περιττωματικοί εἰσιν, οἱ δὲ γεγυμνασμένοι ξηροί, ὥστʼ εἰς τὸ σῶμα τούτοις ἡ ὑγρότης ἡ οἰνηρὰ ἀφικνεῖται. εὐθύς τε οὖν ἀντισπᾷ τῇ οὐρήσει ἡ φορὰ αὕτη, καὶ ὕστερον ἐμμένον τὸ ὑγρὸν τοῦτο ἐν τῷ σώματι βάρος ποιεῖ. Διὰ τί ὁ οἶνος καὶ τετυφωμένους ποιεῖ καὶ μανικούς; ἐναντία γὰρ ἡ διάθεσις· ὁ μὲν γὰρ μᾶλλον ἤδη ἐν κινήσει, ὁ δὲ ἧττον. ἢ ὥσπερ Χαιρήμων εἶπε, “τῶν χρωμένων γὰρ τοῖς τρόποις κεράννυται.” τἀναντία οὖν ποιεῖ οὐ ταὐτὰ ἀλλὰ τὰ μὴ ὁμοίως ἔχοντα, ὥσπερ καὶ τὸ πῦρ τὰ μὲν ξηραίνει τὰ δὲ ὑγραίνει, ἀλλʼ οὐ ταὐτά, καὶ τήκει τὸν κρύσταλλον καὶ πήγνυσι τοὺς ἅλας. καὶ ὁ οἶνος (ὑγρὸς γάρ ἐστι τὴν φύσιν) τοὺς μὲν βραδυτέρους ἐπιτείνει καὶ θάττους ποιεῖ, τοὺς δὲ θάττους ἐκλύει. διὸ ἔνιοι τῶν μελαγχολικῶν τῇ φύσει ἐν ταῖς κραιπάλαις ἐκλελυμένοι γίνονται πάμπαν. ὥσπερ γὰρ τὸ λουτρὸν τοὺς μὲν συνδεδεμένους τὸ σῶμα καὶ σκληροὺς εὐκινήτους ποιεῖ, τοὺς δὲ εὐκινήτους καὶ ὑγροὺς ἐκλύει, οὕτως ὁ οἶνος, ὥσπερ λούων τὰ ἐντός, ἀπεργάζεται τοῦτο. Διὰ τί ἡ κράμβη παύει τὴν κραιπάλην; ἢ ὅτι τὸν μὲν χυλὸν γλυκὺν καὶ ῥυπτικὸν ἔχει (διὸ καὶ κλύζουσιν αὐτῷ τὴν κοιλίαν οἱ ἰατροί), αὐτὴ δʼ ἐστὶ ψυχρά. [35]
873b
σημεῖον δέ· πρὸς γὰρ τὰς σφοδρὰς διαρροίας χρῶνται αὐτῇ οἱ ἰατροί, ἕψοντες σφόδρα καὶ ἀποξυλίζοντες καὶ ψύχοντες. συμβαίνει δὴ τῶν κραιπαλώντων τὸν μὲν χυλὸν αὐτῆς εἰς τὴν κοιλίαν κατασπᾶν τὰ ἐν αὐτοῖς ὑγρά, οἰνηρὰ καὶ ἄπεπτα ὄντα, αὐτὴν δὲ ὑπολειπομένην ἐν τῇ ἄνω κοιλίᾳ ψύχειν τὸ σῶμα. ψυχομένου δὲ ὑγρὰ λεπτὰ συμβαίνει εἰς τὴν κύστιν φέρεσθαι. ὥστε κατʼ ἀμφότερα τῶν ὑγρῶν ἐκκρινομένων διὰ τοῦ σώματος, καὶ καταψυχομένου, εἰκότως ἀκραίπαλοι γίνονται· ὁ γὰρ οἶνος ὑγρὸς καὶ θερμός ἐστιν. ἔτι δὲ συμβαίνει τῶν ὑγρῶν κατασπωμένων καὶ ἐκκρινομένων κάτω καὶ πνεῦμα ἐπάγεσθαι αὐτοῖς, ὅπερ μόνον ἀπὸ τοῦ οἴνου εἰς τὴν κεφαλὴν φερόμενον τὸν κάρον καὶ τὴν κραιπάλην ποιεῖ. κάτω δὲ ὁρμήσαντος καὶ καταψυχομένου τοῦ σώματος διὰ τὰ εἰρημένα, λύεται ὁ τῆς κραιπάλης πόνος. ἔστι γὰρ ἡ κραιπάλη ζέσις τις καὶ φλεγμασία λήγουσα. λυπεῖ δὲ μᾶλλον τῆς μέθης, ὅτι ἐκείνη μὲν ἐξίστησιν, ἡ δὲ κραιπάλη ἐν αὑτοῖς οὖσι τὸν πόνον παρέχει· καθάπερ οὖν καὶ ὑπὸ τῶν πυρετῶν οἱ λαμβανόμενοι παίζουσι μᾶλλον ἢ ἀλγοῦσι, παρʼ αὑτοῖς δὲ γενόμενοι οἱ αὐτοί, κουφισθέντες τοῦ πάθους, ἀλγοῦσιν. ταὐτὰ γὰρ καὶ ἐπὶ τῆς κραιπάλης καὶ ἐπὶ τῆς μέθης συμβαίνει. Διὰ τί μᾶλλον ἐμετιᾶν ποιεῖ ὁ ὑδαρὴς οἶνος ἢ τὸ ὕδωρ καὶ ὁ ἄκρατος; ἢ ὅτι ἐμεῖν μὲν μάλιστα ποιεῖ τὰ ἐπιπολαστικὰ καὶ ὅσα ἀηδῆ ἐστίν. ἔστι δὲ ὁ μὲν οἶνος κατακρουστικός, τὸ δὲ ὕδωρ λεπτὸν καὶ οὐκ ἀηδές. διὰ μὲν οὖν τὸ λεπτὸν [καὶ οὐκ ἀηδὲς] εἶναι κάτω διέρχεται ταχύ, διὰ δὲ τὸ μὴ ἀηδὲς οὐ ποιεῖ καρδιώττειν. ὁ δὲ κεκραμένος λίαν οὐκ ἔστι λεπτὸς ὥστε διαρρεῖν ταχύ, διὰ δὲ τὸ μικρὸν ἔχειν οἴνου ἀηδής ἐστιν· ταράττει γὰρ τὴν αἴσθησιν τῷ πλείους ἐν αὐτῇ τὰς κινήσεις ἐμποιεῖν, τήν τʼ ἀπὸ τοῦ οἴνου καὶ τοῦ ὕδατος· αἰσθηταὶ γὰρ ἄμφω γίνονται. ὁ δʼ εὔκρατος τὴν μὲν τοῦ ὕδατος αἴσθησιν ἀφανίζει, οἴνου δὲ μαλακοῦ ποιεῖ αἴσθησιν· διὸ ἡδέως πίνεται. ἀηδὴς δὲ ὢν ὁ ὑδαρὴς οἶνος ἐπιπολαστικός ἐστι· τὸ δὲ τοιοῦτον ἐμετικόν ἐστιν. Διὰ τί μεθύοντες μᾶλλον διαισθανόμεθα τὰ ἁλυκὰ καὶ τὰ μοχθηρὰ ὕδατα, νήφοντες δʼ ἧττον; ἢ ὅτι τὰ λυπηρὰ μᾶλλον δῆλα τοῖς μὴ ἐπιθυμοῦσι, τοὺς δʼ ἐπιθυμοῦντας διαλανθάνει; ὁ μὲν οὖν ἡδέως ἔχων ὁμοίως τῷ ἐπιθυμοῦντι ἔχει, ὁ δὲ νήφων οὕτως ἔχει· ὁ δὲ μεθύων πλήρης. [35]
874a
Διὰ τί τοῖς μεθύουσι σφόδρα κύκλῳ πάντα φαίνεται φέρεσθαι, καὶ ἤδη ἁπτομένης μᾶλλον τῆς μέθης ἀριθμεῖν τὰ πόρρω οὐ δύνανται; διὸ καὶ σημεῖον τῆς μέθης ποιοῦνται αὐτό τινες. ἢ ὅτι κινεῖται ὑπὸ τῆς θερμότητος τοῦ οἴνου ἡ ὄψις πυκνάκις; ὥσπερ οὖν ὅταν ὑποθῇ τις ὑπὸ τὸν ὀφθαλμόν, δύο φαίνεται, οὕτω καὶ τοῖς μεθύουσιν. οὐδὲν γὰρ διαφέρει, ἐὰν μὲν ὑποθῇ, κινῇ δὲ τὴν ὄψιν, οὐδʼ ἐὰν ἔξωθεν ἢ ἔσωθεν· ἀμφοτέρως γὰρ τὸ αὐτὸ πάσχει ἡ ὄψις. ὥστε οὐ δόξει μένειν τὸ ὁρώμενον, καὶ τὸ πόρρωθεν ἔτι μᾶλλον· ἔτι γὰρ ἧττον κρατεῖ ἀποτεινομένης τῆς ὄψεως, καὶ πλέον τὸ διάστημα ἐπὶ τῷ ἄκρῳ ποιεῖ ἡ ἐγγὺς αὕτη κίνησις. ἂν δὲ σφόδρα κινῆται καὶ ὁμαλῶς ἄνω καὶ κάτω, ἧττον κρατήσει τοῦ πόρρω. πάντα δὲ ἀποτεινόμενα κύκλῳ φέρεται, οἷον οἱ ὀϊστοὶ καὶ τὰ καταρτώμενα. καὶ ἡ ὄψις οὖν διʼ ἀσθένειαν ταὐτὸ πάσχει ὥσπερ ἂν εἰ πόρρω ἐφέρετο. διαφέρει δʼ οὐδὲν τὴν ὄψιν κινεῖν ἢ τὸ ὁρώμενον· ταὐτὸ γὰρ ποιεῖ πρὸς τὸ φαίνεσθαι. Διὰ τί, ὅταν ἀθρόως πίνωσι, ξηρότεραι αἱ κοιλίαι γίνονται, ὅτε δεῖ ὑγραίνεσθαι μᾶλλον ὑπὸ τοῦ πλείονος; ἢ ὅτι τοῦ μὲν πολλοῦ καὶ ἀθρόου οὐ κρατεῖ ἡ κοιλία, ἀλλʼ εἰς τὸν αὑτοῦ ἔρχεται τόπον ἀπαθές; ἔστι δὲ ὑγροῦ τόπος ἀπέπτου ἡ κύστις. τοῦ δὲ ὀλίγου κρατεῖ καὶ πέττει, ὥστε μένον ὑγραίνει. Διὰ τί μᾶλλον κραιπαλῶσιν οἱ εὔκρατον πίνοντες ἢ οἱ ἄκρατον; ἢ διὰ τὴν λεπτότητα εἰς πλείους τόπους ὁ κεκραμένος εἰσέρχεται, καθάπερ ἐν τοῖς ἱματίοις, καὶ ἔστι δυσεξαγωγότερος· τὸ δὲ ὕδωρ λεπτομερέστερον μέν, ἀλλʼ εὐέξοδον. ἢ διότι ἔλαττον πίνουσιν ἄκρατον διὰ τὸ μὴ δύνασθαι, καὶ μᾶλλον ἀπεμοῦσιν; ἔτι δὲ συμπέττει τὰ λοιπά. ταὐτὸ δʼ ἐστὶ πρόβλημα. Διὰ τί ὑπὸ τοῦ ἀκράτου ἀποθνήσκουσιν, ἐάν τις προϊσχνάνας πολὺ πίῃ; καὶ μὴ προϊσχνάναντες δὲ πολλοὶ τῶν φιλοπότων ἀθρόον πολὺ πίνοντες ξηροὶ γίνονται· δοκεῖ γὰρ ὅ τε οἶνος τῶν θερμῶν εἶναι τὴν φύσιν καὶ τὸ ζῆν, τὸ δὲ ἀποθνήσκειν κατάψυξις. [35]
874b
ἢ ὥσπερ καὶ ἀπὸ τοῦ κωνείου, σβεννυμένου κατὰ μικρὸν τοῦ θερμοῦ τοῦ οἰκείου. ἀλλὰ τρόπον ἕτερον· τὸ μὲν γὰρ τῇ ψυχρότητι πήγνυσι τὸ ὑγρὸν καὶ θερμόν, ὁ δʼ οἶνος τῇ θερμότητι τῇ αὑτοῦ μαραίνει τὴν φυσικὴν θερμότητα. ὥσπερ οὖν ὑπὸ τοῦ πολλοῦ πυρὸς καὶ ἡλίου τὸ ὀλίγον πῦρ ἀποσβέννυται, οὕτως ἡ ἐν τοῖς σώμασι θερμότης ὑπὸ τῆς ἐν τῷ οἴνῳ, ἐὰν ὑπερβάλλῃ. Διὰ τί οἱ μεθύοντες ἀριδάκρυοι μᾶλλον; ἢ ὅτι θερμοὶ καὶ ὑγροὶ γίνονται· ἀκρατεῖς οὖν εἰσίν, ὥστε ὑπὸ μικρῶν κινεῖσθαι. Διὰ τί ἧττον μεθύσκονται ταῖς μεγάλαις κωθωνιζόμενοι; πάντων γὰρ ταὐτὸ αἴτιον ἡ κατάκρουσις, τουτέστιν ἐπιπολῆς. τὸ μὲν γὰρ μεθύειν ἐν τοῖς περὶ κεφαλὴν τόποις. ἢ ὅτι δεῖ πρὸς τοὺς ὕπνους ὑγρότητα ἐνυπάρχειν θερμήν; αὕτη γὰρ εὔπεπτος. ἂν δὲ μὴ ἐνῇ ὑγρότης ὀλίγη ἢ δύσπεπτος, οὐ γίνεται ὕπνος. διὸ ἐν τοῖς κόποις καὶ μετὰ τὰ σιτία καὶ τοὺς πότους ὑπνωτικώτατοι γίνονται ὑπὸ τῆς θέρμης. τοῖς δὲ μελαγχολικοῖς καὶ τοῖς μεγάλας πυρίας ἀγρυπνία, τοῖς μὲν ὅτι κατέψυκται τὸ ὑγρόν, τοῖς δὲ ὅτι οὐκ ἔστιν ἢ ὀλίγον. φανερὸν οὖν ὅτι εἰς ταῦτα βλεπτέον καθʼ ἕτερον τῶν παθῶν. Διὰ τί οἱ οἰνόφλυγες τρέμουσι, καὶ μᾶλλον ὅσῳ ἂν ἀκρατοποτῶσιν; ἔστι δὲ ὁ μὲν οἶνος θερμαντικός, ὁ δὲ τρόμος γίνεται μάλιστα ὑπὸ ψυχροῦ, διὸ οἱ ῥιγῶντες μάλιστα τρέμουσιν. πολλοῖς δʼ ἤδη χρωμένοις μόνῳ ἀκράτῳ τροφῆς χάριν τρόμοι τε ἰσχυροὶ συνέβησαν, ὥστε ἀπορρίπτειν τοὺς θλίβοντας, καὶ τῷ θερμῷ ὕδατι λουόμενοι ἀναισθήτως εἶχον. ἕτεροι δὲ τοῦτον τὸν τρόπον διαιτώμενοι, καὶ τρίψεσι χρώμενοι καὶ τροφῇ κρέασι, πρὸς ἀποπληκτικὰς ἀρρωστίας ἤλασαν· οἷς τρόμοι μὲν διὰ τὴν ἀκινησίαν ἧττον ἐνέπιπτον, πόνος δὲ ἰσχυρὸς καὶ τὸ μὴ δύνασθαι ἡσυχάζειν. ἔτι τοῦ μὲν τρόμου αἰτία ἡ ψυχρότης· φαίνονται γάρ, ὥσπερ εἴρηται, οἵ τε ῥιγῶντες τοῦτο πάσχοντες καὶ οἱ σφόδρα γέροντες. ἀμφοτέρων δὲ τούτων τῶν μὲν τὸ πάθος ψυχρόν, τῶν δὲ ἡ ἡλικία· ὁ δὲ οἶνος θερμαντικώτατος, ὥσθʼ ὑπεναντίον ἄν τι συμβαίνοι. ἢ οὐθὲν κωλύει γίνεσθαι ταὐτὸ ὑπὸ ἐναντίων, μὴ ὡσαύτως δὲ ποιούντων, οἷον καὶ ὑπὸ τῶν πάγων ἀποκάεται καὶ ὑπὸ θερμοῦ, ὅταν ὁ πάγος ἀθρόον ποιήση τὸ θερμόν· ὥστʼ ἔστι μὲν ὡς ὑπʼ ἐναντίων τὸ πάθος τὸ αὐτὸ συμβαίνειν, ἔστι δὲ ὡς ὑπὸ τοῦ αὐτοῦ τὸ αὐτό. [35]
875a
ὁ δὲ τρόμος γίνεται μὲν ὑπʼ ἐνδείας θερμοῦ, οὐ παντὸς ἀλλὰ τοῦ οἰκείου. φθείρεται δὲ τὸ θερμὸν ἢ μαράνσει ἢ σβέσει, σβέσει μὲν ὑπὸ τῶν ἐναντίων, ὑπὸ ψυχροῦ καὶ ὑγροῦ, μαράνσει δὲ ἐνδείᾳ τροφῆς, οἷον οἱ λύχνοι, ὅταν μὴ ἔχωσιν ὑπέκκαυμα μηδʼ ἔλαιον· ἢ ὑπὸ θερμοῦ ἀλλοτρίου, οἷον τὸ πῦρ ἐν τῷ ἡλίῳ καὶ οἱ λύχνοι παρὰ τῷ πυρί. οἱ μὲν οὖν ῥιγῶντες ὑπὸ ψυχροῦ σβεννυμένου τοῦ θερμοῦ τρέμουσιν. διὸ καὶ τοῖς προσχεομένοις τὸ θερμὸν αἱ φρῖκαι γίνονται· ἐγκατακλειόμενον γὰρ τὸ ψυχρὸν εἴσω καὶ ἀντιπεριιστάμενον ἵστησι τὰς τρίχας· καὶ τῷ ἀρχομένῳ πυρέττειν τὸ γινόμενον ῥῖγος διʼ ὁμοίαν αἰτίαν γίνεται. ἐν δὲ τῷ γήρᾳ τὸ θερμὸν μαραίνεται τῆς τροφῆς ὑπολειπούσης. τροφὴ μὲν γὰρ ὑγρὸν τῷ θερμῷ, τὸ δὲ γῆρας ψυχρόν. οἱ δὲ οἰνόφλυγες μαραινομένης μὲν τῆς οἰκείας θερμότητος τρέμουσι, κἂν εἴ τινες ἄλλοι τοῦτο πάσχουσι διὰ τὸν οἶνον, οὐ τὸν αὐτὸν δὲ τρόπον τοῖς διὰ γῆρας, ἀλλʼ ἔτι τρίτος ἦν τρόπος τῆς τοῦ θερμοῦ φθορᾶς. ὅταν γὰρ ὑπερβάλλοντι χρῶνται ἐν τῷ σώματι, πολλὴ οὖσα ἡ θερμότης ἢ ἀποσβέννυσιν ἢ ἀσθενῆ ποιεῖ τὴν οἰκείαν θερμότητα ᾗ ἰσχύομεν· ἔστι γὰρ ὅταν μὴ κρατῇ τὸ κινοῦν τοῦ κινουμένου, οἷον ὅταν ξύλον μακρὸν καὶ μέγα μὴ εὐκρατῶς ἔχῃ τις, τὸ ἄκρον τρέμει. γίνεται δὲ τοῦτο ἢ τῷ τὸ ἐχόμενον μεῖζον εἶναι ἢ τῷ τὸ κινοῦν ἔλαττον. συμβαίνει δὲ σβεννυμένου τοῦ θερμοῦ (δοκεῖ γὰρ αἴτιον τοῦτο εἶναι τοῦ κινεῖσθαι τοῖς ζῴοις) μὴ κρατεῖν τὴν φύσιν. σημεῖον δʼ ὅτι διὰ ψυχρότητα γίνεται τὸ πάθος τοῖς οἰνόφλυξι καὶ τοῖς πρεσβύταις, ὅτι ἄνευ ῥίγους γίνεται ὁ τρόμος. Διὰ τί ὁ ἀκροθώραξ μᾶλλον παροινεῖ τοῦ μᾶλλον μεθύοντος καὶ τοῦ νήφοντος; ἢ ὅτι ὁ μὲν νήφων εὖ κρίνει, ὁ δὲ παντάπασι μεθύων διὰ τὸ τὰς αἰσθήσεις ἐπιπεπλασμένας εἶναι, οὐ δυνάμενος τὸ βάρος φέρειν, οὐ κρίνει· οὐ κρίνων δὲ οὐ παροινεῖ. ὁ δὲ ἀκροθώραξ κρίνει τε καὶ διὰ τὸν οἶνον κακῶς κρίνει, ὥστε παροινεῖ· ὥσπερ καὶ Σάτυρον τὸν Κλαζομένιον ὄντα φιλολοίδορον, φεύγοντα δίκην, ἵνα ὑπὲρ τοῦ πράγματος λέγῃ καὶ μὴ λοιδορῆται, τὰ ὦτα ἐπέπλασαν, ἵνα μὴ ἀκούων εἰς λοιδορίαν τρέπηται· παυομένου δὲ τοῦ ἀντιδίκου ἀφεῖλον· μικρὰ δὲ ἀκούσας ἔτι λέγοντος οὐκ ἀπέσχετο ἀλλὰ κακῶς ἔλεγε, διὰ τὸ αἰσθάνεσθαι μὲν κακῶς δὲ κρίνειν. Διὰ τί πρὸς τὸν γλυκὺν οἶνον ἡδίω ὄντα οὐ γίνονται οἰνόφλυγες; ἢ ὅτι οὐκ ἴδιον χυμὸν ἔχει ὁ γλυκύς, ἀλλʼ ἀλλότριον; φιλόγλυκυς οὖν μᾶλλον ἢ φίλοινος ἔσται ὁ κεκρατημένος. [40]
875b
Διὰ τί οἱ οἰνόφλυγες ὑπὸ τοῦ ἡλίου θερμαινόμενοι μάλιστα χαίρουσιν; ἢ ὅτι δέονται πέψεως; ἔτι δὲ καὶ διὰ τὸ κατεψῦχθαι· διὸ καὶ αἱ ἀποπληξίαι καὶ αἱ ἀποναρκώσεις τάχιστα μετὰ τοὺς πότους γίνονται. Διὰ τί τοῖς μεθύουσιν ἐνίοτε πολλὰ φαίνεται τὸ ἓν ὁρῶσιν; ἢ ὅτι αἱ ἀρχαὶ τῶν ὄψεων ἔσω μὲν κινοῦνται ὑπὸ τοῦ οἴνου, καθάπερ ἡ ὅλη κεφαλή, κινουμένων δὲ τῶν ἀρχῶν οὐκ εἰς ταὐτὸ συμβάλλουσιν αἱ ὄψεις, ἀλλʼ οἷον ἐπὶ μέρος ἑκάτερον τοῦ ὁρωμένου· διὸ δύο φαίνεται. ταὐτὸ δὴ τοῦτο γίνεται καὶ ἐάν τις κάτωθεν πιέσῃ τὴν ὄψιν· ἐκίνησε γὰρ τὴν ἀρχὴν τῆς ὄψεως, ὥστε μηκέτι εἰς ταὐτὸ συμβάλλειν τῇ ἑτέρᾳ. ἡ μὲν οὖν τοιαύτη κίνησις ἔξωθεν γίνεται, ἡ δὲ ἀπὸ τοῦ οἴνου ἔσωθεν. διαφέρει δʼ οὐθέν· ταὐτὰ γὰρ ποιήσει ὁπωσοῦν κινηθεῖσα. Διὰ τί τῶν μεθυόντων ἡ γλῶττα πταίει; πότερον ὅτι καθάπερ τὸ ὅλον σῶμα ἐν τῇ μέθῃ σφάλλεται, οὕτω καὶ ἡ γλῶττα σφαλλομένη πταίει καὶ οὐ δύναται τὴν λέξιν διαρθροῦν; ἢ σπογγώδης ἐστὶν ἡ τῆς γλώττης σάρξ· βρεχομένη οὖν ἐξαίρεται· τούτου δὲ συμβαίνοντος διὰ τὸ πάχος τὸ ἀπὸ τοῦ ὄγκου δυσκινητοτέρα οὖσα οὐ δύναται διακριβοῦν. ἢ διότι οὔτε ἐν τῷ ὑγρῷ δυνάμεθα λαλεῖν διὰ τὴν ἀπουσίαν τοῦ ἀέρος, οὔθʼ ὅταν εἰς τὸ στόμα λάβωμεν ὑγρόν; ἐν τῇ μέθῃ οὖν ἐν ὑγρῷ πολλῷ τῆς γλώττης οὔσης οὐκ ἀκριβοῦμεν· τὸ δὲ μὴ ἀκριβοῦν ἐστὶ τὸ πταίειν. ἢ διότι ἐν ταῖς μέθαις ἡ ψυχὴ συμπαθὴς γινομένη πταίει; τῆς ψυχῆς οὖν τοῦτο πασχούσης εἰκὸς καὶ τὴν γλῶτταν ταὐτὸ πάσχειν· ἀπʼ ἐκείνης γὰρ ἡ τοῦ λέγειν ἀρχή. διὸ καὶ χωρὶς τῆς μέθης, ὅταν ἡ ψυχὴ πάθῃ τι, συμπάσχει καὶ ἡ γλῶττα, οἷον τῶν φοβουμένων. Διὰ τί οἱ οἰνόφλυγες καὶ οἱ περὶ τὴν θάλατταν χαίρουσιν ἡλίῳ; ἢ διότι οἱ μὲν οἰνόφλυγες δέονται πέψεως, καὶ ἅμα συμβαίνει τινὰς τόπους κατεψῦχθαι; διὸ καὶ ἀποπληξίαι καὶ ἀποναρκώσεις μετὰ τοὺς πότους. οἱ δὲ θαλάττιοι διὰ τὸ ἀεὶ ἐν ὑγρῷ εἶναι τοῦτο ποιοῦσιν. Διὰ τί οἱ μεθύοντες ἀδύνατοι ἀφροδισιάζειν; ἢ ὅτι δεῖ μᾶλλόν τινα τόπον ἐκθερμανθῆναι τοῦ ἄλλου σώματος, οἱ δὲ διὰ τὸ πλῆθος τῆς θερμασίας ἀδυνατοῦσιν. [40]
876a
ἀποσβέννυται οὖν τὸ ἀπὸ τῆς κινήσεως, θερμὸν γινόμενον ὑπὸ τοῦ περιέχοντος. ἢ διότι δεῖ μὲν ἐκθερμανθῆναι τοὺς κάτω τόπους, ὁ δʼ οἶνος ἄνω πέφυκε φέρεσθαι, ὥστε ἐκεῖ ποιεῖ τὴν θερμασίαν, ἐντεῦθεν δὲ ἀπάγει. καὶ μετὰ τὰ σιτία ἥκιστα ἀφροδισιαστικοί, καὶ κελεύουσιν ἀριστᾶν μὲν πολὺ δειπνεῖν δὲ ὀλίγον· ἀπέπτων μὲν γὰρ ὄντων ἄνω φέρεται, πεπεμμένων δὲ κάτω τὸ θερμὸν καὶ τὸ ὑγρόν· ἡ δὲ τοῦ σπέρματος γένεσις ἐκ τούτων. καὶ οἱ κοπιῶντες ἐξονειρώττουσιν, ὅτι ὑγρὸς καὶ θερμὸς ὁ κόπος· ἐὰν οὖν ἐν τῷ τόπῳ τούτῳ γένηται ἡ περίττωσις, συμβαίνει ἐξονειρώττειν. διὰ ταὐτὸ δὲ καὶ ἐπὶ τοῖς ἀρρωστήμασιν, ὅσοις γίνεται, συμβαίνει. καὶ τοῖς φοβουμένοις καὶ τοῖς ἀποθνήσκουσι συμβαίνει ὡσαύτως. Διὰ τί νέοι ὄντες ἐνουροῦσι μᾶλλον, ὅταν μεθυσθῶσιν, ἢ πρεσβύτεροι; ἢ διὰ τὸ θερμοὺς καὶ ὑγροὺς εἶναι πολὺ τὸ συρρυὲν γίνεται περίττωμα, διὰ τὸ μὴ ἀναλίσκειν τὸ σῶμα τὸ ὑγρόν, ὥστε ὑπερχεῖται· πρεσβυτέροις δὲ γινομένοις διὰ ξηρότητα τὴν ὑπερβολὴν ἀντισπᾷ τὸ σῶμα. ἢ ὅτι μᾶλλον ὑπνωτικώτεροί εἰσιν οἱ νέοι τῶν πρεσβυτέρων; διὸ τοὺς μὲν νέους καθύπνους ὄντας λανθάνει ἡ ὁρμὴ τοῦ οὔρου ἐκπίπτουσα πρὶν διεγερθῆναι, τοὺς δὲ πρεσβυτέρους οὔ, καθάπερ οὐδὲ τῶν ἔξωθεν κινήσεων οὐδὲν ἧττόν τι λανθάνει αὐτοὺς ἢ τοὺς νέους. δῆλον δέ· καὶ γὰρ αὐτοὶ οἱ νέοι ἐν τοῖς βαθυτάτοις ὕπνοις μάλιστα ἐνουροῦσιν. Διὰ τί τὸ ἔλαιον πρὸς τὰς μέθας συμφέρει, καὶ τοῦ δύνασθαι πίνειν τὸ καταρροφεῖν; ἢ διότι οὐρητικόν ἐστι καὶ τῷ πόματι προοδοποιεῖ; Δ. ΟΣΑ ΠΕΡΙ ΑΦΡΟΔΙΣΙΑ. Διὰ τί ὁ ἀφροδισιάζων καὶ ὁ ἀποθνήσκων ἀναβάλλει τὰ ὄμματα, καθεύδων δὲ καταβάλλει; ἢ διότι ἄνωθεν τὸ θερμὸν ἐξιὸν ἀναστρέφει ἵνα περ ὁρμᾷ· ἐν δὲ τῷ ὕπνῳ κάτω συνάγεται, διὸ ῥέπει κάτω; συγκλείονται δὲ οἱ ὀφθαλμοὶ παρὰ τὸ μὴ ὑπάρχειν ἔτι νοτίδα. Διὰ τί τῶν πλείοσιν ἀφροδισίοις χρωμένων ἐπιδηλότατα ἐνδίδωσι τὰ ὄμματα καὶ τὰ ἰσχία, τὰ μὲν ἐγγὺς ὄντα, τὰ δὲ πόρρω; πότερον ὅτι καὶ ἐν αὐτῇ τῇ συνουσίᾳ ἐπιδηλότατα συμπονεῖ ταῦτα τῇ ἐργασίᾳ συνιόντα περὶ τὴν πρόεσιν τοῦ σπέρματος; συνεκθλίβεται οὖν μάλιστα ἐντεῦθεν ὅσον εὔτηκτον τῆς τροφῆς ἔνεστι διὰ τὴν θλῖψιν. [35]
876b
ἢ διότι παραθερμαινόμενα τήκεται μάλιστα· ὁ δὲ ἀφροδισιασμὸς θερμότητα ἐργάζεται. μάλιστα δὲ ταῦτα θερμαίνεται, ἃ κινεῖται ἐν τῇ ἐργασίᾳ. οἱ δὲ ὀφθαλμοὶ καὶ τὰ περὶ τὴν ἕδραν ἐπιδήλως συμπονεῖ. οὔτε γὰρ μὴ συναγαγόντι τὰ περὶ τὴν ἕδραν ἐνδέχεται προέσθαι, οὔτε μὴ τῶν ὀφθαλμῶν καταβληθέντων· τὰ μὲν γὰρ περὶ τὴν ἕδραν συνιόντα θλίβει, οἷον ἐκ κύστεως τῇ χειρὶ τὸ ὑγρόν, ἡ δὲ τῶν ὀφθαλμῶν συναγωγὴ τὰ ἀπὸ τοῦ ἐγκεφάλου. ὅτι δὲ μεγάλην ἔχουσι τὰ ὄμματα τὴν δύναμιν καὶ ὁ τόπος αὐτῶν πρὸς γένεσιν, δηλοῖ ἡ τῶν ἀτέκνων καὶ γονίμων γυναικῶν τοῖς ἐναλείμμασι πεῖρα, ὡς δέον ταύτῃ διελθεῖν εἰς τὸ σπέρμα δύναμιν. πίονα δὲ ἄμφω τυγχάνει ὄντα πάντων ἀεί, ἀρχός τε καὶ ὄμματα· διὰ μὲν οὖν τὴν συνεργίαν κοινωνεῖ τῆς θερμασίας, διὰ δὲ ταύτην λεπτύνεται καὶ συναποκρίνεται πολὺ εἰς τὸ σπέρμα. οὔτε γάρ, ἂν μὴ πῖον ᾖ, ὁμοίως γρύσει ἡ θερμότης, οὔτε πῖον ὂν μὴ συμπονοῦν, οἷον ἐν τῇ κοιλίᾳ· ἀλλὰ οἱ νεφροὶ τῶν ἄλλων μάλιστα αἰσθάνονται διὰ τὴν γειτνίασιν. καὶ αὐτὴ δὲ ἡ τοῦ σπέρματος πάροδος παρὰ τοὺς τόπους τούτους οὖσα ἐπιδηλότατα ἱκανή ἐστι λεπτύνειν· ἀφαιρεῖ γάρ, ἀλλʼ οὐ προστίθησι πλησιάζουσα. Διὰ τί καὶ οἱ ἀφροδισιάζοντες καὶ οἱ εὐνοῦχοι οὐ χρώμενοι ἀφροδισίοις ὁμοίως ἀμφότεροι τὰ ὄμματα πρὸς ὀξυωπίαν βλάπτονται; ἢ ὅτι τοῖς μὲν διὰ λαγνείαν, τοῖς δὲ διὰ τὴν πήρωσιν τὰ ἄνω ξηρὰ γίνεται μᾶλλον τοῦ δέοντος, ἐπιδηλότατα δʼ ἐν τούτοις, ὅσων τὸ ἔργον ἐστὶν ἀκριβές· ἡ δʼ ὄψις τοιοῦτον. κατασπωμένων δὲ τῶν ὑγρῶν τὰ ἄνω ξηραίνεται. ὁ μὲν οὖν ἀφροδισιασμὸς δῆλον ὅτι τοῦτο ποιεῖ· τοῖς δὲ εὐνούχοις τά τε σκέλη οἰδεῖ καὶ αἱ κοιλίαι εὔλυτοι ὡς κάτω μεθισταμένου τοῦ ὑγροῦ. Διὰ τί ἄνθρωπος μόνον, ὅταν ἄρχηται δύνασθαι ἀφροδισιάζειν, ἡβᾷ, τῶν δὲ ἄλλων ζῴων ὅσα τρίχας ἔχει οὐθέν; ἢ ἐπειδὴ κατὰ τὰς ἡλικίας μεταβάλλει τὰ ζῷα εἰς τοὐναντίον; φωνή τε γὰρ βαρεῖα ἐξ ὀξείας γίνεται, καὶ δασύνεται ἐκ ψιλῶν· δῆλον οὖν ὡς καὶ τὰ ἐκ γενετῆς δασέα ζῷα ψιλοῖτʼ ἂν, οὐ δασύνοιτο, σπερματικὰ γινόμενα. οὐ πάσχει δὲ τοῦτο διὰ τὸ τὰ σπερμαίνοντα ξηρότερα γίνεσθαι καὶ ἀραιότερα, ἐξ ὧν θρὶξ φύεται. [35]
877a
δῆλον δὲ ἐκ τοῦ μὴ ἐν ταῖς οὐλαῖς φύεσθαι τρίχας· στεγαναὶ γὰρ αἱ οὐλαί, ἀλλʼ οὐκ ἀραιαί. μηδὲ τοῖς παιδίοις καὶ γυναιξίν· ὑγρὰ γὰρ καὶ ἄμφω, ἀλλʼ οὐ ξηρά. Διὰ τί ἡ ἀνυποδησία οὐ συμφέρει πρὸς ἀφροδισιασμούς; ἢ ὅτι τὸ μέλλον ἀφροδισιάζειν σῶμα δεῖ τὰ ἐντὸς θερμὸν εἶναι καὶ ὑγρόν; τοιοῦτον δὲ ἐν τοῖς ὕπνοις μᾶλλον ἢ ἐν τῷ ἐγρηγορέναι· διὸ καὶ ταχὺ καὶ ἄνευ ἐργασίας οἱ ἐξονειρωγμοὶ γίνονται, ἐγρηγοροῦσι δὲ μετὰ πόνου. ἅμα δὲ τὸ σῶμα τοιοῦτον καὶ οἱ πόδες ὑγρότεροι καὶ θερμότεροι· σημεῖον δέ, ὅτι καθευδόντων θερμοί, ὡς ἅμα τοῖς ἐντὸς οὕτως ἔχοντες. ἡ δʼ ἀνυποδησία τοὐναντίον ποιεῖ· ξηραίνει γὰρ καὶ ψύχει. ὥστʼ, εἴτε ἀδύνατον μὴ θερμῶν ὄντων ἀφροδισιάσαι εἴτε χαλεπόν, ἀνάγκη ἀσύμφορον εἶναι πρὸς τὴν τῶν ἀφροδισίων χρῆσιν. Διὰ τί ἐκλύεται μάλιστα τῶν ζῴων ἀφροδισιάσας ἄνθρωπος; ἢ διότι πλεῖστον προΐεται σπέρμα κατὰ λόγον τοῦ σώματος; διὰ τί δὲ πλεῖστον προΐεται; ἢ ὅτι ἥκιστα ἐκπονεῖ τὴν τροφὴν καὶ φύσει ὑγρὸν καὶ θερμόν ἐστι τῶν ζῴων μάλιστα; ὧν τὸ μὲν ποιεῖ σπέρμα πολύ, τὸ δὲ τὴν φύσιν σπερματικὴν ποιεῖ· καὶ γὰρ τὸ σπέρμα τοιοῦτόν ἐστιν, ἕως ἂν σώζηται. Διὰ τί τοῦ ἀφροδισιάζειν γινομένου διὰ θερμότητα, τοῦ δὲ φόβου ὄντος ψυκτικοῦ καὶ τοῦ ἀποθνήσκειν, ἐνίοις, ὅταν γένωνται ἐν τούτοις τοῖς πάθεσι, σπέρμα προέρχεται; ἢ ὅτι ψυχομένων ἐνίων τόπων ἕτεροι ὑποθερμαίνονται, τήν τε οἰκείαν ἔχοντες θερμότητα καὶ δεχόμενοι τὴν τῶν καταψυχομένων τόπων; ἅστε καταψυχομένων μὲν συμβαίνει, οὐ διὰ τὸ ψύχεσθαι μέντοι, ἀλλὰ διὰ τὸ θερμαίνεσθαι. δῆλον δὲ καὶ τῇ ὄψει· τῶν γὰρ φοβουμένων τὰ ἄνω λειφαιμεῖ, τὰ δὲ κάτω ὑγραίνεται, καὶ κοιλία καὶ κύστις λύεται. ὑπιὸν οὖν τὸ θερμὸν ἐν μὲν τῷ φόβῳ κάτω, ἐν δὲ τῷ θανάτῳ κάτωθεν ἄνω, ἐξυγραῖνον τῇ θερμότητι ποιεῖ τὴν τοῦ σπέρματος ἔξοδον. Διὰ τί οὐ δεῖ μὴ ὀργῶντα οὔτε ἀφροδισιάζειν οὔτε ἐμεῖν οὔτε πτάρνυσθαι οὔτε φῦσαν ἀφιέναι; ἢ ὅτι μὴ ὀργῶντες ὁμοίως ἔχομεν τοῖς ἐκ τῆς γῆς ἀνασπωμένοις, οἷς προσεκσπᾶταί τι ἀλλότριον ἢ ἐγκαταλείπεται ἀποσπασθέν; ἅπαν δὲ ὃ δεῖ μὲν ἐξαρθῆναι, κολοβὸν δὲ ὑπολείπεται, πλείω χρόνον παρέξει πόνον. [35]
877b
ἐάν τέ τις κινήσῃ τι ἀλλότριον, τοῦτο πόνον παρέξει, οὐκ ἐν τῇ αὑτοῦ χώρᾳ ὄν· ἃ συμβήσεται τοῖς μὴ ὀργῶσι ποιοῦσί τι τῶν εἰρημένων. Διὰ τί νήστεις θᾶττον ἀφροδισιάζουσιν; ἢ διότι οἱ πόροι κενώτεροι οἱ τοῦ σώματος νήστεσι, πλήρεσι δὲ πλήρεις· κωλύουσιν οὖν τὴν εἰς τὸ σπέρμα ὑγρότητα διεξιέναι. δῆλον δὲ ἐπὶ τῆς κύστεως· οὐ γὰρ δύνανται πλήρους οὔσης ταχὺ ἀφροδισιάζειν. Διὰ τί οἱ νέοι ὅταν πρῶτον ἀφροδισιάζειν ἄρχωνται, αἷς ἂν ὁμιλήσωσι, μετὰ τὴν πρᾶξιν μισοῦσιν; ἢ διὰ τὸ μεγάλην γίνεσθαι τὴν μεταβολήν; τῆς γὰρ συμβαινούσης ὕστερον ἀηδίας μεμνημένοι, ὡς αἰτίαν ᾗ ἐπλησίασαν φεύγουσιν. Διὰ τί οἱ ἱππεύοντες συνεχῶς ἀφροδισιαστικώτεροι γίνονται; ἢ ὅτι διὰ τὴν θερμότητα καὶ τὴν κίνησιν ταὐτὸ πάσχουσιν ὅπερ ἐν τῇ ὁμιλίᾳ; διὸ καὶ τῇ τῆς ἐπεχούσης ἡλικίας ἐπιδόσει περὶ τὰ αἰδοῖα μείζω τὰ μόρια ταῦτα γίνεται. ἀεὶ οὖν τῇ κινήσει ταύτῃ χρωμένων εὔροα τὰ σώματα γίνεται καὶ προωδοπεποιημένα πρὸς τὸν ἀφροδισιασμόν. Διὰ τί, ὅταν ἄρξωνται ἀφροδισιάζειν δύνασθαι, οἱ χρῶτες ὄζουσι, πρότερον δʼ οὐκ ὄζουσι πρὸ ἥβης οὔτε οἱ ἄνδρες οὔτε αἱ γυναῖκες; ἢ ὅτι τὰ ἄπεπτα τούς τε χυμοὺς ἀεὶ χείρους ἔχει (ἢ γὰρ ὀξυτέρους ἢ ἁλμυρωτέρους ἢ πικροτέρους) καὶ τὰς ὀσμὰς δυσωδεστέρας, τὰ δὲ πεπεμμένα ἢ γλυκεῖς ἢ ἧττον ἀγλευκεῖς, καὶ τὰς ὀσμὰς εὐωδεστέρας ἢ ἧττον δυσώδεις; τοῦτο δʼ ἐστὶ δῆλον ἐπὶ πάντων θεωμένοις καὶ φυτῶν καὶ ζῴων. ἀφαιρεθέντων δὴ τῶν εὐπέπτων, τὰ ὑπολειπόμενα ἄπεπτα, οἷον δὴ καὶ ἐπὶ τῆς τέφρας ἀναλωθέντος τοῦ γλυκέος πικρὰ ἡ κονία, καὶ ὁ ἱδρὼς ἁλμυρός. πέττει δὲ ἡ φυσικὴ θερμότης τὸ σπέρμα, ὃ μικρὸν ὂν πολλὴν ἔχει δύναμιν· ἐκ πολλοῦ γὰρ ὀλίγον συγκεκεφαλαίωται. διὸ ὅταν ἀπέλθῃ, ἐκλύονται ὡς ἐπὶ τὸ πολὺ μᾶλλον καὶ καταψύχονται· ὥστε ἀπεπτότεροι οἱ χυμοὶ γίνονται μᾶλλον, ἀναστομουμένων τῶν πόρων διὰ τὴν ἔκκρισιν αὐτοῦ. ἁλμυρώτεροι οὖν οἱ τῶν παίδων ἱδρῶτες καὶ δυσωδέστεροι διὰ τὴν ἀπεψίαν· καὶ ἐὰν τύχῃ τοιαύτη ἡ φύσις οὖσα ὥστε δυσώδη ἔχειν τὴν ὑπόστασιν τοῦ ἱδρῶτος, τούτοις μᾶλλον ἐπισημαίνει καὶ ἐν τοῖς τόποις τούτοις μάλιστα, οἷον μασχάλη, ἐν ᾧ μάλιστα καὶ τοῖς ἄλλοις. Διὰ τί, ἐὰν μὲν ἐκ τοῦ σπέρματος τοῦ ἡμετέρου γένηται τὸ ζῷον, τοῦτο ἡμέτερον ἔκγονόν ἐστιν, ἐὰν δὲ ἐξ ἄλλου τινὸς ἢ μέρους ἢ ἀποκρίσεως, οὐχ ἡμέτερον; γίνεται γὰρ σηπομένων πολλὰ καὶ ἐκ τοῦ σπέρματος. [35]
878a
τί δὴ οὖν, ἐὰν μὲν τοιοῦτον οἷον ἡμεῖς, ἡμέτερον, ἐὰν δὲ ἀλλότριον, οὔ; ἢ γὰρ ἅπαντα προσήκει ἢ οὐθέν. ἢ πρῶτον μέν, ὅτι οὕτω μὲν ἐξ ἡμετέρου γίνεται, ἐκείνως δὲ ἐξ ἀλλοτρίου, ὅσα ἐξ ἀποκαθάρματος γίνεται καὶ ἐκκρίσεως; καὶ ὅλως οὐθὲν τῶν τοῦ ζῴου ζῷον γεννᾷ ἀλλʼ ἢ τὸ σπέρμα. τὸ δὲ βλάπτον καὶ τὸ κακὸν οὐθενός ἐστιν οἰκεῖον, οὐδὲ τὸ ἀλλότριον· οὐ γὰρ ταὐτὸ τούτου τι εἶναι καὶ τούτου ἀλλότριον ἢ ἕτερον ἢ κακόν. αἱ δὲ ἐκκρίσεις καὶ σήψεις οὐχ ἡμέτερα, ἀλλʼ ἕτερα καὶ ἀλλότρια τῆς φύσεως ἡμῶν εἰσίν. οὐ γὰρ ὅσα ἐν τῷ σώματι γίνεται, τοῦ σώματος θετέον, ἐπεὶ καὶ φύματα γίνεται, ἃ αἴρουσι καὶ ἐκβάλλουσιν. καὶ ὅλως ὅσα παρὰ φύσιν, πάντα ἀλλότρια· παρὰ φύσιν δὲ πολλὰ καὶ τῶν συγγινομένων ἐστίν. εἰ οὖν ἐκ μόνου τούτου τῶν ἡμετέρων γίνεται ζῷον, ὀρθῶς ἂν τὸ ἐκ τούτου γινόμενον ἔκγονον ἡμέτερον εἴη μόνον. καὶ ἐκ τοῦ σπέρματος δὲ ἄν τι ἄλλο γένηται, οἷον σκώληξ σαπέντος, ἢ καὶ ἐν τῇ μήτρᾳ διαφθαρέντος, οἷον ἃ λέγεται τέρατα, οὐκ ἔκγονα λεκτέον. ὅλως γὰρ ἐκ διεφθαρμένου γινόμενα οὐκέτι ἐξ ἡμετέρου ὄντος γίνεται, ἀλλʼ ἐξ ἀλλοτρίου, ὥσπερ τὰ ἐκ τῶν ἀποκρίσεων, οἷον τὸ ἐκ τῆς κόπρου. σημεῖον δὲ ὅτι ἐκ διεφθαρμένου πάντα τὰ τοιαῦτα γίνεται· μὴ ἐκ διαφθειρομένου γὰρ τοιοῦτον πέφυκε γίνεσθαι οἷον ἂν ᾖ ἐξ οὗ τὸ σπέρμα, ἐὰν ἐξ ἵππου, ἵππος, ἐὰν δὲ ἐξ ἀνθρώπου, ἄνθρωπος. καὶ αὐτό τε οὐ τιμῶμεν τὸ σπέρμα, οὐδὲ πᾶν τὸ ἐν τῇ γενέσει περαινόμενον. καὶ γὰρ ὑγρὸν καὶ ὄγκος τις καὶ σὰρξ γίνεται. ποτὲ δέ, διὰ τὸ μήπω ἔχειν τὴν φύσιν, ἀλλʼ ἢ τοσοῦτον μόνον τῆς φύσεως, ὅτι οὕτω διάκειται ὥστε γενέσθαι ἐξ αὐτοῦ τοιοῦτον οἷον ἡμεῖς· ἐκ δὲ διεφθαρμένου οὐδὲ τοιοῦτον. διὰ ταῦτα οὔτε ἐξ ἑτέρου τῶν ἐν ἡμῖν οὔτε ἐκ τούτου διεφθαρμένου ἢ ἀτελῶς ἔχοντος τὸ ἔκγονόν ἐστιν ἡμέτερον. Διὰ τί ἐν τῷ ὕδατι ἧττον δύνανται ἀφροδισιάζειν οἱ ἄνθρωποι; ἢ ὅτι ἐν ὕδατι οὐθὲν τήκεται, ὅσα ὑπὸ πυρὸς τήκεται, οἷον μόλιβδος ἢ κηρός· ἡ δὲ γονὴ τηκομένη φαίνεται πυρί· πρὶν μὲν γὰρ ἡ τρῖψις ἐκθερμάνῃ, οὐ τήκεται. οἱ δὲ ἰχθύες οὐ τρίψει ὀχεύουσιν. Διὰ τί τὸ ἀφροδισιάζειν ἥδιστον, καὶ πότερον ἐξ ἀνάγκης ἢ ἕνεκά τινος ὑπάρχει τοῖς ζῴοις; ἢ ἡδὺ μέν ἐστιν ἤτοι διὰ τὸ ἀπὸ παντὸς τοῦ σώματος ἀπιέναι τὸ σπέρμα, ὥσπερ τινές φασιν, ἢ καὶ ἀπὸ παντὸς μὲν μὴ ἀπιέναι, διὰ δὲ τοιούτου εἰς ὃ πάντες συντείνουσιν οἱ πόροι τῶν φλεβῶν; οὔσης οὖν τῆς ἡδονῆς ὁμοίας τῆς ἐν τῷ κνησμῷ, τοῦτο συμβαίνει γίνεσθαι ὥσπερ διʼ ὅλου τοῦ σώματος. [5]
878b
ὁ δὲ κνησμὸς ἡδύς ἐστιν, ὑγροῦ ἔξοδος πνευματώδους ἐγκατακεκλεισμένου παρὰ φύσιν. ἡ δὲ γονὴ τοιούτου εἰς τὸ κατὰ φύσιν ἔξοδος. ἔστι δὲ καὶ ἐξ ἀνάγκης ἡδὺ καὶ ἕνεκά τινος, ἐξ ἀνάγκης μὲν ὅτι ἡ εἰς τὸ κατὰ φύσιν ὁδὸς ἡδύ ἐστιν, ἐὰν ᾖ αἰσθητή, ἕνεκα δέ τινος ἵνα γένεσις ᾖ ζῴων· διὰ γὰρ τὴν ἡδονὴν μᾶλλον ὁρμᾷ πρὸς τὴν μῖξιν τὰ ζῷα. Διὰ τί ἡ λαγνεία πρὸς νοσήματʼ ἔνια τῶν ἀπὸ φλέγματος συμφέρει; ἢ ὅτι περιττώματός ἐστιν ἔξοδος, ὥστε συνεκκρίνεται πολλὴ περίττωσις; τὸ δὲ φλέγμα περίττωμα. Διὰ τί τὰ ἀφροδίσια τὴν κοιλίαν ψύχει καὶ ξηραίνει; ἢ ψύχει μέν, ὅτι ἐκκρίνεται τὸ θερμὸν ἐν τῇ μίξει; ξηραίνει δὲ ἡ μῖξις· ἐξατμίζεται γὰρ τοῦ θερμοῦ ἐξιόντος, ἐξέρχεται δὲ ψυχομένου. ἔτι καὶ ἡ θερμότης ἐν τῇ ὁμιλίᾳ ξηραίνει. Διὰ τί, ὅσοις αἱ βλεφαρίδες ῥέουσι, λάγνοι; ἢ διὰ τὸ αὐτὸ καὶ διότι οἱ φαλακροί; ἔστι γὰρ μόρια ἄμφω ταῦτα τοῦ αὐτοῦ. ἔστι δὲ τὸ αἴτιον· ὁπόσαι πρεσβυτέρου γινομένου μὴ αὐξάνονται τῶν συγγενικῶν τριχῶν, ἅπασαι τοῦτο πάσχουσιν ἐν ταῖς λαγνείαις. κεφαλὴ γὰρ καὶ ὀφρὺς καὶ βλεφαρὶς συγγενικαὶ τρίχες. τούτων δὲ μόνον ἐνίοις αἱ ὀφρύες δασύνονται πρεσβυτέροις γινομένοις (διʼ ἣν δὲ αἰτίαν, εἴρηται ἐν ἄλλοις), αἱ ἕτεραι δὲ διὰ τὸ αὐτὸ ἄμφω λείπουσιν. αἴτιον δὲ ὅτι καταψύχει τὰ ἄνω ἡ λαγνεία ὀλίγαιμα ὄντα, ὥστε οὐ πέττει τὴν τροφὴν ὁ τόπος· οὐ λαμβάνουσαι δὲ τροφὴν ἐκρέουσιν αἱ τρίχες. Διὰ τί οὐρητιῶντες οὐ δύνανται ἀφροδισιάζειν; ἢ ὅτι πλήρεις γίνονται οἱ πόροι; τὸ δὲ πλῆρες ὑγροῦ οὐ δέχεται ἄλλο ὑγρόν. Διὰ τί αἱ ἰξίαι τοὺς ἔχοντας κωλύουσι γεννᾶν, καὶ ἀνθρώπους καὶ τῶν ἄλλων ζῴων ὅ τι ἂν ἔχῃ; ἢ ὅτι ἡ ἰξία γίνεται μεταστάντος πνεύματος· διὸ καὶ ὠφελεῖ πρὸς τὰ μελαγχολικά. ἔστι δὲ καὶ ὁ ἀφροδισιασμὸς μετὰ πνεύματος ἐξόδου. [35]
879a
εἰ οὖν ὁδοποιεῖται ἡ ὁρμὴ γινομένου αὐτοῦ, οὐ ποιεῖ ὁρμᾶν τὸ σπέρμα, ἀλλὰ καταψύχεται· μαραίνει οὖν τὴν συντονίαν τοῦ αἰδοίου. Διὰ τί οἱ ἀφροδισιάζοντες ἐκλύονται καὶ ἀσθενέστεροι γίνονται ὡς ἐπὶ τὸ πολύ; πότερον διὰ τὸ ἀπὸ πάντων ἔκκρισιν εἶναι τὸ σπέρμα, ὥστε οἷον οἰκοδομήματος αἱ ἁρμονίαι, καὶ τοῦ σώματος οὕτω σειομένη ἡ σύνθεσίς ἐστι τῷ ἀπεληλυθέναι τι, οἷον εἰ τὸ αἷμα ἐξέλθοι ἢ πᾶν ὅ τι ἄλλο μέρος. οὕτω σφόδρα ἐπίκαιρον τὸ ἐξιόν ἐστι, καὶ ὃ ἐκ πολλῆς γίνεται τροφῆς ὀλίγον, οἷον τὸ ἀμύλιον ἐκ τοῦ σταιτός. Διὰ τί οἱ ἀφροδισιάζοντες καὶ οὐρητιῶντες ἐντείνουσιν; ἢ ὅτι πληρουμένων τῶν πόρων ὑγρότητος, τὸ σπέρμα ὑπεξιὸν ἐν ἐλάττονι τόπῳ πλείονά τε ὄγκον ποιεῖ καὶ αἴρει; ἐπίκειται γὰρ τὸ αἰδοῖον ἐπὶ τοῖς πόροις. Διὰ τί ἡ σύντασις γίνεται τοῦ αἰδοίου καὶ ἡ αὔξησις; ἢ διὰ δύο, διά τε τὸ βάρος ἐπιγίνεσθαι ἐν τῷ ὄπισθεν τῶν ὄρχεων αἴρεσθαι (ὑπομόχλιον γὰρ οἱ ὄρχεις γίνονται) καὶ διὰ τὸ πνεύματος πληροῦσθαι τοὺς πόρους. ἢ τοῦ ὑγροῦ αὐξανομένου καὶ μεθισταμένου ἢ ἐξ ὑγροῦ γινομένου ὁ ὄγκος μείζων γίνεται; τὰ λίαν δὲ μεγάλα ἧττον αἴρεται διὰ τὸ πορρωτέρω τὸ βάρος τοῦ ὑπομοχλίου γίνεσθαι. Διὰ τί οἱ ἀφροδισιάζοντες ἢ οἱ τοιοῦτοι δυσώδεις, οἱ δὲ παῖδες οὔ; καὶ τοῦ καλουμένου γράσου ὄζουσιν. ἢ τῶν πνευμάτων, ὥσπερ εἴρηται, τὰ μὲν τῶν παιδίων πέττει τὸ ὑγρὸν καὶ τοὺς ἱδρῶτας, οἱ δὲ τῶν ἀνδρῶν ἄπεπτοι; Διὰ τί ἐν τῷ θέρει οἱ μὲν ἄνδρες ἧττον δύνανται ἀφροδισιάζειν αἱ δὲ γυναῖκες μᾶλλον, καθάπερ καὶ ὁ ποιητὴς λέγει ἐπὶ τῷ σκολύμῳ “μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες.” πότερον ὅτι οἱ ὄρχεις καθίενται μᾶλλον ἢ ἐν τῷ χειμῶνι; ἀνάγκη δέ, εἰ μέλλει ἀφροδισιάζειν, ἀνασπάσαι. ἢ ὅτι αἱ θερμαὶ φύσεις ἐν τῷ θέρει συμπίπτουσιν ὑπερβάλλοντος τοῦ θερμοῦ, αἱ δὲ ψυχραὶ θάλπουσιν; ἔστι δὲ ὁ μὲν ἀνὴρ ξηρὸς καὶ θερμός, ἡ δὲ γυνὴ ψυχρὰ καὶ ὑγρά. τοῦ μὲν οὖν ἀνδρὸς ἠμαύρωται ἡ δύναμις, τῶν δὲ θάλλει ἐπανισουμένη τῷ ἐναντίῳ. Διὰ τί ἔνιοι ἀφροδισιαζόμενοι χαίρουσι, καὶ οἱ μὲν ἅμα δρῶντες, οἱ δʼ οὔ; ἢ ὅτι ἔστιν ἑκάστῃ περιττώσει τόπος εἰς ὃν πέφυκεν ἀποκρίνεσθαι κατὰ φύσιν, καὶ πόνου ἐγγινομένου τὸ πνεῦμα ἐξιὸν ἀνοιδεῖν ποιεῖ, καὶ συνεκκρίνει αὐτήν, οἷον τὸ μὲν οὖρον εἰς κύστιν, ἡ δʼ ἐξικμασμένη τροφὴ εἰς κοιλίαν, τὸ δὲ δάκρυον εἰς ὄμματα, μύξαι δʼ εἰς μυκτῆρας, αἷμα δὲ εἰς φλέβας. [5]
879b
ὁμοίως δὴ τούτοις καὶ ἡ γονὴ εἰς ὄρχεις καὶ αἰδοῖα. οἷς δὴ οἱ πόροι μὴ κατὰ φύσιν ἔχουσιν, ἀλλʼ ἢ διὰ τὸ ἀποτυφλωθῆναι τοὺς εἰς τὸ αἰδοῖον, οἷον συμβαίνει τοῖς εὐνούχοις καὶ εὐνουχίαις, ἢ καὶ ἄλλως, εἰς τὴν ἕδραν συρρεῖ ἡ τοιαύτη ἰκμάς· καὶ γὰρ διεξέρχεται ταύτῃ. σημεῖον δʼ ἐν τῇ συνουσίᾳ ἡ συναγωγὴ τοῦ τοιούτου τόπου καὶ ἡ σύντηξις τῶν περὶ τὴν ἕδραν. ἐὰν οὖν ὑπερβάλλῃ τις τῇ λαγνείᾳ, τούτοις ἐνταῦθα συνέρχεται, ὥστε ὅταν ἡ ἐπιθυμία γένηται, τοῦτʼ ἐπιθυμεῖ τῆς τρίψεως εἰς ὃ συλλέγεται. ἡ δʼ ἐπιθυμία καὶ ἀπὸ σιτίων καὶ ἀπὸ διανοίας γίνεται. ὅταν γὰρ κινηθῇ ὑφʼ ὁτουοῦν, ἐνταῦθα τὸ πνεῦμα συντρέχει, καὶ τὸ τοιοῦτο περίττωμα συρρεῖ οὗ πέφυκεν. κἂν μὲν λεπτὸν ᾖ ἢ πνευματῶδες, τούτου ἐξελθόντος, ὥσπερ αἱ συντάσεις τοῖς παισὶ καὶ τοῖς ἐν ἡλικία, ἐνίοτε οὐθενὸς ὑγροῦ ἐκκριθέντος, παύονται. ὅταν δὲ κατασβεσθῇ τὸ ὑγρόν. ἐὰν δὲ μηδέτερον τούτων πάθῃ, ἐπιθυμεῖ ἕως ἄν τι τούτων συμβῇ. οἱ δὲ φύσει θηλυδρίαι οὕτω συνεστᾶσιν ὥστʼ ἐκεῖ μὲν μὴ ἐκκρίνεσθαι ἢ ὀλίγην, οὗπερ τοῖς ἔχουσι κατὰ φύσιν ἐκκρίνεται, εἰς δὲ τὸν τόπον τοῦτον. αἴτιον δὲ ὅτι παρὰ φύσιν συνεστᾶσιν· ἄρσενες γὰρ ὄντες οὕτω διάκεινται ὥστε ἀνάγκη τὸν τόπον τοῦτον πεπηρῶσθαι αὐτῶν. πήρωσις δὲ ἡ μὲν ὅλως ποιεῖ φθόρον, ἡ δὲ διαστροφήν. ἐκείνη μὲν οὖν οὐκ ἔστιν· γυνὴ γὰρ ἂν ἐγένετο. ἀνάγκη ἄρα παρεστράφθαι καὶ ἄλλοθί που ὁρμᾶν τῆς γονικῆς ἐκκρίσεως. διὸ καὶ ἄπληστοι, ὥσπερ αἱ γυναῖκες· ὀλίγη γὰρ ἡ ἰκμάς, καὶ οὐ βιάζεται ἐξιέναι, καὶ καταψύχεται ταχύ. καὶ ὅσοις μὲν ἐπὶ τὴν ἕδραν, οὗτοι πάσχειν ἐπιθυμοῦσιν, ὅσοις δʼ ἐπʼ ἀμφότερα, οὗτοι καὶ δρᾶν καὶ πάσχειν· ἐφʼ ὁπότερα δὲ πλεῖον, τούτου μᾶλλον ἐπιθυμοῦσιν. ἐνίοις δὲ γίνεται καὶ ἐξ ἔθους τὸ πάθος τοῦτο. ὅσα γὰρ ἂν ποιῶσι, συμβαίνει αὐτοῖς χαίρειν καὶ προΐεσθαι τὴν γονὴν οὕτως. ἐπιθυμοῦσιν οὖν ποιεῖν οἷς ἂν ταῦτα γίνηται, καὶ μᾶλλον τὸ ἔθος ὥσπερ φύσις γίνεται. διὰ τοῦτο ὅσοι ἂν μὴ πρὸ ἥβης ἀλλὰ περὶ ἥβην ἐθισθῶσιν ἀφροδισιάζεσθαι, διὰ τὸ γίνεσθαι αὐτοῖς ἐν τῇ χρείᾳ τὴν μνήμην, ἅμα δὲ τῇ μνήμῃ τὴν ἡδονήν, διὰ δὲ τὸ ἔθος ὥσπερ πεφυκότες ἐπιθυμοῦσι πάσχειν· τὰ μέντοι πολλὰ καὶ τὸ ἔθος ὥσπερ πεφυκόσι γίνεται. [35]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top