940a
περὶ οὖν τὴν γῆν ὑπομένον τὸ θερμὸν ποιεῖ τὴν ἀλέαν. Διὰ τί ἐν τοῖς ὑψηλοῖς τῶν οἴκων ὁ ἀὴρ διευριπίζει, καὶ μάλιστα ταῖς εὐδίαις; ἢ διότι ὁ ἀὴρ πολύκενός τίς ἐστι τὴν σύγκρισιν. ὅταν οὖν ἄρξηται εἴσω ῥεῖν, συγχωρεῖ ὁ ἐν τῷ οἰκήματι ἀὴρ καὶ συστέλλεται. τούτου δὲ συμπίπτοντος τῷ χρόνῳ πολυκενώτερος γίνεται ὁ ἔξωθεν, καὶ χώραν πολλὴν ἴσχει. εἰς ταύτην οὖν τὴν χώραν πίπτει ὁ ἐκ τοῦ οἰκήματος ἀήρ, ὢν πλησίον, καὶ φέρεται εἰς ταύτην τὴν χώραν διὰ τὸ κρέμασθαι καὶ τὴν τοῦ κενοῦ φύσιν μὴ δύνασθαι ἀντιστηρίζειν. κατὰ πολλὰ δὲ αὐτοῦ μέρη τούτου συμβαίνοντος, ἕπεται αὐτῷ ὁ πλησίον διὰ τὴν πρόσοψιν· εἶτα πολλοῦ ἔξωθεν φερομένου ὁ μὲν ἔσω τόπος πολύκενος γίνεται, ὁ δὲ ἔξω πυκνότερος, καὶ πάλιν ἔξωθεν εἴσω φέρεται. καὶ ταῦτα ἀλλάσσονται. Κϛ. ΟΣΑ ΠΕΡΙ ΤΟΥΣ ΑΝΕΜΟΥΣ. Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφʼ ἑαυτὸν ἄγει τὰ νέφη; ἢ ὅτι ἀφʼ ὑψηλοτέρων τόπων πνεῖ; ἔστι γὰρ τὰ πρὸς ἕω ὑψηλότερα τῶν πρὸς ἑσπέραν· σημεῖον δὲ τὸ τῆς πρὸς ἑσπέραν θαλάττης μέγεθος καὶ βάθος. πνέων δὲ ἄνωθεν εἰς τοὐναντίον γραμμὴν ποιεῖ τῇ φορᾷ τὰ κοῖλα πρὸς τὴν γῆν ἔχουσαν. προσπίπτων δέ, ὡς εἴρηται, τοῖς πρὸς ἑσπέραν τῆς γῆς τόποις, καὶ συστέλλων τὰ νέφη διὰ τὸ τῆς γραμμῆς σχῆμα, τῇ ἐκεῖθεν ἀνακλάσει ἐπʼ αὐτὸν ὠθεῖ αὐτά. ποιεῖ δὲ μόνος τοῦτο τῶν λοιπῶν τῷ τοὺς μὲν ὑψηλοτέρους τοὺς δʼ ἐναντίους εἶναι τόπους, πρὸς οὓς ἐκ τοῦ κάτωθεν ἢ ἐπʼ εὐθείας τὴν φορὰν γίνεσθαι συμβαίνει, τὰ κυρτὰ πρὸς τὴν γῆν ἐχούσης, ὥστε ἀνάκλασιν μὴ γίνεσθαι τοῦ πνεύματος τῷ μὴ πρὸς τὴν γῆν ἐχούσης ἀέρα ἔχειν τὴν τελευτὴν τῆς φορᾶς, ἐν ᾧ οὐδὲ νέφη ἐστὶ περὶ τὴν γῆν· τοῖς δὲ ἧττον κοίλοις καὶ τῷ ἀπηλιώτῃ τῷ μὴ εἶναι ὑγρόν. ὥστε οὐ συνιστὰς ἧττον καταφανής ἐστιν αὐτοῦ ποιῶν τοῦτο ὃ ποιεῖ. Διὰ τί βορέαι μὲν ἐτήσιοι γίνονται, νότοι δὲ οὔ; ἢ γίνονται μὲν καὶ νότοι, ἀλλʼ οὐ συνεχεῖς, ὅτι πόρρω ἡμῶν ἡ ἀρχὴ τοῦ νότου ἐστίν, ὑπὸ δὲ τῷ βορέᾳ οἰκοῦμεν; ἔτι οἱ μὲν ἐτησίαι βορέαι καθεστηκότος τοῦ ἀέρος πνέουσι (θέρους γὰρ πνέουσιν), οἱ δὲ νότοι ἦρος, ὅθʼ ἧττον ἕστηκε τὰ περὶ τὸν ἀέρα. [35]
940b
πρὸς δὲ τούτοις ὁ μὲν νότος ὑγρός, τῷ δʼ ὑγρῷ ὁ ἄνω τόπος ἀλλότριός ἐστιν· διὸ ταχὺ διαλύεται τὰ ἐν αὐτῷ συνιστάμενα ὑγρά. καὶ τὰ ὑγρὰ πλανητικά ἐστιν, ὥστε οὐ μένων ἐν ταὐτῷ τόπῳ συμμεθίστησι καὶ τὴν τοῦ ἀέρος κίνησιν. κινουμένου δὲ μὴ ἐν ταὐτῷ πνεύματα ἄλλα συμβαίνει γίνεσθαι· ἔστι γὰρ πνεῦμα ἀέρος κίνησις. Διὰ τί νότος πνεῖ μετὰ πάχνην; ἢ διότι ἡ μὲν πάχνη γίνεται πέψεως γινομένης, μετὰ δὲ τὴν πέψιν καὶ τὴν ἀποκάθαρσιν ἡ μεταβολὴ εἰς τοὐναντίον γίνεται; ἐναντίον δὲ τῷ βορρᾷ νότος ἐστίν. διὰ ταὐτὸ δὲ καὶ μετὰ τὴν χιόνα πνεῖ νότος. ὅλως δὲ καὶ ἡ χιὼν καὶ ἡ χάλαζα καὶ τὸ ὕδωρ καὶ πᾶσα ἡ τοιαύτη ἀποκάθαρσις πέψεως σημεῖόν ἐστιν. διὸ καὶ μετὰ τὸν ὑετὸν καὶ τὰς τοιαύτας χειμασίας πίπτει τὰ πνεύματα. Διὰ τί αἱ τροπαὶ πνέουσιν; ἢ διὰ τὸ αὐτὸ ὃ καὶ οἱ εὔριποι ῥέουσιν; μέχρι γὰρ τοῦ ῥεῖν καὶ ἡ θάλαττα φέρεται καὶ ὁ ἀήρ· εἶθʼ ὅταν ἀντιπέσῃ καὶ μηκέτι δύνηται τὰ ἀπόγεια προάγειν διὰ τὸ μὴ ἰσχυρὰν ἔχειν τὴν ἀρχὴν τῆς κινήσεως καὶ φορᾶς, πάλιν ἀνταποδίδωσιν. Διὰ τί αἱ τροπαὶ ἐκ τῆς θαλάττης εἰσίν; ἢ ὅτι ἡ θάλαττα πλησίον; ἢ ὅτι ἐναντίον ἐστὶ τῇ ἀπογείᾳ ἡ τροπαία, καὶ ἔστιν ἡ τροπαία οἷον ἀναστροφὴ ἀπογείας. ἡ δὲ ἀπογεία τὸ ἐκ τῆς γῆς πρὸς τὴν θάλατταν πνεῦμα γινόμενον, ἡ δὲ τροπαία ἡ τούτου παλίρροια. ὥστε ἀνάγκη ἐκ θαλάττης εἶναι. [ἢ ἡ θάλαττά ἐστι] διὰ τὸ εἰς τὴν θάλατταν ἀθροισθῆναι τὸν ῥυέντα ἀέρα; τοῦ δὲ μὴ εἰς τὴν γῆν τοῦτο συνίστασθαι καὶ τοῦ ἀνακάμπτειν ἀπιὸν αἴτιον, ὅτι ἡ θάλαττα ἐν κοίλῳ ἐστίν· ὁ δὲ ἀήρ, ὥσπερ τὸ ὕδωρ, ῥεῖ ἀεὶ εἰς τὸ κοιλότατον. Διὰ τί οἱ ἐκνεφίαι ὕδατος γενομένου θᾶττον παύονται; ἢ ὅτι αἱ κοιλίαι συμπίπτουσι τοῦ νέφους, ὕδατος γενομένου, ἐν αἷς ἡ ἀρχὴ τοῦ πνεύματος συνίσταται; Διὰ τί οὐχ οἱ αὐτοὶ ἄνεμοι πανταχοῦ ὑέτιοί εἰσιν; ἢ ὅτι οὐχ οἱ αὐτοὶ πανταχοῦ πρὸς ὄρη ἀντιπνέουσιν, ἀλλʼ ἕτεροι κεῖνται πρὸς ἕτερα ὄρη; οἷον γὰρ πρὸς ἀνάντη μόλις ῥεόντων, ἐνταῦθα ὑφίσταται μᾶλλον τὰ νέφη, οὗ ἀδυνατεῖ ἔτι προωθεῖν αὐτὰ ἄνεμος. ὑφιστάμενα δὲ καὶ πιεζόμενα ῥήγνυται. Διὰ τί αἱ μὲν καθαραὶ δύσεις εὐδιεινὸν σημεῖον, αἱ δὲ τεταραγμέναι χειμερινόν; ἢ ὅτι χειμὼν γίνεται συνισταμένου καὶ πυκνουμένου τοῦ ἀέρος; ὅταν μὲν οὖν κρατῇ ὁ ἥλιος, διακρίνει καὶ αἰθριάζει αὐτόν, ὅταν δὲ κρατῆται, ἐπινεφῆ ποιεῖ. [5]
941a
ἐὰν μὲν οὖν ἰσχυρὰ ᾖ ἡ σύστασις, εὐθὺς ἡμέρας γίνεται χειμών· ἐὰν δὲ ἀσθενεστέρα, μὴ παντάπασι δὲ κρατουμένη, τὸ συνιστάμενον ἐξωθεῖται πρὸς τὰς δύσεις. ἐνταῦθα δὲ μένει διὰ τὸ παχύτατον εἶναι τὸν περὶ τὴν γῆν ἀέρα τοῦ χειμῶνος. ταχὺ δὲ συνίσταται καὶ ὁ ἄλλος διὰ τὸ ἔχειν ἀρχὴν καὶ ἔρεισμα, ὃ δέξεται καὶ ἀθροίσει τὸ προσιὸν καθάπερ ὄρθρος· ὥσπερ γὰρ ἐν τροπῇ ἑνὸς ἀντιστάντος καὶ οἱ ἄλλοι μένουσιν, οὕτω καὶ ἐπὶ τοῦ ἀέρος. διὸ ταχὺ καὶ ἐξαίφνης ἐνίοτε γίνεται καὶ ἐπινέφελα. ὅταν οὖν αἱ δύσεις τεταραγμέναι ὦσι, σημεῖόν ἐστιν ἰσχυρὸν ὅτι οὐ κεκράτηκεν ὁ ἥλιος τῆς συστάσεως, πολὺν χρόνον ἐναντιούμενος αὐτῇ, ὥστε εἰκότως ἔστι συστῆναι πλέον. καὶ ἧττον δέ ἐστι φοβερόν, ὅταν προχειμάσαντος ἢ ὅταν ἐξ εὐδίας τοῦτο συμβῇ. ἐκείνως μὲν γὰρ ἔοικεν ὥσπερ ὑπόλειμμά τι εἶναι, οὕτω δὲ ἀρχὴ συστάσεως. Διὰ τί λέγεται “οὔ ποτε νυκτερινὸς βορέας τρίτον ἵκετο φέγγος;” ἢ διότι ἀσθενῆ τὰ πνεύματα τὰ ἀπὸ τῆς ἄρκτου, ὅταν ᾖ νυκτερινά; σημεῖον γὰρ ὅτι οὐ πολὺς ὁ κινηθεὶς ἀήρ, τὸ τηνικαῦτα πνεῦσαι, ὅτε ὀλίγη θερμότης ὑπῆρχεν· ἡ δὲ ὀλίγη ὀλίγον ἐκίνει ἀέρα. τελευτᾷ δὲ ἐν τρισὶ πάντα, καὶ τὰ ἐλάχιστα ἐν τῇ πρώτῃ τριάδι, ὥστε καὶ τοῦτο τὸ πνεῦμα. Διὰ τί ὁ βορέας πυκνότερον πνεῖ ἢ ὁ νότος; ἢ ὅτι ὁ μὲν βορέας γειτνιῶν τῇ οἰκουμένῃ οὐ λανθάνει ὀλιγοχρόνιος ὤν (ἅμα γὰρ πνεῖ καὶ πάρεστιν), ὁ δὲ νότος οὐκ ἀφικνεῖται διὰ τὸ πόρρωθεν πνεῖν. Διὰ τί ὁ νότος ἧττον μετὰ χειμερινὰς νύκτας πνεῖ ἢ μεθʼ ἡμέρας; ἢ ὅτι καὶ τῆς νυκτὸς ὁ ἥλιος ἐγγύς ἐστι τῇ πρὸς νότον χώρᾳ, καὶ ἀλεεινότεραι αἱ νύκτες ἐκεῖ ἢ πρὸς ἄρκτον αἱ ἡμέραι; ὥστε πολὺς κινεῖται ὁ ἀήρ, καὶ οὐθὲν ἐλάττων ἢ μεθʼ ἡμέραν· ἀλλʼ αἱ θερμότεραι ἡμέραι κωλύουσι μᾶλλον πνεῖν, ξηραίνουσαι τὰς ὑγρότητας. Διὰ τί ἐπὶ κυνὶ ὁ νότος πνεῖ, καὶ τοῦτο ὥσπερ τι ἄλλο γίνεται τεταγμένως; ἢ διότι θερμὰ τὰ κάτω, τοῦ ἡλίου πόρρω ὄντος, ὥστε πολλὴ ἡ ἀτμὶς γίνεται; καὶ πολλοὶ δὴ ἔπνεον, εἰ μὴ διὰ τοὺς ἐτησίας. [35]
941b
νῦν δὲ οὗτοι κωλύουσιν. ἢ ὅτι ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ; δῆλον οὖν ὅτι πνεύματα μάλιστα ἐπὶ τούτῳ καὶ μετʼ αὐτόν. ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπʼ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν. ἐπεὶ δὲ εἴθισται μάλιστα ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία μεταβάλλειν, πρὸ κυνὸς δὲ οἱ πρόδρομοι πνέουσιν ὄντες βορέαι, εἰκότως μετὰ κύνα νότος πνεῖ, ἐπειδὴ ἐπισημαίνει μέν, ἐπιτέλλουσι δὲ τοῖς ἄστροις. τὸ δὲ ἐπισημαίνειν ἐστὶ μεταβολὴν τοῦ ἀέρος ποιεῖν· μεταβάλλει δὲ πάντα εἰς τοὺς ἐναντίους ἢ τοὺς ἐπὶ δεξιὰ ἀνέμους τὰ πνεύματα. ἐπεὶ δὲ βορέας εἰς τοὺς ἐπιδεξίους μεταβάλλει, εἴη ἂν αὐτῷ λοιπὸν εἰς νότον μεταβάλλειν. ἔστι δὲ καὶ ἡ μετὰ τὰς χειμερινὰς τροπὰς πεντεκαιδεκάτη νότιος, διὰ τὸ τὰς μὲν τροπὰς ἀρχήν τινα εἶναι, κινεῖν δὲ τὸν κατʼ αὐτὴν μάλιστα ἀέρα τὸν ἥλιον, εἶναι δὲ ἐν ταύταις ταῖς τροπαῖς πρὸς νότον. καθάπερ οὖν καὶ τὰ ἀπʼ ἀνατολῆς κινῶν ἀπηλιώτας ἀνέμους ἤγειρεν, οὕτω καὶ τὰ ἀπὸ μεσημβρίας κινῶν νότους ἐγείρει. οὐκ εὐθὺ δὲ ἀπὸ τροπῶν ποιεῖ τοῦτο διὰ τὸ βραχυτάτας ποιεῖσθαι τὰς μεταστάσεις τότε, ἀλλʼ ἐν τῇ πεντεκαιδεκάτῃ διὰ τὸ τὸν χρόνον τοῦτον συμμέτρως ἔχειν τῇ κατὰ τὴν μετάστασιν πρώτῃ φαντασίᾳ· ὅλου γάρ ἐστι μέρος εὐσημότατον ὁ εἰρημένος χρόνος. Διὰ τί ἐπὶ Ὠρίωνι γίνονται αἰόλοι μάλιστα αἱ ἡμέραι καὶ ἀκαιρίαι τῶν πνευμάτων; ἢ ὅτι ἐν μεταβολῇ ἀεὶ πάντα ἀοριστεῖ μάλιστα, ὁ δʼ Ὠρίων ἀνατέλλει μὲν ἐν ἀρχῇ ὀπώρας, δύνει δὲ χειμῶνος, ὥστε διὰ τὸ μήπω καθεστάναι μίαν ὥραν, ἀλλὰ τὴν μὲν γίνεσθαι τὴν δὲ παύεσθαι, διὰ ταῦτα ἀνάγκη καὶ τὰ πνεύματα ἀκατάστατα εἶναι διὰ τὸ ἐπαμφοτερίζειν τὰ ἐξ ἑκατέρας. καὶ χαλεπὸς δὴ λέγεται καὶ δύνων καὶ ἀνατέλλων ὁ Ὠρίων διὰ τὴν ἀοριστίαν τῆς ὥρας· ἀνάγκη γὰρ ταραχώδη εἶναι καὶ ἀνώμαλον. Διὰ τί ὁ νυκτερινὸς βορέας τριταῖος λήγει; πότερον ὅτι ἀπὸ μικρᾶς καὶ ἀσθενοῦς ἀρχῆς, ἡ τρίτη δὲ κρίσιμος; ἢ ὅτι ἀθρόος ἡ ἔκχυσις, ὥσπερ τῶν ἐκνεφιῶν; ταχεῖα οὖν ἡ παῦλα. Διὰ τί βορέαι πλεῖστοι πνέουσι τῶν ἀνέμων; ἢ διὰ τὸ πρὸς τούτῳ τὴν οἰκουμένην τῷ τόπῳ ὑποκεῖσθαι ὄντι ὑψηλῷ καὶ ἔξω τροπῶν καὶ πλήρει χιόνος, ἣ οὐδέποτε ἔνια ὄρη λείπει; τὸ πολὺ οὖν ὑγραινομένων τῶν πεπηγότων πολλάκις πνεῦμα γίνεται. [35]
942a
τοῦτο δέ ἐστι βορέας, τὸ ἐκ τῶν ἀπὸ τῆς ἄρκτου τόπων πνεῦμα. Διὰ τί οἱ νότοι πνέουσι μὲν χειμῶνος καὶ ἔαρος ἀρχομένου καὶ μετοπώρου λήγοντος, εἰσὶ δὲ κυματοειδεῖς καὶ συνεστραμμένοι, καὶ τοῖς ἐν Λιβύῃ ὁμοίως ψυχροὶ ὡς οἱ βορέαι ἐνταῦθα; ἢ διότι πλησίον τοῦ ἡλίου ὄντος ἀνάγκη κινεῖσθαι τὰ πνεύματα; ὁ δὲ ἥλιος τοῦ χειμῶνος πρὸς νότον φέρεται, καὶ τοῦ μὲν ἔαρος ἀρχομένου τοῦ δὲ μετοπώρου τελευτῶντος ἤδη θερμαίνει, τὸ δὲ θέρος πρὸς βορέαν φέρεται, ἐκείνους δὲ ἀπολείπει τοὺς τόπους. θερμὸς δέ ἐστι διὰ τὸ μίγνυσθαι τὸ πνεῦμα τῷ κατὰ Λιβύην ἀέρι θερμῷ ὄντι· καὶ διὰ τοῦτο μεγαλοκύμων νοτίζειν ποιεῖ τὸ θέρος, ἐμπίπτων εἰς τὴν θάλατταν. Διὰ τί ὁ νότος δυσώδης; ἢ ὅτι ὑγρὰ καὶ θερμὰ ποιεῖ τὰ σώματα, ταῦτα δὲ σήπεται μάλιστα; οἱ δὲ ἐκ τῆς θαλάττης νότοι ἀγαθοὶ φυτοῖς· ἐκ θαλάττης γὰρ αὐτοῖς προσπίπτει. καὶ τῆς Ἀττικῆς τῷ Θριασίῳ πεδίῳ αἴτιον, διότι ἀπεψυγμένος ἀφικνεῖται. αἱ δʼ ἐρυσίβαι γίνονται ὑπὸ ὑγρότητος θερμῆς μὲν ἀλλοτρίας δέ. Διὰ τί ἄνεμος γίνεται πρὸ τῶν ἐκλείψεων ὡς τὰ πολλά, ἀκρόνυχον μὲν πρὸ τῶν μεσονυκτίων ἐκλείψεων, μεσονύκτιον δὲ πρὸ τῶν ἑώων; ἢ διότι ἀμαυροῦται τὸ θερμὸν τὸ ἀπὸ τῆς σελήνης διὰ τὸ πλησίον ἤδη φορὰν εἶναι, ἐν ᾧ γενομένῳ ἔσται ἡ ἔκλειψις; ἀνιεμένου οὖν ᾧ κατείχετο ὁ ἀὴρ καὶ ἠρέμει, πάλιν κινεῖται καὶ γίνεται πνεῦμα τῆς ὀψιαίτερον ἐκλείψεως ὀψιαίτερον. Διὰ τί ὁ νότος οὐκ ἀρχόμενος ἀλλὰ λήγων ὑέτιος; πότερον ὅτι πόρρωθεν συνάγει τὸν ἀέρα; γίνεται δὲ συνιστάντος τὸ ὕδωρ, συνίσταται δὲ ὕστερον ἢ ἄρχεται. ἢ ὅτι ἀρχομένου θερμός ἐστιν ὁ ἀὴρ ἔτι διὰ τὸ ἐκ τοιούτου ἐληλυθέναι, ἐπιχρονιζόμενος δὲ ψυχθεὶς συνίσταται μᾶλλον εἰς ὕδωρ. Διὰ τί ὁ νότος, ὅταν μὲν ἐλάττων ᾖ, αἴθριός ἐστιν, ὅταν δὲ μέγας, νεφώδης καὶ χρονιώτερος; πότερον, ὥσπερ τινὲς λέγουσι, διὰ τὴν ἀρχήν; ἐὰν μὲν γὰρ ἀπʼ ἐλάττονος, αἴθριος, ἐὰν δὲ ἀπὸ πλείονος ὁρμήσῃ, νεφελώδης. ἢ ὅτι ἐλάττων ἀρχόμενός ἐστιν, ὥστε οὐ πολὺν ἀέρα ὠθεῖ, ἐπὶ τέλει δὲ εἴωθε γίνεσθαι μέγας. [35]
942b
διὸ καὶ παροιμιάζονται “ἀρχομένου γε νότου καὶ λήγοντος βορέαο.” Διὰ τί προΐεται τοῦ χειμῶνος ἀπὸ τῆς ἕω τὰ πνεύματα, τοῦ θέρους δὲ καὶ ἀφʼ ἑσπέρας; ἢ ὅτι ὅταν μηκέτι κρατῇ ὁ ἥλιος, ἀφιέμενος ὁ ἀὴρ ῥεῖ; δύνων τε οὖν καταλείπει νέφη, ἀφʼ ὧν οἱ ζέφυροι· καὶ ὅσον ἂν ἐπαγάγῃ ἐκείνοις τοῖς ἐν τῷ κάτω ἡμισφαιρίῳ οἰκοῦσιν, ἑωθινὸν πνεῦμα γίνεται. τἀναντία δέ, ὅταν δύνῃ ἐν τῷ κάτω μέρει, ἐκείνοις τε ζεφύρους ποιήσει καὶ ἐνταῦθα ἑωθινὸν πνεῦμα ἀπὸ τοῦ ἑπομένου ἀέρος αὐτῷ. διὰ τοῦτο κἂν καταλάβῃ ἄλλον ἄνεμον, μείζων γίνεται αἰρομένου, ὅτι προσέθηκεν. Διὰ τί οἱ κύνες τὰ ἴχνη ἥκιστα εὑρίσκουσι ζεφύρου πνέοντος; ἢ διότι μάλιστα συγχεῖ διὰ τὸ συνεχέστατος εἶναι τῶν ἀνέμων καὶ μάλιστα ὑπὸ τὴν γῆν πνεῖν; Διὰ τί, ὅταν ἀστέρες διάττωσιν, ἀνέμου σημεῖον; ἢ ὅτι ὑπὸ τοῦ πνεύματος φέρονται, καὶ πρότερον ἐκεῖ γίνεται πνεῦμα ἢ παρʼ ἡμῖν; διὸ καὶ ἀφʼ οὗ ἂν τόπου φέρωνται οἱ ἀστέρες, ἐν τούτῳ καὶ τὸ πνεῦμα γίνεται. Διὰ τί μεγίστας νεφέλας τῶν ἀνέμων ὁ ζέφυρος ἄγει; ἢ διότι ἐκ πελάγους πνεῖ καὶ κατὰ τὴν θάλατταν; ἐκ πολλοῦ οὖν καὶ συνάγει. Διὰ τί οἱ ἐπὶ τέλει ἄνεμοι μέγιστοι; ἢ ὅτι ὅταν ἀθρόοι ἐκπνεύσωσιν, ὀλίγον τὸ θερμόν; Διὰ τί, ἐὰν περὶ ἰσημερίαν λὶψ πνεύσῃ, ὕδωρ γίνεται; ἢ ὅτι καθʼ ὃν ἂν ᾖ ὁ ἥλιος τόπον τοῦ κόσμου, τὰ ἐντεῦθεν πνεύματα κινεῖ; διὸ καὶ ἡ τῶν πνευμάτων περίστασις κατὰ τὴν τοῦ ἡλίου φορὰν γίνεται. ἐπεὶ δʼ ἡ ἰσημερία μεθόριόν ἐστι χειμῶνος καὶ θέρους, ὅταν συμβῇ τὸν ἥλιον κατὰ τὴν ἡμῖν φαινομένην ἰσημερίαν ὑπερβεβληκέναι ἢ ἐκλείπειν τοῦ ἀκριβοῦς ὅρου καὶ εἶναι μᾶλλον ἐν τοῖς χειμερίοις, συμβαίνει τοὺς ἐκ τούτου τοῦ μέρους ἀνέμους πνεῖν, ὧν ἐστὶ πρῶτος λίψ, ὢν ὑγρὸς φύσει. ὄντος δὲ τοῦ ἡλίου μᾶλλον ἐν τῷ χειμερίῳ μέρει τοῦ κόσμου, καὶ κινοῦντος τὰ ἐν αὐτῷ πνεύματα, τὰ χειμῶνος ἔργα συμβαίνει γίνεσθαι· τούτων δέ ἐστιν ὁ ὄμβρος. ἔτι δὲ ἐπειδὴ ἡ ἰσημερία ἐστὶ καθάπερ χειμὼν καὶ θέρος ἰσοκρατής, ἐὰν ὁποτερῳοῦν αὐτῶν τι προστεθῇ, εὔσημον τὴν ῥόπην ποιεῖ, καθάπερ ἐπὶ τῶν ἰσαζόντων ζυγῶν. [35]
943a
ἐπεὶ δὲ ὁ λὶψ ἔκ τε τῆς χειμερίου τάξεώς ἐστι καὶ ὑγρὸς φύσει, προστεθεὶς ἐν τῇ ἰσημερίᾳ ῥοπὴν χειμῶνος ἐποίησε καὶ ὄμβρον· ὁ γὰρ ὄμβρος χειμών ἐστιν οἰκειότατος τῷ πνεύσαντι πνεύματι. Διὰ τί ὁ νότος καὶ ὁ εὖρος θερμότεροι ὄντες τῶν ἐναντίων, ὁ μὲν τοῦ βορέου, ὁ δὲ τοῦ ζεφύρου, ὑδατωδέστεροί εἰσιν; καίτοι διὰ ψυχρότητα ὕδωρ ἐξ ἀέρος γίνεται. οὐ γὰρ διὰ τὸ ἀπωθεῖν τὸν βορέαν ἐντεῦθεν γίνεται τὰ νέφη· ὁ γὰρ ζέφυρος καὶ ὁ εὖρος ἀπάγουσιν ἄμφω (ὁμοίως γὰρ πλάγιοι), καὶ οἱ ἄλλοι δὲ πάντες, ὅθεν πνέουσιν. πότερον ὅτι ἀντιπεριίσταται τὸ ψυχρὸν εἴσω μᾶλλον, ὅταν ᾖ ἔξω τὸ θερμὸν μᾶλλον; ἢ ἔστι μέν τι καὶ διὰ τὸ ὅθεν πνέουσιν, αἰθρίους εἶναι; καὶ γὰρ εὖρος ἀπʼ ἠοῦς ἐστίν. ἥδε δὲ ἡ χώρα πρὸς ἑσπέραν κεῖται, καὶ ζέφυρος. ἀλλὰ καὶ διότι πρότερον θερμαινόμενος ὁ ἀήρ, ὥσπερ καὶ τὰ ὕδατα, τάχιστα καὶ μάλιστα ψύχεται. φέρεται οὖν ὁ μὲν ἀπὸ τοῦ εὔρου ἀπʼ ἀνατολῆς ἀὴρ θερμός, ὁ δὲ ἀπὸ τοῦ νότου ἀπὸ μεσημβρίας. ὅταν οὖν ἔλθωσιν εἰς τὸν ψυχρότερον τόπον, ταχὺ πήγνυνται καὶ συνίστανται εἰς ὕδωρ. καὶ μᾶλλον ὁ εὖρος ποιεῖ ὕδωρ, ὅτι ἀπὸ τοῦ ἡλίου μᾶλλον φέρει τὸν ἀέρα, καὶ ὁμοίως θερμόν. ὁ δὲ νότος λήγων ὑδατώδης, ὅτι ψυχρὸς ὁ πρῶτος φερόμενος ἀὴρ ἀπὸ τῆς θαλάττης, ὁ δὲ τελευταῖος διάθερμος ὢν ἀπὸ τῆς γῆς κομίζει. ἢ οὐ μόνον τοῦτʼ αἴτιον, ἀλλʼ ὅτι καὶ μείζων λήγων ὁ νότος γίνεται; διὸ καὶ ἡ παροιμία εἰς αὐτὸν “ἀρχομένου τε νότου.” οἱ δὲ μείζους ψυχρότεροι. ὥστε πηγνύει ὕστερον τὰ νέφη. ἢ διὰ τοῦτο ὑδατωδέστερος ἢ ἀρχόμενος; Διὰ τί οἱ ἄνεμοι ξηραίνουσι ψυχροὶ ὄντες; ἢ διότι ἀτμίζειν ποιοῦσιν οἱ ψυχρότεροι; διὰ τί δὲ μᾶλλον ἢ ὁ ἥλιος; ἢ διότι ἀπάγουσι τὴν ἀτμίδα, ὁ δὲ ἥλιος καταλείπει; ὑγραίνει μὲν οὖν μᾶλλον, ξηραίνει δὲ ἧττον. Διὰ τί ὁ καικίας μόνος τῶν ἀνέμων ἐφʼ ἑαυτὸν ἄγει τὰ νέφη, ὥσπερ καὶ ἡ παροιμία λέγει “ἕλκων ἐφʼ αὑτὸν ὥσπερ καικίας νέφος.” οἱ γὰρ ἄλλοι, ὅθεν ἂν πνέωσιν, ἐνταῦθα ἀναστέλλουσιν. πότερον αἴτιον ὅτι ἅμα ὁ ἐναντίος πνεῖ; ἢ οὐκ ἂν ἐλάνθανεν, ἀλλὰ πέφυκε τὸ πνεῦμα κύκλου γραμμὴν φέρεσθαι; οἱ μὲν οὖν ἄλλοι περὶ τὴν γῆν πνέουσιν· τοῦτο δὲ τὸ κοῖλον τῆς γραμμῆς πρὸς τὸν οὐρανὸν καὶ οὐκ ἐπὶ τὴν γῆν ἐστίν, ὥστε ἐπὶ τὴν ἀρχὴν πνέων ἐφʼ ἑαυτὸν τὰ νέφη ἄγει. [35]
943b
Διὰ τί ἀπὸ μὲν τῆς θαλάττης οὐκ ἀποπνεῖ ἕωθεν ψυχρόν, ἀπὸ δὲ τῶν ποταμῶν; ἢ ὅτι ἡ μὲν θάλαττά ἐστιν ἐν ἀναπεπταμένοις τόποις, οἱ δὲ ποταμοὶ ἐν στενοῖς; ἡ οὖν ἀπὸ τῆς θαλάττης αὔρα εἰς πολὺν τόπον σκίδναται, ὥστε εἶναι ἀσθενής, ἡ δὲ ἀπὸ τῶν ποταμῶν ἀθρόως φέρεται καὶ μᾶλλον ἰσχύει, διὸ μᾶλλον εἰκότως φαίνεται ψυχρά. ἢ οὐ τοῦτʼ ἐστὶν αἴτιον, ἀλλʼ οἱ μὲν ποταμοὶ ψυχροί εἰσιν, ἡ δὲ θάλαττα οὔτε θερμὴ οὔτε ψυχρά; γίνεται δὲ ἡ αὔρα καὶ ἀποπνοὴ θερμαινομένων ἢ ψυχομένων· ὁπότερον γὰρ ἂν τούτων πάσχῃ, ἐξαεροῦται, ἐξαερουμένου δὲ τοῦ ὕδατος ὁ ἀὴρ γινόμενος φέρεται, ὅ ἐστιν αὔρα. τὸ μὲν οὖν ἀπὸ τῶν ψυχρῶν ψυχρὸν εἰκότως ἀποπνεῖ, τὰ δὲ ἀπὸ τῶν σφόδρα θερμῶν ἀποπνέοντα ψύχεται καὶ γίνεται ψυχρά. τοὺς μὲν οὖν ποταμοὺς ψυχροὺς ἅπαντας εὕροι τις ἄν, ἡ δὲ θάλαττα οὔτε ψυχρὰ οὔτε θερμὴ σφόδρα ἐστίν. οὔτε οὖν τὸ ἀποπνέον ψυχρὸν ἀπʼ αὐτῆς ἐστί, διὰ τὸ μὴ ψυχρὰν εἶναι σφόδρα, οὔτε ψύχεται ταχύ, διὰ τὸ μὴ θερμὴν εἶναι σφόδρα. Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων, καὶ οἷον καὶ Ὅμηρος ἐν τῷ Ἠλυσίῳ πεδίῳ, “ἀλλʼ αἰεὶ ζεφύροιο διαπνείουσιν ἀῆται;” ἢ πρῶτον μὲν ὅτι ἔχει τὴν τοῦ ἀέρος κρᾶσιν; οὔτε γὰρ θερμὸς ὥσπερ οἱ ἀπὸ μεσημβρίας καὶ ἕω, οὔτε ψυχρὸς ὥσπερ οἱ ἀπὸ τῆς ἄρκτου, ἀλλʼ ἐν μεθορίῳ ἐπὶ τῶν ψυχρῶν καὶ θερμῶν πνευμάτων· γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοινωνεῖ, διὸ καὶ εὔκρατός ἐστι καὶ πνεῖ ἔαρος μάλιστα. ἔτι τὰ πνεύματα περιίσταται ἢ εἰς τἀναντία ἢ εἰς τὰ δεξιά. μετὰ οὖν τὸν βορέαν πνέων (ἐπὶ δεξιὰ γὰρ ὁ τόπος) εὐδοκιμεῖ, ὥσπερ παρὰ χαλεπὸν πρᾶος. καὶ ἅμα ὅταν ἀποχειμάσῃ, εὐδία εἴωθε γίνεσθαι ὡς ἐπὶ τὸ πολύ. ὁ δὲ βορέας χειμέριος ἄνεμος. [καὶ ὁ ἀπηλιώτης δὲ ἐν τῷ μέσῳ ὢν τῶν θερμῶν καὶ τῶν ψυχρῶν πνευμάτων ἧττον αὐτοῖς κοινωνεῖ. ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότου πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς. ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νοτίων, καὶ πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων. [35]
944a
διὸ τῶν μὲν τὴν τελευτὴν τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν αὑτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι.] Διὰ τί ἐπὶ κυνὶ νότος πνεῖ; ἢ ὅτι ἐπὶ πᾶσι μὲν σημαίνει τοῖς ἄστροις δυομένοις ἢ ἐπιτέλλουσιν, οὐχ ἥκιστα δὲ ἐπὶ τούτῳ; δῆλον οὖν ὅτι πνεύματα μάλιστα ἐπὶ τούτῳ καὶ μετʼ αὐτόν. ἐπεὶ δὲ πνίγει, καὶ πνεύματα εἰκότως ἐπʼ αὐτῷ τὰ θερμότατα κινεῖται· ὁ δὲ νότος θερμός ἐστιν. ἐπεὶ δὲ—χρόνος. (p. 941b 4—23.) Διὰ τί ὁ ζέφυρος πρὸς τὴν δείλην πνεῖ, πρωῒ δὲ οὔ; ἢ αἴτιος μέν ἐστιν ὡς ἐπὶ τὸ πολὺ τῶν πνευμάτων ὁ ἥλιος ἀνατέλλων καὶ δύνων; ὅταν γὰρ ὑγρὸν ὄντα τὸν ἀέρα διαθερμαίνων πέττῃ καὶ διακρίνῃ, εἰς πνεῦμα διακρίνει· ἐὰν δὲ ᾖ πνευματώδης ὁ ἀήρ, ἔτι μᾶλλον ἐκπνευματοῦται ὑπὸ τοῦ ἡλίου. ὅταν μὲν οὖν ἐπʼ ἀνατολῇ ᾖ ὁ ἥλιος, πόρρω ἐστὶ τοῦ ζεφύρου· ἀπὸ γὰρ δυσμῶν πνεῖ. ὅταν δὲ περὶ τὸ δύνειν ἤδη, τότε διακεκριμένον ἐστὶ τὸ πνεῦμα τελέως. ἀπὸ δὲ μέσου ἡμέρας καὶ πρὸς τὴν δείλην συμμετρότατα ἔχει πρὸς τὸ διαθερμᾶναι καὶ διακρῖναι. διὰ ταῦτα δὲ καὶ ὁ ἀπηλιώτης πρωῒ ἄρχεται πνεῖν· τοῦ γὰρ ὑπὲρ γῆς ἀέρος τῆς νυκτὸς ἐξυγραινομένου καὶ τῇ γῇ πλησιάσαντος διὰ βάρος, ἕωθεν διακρίνων αὐτὸν ὁ ἥλιος τὸν καθʼ αὑτὸν κινεῖ πρῶτον. τὸ δὲ ἀπὸ τοῦ ἡλίου πνεῦμα ἀνατέλλοντος ἐντεῦθεν ἀπηλιώτης καλεῖται. Διὰ τί αἰρομένου τοῦ ἡλίου καὶ αὐξάνεται καὶ πίπτει τὰ πνεύματα; ἢ ὅτι τὸ πνεῦμά ἐστιν ἤτοι τοῦ ἀέρος ἢ τοῦ ἀναχυθέντος ὑγροῦ κίνησις; αὕτη δὲ ὅταν μὲν ἐλάττων ᾖ, ταχὺ καταναλίσκεται ὑπὸ τοῦ ἡλίου, ὥστε οὐ γίνεται πνεῦμα· ὅταν δὲ πλείων, κινεῖται μᾶλλον τοῦ ἡλίου ἀνατείλαντος· ὁ γὰρ ἥλιος ἀρχὴ τῶν κινήσεών ἐστιν. Διὰ τί ὁ ζέφυρος τῆς δείλης πνεῖ; ἢ ἅπαντα τὰ πνεύματα τοῦ ἡλίου διαχέοντος τὸ ὑγρὸν γίνεται; τότε γὰρ συνεστηκός, ὅταν ἡ τοῦ θερμοῦ δύναμις πλησιάζῃ, ἐξάπτει. ὁ δὲ ζέφυρος ἀφʼ ἑσπέρας πνεῖ. εἰκότως οὖν τῆς δείλης γίνεται· τότε γὰρ ὁ ἥλιος εἰς τὸν τόπον αὐτοῦ ἀφικνεῖται. καὶ ὁ βορέας καὶ ὁ νότος διὰ τοῦτο πλειστάκις πνέουσιν, ὅτι τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου κρατούμενον κατʼ εὐθυωρίαν ἥκιστα δύναται διαμένειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ πλαγίου. ὁ μὲν οὖν νότος καὶ βορέας ἐκ τῶν ἐφʼ ἑκάτερα τόπων τῆς τοῦ ἡλίου φορᾶς πνέουσιν, οἱ δὲ ἄλλοι μᾶλλον ἐκ τοῦ κατʼ ἀντικρύ. [35]
944b
Πότερον τὸ πνεῦμα ἀπὸ πηγῆς τινὸς φέρεται ὥσπερ τὸ ὕδωρ, καὶ ταύτης οὐκ ἔστιν ἀνωτέρω αὐτὸ ἐνεχθῆναι, ἢ οὔ; καὶ πότερον ἀπὸ ἑνὸς σημείου ἢ ἀπὸ πλείονος τόπου; ἔνια μὲν οὖν ἐστὶν ὅμοια ἃ καὶ ἐπὶ τῶν ὑδάτων συμβαίνει γίνεσθαι. τό τε γὰρ ὕδωρ, ὅταν εἰς τὸ κάταντες φέρηται, θᾶττον ῥεῖ ἢ ὅταν ἐν τῷ ἐπιπέδῳ καὶ ὁμαλῷ λιμνάζῃ. ὁμοίως δὲ καὶ τὰ πνεύματα· ἐπὶ μὲν γὰρ τοῖς ἄκροις καὶ τοῖς ὑψηλοῖς ἀεὶ ἐν κινήσει ὁ ἀήρ, ἐν δὲ τοῖς κοίλοις ἠρεμεῖ πολλάκις καὶ ἄπνοια γίνεται. ἔτι ἐπὶ τοῖς σφόδρα ὑψηλοῖς ὄρεσιν οὐ γίνεται τὰ πνεύματα, οἷον ἐπὶ τῷ Ἄθῳ καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις. σημεῖον δέ· ἃ γὰρ ἂν καταλείπωσιν οἱ τῷ προτέρῳ ἔτει θύοντες, εὑρίσκεσθαί φασι διαμένοντα τῷ ὑστέρῳ. δῆλον οὖν ὅτι ὥσπερ ἀπὸ πηγῆς τινὸς καὶ ἡ τοῦ πνεύματος φορὰ γίνεται. εἰς τὸ ἄνω οὖν οὐκέτι δύναται διικνεῖσθαι. διὰ τοῦτο οὖν ἐπὶ τοῖς ὑψηλοῖς τοῦτο συμβαίνει. ὁμοίως δʼ ἂν καὶ ἐπὶ τοῦ ὕδατος εἴη· οὔτε γὰρ ὕδωρ λάβρον οὔτε πνεῦμα ἐξαίσιον ἐν τοῖς ὑψηλοῖς φαίνεται γίνεσθαι. Διὰ τί ποτε τοῦ μὲν νότου πνέοντος ἡ θάλαττα κυανέα γίνεται, τοῦ δὲ βορέου ζοφώδης; ἢ ὅτι ὁ βορέας ἧττον τὴν θάλατταν ταράττει, τὸ δὲ ἀτακτότερον ἅπαν μέλαν φαίνεται. Διὰ τί οἱ νότοι μικρὰ μὲν πνέοντες οὐ ποιοῦσιν ἐπίνεψιν [ἤτοι συννέφειαν], μεγάλοι δὲ γενόμενοι ἐπινεφοῦσιν; ἢ διότι μικροὶ μὲν πνέοντες οὐ δύνανται πολλὰ νέφη ποιεῖν; ὀλίγον οὖν τόπον κατίσχουσιν. ὅταν δὲ μεγάλοι γίνωνται, πολλὰ ἀπωθοῦσι, διὸ καὶ δοκοῦσι μᾶλλον ἐπινεφεῖν. Διὰ τί ὁ μὲν βορέας ἀρχόμενος μέγας, λήγων δὲ μικρός, ὁ δὲ νότος ἀρχόμενος μὲν μικρός, λήγων δὲ μέγας; ἢ ὅτι ὁ μὲν βορέας ἐγγὺς ἡμῶν, ὁ δὲ νότος πόρρω; ὁ μὲν οὖν ὅταν ἄρξηται, εὐθὺς παρʼ ἡμῖν, τοῦ δὲ ἅτε διὰ πολλοῦ χρόνου ἡ ἀρχὴ διασκεδάννυται, καὶ πρὸς ἡμᾶς μικρὸν ἐξικνεῖται αὐτῆς τὸ πρῶτον· τῆς δὲ τελευτῆς τοῦ μὲν αἰσθανόμεθα, τοῦ δὲ ὅλως οὐκ αἰσθανόμεθα. ὥστε εἰκότως ὁ μὲν ἀσθενὴς παυόμενος (ἀσθενὴς γὰρ ἡ τελευτὴ πάντων), ὁ δὲ οὔ· τῆς γὰρ τελευτῆς οὐκέτι αἰσθανόμεθα αὐτοῦ. Διὰ τί οὗ μὲν κόλποι εἰσί, τροπαῖαι γίνονται, οὗ δὲ ἀναπεπταμένα πελάγη, οὐ γίνονται; ἢ διότι εἰς μὲν τοὺς κόλπους ῥέον οὐ διασπᾶται τὸ πνεῦμα μᾶλλον, ἀλλʼ ἀθρόον ἐπὶ πολὺ φέρεται, ἐν δὲ τοῖς ἀναπεπταμένοις ἐξ ἀρχῆς τε αἱ ἀπογέαι εὐθὺς διασπῶνται μᾶλλον, καὶ ὅταν ῥέωσι, ταὐτὸ πάσχουσι διὰ τὸ πολλαχῇ ἐξεῖναι ὁρμῆσαι· ἔστι γὰρ ἡ τροπαία ἀπόγεος ἀνάκλασις. [5]
945a
Διὰ τί λέγεται “ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο;” ἢ διότι ὁ μὲν βορέας, διὰ τὸ ὑπείκειν ἡμᾶς αὐτῷ καὶ εἶναι τὴν οἴκησιν πρὸς ἄρκτον, εὐθὺς μέγα πνεῖ; ἅμα γὰρ ἄρχεται καὶ πάρεστιν. διὸ παυόμενος ἡδὺ πνεῖ· τότε γὰρ ἀσθενὴς πνεῖ. ὁ δὲ νότος διὰ τὸ πόρρωθεν ὕστερον μείζων ἀφικνεῖται. Διὰ τί ἐν τοῖς νοτίοις βαρύτερον ἔχουσι καὶ ἀδυνατώτερον οἱ ἄνθρωποι; ἢ διότι ἐξ ὀλίγου πολὺ ὑγρὸν γίνεται, διατηκόμενον διὰ τὴν ἀλέαν, καὶ ἐκ πνεύματος κούφου ὑγρὸν βαρύ· εἶτα ἡ δύναμις ἀτονεῖ. Διὰ τί ἐν τοῖς βορείοις βρωτικώτεροι ἢ ἐν τοῖς νοτίοις; ἢ διότι ψυχρότερα τὰ βόρεια; Διὰ τί ὁ νότος οὐ πνεῖ κατʼ αὐτὴν τὴν Αἴγυπτον τὰ πρὸς θάλατταν, οὐδʼ ὅσον ἡμέρας δρόμον καὶ νυκτός· τὰ δὲ ὑπὲρ Μέμφεως καὶ ἀποσχόντι δρόμον ἡμέρας καὶ νυκτὸς λαμπρός· καὶ πρὸς ἑσπέραν οὐ πνεῖ, ὅσον δύο ἡμερῶν καὶ νυκτῶν δρόμον, τὰ δὲ πρὸς ἕω λίβες πνέουσιν; ἢ διότι κοίλη τὰ κάτω ἡ Αἴγυπτός ἐστι, διὸ ὑπερπίπτει αὐτῆς, ἄνω δὲ καὶ πόρρω ὑψηλότεροι οἱ τόποι. Διὰ τί ὁ νότος ἀρχόμενος μὲν μικρός ἐστι, λήγων δὲ μείζων γίνεται, ὁ δὲ βορέας ἀνάπαλιν, διὸ καὶ ἡ παροιμία λέγει εὖ πλεῖν ἀρχομένου τε νότου καὶ λήγοντος βορέαο; ἢ διότι πρὸς ἄρκτον μᾶλλον ἢ πρὸς μεσημβρίαν οἰκοῦμεν, πνεῖ δὲ ὁ μὲν βορέας ἀπὸ τῆς ἄρκτου, ὁ δὲ νότος ἀπὸ τῆς μεσημβρίας. εἰκότως οὖν ὁ μὲν ἀρχόμενος εὐθὺς σφοδρὸς πρόσκειται τοῖς πλησίον τόποις μᾶλλον, καὶ μετὰ ταῦτα μεταλλάττει τὸ σφοδρὸν πρὸς ἐκείνους. ὁ δὲ νότος τοὐναντίον ἀρχόμενος μὲν τοῖς πρὸς μεσημβρίαν οἰκοῦσιν ἔγκειται, ἐπειδὰν δὲ παραλλάξῃ, τοῖς πρὸς ἄρκτον λαμπρὸς καταπνεῖ. Διὰ τί λέγεται “εἰ δʼ ὁ νότος βορέαν προκαλέσσεται, αὐτίκα χειμών;” ἢ διότι ὁ νότος τοιοῦτός ἐστιν οἷος νεφέλας καὶ ὕδωρ πολὺ συναίρειν; ὅταν οὖν τοιαύτης τῆς καταστάσεως οὔσης ἐπιπνεύσῃ ὁ βορέας, πολλῆς αὐτῷ ὕλης ὑπαρχούσης πήγνυσι καὶ χειμῶνα ποιεῖ. [35]
945b
διὸ λέγεται “εἰ βορρᾶς πηλὸν καταλήψεται, αὐτίκα χειμών.” ὁ δὲ πηλὸς καὶ ὅλως τὰ ὕδατα ὑπὸ τοῦ νότου ἢ μάλιστα ἢ πλειστάκις γίνεται. Διὰ τί ἐπὶ μὲν τῷ νότῳ ταχὺς ὁ βορέας, ἐπὶ δὲ τούτῳ ὁ νότος οὐ ταχὺς ἐπιπίπτει; ἢ ὅτι τῷ μὲν ἐγγύθεν τῷ δὲ πόρρωθεν ἡ ἄφιξις; ἡ γὰρ οἴκησις πρὸς βορέαν ἡμῶν. Διὰ τί τὰ πνεύματα ψυχρά ἐστιν, ὄντα ἀπὸ τῆς τοῦ θερμοῦ συγκινήσεως; ἢ οὐ πάντως ἡ ὑπὸ τοῦ θερμοῦ κίνησις θερμὴ γίνεται, ἐὰν μὴ τρόπον τινὰ γίνηται; ἀλλʼ ἐὰν μὲν ἀθρόως ἐμπίπτῃ, καίει αὐτὸ τὸ ἀφιὲν θερμή· ἐὰν δὲ διὰ στενοῦ καὶ κατὰ μικρόν, αὐτὴ μὲν θερμή, ὁ δὲ ὑπὸ τούτου κινούμενος ἀήρ, οἷος ἄν ποτε τυγχάνῃ προϋπάρχων, τοιαύτην καὶ τὴν κίνησιν ἀπετέλεσεν, ὥσπερ καὶ ἐπὶ τοῦ σώματος. φασὶ γὰρ ἐκ τοῦ αὐτοῦ θερμὸν καὶ ψυχρὸν ἡμᾶς πνεῖν, τοῦτο δὲ οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ἐξιὸν θερμὸν ἀεί. σημεῖον δὲ τὸ ἐγγὺς προσαγαγόντι τοιοῦτον φαίνεσθαι. διαφέρει δὲ ἡ ἔκπτωσις αὐτοῦ. ἐὰν μὲν γὰρ διὰ πολλοῦ ἀφίωμεν χανόντες, θερμὸν φαίνεται διὰ τὸ αὐτοῦ αἰσθάνεσθαι, ἐὰν δὲ διὰ στενοῦ, σφοδρότερον γινόμενον ὠθεῖ τὸν πλησίον ἀέρα, κἀκεῖνος τὸν ἐχόμενον. ψυχροῦ δὲ ὄντος τοῦ ἀέρος καὶ ἡ κίνησις αὐτοῦ ψυχρὰ γίνεται. μήποτε δὲ καὶ ἐπὶ τῶν πνευμάτων τὸ αὐτὸ συμβαίνει, καὶ διὰ στενοῦ ἡ πρώτη κίνησις· εἶτʼ ἐκεῖνον μὲν διήνεγκεν, ἕτερος δὲ ἀὴρ ἐπιρρεῖ. διὸ καὶ τοῦ μὲν θέρους θερμά, τοῦ δὲ χειμῶνος ψυχρὰ τὰ πνεύματα, ὅτι ἐν ἑκατέρῳ τοιοῦτος ὁ ἀὴρ ὁ προϋπάρχων· ἐπεὶ ὅτι γε οὔτε αὐτὸς ὑφʼ ἑαυτοῦ κινούμενος ὁ ἀὴρ οὔτε ὑπὸ τοῦ θερμοῦ κρατούμενος φέρεται ταύτην τὴν φοράν, δῆλον οὐ μόνον τούτῳ ὅτι θερμαίνει τὰ πνεύματα πλείονος τοῦ θερμοῦ ἐνόντος, ἀλλὰ καὶ ἄνω ἐφέρετο. τὸ γὰρ πῦρ τοιοῦτον, τὸ δὲ ψυχρὸν κάτω πέφυκε φέρεσθαι. τὰ δὲ πνεύματα πλάγια εἰκότως· ἐπεὶ γὰρ τὸ μὲν ἄνω τὸ δὲ κάτω βιάζεται, καὶ οὐδέτερον κρατεῖ, μένειν δὲ οὐχ οἷόν τε, λοξὴν τὴν φορὰν εἰκότως γίνεσθαι. Διὰ τί οἱ νότοι ἐν τῇ Λιβύῃ ψυχροί, ὥσπερ παρʼ ἡμῖν οἱ βορέαι; ἢ πρῶτον μὲν διὰ τὸ ἐγγυτέρω εἶναι ἡμῖν τε κἀκείνοις τὰς ἀρχὰς τῶν πνευμάτων. εἰ γάρ, ὥσπερ εἴπομεν, διὰ στενοῦ γίνεται τὰ πνεύματα, τοῖς ἐγγυτέρω ψυχρότερα ἔσται διὰ τὴν σφοδρότητα τῆς κινήσεως· εἰς γὰρ τὸ πόρρω προϊούσης διαχεῖται. [35]
946a
διὸ καὶ παρʼ ἡμῖν οἱ βορέαι ψυχροί, ὅτι ἐγγυτέρω καὶ παντελῶς πρὸς τῇ ἄρκτῳ οἰκοῦμεν. Διὰ τί οἱ νότοι οἱ ξηροὶ καὶ μὴ ὑδατώδεις πυρετώδεις; ἢ ὅτι ὑγρότητα θερμὴν ἀλλοτρίαν ἐμποιοῦσι τοῖς σώμασιν; εἰσὶ γὰρ ὑγροὶ καὶ θερμοὶ φύσει, τοῦτο δʼ ἐστὶ πυρετῶδες· ὁ γὰρ πυρετὸς ὑπʼ ἀμφοτέρων τούτων ἐστὶν ὑπερβολῆς. ὅταν μὲν οὖν ὑπὸ τοῦ ἡλίου ἄνευ ὕδατος πνέωσι, ταύτην τὴν τάξιν, ὅταν δὲ ἅμα τῷ ὕδατι, τὸ ὕδωρ καταψύχει. Διὰ τί οἱ ἐτησίαι ταύτην δὴ τὴν ὥραν ἀεὶ καὶ τοσοῦτοι πνέουσιν; καὶ διὰ τί ληγούσης τῆς ἡμέρας λήγουσι καὶ τῆς νυκτὸς οὐ πνέουσιν; ἢ τοῦτο μὲν διὰ τὸ τὴν χιόνα τηκομένην παύεσθαι ὑπὸ τοῦ ἡλίου πρὸς ἑσπέραν καὶ τὴν νύκτα; ὅλως δὲ πνέουσιν, ὅταν ὁ ἥλιος κρατεῖν καὶ λύειν ἄρξηται τὸν πρὸς βορέαν πάγον. ἀρχομένου μὲν οὖν οἱ πρόδρομοι, ἤδη δὲ λυομένου οἱ ἐτησίαι. Διὰ τί ὁ ζέφυρος λειότατός τε τῶν ἀνέμων καὶ ψυχρός, καὶ δύο ὥρας πνεῖ μάλιστα, ἔαρ τε καὶ μετόπωρον, καὶ πρὸς ἑσπέραν τῆς ἡμέρας, καὶ ἐπὶ τὴν γῆν μάλιστα; ἢ ψυχρὸς μὲν διὰ τὸ πνεῖν ἀπὸ τῆς θαλάττης καὶ πεδίων ἀναπεπταμένων; ἧττον μὲν οὖν ψυχρὸς τοῦ βορέου διὰ τὸ ἀφʼ ὕδατος πνευματουμένου καὶ μὴ χιόνος πνεῖν, ψυχρὸς δὲ διὰ τὸ μετὰ χειμῶνα, ἄρτι τοῦ ἡλίου κρατοῦντος, πνεῖν. καὶ μετοπώρου, ὅτι οὐκέτι κρατεῖ ὁ ἥλιος· οὐ γὰρ ὥσπερ ἐν γῇ ὑπομένει τὴν ὕλην, ἀλλὰ πλανᾶται διὰ τὸ ἐφʼ ὑγροῦ βεβηκέναι. καὶ ὁμαλὸς διὰ τὸ αὐτό· οὐ γὰρ ἀπὸ ὀρέων πνεῖ, οὐδὲ βίᾳ τηκομένου, ἀλλὰ ῥᾳδίως ὥσπερ διʼ αὐλῶνος ῥέων. τὰ μὲν γὰρ πρὸς βορέαν καὶ νότον ὀρεινά· πρὸς ἑσπέραν δὲ οὔτε ὄρος οὔτε γῆ ἐστίν, ἀλλὰ τὸ Ἀτλαντικὸν πέλαγος, ὥστε ἐπὶ τῆς γῆς φέρεται. καὶ πρὸς ἑσπέραν δὲ τῆς ἡμέρας πνεῖ διὰ τὸν τόπον· τότε γὰρ ὁ ἥλιος πλησιάζει τῷ τόπῳ. καὶ τῆς νυκτὸς παύεται διὰ τὸ ἐκλείπειν τὴν τοῦ ἡλίου κίνησιν. Διὰ τί, ὅταν ὁ εὖρος πνεῖ, μείζω φαίνεται τὰ πάντα; ἢ ὅτι ζοφωδέστατον τὸν ἀέρα ποιεῖ; Διὰ τί τὸν μὲν χειμῶνα πρωῒ ἀπὸ τῆς ἕω τὰ πνεύματα πνεῖ, τὸ δὲ θέρος δείλης καὶ ἀπὸ δυσμῶν ἡλίου; ἢ ὅτι ἃ ἡμῖν συμβαίνει τοῦ θέρους, ταῦτα τοῦ χειμῶνος τοῖς τὸ ἐναντίον τῆς γῆς ἡμισφαίριον οἰκοῦσιν, ἡμῖν δὲ τοῦ χειμῶνος πρωῒ καὶ ἀφʼ ἕω τὰ πνεύματα πνεῖ διὰ τὸ τὸν ἀέρα κάθυγρον ἐν τῇ νυκτὶ διακρίνεσθαι καὶ κινεῖσθαι τὸ πρωῒ ὑπὸ τοῦ ἡλίου, καὶ πρῶτον τὸν ἔγγιστα τοῦ ἡλίου. [35]
946b
ποιεῖ δὲ τοῦτο ὁ ἥλιος καὶ πρὸ ἀνατολῆς· διὸ αὖραι οὐχ ἧττον πρὸ ἀνατολῆς πνέουσιν. ἐπειδὴ οὖν καὶ ἐφʼ ἑαυτὸν ἕλκει ὁ ἥλιος τὰ ὑγρὰ καὶ κινεῖ πρὸ ἀνατολῆς τοῦ χειμῶνος ὑγρὸν ὄντα τὸν παρʼ ἡμῖν ἀέρα, δῆλον ὡς καὶ ἐφʼ ἑαυτὸν ἂν ἕλκοι, ὢν ἐν τῷ κάτω ἡμισφαιρίῳ, καὶ δείλη ἐκείνοις ὃ ἡμῖν ἐστὶν ὄρθρος. ὥστε συμβαίνοι ἂν τὸν ὑπὸ τοῦ ἡλίου πρὸ ἀνατολῆς παρʼ ἡμῶν ἐφʼ ἑαυτὸν ἑλκόμενον ἀέρα, τοῦτον τοῖς κάτω γενέσθαι ζέφυρον καὶ δείλης πνεῖν. ὃ δὲ ἐν τῷ παρʼ ἡμῖν χειμῶνι, τῆς ἕω ἐκείνοις συμβαίνει, ὃ δὲ ἐν τῷ θέρει, τῆς δείλης ἡμῖν. ὅτε γὰρ παρʼ ἡμῖν θέρος, ἐκεῖ χειμών ἐστι, καὶ ἡ ἡμετέρα δείλη ἐκείνοις ὄρθρος. καθʼ ἣν ἐκείνοις μὲν αὔρας ἐξ ἑώας συμβαίνει πνεῖν, ἡμῖν δὲ ζεφύρους διὰ ταὐτὰ τοῖς προειρημένοις. τοῦ δὲ θέρους καὶ ἑῶαι μὲν οὐ πνέουσιν, ὅτι εἰς ξηρότερον ἔτι τὸν παρʼ ἡμῖν ἀέρα ὁ ἥλιος ἀνατέλλει διὰ τὸ ὀλίγον χρόνον αὐτοῦ ἀπογεγονέναι· ζέφυροι δὲ οὐ πνέουσι δείλης τοῦ χειμῶνος, ὅτι οὐδʼ ἐν τῷ κάτω ἡμισφαιρίῳ ἑῶοι ταύτην τὴν ὥραν διὰ τὰ προειρημένα, ὅθεν ὁ ἥλιος ἐφʼ ἑαυτὸν ἕλκων τὰ ὑγρὰ τὸν παρʼ ἡμῖν ζέφυρον ποιεῖ. Διὰ τί ὁ ζέφυρος εὐδιεινὸς καὶ ἥδιστος δοκεῖ εἶναι τῶν ἀνέμων; ἢ ὅτι ἐν μεθορίῳ ἐστὶ τῶν θερμῶν καὶ ψυχρῶν πνευμάτων, γειτνιῶν δὲ ἀμφοῖν τῆς δυνάμεως αὐτῶν κοινωνεῖ· διὸ εὔκρατός ἐστιν. ὁ δὲ ἀπηλιώτης ἧττον κοινωνεῖ, ὢν ἐν τῷ μέσῳ τῶν αὐτῶν. ἀπηλιώτης μὲν γὰρ πνέων τὰ πρὸς νότον πνεύματα κινεῖ (ἐνταῦθα γὰρ ἡ μετάστασις αὐτοῦ ἐστίν), κινῶν δὲ οὐ μίγνυται αὐτοῖς. ὁ δὲ ζέφυρος καὶ κινεῖται ὑπὸ τῶν νότων καὶ πνέων κινεῖ τὰ βόρεια· τελευτᾷ γὰρ ἐνταῦθα ἡ περίοδος τῶν πνευμάτων. διὸ τῶν μὲν τὴν τελευτὴν τῶν δὲ τὴν ἀρχὴν ἔχων ἐν ἑαυτῷ δικαίως ἡδύς ἐστι καὶ δοκεῖ εἶναι. Διὰ τί ἄλλοις ἄλλοι τῶν ἀνέμων ὑέτιοι, οἷον ἐν μὲν τῇ Ἀττικῇ καὶ ταῖς νήσοις ὁ Ἑλλησποντίας, ἐν Ἑλλησπόντῳ δὲ ὁ βορέας καὶ ἐν Κυρήνῃ, περὶ Λέσβον δὲ νότος; ἢ ὅπου ἂν ἄθροισις νεφῶν, ἐνταῦθα ὕδωρ; ἐνταῦθα γὰρ ἡ πύκνωσις ἀθροίζεται, ὅπου ἂν προκαθίζεσθαι ἔχῃ. διὸ καὶ ἐν τοῖς ὄρεσι μᾶλλον ὕει ἢ ὅπου ἂν τὸ πλῆθος ὑπεξάγειν δύνηται· περικαταλαμβανόμενον γὰρ πυκνοῦται· δεῖ δὲ τοῦτο γενέσθαι. καὶ ἐν ταῖς εὐδίαις μᾶλλον ὕει. ἐν Ἑλλησπόντῳ μὲν οὖν ἄνωθεν ὁ βορέας πολλὰ συνωθεῖ νέφη, πρὸς δὲ τὴν Ἀττικὴν καὶ τὰς νήσους ὁ Ἑλλησποντίας, ὥσπερ ὕλην ἔχων· καὶ γὰρ περιίσταται τὰ πολλὰ ἐκ τοῦ βορέου. [35]
947a
περὶ δὲ Λέσβον ὁ εὖρος καὶ ὁ νότος ἐκ τοῦ πελάγους φέροντες πολλὰ νέφη προσβάλλει τῇ χώρᾳ. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων. Διὰ τί λέγεται “μή ποτʼ ἀπʼ ἠπείρου δείσῃς νέφος ἀλλʼ ἀπὸ πόντου χειμῶνος, θέρεος δὲ ἀπʼ ἠπείροιο μελαίνης;” ἢ διότι τοῦ μὲν χειμῶνος ἡ θάλαττα θερμοτέρα, ὥστε εἴ τι συνέστη, δῆλον ὅτι ἀπʼ ἀρχῆς ἰσχυρᾶς συνέστηκεν· ἐλύθη γὰρ ἂν διὰ τὸ ἀλεεινὸ εἶναι τὸν τόπον. τοῦ δὲ θέρους ἡ μὲν θάλαττα ψυχρά, καὶ τὰ πόντια πνεύματα, ἡ δὲ γῆ θερμή, ὥστε εἴ τι ἀπὸ τῆς γῆς φέρεται, διὰ μείζονος ἀρχῆς συνέστη· διελύθη γὰρ ἄν, εἰ ἀσθενὲς ἦν. Διὰ τί ἐν τῇ Ἀρκαδίᾳ ὑψηλῇ οὔσῃ τὰ μὲν πνεύματα οὐθὲν ψυχρότερα τῶν παρὰ τοῖς ἄλλοις, ὅταν δὲ νηνεμία ᾖ καὶ ἐπινέφελα, ψυχρά, ὥσπερ ἐν τοῖς ὁμαλέσι τοῖς ἑλώδεσιν; ἢ ὅτι καὶ ἡ Ἀρκαδία ὁμοία γίνεται τοῖς ἑλώδεσιν· οὐ γὰρ ἔχει ἐξόδους τοῖς ὕδασιν εἰς θάλατταν, διὸ καὶ βάραθρα πολλὰ αὐτόθι ἐστίν. ὅταν μὲν οὖν ᾖ ἄνεμος, ἀπορριπίζει τὴν ἐκ τῆς γῆς ἀναθυμίασιν, οὖσαν ψυχράν· αὐτὰ δὲ τὰ πνεύματα οὐ ψυχρὰ διὰ τὸ ἀπὸ τῆς θαλάττης προσβάλλειν· ἐν δὲ ταῖς νηνεμίαις ἀνιοῦσα ἡ ἀτμὶς ἀπὸ τοῦ ἐμμένοντος ὕδατος ποιεῖ τὸ ψῦχος. Διὰ τί, ἂν ἕωθεν πνεῖν ἄρξηται, διημερεύει μᾶλλον; ἢ διότι ἀρχομένου τοῦ ἡλίου σφοδροτάτη ἡ φορά, διὸ ἐκτείνεται τοιαύτη οὖσα. σημεῖον δὲ ὅτι ἰσχυρὰ ἡ σύστασις. Διὰ τί βορέας τὴν ἡμέραν μὲν λαμπρός, τὴν δὲ νύκτα πίπτει; ἢ διότι γίνεται ἀπὸ πεπηγότος ὑετοῦ, ὅταν ἀναθυμιᾶται διὰ τὸν ἥλιον; πίπτει δὲ νυκτός, ὅτι οὐχ ἡ αὐτὴ γένεσις, ἀλλὰ τοὐναντίον ποιεῖ· τὰς γὰρ νύκτας ἐκπνεῖ, τὰς δὲ ἡμέρας ἧττον. Διὰ τί τὰ ἀράχνια τὰ πολλὰ ὅταν φέρηται, πνεύματός ἐστι σημεῖα; πότερον ὅτι ἐργάζεται ὁ ἀράχνης ἐν ταῖς εὐδίαις, φέρεται δὲ διὰ τὸ ψυχόμενον τὸν ἀέρα συνιέναι πρὸς τὴν γῆν, τὸ δὲ ψύχεσθαι ἀρχὴ χειμῶνος· σημεῖον οὖν ἡ φορὰ τῶν ἀραχνίων. ἢ ὅτι μετὰ τὰ ὕδατα καὶ τοὺς χειμῶνας γίνεται τῶν ἀραχνίων ἀθρόα ἡ φορά, ἐν ταῖς εὐδίαις ἐργαζομένων, διὰ τὸ ἐν τῷ χειμῶνι μὴ φαίνεσθαι; δύσριγον γὰρ τόδε. [35]
947b
καὶ φερόμενοι ὑπὸ τοῦ πνεύματος πολὺ ἐκπηνίζονται. μετὰ δὲ τὰ ὕδατα εἴωθε πνεύματα γίνεσθαι ὡς τὰ πολλά. Διὰ τί οἱ βορέαι μεγάλοι τοῦ χειμῶνος ἐν τοῖς ψυχροῖς τόποις ἐπινέφελοι, ἔξω δὲ αἴθριοι; ἢ ὅτι ἅμα ψυχροί εἰσι καὶ μεγάλοι, ἐγγὺς δὲ μᾶλλον ψυχροί, ὥστε φθάνουσι πηγνύντες πρὶν ἀπῶσαι τὰ νέφη· ὅταν δὲ παγῇ, μένουσι διὰ βάρος. ἔξω δὲ τῷ μεγέθει ἐργάζονται μᾶλλον ἢ τῷ ψυχρῷ. ΚΖ. ΟΣΑ ΠΕΡΙ ΦΟΒΟΝ ΚΑΙ ΑΝΔΡΕΙΑΝ. Διὰ τί οἱ φοβούμενοι τρέμουσιν; ἢ διὰ τὴν κατάψυξιν; ἐκλείπει γὰρ τὸ θερμὸν καὶ συστέλλεται· διὸ καὶ αἱ κοιλίαι λύονται τοῖς πολλοῖς. Διὰ τί οὖν καὶ διψῶσιν ἔνιοι, καθάπερ οἱ μέλλοντες κολάζεσθαι; οὐ γὰρ ἔδει καταψυχομένων. ἢ οὐκ ἐν ταὐτῷ τόπῳ ἡ κατάψυξις καὶ ἡ θερμότης, ἀλλʼ ἡ μὲν ἐν τῷ ἐπιπολῆς, ἔνθεν ἐκλείπει τὸ θερμόν, ἡ δὲ ἐν τῷ ἐντός, ὥστε ἐκθερμαίνει; σημεῖον δὲ καὶ τὸ λύεσθαι τὰς κοιλίας. ἀναξηραινομένου δὴ τοῦ κυρίου τόπου τὸ δίψος. ὅμοιον δὲ ἔοικεν ὥσπερ τοῖς ἠπιαλοῦσιν, οἳ ἅμα τῷ ῥιγοῦν διψῶσιν· οὐδὲ γὰρ ὁ αὐτὸς οὐδʼ ἐκεῖ τόπος ψύχεται καὶ θερμαίνεται. Διὰ τί ἐν μὲν τοῖς θυμοῖς εἰς τὸ ἐντὸς ἀθροιζομένου τοῦ θερμοῦ διάθερμοι καὶ θαρραλέοι, ἐν δὲ τοῖς φόβοις ἀνάπαλιν; ἢ οὐκ εἰς τὸν αὐτὸν τόπον, ἀλλὰ τοῖς μὲν ὀργιζομένοις περὶ τὴν καρδίαν, διὸ καὶ θαρρητικοὶ καὶ ἐν ἐρυθήματι καὶ πνεύματος πλήρεις, ἄνω τῆς φορᾶς οὔσης, τοῖς δὲ φοβουμένοις κάτω συμφευγόντων τοῦ αἵματος καὶ τοῦ θερμοῦ, διὸ καὶ ἡ λύσις τῶν κοιλιῶν· ἐπεὶ καὶ ἡ τῆς καρδίας πήδησις οὐχ ὁμοία, ἀλλὰ τοῖς μὲν ὡς ἂν διὰ τὴν ἔκλειψιν πυκνὴ καὶ νυγματώδης, τοῖς δὲ ὡς ἂν ἀθροιζομένου πλείονος θερμοῦ· διὸ καὶ τὸ ἀναζεῖν καὶ τὸ ὀρίνεσθαι τὸν θυμὸν καὶ ταράττεσθαι, καὶ ὅσα τοιαῦτα λέγουσιν οὐ κακῶς ἀλλʼ οἰκείως. ἆρʼ οὖν καὶ διὰ τοῦτο τὸ δίψος, ἐπεὶ τό γε ξηρὸν πτύειν καὶ ὁ σαυσαρισμὸς καὶ τὰ τοιαῦτα γίνεται διὰ τὴν ἀναφορὰν τοῦ πνεύματος ἅμα καὶ θερμοῦ. καὶ τὸ δίψος δὲ δῆλον ὡς ἐκθερμαινομένου τοῦ σώματος. πῶς οὖν ὁ αὐτὸς τόπος ἀναξηραίνεται ἀμφοῖν, ᾧ διψῶμεν, καὶ τῷ φοβουμένῳ καὶ τῷ ὀργιζομένῳ; ὁ δὲ φόβος ὅτι διψητικόν, καὶ οἱ ἐν ταῖς τροπαῖς δηλοῦσιν· οὐδαμοῦ γὰρ οὕτω διψῶσιν. [35]
948a
καὶ οἱ ἀγωνιῶντες δὲ σφόδρα· διὸ καὶ διακλύζονται καὶ ἐπιρροφοῦσι, καθάπερ Παρμένων ὁ ὑποκριτής. ἢ τούτοις μὲν οὐκ ἔστι δίψος, ἀλλὰ ξηρότης πεφευγότος τοῦ αἵματος, ὅθεν καὶ ὠχροί; σημεῖον δὲ τὸ μὴ πίνειν πολύ, ἀλλὰ καὶ βροχθίσαι. οἱ δʼ ἐν ταῖς τροπαῖς μετὰ πόνου. διὸ διψῶσι καὶ οἱ μέλλοντες κολάζεσθαι· καὶ οὐθὲν ἄτοπον. ἐν δὲ τοῖς πολεμικοῖς ἔνιοι καὶ τῶν ἀνδρείων, ὅταν διασκευασθῶσι, καὶ τρέμουσιν οὐκ ἐξεστηκότες ἀλλὰ θαρροῦντες· ὧν εἰώθασι μαστιγοῦν τὸ σῶμα πλατεῖ νάρθηκι, εἰ δὲ μή, ταῖς χερσὶν ἀναθερμανθέντες. ἔοικε δὴ διὰ τὴν ὀξύτητα καὶ τὴν φορὰν τοῦ θερμοῦ ἀνωμαλία τις εἶναι περὶ τὸ σῶμα ταραχώδης. Διὰ τί οἱ ἀνδρεῖοι ὡς ἐπὶ τὸ πολὺ φίλοινοι; ἢ ὅτι οἱ ἀνδρεῖοι θερμοί, ἡ δὲ θερμότης περὶ τὰ στήθη. ἐνταῦθα γὰρ καὶ ὁ φόβος φαίνεται, γινόμενος κατάψυξίς τις. ὥστε περὶ τὴν καρδίαν ἧττον μὲν μένει, τοῖς δὲ πηδᾷ ψυχομένη. ὅσοι οὖν τὸν πνεύμονα ἔχουσιν ἔναιμον, θερμὸν ἔχουσι τοῦτον ὥσπερ οἰνωμένοι, ὥστε οὐ ψύχει ἡ φαντασία τοῦ δεινοῦ. οἱ δὲ τοιοῦτοι καὶ φιλοπόται. ἥ τε γὰρ τοῦ ποτοῦ ἐπιθυμία διὰ τὴν τούτου τοῦ μορίου θερμότητά ἐστιν (εἴρηται δὲ περὶ αὐτοῦ ἐν ἄλλοις) καὶ τοῦ παυστικοῦ ἡ ἐπιθυμία. ὁ δὲ οἶνος θερμὸς μὲν τὴν φύσιν, παύει δὲ τὴν δίψαν μᾶλλον τοῦ ὕδατος, καὶ μάλιστα τῶν αὐτῶν· διʼ ἣν αἰτίαν, εἴρηται ἐν ἄλλοις. διὸ καὶ οἱ ἐν τῇ περιπνευμονίᾳ καὶ οἱ μαινόμενοι ἀμφότεροι ἐπιθυμοῦσιν οἴνου· καίτοι τῶν μὲν διὰ τὴν θερμασίαν θερμὸς ὁ πνεύμων, τῶν δὲ διὰ τὴν ταραχήν. ἐπεὶ οὖν οἱ αὐτοὶ ὡς ἐπὶ τὸ πολὺ τῷ γένει διψητικοὶ καὶ ἀνδρεῖοι, οἴνου δὲ οἱ διψητικοὶ ἐπιθυμητικοί, οἱ δὲ τοιοῦτοι φιλοπόται, ἀναγκαῖον ὡς ἐπὶ τὸ πολὺ παρακολουθεῖν ἀλλήλοις τὰς φύσεις. διὸ καὶ οἱ οἰνωμένοι ἀνδρειότεροι τῶν μή. Διὰ τί μάλιστα τὴν ἀνδρείαν τιμῶσιν αἱ πόλεις, οὐ βελτίστην οὖσαν τῶν ἀρετῶν; ἢ ὅτι διατελοῦσιν ἢ πολεμοῦντες ἢ πολεμούμενοι, αὕτη δὲ ἐν ἀμφοῖν χρησιμωτάτη ἐστίν. τιμῶσι δὲ οὐ τὰ βέλτιστα, ἀλλὰ τὰ αὑτοῖς βέλτιστα. Διὰ τί οἱ φοβούμενοι μάλιστα τρέμουσι τὴν φωνὴν καὶ τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος; ἢ διότι ἔκλειψίς ἐστι τὸ πάθος θερμοῦ ἐκ τῶν ἄνω τόπων· διὸ καὶ ὠχριῶσιν. διὰ μὲν οὖν τὸ ἐκ τοῦ στήθους ἡ φωνὴ τρέμει, ψυχομένου ᾧ κινεῖται. ὁμοίως δὲ καὶ αἱ χεῖρες· ἐκ τοῦ στήθους γὰρ ἤρτηνται. τὸ δὲ κάτω χεῖλος, ἀλλʼ οὐ τὸ ἄνωθεν, κάτω κρέμαται ᾗ ῥέπει· τὸ δὲ κάτωθεν ἄνω παρὰ φύσιν, ἀλλʼ ὑπὸ τοῦ θερμοῦ ἄνω ἠρεμεῖ· οὗ ὑφαιρουμένου διὰ τὸ ψύχεσθαι τρέμει. [35]
948b
καὶ ἐν τοῖς θυμοῖς δὲ διὰ τὸ αὐτὸ ἀποκρεμάννυται τὸ χεῖλος. δῆλον δὲ ἐπὶ τῶν παιδίων· συνθεῖ γὰρ εἰς τὴν καρδίαν τὸ θερμόν. Διὰ τί οἱ φοβούμενοι τρέμουσι, καὶ μάλιστα τὴν φωνὴν καὶ τοῦ σώματος τὰς χεῖρας καὶ τὸ κάτω χεῖλος; ἢ διότι ἐκ τούτου τοῦ τόπου ἐκλείπει τὸ θερμὸν ἐν ᾧ ἡ φωνή; τὸ δὲ χεῖλος καὶ τὰς χεῖρας, ὅτι εὐκινητότατα καὶ ἥκιστα ἔναιμα. καὶ προΐενται μὲν τὴν χολήν, συσπῶσι δὲ τὰ αἰδοῖα, προΐενται μὲν διὰ τὸ συντήκειν τὸ καταβαῖνον θερμόν, ἀνασπῶσι δέ, ὅτι ἔξωθεν φόβος· εἰς τοὐναντίον οὖν ἡ φυγή. Διὰ τί οἱ φοβούμενοι καὶ διψῶσι καὶ ῥιγῶσιν; ταῦτα δὲ ἐναντία τὰ πάθη. ἢ ῥιγοῦσι μὲν ψυχόμενοι, διψῶσι δὲ θερμαινόμενοι; διότι ἐν τῷ φοβεῖσθαι τὸ θερμὸν ἐκλείπει καὶ τὸ ὑγρὸν ἐκ τῶν ἄνω τόπων. δηλοῖ δὲ τὸ χρῶμα καὶ αἱ κοιλίαι· τὸ μὲν γὰρ πρόσωπον ὠχρόν, αἱ δὲ κοιλίαι ἐνίοτε λύονται. διὰ μὲν οὖν τὸ ἐκλείπειν τὸ θερμὸν ἐκ τῶν ἄνωθεν τὸ ῥῖγος γίνεται, διὰ δὲ τὸ ὑγρὸν ἡ δίψα. Διὰ τί τοῦ τε φόβου λύπης τινὸς ὄντος καὶ τῆς ἀλγηδόνος, οἱ μὲν ἀλγοῦντες ἀναβοῶσιν, οἱ δὲ φοβούμενοι σιωπῶσιν; ἢ οἱ μὲν ἀλγοῦντες κατέχουσι τὸ πνεῦμα (διὸ ἀθρόον ἐξιὸν μετὰ φωνῆς ἐξέρχεται), τῶν δὲ φοβουμένων κατέψυκται τὸ σῶμα καὶ τὸ θερμὸν κάτω ἐνήνεκται, ὃ ποιεῖ πνεύματα. ᾗ οὖν ἐνήνεκται μάλιστα, ἐνταῦθα καὶ ποιεῖ αὐτά. διὸ καὶ ἀποψοφοῦσιν οἱ φοβούμενοι. ἡ δὲ φωνή ἐστι φορὰ πνεύματος ἄνω πως καὶ διά τινων γινομένη. τοῦ δὲ τοὺς ἀλγοῦντας κατέχειν τὸ πνεῦμα αἴτιον, ὅτι ταῖς ἐνυπαρχούσαις ἡμῖν βοηθείαις φύσει εὐθὺς πάντες παθόντες ἄνευ λογισμοῦ χρώμεθα, καθάπερ καὶ τὰ ἄλλα ζῷα· τὰ μὲν γὰρ κέρασι, τὰ δὲ ὀδοῦσι, τὰ δὲ ὄνυξιν ἀμύνεται. πρὸς δὲ τὰ ἀλγήματα πάντα ἢ τὰ πλεῖστα βοηθεῖ ἡ θερμότης. ὃ ποιεῖ ὁ κατέχων τὸ πνεῦμα· θερμαίνει γὰρ καὶ ἐκπέττει τὸ ἄλγημα, συστέλλων ἐντὸς τὸ θερμὸν τῷ πνεύματι. Διὰ τί τοῖς φοβουμένοις αἱ κοιλίαι λύονται καὶ οὐρητιῶσιν; ἢ τὸ θερμὸν τὸ ἐν ἡμῖν ἐστὶν ὥσπερ ζῷον; τοῦτʼ οὖν φεύγει ὅ τι ἂν φοβηθῇ. ἔξωθεν οὖν γινομένων τῶν τε ὑπὸ τῆς ἀγωνίας φόβων καὶ τῶν τοιούτων, καὶ ἐκ τῶν ἄνωθεν εἰς τὰ κάτω καὶ ἐκ τῶν ἐπιπολῆς εἰς τὰ ἐντός, ἐκθερμαινόμενοι δὲ οἱ περὶ τὴν κοιλίαν τόποι καὶ τὴν κύστιν διαλύονται, καὶ ποιοῦσιν αὐτὰς εὐτρεπεῖς. [35]
949a
καὶ γὰρ τὰ ἄνηθα καὶ τὰ ἀψίνθια, καὶ ὅσα οὐρητικά, θερμαντικά. ὁμοίως δὲ καὶ τὰ πρὸς τὴν κοιλίαν φάρμακα, τὰ κάτω θερμαντικά· καὶ τὰ μὲν τῶν εἰσενεχθέντων μόνων λυτικά, τὰ δὲ καὶ ἑτέραν σύντηξιν ποιεῖ, οἷον τὸ σκόροδον εἰς τὸ οὖρον. τὸ αὐτὸ δὲ τοῖς τοιούτοις ἡ ἐκ τῶν ἐπιπολῆς θερμασία εἰς τούτους τοὺς τόπους συνιοῦσα δρᾷ. Διὰ τί οἱ φοβούμενοι συσπῶσι τὰ αἰδοῖα; εἰκὸς γὰρ ἦν τοὐναντίον, τοῦ θερμοῦ εἰς τοῦτον τὸν τόπον ἀθροιζομένου τῶν φοβουμένων, ἀνίεσθαι αὐτά. ἢ οἱ φοβούμενοι σχεδὸν ἅπαντες ὥσπερ ῥιγοῦντές εἰσιν; ἐκλελοιπότος οὖν ἐκ τῶν ἐπιπολῆς τοῦ θερμοῦ συσπῶσιν. διὸ καὶ βομβυλιάζουσιν οἱ δεινῶς δεδιότες. δοκεῖ δὲ συσπᾶν τὸ ἐπιπολῆς καὶ τὸ δέρμα τῶν ῥιγούντων, ἅτε τοῦ θερμοῦ ἐκκεκριμένου· διὸ καὶ φρίττουσιν. συσπᾶται δὲ καὶ ἡ ὀσχέα τοῦ αἰδοίου ἄνω, καὶ συνεφέλκονται καὶ οἱ ὄρχεις αὐτοῖς συστελλομένων. θᾶττον δὲ φαίνεται ἐπὶ τῶν ἀφροδισίων· ὁ γὰρ φόβος ἐκκρίνει, καὶ πολλοῖς τῶν ἀγωνιώντων καὶ τῶν περιφόβων συγκινεῖ ἡ τῆς γονῆς πρόεσις. ΚΗ. ΟΣΑ ΠΕΡΙ ΣΩΦΡΟΣΥΝΗΝ ΚΑΙ ΑΚΟΛΑΣΙΑΝ, ΚΑΙ ΕΓΚΡΑΤΕΙΑΝ ΚΑΙ ΑΚΡΑΣΙΑΝ. Διὰ τί ἔνιοι κάμνουσιν, ὅταν ἐθισθέντες ἀκολάστως ζῆν μὴ ἀκολάστως διαιτῶνται, οἷον Διονύσιος ὁ τύραννος, ἐπεὶ ἐν τῇ πολιορκίᾳ ἐπαύσατο πίνων ὀλίγον τινὰ χρόνον, εὐθὺς ἐφθισίασεν, ἕως πάλιν εἰς τὴν μέθην μετέβαλεν. ἢ μέγα μέν τι καὶ τὸ ἔθος ἐστὶν ἑκάστοις· φύσις γὰρ ἤδη γίνεται. καθάπερ ἂν ἰχθὺς ἐν ἀέρι ἢ ἄνθρωπος ἐν ὕδατι διατελῶν φαύλως ἂν ἴσχοι, οὕτω καὶ οἱ τὰ ἔθη μεταβάλλοντες χαλεπῶς ἀπαλλάττουσιν, καὶ τὸ πάλιν εἰς τὰ εἰωθότα ἐλθεῖν σωτηρία γίνεται αὐτοῖς ὥσπερ εἰς φύσεως κατάστασιν. ἔτι δὲ καὶ συντηκτικοὶ γίνονται, εἰωθότες τροφῇ χρῆσθαι δαψιλεῖ τῇ ἰδίᾳ· μὴ λαμβάνοντες γὰρ τὴν εἰωθυῖαν ὥσπερ ὅλως μὴ λαμβάνοντες διατίθενται. οὐ μὴν ἀλλὰ καὶ τὰ περιττώματα τροφῇ μεμιγμένα πολλῇ ἀφανίζεται, αὐτὰ δὲ ἐπιπολάζει μόνα ὄντα, καὶ φέρεται εἰς ὄμματα ἢ πνεύμονα· προσενεγκαμένοις δὲ τροφὴν κατακεραννύμενα ὑδαρῆ γίνεται καὶ ἀβλαβῆ. [35]
949b
γίνεται δὲ τοῖς ἀκολάστως ζῶσι πλείω τὰ περιττώματα ἄχρι τινὸς λήξασι τοῦ εἰωθότος βίου, διὰ τὸ πολλὴν ἀκαταχώριστον ἐν αὐτοῖς ὕλην ὑπάρχειν ἐκ τοῦ προτέρου βίου, ἧς τηκομένης ὑπὸ τοῦ συμφύτου θερμοῦ, καθάπερ χιόνος πολλῆς, ῥεύματα ἁδρὰ συμβαίνει γίνεσθαι. Διὰ τί κατὰ δύο μόνας αἰσθήσεις ἀκρατεῖς λέγομεν, οἷον ἁφὴν καὶ γεῦσιν; ἢ διὰ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν κοιναὶ οὖσαι ἀτιμόταταί εἰσι, διὸ καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοί εἰσιν. ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον εἶναι φαμέν, διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι. Διὰ τί ἀκρατεῖς λέγονται κατὰ τὰς ἐπιθυμίας μόνον, οὔσης τῆς ἀκρασίας καὶ περὶ τὴν ὀργήν; ἢ ὅτι ἀκρατὴς μέν ἐστιν ὁ παρὰ τὸν λόγον τι πράττων καὶ ἀκρασία ἡ παρὰ τὸν λόγον ἀγωγή, εἰσὶ δὲ αἱ μὲν ἐπιθυμίαι ὡς ἐπίπαν εἰπεῖν παρὰ τὸν λόγον, αἱ δὲ ὀργαὶ μετὰ λόγου, οὐχ ὡς κελεύσαντος τοῦ λόγου, ἀλλʼ ὡς δηλώσαντος τὸν προπηλακισμὸν ἢ τὴν αἰτίαν. Διὰ τί τὴν μὲν ἐγκράτειαν καὶ τὴν σωφροσύνην ἐπὶ τῶν νέων καὶ πλουσίων μάλιστα ἐξετάζομεν, τὴν δὲ δικαιοσύνην ἐπὶ τῶν πενήτων; ἢ ὅτι οὗ μάλιστα δεῖταί τις, εἰ τούτου ἀπέχεται, μᾶλλον θαυμάζοιτʼ ἂν ἢ τῶν ἐναντίων; ὁ μὲν οὖν πένης εὐπορίας δεῖται, ὁ δὲ νέος καὶ πλούσιος ἀπολαύσεως. Διὰ τί ἧττον ἀνέχονται διψῶντες ἢ πεινῶντες; πότερον ὅτι λυπηρότερον; σημεῖον δὲ τοῦ λυπηροτέρου, ὅτι ἥδιον τὸ διψῶντα πιεῖν ἢ πεινῶντα φαγεῖν. τὸ δὲ ἐναντίον τῷ ἡδεῖ λυπηρότερον. ἢ διότι μᾶλλον δεῖται τὸ θερμὸν τοῦ ὑγροῦ ἢ τὸ ξηρὸν ᾧ ζῶμεν; ἢ ὅτι δυοῖν ἡ δίψα ἐπιθυμία, ποτοῦ καὶ τροφῆς, ἡ δὲ πεῖνα ἑνὸς μόνου, τροφῆς; Διὰ τί ἧττον καρτεροῦμεν διψῶντες ἢ πεινῶντες; ἢ διότι λυπούμεθα μᾶλλον; σημεῖον δὲ τῆς λύπης ἡ ἡδονὴ σφοδροτέρα. εἶτα ὁ μὲν διψῶν δυοῖν ἐνδεής, τροφῆς τε καὶ καταψύξεως (ἄμφω γὰρ ἔχει τὸ ποτόν), ὁ δὲ πεινῶν θατέρου μόνον. Διὰ τί οἱ κατὰ τὴν τῆς ἁφῆς ἢ γεύσεως ἡδονήν, οὗ ἂν ὑπερβάλλωσιν, ἀκρατεῖς λέγονται; οἵ τε γὰρ περὶ τὰ ἀφροδίσια ἀκόλαστοι, οἵ τε περὶ τὰς τῆς τροφῆς ἀπολαύσεις. [35]
950a
τῶν δὲ κατὰ τὴν τροφὴν ἀπʼ ἐνίων μὲν ἐν τῇ γλώττῃ τὸ ἡδύ, ἀπʼ ἐνίων δὲ ἐν τῷ λάρυγγι, διὸ καὶ Φιλόξενος γεράνου φάρυγγα εὔχετο ἔχειν. οἱ δὲ κατὰ τὴν ὄψιν καὶ τὴν ἀκοὴν οὐκέτι. ἢ διὰ τὸ τὰς ἀπὸ τούτων γινομένας ἡδονὰς κοινὰς εἶναι ἡμῖν καὶ τοῖς ἄλλοις ζῴοις; ἅτε οὖν οὖσαι κοιναὶ ἀτιμόταταί εἰσι καὶ μάλιστα ἢ μόναι ἐπονείδιστοι, ὥστε τὸν ὑπὸ τούτων ἡττώμενον ψέγομεν καὶ ἀκρατῆ καὶ ἀκόλαστον λέγομεν διὰ τὸ ὑπὸ τῶν χειρίστων ἡδονῶν ἡττᾶσθαι. οὐσῶν δὲ τῶν αἰσθήσεων πέντε, τά τε ἄλλα ζῷα ἀπὸ δύο μόνων τῶν προειρημένων ἥδεται, κατὰ δὲ τὰς ἄλλας ἢ ὅλως οὐχ ἥδεται ἢ κατὰ συμβεβηκὸς τοῦτο πάσχει. ὁρῶν μὲν γὰρ ὁ ὁρῶν, ἢ καὶ ὀσφραινόμενος, χαίρει ὅτι ἀπολαύει· καὶ ὅταν πληρωθῇ, οὐδὲ τὰ τοιαῦτα ἡδέα αὐτῷ, ὥσπερ οὐδὲ ἡμῖν ἡ τοῦ ταρίχου ὀδμή, ὅταν ἄδην ἔχωμεν τοῦ φαγεῖν. ὅταν δὲ ἐνδεεῖς ὦμεν, ἡδέα. ἡ δὲ τοῦ ῥόδου ἀεὶ ἡδεῖα. Διὰ τί ἧττον κατέχουσι τὸν γέλωτα παρόντων τῶν γνωρίμων; ἢ ὅταν σφόδρα ἐξηρτημένον ᾖ τι, εὐκίνητόν ἐστιν; ἡ δʼ εὔνοια εἰπεῖν μᾶλλον γελοῖον, ὥστε κινεῖ. ΚΘ. ΟΣΑ ΠΕΡΙ ΔΙΚΑΙΟΣΥΝΗΝ ΚΑΙ ΑΔΙΚΙΑΝ. Διὰ τί μείζονος ὄντος ἀδικήματος, ἐάν τις βλάπτῃ εἰς τὸ μεῖζον ἀγαθόν, τῆς δὲ τιμῆς οὔσης μείζονος ἀγαθοῦ, ἡ τῶν χρημάτων ἀδικία μᾶλλον δοκεῖ, καὶ οἱ ἄδικοι μᾶλλον εἶναι δοκοῦσι περὶ τὰ χρήματα; ἢ διότι αἱροῦνται τὰ χρήματα μᾶλλον τῆς τιμῆς, καὶ πᾶσίν ἐστι κοινότατον, ἡ δὲ τιμὴ ὀλίγοις, καὶ ὀλιγάκις συμβαίνει ἡ χρῆσις αὐτῆς. Διὰ τί παρακαταθήκην δεινότερον ἀποστερεῖν ἢ δάνειον; ἢ ὅτι αἰσχρὸν ἀδικεῖν φίλον. ὁ μὲν οὖν τὴν παρακαταθήκην ἀποστερῶν φίλον ἀδικεῖ· οὐδεὶς γὰρ παρακατατίθεται μὴ πιστεύων. οὗ δὲ τὸ χρέος, οὐ φίλος· οὐ γὰρ δανείζει, ἐὰν ᾖ φίλος, ἀλλὰ δίδωσιν. ἢ ὅτι μεῖζον τὸ ἀδίκημα· πρὸς γὰρ τῇ ζημίᾳ καὶ τὴν πίστιν παραβαίνει, διʼ ἥν, εἰ καὶ μηδὲν ἕτερον, δεῖ ἀπέχεσθαι τοῦ ἀδικεῖν. ἔτι τὸ μὴ τοῖς ἴσοις ἀμύνεσθαι φαῦλον· ὁ μὲν οὖν ἔδωκεν ὡς φίλῳ, ὁ δὲ ἀπεστέρησεν ὡς ἐχθρόν· ὁ δὲ δανείζων οὐχ ὡς φίλος ἔδωκεν. ἔτι τῶν μὲν ἡ δόσις φυλακῆς καὶ ἀποδόσεως χάριν, τῶν δὲ καὶ ὠφελείας· ἧττον δὲ ἀγανακτοῦμεν ἀποβάλλοντες, εἰ κέρδος θηρεύομεν, οἷον οἱ ἁλιεῖς τὰ δελέατα· προφανὴς γὰρ ὁ κίνδυνος. [35]
950b
ἔτι παρακατατίθενται μὲν ὡς ἐπὶ τὸ πολὺ οἱ ἐπιβουλευόμενοι καὶ ἀτυχοῦντες, δανείζουσι δὲ οἱ εὐποροῦντες· δεινότερον δέ ἐστι τὸν ἀτυχοῦντα ἢ τὸν εὐτυχοῦντα ἀδικεῖν. Διὰ τί ἐνίοις δικαστηρίοις τοῖς γένεσι μᾶλλον ἢ ταῖς διαθήκαις ψηφιοῦνται; ἢ ὅτι γένους μὲν οὐκ ἔστι καταψεύσασθαι, ἀλλὰ τὸ ὂν ἀποφαίνειν· διαθῆκαι δὲ πολλαὶ ψευδεῖς ἤδη ἐξηλέγχθησαν οὖσαι. Διὰ τί ἡ πενία παρὰ τοῖς χρηστοῖς τῶν ἀνθρώπων μᾶλλον ἢ παρὰ τοῖς φαύλοις ἐστίν; ἢ διὰ τὸ ὑπὸ πάντων μισεῖσθαι καὶ ἐξελαύνεσθαι πρὸς τοὺς ἐπιεικεῖς καταφεύγει, οἰομένη μάλιστα παρὰ τούτοις σωτηρίας τυχεῖν καὶ διαμεῖναι· εἰ δὲ πρὸς πονηροὺς ἔλθοι, οὐκ ἂν διαμεῖναι ἐν τῇ αὐτῇ δυνάμει αὐτούς, ἀλλʼ ἢ κλέπτειν ἢ ληΐζεσθαι, ὧν γινομένων οὐκ ἂν ἔτι εἶναι αὐτὴν παρʼ αὐτοῖς. ἢ ὅτι τοὺς ἐπιεικεῖς οἴεται τῶν ἀνθρώπων ἄριστα ἂν αὐτῇ χρῆσθαι, καὶ ἥκιστα ἂν ὑβρισθῆναι ὑπʼ αὐτῶν. καθάπερ οὖν τὰς τῶν χρημάτων παρακαταθήκας πρὸς τοὺς ἐπιεικεῖς τιθέμεθα, οὕτω καὶ αὐτὴ ὑπὲρ αὑτῆς διατάττεται. ἢ ὅτι θήλεια οὖσα ἀπορωτέρα ἐστίν, ὥστε τῶν ἐπιεικῶν δεῖται. ἢ ὅτι αὐτὴ κακὸν οὖσα πρὸς τὸ κακὸν οὐκ ἂν ἔλθοι· εἰ γὰρ τὸ κακὸν ἕλοιτο, παντάπασιν ἂν δυσίατον εἴη. Διὰ τί οὐχ ὁμοίως αἱ ἀδικίαι μείζους περὶ τὰ ῥήματα καὶ τὰ ἄλλα, οἷον ὁ μικρὸν εἰπὼν οὐκ ἂν καὶ τὸ ἀπόρρητον εἴποι, ἀλλʼ ὁ ἕνα προδοὺς καὶ πόλιν, ὥσπερ ὁ ὀβολὸν ἀποστερήσας καὶ τάλαντον; ἢ ὅτι ἀπὸ μείζονος ἀδικίας ἔνια ἐλάττω ἐστὶ διʼ ἀδυναμίαν. Διὰ τί παρακαταθήκην αἰσχρὸν ἀποστερῆσαι μικρὰν ἢ πολὺ δανεισάμενον; ἢ ὅτι ὁ τὴν παρακαταθήκην ἀποστερῶν τὸν ὑπολαβόντα εἶναι αὐτὸν ἐπιεικῆ ἐξαπατᾷ; ἢ ὅτι ὁ τοῦτο κἂν ἐκεῖνο ποιήσειεν; Διὰ τί ἄνθρωπος μάλιστα παιδείας μετέχων ζῴων ἁπάντων ἀδικώτατόν ἐστιν; ἢ ὅτι πλείστου λογισμοῦ κεκοινώνηκεν; μάλιστα οὖν τὰς ἡδονὰς καὶ τὴν εὐδαιμονίαν ἐξήτακεν· ταῦτα δʼ ἄνευ ἀδικίας οὐκ ἔστιν. Διὰ τί ὁ πλοῦτος ὡς ἐπὶ τὸ πολὺ παρὰ τοῖς φαύλοις μᾶλλον ἢ τοῖς ἐπιεικέσιν ἐστίν; ἢ διότι τυφλὸς ὢν τὴν διάνοιαν οὐ δύναται κρίνειν οὐδὲ αἱρεῖσθαι τὸ βέλτιστον; Διὰ τί δικαιότερον εἶναι νενόμισται τοῖς τετελευτηκόσιν ἢ τοῖς ζῶσιν ἐπαμύνειν; ἢ ὅτι οἱ μὲν ζῶντες δύναιντʼ ἂν αὑτοῖς ἐπαρκέσαι, ὁ δὲ τετελευτηκὼς οὐκέτι; Διὰ τί ὑγιαίνοντι μὲν ὁ συνὼν οὐδὲν ὑγιέστερος γίνεται, οὐδὲ ἰσχυρῷ ἢ καλῷ εἰς τὰς ἕξεις ἐπιδίδωσιν οὐθέν, δικαίῳ δὲ καὶ σώφρονι καὶ ἀγαθῷ; ἢ διότι τὰ μὲν ἀμίμητα τὰ δὲ μιμητὰ τῇ ψυχῇ; ἀγαθὸς δὲ τῇ ψυχῇ, ὑγιὴς δὲ τῷ σώματι· ἐθίζεται οὖν χαίρειν ὀρθῶς καὶ λυπεῖσθαι. [5]
951a
ὁ δὲ ὑγιεῖ συνὼν οὐκέτι· οὐ γὰρ ἐν τῷ τισὶ χαίρειν ἢ μὴ ὁ ὑγιής· οὐθὲν γὰρ τούτων ποιεῖ ὑγίειαν. Διὰ τί δεινότερον γυναῖκα ἀποκτεῖναι ἢ ἄνδρα; καίτοι βέλτιον τὸ ἄρρεν τοῦ θήλεος φύσει. ἢ διότι ἀσθενέστερον, ὥστε ἐλάττω ἀδικεῖ. ἢ ὅτι οὐ νεανικὸν τὸ ἰσχυρίζεσθαι πρὸς τὸ πολὺ ἧττον; Διὰ τί ποτε τῷ φεύγοντι ἐν τῷ δικαστηρίῳ τὴν δεξιὰν στάσιν διδόασιν; ἢ διότι ἐπανισοῦν βούλονται; πλεονεκτοῦντος οὖν τοῦ διώκοντος τὴν στάσιν τῷ φεύγοντι διδόασιν. εἶθʼ ὡς ἐπὶ τὸ πολὺ οἱ φεύγοντες παραφυλάττονται· ἐπὶ δεξιὰ δὲ ἡ φυλακὴ γίνεται, ἐὰν ὁ φεύγων ἔχῃ τὴν ἐν δεξιᾷ στάσιν. Διὰ τί ποτε, ὅταν τῷ φεύγοντι καὶ τῷ διώκοντι φαίνωνται αἱ ψῆφοι ἴσαι, ὁ φεύγων νικᾷ; ἢ ὅτι ὁ μὲν φεύγων ἐν τῷ ἀγῶνι μόνον ἀκήκοεν αὐτοῦ πρὸς ἃ δεῖ αὐτὸν ἀπηγορεῖσθαι, καὶ τοὺς μάρτυρας παρασχέσθαι πρὸς τὰ κατηγορημένα ἔχεσθαι, εἴ τι μέλλουσιν ὠφεληθῆναι; οὐ ῥᾴδιον δὲ τὸ μαντεύσασθαί τινα ὧν δεῖ αὐτὸν παρασκευάσασθαι ἢ μάρτυρας ἢ ἄλλο τεκμήριον ὅτι οὐθὲν ἀδικεῖ. τῷ δὲ διώκοντι ἔστιν ὅπως βούλεται, καὶ πρὸ τοῦ τὴν δίκην κλητεύσασθαι, ἐνστήσασθαι τὸ πρᾶγμα, καὶ ἤδη κεκληκότα, πλασάμενον ὅ τι βούλεται πιθανόν, κατηγορεῖν αὐτοῦ. ὁρῶν δὴ κατὰ πάντα ταῦτα ἐλαττούμενον ὁ νομοθέτης τὸν φεύγοντα, προσέθετο τῷ φεύγοντι ὅ τι ἂν οἱ δικασταὶ ἀμφιδοξήσωσιν. ἀλλὰ μὴν καὶ τοῦτʼ ἄν τις ἴδοι. ἐν γὰρ τοῖς φόβοις ὄντες πολλὰ παραλιμπάνουσιν ὧν αὐτοὺς ἔδει εἰπεῖν ἢ πρᾶξαι, οἱ δὲ φεύγοντες ἀεὶ ἐν μείζοσι κινδύνοις ὡς ἐπὶ τὸ πολὺ τυγχάνουσιν ὄντες, ὥστʼ εἰ παραλιμπάνουσιν ὧν δεῖ αὐτούς, εἴπερ ἐξισοῦνται τοῖς δικαίοις, δῆλον ὅτι εἰ μὴ παρελίμπανον, ἐκράτουν ἄν. ἔτι δὲ ἕκαστος ἡμῶν μᾶλλον ἂν προέλοιτο τοῦ ἀδικοῦντος ἀποψηφίσασθαι ὡς οὐκ ἀδικεῖ ἢ τοῦ μὴ ἀδικοῦντος καταψηφίσασθαι ὡς ἀδικεῖ, οἷον εἴ τις φεύγει δουλείας ἢ ἀνδροφονίας. [35]
951b
τούτων γὰρ ἑκάστου ὄντων, ἃ κατηγορεῖ αὐτῶν, μᾶλλον ἂν ἀποψηφίσασθαι ἑλοίμεθα ἢ μὴ ὄντων καταψηφίσασθαι. ἔστι γάρ, ὅταν τις ἀμφιδοξῇ, τὰ ἐλάττω τῶν ἁμαρτημάτων αἱρετέον. δεινὸν γὰρ καὶ τὸ τοῦ δούλου ὡς ἐλεύθερός ἐστι καταγνῶναι· πολὺ δὲ δινότερον, ὅταν τις τοῦ ἐλευθέρου ὡς δούλου καταψηφίσηται. ἔτι δὲ ἐὰν ὁ μὲν τύχῃ ἐγκαλῶν ὁ δὲ ἀμφισβητῶν ὑπὲρ ὁτουοῦν, οὐκ εὐθὺς οἰόμεθα δεῖν ἀποδοῦναι τῷ ἐγκαλοῦντι, ἀλλὰ νέμεσθαι τὸν κεκτημένον, ἕως ἂν κριθῇ. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν πλειόνων, ὅταν ἰσάζῃ τὸ πλῆθος τῶν τε φασκόντων ἀδικεῖν καὶ τῶν μὴ ὁμολογούντων, ὥσπερ ὅτε ἐξ ἀρχῆς ὁ μὲν ἐνεκάλει ὁ δὲ ἀπηρνεῖτο, οὐκ οἰόμεθα δεῖν τὸν νομοθέτην προστιθέναι τῷ ἐγκαλοῦντι, ἀλλὰ τὸν φεύγοντα κύριον εἶναι, ἕως ἂν ὑπεροχήν τινα ἔχῃ ὁ ἀδικῶν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν κριτῶν, ἐπειδὴ οὐδεμίαν ὑπεροχὴν ἰσασθεισῶν τῶν ψήφων, κατὰ χώραν εἴασεν ὁ νομοθέτης ἔχειν. ἔτι δὲ τῶν μὲν ἀξιολόγων ἁμαρτημάτων μεγάλαι καὶ αἱ κολάσεις εἰσίν, ὥστε ἀδίκως μὲν καταψηφισαμένοις καὶ μὴ γνοῦσιν οὐκ ἔστιν ἐπανορθοῦσθαι καιρὸν λαβόντας· ἀπολύσασι δὲ παρὰ τὸ προσῆκον, εἰ μὲν οὕτως εὐλαβῶς ὥστε μηθὲν ἔτι ποτὲ ἁμαρτεῖν, τί ἂν καὶ μέγα ἡμαρτηκότες οἱ κριταὶ εἴησαν, τοιοῦτον ἄνθρωπον ἀπολύσαντες θανάτου; εἰ δέ τι ἐξ ὑστέρου ἁμαρτάνοι, διʼ ἀμφότερα ἂν αὐτὸν κολάζεσθαι ἀξιοῖ. ἢ ὅτι ἀδικωτέρου μέν ἐστιν ἀνδρὸς ταῦτα ἀδικεῖν ἃ ἧττον εἰκός ἐστιν ἀδίκως ἐγκαλεῖσθαι; τὸ μὲν γὰρ ἀδικεῖν καὶ διʼ ὀργὴν καὶ διὰ φόβον καὶ διʼ ἐπιθυμίαν καὶ διʼ ἄλλα πολλὰ γίνεται, καὶ οὐ μόνον ἐκ προνοίας· τὸ δὲ ἀδίκως ἐγκαλεῖν ὡς τὸ πολὺ ἐκ προνοίας ἐστίν. ὥστε ἐπεὶ ἴσαι αἱ ψῆφοι γεγόνασι, τὸ δὲ ἀδίκως τὸν ἐγκαλοῦντα ἐγκαλεῖν καὶ τὸν φεύγοντα ἀδικεῖν, φαύλου κριθέντος τοῦ ἀδίκως ἐγκαλοῦντος τὸ νικᾶν τῷ φεύγοντι ὁ νομοθέτης ἀπένειμεν. ἔτι δὲ καὶ αὐτοὶ οὕτως ἔχομεν πρὸς τοὺς θεράποντας, ὥστε ὅταν ὑποπτεύσωμέν τι αὐτοὺς ἡμαρτηκέναι καὶ μηθὲν ἀκριβὲς ἔχωμεν, ἀλλʼ ὅμως αὐτοὺς ὑπολαμβάνωμεν πεπραχέναι, οὐκ εὐθὺς ἐπὶ τὸ κολάζειν ἐρχόμεθα· καὶ ἐὰν μηθὲν μᾶλλον δυνώμεθα ἐξετάσαι, ἀφίεμεν ταύτης τῆς αἰτίας. [35]
952a
ἔτι μείζω μὲν ἀδικεῖ ὁ ἐκ προνοίας ἀδικῶν ἢ ὁ μὴ ἐκ προνοίας. ὁ μὲν δὴ συκοφαντῶν ἀεὶ ἐκ προνοίας ἀδικεῖ, ὁ δὲ ἕτερόν τι ἀδικῶν τὰ μὲν διʼ ἀνάγκην τὰ δὲ διʼ ἄγνοιαν, τὰ δὲ ὅπως ἔτυχεν ἀδικεῖν αὐτῷ συμπίπτει. ὅταν δὲ ἴσαι γένωνται αἱ ψῆφοι, ὁ μὲν διώκων κέκριται ὑπὸ τῶν ἡμίσεων ἐκ προνοίας ἀδικεῖν, ὁ δὲ φεύγων ὑπὸ τῶν λοιπῶν αὖ ἀδικεῖν μὲν οὐ μέντοι γε ἐκ προνοίας, ὥστε ἐπεὶ ἀδικεῖν μείζω κέκριται ὁ διώκων τοῦ φεύγοντος, εἰκότως ὁ νομοθέτης νικᾶν ἔκρινε τὸν τὰ ἐλάττω ἀδικοῦντα. ἔτι δὲ ἀεὶ μὲν ἀδικώτερός ἐστιν ὁ μὴ οἰόμενος λανθάνειν ὃν ἀδικεῖ καὶ ὅμως ἀδικῶν, ἢ ὁ οἰόμενος λανθάνειν. ὁ μὲν γὰρ ἀδίκως τινὶ ἐγκαλῶν οὐκ οἴεται λανθάνειν τοῦτον ὃν συκοφαντεῖ, οἱ δʼ ἄλλο τι ἀδικοῦντες ὡς ἐπὶ τὸ πολὺ οἰόμενοι λανθάνειν ὂν ἀδικοῦσιν ἐπιχειροῦσιν ἀδικεῖν, ὥστε ἀδικώτεροι ἂν κρίνοιντο οἱ διώκοντες ἢ οἱ φεύγοντες. Διὰ τί ποτε, ἐὰν μέν τις ἐκ βαλανείου κλέψῃ ἢ ἐκ παλαίστρας ἢ ἐξ ἀγορᾶς ἢ τῶν τοιούτων τινός, θανάτῳ ζημιοῦται, ἐὰν δέ τις ἐξ οἰκίας, διπλοῦν τῆς ἀξίας τοῦ κλέμματος ἀποτίνει; ἢ ὅτι ἐν μὲν ταῖς οἰκίαις φυλάξαι ὁπωσοῦν ἔστιν· καὶ γὰρ ὁ τοῖχος ἰσχυρὸς καὶ κλεῖς ἐστί, καὶ οἰκέταις τοῖς ἐν τῇ οἰκίᾳ πᾶσιν ἐπιμελές ἐστιν ὅπως σώζηται τὰ ἐνόντα. ἐν δὲ τῷ βαλανείῳ, καὶ ἐν τοῖς οὕτω κοινοῖς οὖσιν ὥσπερ τὸ βαλανεῖον, ῥᾴδιον τῷ βουλομένῳ κακουργεῖν· οὐδὲν γὰρ ἰσχυρὸν ἔχουσι πρὸς τὴν φυλακὴν οἱ τιθέντες ἀλλʼ ἢ τὸ αὑτῶν ὄμμα, ὥστε ἂν μόνον τις παραβλέψῃ, ἐπὶ τῷ κλέπτοντι ἤδη γίνεται. διὸ ὁ νομοθέτης οὐχ ἱκανοὺς ὄντας ἡγησάμενος εἶναι φύλακας, τὸν νόμον αὐτοῖς ἐπέστησεν ἀπειλοῦντα σφοδρῶς ὡς οὐ βιωσομένοις ἐάν τι σφετερίζωνται τῶν ἀλλοτρίων. ἔτι δὲ εἰς μὲν τὴν οἰκίαν ἐπὶ τῷ κεκτημένῳ ἐστὶν ὅν τινα ἂν βούληται εἰσδέχεσθαι, καὶ ᾧ μὴ πιστεύει εἰσφέρεσθαι· τῷ δὲ ἐν τῷ βαλανείῳ θεμένῳ τι οὐκ ἔξεστιν οὐθένα κωλῦσαι οὔτε εἰσιέναι, οὔτε εἰσελθόντα μὴ παρὰ κλέπτην τὸ αὑτοῦ ἱμάτιον θέσθαι ἀποδύντα ἄν· ἀλλʼ ὡς οὐ βούλεται, ἐν τῷ αὐτῷ ἥ τε τοῦ κλέπτου ἐσθὴς καὶ ἡ τοῦ μέλλοντος ἀπολλύναι ἀναμεμιγμέναι κεῖνται. διὸ ὁ νομοθέτης τῷ μὲν ἑκόντι εἰσδεξαμένῳ τὸν κλέπτην καὶ αὐτῷ ἡματρηκότι οὐ λίαν μεγάλαις τιμωρίαις βεβοήθηκεν, τοῖς δὲ ἐξ ἀνάγκης κοινωνοῦσι τῆς εἰς τὸ βαλανεῖον εἰσόδου καὶ τῆς ἀναμίξεως μεγάλας τιμωρίας φανερός ἐστι καθιστὰς τοῖς κλέπτουσιν. [35]
952b
ἔτι δὲ οἱ μὲν ἐν τοῖς οὕτω κοινοῖς οὖσι τῷ βουλομένῳ εἰσιέναι κλέπτοντες καταφανεῖς ἅπασι γίνονται ὅτι φανεροί εἰσιν, ὥστε περιγενόμενοι οὐδὲ καρπισμοῦ ἔτι χάριν ἐπιεικεῖς εἶναι δοκεῖν βούλονται, ὡς μάτην αὐτοῖς ὂν πρὸς τοὺς γνόντας πλάττεσθαι ὅτι ἐπιεικεῖς εἰσίν· καταφανῶς οὖν ἤδη πονηροὶ διατελοῦσιν ὄντες. οἱ δὲ ἑνὶ μόνῳ φανεροὶ γενόμενοι πρὸς τοὺς ἄλλους ἐπιχειροῦσι πείθειν, ἀποτίσαντές τι, ὅπως μὴ καταφανεῖς αὐτοὺς ποιήσῃ· διὸ οὐ παντελῶς ἂν εἶεν πονηροὶ διὰ τέλους, ἀνθʼ ὧν ὁ νομοθέτης ἐλάττω αὐτοῖς τὰ ἐπιζήμια ἐποίησεν. ἔτι δὲ τῶν ἁμαρτιῶν μάλιστα αἰσχύνουσι τὴν πόλιν αἱ ἐν τοῖς κοινοτάτοις συλλόγοις τε καὶ συνόδοις γινόμεναι, ὥσπερ καὶ τιμὴν φέρουσι πολὺ μάλιστα αἱ ἐν τῷ κοινῷ εὐταξίαι· καταφανεῖς γὰρ μάλιστα διὰ τῶν τοιούτων καὶ αὐτοῖς καὶ τοῖς ἄλλοις. συμβαίνει οὖν οὐ μόνον ἰδίᾳ τὸν ἀπολέσαντα βλάπτεσθαι ἐκ τῶν τοιούτων τινός, ἀλλὰ καὶ πρὸς τὴν πόλιν λοιδορίας γίνεσθαι. διὸ καὶ τὸν κλέψαντα ταῖς μείζοσι ζημίαις ἐκόλασε τῶν ἐξ οἰκίας τινὸς ἀφελομένων. ἔτι δὲ καὶ ὁ ἐξ οἰκίας τινὸς ἀπολέσας ἐν τοιούτῳ τόπῳ τυγχάνει ὤν, ὅθεν ῥᾴδιον μήτε παθόντα μήτε χλευασθέντα ὑπό τινων, οἴκοι ὄντα τὸ ἀτύχημα φέρειν. τῷ δʼ ἥ τε ἀποχώρησις ἐργώδης γεγυμνωμένῳ, προσέτι δὲ χλευάζεσθαι ὑπό τινων ὑπάρχει τοῖς πολλοῖς, ὃ πολὺ δυσχερέστερόν ἐστι τῆς ἀπωλείας. διὸ καὶ ὁ νομοθέτης μείζους αὐτοῖς ζημίας ἐνέγραψεν. ἔτι δὲ παραπλήσια τούτοις πολλὰ φαίνονται νενομοθετηκότες, οἷον καὶ ἐὰν μέν τις ἄρχοντα κακῶς εἴπῃ, μεγάλα τὰ ἐπιτίμια, ἐὰν δέ τις ἰδιώτην, οὐθέν. καὶ καλῶς· οἴεται γὰρ τότε οὐ μόνον εἰς τὸν ἄρχοντα ἐξαμαρτάνειν τὸν κακηγοροῦντα, ἀλλὰ καὶ εἰς τὴν πόλιν ὑβρίζειν. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸν ἐν τῷ λιμένι κλέπτοντα οὐ μόνον τὸν ἰδιώτην βλάπτειν, ἀλλὰ καὶ τὴν πόλιν αἰσχύνειν. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις, οὗ κοινῇ που συνερχόμεθα. Διὰ τί ἐν τοῖς δικαστηρίοις ἐὰν ἴσαι γένωνται ψῆφοι τοῖς ἀντιδίκοις, ὁ φεύγων νικᾷ; ἢ ὅτι ὁ φεύγων ὑπὸ τοῦ διώκοντος οὐθὲν πέπονθεν, ἀλλʼ ἐν τοῖς ἴσοις αὐτῷ ἤδη ἔμελλε νικᾶν; Διὰ τί ἐπὶ μὲν κλοπῇ θάνατος ἡ ζημία, ἐπὶ δὲ ὕβρει, μείζονι οὔσῃ ἀδικίᾳ, τίμησις τί χρὴ παθεῖν ἢ ἀποτῖσαι; ἢ διότι τὸ μὲν ὑβρίζειν ἀνθρώπινόν ἐστι πάθος, καὶ πάντες πλέον ἢ ἔλαττον αὐτοῦ μετέχουσι, τὸ δὲ κλέπτειν οὐ τῶν ἀναγκαίων; καὶ ὅτι ὁ κλέπτειν ἐπιχειρῶν καὶ ὑβρίζειν ἂν προέλοιτο. [5]
953a
Λ. ΟΣΑ ΠΕΡΙ ΦΡΟΝΗΣΙΝ ΚΑΙ ΝΟΥΝ ΚΑΙ ΣΟΦΙΑΝ. Διὰ τί πάντες ὅσοι περιττοὶ γεγόνασιν ἄνδρες ἢ κατὰ φιλοσοφίαν ἢ πολιτικὴν ἢ ποίησιν ἢ τέχνας φαίνονται μελαγχολικοὶ ὄντες, καὶ οἱ μὲν οὕτως ὥστε καὶ λαμβάνεσθαι τοῖς ἀπὸ μελαίνης χολῆς ἀρρωστήμασιν, οἷον λέγεται τῶν τε ἡρωϊκῶν τὰ περὶ τὸν Ἡρακλέα. καὶ γὰρ ἐκεῖνος ἔοικε γενέσθαι ταύτης τῆς φύσεως, διὸ καὶ τὰ ἀρρωστήματα τῶν ἐπιληπτικῶν ἀπʼ ἐκείνου προσηγόρευον οἱ ἀρχαῖοι ἱερὰν νόσον. καὶ ἡ περὶ τοὺς παῖδας ἔκστασις καὶ ἡ πρὸ τῆς ἀφανίσεως ἐν Οἴτῃ τῶν ἑλκῶν ἔκφυσις γενομένη τοῦτο δηλοῖ· καὶ γὰρ τοῦτο γίνεται πολλοῖς ἀπὸ μελαίνης χολῆς. συνέβη δὲ καὶ Λυσάνδρῳ τῷ Λάκωνι πρὸ τῆς τελευτῆς γενέσθαι τὰ ἕλκη ταῦτα. ἔτι δὲ τὰ περὶ Αἴαντα καὶ Βελλεροφόντην, ὧν ὁ μὲν ἐκστατικὸς ἐγένετο παντελῶς, ὁ δὲ τὰς ἐρημίας ἐδίωκεν, διὸ οὕτως ἐποίησεν Ὅμηρος “αὐτὰρ ἐπεὶ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, ἤτοι ὁ καππεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο, ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων.” καὶ ἄλλοι δὲ πολλοὶ τῶν ἡρώων ὁμοιοπαθεῖς φαίνονται τούτοις. τῶν δὲ ὕστερον Ἐμπεδοκλῆς καὶ Πλάτων καὶ Σωκράτης καὶ ἕτεροι συχνοὶ τῶν γνωρίμων. ἔτι δὲ τῶν περὶ τὴν ποίησιν οἱ πλεῖστοι. πολλοῖς μὲν γὰρ τῶν τοιούτων γίνεται νοσήματα ἀπὸ τῆς τοιαύτης κράσεως τῷ σώματι, τοῖς δὲ ἡ φύσις δήλη ῥέπουσα πρὸς τὰ πάθη. πάντες δʼ οὖν ὡς εἰπεῖν ἁπλῶς εἰσί, καθάπερ ἐλέχθη, τοιοῦτοι τὴν φύσιν. δεῖ δὴ λαβεῖν τὴν αἰτίαν πρῶτον ἐπὶ παραδείγματος προχειρισαμένους. ὁ γὰρ οἶνος ὁ πολὺς μάλιστα φαίνεται παρασκευάζειν τοιούτους οἵους λέγομεν τοὺς μελαγχολικοὺς εἶναι, καὶ πλεῖστα ἤθη ποιεῖν πινόμενος, οἷον ὀργίλους, φιλανθρώπους, ἐλεήμονας, ἰταμούς· ἀλλʼ οὐχὶ τὸ μέλι οὐδὲ τὸ γάλα οὐδὲ τὸ ὕδωρ οὐδʼ ἄλλο τῶν τοιούτων οὐδέν. ἴδοι δʼ ἄν τις ὅτι παντοδαποὺς ἀπεργάζεται, θεωρῶν ὡς μεταβάλλει τοὺς πίνοντας ἐκ προσαγωγῆς· παραλαβὼν γὰρ ἀπεψυγμένους ἐν τῷ νήφειν καὶ σιωπηλοὺς μικρῷ μὲν πλείων ποθεὶς λαλιστέρους ποιεῖ, ἔτι δὲ πλείων ῥητορικοὺς καὶ θαρραλέους, προϊόντας δὲ πρὸς τὸ πράττειν ἰταμούς, ἔτι δὲ μᾶλλον πινόμενος ὑβριστάς, ἔπειτα μανικούς, λίαν δὲ πολὺς ἐκλύει καὶ ποιεῖ μωρούς, ὥσπερ τοὺς ἐκ παίδων ἐπιλήπτους ἢ καὶ ἐχομένους τοῖς μελαγχολικοῖς ἄγαν. [5]
953b
ὥσπερ οὖν ὁ εἷς ἄνθρωπος μεταβάλλει τὸ ἦθος πίνων καὶ χρώμενος τῷ οἴνῳ ποσῷ τινί, οὕτω καθʼ ἕκαστον τὸ ἦθος εἰσί τινες ἄνθρωποι. οἷος γὰρ οὗτος μεθύων νῦν ἐστίν, ἄλλος τις τοιοῦτος φύσει ἐστίν, ὁ μὲν λάλος, ὁ δὲ κεκινημένος, ὁ δὲ ἀρίδακρυς· ποιεῖ γάρ τινας καὶ τοιούτους, διὸ καὶ Ὅμηρος ἐποίησε “καί μέ φησι δάκρυ πλώειν βεβαρημένον οἴνῳ.” καὶ γὰρ ἐλεήμονές ποτε γίνονται καὶ ἄγριοι καὶ σιωπηλοί· ἔνιοι γὰρ αὖ ἀποσιωπῶσι, καὶ μάλιστα τῶν μελαγχολικῶν ὅσοι ἐκστατικοί. ποιεῖ δὲ καὶ φιλητικοὺς ὁ οἶνος· σημεῖον δὲ ὅτι προάγεται ὁ πίνων καὶ τῷ στόματι φιλεῖν, οὓς νήφων οὐδʼ ἂν εἷς φιλήσειεν ἢ διὰ τὸ εἶδος ἢ διὰ τὴν ἡλικίαν. ὁ μὲν οὖν οἶνος οὐ πολὺν χρόνον ποιεῖ περιττόν, ἀλλʼ ὀλίγον, ἡ δὲ φύσις ἀεί, ἕως τις ἂν ᾖ· οἱ μὲν γὰρ θρασεῖς, οἱ δὲ σιωπηλοί, οἱ δὲ ἐλεήμονες, οἱ δὲ δειλοὶ γίνονται φύσει. ὥστε δῆλον ὅτι διὰ τὸ αὐτὸ ποιεῖ ὅ τε οἶνος καὶ ἡ φύσις ἑκάστου τὸ ἦθος· πάντα γὰρ κατεργάζεται τῇ θερμότητι ταμιευόμενα. ὅ τε δὴ χυμὸς καὶ ἡ κρᾶσις ἡ τῆς μελαίνης χολῆς πνευματικά ἐστιν· διὸ καὶ τὰ πνευματώδη πάθη καὶ τὰ ὑποχόνδρια μελαγχολικὰ οἱ ἰατροί φασιν εἶναι. καὶ ὁ οἶνος δὲ πνευματώδης τὴν δύναμιν. διὸ δή ἐστι τὴν φύσιν ὅμοια ὅ τε οἶνος καὶ ἡ κρᾶσις. δηλοῖ δὲ ὅτι πνευματώδης ὁ οἶνός ἐστιν ὁ ἀφρός· τὸ μὲν γὰρ ἔλαιον θερμὸν ὂν οὐ ποιεῖ ἀφρόν, ὁ δὲ οἶνος πολύν, καὶ μᾶλλον ὁ μέλας τοῦ λευκοῦ, ὅτι θερμότερος καὶ σωματωδέστερος. καὶ διὰ τοῦτο ὅ τε οἶνος ἀφροδισιαστικοὺς ἀπεργάζεται, καὶ ὀρθῶς Διόνυσος καὶ Ἀφροδίτη λέγονται μετʼ ἀλλήλων εἶναι, καὶ οἱ μελαγχολικοὶ οἱ πλεῖστοι λάγνοι εἰσίν. ὅ τε γὰρ ἀφροδισιασμὸς πνευματώδης. σημεῖον δὲ τὸ αἰδοῖον, ὡς ἐκ μικροῦ ταχεῖαν ποιεῖται τὴν αὔξησιν διὰ τὸ ἐμφυσᾶσθαι. καὶ ἔτι πρὶν δύνασθαι προΐεσθαι σπέρμα, γίνεταί τις ἡδονὴ ἐπὶ παισὶν οὖσιν, ὅταν ἐγγὺς ὄντες τοῦ ἡβᾶν ξύωνται τὰ αἰδοῖα διʼ ἀκολασίαν· γίνεται δὲ δῆλον διὰ τὸ πνεῦμα διεξιέναι διὰ τῶν πόρων, διʼ ὧν ὕστερον τὸ ὑγρὸν φέρεται. ἥ τε ἔκχυσις τοῦ σπέρματος ἐν ταῖς ὁμιλίαις καὶ ἡ ῥῖψις ὑπὸ τοῦ πνεύματος ὠθοῦντος φανερὸν γίνεσθαι. [35]
954a
ὥστε καὶ τῶν ἐδεσμάτων καὶ ποτῶν εὐλόγως ταῦτʼ ἐστὶν ἀφροδισιαστικά, ὅσα πνευματώδη τὸν περὶ τὰ αἰδοῖα ποιεῖ τόπον. διὸ καὶ ὁ μέλας οἶνος οὐδενὸς ἧττον τοιούτους ἀπεργάζεται, οἷοι καὶ οἱ μελαγχολικοὶ πνευματώδεις. δῆλοι δʼ εἰσὶν ἐπʼ ἐνίων· σκληροὶ γὰρ οἱ πλείους τῶν μελαγχολικῶν, καὶ αἱ φλέβες ἐξέχουσιν· τούτου δʼ αἴτιον οὐ τὸ τοῦ αἵματος πλῆθος, ἀλλὰ τοῦ πνεύματος. διότι δὲ οὐδὲ πάντες οἱ μελαγχολικοὶ σκληροὶ οὐδὲ μέλανες, ἀλλʼ οἱ μᾶλλον κακόχυμοι, ἄλλος λόγος· περὶ οὗ δὲ ἐξ ἀρχῆς προειλόμεθα διελθεῖν, ὅτι ἐν τῇ φύσει εὐθὺς ὁ τοιοῦτος χυμὸς ὁ μελαγχολικὸς κεράννυται· θερμοῦ γὰρ καὶ ψυχροῦ κρᾶσίς ἐστιν· ἐκ τούτων γὰρ τῶν δυοῖν ἡ φύσις συνέστηκεν. διὸ καὶ ἡ μέλαινα χολὴ καὶ θερμότατον καὶ ψυχρότατον γίνεται. τὸ γὰρ αὐτὸ πάσχειν πέφυκε ταῦτʼ ἄμφω, οἷον καὶ τὸ ὕδωρ ὂν ψυχρόν, ὅμως ἐὰν ἱκανῶς θερμανθῇ, οἷον τὸ ζέον, τῆς φλογὸς αὐτῆς θερμότερόν ἐστι, καὶ λίθος καὶ σίδηρος διάπυρα γενόμενα μᾶλλον θερμὰ γίνεται ἄνθρακος, ψυχρὰ ὄντα φύσει. εἴρηται δὲ σαφέστερον περὶ τούτων ἐν τοῖς περὶ πυρός. καὶ ἡ χολὴ δὲ ἡ μέλαινα φύσει ψυχρὰ καὶ οὐκ ἐπιπολαίως οὖσα, ὅταν μὲν οὕτως ἔχῃ ὡς εἴρηται, ἐὰν ὑπερβάλλῃ ἐν τῷ σώματι, ἀποπληξίας ἢ νάρκας ἢ ἀθυμίας ποιεῖ ἢ φόβους, ἐὰν δὲ ὑπερθερμανθῇ, τὰς μετʼ ᾠδῆς εὐθυμίας καὶ ἐκστάσεις καὶ ἐκζέσεις ἑλκῶν καὶ ἄλλα τοιαῦτα. τοῖς μὲν οὖν πολλοῖς ἀπὸ τῆς καθʼ ἡμέραν τροφῆς ἐγγινομένη οὐδὲν τὸ ἦθος ποιεῖ διαφόρους, ἀλλὰ μόνον νόσημά τι μελαγχολικὸν ἀπειργάσατο. ὅσοις δὲ ἐν τῷ φύσει συνέστη κρᾶσις τοιαύτη, εὐθὺς οὗτοι τὰ ἤθη γίνονται παντοδαποί, ἄλλος κατʼ ἄλλην κρᾶσιν· οἷον ὅσοις μὲν πολλὴ καὶ ψυχρὰ ἐνυπάρχει, νωθροὶ καὶ μωροί, ὅσοις δὲ λίαν πολλὴ καὶ θερμή, μανικοὶ καὶ εὐφυεῖς καὶ ἐρωτικοὶ καὶ εὐκίνητοι πρὸς τοὺς θυμοὺς καὶ τὰς ἐπιθυμίας, ἔνιοι δὲ καὶ λάλοι μᾶλλον. πολλοὶ δὲ καὶ διὰ τὸ ἐγγὺς εἶναι τοῦ νοεροῦ τόπου τὴν θερμότητα ταύτην νοσήμασιν ἁλίσκονται μανικοῖς ἢ ἐνθουσιαστικοῖς, ὅθεν Σίβυλλαι καὶ Βάκιδες καὶ οἱ ἔνθεοι γίνονται πάντες, ὅταν μὴ νοσήματι γένωνται ἀλλὰ φυσικῇ κράσει. Μαρακὸς δὲ ὁ Συρακούσιος καὶ ἀμείνων ἦν ποιητής, ὅτʼ ἐκσταίη. ὅσοις δʼ ἂν ἐπανθῇ τὴν ἄγαν θερμότητα πρὸς τὸ μέσον, οὗτοι μελαγχολικοὶ μέν εἰσι, φρονιμώτεροι δέ, καὶ ἧττον μὲν ἔκτοποι, πρὸς πολλὰ δὲ διαφέροντες τῶν ἄλλων, οἱ μὲν πρὸς παιδείαν, οἱ δὲ πρὸς τέχνας, οἱ δὲ πρὸς πολιτείαν. [35]
954b
πολλὴν δὲ καὶ εἰς τοὺς κινδύνους ποιεῖ διαφορὰν ἡ τοιαύτη ἕξις τοῦ ἐνίοτε ἀνωμάλους εἶναι μὲν τοῖς φόβοις πολλοὺς τῶν ἀνδρῶν. ὡς γὰρ ἂν τύχωσι τὸ σῶμα ἔχοντες πρὸς τὴν τοιαύτην κρᾶσιν, διαφέρουσιν αὐτοὶ αὑτῶν. ἡ δὲ μελαγχολικὴ κρᾶσις, ὥσπερ καὶ ἐν ταῖς νόσοις ἀνωμάλους ποιεῖ, οὕτω καὶ αὐτὴ ἀνώμαλός ἐστιν· ὁτὲ μὲν γὰρ ψυχρά ἐστιν ὥσπερ ὕδωρ, ὁτὲ δὲ θερμή. ὥστε φοβερόν τι ὅταν εἰσαγγελθῇ, ἐὰν μὲν ψυχροτέρας οὔσης τῆς κράσεως τύχῃ, δειλὸν ποιεῖ· προωδοπεποίηκε γὰρ τῷ φόβῳ, καὶ ὁ φόβος καταψύχει. δηλοῦσι δὲ οἱ περίφοβοι· τρέμουσι γάρ. ἐὰν δὲ μᾶλλον θερμή, εἰς τὸ μέτριον κατέστησεν ὁ φόβος, καὶ ἐν αὐτῷ καὶ ἀπαθῆ. ὁμοίως δὲ καὶ πρὸς τὰς καθʼ ἡμέραν ἀθυμίας· πολλάκις γὰρ οὕτως ἔχομεν ὥστε λυπεῖσθαι, ἐφʼ ὅτῳ δέ, οὐκ ἂν ἔχοιμεν εἰπεῖν· ὁτὲ δὲ εὐθύμως, ἐφʼ ᾧ δʼ, οὐ δῆλον. τὰ δὴ τοιαῦτα πάθη καὶ τὰ παλαιὰ λεχθέντα κατὰ μέν τι μικρὸν πᾶσι γίνεται· πᾶσι γὰρ μέμικταί τι τῆς δυνάμεως· ὅσοις δʼ εἰς βάθος, οὗτοι δʼ ἤδη ποιοί τινές εἰσι τὰ ἤθη. ὥσπερ γὰρ τὸ εἶδος ἕτεροι γίνονται οὐ τῷ πρόσωπον ἔχειν, ἀλλὰ τῷ ποιόν τι τὸ πρόσωπον, οἱ μὲν καλόν, οἱ δὲ αἰσχρόν, οἱ δὲ μηθὲν ἔχοντες περιττόν, οὗτοι δὲ μέσοι τὴν φύσιν, οὕτω καὶ οἱ μὲν μικρὰ μετέχοντες τῆς τοιαύτης κράσεως μέσοι εἰσίν, οἱ δὲ πλήθους ἤδη ἀνόμοιοι τοῖς πολλοῖς. ἐὰν μὲν γὰρ σφόδρα κατακορὴς ᾖ ἡ ἕξις, μελαγχολικοί εἰσι λίαν, ἐὰν δέ πως κραθῶσι, περιττοί. ῥέπουσι δʼ, ἂν ἀμελῶσιν, ἐπὶ τὰ μελαγχολικὰ νοσήματα, ἄλλοι περὶ ἄλλο μέρος τοῦ σώματος· καὶ τοῖς μὲν ἐπιληπτικὰ ἀποσημαίνει, τοῖς δὲ ἀποπληκτικά, ἄλλοις δὲ ἀθυμίαι ἰσχυραὶ ἢ φόβοι, τοῖς δὲ θάρρη λίαν, οἷον καὶ Ἀρχελάῳ συνέβαινε τῷ Μακεδονίας βασιλεῖ. αἴτιον δὲ τῆς τοιαύτης δυνάμεως ἡ κρᾶσις, ὅπως ἂν ἔχῃ ψύξεώς τε καὶ θερμότητος. ψυχροτέρα μὲν γὰρ οὖσα τοῦ καιροῦ δυσθυμίας ποιεῖ ἀλόγους· διὸ αἵ τʼ ἀγχόναι μάλιστα τοῖς νέοις, ἐνίοτε δὲ καὶ πρεσβυτέροις. πολλοὶ δὲ καὶ μετὰ τὰς μέθας διαφθείρουσιν ἑαυτούς. ἔνιοι δὲ τῶν μελαγχολικῶν ἐκ τῶν πότων ἀθύμως διάγουσιν· σβέννυσι γὰρ ἡ τοῦ οἴνου θερμότης τὴν φυσικὴν θερμότητα. τὸ δὲ θερμὸν τὸ περὶ τὸν τόπον ᾧ φρονοῦμεν καὶ ἐλπίζομεν ποιεῖ εὐθύμους. [35]
955a
καὶ διὰ τοῦτο πρὸς τὸ πίνειν εἰς μέθην πάντες ἔχουσι προθύμως, ὅτι πάντας ὁ οἶνος ὁ πολὺς εὐέλπιδας ποιεῖ, καθάπερ ἡ νεότης τοὺς παῖδας· τὸ μὲν γὰρ γῆρας δύσελπί ἐστιν, ἡ δὲ νεότης ἐλπίδος πλήρης. εἰσὶ δέ τινες ὀλίγοι οὓς πίνοντας δυσθυμίαι λαμβάνουσι, διὰ τὴν αὐτὴν αἰτίαν διʼ ἣν καὶ μετὰ τοὺς πότους ἐνίους. ὅσοις μὲν οὖν μαραινομένου τοῦ θερμοῦ αἱ ἀθυμίαι γίνονται, μᾶλλον ἀπάγχονται. διὸ καὶ οἱ νέοι ἢ καὶ οἱ πρεσβῦται μᾶλλον ἀπάγχονται· τὸ μὲν γὰρ γῆρας μαραίνει τὸ θερμόν, τῶν δὲ τὸ πάθος φυσικὸν ὂν καὶ αὐτὸ τὸ μαραινόμενον θερμόν. ὅσοις δὲ σβεννυμένου, ἐξαίφνης οἱ πλεῖστοι διαχρῶνται ἑαυτούς, ὥστε θαυμάζειν πάντας διὰ τὸ μηθὲν ποιῆσαι σημεῖον πρότερον. ψυχροτέρα μὲν οὖν γινομένη ἡ κρᾶσις ἡ ἀπὸ τῆς μελαίνης χολῆς, ὥσπερ εἴρηται, ποιεῖ ἀθυμίας παντοδαπάς, θερμοτέρα δὲ οὖσα εὐθυμίας. διὸ καὶ οἱ μὲν παῖδες εὐθυμότεροι, οἱ δὲ γέροντες δυσθυμότεροι. οἱ μὲν γὰρ θερμοί, οἱ δὲ ψυχροί· τὸ γὰρ γῆρας κατάψυξίς τις. συμβαίνει δὲ σβέννυσθαι ἐξαίφνης ὑπό τε τῶν ἐκτὸς αἰτιῶν, ὡς καὶ παρὰ φύσιν τὰ πυρωθέντα, οἷον ἄνθρακα ὕδατος ἐπιχυθέντος. διὸ καὶ ἐκ μέθης ἔνιοι ἑαυτοὺς διαχρῶνται· ἡ γὰρ ἀπὸ τοῦ οἴνου θερμότης ἐπείσακτός ἐστιν, ἧς σβεννυμένης συμβαίνει τὸ πάθος. καὶ μετὰ τὰ ἀφροδίσια οἱ πλεῖστοι ἀθυμότεροι γίνονται, ὅσοι δὲ περίττωμα πολὺ προΐενται μετὰ τοῦ σπέρματος, οὗτοι εὐθυμότεροι· κουφίζονται γὰρ περιττώματός τε καὶ πνεύματος καὶ θερμοῦ ὑπερβολῆς. ἐκεῖνοι δὲ ἀθυμότεροι πολλάκις· καταψύχονται γὰρ ἀφροδισιάσαντες διὰ τὸ τῶν ἱκανῶν τι ἀφαιρεθῆναι· δηλοῖ δὲ τοῦτο τὸ μὴ πολλὴν τὴν ἀπορροὴν γεγονέναι. ὡς οὖν ἐν κεφαλαίῳ εἰπεῖν, διὰ μὲν τὸ ἀνώμαλον εἶναι τὴν δύναμιν τῆς μελαίνης χολῆς ἀνώμαλοί εἰσιν οἱ μελαγχολικοί· καὶ γὰρ ψυχρὰ σφόδρα γίνεται καὶ θερμή. διὰ δὲ τὸ ἠθοποιὸς εἶναι (ἠθοποιὸν γὰρ τὸ θερμὸν καὶ ψυχρὸν μάλιστα τῶν ἐν ἡμῖν ἐστίν) ὥσπερ ὁ οἶνος πλείων καὶ ἐλάττων κεραννύμενος τῷ σώματι ποιεῖ τὸ ἦθος ποιούς τινας ἡμᾶς. ἄμφω δὲ πνευματικά, καὶ ὁ οἶνος καὶ ἡ μέλαινα χολή. ἐπεὶ δʼ ἔστι καὶ εὔκρατον εἶναι τὴν ἀνωμαλίαν καὶ καλῶς πως ἔχειν, καὶ ὅπου δεῖ θερμοτέραν εἶναι τὴν διάθεσιν καὶ πάλιν ψυχράν, ἢ τοὐναντίον διὰ τὸ ὑπερβολὴν ἔχειν, περιττοὶ μέν εἰσι πάντες οἱ μελαγχολικοί, οὐ διὰ νόσον, ἀλλὰ διὰ φύσιν. Διὰ τί κατʼ ἐνίας μὲν τῶν ἐπιστημῶν ἕξιν ἔχειν λέγομεν, κατʼ ἐνίας δὲ οὔ; ἢ καθʼ ὅσας εὑρετικοί ἐσμεν, ἕξιν ἔχειν λεγόμεθα; τὸ γὰρ εὑρίσκειν ἀπὸ ἕξεως. [40]
955b
Διὰ τί τῶν ζῴων ὁ ἄνθρωπος φρονιμώτατον; πότερον ὅτι μικροκεφαλώτατον κατὰ λόγον τοῦ σώματος; ἢ ὅτι ἀνωμάλως ἐλάχιστον; διὰ γὰρ τοῦτο καὶ μικροκέφαλον, καὶ αὐτῶν οἱ τοιοῦτοι μᾶλλον τῶν μεγαλοκεφάλων φρονιμώτεροι. Διὰ τί δοκεῖ ἡμῖν πλείων εἶναι ἡ ὁδός, ὅταν μὴ εἰδότες πόση τίς ἐστι βαδίζωμεν, μᾶλλον ἢ ὅταν εἰδότες, ἐὰν τὰ ἄλλα ὁμοίως τύχωμεν ἔχοντες; ἢ ὅτι τὸ εἰδέναι [πόση] ἐστὶν εἰδέναι τὸν ἀριθμόν; τὸ γὰρ ἄπειρον καὶ ἀναρίθμητον ταὐτόν, καὶ πλέον ἀεὶ τὸ ἄπειρον τοῦ ὡρισμένου. ὥσπερ οὖν εἰ ᾔδει ὅτι τοσήδε ἐστί, πεπερασμένην αὐτὴν ἀνάγκη εἶναι, οὕτως εἰ μὴ οἶδε πόση τίς ἐστιν, ὡς ἀντιστρέφοντος παραλογίζεται ἡ ψυχή, καὶ φαίνεται αὕτη εἶναι ἄπειρος, ἐπεὶ τὸ ποσὸν ὡρισμένον ἐστὶ καὶ τὸ ὡρισμένον ποσόν. ὅταν τοίνυν μὴ φαίνηται ὡρισμένον, ὥσπερ ἄπειρον δόξει εἶναι, διὰ τὸ τὸ πεφυκὸς ὡρίσθαι, ἂν μὴ ᾖ ὡρισμένον, ἄπειρον εἶναι, καὶ τὸ φαινόμενον μὴ ὡρίσθαι φαίνεσθαι ἀνάγκη πως ἀπέραντον. Διὰ τί πρεσβύτεροι μὲν γινόμενοι μᾶλλον νοῦν ἔχομεν, νεώτεροι δὲ ὄντες θᾶττον μανθάνομεν; ἢ ὅτι ὁ θεὸς ὄργανα ἐν ἑαυτοῖς ἡμῖν δέδωκε δύο, ἐν οἷς χρησόμεθα τοῖς ἐκτὸς ὀργάνοις, σώματι μὲν χεῖρα, ψυχῇ δὲ νοῦν. ἔστι γὰρ καὶ ὁ νοῦς τῶν φύσει ἐν ἡμῖν ὥσπερ ὄργανον ὑπάρχων· αἱ δὲ ἄλλαι ἐπιστῆμαι καὶ τέχναι τῶν ὑφʼ ἡμῶν ποιητῶν εἰσίν, ὁ δὲ νοῦς τῶν φύσει. καθάπερ οὖν τῇ χειρὶ οὐκ εὐθὺς γενόμενοι χρώμεθα βέλτιστα, ἀλλʼ ὅταν ἡ φύσις αὐτὴν ἐπιτελέσῃ (προϊούσης γὰρ τῆς ἡλικίας ἡ χεὶρ μάλιστα δύναται ἀποτελεῖν τὸ ἑαυτῆς ἔργον), τὸν αὐτὸν τρόπον καὶ ὁ νοῦς τῶν φύσει οὐ εὐθὺς ἀλλʼ ἐπὶ γήρως ἡμῖν μάλιστα παραγίνεται καὶ τότε ἀποτελεῖται μάλιστα, ἂν μὴ ὑπό τινος πηρωθῇ, καθάπερ καὶ τὰ ἄλλα τὰ φύσει ὑπάρχοντα. ὕστερον δὲ τῆς τῶν χειρῶν δυνάμεως ὁ νοῦς παραγίνεται ἡμῖν, ὅτι καὶ τὰ τοῦ νοῦ ὄργανά ἐστι τῶν τῆς χειρός. ἔστι γὰρ νοῦ μὲν ὄργανον ἐπιστήμη (τούτῳ γάρ ἐστι χρήσιμος, καθάπερ αὐλοὶ αὐλητῇ), χειρῶν δὲ πολλὰ τῶν φύσει ὄντων· ἡ δὲ φύσις αὐτή τε ἐπιστήμης πρότερον, καὶ τὰ ὑπʼ αὐτῆς γινόμενα. ὧν δὲ τὰ ὄργανα πρότερα, καὶ τὰς δυνάμεις πρότερον εἰκὸς ἐγγίνεσθαι ἡμῖν· τούτοις γὰρ χρώμενοι ἕξιν λαμβάνομεν, καὶ ἔχει ὁμοίως τὸ ἑκάστου ὄργανον πρὸς αὐτό· καὶ ἀνάπαλιν, ὡς τὰ ὄργανα πρὸς ἄλληλα, οὕτω τὰ ὄργανα πρὸς αὐτά. [40]
956a
ὁ μὲν οὖν νοῦς διὰ ταύτην τὴν αἰτίαν πρεσβυτέροις οὖσιν ἡμῖν μᾶλλον ἐγγίνεται. μανθάνομεν δὲ θᾶττον νεώτεροι ὄντες διὰ τὸ μηδέν πω ἐπίστασθαι. ὅταν δὲ ἐπιστώμεθα, οὐκέτι ὁμοίως δυνάμεθα. δυνάμεθα δὲ ἔχεσθαι, καθάπερ καὶ μνημονεύομεν μᾶλλον οἷς ἂν ἕωθεν πρῶτον ἐντυγχάνωμεν, ἔπειτα προϊούσης τῆς ἡμέρας οὐκέτι ὁμοίως διὰ τὸ πολλοῖς ἐντετυχηκέναι. Διὰ τί ἀνθρώπῳ πειστέον μᾶλλον ἢ ἄλλῳ ζῴῳ; πότερον ὥσπερ Πλάτων Νεοκλεῖ ἀπεκρίνατο, ὅτι ἀριθμεῖν μόνον ἐπίσταται τῶν ἄλλων ζῴων; ἢ ὅτι θεοὺς νομίζει μόνον; ἢ ὅτι μιμητικώτατον; μανθάνειν γὰρ δύναται διὰ τοῦτο. Διὰ τί οὐ χαίρομεν θεώμενοι οὐδὲ ἐλπίζοντες ὅτι τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας, οὐδὲ τῶν ἄλλων τῶν τοιούτων οὐθέν, εἰ μὴ τῇ θεωρίᾳ, αὕτη δὲ ὁμοίως ἐστὶν ἡδεῖα κἂν εἰ τρισὶν ὀρθαῖς ἢ πλείοσιν ἴσας ἔσχεν. ἀλλʼ ὅτι Ὀλυμπίᾳ ἐνικῶμεν, καὶ περὶ τῆς ναυμαχίας τῆς ἐν Σαλαμῖνι, χαίρομεν καὶ μεμνημένοι καὶ ἐλπίζοντες τοιαῦτα, ἀλλʼ οὐ τἀναντία τοῖς τοιούτοις. ἢ ὅτι ἐπὶ μὲν τοῖς τοιούτοις χαίρομεν ὡς γενομένοις ἢ οὖσιν, ἐπὶ δὲ τοῖς κατὰ φύσιν ὡς κατὰ ἀλήθειαν θεωρίας ἡδονήν, ὡς ἔχει, μόνην ἡμῖν ποιεῖν, τὰς δὲ πράξεις τὴν ἀπὸ τῶν συμβαινόντων ἀπʼ αὐτῶν. ἀνομοίων οὖν οὐσῶν τῶν πράξεων, καὶ τὰ ἀποβαίνοντα ἀπʼ αὐτῶν γίνεται τὰ μὲν λυπηρὰ τὰ δὲ ἡδέα· φεύγομεν δὲ καὶ διώκομεν καθʼ ἡδονὴν καὶ λύπην ἅπαντα. Διὰ τί μέχρι ὑγείας πραγματεύονται οἱ ἰατροί; ἰσχναίνει γάρ, εἶτα ἐκ τούτου ξηραίνει, εἶτα ὑγείαν ἐποίησεν, εἶτα ἐνταῦθα ἔστη. πότερον οὐκ ἔστι δυνατὸν ἐκ τούτου γενέσθαι ἄλλο; ἢ εἰ δυνατόν, ἄλλης ἐπιστήμης, καὶ ἔσται ὅ τις ἐξ ὑγείας ποιήσει ἄλλο τι; εἰ δὴ γίνεται ἐκ τῶν ἐναντίων καὶ τῶν μεταξύ, δῆλον ὅτι ἀρρωστεῖ, ἢ ξηρότερος ἢ ὑγρότερος ἤ τι τοιοῦτον. ποιεῖ δὴ ἐκ ψύχους ἧττον σφόδρα, καὶ τέλεον ὡδὶ θερμὸν καὶ ὡδὶ ξηρὸν ἢ ὑγρὸν μεταβαῖνον ἐκ τῶν ἐναντίων, ἢ μεταξύ, ἕως ἂν ἔλθῃ εἰς τὸ οὕτως ἔχειν, ὃ ἦν τοῦ ὑγιαίνειν· ἔκ τε τούτου οὐ πέφυκεν ἄλλο τι ὂν ἢ τὸ μεταξύ. δύναται μὲν οὖν ποιῆσαι ὁ ἔχων. ὡς γὰρ ἦλθεν, ἀναλῦσαι δύναται καὶ ἀπελθεῖν, οὐ μὴν ἥ γε τέχνη τούτου ἐστίν. ἀεὶ γὰρ βέλτιον. ὥστε οὐδὲ ἄλλη, οὔτε αὐτὴ ποιήσει ἐξ ὑγείας ἄλλο τι· οὐθὲν γὰρ ἐγίνετο ἢ τὸ ἐναντίον τούτου, εἴπερ ἡ αὐτὴ ἐπιστήμη. [40]
956b
οὕτω καὶ ἐπὶ οἰκίας οὐδὲν ποιήσειεν ἂν τοὐναντίον· οὐκ ἔστιν ἐν ἄλλῃ τέχνη ἐκ τούτου ποιήσουσα, πλὴν ὡς μέρους, οἷον ἡ σκυτικὴ ὑπόδημα ἐκ προσχίσματος. ἐξ ἑκατέρου γὰρ γίνεται διττῶς, ἢ συντιθεμένου ἢ φθειρομένου. Διὰ τί τὸν φιλόσοφον τοῦ ῥήτορος οἴονται διαφέρειν; ἢ ὅτι ὁ μὲν φιλόσοφος περὶ αὐτὰ τὰ εἴδη τῶν πραγμάτων διατρίβει, ὁ δὲ περὶ τὰ μετέχοντα, οἷον ὁ μὲν τί ἐστιν ἀδικία, ὁ δὲ ὡς ἄδικος ὁ δεῖνα, καὶ ὁ μὲν τί ἡ τυραννίς, ὁ δὲ οἷόν τι ὁ τύραννος. Διὰ τί οἱ Διονυσιακοὶ τεχνῖται ὡς ἐπὶ τὸ πολὺ πονηροί εἰσιν; ἢ ὅτι ἥκιστα λόγου σοφίας κοινωνοῦσι διὰ τὸ περὶ τὰς ἀναγκαίας τέχνας τὸ πολὺ μέρος τοῦ βίου εἶναι, καὶ ὅτι ἐν ἀκρασίαις τὸ πολὺ τοῦ βίου εἰσίν, τὰ δὲ καὶ ἐν ἀπορίαις; ἀμφότερα δὲ φαυλότητος παρασκευαστικά. Διὰ τί οἱ ἐξ ἀρχῆς τῆς μὲν κατὰ τὸ σῶμα ἀγωνίας ἆθλόν τι προὔταξαν, σοφίας δὲ οὐθὲν ἔθηκαν; ἢ ὅτι ἐπιεικῶς δεῖ τοὺς κριτάς, ἃ παρὰ διάνοιάν ἐστιν, ἢ μηθὲν χείρους τῶν ἀγωνιστῶν εἶναι ἢ κρείττους; εἰ δὲ ἔδει σοφίᾳ τοὺς πρωτεύοντας ἀγωνίζεσθαι καὶ ἆθλον προὐτέτακτο, κριτῶν ἂν ἠπόρουν αὐτοῖς. ἐπὶ δὲ τῶν γυμνικῶν ἀγώνων ἅπαντός ἐστι κρῖναι, τῇ ὄψει μόνῃ θεασάμενον. ἔτι δὲ ὁ ἐξ ἀρχῆς κατασκευάζων οὐκ ἐβούλετο τοιαύτην ἀγωνίαν προθεῖναι τοῖς Ἕλλησιν, ἐξ ὧν ἔμελλον στάσεις καὶ ἔχθραι μεγάλαι ἔσεσθαι· οἷον οἱ ἄνθρωποι, ὅταν τις ἢ ἐκκριθῇ ἢ προσδεχθῇ εἴς τι τῶν κατὰ τὸ σῶμα ἀθλημάτων, οὐ πάντῃ χαλεπῶς φέρουσιν οὐδὲ εἰς ἔχθραν καθίστανται τοῖς κρίνουσιν, ὑπὲρ δὲ τοῦ φρονιμωτέρους ἢ μοχθηροτέρους εἶναι τοῖς κρίνουσι μάλιστα ὀργίζονται καὶ ἀγανακτοῦσιν. στασιῶδες δὲ καὶ μοχθηρὸν τὸ τοιοῦτόν ἐστιν. ἔτι δὲ δεῖ τῆς ἀγωνίας τὸ ἆθλον κρεῖττον εἶναι. ἐπὶ μὲν γὰρ τῶν γυμνικῶν ἀθλημάτων τὸ ἆθλον αἱρετώτερον καὶ βέλτιον τῆς ἀγωνίας· σοφίας δὲ τί ἂν ἆθλον βέλτιον γένοιτο; Διὰ τί ἄλλο νοεῖ καὶ ποιεῖ ἄνθρωπος μάλιστα; ἢ ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη; ἢ ὅτι ὁ μὲν νοῦς πολλῶν ἐστίν, ἡ δὲ ὄρεξις ἑνός; ὁ μὲν οὖν ἄνθρωπος τῷ νῷ τὰ πλεῖστα ζῇ, τὰ δὲ θηρία ὀρέξει καὶ θυμῷ καὶ ἐπιθυμίᾳ. Διὰ τί φρόνιμοί τινες κτώμενοι οὐ χρώμενοι διατελοῦσιν; πότερον ὅτι τῷ ἔθει χρῶνται; ἢ διὰ τὸ ἐν ἐλπίδι ἡδύ; ὅτι ἡ αἴσθησις καὶ ἡ διάνοια τῷ ἠρεμεῖν τὴν ψυχὴν ἐνεργεῖ· ὃ καὶ ἡ ἐπιστήμη δοκεῖ εἶναι, ὅτι τὴν ψυχὴν ἵστησιν· κινουμένης γὰρ καὶ φερομένης οὔτε αἰσθέσθαι οὔτε διανοηθῆναι δυνατόν. [40]
957a
διὸ καὶ τὰ παιδία καὶ οἱ μεθύοντες καὶ οἱ μαινόμενοι ἀνόητοι· διὰ γὰρ τὸ πλῆθος τοῦ θερμοῦ τοῦ ἐνυπάρχοντος πλείστη κίνησις αὐτοῖς καὶ σφοδροτάτη συμβαίνει, ληγούσης δὲ ταύτης ἐμφρονέστεροι γίνονται· ἀταράχου γὰρ οὔσης τῆς διανοίας μᾶλλον ἐφιστάναι δύνανται αὐτήν. οἵ τʼ ἐν τῷ καθεύδειν ἐνυπνιαζόμενοι ἱσταμένης τῆς διανοίας, καὶ καθʼ ὅσον ἠρεμεῖ, ὀνειρώττουσιν. μάλιστα γὰρ ἐν τοῖς ὕπνοις ἡ ψυχὴ κινεῖται. περιισταμένου γὰρ τοῦ θερμοῦ ἐκ τοῦ ἄλλου σώματος εἰς τὸν ἐντὸς τόπον, τότε πλείστη καὶ σφοδροτάτη κίνησις ὑπάρχει, οὐχ ὥσπερ οἱ πολλοὶ ὑπολαμβάνουσι τότε ἠρεμεῖν καὶ καθʼ αὑτὴν εἶναι, καὶ μάλιστα ὅταν μηδὲν ἴδωσιν ἐνύπνιον. συμβαίνει δὲ τοὐναντίον· διὰ γὰρ τὸ ἐν πλείστῃ κινήσει εἶναι καὶ μηδὲ κατὰ μικρὸν ἠρεμεῖν, οὐδὲ διανοεῖσθαι δύναται. ἐν πλείστῃ δὲ κινήσει, ὅταν ἥδιστα καθεύδῃ, εἰκότως ἐστίν, ὅτι τότε μάλιστα καὶ πλεῖστον θερμὸν ἀθροίζεται εἰς τὸν εἴσω τόπον. ὅτι δὲ ἐν τῇ κινήσει οὖσα ἡ ψυχὴ οὐ μόνον ὕπαρ ἀλλʼ οὐδʼ ἐν τοῖς ὕπνοις δύναται διανοεῖσθαι, κἀκεῖνο σημεῖον· ἐν γὰρ τοῖς μετὰ τὴν πρόσεσιν τῶν σιτίων ὕπνοις ἥκιστα ἔστιν ἐνύπνια ὁρᾶν. τότε δὲ μάλιστα συμβαίνει κινεῖσθαι αὐτὴν διὰ τὴν ἐπεισενεχθεῖσαν τροφήν. τό τε ἐνύπνιόν ἐστιν, ὅταν διανοουμένοις καὶ πρὸ ὀμμάτων τιθεμένοις ὕπνος ἐπέλθῃ. διὸ καὶ ταῦτα μάλιστα ὁρῶμεν ἃ πράττομεν ἢ μέλλομεν ἢ βουλόμεθα· περὶ γὰρ τούτων μάλιστα πλειστάκις λογισμοὶ καὶ φαντασίαι ἐπιγίνονται. καὶ οἱ βελτίους βελτίω τὰ ἐνύπνια ὁρῶσι διὰ ταῦτα, ὅτι καὶ ἐγρηγορότες περὶ βελτιόνων διανοοῦνται, οἱ δὲ χεῖρον ἢ τὴν διάνοιαν ἢ τὸ σῶμα διακείμενοι χείρω. καὶ γὰρ ἡ τοῦ σώματος διάθεσις πρὸς τὴν τῶν ἐνυπνίων φαντασίαν συμβλητικόν· τοῦ γὰρ νοσοῦντος καὶ αἱ τῆς διανοίας προθέσεις φαῦλαι, καὶ ἔτι διὰ τὴν ἐν τῷ σώματι ταραχὴν ἐνοῦσαν ἡ ψυχὴ οὐ δύναται ἠρεμεῖν. οἱ δὲ μελαγχολικοὶ διὰ τοῦτο ἐξάττουσιν ἐν τοῖς ὕπνοις, ὅτι πλείονος τῆς θερμασίας οὔσης μᾶλλον τοῦ μετρίου ἡ ψυχὴ ἐν κινήσει, σφοδροτέρας δὲ τῆς κινήσεως οὔσης οὐ δύνανται καθεύδειν. ΛΑ. ΟΣΑ ΠΕΡΙ ΟΦΘΑΛΜΟΥΣ. Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν; ἢ ὅτι ἀναπνοὴ ταύτῃ γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν· ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγροῦ. [40]
957b
ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος; ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ τοῦτο δὲ κἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός. Διὰ τί τῷ ἑνὶ ὀφθαλμῷ ἀκριβέστερον ὁρῶσιν ἢ τοῖν δυοῖν; ἢ ὅτι πλείους οὖσαι κινήσεις τοῖν δυοῖν γίνονται, οἷον τοῖς διεστραμμένοις; οὔκουν μία ἡ κίνησις, τοῦ δὲ ἑνὸς ἁπλῆ. ἧττον οὖν ὁρῶσιν ἀκριβέστερον. Διὰ τί ὀργιζόμενοι μὲν τοὺς ὀφθαλμοὺς μᾶλλον ἐπιδιδόασι πρὸς τὸ ἐρυθριᾶν, αἰσχυνόμενοι δὲ τὰ ὦτα; ἢ διότι οἱ μὲν καταψύχονται ἐν τῇ αἰδοῖ (ἐν ὀφθαλμοῖς γὰρ αἰδώς) ἀντιβλέπειν οὐ δύνανται; καὶ ἡ δειλία κατάψυξίς τίς ἐστιν ἐνταῦθα. μεθίσταται δὲ εἰς τοὐναντίον τῷ ἔμπροσθεν τὸ ὄπισθεν. τὰ δὲ ὦτα ἀντίκειται· διὸ καὶ μάλιστα ἐρυθριῶσιν αἰσχυνόμενοι. ἐν δὲ τῷ κνήθεσθαι ἐπὶ τὸ αἰσθητικώτερον καὶ κινητικώτερον ἡ βοήθεια ὡς ἀδικουμένου· φοβουμένοις γὰρ ἐνταῦθα ἐκλείπει μάλιστα. Διὰ τί θατέρου καταληφθέντος ὀφθαλμοῦ ὁ ἕτερος ἀτενίζει μᾶλλον; ἢ διότι ἐκ ταὐτοῦ ἤρτηνται αἱ ἀρχαὶ τῶν ὀφθαλμῶν; θατέρου οὖν κινουμένου καὶ ἡ κοινὴ ἀρχὴ κινεῖται, ἐκείνης δὲ κινουμένης καὶ ὁ ἕτερος. ληφθέντος οὖν θατέρου ἡ κίνησις κινήσει αὐτόν, ὥστε δύναται ἀτενίζειν μᾶλλον. Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί; ἢ ὅτι πημαίνει τὰ ὄμματα ὑγρότης οὖσα πολλὴ ἐν τῷ περὶ τὴν κεφαλὴν τόπῳ; διὸ τῶν ῥευματικῶν εἰς τοὺς ὀφθαλμοὺς τάς τε περὶ τοὺς κροτάφους φλέβας κάουσι, πυκνοῦντες τοὺς τῶν ὑγρῶν πόρους, καὶ ξύουσι τὴν κεφαλήν, διατέμνοντες τὸ ἐν αὐτῇ δέρμα. ἐπεὶ οὖν πημαίνει τοὺς ὀφθαλμοὺς τὸ ἐν αὐτῇ περίττωμα γινόμενον, κωλύοι ἂν αὐτοὺς ταὐτὸ τοῦτο ἐξ ἀρχῆς γίνεσθαι, πλέον συνιστάμενον ἐν αὐτῇ. ἐπεὶ δὲ ἐκ περιττωμάτων θρὶξ φύεται, τοῦτο δὲ ἐν τῇ τῶν τυφλῶν κεφαλῇ ἐκ γενετῆς ἐστὶ πολύ, εἰκότως οὐκ εἰσὶ φαλακροί. Διὰ τί οἱ ἐξόφθαλμοι καπνίζονται μᾶλλον; ἢ ὅτι τάχιστα προσπίπτει πρὸς τὰ προέχοντα; Διὰ τί εἰς μὲν τὰ δεξιὰ ἀμφοτέρας τὰς ὄψεις ἅμα διαστρέφειν δυνάμεθα, καὶ εἰς τὰ ἀριστερὰ καὶ πρὸς τὴν ῥῖνα, καὶ εἰς τὸ ἀριστερὸν δὲ ἢ τὸ δεξιὸν τὴν ἑτέραν, ἅμα δὲ εἰς τὸ δεξιὸν καὶ ἀριστερὸν ἀδυνατοῦμεν; ὁμοίως δὲ καὶ εἰς τὸ κάτω καὶ εἰς τὸ ἄνω· ἅμα μὲν γὰρ ἐπὶ ταὐτὸ δυνάμεθα, χωρὶς δὲ οὔ. ἢ ὅτι αἱ ὄψεις δύο οὖσαι ὁμοίως ἐξ ἑνὸς συνήρτηνται; ὅσα δὲ τοιαῦτα, ἄκρου θατέρου κινουμένου ἀνάγκη θάτερον ἀκολουθεῖν ἐπὶ ταὐτό. [40]
958a
τῷ γὰρ ἑτέρῳ ἄκρῳ ἡ ἀρχὴ θάτερον ἄκρον. εἰ οὖν τὸ ἓν ἀδύνατον ἅμα εἰς τἀναντία κινεῖσθαι, ἀδύνατον καὶ τὰς ὄψεις. τὰ μὲν γὰρ ἄκρα εἰς τἀναντία ἂν κινοῖτο, εἰ τὸ μὲν ἄνω τὸ δὲ κάτω κινοῖτο, ἡ δὲ ἀρχὴ ἀμφοῖν ἂν ἀκολουθοίη· ὅπερ ἀδύνατον. ἡ δὲ διαστροφή ἐστι τῶν ὀμμάτων διὰ τὸ ἀρχὴν ἔχειν τὰς σφαίρας, καὶ μέχρι τοῦ στρέφεσθαι εἰς τὰ ἄνω καὶ κάτω καὶ εἰς πλάγιον. ὅταν οὖν ἔχουσαι ὡς ἂν ὁμοίως ἔχοιεν τῇ θέσει ἀλλήλαις, καὶ ἐν μέσῳ τοῦ ἐπὶ τὸ ἄνω καὶ κάτω κινεῖσθαι, καὶ εἰς πλάγιον ἐπὶ τοῦ αὐτοῦ σημείου ἑαυτῶν λάβωσι τὴν ὄψιν, αὗται μὲν ἀδιάστροφοί τε καὶ μάλιστα ἀκίνητοι τῇ θέσει· ὅσαι δὲ ἐπὶ ταὐτοῦ σημείου λάβωσι τὰς ὄψεις, ἀδιάστροφοι μέν εἰσι, διαφέρουσι δὲ ἀλλήλων. καίτοι κρύπτεται τοῦ μέλανός τι καὶ τοῖς ἄνω βάλλουσι τὰ λευκά, οἷον μελλέπταρμοι· ἕτεροι δὲ εἰς τὸ πλάγιον, ὥσπερ οἱ μανικοί, οἱ δὲ εἰς τοὺς μυκτῆρας, ὥσπερ τὰ τραγικὰ πρόσωπα καὶ οἱ στρυφνοί· σύννουν γὰρ τὸ βλέμμα. ὅσοι δὲ μήθʼ ὁμοίως κειμένων τῶν σφαιρῶν ἐπὶ ταὐτῷ σημείῳ ἔχουσι τὰς ὄψεις, ἢ ὁμοίως μὲν κειμένων μὴ ἐπὶ τῷ αὐτῷ δέ, οὗτοι διεστραμμένοι εἰσίν· διὸ ὑποβλέπουσι καὶ συνάγουσι τὰ ὄμματα. πειρῶνται γὰρ ἐπὶ ταὐτὸν καταστῆσαι σχῆμα τὴν σφαῖραν. ὥστε τὸν μὲν ἐῶσι, τὸν δὲ σχηματίζουσι τῶν ὀφθαλμῶν. ἐὰν γὰρ μὴ κατʼ αὐτὸ σημεῖον τεθῶσιν αἱ ὄψεις, ἀνάγκη διεστράφθαι. ὥσπερ γὰρ τοῖς ὑποβάλλουσιν ὑπὸ τὸν ὀφθαλμὸν [τὸ ἓν] δύο φαίνεται (καὶ γὰρ ἐκείνοις κεκίνηται ἡ ἀρχή), καὶ τούτοις ὁμοίως. ἐὰν μὲν οὖν ἄνω κινηθῇ ὁ ὀφθαλμός, τὸ πέρας κάτω τῆς ὄψεως γίνεται, ἐὰν δὲ κάτω, ἄνω τὸ πέρας. ἐν ἑνὶ δὲ ὀφθαλμῷ μεθισταμένῳ κινεῖσθαι μὲν τὸ ὁρώμενον δοκεῖ διὰ ταῦτα ἄνω ἢ κάτω, ὅτι καὶ ἡ ὄψις, δύο δὲ οὐ φαίνεται, ἂν μὴ δύο αἱ ὄψεις ὦσι, καὶ διαστρέφει. τοιαύτη μὲν τῷ ἑτεροφθάλμῳ γίνεται, ὥστε δύο φαίνεσθαι· κατὰ τὴν θέσιν δὲ γίνεται τῷ μὴ κατὰ μέσον τοῦ ὄμματος κεῖσθαι. Διὰ τί οἱ μύωπες μικρὰ γράμματα γράφουσιν; ἄτοπον γὰρ τὸ μὴ ὀξὺ ὁρῶντας ποιεῖν ἔργον ὀξὺ ὁρώντων. πότερον ὅτι μεγάλα φαίνεται τὰ μικρά, ἐὰν ᾖ ἐγγύς· οἱ δὲ προσάγοντες γράφουσιν; ἢ διὰ τὸ συνάγοντας τὰ βλέφαρα γράφειν; διʼ ἀσθένειαν γὰρ τῆς ὄψεως, ἂν μὲν ἀναπεπταμένοις γράφωσι τοῖς ὄμμασι, διασπωμένη ἡ ὄψις ἀμβλὺ ὁρᾷ, οὕτω δὲ ἀθρόως προσπίπτει· γωνίαν δὲ μικρὰν ποιοῦσα ἐξ ἀνάγκης ποιεῖ μικρὰ γράφειν. [35]
958b
Διὰ τί ὀφθαλμιάσαντες ἔνιοι ὀξύτερον ὁρῶσιν; ἢ διὰ τὸ ἀποκεκαθάρθαι τὰ ὄμματα; πολλάκις γὰρ ἡ ἔξω πυκνότης ἀποστέγει τὴν ὄψιν, ἀποδακρύσαντι δὲ λύεται. διὸ καὶ τὸ ἀποδάκνεσθαι συμφέρει, οἷον κρόμμυον· θάτερον δὲ πολέμιον, οἷον ὀρίγανον. Διὰ τί τῇ μιᾷ ὄψει ἀπαθέστεροι; ἢ διότι ἔλαττον ἡ ψυχὴ πάσχει, ὥστε ἔλαττον τὸ πάθος. Διὰ τί τοῖς διισταμένοις δύο φαίνεται; ἢ διότι οὐκ ἀφικνεῖται ἐπὶ τὸ αὐτὸ σημεῖον ἑκατέρου τῶν ὀμμάτων ἡ κίνησις; ὥσπερ οὖν δύο ὁρᾶν τὸ δὶς ὁρᾶν οἴεται ἡ ψυχή. ὅμοιον καὶ ἐπὶ τῶν δακτύλων τῆς ἐπαλλάξεως· δύο γὰρ τὸ ἓν δοκεῖ ὡς δὶς ἁπτομένῃ ἑνί. Διὰ τί οὐ διαφέρουσιν αἱ αἰσθήσεις αἱ ἐν τοῖς δεξιοῖς τῶν ἀριστερῶν, ἐν δὲ τοῖς ἄλλοις πᾶσι κρείττω τὰ δεξιά; πότερον διὰ τὸ ἔθος, ὅτι εὐθὺς ὁμοίως ἀμφοῖν ἐθιζόμεθα αἰσθάνεσθαι; τὰ δὲ δεξιὰ τῷ ἔθει δοκεῖ διαφέρειν, ἐπεὶ ἐθισθεῖσιν ἀμφιδέξιοι γίνονται. ἢ ὅτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστι, τὰ δὲ δεξιὰ διαφέρει τῷ ποιητικώτερα εἶναι καὶ ἀπαθέστερα τῶν ἀριστερῶν. Διὰ τί ἐν μὲν τοῖς ἄλλοις κρείττω τὰ δεξιά, ἐν δὲ ταῖς αἰσθήσεσιν ὅμοια; ἢ διότι ταῦτα μὲν ὁμοίως ἐθιζόμεθα κατʼ ἀμφότερα τῷ ἔθει; ἔτι τὸ μὲν αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἡ δὲ τῶν δεξιῶν διαφορὰ τῷ εἰς τὸ ποιεῖν καὶ οὐκ εἰς τὸ πάσχειν. Διὰ τί τὸ γυμνάζεσθαι ἀσύμφορον πρὸς ὀξυωπίαν; ἢ ὅτι ξηρὸν ποιεῖ τὸ ὄμμα ἡ γυμνασία, ὥσπερ καὶ τὸ ἄλλο σῶμα; ἡ δὲ ξηρότης σκληρύνει τὸ δέρμα πᾶν, ὥστε καὶ τὸ ἐπὶ τῇ κόρῃ. διὸ καὶ οἱ πρεσβῦται οὐκ ὀξὺ ὁρῶσιν· καὶ γὰρ τῶν γερόντων σκληρόδερμα, ἅμα δὲ καὶ ῥυσά, ὥστε ἐπικαλύπτεται ἡ ὄψις. Διὰ τί οἱ μύωπες βλέπουσι μὲν οὐκ ὀξύ, γράφουσι δὲ μικρά; καίτοι τὸ μικρὸν ὀξὺ βλέποντος καθορᾶν ἐστίν. ἢ διότι ἀσθενῆ ἔχοντες τὴν ὄψιν συνάγουσι τὰ βλεφαρὰ εἰς μικρόν; ἀθρόα γὰρ ἐξιοῦσα ἡ ὄψις μᾶλλον ὁρᾷ, ἀναπεπταμένου δὲ τοῦ ὄμματος διασπᾶται. διὰ μὲν οὖν τὴν ἀσθένειαν συνάγουσι τὸ βλέφαρον, διὰ δὲ τὸ ἐκ μικροῦ ὁρᾶν μικρὸν μέγεθος ὁρῶσιν. [35]
959a
ὅσον δὲ ὁρῶσι μέγεθος, τοσοῦτον καὶ γράφουσιν. Διὰ τί οἱ μύωπες συνάγοντες τὰ βλέφαρα ὁρῶσιν; ἢ διʼ ἀσθένειαν τῆς ὄψεως, ὥσπερ καὶ οἱ πρὸς τὰ πόρρω τὴν χεῖρα προσάγοντες, οὕτω καὶ τὰ βλέφαρα πρὸς τὰ ἐγγὺς προστίθενται ὥσπερ χεῖρα; τοῦτο δὲ ποιοῦσιν, ἵνα ἀθροωτέρα ἡ ὄψις ἐξίῃ, διʼ ἐλάττονος ἐξιοῦσα, καὶ μὴ εὐθὺς ἐξ ἀναπεπταμένου ἐξιοῦσα διασπασθῇ. ὁρᾷ δὲ ἡ πλείων μεῖζον. Διὰ τί εἰς τὸ πλάγιον κινοῦσι τὸν ὀφθαλμὸν οὐ φαίνεται δύο τὸ ἕν; ἢ ὅτι ἐπὶ τῆς αὐτῆς γίνεται γραμμῆς ἡ ἀρχή; δύο δὲ φαίνεται ταύτης μεταβαλλούσης ἄνω ἢ κάτω. εἰς δὲ πλάγιον οὐδὲν διαφέρει, ἐὰν μὴ ἅμα καὶ ἄνω. τί δὴ ἐπὶ μὲν τῆς ὄψεως ἔστιν ὥστε φαίνεσθαι τὸ ἓν δύο, ἄν πως τεθῶσιν οἱ ὀφθαλμοὶ πρὸς ἀλλήλους, ἐπὶ δὲ τῶν ἄλλων αἰσθήσεων οὐκ ἔστιν; ἢ καὶ ἐπὶ τῆς ἁφῆς γίνεται τῇ ἐπαλλάξει τῶν δακτύλων τὸ ἓν δύο; ἐπὶ δὲ τῶν ἄλλων οὐ γίνεται, ὅτι οὔτε ἔξω ἀποτεινομένων αἰσθάνεται, οὐδὲ δύο. γίνεται δὲ διὰ τοῦτο διόπερ καὶ ἐπὶ τῶν δακτύλων· μιμεῖται γὰρ τὴν ὄψιν. Διὰ τί τοῦ μὲν ἄλλου σώματος τὰ ἀριστερὰ ἀσθενέστερα, τῶν δὲ ὀφθαλμῶν οὔ, ἀλλʼ ὁμοίως ὀξύ; ἢ ὅτι τὰ μὲν δεξιὰ τῷ ποιητικὰ εἶναι διαφέρουσι, τῷ δὲ παθητικὰ οὐ διαφέρουσιν; αἱ δὲ ὄψεις παθητικαί. Διὰ τί τῇ ὄψει πρὸς μὲν τὰ ἄλλα ἀτενίζοντες χεῖρον διατιθέμεθα, πρὸς δὲ τὰ χλωρὰ καὶ ποώδη, οἷον λάχανα καὶ τὰ τούτοις ὅμοια, βέλτιον; ἢ ὅτι πρὸς μὲν τὸ λευκὸν καὶ μέλαν ἥκιστα δυνάμεθα ἀτενίζειν (ἄμφω γὰρ λυμαίνεται τὴν ὄψιν), τὰ δὲ τοιαῦτα τῶν χρωμάτων μέσον ἔχει τούτων· διὸ μετρίως τῆς ὄψεως διατιθεμένης οὐδὲ ἐξαδυνατοῦμεν αὐτῇ, βέλτιον δὲ διατιθέμεθα. τάχα δὲ ἴσως καθάπερ ἐπὶ τῶν σωμάτων σφοδρότερον πονοῦντες χεῖρον ἔχομεν, τὸ μέσον δὲ βέλτιστα διατίθησι, τὸν αὐτὸν τρόπον καὶ τὴν ὄψιν. πρὸς μὲν γὰρ στερεὰ ἀτενίζοντες πονοῦμεν αὐτήν, πρὸς δὲ τὰ ὑγρὰ μηδενὸς ἀντιφράττοντος οὐ διαπονοῦμεν. τὰ δὲ χλωρὰ στερεά τε μετρίως, καὶ ὑγρὸν ἐν αὐτοῖς ἱκανόν. διὸ βλάπτει τε οὐθέν, καὶ διαναγκάζει τὴν ὄψιν πρὸς τούτοις εἶναι διὰ τὸ τὴν τοῦ χρώματος κρᾶσιν σύμμετρον ἔχειν πρὸς τὴν ὄψιν. Διὰ τί τὰ μὲν ἄλλα ἀμφοτέροις τοῖς ὀφθαλμοῖς μᾶλλον ὁρῶμεν, τὸ δὲ εὐθὺ τὸ ἐπὶ τῶν στίχων τῷ ἑνὶ προσάγοντες πρὸς τὰ γράμματα μᾶλλον καθορῶμεν; ἢ ἀμφότεραι μὲν αἱ ὄψεις συμπίπτουσαι, καθάπερ λέγουσιν οἱ περὶ τὰ ὀπτικά, ταραχὴν παρέχουσιν, ἐπειδὰν δὲ τῇ μιᾷ θεωρῶμεν, πρὸς εὐθεῖαν τὴν ὄψιν, ὥσπερ πρὸς κανόνα, μᾶλλον φαίνεται τὸ εὐθύ. [40]