arg ran 1 t
ΥΠΟΘΕΣΙΣ ΔΡΑΜΑΤΟΣ ΒΑΤΡΑΧΩΝ ΑΡΙΣΤΟΦΑΝΟΥΣ ὁ παρὼν ποιητής, ὡς ἐν τῷ δράματι τοῦ Πλούτου τῷ τότε τῶν Ἀθηνῶν ἄρχοντι ὁπωσδήποτε χαριζόμενος, τότε τὸν Πλοῦτον ἀναβλέψαι φησὶ καὶ πλουτίσαι τοὺς ἀγαθούς, τῶν Νεφελῶν δὲ τὸ δρᾶμα τῷ φαινομένῳ γράψας κατὰ Σωκράτους, κατὰ παντὸς συνετάξατο φιλοσόφου μεταρσιολέσχου καὶ φυσικοῦ—Σωκράτης γὰρ μετερχόμενος τὴν ἠθικὴν φιλοσοφίαν, εἰ ἄρα κἂν ταύτην, κατεγέλα μεταρσιολογίας καὶ φυσικῆς, ὡς γράφει καὶ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασι, θεολογίας δὲ ὡς ἀκαταλήπτου πάντῃ ἀπείχετο—ὡς οὖν τὸ δρᾶμα τοῦ Πλούτου ὑπὲρ τοῦ τότε ἄρχοντος Ἀθηνῶν ἀσυμφανῶς συνετάξατο, κατὰ παντὸς δὲ φιλοσόφου μεταρσιολέσχου καὶ ψευδοτύφου τὸ δρᾶμα τῶν Νεφελῶν, οὕτω καὶ τήνδε τὴν κωμῳδίαν τὴν τῶν Βατράχων κατὰ παντὸς ὑποψύχρου καὶ ὑψηγόρου καὶ ὑποξύλου καὶ ἀφυοῦς καὶ ἀτεχνότατα γράφοντος, τῷ μεμηνέναι δʼ οὐ συνιέντος αὑτὸν ὄντα βάρβαρον, οἰομένου δὲ μὴ μόνον ἰσοῦσθαι, ἀλλὰ καὶ τὰ κρείττονα φέρεσθαί τινων αἰθερίων ἀνθρώπων, ὡς τῷ ὑπὲρ φύσιν Ὁμήρῳ τις ἀνώνυμος ἤριζε Σάτυρος, Ἡσιόδῳ δὲ Κέρκωψ, ἢ πλέον εἰπεῖν, Εὔρυτος μὲν τοξικῇ, Μαρσύας δὲ μουσικῇ τῷ Ἀπόλλωνι, Σειρῆνες δὲ Μούσαις καὶ Θάμυρις ὁ μαινόμενος, ἢ ὡς ὁ Αἰγύπτιος Σῶφις καὶ ὁ Θετταλὸς Σαλμωνεὺς ταῖς οὐρανίοις λήρως ἀντιπαταγοῦντες βρονταῖς καὶ τοῖς κεραυνοῖς δῆθεν ἀνταπαστράπτοντες. [20]
arg ran 1 1 (3)
κατὰ τοιούτου παντὸς μὴ συνιέντος αὑτόν, ἐξυμνουμένου δὲ φιληταῖς ἀλογίστοις καθάρμασι, δίκην βατράχων βοῶσι θορυβωδέστατα, τὸ τοιοῦτον ὁ ποιητὴς δρᾶμα ἐξέθετο. ἡ διασκευὴ δὲ καὶ ἡ ἔκθεσις τοιάδε τοῦ δράματος. πλάττεται τῷ ποιητῇ δυσφορῶν ὁ Διόνυσος διὰ τὸ ἐν τοῖς Διονυσίοις μὴ εἶναι ἢ τραγικὸν ἢ κωμικὸν δεξιὸν ποιητήν. ὅθεν καὶ βουληθεὶς κατιέναι εἰς Ἅιδου, ὡς Εὐριπίδην ἐκεῖθεν ἀνάξειεν, ἐπὶ διονυσιακοῖς τοῖς κοθόρνοις, καὶ λεοντὴν καὶ ῥόπαλον ἔχων τρόπῳ τοῦ Ἡρακλέους, μετὰ Ξανθίου οἰκέτου, ὄνῳ ἐποχουμένου, τοῖς ὤμοις δὲ ἀνάφορον φέροντος, ὃ ἀλλακτὸν δημωδεστέρως καλεῖται, ἐς Θήβας ἢ Τίρυνθα, πόλιν τοῦ Ἄργους, ἀφικνεῖται πρὸς Ἡρακλέα, ὁδοὺς τὰς εἰς Ἅιδου ἀγούσας χρῄζων μαθεῖν ἐξ αὐτοῦ καὶ πανδοχεῖα καὶ ἐκτροπάς, ᾇτε τοῦ Ἡρακλέους εἰς Ἅιδου πρὶν κατελθόντος ἐπʼ ἀναγωγῇ τοῦ Κερβέρου, εἰ καὶ δυσὶ γενεαῖς προγενέστερος Ἡρακλέους ἦν ὁ Διόνυσος. παρʼ οὗ μαθών, ὅσον ἔχρῃζεν, ἀπάρχεται τῆς πορείας. παρὰ τὴν λίμνην δὲ πεφθακὼς τὴν Ἀχερουσίαν, αὐτὸς μὲν ὁ Διόνυσος δυσὶν ὀβολοῖς περαιοῦται τῷ Χάρωνι, Ξανθίας δʼ, ἀνθʼ ὧν τῇ περὶ Ἀργιννούσαις οὐκ ἐναυμάχησε ναυμαχίᾳ, τῷ Χάρωνι μὴ ἀναληφθεὶς πεζῇ τὴν λίμνην κύκλῳ περιπορεύεται. καὶ τί δεῖ λεπτολογεῖν τὸ πᾶν τοῦ συγγράμματος; τέλος ὁ Διόνυσος ξενίζεται Περσεφόνῃ καὶ Πλούτωνι, καὶ κρίσιν ποιησάμενος ποιητῶν, Εὐριπίδου τε καὶ Αἰσχύλου, καὶ ἄριστον τῷ ὄντι Αἰσχύλον νομίσας καὶ παρὰ προσδοκίαν τοῦτον λαβών, ἀλλʼ οὐκ Εὐριπίδην, αὖθις ἐς τοὺς ζῶντας ἀνέρχεται. τοῖς δὲ γελοίοις τούτοις ὁ κωμικὸς μεθόδῳ δεινότητος ἀνύει πάνυ γενναῖα καὶ σπουδαιότατα. τῇ γὰρ ἐξ Ἅιδου μετʼ Αἰσχύλου πρὸς τοὺς ζῶντας ἀναφορᾷ, φησίν, παραπεμπόμενος ὁ Διόνυσος ἐντολὴν ἔσχε Πλούτωνος καὶ Περσεφόνης καὶ τοῦ χοροῦ τῶν μυστῶν, ὅπως τὴν Ἀθηναίων πολιτείαν ἰσώσῃ καὶ διαλύσῃ τὰς ἔχθρας καὶ τοὺς διὰ τὴν ἐν Ἀργιννούσαις μὴ γενομένην ἀναίρεσιν τῶν νεκρῶν γενομένους φυγάδας τε καὶ ἀτίμους αὖθις πολίτας τε καὶ ἐντίμους ποιήσειεν. ΥΠΟΘΕΣΙΣ ΒΑΤΡΑΧΩΝ μαθὼν παρʼ Ἡρακλέους Διόνυσος τὴν ὁδὸν πρὸς τοὺς κατοιχομένους πορεύεται λαβὼν τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων Εὐριπίδην. [5]
arg ran 2 1 (3)
λίμνην δὲ διέβαινεν κάτω καὶ τῶν βατράχων ἀνέκραξεν εὔφημος χορός. ἔπειτα μυστῶν ἐκδοχή· Πλούτων δʼ ἰδὼν ὡς Ἡρακλεῖ προσέκοπτε διὰ τὸν Κέρβερον. ὡς δʼ ἀνεφάνη, τίθεται τραγῳδίας ἀγών· καὶ δὴ στεφανοῦταί 〈γʼ〉 Αἰσχύλος. τοῦτον δʼ ἄγει Διόνυσος ἐς φῶς, οὐχὶ μὰ Δίʼ Εὐριπίδην. ΒΑΤΡΑΧΩΝ ΥΠΟΘΕΣΙΣ Διόνυσός ἐστι μετὰ θεράποντος Ξανθίου κατʼ Εὐριπίδου πόθον εἰς Ἅιδου κατιών· ἔχει δὲ λεοντὴν καὶ ῥόπαλον πρὸς τὸ τοῖς ἐντυγχάνουσιν ἔκπληξιν παρέχειν. [5]
arg ran 3 1 (3)
ἐλθὼν δʼ εἰς τὸν Ἡρακλέα πρότερον, ἵνα ἐξετάσῃ τὰ κατὰ τὰς ὁδούς, διʼ ὧν καὶ αὐτὸς ἐπὶ τὸν Κέρβερον ᾤχετο, καὶ ὀλίγα περὶ τῶν τραγικῶν διαλεχθεὶς ὁρμᾷ πρὸς τὸ προκείμενον. ἐπεὶ δὲ πρὸς τῇ Ἀχερουσίᾳ λίμνῃ γίνεται, ὁ μὲν Ξανθίας διὰ τὸ μὴ συννεναυμαχηκέναι τὴν περὶ Ἀργινούσας ὑπὸ τοῦ Χάρωνος οὐκ ἀναληφθεὶς πεζῇ τὴν κύκλῳ πορεύεται· ὁ δὲ Διόνυσος δύο ὀβολῶν περαιοῦται προσπαίζων ἅμα τοῖς κατὰ τὸν πόρον ᾄδουσι βατράχοις καὶ γελωτοποιῶν. μετὰ ταῦτα ἐν Ἅιδου τῶν πραγμάτων ἤδη χειριζομένων οἵ τε μύσται χορεύοντες ἐν τῷ προφανεῖ καὶ τὸν Ἴακχον ᾄδοντες ἐν χοροῦ σχήματι καθορῶνται ὅ τε Διόνυσος μετὰ τοῦ θεράποντος εἰς ταὐτὸν ἔρχεται τούτοις. τῶν δὲ προηδικημένων ὑπὸ Ἡρακλέους προσπλεκομένων τῷ Διονύσῳ διὰ τὴν ἐκ τῆς σκευῆς ἄγνοιαν, μέχρι μὲν οὖν τινος οὐκ ἀγελοίως χειμάζονται, εἶτα μέντοι γε ὡς τὸν Πλούτωνα καὶ τὴν Περσεφόνην παραχθέντες ἀλεωρῆς τυγχάνουσιν. ἐν δὲ τούτῳ ὁ μὲν τῶν μυστῶν χορὸς περὶ τοῦ τὴν πολιτείαν ἐξισῶσαι καὶ τοὺς ἀτίμους ἐντίμους ποιῆσαι χἀτέρων τινῶν πρὸς τὴν τῶν Ἀθηναίων πόλιν διαλέγεται. τὰ δὲ λοιπὰ τοῦ δράματος μονόκωλα, ἄλλως δὲ τερπνὴν καὶ φιλόλογον λαμβάνει σύστασιν. παρεισάγεται γὰρ Εὐριπίδης Αἰσχύλῳ περὶ τῆς τραγικῆς διαφερόμενος, τὸ μὲν ἔμπροσθεν Αἰσχύλου παρὰ τῷ Ἅιδῃ βραβεῖον ἔχοντος καὶ τὸν τραγῳδικὸν θρόνον, τότε δὲ Εὐριπίδου τῆς τιμῆς ἀντιποιησαμένου. συστήσαντος δὲ τοῦ Πλούτωνος αὐτοῖς τὸν Διόνυσον διακούειν, ἑκάτερος αὐτῶν λόγους πολλοὺς καὶ ποικίλους ποιεῖται, καὶ τέλος πάντα ἔλεγχον καὶ πᾶσαν βάσανον οὐκ ἀπιθάνως ἑκατέρου κατὰ τῆς θατέρου ποιήσεως προσάγοντος, κρίνας παρὰ προσδοκίαν ὁ Διόνυσος τὸν Αἰσχύλον νικᾶν, ἔχων αὐτὸν ὡς τοὺς ζῶντας ἀνέρχεται. [55]
arg ran 3 1 (50)
τὸ δὲ δρᾶμα τῶν εὖ πάνυ καὶ φιλολόγως πεποιημένων. ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ Ἀντιγένη διὰ Φιλωνίδου εἰς Ληναῖα. πρῶτος ἦν· 〈δεύτεροσ〉 Φρύνιχος Μούσαις· Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμάσθη τὸ δρᾶμα διὰ τὴν ἐν αὐτῷ παράβασιν, ὥστε καὶ ἀνεδιδάχθη, ὡς ἔφη Δικαίαρχος. ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ Ξανθίας· πανδοκεύτριαι δύο· Διόνυσος· ἑτέρα Πλαθάνη· Ἡρακλῆς· Αἰσχύλος· νεκρός· Εὐριπίδης· Χάρων· μυστῶν χορός· Αἰακός· χορὸς βατράχων παραχορήγημα· θεράπαινα Περσεφόνης. [5]
ran 1a
εἴπω τι τῶν εἰωθότων : ὁ Διόνυσος μέλλων ἀφικέσθαι πρὸς τὴν Ἡρακλέους οἰκίαν, ἵνʼ ἐξ αὐτοῦ τὰ πρὸς τὴν Ἅιδου κάθοδον πάντα γνοίη σαφῶς, ἕνεκα τοῦ γελοίου τῷ ποιητῇ πλάττεται αὐτὸς μὲν αὐτοποδίᾳ βαδίζων, οἰκέτην δὲ μεθʼ ἑαυτοῦ ἔχων Ξανθίαν, συμπορευόμενον ὄνῳ μὲν ἔποχον, ἑαυτοῦ δὲ τοῖς ὤμοις στρώματα καὶ ἀνάφορον ἔχοντα καὶ δυσφοροῦντα τῷ βάρει· ὃς τὸ λεγόμενον τῷ βάρει τοῦ φόρτου τὸν τῆς γαστρὸς φόρτον κινδυνεύων ἐκκρίνειν βούλεται μὲν ἀριδήλως καὶ προφανῶς τῷ Διονύσῳ τοῦτο εἰπεῖν, ἐκκλίνων δὲ ὡς φορτικὸν συμφανῶς τοῦτο εἰπεῖν, περιπλοκῆς δὲ σχήματι οὕτω φησίν· εἴπω τι τῶν ἐν τῇ κοινῇ συνηθείᾳ λεγομένων, ὦ δέσποτα, ἤ· τῶν εἰωθότων λέγεσθαί τε καὶ πράττεσθαι τοῖς ὑποκριταῖς τῶν νῦν κωμικῶν, (2) “ ἐ φ ’ οἷς ἀεὶ γελῶσιν οἱ θεώμενο ι ” ἤτοι οἱ θεαταί; εὐθύς, ὅ φασιν, ἐκ πρώτης βαλβίδος τοὺς κωμικοὺς ποιητὰς διαβάλλει, Φρύνιχον, Λύκιν καὶ Ἀμειψίαν, ὡς στρώματα φέροντας ἐν ταῖς κωμῳδίαις καὶ τοῖς διʼ αὐτὰ πιεσμοῖς φορτικὰ γελοιώδη λαλοῦντας, κινεῖν δὲ δυνάμενα πρὸς γέλωτα τοὺς ἀκροωμένους καὶ θεατάς. ἀπορία : ἐρεῖ δέ τις ἴσως· πῶς αὐτὸς ταῦτα ποιεῖ τοὺς ἄλλους αἰτιώμενος; διὰ ταῦτα, ὅτι αὐτὸς σχήματι μόνῳ ταῦτα ποιεῖ καὶ τὰ φορτικὰ τεθεραπευμένως καὶ μετριωτέρως φησίν, ἐκεῖνοι δὲ φορτηφοροῦσί τε βαρέως καὶ τὰ φορτικὰ φορτικῶς, καὶ πολλάκις ὡς γελῷεν οἱ ὀχλωδέστεροι φθέγγονται. ταῦτα μὲν οὕτως· ἐμοὶ δὲ τὸ μὲν δρᾶμα τοῦ Πλούτου καὶ αἱ Νεφέλαι καὶ ὅλα καὶ κατὰ μέρος ἐννοίαις καὶ εἰσβολαῖς καὶ ἐπιχειρήμασι καὶ ὅσοις ἄλλοις κωμῳδία συντίθεται, πάνυ δοκοῦσιν ἔχειν ἀρίστως, τὸ τῶν Νεφελῶν δὲ καὶ δαιμόνιον καὶ ἀμίμητον οἷον. τὸ νῦν δὲ τῶν Βατράχων οὔτε τῆς ἐννοίας, πλὴν μόνης τῆς περὶ τῶν πολιτῶν ἰσώσεως, αἰνῶ καὶ τὰς εἰσβολὰς καὶ πάντα οὐχὶ προσίεμαι, ἀγοραίας δὲ θυμέλης πάντα μακρηγορούσης δοκῶ, κινούσης βάναυσον γέλωτα, οὐ μὴν σοφῆς καὶ γονίμου κωμῳδίας κυήματα. τῶν εἰωθότων] τῶν κατὰ συνήθειαν λεγομένων. [25]
ran 2
οἱ θεώμενοι] οἱ θεαταί· ἀττικὸν τὸ λαμβάνειν τὰς μετοχὰς ἀντὶ ὀνομάτων. νὴ τὸν Δ ί ’ ὅτι βούλει : λέγει τῷ Ξανθίᾳ Διόνυσος· λέγει, πλὴν τοῦτο μὴ εἴπῃς, ὅτι “ πιέζομα ι” · τοῦτο δὲ τὸ “πιέζομαι” φύλαξαι καὶ πρόσ(σ)χες μὴ λέγειν συνεχῶς—τὸ “ πάν υ ” γὰρ καὶ “πολύ” καὶ “συνεχές” ἐστίν—, ἢ ἔσται ἤδη χολὴ ἤτοι κινεῖ χολήν.
ran 3a
ἤ· πάνυ γὰρ χολὴ καὶ ὀργή ἐστιν ἐμοὶ τὸ λέγειν σέ, ὅτι “πιέζομαι”. πλὴν] τοῦ. [5]
ran 4a
φύλαξαι] τὸ μὴ εἰπεῖν, ὅτι. γὰρ .
ran 4b
.. χολή] ἐν σοί, ἐὰν εἴπῃς, ὅτι “πιέζομαι.” μη δ ’ ἕτερον ἀστεῖον : ὁ Ξανθίας φησίν· μηδʼ ἕτερον γελοιῶδες εἴπω; καὶ ὁ Διόνυσός φησιν ἐλλιπῶς· ναί, πάντα λέγε, πλὴν μόνον γέ μοι τὸ “ ὡς θλίβομα ι” .
ran 5a
καὶ πάλιν ὁ Ξανθίας· τί δαί; τὸ πάνυ γελοιότατον εἴπω; καὶ ὁ (6) Διόνυσός φησιν· ναὶ μὰ τὸν Δία, θαρρῶν γε—λείπει τὸ “λέγε”—μόνον ἐκεῖνο ὅπως καὶ πῶς μὴ ʼρεῖς καὶ ἐρεῖς. καὶ ὁ Ξανθίας· τὸ τί μὴ ἐρῶ; καὶ (8) πάλιν ὁ Διόνυσος· ὅτι χεζητιᾷς καὶ μέλλεις ἀποπατεῖν μεταβαλλόμενος καὶ μεταφέρων ἀεὶ καὶ μεταλλάσσων ἐξ ὤμου εἰς ὦμον τὸ ἀνάφορον καὶ ἄνω (9) τῶν ὤμων βασταζόμενον. πρὸς ὃ Ξανθίας· μηδὲ τοῦτο ἐρῶ, ὅτι τόσον βάρος βαστάζων ἐπὶ τῶν ὤμων, εἰ μὴ καθαιρήσει καὶ καταβάλῃ καὶ ῥίψει τις, τυφωνικὸν πνεύσαιμι τῶν ἐγγαστρίων; ὁρᾷς εἰσβολὴν ἀγοραίαν δράματος καὶ φλυαρίαν, εἴ που ἑτέρωσε τοῦτο εὗρον· αὐτὸς δὲ οὐ συνόλως εἶναι Ἀριστοφάνους ἂν ὑπετόπασα, οὐδʼ ἴκταρ βαίνειν Ἀριστοφάνους μιμήσεως, πολὺ δέ, πολὺ αὐτῆς ἀποτρέχειν. ὡς θλίβομαι] εἴ τι βούλει. [10]
ran 7
ὅπως] σκόπει. μεταβαλλόμενος] μεταθείς, μεταφέρων, μεταλλάσσων.
ran 8b
τἀνάφορον] τὸ βασταζόμενον ἄνω τῶν ὤμων ἀλλακτόν. ἐφετικὰ ῥήματα.
ran 9
μηδʼ … τοσοῦτον] μηδὲ τοῦτο ἐρῶ. καθαιρήσει] καταβιβάσει.
ran 11a
μὴ δῆ θʼ , ἱκετεύω : μὴ δῆτα ἐρεῖς, δέομαι, αὐτὸ τοῦτο, ὃ εἴρηκας, μή πως ἀκούσας ἀηδισθεὶς ἐμέσω, ἀλλʼ ὅτε χρείαν ἔχω ἐμέτου, τότε μοι τοῦτο λέγε. δῆθʼ] ἐρεῖς.
ran 11c
πλήν … ἐξεμεῖν] χρείαν ἔχω τοῦ ἐμέσαι ἀηδισθείς. ὧνπερ Φρύνιχος : Φρύνιχος ἦν πρὸ Αἰσχύλου τραγῳδίας ποιητὴς ἄριστος· νῦν δὲ τὸν κωμικὸν κωμῳδεῖ Φρύνιχον, καὶ Λύκιν καὶ Ἀμειψίαν, περὶ ὧν ἔφθασα προειπεῖν.
ran 13
ἦν δὲ ὁ Φρύνιχος οὗτος πατρὸς Εὐνομίδου, κωμῳδεῖται δὲ ὡς ξένος καὶ ποιητὴς φαῦλος καὶ ὡς ἀλλότρια λέγων καὶ κακονούστατα. εἰσὶ δὲ καὶ ἕτεροι Φρύνιχοι δύο. σκευηφοροῦσι : τριχῶς τουτὶ γράφεται· “σκευοφοροῦσι”, “σκεύη φοροῦσι”, “σκεύη φέρουσι”. [5]
ran 15a
ὁ δὲ νοῦς· οὗτοι ἄνδρας φορτηφοροῦντας εἰσφέρουσι ταῖς κωμῳδίαις. σκεύη] οἵ.
ran 15c
ἐν κωμῳδίᾳ] ἤγουν τῇ σκηνῇ. μὴ νῦν ποιήσῃς , ὡς ἐγὼ θεώμενος : μὴ καὶ σὺ κατʼ ἐκείνους ποιήσῃς, ὃ λέγεις ἐκ τοῦ δῆθεν φορτηφορεῖν, ὡς οἱ ἐκείνων ὑποκριταί· ὡς ἐγὼ (17) θεώμενος καὶ ὁρῶν, ὅταν ἴδω τι τούτων τῶν σοφισμάτων, ἢ τῶν σοφῶν μιμημάτων εἰρωνικῶς, ἢ τῶν σοφισμάτων καὶ ἀπατηλῶν τούτων ποιημάτων, (18) πλεῖν καὶ πλέον ἢ ἐνιαυτῷ πρεσβύτερος ἀπέρχομαι, ἤτοι τῇ αὐτῇ ἡμέρᾳ καὶ μιᾷ πλέον γηρῶν ἐξ ἀγανακτήσεως, παρὸ ἔμελλον γηράσαι ὁλοκλήρῳ ἐνιαυτῷ. [5]
ran 17
τῶν σοφισμάτων] καὶ ἀπατηλῶν ποιημάτων. πλεῖν] πλέον.
ran 19
ὦ τρισκακόδαιμον : οὗτος μέν, ὥς φησι, τῇ τούτων ἀηδίᾳ μιᾷ ἡμέρᾳ γῆρας γηράσκων πλεῖον ὁλοκλήρου ἐνιαυτοῦ ἀπέρχεται· ἐγὼ δὲ νῦν τῇ τούτου ψυχρολογίᾳ, καίπερ καὶ ταῖς διαίταις καὶ τοῖς ποτοῖς καὶ πᾶσιν ἄλλοις τοιούτοις φιλοψυχρότατος ὢν καὶ ταῦτα γράφων περὶ τὸ διακαέστατον τῶν καιρῶν, τὴν μέσην ὥραν φημὶ τὴν τῆς ἐπιτολῆς τοῦ Κυνός, ὡς περὶ μέσην ὥραν χειμέριον περὶ Μαιῶτιν ὁδεύων καὶ τοῦ σκυθίου Ταύρου τοὺς “κρυσταλλόπηγας” πρόποδας, αἷμα τὸ περικάρδιον ἤδη ἐναποψύχομαι καὶ κρυσταλωθέντες οἱ δάκτυλοι γράφειν μοι ἐπεσχέθησαν· τοσοῦτον ἐνταῦθα τὸ περιὸν τῷ ἀνδρὶ τῆς ψυχρότητος οὐ συνίημί τι πεπονθότι. ἀλλὰ τὸ “ ὦ τρισκακόδαιμο ν ” πάλιν ἀναληπτέον μοι. νῦν σχετλιάζει δυσφορῶν ὁ Ξανθίας, καί· ἆρα ὁ τράχηλος οὑτοσί, φησί, θλίβεται τοῖς φορτίοις, ἤτοι ἐγώ, οὐκ ἐρεῖ δὲ τὸ γελοῖον; τὸ δὲ] ἔστω. [10]
ran 20b
ἐρεῖ] ἵνʼ εἴπῃ. καὶ ὁ Διόνυσος· εἶτʼ οὐχ ὕβρις, τουτέστι καὶ ἀλαζονεία, φησί, καὶ πολλὴ τρυφὴ καὶ ἅπερ πάνυ μειρακιώδη καὶ ἀγοραῖα καὶ κάπηλα καὶ ψυχρότατα (22) τάδε, φησίν, ὅτι ἐγὼ ὁ Διόνυσος, υἱὸς Σταμνίου ὤν, ὡς οἶνος καὶ περιεχόμενος τῷ σταμνίῳ, αὐτὸς βαδίζω αὐτοποδίᾳ καὶ πονῶ καὶ κόπους (23) ὑφίσταμαι, τοῦτον δὲ ὀχῶ καὶ ἐποχούμενον, ὄνῳ φερόμενον, ἄγω, ἵνα μὴ ταλαιπωροῖτο καὶ κοπιᾷ μηδʼ ἄχθος μηδὲ φορτίον φέροι; ὕβρις] ἀλαζονεία. [5]
ran 21c
τρυφή] ἔπαρσις. ὀχῶ] καβαλλάριον ποιῶ.
ran 24
ταλαιπωροῖτο] ἤγουν κοπιᾷ. οὐ γὰρ φέρω ʼγ ώ; : τοῦ Διονύσου εἰπόντος· ἐπʼ ὄνου ὀχούμενον ἄγω τοῦτον, ἵνα μὴ ταλαιπωροῖτο μηδὲ φορτίον μηδʼ ἄχθος φέροι, φησὶν ὁ Ξανθίας, ἐπʼ ὄνου μὲν ἐποχούμενος, τοῖς ὤμοις δὲ φέρων τὰ σκεύη· οὐ γὰρ φέρω ἐγώ; καὶ ὁ Διόνυσος· πῶς φέρεις καὶ βαστάζεις, ὅστις ὀχῇ καὶ βαστάζῃ ὑπὸ τοῦ (26) ὄνου; καὶ ὁ Ξανθίας· πῶς φέρω, λέγεις; ὡς φέρων καὶ βαστάζων ταῦτα. [5]
ran 25a
τίνα τρόπον, φησί, βαστάζεις ταῦτα, ἤτοι ἐποχούμενος ὄνῳ πῶς βαστάζεις (27) αὐτά; καὶ ὁ Ξανθίας· βαρέως πάνυ. καὶ ὁ Διόνυσος· οὔκουν καὶ οὐχὶ τὸ βάρος, ὅπερ φέρεις σὺ καὶ βαστάζεις, φέρει ὁ ὄνος, ὡς βαστάζων σέ; καὶ ἅμα τῷ φαινομένῳ φησί· τὰ στρώματα, ἃ βαστάζεις σύ, καὶ τὸ τούτων βάρος, ἐσχηματισμένως δὲ τὸ βάρος τῶν διδύμων· ἤτοι τὸ βάρος τῶν στρωμάτων (28) καὶ τῶν σῶν διδύμων τὸ βάρος οὐ φέρει καὶ βαστάζει ὁ ὄνος; καὶ ὁ Ξανθίας· οὔ μὰ τὸν Δία, πρὸς ἀμφοτέραν φησὶ τὴν διάνοιαν· οὐχὶ ὁ ὄνος φέρει, ὃ ἐγὼ φέρω βάρος. νῦν οἱ παλαιοί φασι καὶ καλῶς ἄρα· (29) “τινὲς εἰς τὸ “φέρω” δύο στιγμὰς ποιοῦσι”. πῶς γὰρ φέρεις, φησὶν ὁ Διόνυσος, ὃς ὑφʼ ἑτέρου φέρει; ὁρᾷς ἄκαιρον φλυαρίαν· καὶ ἀνωτέρω γὰρ ἄνωθεν τοῦτο εἶπε· “πῶς φέρεις, ὅς γʼ ὀχεῖ”; τέως γοῦν τοῦ Διονύσου εἰπόντος· (30) πῶς λέγεις φέρειν φερόμενος ὑφʼ ἑτέρου; οὐκ οἶδα, φησὶν ὁ Ξανθίας· (31) ὁ δʼ ὦμος οὑτοσὶ πιέζεται. καὶ πάλιν πρὸς αὐτὸν ὁ Διόνυσος· ἐπεὶ λέγεις (32) μὴ ὠφελεῖν σε τὸν ὄνον, ἐν τῷ μέρει καὶ ἐκ μέρους καὶ ἀκαριαίᾳ χρόνου (33) ῥοπῇ ἄρας σὺ τὸν ὄνον βάσταξον. καὶ ὁ Ξανθίας φησίν· οἴμοι ὁ κακοδαίμων, ὅτι δύο μεθύσοις ἐνέτυχον παραληροῦσι νυνί, Διονύσῳ καὶ κωμικῷ ποιητῇ. τί γὰρ οὐκ ἐναυμάχουν; εἰ γὰρ ἐναυμάχησα, ἢ κατὰ τοὺς παλαιοὺς ἐν τῇ περὶ Ἀργιννούσαις κατὰ Λακώνων ναυμαχίᾳ, ἢ κατὰ Τζέτζην περὶ τὴν Σαλαμῖνα κατὰ Περσῶν, ἐλευθερωθεὶς γάρ, ὡς καὶ πάντες οἱ Ἀθηναίοις συνναυμαχήσαντες (34) δοῦλοι, ἦ τἂν καὶ ὄντως ἂν ἐκέλευον σὲ μακρὰ καὶ μεγάλα κωκύειν Σαλαμῖνι περιών, καὶ παραληροῦντί σοι τόσῳ οὐκ ἂν οὔτʼ ἠχθηφόρουν ἄχθος καταγέλαστον καὶ ἀγοραῖον οὔτʼ ἂν συνόλως ἐπείσθην σοι. φέρω] βαστάζω. [25]
ran 25c
ὀχεῖ] ἱππεύεις. τίνα] κατά.
ran 26b
τίνα τρόπον] λέγεις βαστάζειν. ἐσχηματισμένως τῶν σῶν διδύμων καὶ τῶν στρωμάτων.
ran 28
οὐ] φέρει ὁ ὄνος. ἐν ταῖς περὶ Ἀργινούσαις κατὰ Λακώνων ναυμαχίᾳ ἢ περὶ Σαλαμῖνα κατὰ Περσῶν οἱ ναυμαχήσαντες πάντες δοῦλοι ἐλεύθεροι.
ran 34a
ἦ] ὄντως. μακρά] μεγάλα.
ran 35a
κατάβα πανοῦργε : “κατάβηθι” λέγεται. τὸ χ δὲ γράφεται, ὅτι οὗτος ξενοτέρως ἀντὶ τοῦ “κατάβηθι” “ κατάβ α ” εἶπεν. ὁ δὲ Τζέτζης δωρικῶς φησι “κατάβαθι”· οἱ γὰρ Δωριεῖς “κατάβαθι” λέγουσι καὶ ἀποκοπῇ “κατάβα”· ὥσπερ ὁ Βελλεροφῶν Πελοποννασαστὶ λαλεῦμες. κατάβα] δωρικῶς. [5]
ran 37a
παιδίον , παῖ , ἠμί , παῖ : ὁ Διόνυσος κόπτει καὶ πλήττει τὴν θύραν Ἡρακλέος καὶ καλεῖ τινα δοῦλον ἐξελθεῖν Ἡρακλέα· παῖς γὰρ καὶ ὁ υἱός, κυριωτέρως δὲ ὁ δοῦλος. ἀσυντηρήτου δὲ τῆς πληγῆς γεγονυίας Ἡρακλῆς (38) εἰθισμένος γίγασι πολεμεῖν καὶ κενταύροις· κενταυρικῶς τις, φησί, τὴν θύραν ἐπάταξεν ἀκόσμως. ὁ Διόνυσος δʼ ἔτι ἑστὼς ἔξω ἀκούσας τοῦδε τοῦ (40) ῥήματός φησι τῷ Ξανθίᾳ· ὁ παῖς—ἀντὶ τοῦ “ὦ παῖ Ξανθία”—, ἐνεθυμήθης καὶ νενόηκας, ὡς πάνυ ἐμὲ ὁ Ἡρακλῆς ἐπτοήθη; καὶ ὁ Ξανθίας ἢ (41) ἐπιτιμῶν αὐτῷ φησι· σίγα, μὴ μαίνοιο, ἤ· ἐφοβήθη σε, μὴ ἄρα μανικῷ κατάσχετος εἶ τῷ νοσήματι. ἐξιὼν δὲ ὁ Ἡρακλῆς καὶ οὕτως ἰδὼν ἐστολισμένον (42) δάκνει τὰ χείλη, μὴ γελᾶν δʼ οὐκ ἰσχύει. τραπέσθαι] ἐλθεῖν. [10]
ran 38
κενταυρικῶς] ἰσχυρῶς. ὅστις] ὑπάρχεις.
ran 40a
ὁ παῖς] “ὦ παῖ” ἀττικῶς. οὐκ ἐνεθυμήθης] οὐκ ἤκουσας.
ran 41a
σφόδρα μʼ ἔδεισε] ἐφοβήθη ὁ Ἡρακλῆς. μὴ μαίνοιό γε] μὴ μαίνου.
ran 41c
Δία] τόν. δάκνω] κρατῶ.
ran 44a
δαιμόνιε] εὐτυχέστατε. τί] κατά.
ran 45a
οἷος] δυνατός. εἶμʼ] εἰμί.
ran 46a
ὁρῶν λεοντὴν ἐπὶ κροκωτῷ : ὁ Διόνυσος ὡς μέλλων ἐς Ἅιδου κατεληλυθέναι κατὰ μίμησιν Ἡρακλέους ἐνδύεται μὲν λεοντήν, λαμβάνει καὶ ῥόπαλον, φορεῖ δὲ καὶ στολὴν τὴν διονυσιακὴν τὴν θηλυπρεπῆ τε καὶ ἔκλυτον, κροκωτόν, ποικίλον ἱμάτιον, οὐ στρατιώταις οἰκεῖον, ἀργοῖς δὲ καὶ τρυφῶσι καὶ πλέον γυναιξίν, ἀνειμένον, καὶ κόθορνον, ἀμφοτεροδέξιον ἐπαμφοτερίζον ὑπόδημα καὶ προσφυέστατον ἀμφοτέροις ποσίν, ὁποῖα νῦν ἱερουργοῦντες οἱ κοσμιώτεροι θυηπόλοι ὑποδιδύσκονται· ὅθεν καὶ Θηραμένης, εἷς τῶν τυράννων ὢν τῶν τριάκοντα, μαθητὴς δὲ γεγονὼς Εὐριπίδου, ἐλέγετο κόθορνος, ὡς ἀναρριπίζων κατὰ τοῦ δήμου μὲν τοὺς τριάκοντα, κατὰ τούτων δὲ τῶν τυράννων τὸν δῆμον. λεοντῆν] τήν. [5]
ran 46c
κροκωτῷ] ποικίλῳ ἱματίῳ ἐπάνω κοκκίνῳ. κροκωτῷ] τῷ.
ran 47a
κόθορνος ἀπὸ τοῦ κεῖσθαι ὀρθῶς ἀμφοτέροις τοῖς ποσίν. τίς ὁ νοῦς : ἤτοι ποίᾳ διανοίᾳ καὶ τί βουλευόμενος τὴν σύνθετον ἔσχες ταύτην στολὴν τὴν διονυσοηράκλειον, μᾶλλον δὲ τὴν ἱματιοκένταυρον; καὶ ῥόπαλον] καὶ τό.
ran 47d
ξυνηλθέτην] συνῆλθον. ἐπεβάτευον Κλεισθένει : ὁ Κλεισθένης οὗτος ἦν υἱὸς Σιβυρτίου λεῖον τὸ γένειον ἔχων, λεῖος τὸ γένειον, ἐπʼ αἰσχρότητι καὶ πασχητίᾳ κωμῳδούμενος.
ran 48a
νῦν οὖν εἰς τοῦτο τὸν ἄνθρωπον λοιδορεῖν κωμῳδεῖν θέλων ἐπαμφοτεριζούσας εἰσφέρει εἰσφορεῖ καὶ τὰς λέξεις· νεωστὶ γὰρ αὐτοῦ στρατηγήσαντος καὶ ναυμαχίᾳ νικήσαντος εἰσφέρει τὸν Διόνυσον τῷ μὲν φαινομένῳ πρὸς Ἡρακλέα ταδὶ λέγοντα· στρατηγοῦντος Κλεισθένους τῇ κατὰ στόλον μάχῃ κἀγὼ ἐπεβάτευον αὐτῷ ἤγουν (49) τῶν ἐπιβατῶν εἷς ἦν, καὶ νενικήκαμεν τῇ ναυμαχίᾳ ἢ δώδεκα ἢ τρισκαίδεκα (52) τῶν ἐναντίων βυθίσαντες ναῦς. ἐν τῇ τριήρει γοῦν ἀναγινώσκοντί μοι τὴν Ἀνδρομέδαν κατέσχε με πόθος ἄρρητος Εὐριπίδου, καὶ κατεπίθυμος ἐκείνου τόσον γενόμενος κατελθεῖν ἐθέλω πρὸς Ἅιδην καὶ τοῦτον ἀνενεγκεῖν. (71) δέομαι γὰρ δεξιοῦ ποιητοῦ· οἱ μὲν γὰρ τεθνήκασιν, οἱ δὲ ζῶντες νῦν ὄντες φαυλότατοι. οὗτος ὁ νοῦς τοῦ λόγου ἐστὶν ὁ μὴ κρυπτόμενος ἤτοι ὁ νῦν φαινόμενος· τὸ δὲ κρυπτόμενον, τῷ σχήματι δὲ δηλούμενον, νοεῖν ἐστιν αἰσχρῶς τὸ ἐπιβατεύειν, ὃ λέγεται μεταφορικῶς ἀπὸ τῶν ἀλόγων, ἃ συνουσιάζει ἐπαναβαίνοντα. οὗτος μέν ἐστιν ὁ τοῦ λόγου πᾶς νοῦς· ἤδη δὲ καὶ τῶν κατὰ μέρος λεκτέον μοι τὰ κεχρημένα ἐπεξηγήσεως. ἐπεβάτευον] ἔπλεον. [15]
ran 48b
συνεγενόμην. Κλεισθένει] σὺν τῷ ἢ διὰ τοῦ.
ran 51a
σφῶ σφῶε καὶ ὑμεῖς, φησὶν ὁ Ἡρακλῆς, κατεδύσατε τριήρεις πολεμίων; καὶ ὁ Διόνυσος· νὴ τὸν Ἀπόλλω. καὶ πάλιν ὁ Ἡρακλῆς· κᾆτʼ ἔγωγʼ ἐξεγειρόμην ἐξηγρόμην διαγελῶν δῆθεν, ὅτι νενικήκασι ναυμαχίᾳ. ὡσεὶ ὀνείροις τοῦτο εἶδον, φησίν· ὑμεῖς μὲν ὀνείροις νενικήκατε ναυμαχοῦντες, καὶ ἔγωγε ἀνιστάμην τοῦ ὕπνου. σφῷ] ὑμεῖς τὸ ποιήσατε; ἐξηγρόμην] ἀπὸ τοῦ ὕπνου.
ran 52
ἀναγινώσκοντί] ἀναμιμνῃσκομένῳ. ἐπάταξε] ἐκίνησε.
ran 54b
πῶς οἴει] θαυμαστικόν. σμικρὸς ἡλίκος Μόλων : δύο Μόλωνες ἦσαν, ὁ λωποδύτης τὸ σῶμα βραχύς, καὶ ὁ ὑποκριτής, περὶ οὗ φησι νῦν· ἦν γὰρ πάνυ μέγας τῇ ἡλικίᾳ.
ran 55b
ἡλίκος] οἷος. ἰαταταὶ : ἰατταταῖ : ἀκούσας ὁ Διόνυσος ἐρωτώμενος, εἰ ἀνδρὸς ἠράσθη, σχετλιάζων οὕτω φησί.
ran 57
καὶ ὁ Ἡρακλῆς πάλιν· ἆρα συνεγένου τῷ Κλεισθένει; “συγγενέσθαι” τὸ σεμνὸν “συνδιάγειν, συλλαλεῖν”. οὐ γὰρ ἀλ λ ’ ἔχω κακῶς : ἀντὶ τοῦ “καὶ γὰρ ἔχω κακῶς”.
ran 58
ὁ δὲ “ἀλλά” παρέλκει ἀττικῶς. διαλυμαίνεται] βλάπτει.
ran 62a
ἐπεθύμησας ἐξαίφνης ἔτνους : διʼ αἰνίγματος δῆθεν ἐμφαίνει τὸ περιττὸν τοῦ πόθου. “ἔτνος” δὲ αὐτός—οὐκ ἀποκρύψω ὑμῖν—τοὺς ἐρεικτοὺς κυάμους εἶναι ἐδόκουν· νῦν δὲ ἐφεῦρον, ὡς ἔτνος καλεῖται τὸ πισσινοῦν ὄσπριον. εἰ δέ τις καὶ τί ὁ πίσσος τὸ ὄσπριον ἐθέλει μαθεῖν, ἴστω τουτὶ ὡς τὸ παρʼ ἰδιώταις καλούμενον “αὖχος” ἐστί, καὶ οὐχ, ὥσπερ ἐγὼ καὶ περὶ τούτου φαύλως ἐνόμιζον, πίσσον καλῶν τὴν γυμνὴν καὶ τετριμμένην κέγχρον. τὴν μέχρι δὲ καὶ νῦν ἀγοραίαν καὶ φλύαρον ἀπεραντολογίαν τοῦ κωμικοῦ οὐχ οἷος ἔτι φέρειν εἰμί. ἔτνους] ὁ λεγόμενος ὦχος ἤτοι πίσσος. [5]
ran 64a
ἆ ρ ’ ἐκδιδάσκω τὸ σαφὲς : ἆρα, φησὶ τῷ Ἡρακλεῖ ὁ Διόνυσος, ἔγνως σαφῶς ἐκ τοῦ αἰνίγματος, οὗ παρεθέμην σοι, τὸ διάπυρον οὗ ἔχω πόθου; ἐκδιδάσκω] λέγω τοῦτο, παριστάνω.
ran 65
μανθάνω] γινώσκω. πείσειεν] πείσει.
ran 68b
οὐκ] ἀττικὸν παρέλκον. ἐπʼ] εἰς.
ran 72a
οὐκέτʼ εἰσὶν] θάνον οἱ ἀγαθοί. ὄντες κακοί] ἐνταυθοῖ εἰσιν ἀμαθέστατοι.
ran 73a
τοῦτο γάρ τοι καὶ μόνον : ὁ Ἰοφῶν οὗτος υἱὸς ὢν Σοφοκλέους ἠγωνίσατο καὶ ἐνίκησεν λαμπρῶς ἔτι ζῶντος τοῦ πατρὸς αὐτοῦ· διὸ ὑποπτεύει, μὴ ἄρα Σοφοκλέους ἦν τὸ ἀγωνισθέν. ἀναγνωσθέν. υἱὸς ἦν Σοφοκλέους, ὃς δόκησιν παρεῖχεν, ὅτι τοῖς τοῦ πατρὸς ἐχρῆτο ποιήμασιν ὡς οἰκείοις.
ran 74a
λοιπὸν] ἐπίλοιπον. τοῦτʼ ἄρα] ἀμφίβολον.
ran 76a
Σοφοκλέα] τόν. Εὐριπίδου] τοῦ.
ran 77
ἄγειν] τινὰ ποιητήν. οὔ , πρίν γ ’ ἂν Ἰοφῶντα : εἰπόντος Διονύσῳ τοῦ Ἡρακλέους· εἴπερ ἐκεῖθεν ἐκεῖθε καὶ ἀπὸ τοῦ Ἅιδου δεῖ καὶ χρεία ἐστὶν ἀγαγεῖν τῶν τεθνηκότων τινὰ ποιητῶν, πῶς οὐ μέλλεις ἀνάγειν τὸν Σοφοκλέα; φησὶν ὁ Διόνυσος· οὐκ ἀνάξω τὸν Σοφοκλέα, πρὶν ἄνευ Σοφοκλέους Ἰοφῶντα τὸν υἱὸν αὐτοῦ μόνον κωδωνίσω καὶ δοκιμάσω, εἰ τὰ ποιήματα, ἃ διδάσκει, αὐτοῦ εἰσι καὶ οὐχὶ τοῦ πατρὸς αὐτοῦ Σοφοκλέους. [5]
ran 78a
ὑπωπτεύετο γὰρ οὗτος τὰ τοῦ πατρὸς λέγειν· ἦν δὲ τῇ ἡλικίᾳ μακρὸς καὶ τὴν φύσιν ὑπόψυχρος. τὸ “ κωδωνίσ ω ” δὲ τὸ “δοκιμάσω” μεταφορικῶς ἢ ἀπὸ τῶν κεραμεῶν ἀγγείων, ἃ δοκιμαζόμενα τῷ κρούεσθαι ὑγιᾶ πεφυκότα ἠχεῖ δίκην κώδωνος, ἢ ἀπό τινων ὀρνέων καὶ ἵππων δοκιμαζομένων ἤχῳ κωδώνων· τὰ μὲν γὰρ τούτων γενναῖα γενναίως φέρει τοὺς ἤχους, τὰ δὲ δειλὰ καὶ πτοιαλέα πεφρίκασιν. καὶ ταῦτα μὲν ἰδιωτικώτερά τε καὶ γνωριμώτερα· τὸ δʼ ἀληθὲς καὶ κατὰ τὴν φύσιν τοῦ πράγματος τὸ “κωδωνίσω” λέξις ἐστὶ στρατηγικὴ τροπική· οἱ στρατηγοὶ γὰρ καὶ στρατοπεδείαις ὑπαίθροις καὶ ταῖς φρουραῖς δὲ τῶν πόλεων κώδωνας ἐξαρτῶσι λεπτοῖς μίτοις ἀπῃωρημένους ἐκ διαστήματος, καὶ οὕτω θηρῶσιν ἐπʼ ἀμφοτέρων κατασκόπους πολεμίων ἢ καὶ προδότας, ἐν μὲν ταῖς ὑπαίθροις στρατοπεδείαις ἡμέρας ἔτι τελούσης διὰ κηρύκων πάσῃ προμαρτυρόμενοι στρατιᾷ ὑπηρετικῇ τε καὶ μαχίμῳ· “πᾶς ἢ τροφῆς ὑποζυγίων ἢ ἑτέρου χρείαν ἔχων τινὸς ἔτι οὔσης ἡμέρας καὶ χόρτον συλλεξάτω καὶ τὰ χρειώδη· ὃς δʼ ἂν περὶ τὴν νῦν ἑσπέραν ἁλῷ τὸν χάρακα περιπορευόμενος τὴν κεφαλὴν τῷ ξίφει ἀποτμηθήσεται”. οὕτω λοιπὸν ἠρεμούσης τῆς στρατιᾶς πάσης, ἄν τις ἐπέλθῃ κατάσκοπος, προσκρούει τοῖς κώδωσι καὶ γεγονότος ἤχου κατέχεται τοῖς φρουροῖς· κἀπὶ τοῦ τείχους τῆς πόλεως εἴ τις ἐπαναβαίη λαθών, οὕτως ἁλίσκεται, κἂν καὶ τῶν τῆς πόλεώς τινες συνήργουν αὐτοῖς εἰς προδοσίαν τῆς πόλεως. Ἰοφῶντʼ] τόν. [25]
ran 78c
ἀπολαβὼν] κρατήσας. κωδωνίσω] δοκιμάσω.
ran 82a
ὁ δʼ] Σοφοκλῆς. εὔκολος] ἄπλαστος· ἁπλοῦς.
ran 83a
Ἀγάθων δὲ ποῦ ἐστιν : ὁ Ἀγάθων οὗτος ἦν δεξιὸς ποιητὴς κωμῳδίας, ἀγαθὸς τὸν τρόπον καὶ Σωκράτους διδάσκαλος, ἀνὴρ λαμπροτράπεζος. λέγεται δέ, ὅτι καὶ Πλάτωνος ὁ συμποσιακὸς λόγος ἐπὶ τῇ ἑστιάσει τῇ τούτου ἐγράφη, αὐτοῦ τε καὶ πολλῶν φιλοσόφων συνεστιαθέντων τῷ Πλάτωνι. Ἀγάθων] ὁ.
ran 85
ἐς μακάρων εὐωχίαν : ἤτοι τεθνηκὼς περὶ τὰς μακάρων ἐστὶ νήσους, ἃς Ἕλληνες περὶ χώραν Βρεττίαν εἶναι νομίζουσι κειμένας περὶ τὰ βόρεια τοῦ ἑσπερίου ὠκεανοῦ. ὑπεμφαίνει δὲ καὶ τὸ ἁβροεύωχον τοῦ ἀνδρός· ἢ ὅτι Ἀρχελάῳ τῷ βασιλεῖ Μακεδόνων μετʼ ἄλλων πολλῶν μέχρι καὶ τέλους συνῆν εὐωχούμενος. Ξενοκλῆς : ὁ Ξενοκλῆς οὗτος υἱὸς ἦν Καρκίνου, τραγῳδίας ποιητής· ἀδελφοὶ δὲ αὐτοῦ Ξενότιμος καὶ Δημότιμος, ὑποκριταὶ ὀξυφωνότατοι, οἳ καὶ Καρκίνου δαίμονες ἐλέγοντο.
ran 86a
ὁ ῥηθεὶς δὲ αὐτῶν ἀδελφὸς Ξενοκλῆς λέγεται ἀλληγορικῶς καὶ ἀνήδυντος εἶναι περὶ τὴν ποίησιν. οἱ μνημονευόμενοι δὲ τρεῖς ἦσαν Ξενοκλεῖς, δύο μὲν τραγικοί, ἕτερος δὲ πολιτικός τε καὶ ῥήτωρ, Φαΰλλου υἱὸς Χολαργεὺς τὸν δῆμον. τῶν δήμων. 86 p. [5]
ran 86b
i.m.] υἱὸς ἦν Καρκίνου, τραγῳδίας ποιητής· ἀδελφὸς δὲ Ξενοτίμου καὶ Δημοτίμου, οἳ δαίμονες Καρκίνου ἐλέγοντο. Πυθάγγελος : οὗτος τραγῳδίας ἦν ποιητὴς φαῦλος καὶ ἄσημος.
ran 87b
ἐμοῦ … λόγος] ὡς δοῦλον οὐκ ἀπολογοῦνται. οὐκοῦν] περισσόν.
ran 90
ποιοῦντα] ποιήσεις γράφοντα. Εὐριπίδου πλεῖν : λαλίστερα καὶ φλυαρώτερα καὶ στωμυλώτερα Εὐριπίδου πλεῖν καὶ πλέον ἢ σταδίῳ καὶ τετρακοσίων πηχῶν.
ran 91b
Εὐριπίδου] τοῦ. ⎧ σταδίου] σταδίῳ.
ran 91c
⎨ ⎩ σταδίῳ] σταδίου. ⎧ σταδίου ⎫ ⎨ ⎬ ] στάδιον.
ran 91d
⎩ σταδίῳ ⎭ λαλίστερα] ἀφυέστερα, φλυαρώτερα.
ran 92a
ἐπιφυλλίδες : ἐπιφυλλίδες εἰσὶ τὰ μικρότατα πάνυ τῶν σταφυλῶν βοτρυδίσκια, ὡς δυνάμενα ῥᾳδίως φύλλοις καλύπτεσθαι· ἢ τὰ πρὸς αὐτοῖς τοῖς φύλλοις κρεμάμενα. στωμύλματα] φλυαρήματα.
ran 93a
χελιδόνων μουσεῖα : βάρβαρα καὶ στωμύλα, ὀχλώδη, πολύγλωσσα, ἀτερπῆ Μοῦσαν ἔχοντα καὶ συγγραφὰς λόγων, ὡς ἀτερπεῖς καὶ θορυβώδεις εἰσὶν αἱ τῶν χελιδόνων φωναί, οὐ κατὰ κύκνον δὲ ἢ ἀηδόνα φθεγγόμεναι τερπνὰ μέλη καὶ γλυκύτατα ἢ λιγυρώτατα. λωβηταὶ τέχνης : διαφθορεῖς καὶ ἀφανισταὶ τῶν τεχνῶν· λέγει δὲ τῆς τραγῳδίας καὶ κωμικῆς.
ran 93c
μουσεῖα] ὀχλήσεις. λωβηταὶ] ἀφανισταί, φθορεῖς.
ran 94a
ἃ φροῦδα θᾶττο ν: ἃ μειρακύλλια νῦν τὴν ποιητικὴν μετιόντα φροῦδα καὶ ἀφανῆ θᾶττον—λείπει τὸ “γίνεται”—ἅπαξ προσουρήσαντα καὶ εὐθυδρομήσαντα τῇ τραγῳδίᾳ. ἢν μόνον χορὸν λάβῃ : ἐὰν μόνον τραγῳδίας κληθῶσι διδάσκαλοι καὶ χορευτὰς λάβωσιν.
ran 94c
θᾶττον] γίνεται. μόνον] ἕνα.
ran 94e
λάβῃ] λάβωσιν. ἅπαξ προσουρήσαντα] εὐθυδρομήσαντα, εὐδοκιμήσαντα.
ran 95b
τῇ τραγῳδίᾳ] ἐν τῇ σκηνῇ. γόνιμον : γενναῖον καὶ πόριμον καὶ στερρὸν ποιητὴν οὐκ ἂν εὕροις ζητῶν, ὅστις ἂν λάκοι καὶ εἴποι ῥῆμα γενναῖον.
ran 96b
γόνιμον] ἔντονον, φυσικόν. λάκοι : τὸ “λάκοι” πρὸς διασυρμόν φησιν Εὐριπίδου· ἐν Ὀρέστῃ γάρ φησιν Εὐριπίδης· ἔλακεν ἔλακεν.
ran 97b
λάκοι] ἢ λάβοι. παρακεκινδυνευμένον : κινδύνῳ καὶ πολλῷ τῷ πόνῳ ἐφευρημένον· ἤτοι ξενοπρεπές.
ran 99b
παρακεκινδυνευμένον] ὑψηλόν. κἀνταῦθα διασύρει μάτην τὸν Εὐριπίδην, οὐχ ὡς ἡμεῖς τοῖς τῶν σοφῶν λογισμοῖς δικαίως ἐκεῖνον ἐλέγξαμεν, οἷσπερ ἐχρῆν· τί γὰρ μωμητὸν οἶκον Διὸς τὸν αἰθέρα καλεῖν ἢ χρόνου πόδα τὴν χρονικὴν κίνησιν; εἰ δʼ ὅτι “δωμάτιον” τὸν τοσοῦτον αἰθέρα ἐκάλεσεν, ἴστω, ὡς καὶ τοῦτο καλῶς ἔχον ἐστί· πρὸς γὰρ δύναμιν θείαν ἁπανταχοῦ παροῦσαν καὶ πληροῦσαν τὸ πᾶν καὶ ὁ αἰθὴρ δωμάτιον καὶ οὐ δόμος. [5]
ran 100a
ᾧ δὲ πυργοῖ—πρὸς σὲ γὰρ νῦν μεταφέρομαι—καὶ μετεωρότερα τοῦ Καπανέως φρονεῖς, ἀλιτήριε, διαγελῶν τὸν ἄνδρα ὡς πάνυ ἀφρόνως καὶ ἀμαθῶς καὶ νηπίως εἰπόντα· “γλῶσσαν ἐπιορκήσασαν ἄνευ φρενός”, καθʼ αὑτὸν συλλογιζόμενος, ὡς αἱ φωναὶ ὑπηρέτιδες νοημάτων εἰσίν, ἡ γλῶσσα δὲ τῶν φωνῶν, πῶς δʼ ἂν γλῶσσά τι λέξειεν ἄνευ φρενός, τρισαλιτήριε, μάνθανε. τὴν φωνὴν οὕτω φυσικῶς γινομένην Εὐριπίδης πολλῷ σοῦ κρειττόνως ἐγίνωσκε· νῦν δὲ τῆς γραὸς λεγούσης· “Ἱππόλυτε, ὤμοσας· μὴ διαφθείρῃς τοὺς ὅρκους μηδὲ προδῷς με”, “ὦ μιαρά”, φησὶν ἐπίσης τῷ κωμικῷ τῷ διασύροντι μάτην τὸν ἄθλιον, “ἐπʼ ἐξαπάτῃ σοι ὤμοσα, ὅπως θηρεύσω σε προειπὼν καὶ λογισάμενος τῇ φρενί, ὅτι κἂν τῇ γλώσσῃ ὀμόσω σοι, οὐ συγκατατιθεμένην ἕξω καὶ τὴν διάνοιαν τοῖς ὀμωμοσμένοις τῇ γλώττῃ, ἀλλʼ ἐναντίαν.” οὕτω, τρισαλιτήριε, πάνυ καλῶς καὶ ἀνεπιμόμφως ἔχει τοδί. ἕτερα δὲ μυρία κατάμομφα τοῦ Εὐριπίδου τε καὶ ἄλλων οὐ συνορᾶτε τῷ νῷ, ὧν ἐγὼ μυρία τοῖς λογισμοῖς καθυπέβαλον τῇ βίβλῳ τῶν ἐμῶν Λογισμῶν, οὐ καθʼ ὑμᾶς φθόνῳ φερόμενος, ἀλλὰ πρὸς ἀλήθειαν. χρόνου πόδα] τὴν χρονικὴν κίνησιν. [20]
ran 102
ἰδίᾳ] γρ. ἄνευ. σὲ δὲ ταῦ τ ’ ἀρέσκει : σοὶ δὲ ταῦτα ἀρέσκει ἀττικῶς.
ran 103a
καὶ μάλα, φησί, πλεῖν καὶ πλέον με ἀρέσκει ἤτοι ὑπεραρέσκει μοι. μαίνομαι] ὑπεραρέσκει μοι.
ran 104
κόβαλα : πανοῦργα, μιμηλότατα· ἀπὸ τῶν σατυροπιθήκων ἤτοι ἀρκοϊζιανῶν, οἳ πάνυ μιμηλότατοί εἰσιν. μὴ τὸν ἐμὸν οἴκει νοῦν : εἰπόντος Ἡρακλέους· Ἡρακλέος · ὡς καὶ σοὶ δοκεῖ, φησὶ Διόνυσος· μὴ τὸν ἐμὸν οἴκει νοῦν, ἤτοι οὐκ εἶ ἐν τῷ ἐμῷ λογισμῷ, ὥστε νοεῖν σε καὶ ἃ ἐγὼ βούλομαί τε καὶ νοῶ.
ran 105
πάλιν δὲ εἰπόντος τοῦ Ἡρακλέους· καὶ (106) μὴν ἀτεχνῶς καὶ παντελῶς καὶ καθάπαξ παμπόνηρα φαίνεται, ὁ Διόνυσος, ὡσανεὶ διασύρει τὸν Ἡρακλέα ὡς ἀνεπιστήμονα μὲν ποιητικῆς τέχνης, κωμῳδίας φημί τε καὶ τραγῳδίας καὶ τῆς ἄλλης ποιητικῆς, στρατιωτικῶν δὲ ἀγώνων καὶ πόνων εἰδὼς ἐμπειρότατον καὶ βουθοίναν βορὸν ἱκανῶς—ἅπαξ γὰρ καὶ δὶς ὁλοκλήρους βόας κατεθοινήσατο—, φησὶ πρὸς αὐτόν· περὶ μὲν ποιητῶν, ὦ ἄριστε Ἥρακλες, ἐμοὶ λέγειν τι πάρες, ἀρίστῳ κριτῇ τῶν τοιούτων τελοῦντι καὶ (107) ἐπιγνώμονι, δειπνεῖν δέ με δίδασκε· τῶν τοιούτων γὰρ πάνυ ἐμπείρως ἔχεις αὐτός. δειπνεῖν με δίδασκε] ὡς βουθοίναν αὐτὸν διασύρει. [10]
ran 108a
ἀλ λ ’ ὧνπερ ἕνεκα : καὶ ταῦτα δέ, φησιν, ἔασον· οὐδὲ γὰρ οὐδὲ περὶ τούτων νῦν χρῄζω μανθάνειν, μαθεῖν, ἀλλὰ περὶ τούτων, ὧν ἕνεκα τήνδε τὴν σκευὴν ἔχων κατὰ σὴν μίμησιν ἦλθον, ἵνα μοι τοὺς σοὺς φίλους φράσειας, οὓς ἔσχες φίλους, ὁπότε κατῆλθες ἐκεῖσε πρὸς ἀναγωγὴν τοῦ Κερβέρου. ἀλλʼ] ἀλλὰ σκόπησον.
ran 108c
ἔχων] ἐνδεδυμένος. ξένους] φίλους.
ran 110
εἰ δεοίμην] ἐπειδὴ δέομαι. ἐκτροπάς : παρόδους, ἀποφυγὰς δυσχερῶν συναντημάτων τινῶν.
ran 113b
πορνεῖʼ] τά. ἀναπαύλας] τάς.
ran 113d
ἐκτροπάς] τὰς ἐξόδους. ἰέναι] ἐλθεῖν.
ran 117a
μηδὲν ἔτι πρὸς ταῦτα : Ἡρακλέος εἰπόντος· τολμήσεις κατελθεῖν εἰς Ἅιδου καὶ σύ; φησὶν ὁ Διόνυσος· ἔτι καὶ νῦν μηδέν—λείπει τὸ “λέγε”—περὶ τούτων· τῶν τοιούτων · ἀλλʼ εἰπὲ τῶν ὁδῶν τὴν καλλίστην, ὅπως ταχέως κατέλθω, καὶ (119) μήτε θερμὴν ἄγαν μήτʼ ἄγαν ψυχρὰν εἴπῃς, ἀλλʼ ὁδὸν εὐκράτῳ καταπνεομένην ἀέρι. πρὸς ταῦτα παίζων ὁ Ἡρακλῆς ἀναλογίζεται δῆθεν καὶ σκοπεῖ, ποίαν ὁδὸν ἐφερμηνεύσει τούτῳ καλλίστην, καὶ παίζων φησίν, ὡς ἐφευρὼν (121) ὁδούς, καὶ λέγει· μία μὲν ὁδὸς δῆθεν ἡ ἀπὸ κάλω καὶ θρανίου, τουτέστι κρεμάσαι αὑτὸν σχοίνῳ ἐκ τοῦ τραχήλου καὶ λακτίσαι ποσὶ τὸ ὑποπόδιον καὶ (122) ἀπορρίψαι καὶ πνιγῆναι· ὃ γνοὺς καὶ ὁ Διόνυσός φησιν· αὕτη πνιγηρὰ ὁδός ἐστιν, κατὰ μὲν τὸ ἐσχηματισμένον ἀδιάπνευστος καὶ θερμή, τὸ δʼ ἀληθὲς λέγεις πνιγῆναί με. ταῦτʼ] λέγεις. [10]
ran 117c
τῶν ὁδῶν] ἀπό. ἀφίξομʼ] παραγένωμαι.
ran 119a
ψυχρὰν] ὁδόν. φράσῃς] ἀλλὰ τὴν εὔκρατον.
ran 120a
φέρε δὴ] εἶπε. αὐτῶν] ἀπό.
ran 122
λέγεις] ὁδόν. ἀλ λ ’ ἔστιν ἄτραπος σύντομος τετριμμένη : πάλιν ὡς ἐπὶ ὁδοῦ συντόμου τετριμμένης καὶ ἁμαξήρους ἀμαξήρους τὸν διὰ φαρμάκου πόσεως θάνατον παίζων λέγει· τρίβεται γὰρ τὸ κώνειον καὶ τῇ ψυχρότητι ἀναιρεῖ· ὃ καὶ ὁ Διόνυσος γνούς· ψυχρά ἐστι καὶ δυσχείμερος ἡ ὁδὸς αὕτη, φησίν.
ran 124
διὰ θυείας] τῆς. ἐμπαίζει τὸν Πλάτωνα ὡς τοιαῦτα δοξάζοντα.
ran 126b
ἀντικνήμια : τὰ τοῦ σκέλους παχυσαρκώτερα μέρη, τὰ ὄπισθεν ὄπισθε καὶ κατωτέρω τοῦ γόνατος κείμενα, ἃ καὶ γαστροκνημίαι καλοῦνται. πήγνυται δὲ καὶ ἀποψύχεται καὶ ταῦτα τὰ μέρη καὶ τὰ ἕτερα τετελευτηκότος τοῦ ζῴου. ἀποπήγνυσι] ξηραίνει.
ran 127a
βούλει ταχεῖαν · καὶ ταύτην θέλεις, φησί, ταχεῖαν ὁδὸν καὶ καταφορικὴν καὶ κρημνοὺς καὶ λόφους μὴ ἔχουσαν καὶ ὕλας συναγκείας δασείας; ναί, (128) φησὶν ὁ Διόνυσος, ὅτι βαδιστικὸς καὶ ὁδοιποριστικὸς ὁδοιπορικὸς οὔκ εἰμι. κατάντη] καταφορικήν.
ran 128a
νὴ τὸν Δίʼ] αὐτὴν θέλω. μὴ βαδιστικοῦ] καὶ μὴ εἰωθότος πορεύεσθαι ἐμοῦ.
ran 129
καθέρπυσον : ὁ Ἡρακλῆς φησι· νῦν βάδισον εἰς τὸν Κεραμεικὸν καὶ (131) ἀναβὰς ἐπὶ τὸν πῦργον πύργον τὸν ὑψηλὸν θεῶ καὶ ὅρα τὴν λαμπάδα ἀφιεμένην (132) ἐκ τοῦ πύργου, ἤτοι μέλλουσαν ἐκ τοῦ πύργου ῥίπτεσθαι· καὶ ὅταν οἱ θεώμενοι καὶ οἱ θεαταὶ εἴπωσι τῷ ἀφιέντι τὴν λαμπάδα—εἴπωσι τί; “ εἷνα ι ” καὶ ἕς, ταύτην δηλονότι τὴν λαμπάδα, —τότε εἷναι καὶ ἓς καὶ ῥίψον καὶ σὺ (134) σαυτὸν κάτω. καὶ ὁ Διόνυσος· ἀλλʼ εἰ ἀπὸ τοῦ πύργου ἐμαυτὸν οὕτω ῥίψω, ἀπολέσω ἂν ἐκ τοῦ ἐμοῦ ἐγκεφάλου τοσοῦτον, ὅσος ἂν ἐξήρκεσε θρία ποιῆσαι δύο, ἤτοι τὰ ἀγοραίως καλούμενα λελέγγια, μᾶλλον δὲ μαλακτά, ὅτι ἡ ζύμη τοῦ ἀλεύρου αὐτῶν πλάσιν εἶχε θρίου καὶ ὑμένος ἐγκεφάλου. ἵημι, ὁ μέλλων ἥσω, ὁ βʹ ἀόριστος ἧν, ἡ μετοχὴ εἳς καὶ τὸ 〈ἀπαρέμφατον εἷναι〉. [5]
ran 133b
εἷναι (prius)] ἄφες. εἷναι (alt.
ran 133c
)] πέμψαι. ἐγκεφάλου] ἀπὸ τοῦ.
ran 134b
δύω] ὑμένας δύο τοῦ ἐγκεφάλου. οὐκ ἂν βαδίσαιμι τὴν ὁδὸν ταύτην : ἀλλὰ συνοπτικώτερον εἰπόντες τὸν νοῦν καὶ ὅσα χρὴ ἐπιδράμωμεν· καὶ πρῶτον ῥητέον ἡμῖν περὶ τοῦ Κεραμεικοῦ καὶ τῆς ἀφιεμένης λαμπάδος.
ran 135a
ἐν τῷ Κεραμεικῷ—τόπος δὲ ὁ Κεραμεικὸς ἦν ἐν Ἀθήναις—τρισσάκις τοῦ ἔτους λαμπαδικὸς ἀγὼν ἐτελεῖτο· Ἀθηνᾶς, Ἡφαίστου καὶ Προμηθέως. οὕτω δὲ ὁ λαμπαδικὸς ἐγίνετο δρόμος· ἐν τῷ Κεραμεικῷ τούτῳ πῦργος πύργος τις ἦν ὑψηλός, ἐν ᾧ τις ἀνήρχετο ἡμμένην λαμπάδα κατέχων. οἱ θεαταὶ δὲ καὶ οἱ μετὰ λαμπάδων δραμεῖν μέλλοντες κάτωθεν ἑστῶτες ἐβόων· “ἄφες, ἄφες”. ἀφεικότος δὲ ἄνωθεν αὐτοῦ τὴν λαμπάδα, ἰδόντες καὶ οὗτοι τοῦ λαμπαδούχου δρόμου τότε τούτου κατήρχοντο. ἤδη δὲ περὶ ἐγκεφάλου καὶ τοῦ θρίου ῥητέον μοι, κἂν ἰδιωτικωτέρως τοῦτο εἶπον σαφέστατα. θρία τὰ φύλλα τῆς συκῆς λέγονται καὶ ὑμένες τοῦ ἐγκεφάλου, καὶ θρία εἶδος ἐδέσματος κατασκευαζόμενον οὕτως· στέαρ, ἐγκέφαλον, μέλι, ᾠὰ καὶ σεμίδαλιν φύραντες καὶ τὴν ζύμην λεπτὴν συνθέντες ὡς θρία καὶ ὑμένας ἐγκεφάλου, ὤπτων ἰπνῷ ἢ πίγκω· εἶτα δὲ περιείλουν φύλλοις συκῆς καὶ ἀπέστελλον, οἷσπερ ἐβούλοντο. οὐκ ἂν βαδίσαιμι : εἰπόντος τοῦ Ἡρακλέους τοιαύτας γελοίας ὁδούς· οὐκ ἄν, φησὶν ὁ Διόνυσος, βαδίσαιμι τοιαύτην· ἀλλʼ εἰπέ μοι, ἣν σὺ τότε (136) κατῆλθες. [15]
ran 135b
καί φησιν· ἀλλʼ ὁ πλοῦς πολύς· εὐθὺς εὐθὺ γὰρ ἐπὶ λίμνην ἥξεις πάνυ ἄβυσσον καὶ ὑπερβαθυτάτην, καὶ περαιώσει σε ὁ Χάρων. ἄβυσσον] βαθυτάτην.
ran 139a
ἐν τυννουτῳῒ πλοιαρίῳ : τοιούτῳ σμικροτάτῳ· σφίγγων δὲ τοὺς τῆς χειρὸς δακτύλους καὶ δεικνὺς αὐτῷ οὕτω λέγει. γέρων] ὁ Χάρων.
ran 140a
δ ύ ’ ὀβολὼ μισθὸν λαβών : τοῦτό φησι διὰ τὸ παλαιὸν ἔθος· εἰς τὸ στόμα γὰρ τοῦ νεκροῦ δύο ὀβολοὺς ἔβαλλον. ἀδωροδόκητος γὰρ δὲ ὁ Χάρων. 140 p.
ran 140b
i.m.] ἔθος ἦν παλαιὸν βάλλειν εἰς τὸ τοῦ νεκροῦ στόμα δύο ὀβολοὺς διὰ τὸ ἀδωροδόκητον τοῦ Χάρωνος. ὡς μέγα δύνασθον πανταχοῦ τὼ δ ύ ’ ὀβολώ : τοῦτο εἶπεν, ὅτι καὶ ἐν Ἀθήναις δικαστικὸς ἦν ὁ μισθὸς δικαστικὸς μισθὸς ἦν τριώβολον.
ran 141b
δύνασθον] δύνανται. Θησεὺς ἤγαγε : Θησεὺς καὶ Πειρίθους συνέθεντο τὴν Ἅιδου θυγατέρα Κόρην ἁρπάσαι ἔρωτα σχόντος αὐτῆς τοῦ Πειρίθου.
ran 142a
κατιόντες οὖν κατεσχέθησαν· καὶ ὁ μὲν ὡς ἅρπαξ τῷ Κερβέρῳ κατάβρωμα γίνεται· δίδοται · Θησεὺς δὲ ὡς συνεργός, ἀλλʼ οὐχ ἅρπαξ, ἐδέθη κατασχεθείς. ὕστερον ὑστέρως δὲ Ἡρακλεῖ κατελθόντι κατιόντι διὰ τὸν Κέρβερον πάντα Θησεὺς τὰ ἐκεῖ αὐτῷ ἀκριβέστατα ὑποτίθησιν, ὡς Εὐριπίδης (αὐτὰ) διδάσκει τοῖς δράμασιν (ἑαυτοῦ.) διὰ τὸ θητεύειν τὸν Χάρωνα πορθμεύοντα. [5]
ran 142c
ἠλθέτην] ἦλθες. τοῦτʼ] ταῦτʼ.
ran 146a
καὶ σκῶρ ἀεὶ νῶν : καὶ κόπρον ὑγρὰν ὡσπερεί τινα λίμνην οὖσαν ἀείρρουν μηδαμοῦ πεπηγμένην. νῶν] ῥέων.
ran 146c
κειμένους] ἴδῃς. κινῶν] γρ.
ran 148a
καὶ κοινὸν. κινῶν] συνουσιάζων.
ran 149
ἠλοίησεν] ἔτυψεν. ἢ Μορσίπου Μορσίμου ῥῆσιν ἐξεγράψατο : ἢ ὅστις τι ἔγραψε τῶν ψυχρῶν τραγῳδιῶν τοῦ Μορσίπου.
ran 151a
Μορσίμου. ὁ Μόρσιπος Μόρσιμος οὗτος υἱὸς ἦν Φιλοκλέους, ψυχρὸς μὲν ποιητὴς τραγῳδίας, ἀγαθὸς δὲ ἦν ἰατρός, τὴν ἡλικίαν βραχύς. ἔσχε δὲ υἱὸν Ἀμφιδάμαντα· Τζέτζης δέ φησιν Ἀστυδάμαντα. παροιμία· “σαυτὸν ἐπαινεῖς ὥσπερ Ἀστυδάμας”.
ran 151c
Μορσίμου] Μορσίπου. ἐξεγράψατο] ἐξέγραψε.
ran 152
τούτοισι] εἶναι. τὴν πυρρίχην τις ἔμαθε τὴν Κινησίου : ὁ Κινησίας οὗτος ἦν τῷ γένει Θηβαῖος, διθυραμβικῶν μελῶν ποιητής.
ran 153a
οὗτος αὑτοῦ συμβουλαῖς τε καὶ μέλεσιν ἔπεισε τὴν βουλὴν Ἀθηναίων ἐπισχεῖν τὰ εἰς χορηγίαν διδόμενα κωμικοῖς ἐπεσβόλοις, ὅθεν τινὲς λέγουσι κατʼ αὐτοῦ, ὅτι δοκεῖ μιγῆναι τῷ τῆς Ἑκάτης ἀγάλματι· καὶ κάκιστος μελοποιὸς ἦν κἀν τοῖς χοροῖς ἐχρᾶτο πολλῇ τῇ κινήσει, ἣν καὶ πυρρίχην ἐκάλουν διὰ τὸ εἶναι μακράν· πυρρίχη γὰρ κυρίως ἡ ἐνόπλιος ὄρχησις. ἦν δὲ ὁ Κινησίας οὗτος τὸ μὲν σῶμα ὀκνηρός, πιθανώτατος δέ τι κατασκευάσαι. πυρρίχην] εἶδος ὀρχήσεως. [5]
ran 154
περίεισι] περιέρχεται, περιέλθῃ. οἱ μεμυημένοι] οἱ τὰ μυστήρια τελοῦντες.
ran 159
ὄνος ἄγων μυστήρια : μακρηγορούντων Ἡρακλέους καὶ Διονύσου θλιβόμενος ὁ Ξανθίας τῷ βάρει τῶν στρωματίων τῶν παρʼ αὐτοῦ φερομένων, ἀκηκοὼς λεγόντων αὐτῶν καὶ περὶ τῶν μεμυημένων ἤτοι τῶν τελεσθέντων τὰ τῆς Κόρης καὶ Δήμητρος ὄργια, τουτέστι τὰς ἑορτάς, ἐπεὶ ᾔδει, ὅτι ἐν τοῖς μυστηρίοις τῆς Δήμητρος τῶν Ἀθηναίων ἐκ τῆς πόλεως εἰς Ἐλευσῖνα ἐξερχομένων, οἱ ὄνοι βαρέως ἐθλίβοντο φορτηγοῦντες—ἐνωτοφόρουν γὰρ τὰ ἐκείνοις χρειώδη, διατροφάς τε καὶ στρώματα—, φησὶν αὐτὸς ὄνος εἶναι ἄγων μυστήρια ἤτοι τὰ πρὸς τὴν τῶν μυστηρίων τελετὴν χρήσιμα τοῖς ἀφικνουμένοις τῇ πανηγύρει τῆς ἑορτῆς. ὡς γὰρ ἐκεῖσε οἱ ὄνοι βαρέως, ὡς εἶπον, ἐθλίβοντο, οὕτω καὶ αὐτὸς νῦν ὁ Ξανθίας φέρων τοῖς ὤμοις τοῦ Διονύσου τὰ στρώματα. ἀτὰρ οὐ καθέξω ταῦτα : ταῦτα εἰπὼν ἐπιχειρεῖ ἀποφορτισάμενος ταῦτα καταθεῖναι. [10]
ran 160a
πρινὴ δὲ προσεγγίσαι θεῖναι αὐτά—οὐ κατετίθεντο— (165) ἕνεκα τοῦ γελοίου Διόνυσος λέγει· σὺ δʼ αὖθις τὰ στρώματα λάμβανε. καθέξω] καὶ βαστάσω.
ran 164a
καὶ χαῖρʼ, ὦδελφίδιον, πολλά. νὴ Δία καὶ σύ γε : τὸ “ νὴ Δί α ” λήρημα κἀνταυθοῖ νόει· λόγος γάρ ἐστιν, ὃν λέγουσι καρδάριν.
ran 164b
ὤφειλεν εἰπεῖν “εἴθε χαίροις καὶ σύ μοι”, ὡς πρὸς τὸ χαίρειν δʼ οὗτος εἰπὼν “νὴ Δία” σαπρόξυλον τέτευχε καρδάριν λόγον, οὐ βαρβαρίζων, ἀλλʼ ἑκουσίῳ τρόπῳ. ὅταν γελᾷ μᾶλλον δὲ παικτέοις λόγοις, οὐ βαρβαριστὴς οὐδαμῶς ἢ παικτέος, ἀνὴρ δὲ ῥήτωρ ἀκριβῶς εἰδὼς γράφειν, χαλῶν δὲ νευρὰς τεχνικῶς Μούσης λόγου, μήπως ῥαγῶσι τῇ τάσει τῇ συντόνῳ. καὶ ταχέως μέντοι πάνυ : Ξανθίας τοῖς ὤμοις φέρων τὰ στρώματα, ὡς μακρηγοροῦντας Ἡρακλέα καὶ Διόνυσον ὥρα, μέλλων ἤδη αὐτὰ καταθέσθαι, (165) ἀκηκοὼς Διονύσου λέγοντος· σὺ δὲ τὰ στρώματα στρώμαθʼ αὖθις λάμβανε, φησί· πρὶν καὶ καταθέσθαι; ὡς δὲ “πάνυ ταχέως λάμβανε αὐτὰ” εἶπεν ἐλλιπῶς, (167) ὁ Ξανθίας δεῖται αὐτοῦ καί φησι· μὴ δῆτά μοι λέγε ταῦτα λαβεῖν πάλιν, ἀλλὰ μίσθωσαί τινα τῶν ἐκφερομένων, ἐξαγομένων ἢ νεκρῶν, ὅστις ἐπὶ τοῦτο (169) ἔρχεται, ἤγουν εἰς τοῦτο, εἰς τὸ κατελθεῖν εἰς Ἅιδου. [5]
ran 166
ἐὰν δὲ μὴ εὕρω, μηὕρω, φησὶν ὁ Διόνυσος, τινὰ ἐκεῖσε κατερχόμενον—οὐκ ἀργῶς φλυαρεῖ οὐδὲ παπούτζια—, τότε με ἄγειν καὶ ἄγε, φησὶν ὁ Ξανθίας. τῶν ἐκφερομένων] τῶν νεκρῶν.
ran 169
τότε μʼ ἄγειν] ταῦτα τὰ στρώματα. πό ς ’ ἅττα · ὁ νεκρὸς ταῦτα δῆθέν δῆθέ φησιν ἀσθενεστάτῃ ἀσθενεῖ πάνυ καὶ λεπτοτάτῃ φωνῇ· πόσα τινὰ σκεύη ἔχετε; καὶ ἰδὼν ταῦτα μισθὸν τοῦ φορταγωγῆσαι ταυτὶ δύο δραχμὰς ἀπαιτεῖ ἤτοι ὀβολοὺς δυόδεκα—ἡ γὰρ δραχμὴ ὀβολῶν ἐστιν ἕξ—ἔλαττον δὲ τοῦ Διονύσου κατατιθεμένου, ἢ Ξανθίᾳ καὶ Διονύσῳ (174) φησὶν ὁ νεκρός· ὑπάγετε ὑμεῖς διὰ τῆς ὁδοῦ, ἤ, ὃ καὶ κρεῖττόν ἐστι, τοῖς νεκροφοροῦσιν αὐτόν. [5]
ran 173b
τελ[εῖς]] διδοῖς. ὑπάγεθʼ .
ran 174
.. ὁδοῦ] πρὸς τοὺς βαστάζοντας ἐκεῖνον· ἢ πρὸς τὸν Διόνυσον καὶ τὸν Ξανθίαν. ἵνα ξυμβῶ τί σοι : ἀνάμεινον, φησὶν ὁ Διόνυσος, ἵνα συμβῶ καὶ συμβιβασθῶ σοι κατά τι.
ran 175b
ξυμβῶ] συμβιβάσω. ἤγουν δώδεκα ὀβολούς.
ran 177a
λά β ’ ἐνν έ ’ ὀβολούς · ὁ Διόνυσος· ἐννέα ὀβολούς, φησί, λάβε, ἤτοι μίαν δραχμὴν καὶ ἡμίσειαν. καὶ ὁ νεκρὸς ἕνεκα τοῦ γελοίου ἐναντίως τοῖς ζῶσιν ὀμνύει λέγων· ἀναβιῴην καὶ ἀναζήσαιμι πάλιν, εἰ λάβω ἐννέα ἐννέʼ ὀβολούς. ἀναβιῴην .
ran 177b
.. πάλιν] ἀναζήσαιμι, ἐὰν ἐπάρω γε ταῦ[τα]. ὡς σεμνὸς ὁ κατάρατος : ὁ Ξανθίας τὸ ἐνστατικὸν δῆθεν ἀκηκοὼς τοῦ νεκροῦ φησίν· ὡς σεμνός—νῦν ἀλαζονικὸς καὶ ἐπηρμένος— ἐστὶν ὁ κατάρατος.
ran 178a
οὐκ οἰμώξεται καὶ κλαύσει; ἐγὼ βαδιοῦμαι. καὶ πάλιν ἀκολουθεῖ καὶ βαστάζει βαστάζων τὰ στρώματα. σεμνὸς] ἐπηρμένος.
ran 178c
οἰμώξεται] πορεύσεται. ὦ ὄ π .
ran 180a
παραβαλοῦ : πλησιάζουσι τῇ λίμνῃ καὶ ἀκούουσι τοῦ Χάρωνος βοῶντος τὸ “ ὦ ὄ π ” καὶ τὸ “ παραβαλο ῦ” , ὧν τὸ μὲν “ ὦ ὄ π ” ναυτῶν ἐλαυνόντων ἐστὶν ἐπιφώνημα, τὸ δὲ “παραβαλοῦ” πλησίον καὶ ἔγγιστα τῆς γῆς ἄγε τὴν ναῦν. ὢ (sic) ὄπ] ἐπιφώνημα ναυτῶν.
ran 181
τοῦτ ο ; λίμην νὴ Δία : τοῦτο οἱ μὲν Διονύσου φασὶν εἶναι, ἕτεροι δὲ τοῦ Ξανθίου. ἰστέον δέ, ὡς τῆς λίμνης καὶ τοῦ πλοίου φανέντος μετέβη καὶ ἡ σκηνὴ καὶ ἦν κατὰ τὴν Ἀχερουσίαν λίμνην, οὐκέτι δὲ ἐν Ἅιδου. χαῖ ρ ’ ὦ Χάρων : τὸ “χαῖρʼ ὦ Χάρων” Ἀχαιοῦ τοῦ τραγικοῦ ἐστιν.
ran 185
τίς εἰς ἀναπαύλας : ὁ Χάρων τόπους ὡς πορθμεὺς καταριθμεῖται, οὗ μέλλει καταίρειν, καὶ λέγει τοῖς μέλλουσι πλεῖν· τίς θέλει πλεῦσαι εἰς ἀναπαύσεις ἐκ θορύβων καὶ δυσχερειῶν, ἢ εἰς τὸ πεδίον τῆς λησμοσύνης, ἢ εἰς ὄνου πόκας ἤτοι εἰς τὸ μηδέν; ποῦ γὰρ “ὄνων κείρουσιν” εἶπέ τις “πόκας”; ἢ εἰς Κερβερίους ἢ οὗ ὁ Κέρβερός ἐστιν, ἤγουν εἰς ψυχῶν βάρος καὶ θλίψιν; Κέρβερος γὰρ ὁ τὸ κέαρ καὶ τὴν ψυχὴν βαρύνων. ἐπεὶ δὲ ἀθάνατος ἡ ψυχὴ— ψυχὴ γὰρ λέγεται παρὰ τὸ “ψύχω” τὸ “ζωογονῶ”, ὁ θάνατος δὲ τῇ ἀθανασίᾳ ἀντίθετος—, εἰκότως τὰ τοῦ θανάτου πάντα βαρύνουσι τὴν ψυχήν. παροιμία ἐπὶ τῶν ἀφελῶν πραγμάτων· ποῦ γὰρ “ὄνων κείρουσιν” εἶπέ τις “πόκας”; εἰς ὄνου πόκας] ἤτοι εἰς τὸ μηδέν. [5]
ran 186c
πόκας] τάς. ἢ ʼπὶ κόρακας · ἢ εἰς ἀφανισμὸν καὶ ἀδηλίαν, ὅτι καὶ οἱ κόρακες ἀφανεῖς ὡς ἐπὶ τὸ πλεῖστόν εἰσι καὶ ἐν ἐρημίαις διάγουσιν, ἢ ὅτι τὰ νεκρὰ σώματα ἐσθίουσιν, ἢ ὅτι οἱ ῥιφέντες εἰς τοὺς κόρακας, ὡς καὶ οἱ εἰς τὸ βάραθρον, τοὺς τιμωρητικούς φημι τόπους, ἠφανίζοντο.
ran 187b
ἢ ἐπὶ Ταίναρον : τὸ Ταίναρον ἀκρωτήριόν ἐστι τῆς Λακωνικῆς ἔχον δύο τινὰ χάσματα, ἃ Ἅιδου πύλαι καλοῦνται καὶ στόματα. ʼπὶ Ταίναρον] ἔλθῃ.
ran 188
ποῦ σχήσειν δοκεῖ ς; : τὸν Χάρωνα ὁ Διόνυσος ἐρωτᾷ· μέχρι ποῦ ἄρα δυνηθῇς καταπλεῦσαι; ἆρα ἐς κόρακας; καὶ ὁ Χάρων χαριζόμενος Διονύσῳ· ἕνεκα σοῦ ἐπισπεύσας, φησί, κατάρω ἐς κόρακας. ἔμβαινε ἔσβαινε δή : ὁ Χάρων φησὶν ἐπιβαίνειν τῷ πλοίῳ τοὺς μέλλοντας ἀποπλεῖν· Διονύσου δὲ τὸν Ξανθίαν καλοῦντος ἐμβαίνειν, ὁ Χάρων οὐκ ἐᾷ λέγων· δοῦλον οὐκ ἄγω, εἰ μὴ νεναυμάχηκεν ἢ περὶ τῶν νεκρῶν ἢ περὶ τῶν κρεῶν.
ran 190
καὶ εἰ μὲν “τῶν κρεῶν” ἔχει, δηλοῖ τὴν ἐπὶ Σαλαμῖνι καθʼ ἡμᾶς κατὰ Περσῶν ναυμαχίαν, ὅτε καὶ οἱ δοῦλοι ὑπὲρ τῶν κρεῶν καὶ τῶν οἰκείων σωμάτων ναυμαχήσαντες καὶ τοὺς Πέρασας ἐνίκησαν καὶ παρὰ τῆς βουλῆς τῶν Ἀθηναίων τῆς δουλείας ἠλευθερώθησαν. εἰ δὲ λέγει “περὶ τῶν νεκρῶν”, ὅπερ ἐμοὶ οὐκ ἀρέσκει, περὶ τῆς ναυμαχίας φησὶ τῆς ἐν Ἀργιννούσαις, ἐν ᾗ τοὺς Λακεδαιμονίους ἐνίκησαν οἱ Ἀθηναῖοι, μὴ δυνηθέντες δὲ διὰ χειμῶνα θαλάσσης ἀνελέσθαι τῶν πεσόντων Ἀθηναίων τὰ σώματα, μιᾷ ψήφῳ τοὺς δέκα στρατηγοὺς ἀπέκτειναν πλὴν μόνων δύο στρατηγῶν πεφευγότων· ἀνεῖλον δὲ τοὺς ἄνδρας βουλῇ Καλλιξένου καὶ Διομέδοντος Χολαργέως. ὕστερον δὲ μετάμελοι γεγονότες οἱ Ἀθηναῖοι καὶ τῷ Τζέτζῃ παραψυχήν τινα μερικὴν χαριζόμενοι τῆς διὰ τοὺς ἄνδρας ἀνίας, ἀναιροῦσι καὶ τὸν μιαρὸν Χολαργέα καὶ τὸν Καλλίξενον. ἃ δέ φασιν οἱ πρὸ ἡμῶν, ὁρᾶτε τὰς βίβλους αὐτῶν· τίς γὰρ ἂν ἢ πάντα ἢ τὰ πλείω ἢ τὰ πλεῖστα τούτων ἢ γράφειν ἢ λέγειν ἰσχύσει; ὃ λέγουσι δὲ καὶ εἰς τὸ “εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν νεκρῶν”, ὃ αὐτός, ὡς ἔφην, οὐ παραδέχομαι, καίπερ ὅμως μὴ παραδεχόμενος, ἀλλὰ περὶ τῶν κρεῶν ἐγὼ λέγων καὶ περὶ τῆς ἐν Σαλαμῖνι ναυμαχίας τῆς πρὸς τοὺς Πέρσας, ἐπιλύσω αὐτοῖς, εἰς τὴν ἐν Ἀργιννούσαις ναυμαχίαν κατὰ ῥητὸν προσθεὶς τὰ αὐτῶν. “τοιοῦτόν τι λέγει· δοῦλον οὐκ ἄγω, εἰ μὴ ἀνῄρηται τοὺς ἐκ τῆς θαλάσσης νεκρούς. οὐκ ἔχει δὲ νοῦν,” φασί, “τὸ λεγόμενον· ναυμαχίας γὰρ οὐδεμιᾶς ἔδει πρὸς τὴν ἀναίρεσιν· χειμῶνι δὲ ἐκωλύθησαν”. ταῦτα μέν εἰσιν, ἅ φασιν οὗτοι. ἂν οὖν καθʼ ἡμᾶς “περὶ τῶν κρεῶν” εἴπῃς καὶ τὴν τῆς Σαλαμῖνος ναυμαχίαν λέγειν νοήσῃς, λέλυκας καὶ τὰς ψυχρὰς ἀπορίας καὶ τὴν ἱστορίαν τὴν ἀληθῆ ὡς ἔχει νοήσεις. εἰ δὲ βουλητὸν καὶ ἐπὶ ταῖς Ἀργιννούσαις ταῦτα δὴ λύειν με, ὁμοῦ καὶ χειμὼν ἦν, ὦ γενναῖοι, καὶ ναυμαχία. εἰ δʼ αὖ χαρίζομαι ὑμῖν καὶ ναυμαχίαν λέγω τότε μὴ εἶναι, τὸ “εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν νεκρῶν” τῶν Ἀθηναίων φημὶ τῶν τότε κακῶς ἐχόντων τοῖς πράγμασι βούλεσθαι. καὶ ἑτέρως τοῦτο ἀκούσεται, δεινὸν δὲ καὶ τοῦτο καὶ γλαφυρώτατον· εἰ μὴ νεναυμάχηκε τὴν ναυμαχίαν τὴν περὶ τῶν νεκρῶν, εἰ μὴ νεναυμάχηκε τὴν καθʼ ὑμᾶς ναυμαχίαν τὴν ἐν Ἀργιννούσαις τὴν περὶ τῶν νεκρῶν, ἤτοι τὴν θρυλλουμένην περὶ τῶν νεκρῶν, διʼ οὓς νεκροὺς οἱ μὲν τῶν δέκα στρατηγῶν αὐτοφυγάδες ἐγένοντο, οἱ δὲ ἀνῃρέθησαν. οὕτως ἡμεῖς ἐπὶ ψευδέσι καὶ ἀσυμφόροις κενὰ κενοῖς μακρηγοροῦντες καὶ ἀτερπέστατα. νεκρῶν] γρ. [35]
ran 191
κρεῶν. οὐκοῦν καὶ λοιπὸν περιθρέξῃ καὶ πηδήσεις καὶ περιδράμῃς τὴν λίμνην κύκλῳ πεζός.
ran 194a
παρὰ τὸν αὐαίνου λίθον : ἤτοι τὸν τῆς ξηρασίας λίθον παρὰ ταῖς ἀναπαύσεσιν. αὐαίνου] ξηρασίας.
ran 196a
οἴμοι κακοδαίμων : δυσφορῶν ὁ Ξανθίας ἐφʼ οἷς ἀνιαροῖς ἐντετύχηκε· τίνι κακίστῳ, φησίν, οἰωνῷ ἐντετύχηκα σήμερον πρώτως ἐκ τῆς οἰκίας ἐξιών; τῷ ξυνέτυχον] οἰωνῷ συνήντησα.
ran 196c
ἐξιών] ἀπὸ τῆς οἰκίας. ἵζω ἐπὶ κώπην : εἰπόντος Χάρωνος· εἴ τις σπεύδει πλεῖν ἡμᾶς, καθιζέτω ἐξ κώπην ἤτοι κρατησάτω κώπην καὶ ἐλαυνέτω, ἀκούσας τοῦτο ὁ Διόνυσος ἄνω τῆς κώπης καθέζεται, καί· τί ποιεῖς; τοῦ Χάρωνος λέγοντος, (200) καθίζω, φησίν, ἐπὶ κώπην, ὡς ἐκέλευσας.
ran 199a
εἶτα πάλιν ὁ Χάρων· ὦ γάστρων (201) καὶ γαστρίμαργε, φάγε καὶ πότα, οὐ καθεδῇ τοιῶσδε, οὐ κατάσχῃς τὴν κώπην ταῖς χερσὶ καὶ κατέχεις; οὐχ ὑφαπλοῖς αὐτὰς καὶ οὐκ ἐλαύνεις; (202) οὐκ ἀντιβὰς καὶ ἐπιστηρίξας τὸν πόδα τῷ ἑδωλίῳ ἐλαύνεις προθύμως; ᾗπερ] ὅπου. [5]
ran 200a
καθεδεῖ] καθευδοίη. γάστρων] ὦ γαστρίμαργε.
ran 202a
φλυαρήσεις] ἀμελῶς διατεθῇς. ἀντιβὰς] ἐπιστηρίξεις τῷ ἑδωλίῳ κρατῶν τὴν κώπην.
ran 203
ἐλᾷς] ἐλαύνεις. ἄπειρο ς , ἀθαλάττευτος , ἀθαλάττωτος , ἀσαλαμίνιος : μὴ ἔμπειρος ὢν ἔργων θαλασσίων καὶ ναυτικῶν, μηδὲ νεναυμαχηκὼς τῇ ναυμαχίᾳ τῇ περὶ Σαλαμῖνα.
ran 204
ἡ δὲ τοῦ λόγου συνέπεια· κᾆτα πῶς δυνήσομαι ἐλαύνειν ἄπειρος, ἀθαλάττευτος, ἀθαλάττωτος, ἀσαλαμίνιος ὤν; τὸ δὲ “εἶτα” παρέλκει. τὴν Σαλαμινίαν δὲ ναῦν καὶ τὴν Πάραλον τῶν παλαιῶν νῦν ἔασον· μίνας σαλῆς λέγουσιν ἄρτι γὰρ λόγους. εἶτʼ] παρέλκον. [5]
ran 207
θαυμαστά] μέλη. λιμναῖα κρηνῶν τέκνα : εἷς ἕκαστος τοῦ χοροῦ τῶν βατράχων πρὸς τοὺς ἑτέρους λέγει βοὴν ὑμνητήριον βοᾶν.
ran 211a
τὰ τοιαῦτα δὲ παραχορηγήματα καλοῦνται· οὔτε γὰρ οἱ βάτραχοι οὔτε ὁ χορὸς τῶν μυστῶν ἐν τῷ θεάτρῳ ὁρῶνται, ἀλλʼ ἔσωθεν μιμοῦνται τοὺς βατράχους. λιμναῖα κρηνῶν τέκνα : λείπει ὁ “καί”· ἀντὶ τοῦ “λιμνῶν καὶ κρηνῶν τέκνα”, φθεγξώμεθα ἀοιδήν.
ran 211c
λιμναῖα κρηνῶν] ἀντὶ τοῦ “λιμνῶν καὶ τῶν”. ξύναυλον] ξυνῳδόν.
ran 214a
ἀοιδάν] ἀοιδῶν. κοὰξ] λέγω τό.
ran 215a
ἣν ἀμφὶ Νυσήϊον : ἣν ἀοιδὴν ἐφθεγξάμεθα περὶ τὸν Διὸς παῖδα Διόνυσον, τὸν Νυσήϊον, τὸν τιμώμενον ἐν Νύσῃ—ἑπτὰ δὲ Νύσαι εἰσίν—, ἥν, ὦ λιμναῖα καὶ ὑδάτων τέκνα βάτραχοι, ἐφθεγξάμεθα τιμῶντες τὸν ῥηθέντα Διόνυσον· οὐκ ἐν λίμναις ὑδατηραῖς, ἀλλʼ ἐν Λίμναις χωρίῳ τῆς Ἀττικῆς οὕτω καλουμένῳ, ἐν ᾧ ἦν Διονύσου ἱερὸν μεγάλως τιμώμενον καὶ ἁγιστευόμενον. Νυσήϊον] τὸν τιμώμενον ἐν Νύσῃ. [5]
ran 215c
ἀμφὶ … Διὸς] περὶ τὸν παῖδα. Λίμναι χωρίον τῆς Ἀττικῆς οὕτω καλούμενον, ἐν ᾧ ἐτιμᾶτο ὁ Διόνυσος ἐν τῷ ἱερῷ αὐτοῦ.
ran 218a
ἡνί χ ’ ὁ κραιπαλόκωμος : κραιπαλοκῶμος : ἐπανάλαβε πάλιν καὶ λέγε· ἣν ἀοιδὴν ᾔσαμεν περὶ τὸν Διόνυσον ἐν Λίμναις τῆς Ἀττικῆς ποτε, ἡνίκα χωρεῖ ὁ ὄχλος καὶ τὸ θορυβῶδες τοῦ λαοῦ, ὁ ὄχλος ὁ κραιπαλόκωμος, κραιπαλοκῶμος, ὁ κραιπαλῶν καὶ μεθυσκόμενος ἐν κώμοις καὶ πότοις μετʼ ᾠδῶν καὶ ᾀσμάτων γινομένοις, ὅτε χωρεῖ ὁ τοιοῦτος ὄχλος κατὰ τὸ ἐμὸν τέμενος τὸ ἐν Λίμναις τῆς Ἀττικῆς. ἐπεὶ τοῦ λόγου τὸν νοῦν καὶ τὴν συνέπειαν εἶπον, ἐρῶ καὶ κανόνα σοι. “κραιπαλοκῶμος” ὁ κωμάζων, ἐνεργητικὸν προπερισπᾶται, “κραιπαλόκωμος” δὲ παθητικόν, ὁ κωμαζόμενος, προπαροξύνεται. Χύτροισι : Χύτροι ὄνομα ἑορτῆς ἐν Θήβαις, ἐν ᾗ ἐρχομένων τῶν λαῶν καὶ ὁ Διόνυσος ὑμνεῖτο· οἱ Χύτροι γὰρ ἡ ἑορτὴ οὐκ ἦν ἀνειμένη τῷ Διονύσῳ. [5]
ran 218b
οὕτω δὲ ἤγετο· μετὰ τὸ σωθῆναι τοὺς ἐν τῷ κατακλυσμῷ ἐκ τοῦ κατακλυσμοῦ πεφευγότας ἀνθρώπους, ᾗ ἡμέρᾳ πρώτως ἐθάρρησαν χύτραν τῷ πυρὶ ἐπιθεῖναι ἐπιστῆσαι καὶ ἐν αὐτῇ ἐπιστῆσαι καὶ ἀφεψῆσαι ἀφεψῆσαι τὰ ἐμβληθέντα, καὶ τὴν ἡμέραν καὶ ἑορτὴν κατʼ αὐτὴν τὴν ἡμέραν ποιήσαντες Χύτρους ἐκάλεσαν. ἔθυον δὲ ἐν αὐτῇ οὐδενὶ τῶν ὀλυμπίων θεῶν, Ἑρμῇ δὲ χθονίῳ ὑπὲρ τῶν τεθνεώτων, καὶ τῆς ἑψομένης χύτρας ἑνὶ ἑκάστῳ τῶν ἐν τῇ πόλει οὐδεὶς τῶν ἱερέων ἐγεύετο· οἱ δὲ κατʼ ἐκείνην τὴν ἡμέραν ἐκεῖσε παραγενόμενοι παραγινόμενοι ἐγεύοντό τε τῶν χυτρῶν καὶ ὑπὲρ τῶν τεθνεώτων τὸν Ἑρμῆν ἐξιλάσκοντο. ἡμέρᾳ δὲ τὰς χύτρας ἐκείνας ἦσαν ἑψοῦντες ἑψοῦντες ἦσαν καὶ οὐ νυκτί· ἤγοντο δὲ καὶ ἀγῶνες ἐκεῖσε οἱ χύτριοι χύτρῖνοι καλούμενοι. ὁ κραιπαλόκωμος] ὁ μεθυσκόμενος ἐν κώμοις καὶ μέθαις, πότοις. [10]
ran 219
ἐμὸν τέμενος] τὴν Λίμνην. ἐγὼ δέ τ ’ ἀλγεῖν ἄρχομαι τὸν ὄρρον : τῇ συνεχείᾳ τῆς εἰρεσίας ἠρξάμην, φησὶν ὁ Διόνυσος, ὀδυνᾶσθαί μου τὸν ταῦρον.
ran 221
ὁ δὲ ταῦρος οὗτος μέρος ἐστὶ τοῦ σώματος ὑποκάτω τῶν διδύμων. τὸν ὄρρον] τὸν ταῦρον.
ran 224a
ὑμῖν] τοῖς βατράχοις. ἴσως] τάχα.
ran 224c
μέλει] διὰ φροντίδος. ἀλ λ ’ ἐξόλοισ θ ’ αὐτῷ κόαξ : κοὰξ : ἀλλʼ ἐξόλοισθε σὺν αὐτῷ τῷ “ κόα ξ” , “ κοὰ ξ” , ὁ Διόνυσος λέγει μισήσας τὴν ἀτερπῆ φλυαρίαν τοῦδε καὶ τὴν ἀθεότητα.
ran 226b
αὐτῷ] σὺν αὐτῷ. εἰκότως γʼ , ὦ πολλὰ πράττων : εἰκότως, οἱ βάτραχοι λέγουσιν, ἀλγεῖς, Διόνυσε, τὸν ὄρρον· πολυπραγμονῶν γὰρ καὶ τὰ ἐν Ἅιδου θέλεις μαθεῖν.
ran 228a
ἀλλὰ κατὰ ῥητὸν τὰ τούτων λεκτέον. “εἰκότως οὐδὲν ἄλλο ἐσμὲν ἢ κόαξ κόαξ, κοὰξ κοὰξ, ἤ· εἰκότως ἀλγεῖς τὸν ὄρρον· πολυπραγμονεῖς γάρ”. ταῦτα τὰ τῶν σοφῶν. ἄλλω ς . οὕτως οἱ παλαιοί φασιν· ἡμεῖς δὲ λέγομεν · εἰκότως, ὦ πολλὰ πράττων Διόνυσε, πολυπράγμων πολυπρᾶγμον καὶ θέλων γνῶναι καὶ τὰ ἐν Ἅιδου, ἤ· εἰκότως, ὦ Διόνυσε, μέγιστε θεέ, πολλὰ πράττων καὶ μυρία παρέχων ἀνθρώποις χρηστά, τὸ “ κόα ξ ” “ κοὰ ξ ” συνεχῶς (229) λέγω καὶ ᾄδω, ὅτι με στέργουσι Μοῦσαι αἱ πρὸς λύραν καὶ ὁ Πὰν ὁ κεροβάτης, ὁ τοῖς ποσὶ χηλὰς ἔχων ⟦ προ ⟧ βάσεις κερατίνας· 〈κεράτιν〉αι γὰρ 〈αἱ〉 προβάτων· κεράτινοι δὲ αἱ χηλαὶ τῶν προβάτων—ὁ Πὰν ποῖος; ὁ καλάμοις παίζων· ἢ ὁ σύριγγι καλαμίνῃ χρώμενος—καὶ ὁ Ἀπόλλων ὁ φορμικτὴς καὶ βυκανιστὴς καὶ κιθαριστής. φορμιγκτὴς καὶ κιθαριστής. εἰκότως] ἀλγεῖς τὸν ὄρρον. [10]
ran 230
κεροβάτας] ⟦ προ ⟧ βάσεις κερατίνας ἔχων τὰς χηλάς. καλαμόφθογγα] καλάμοις.
ran 232
φορμικτὰς] κιθαριστής. ἕνεκα δόνακος , ὃν ὑπολύριον τρέφω : ὑπολύριόν φησι τὸν δόνακα, ὅτι οὐ μόνον λυρικοὶ πρὸς λύραν ᾖδον καὶ αὐλόν, ἀλλὰ καὶ τραγικοὶ καὶ κωμικοὶ ἐν τοῖς μέλεσιν οὕτως ᾖδον.
ran 236a
φλυκταίνας : φωΐδας, σμώδηκας, σμώδιγγας, αἱμοσταλαγίδας, αἳ γίνονται ταῖς ἁπαλαῖς καὶ ἀτρίπτοις χερσὶν ἐπὶ πολὺ κρατούσαις σκληρόν τι καὶ ἀντίτυπον. φλυκταίνας] λείπει χερσίν.
ran 237a
πρωκτὸς τὸ μακρὸν τῶν σπερόντων ὀργάνων· οὗτος παραχρήσει δὲ νῦν τοῖς ἐνθάδε αὐτὴν ἕδραν δείκνυσι καὶ τράμιν λέγειν. πρωκτὸς τὸ μακρὸν τῶν αἰδοίων· νῦν δὲ κατὰ παράχρησιν τὴν ἕδραν.
ran 240
ἀλλʼ ὦ φιλῳδὸν] ἀξίωσις. εὐηλίοις ἐν ἡμέραις : ὁ χορὸς τῶν βατράχων φησὶ πρὸς τὸν Διόνυσον· μᾶλλον μὲν οὖν φθεγξαίμεθα, καὶ οὐ σιωπήσαιμεν, εἴ ποτε ἐν (243) εὐηλίοις ἡμέραις ἤτοι ἐαριναῖς, θεριναῖς, φθινοπωριναῖς φθινοπωρίσιν ἡλάμεθα, ἐσκιρτήσαμεν, ἐπηδήσαμεν διὰ κυπείρου καὶ φλέω.
ran 242a
εἴδη δὲ βοτανῶν καὶ φυτῶν εἰσι τό τε κύπειρον καὶ ὁ φλέως· κύπειρον μὲν ἡ σχοῖνος, τὸ “βρύλλον” καλούμενον ἰδιώταις· φλέως δὲ τὸ ἐν ποταμοῖς φυόμενον παπυρῶδες. εὐηλίοις] ἐαριναῖς, θεριναῖς, φθινοπωριναῖς. [5]
ran 243a
ἡλάμεθα] ἐσκιρτήσαμεν. κυπείρου] σχοίνου.
ran 244
φλέω] παπύρου. ἢ Διὸς φεύγοντες ὄμβρον : ἢ τὴν οὐράνιον βροχὴν πεφευγότες· πεφρίκασι γὰρ τοὺς ὄμβρους οἱ βάτραχοι καὶ κρύπτονται θαλάμοις καὶ τῷ βυθῷ καὶ τοῖς τέλμασι, καὶ ὅταν καταρρυῆναι μέλλωσιν ὄμβροι, προσημαίνοντες τοῦτο βοῶσι καὶ κρύπτονται.
ran 246b
Διὸς … ὄμβρον] τὴν οὐράνιον βροχήν. πομφολυγγοπαφλάσματα δέ φησι τὰς ἐκ βυθοῦ τῶν βατράχων ἀνιεμένας φωνάς· παφλάζει γὰρ καὶ ἀναφέρεται τότε τὸ ὕδωρ ταῖς τούτων φωναῖς ἀνωθούμενον, ὡς ὑπὸ τοῦ πυρὸς πυρὸς τὸ ὕδωρ τοῦ λέβητος, καὶ πομφόλυγγες ἤτοι φύσκαι μικραὶ καὶ λεπταὶ γίνονται ἀραιώμεναι καὶ κούφως τοῖς ὕδασιν ἐπιφερόμεναι. [5]
ran 249a
ἐπινήχονται. πομφόλυξ ἀπὸ τοῦ πέμπειν φολίδας.
ran 249b
γίνεται δὲ ἡ πομφόλυξ οὕτως· κατερχομένης τῆς ψεκάδος καὶ μεμιγμένης μετὰ τοῦ πνεύματος τὸ μὲν ὕδωρ κατωφερὲς μένει κάτω, τὸ δὲ πνεῦμα ὡς κοῦφον ζητεῖ τὴν ἄνω φοράν, καὶ ἐκ τούτου γίνονται αἱ πομφόλυγγες τῷ λόγῳ τῷ φυσικῷ. τουτὶ] τὸ ἀγαθόν. [5]
ran 254a
ἔγωγʼ] πείσομαι. ἐλαύνων] τὴν κώπην.
ran 255
εἰ] ἐπειδή. οἰμώζε τ ’ ἄρα : παίζων νῦν ὁ Διόνυσος οἰμωγήν φησι τὴν ᾠδὴν τῶν βατράχων.
ran 257b
τὴν ᾠδὴν τῶν βατράχων λέγει. ὁπόσον γ ’ ἡ φάρυγξ ἡμῶν : σημείωσαι, ὅτι ἐν τοῖς πλείοσι “ φάρυ ξ ” ἄνευ τοῦ γ γράφεται, ἐν εὐαρίθμοις δὲ πάνυ καὶ “ φάρυγ ξ ” σὺν τῷ γ.
ran 259a
τὰ δὲ τῆς κουστωδίας γλαντία μὴ εἰδότα λόγων κανόνας, εἴ τις τῶν ἐμῶν τοιοῦτόν τι γράψειεν, σύρουσιν αὐτὸν καὶ γελῶσιν· ἀλλʼ οἳ καὶ ὀστράκοις, πλὴν εἰς Γραφάς, ὡς δέλτοις ἐχρῶντο, καὶ ὧν ἡ Μοῦσα μέχρι καὶ νῦν ὀστρακοκρότητον ᾄδει τὸ μέλος, ἀλλʼ οὐ πρὸς αὐλὸν καὶ λύραν καὶ βάρβιτον. “λάρυγξ” ἀνωτέρω μέρος· “φάρυγξ” ὁ κάτωθεν, ὁ καὶ οἰσοφάγος καλούμενος. [5]
ran 259b
εἰσὶ δὲ δύο αὐλοί· ὁ μὲν εἷς λαμβάνει τὰς τροφάς, ὁ δὲ ἕτερος ἀναπνευστικός, ὅστις καλεῖται καὶ τραχεῖα ἀρτηρία, ἀπὸ τοῦ τηρεῖν τὸν ἀέρα ἤτοι τὸ πνεῦμα· ἐπάνω δὲ τούτου κεῖται ἡ λεγομένη σταφυλή. ὅταν οὖν εἰσέλθῃ ἐκεῖσε τροφή, πάσχει πνιγμονὴν ὁ ἄνθρωπος· γίνεται δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἐπὶ τῶν νηπίων διὰ τὸ βορὸν αὐτῶν. κεκράξομαι δ ι ’ ἡμέρας : ᾄσω, βοήσω διʼ ὅλης ἡμέρας, πανημερίως, ἕως ἂν ὑμῶν ἐπικρατήσω καὶ κατάσχω καὶ παύσω τὸ “κόαξ”· “κοάξ” · κρατῶ γὰρ ἀττικῶς αἰτιατικῇ, ὡς μυριάκις ἐδείξαμεν καὶ ἕτερα μυρία. [10]
ran 265a
οὐκ οἶδα δέ, τί παθόντες οἱ παλαιοὶ “ ἐπικρατήσω τὸ κώα ξ ” τῷ κοά ξ ” τὸ “κω” “τῷ” μέγα γράφουσιν. κἄν με] καὶ ἐγώ.
ran 266
ἐπικρατήσω] κατάσχω. ἔμελλον ἄρα παύσειν πο θ ’ ὑμᾶς τοῦ κόαξ : κοάξ : νῦν δῆλον, ὡς οἱ μιμητικοὶ τῶν βατράχων ὑποκριταὶ οὐκ ἐν τῷ φαινομένῳ εἰσίν, ἀλλʼ ὑπὸ τὴν σκηνὴν κεκρυμμένοι, ὡς ὑπὸ λίμνην οἱ βάτραχοι.
ran 268
ἡ μέντοι φωνὴ αὐτῶν ἐξακούεται, ὥσπερ κἀκείνων, κἂν ἐκ βυθοῦ φθέγγωνται. μετὰ δὲ τὸ τοὺς βατράχους σιωπῆσαι σιγῆσαι χορὸς εἰσέρχεται τῶν μυστῶν, ὡς καὶ πρότερον εἴπομεν. παῦ ε , παῦ ε , φησὶν ὁ Χάρων, τῆς κωπηλασίας, παραβαλο ῦ , πλησίασον τῇ γῇ τοῦ Ἅιδου· τὼ κωπίω καὶ τὰ κωπία· λείπει “πρόσ(σ)χες, μὴ κατάξειας” κατάξεις”. [5]
ran 269a
νῦν δὲ πᾶσα ἡ σκηνὴ ἡ σκηνὴ πᾶσα καὶ ὁ χορευτὴς οἱ χορευταὶ μετέβησαν καὶ ἐν τῷ Ἅιδῃ δῆθέν εἰσιν. παῦε] λείπει πρόσχες, μὴ κατάξειας.
ran 269c
παραβαλοῦ κτλ. p.i.m.] παράθες· ἢ πλησίασον τῇ γῇ τοῦ Ἅιδου. νῦν δὲ πᾶσα ἡ σκηνὴ καὶ ὁ χορευτὴς μετέβησαν καὶ ἐν τῷ Ἅιδῃ δῆθέν εἰσιν. τὼ κωπίω] τὰ κωπία. [5]
ran 270a
τὸν ναῦλον ἀρσενικῶς, ὡς Καλλίστρατος γράφει· σὺ δὲ τοῖς τρισὶ γένεσι γράφε πεπεισμένος ἡμῖν· τὸ ναῦλον, τὴν τὸν ναῦλον καὶ τὸν τὴν ναῦλον. ὁ ναῦλος, ἡ ναῦλος, τὸ ναῦλον.
ran 271a
ὁ Ξανθία ς . ποῦ Ξανθία ς ; ἦ ἢ Ξανθίας : ἐστὶ δηλονότι ποῦ; καὶ ὁ Ξανθίας ἀποκρίνεται δουλικῶς· “ ἰα ῦ” , ἰαύω· ἢ “ἰάπτω” βαρβάρως, ἤτοι “διατρίβω”, “πάρειμι”. ἦ] ἆρα.
ran 271c
Ξανθίας] ἐστὶ ποῦ; ταυταθοῖ (sic)] γρ.
ran 273
τἀνταῦθα. οὓς ἔλεγεν ἡμῖν : ὁ Ἡρακλῆς δηλονότι.
ran 275b
σὺ δ ’ οὔ : σὺ δὲ οὔ, φησὶν ὁ Ξανθίας τῷ Διονύσῳ· ἤτοι οὐκ ἐθεάσω. καὶ ὁ Διόνυσος· νὴ τὸν Ποσειδῶ, φησίν, ἐθεασάμην· καὶ νυνί γε ὁρῶ τοὺς ἐπιόρκους. παίζων δὲ τῷ δοκεῖν λέγειν ὁρᾶν τοὺς ἐν τῷ Ἅιδῃ ἐπιόρκους περὶ τῶν ζώντων καὶ μετὰ τῶν θεατῶν ἑστηκότων ἐπιόρκων φησίν. ἔλεγεν ἡμῖν] ὁ Ἡρακλῆς.
ran 277a
προϊέναι βέλτιστα νῷν : βέλτιστα καὶ ἤτοι βέλτιον καὶ ἄριστον νῷν καὶ νῶϊν καὶ ἡμῖν, προϊέναι καὶ ἐπὶ τὰ ἔμπροσθεν προχωρεῖν καὶ πορεύεσθαι, ὅτι οὗτός ἐστιν ὁ τόπος, οὗ τὰ δεινὰ θηρία εἶναι ἔλεγεν ὁ Ἡρακλῆς. Ἡρακλῆς. καὶ ὁ Διόνυσός Διόνυσός φησιν· ὡς οἰμώξεται· “ ὡ ς ” καὶ “ὅτι” οἰμώξεται, ἢ “ ὣ ς ” καὶ “λίαν”. τὸ δὲ “ οἰμώξετα ι ” ἢ ὁ Ἡρακλῆς ὁ πτοῶν ἐκπτοῶν με, ἢ τὰ θηρία. προϊέναι . [5]
ran 277b
.. νῶϊν] ὡς ἐπὶ τὰ ἔμπροσθεν ἐλθεῖν ἡμᾶς. οὗ] ὅπου.
ran 279a
ὡς] λίαν. οἰμώξεται] ὁ Ἡρακλῆς ὁ πτοῶν με.
ran 281
φιλοτιμούμενος : φιλοδοξῶν καὶ μόνος ἐθέλων ἀπολαύειν δόξης, ὡς μόνος ὢν καὶ γενναῖος καὶ μάχιμος, πάντας δὲ ἄλλους δειλούς, ἀνάνδρους, ἀπειροπολέμους καὶ ἀπομάχους οἰόμενος, καὶ οὕτω μορμολυττόμενος τῷ (282) λέγειν τοιαῦτά τινα πρὸς ἐκπτόησιν· οὐδὲν γὰρ ζῷον οὕτω ἀλαζονικόν, (283) ὡς Ἡρακλῆς. ἐγὼ δʼ εὔχομαι ἐντυχεῖν τοιούτῳ τινὶ καὶ λαβεῖν ἀγώνισμα καὶ νικητήριον ἐπάξιον τῆς ὁδοῦ ἤτοι τοῦ πόνου, ὃν ἐκοπίασα τοσαύτην ὁδοιπορήσας ὁδόν, ἵνα μὴ κενά μοι ἀμφότερα γένοιτο, ὅ τε πόνος καὶ ἡ ὁδός. γαῦρόν] ἐπηρμένον πρᾶγμα. [5]
ran 282b
ὡς] ὥσπερ. ἀγώνισμα τὸ ἀπὸ τοῦ ἀγῶνος διδόμενον δῶρον, ὥσπερ καὶ ἆθλον τὸ ἀπὸ τοῦ ἄθλου.
ran 284b
ἀγώνισμʼ] νικητήριον. ἄξιόν] ἐπάξιον.
ran 284d
τῆς ὁδοῦ] τοῦ πόνου. νὴ τὸν Δία : πρὸς ταῦτά φησιν ὁ Ξανθίας πρὸς τὸν Διόνυσον· καὶ μὴν αἰσθάνομαι ψόφου τινός, μὰ τὸν Δία, ἤτοι ἐντελὴς γέγονεν ἡ εὐχή σου· ὁ ψόφος γὰρ οὗτος δοκεῖ τινος θηρὸς εἶναι δεινοῦ καὶ μαχίμου· καὶ κτεῖνε αὐτὸ καὶ ἄξιον λάμβανε τὸ ἀγώνισμα.
ran 285
τὰ δὲ λοιπὰ σαφῆ καὶ ἀγοραῖον ἔχοντα γέλωτα. ὀρεύς : ἡμίονος. [5]
ran 292
ἀλ λ ’ ἤδη κύων: καὶ τοῦτο τὸ χαριέστερον γέλωτος σύρφακος καὶ ἀγοραίου. Ἔμπουσα τοίνυν ἐστὶν : ἐστὶ : τὴν Ἔμπουσαν οἱ μὲν αὐτὴν τὴν Ἑκάτην οἴονται εἶναι, οἱ δὲ φάντασμα δαιμονιῶδες ὑπὸ τῆς Ἑκάτης πεμπόμενον καὶ τὰς μορφὰς ἐναλλάττον, καὶ μεσημβρίαις πολλάκις ἐμφαίνεσθαι, ὅταν τοῖς τεθνηκόσιν ἐνήγιζον.
ran 293
καὶ οἱ μέν φασι μονόπουν αὐτὸ εἶναι, καὶ ἐτυμολογοῦσιν αὐτὸ ἀπὸ τοῦ ἕνα ἔχειν πόδα· Ἑνίπουσαν καὶ Ἔμπουσαν καὶ Ἑνισκελίδα δὲ ὀνομάζουσιν· ἕτεροι δὲ αὐτὴν ὄνου σκέλος λέγουσιν ἔχειν, ὅθεν ἐκεῖνοι Ὀνοσκελίδα, Ὀνόκωλον καὶ Ὀνοκωλίδα Ὀνοκωλαίαν καλοῦσιν. ἰστέον δέ, ὅτι τὸ “Ἔμπουσα”, κἂν ἀπὸ τοῦ “ἕν” γίνεται γέγονε καὶ τοῦ “πούς”, ψιλοῦσθαι ὀφείλει καὶ οὐ δασύνεσθαι κατὰ τὸν κανόνα τὸν τεχνικόν· τὰ τοιαῦτα γὰρ ἐντελῆ μὲν ὄντα δασύνεται, συγκοπέντα δὲ αἰολικῶς ψιλοῦται· αἱ συγκοπαὶ γὰρ τῶν Αἰολέων εἰσίν. εἰς μαρτυρίαν δὲ καὶ τῶν παραδειγμάτων κατάκουε· “ἱερεύς”, “ἰρεύς”· “ἱέραξ”, “ἴρηξ”, καὶ ἕτερα μυρία. σὺν ἑτέροις μυρίοις. οὕτω καὶ τὸ “Ἑνόπουσα” μὲν ἐντελὲς ὂν δασύνεται, τὸ δὲ “Ἔμπουσα” συγκοπὲν αἰολικῶς ψιλοῦται. ἐγὼ δὲ τοῦτο δασύνω πάνυ μεγίστην δασεῖαν διʼ ὠφέλειαν ἀκροατῶν καὶ θεατῶν ἀμαθῶν, μὴ φροντίζων, εἰ περὶ κανόνα ἑκουσίως μικρόν τι ἁμαρτάνω διʼ ἀμαθῶν λυσιτέλειαν. ὁ γὰρ ἑωρακὼς εἰς τὸ “Ἕμπουσαν” κειμένην δασεῖαν εὐθέως γνοίη, ὅτι ἀπὸ τοῦ “ἑνός” “Ἑνόπουσα” καὶ “Ἔμπουσα” γέγονεν. τὰ καθʼ ἡμῶν δὲ βλάσφημα οὐ δέδια στόματα· εἴπερ γὰρ κάρτα με κακὸν καὶ ἀνάλκιδα φήσει ἀνδράσιν εὖ φρονέουσι (ἡρώεσσι) γέλων ἀλίαστον ὀρίνει. βολίτινον : βόλιτος ἡ τῶν βοῶν κόπρος· ἤγουν κόπρινον. [20]
ran 297
ἱερεῦ , διαφύλαξόν με : ἤδη μυηθεὶς ὁ Διόνυσος ἐν τῇ σκηνῇ δεῖται τοῦ ἀκολουθοῦντος ἱερέως διαφυλάξαι αὐτόν. ἦν δὲ ὁ ἱερεύς, ὡς προϊὼν δείξει, πάνυ πυρρὰς καὶ ἐρυθρὰς τὰς τρίχας ἔχων. κεκτημένος. ἀπολούμε θʼ , ὦναξ Ἡράκλεις : εἰπόντος Ξανθίου φησὶν ὁ Διόνυσος· ἱκετεύω σε, ὦ ἄνθρωπε, μὴ καλεῖς καλῇς με, δηλονότι Ἡρακλέα· εἰπόντος (300) δὲ τοῦ Ξανθίου· Διόνυσε δή, φησὶν ὁ Διόνυσος· τοῦτο ἧττον τοῦ ἑτέρου, τοῦ καλεῖν με Ἡρακλέα, τουτέστιν οὕτω καλούμενος ἡττόνως τιμωρηθείην ἢ βλαβείην, Ἡρακλῆς δὲ καλούμενος μειζόνως διὰ τὰ ἐκείνῳ τῇδε πεπραγμένα. [5]
ran 298a
τὰ δὲ βουβάλια τὸ “ἧττον θατέρου” τὸ χεῖρόν φασιν. ταῦτα μὲν οὕτω· σοὶ δὲ τί ἂν εἴποιμι, ἀλιτήριε κωμικέ, Διονύσῳ τοσαύτην ἀπειρομαχίαν συνάπτοντι καὶ δειλίαν δειλοτέραν λαγωῶν ἢ βατράχων, ἀνδρί, ὃς Ἰνδοῖς ἐπολέμησεν, Ἄραψιν, Αἰγυπτίοις καὶ Ἀσσυρίοις φόρους ἐπέθηκε, πᾶσαν Ἀσίαν διέδραμεν, ἐδουλαγώγησε Σκύθας, τὴν ἄρκτον πᾶσαν παρήλασε, τοῖς Ἀγαθύρσοις οὖσιν ὑπερβορέοις ὄργια δεξαμένοισιν ἑῶν πόρεν οὔνομα θύρσων, ὃς οὐ τὴν ἑῷαν Ἑλλάδα παρεῖδεν οὐδὲ τὴν ἑσπέραν, καὶ ταῦτα πάντα εἰργάσατο διτταῖς γενεαῖς ὑπάρχων ἀνώτερος, οὗ προφέρεις νῦν Ἡρακλέος; ἐπὶ τῇ τοσαύτῃ γε ἀπροσκέπτῳ γραφῇ ἀπορῶ, τί καὶ λέξαιμι· ἔπεισι δέ μοι λέγειν, ὃ καὶ προεγράφη, ὅτι μεθύων, ὡς ἔοικε, τόδε τὸ δρᾶμα ἐξέθου καὶ ἀγοραίοις καὶ σύρφαξι χαριζόμενος ὅλως διόλου ἀγοραῖον τοῦτο πεποίηκας. οὐ μὴ καλεῖς μʼ] δηλονότι Ἡρακλέα. [15]
ran 300
οὕτω καλῶν με, ἡττόνως τιμωρηθήσομαι ἢ βλαβήσομαι, Ἡρακλῆς δὲ καλούμενος μειζόνως. ἴ θ ’ ᾗπερ ἔρχει : δεῖ νοεῖν, ὅτι διὰ δειλίαν ὄπισθεν ὁ Διόνυσος ἔρχεται, προπορεύονται δὲ τούτου ὁ ἱερεὺς καὶ ὁ Ξανθίας· καί φησι πρὸς αὐτὸν ὁ Ξανθίας· “δεῦρο δεῦρο”, ἐνταῦθα ἐνταῦθα· λείπει τὸ “βάδιζε”, πορεύου.
ran 301b
ᾗπερ] ὅπου. ἔξεστι δ ’ ὥσπερ Ἠγέλοχος : Ἠγέλοχος ὑποκριτὴς τῶν δραμάτων ἦν Εὐριπίδου, τῷ ἐν Ὀρέστῃ δὲ δράματι τόνδε τὸν στίχον λέγων ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλῆνʼ ὁρῶ, ὑγροῦ πολλοῦ ἐπιδραμόντος τῷ στόματι, ἀποπνιγῆναι κινδυνεύων ὁ ἄνθρωπος ἔστη εἰς τὸ “γαλῆν”· χρόνου δὲ ἱκανοῦ διελθόντος ἐξεφώνησε τὸ “ὁρῶ”· καὶ Πλάτωνι τῷ κωμικῷ καὶ τούτοις πᾶσιν ἐκωμῳδήθη, ὅτι οὕτω παρακεκομμένως ἐποιήσατο τὴν ἐκφώνησιν καὶ οὐκ ἀπεπνίγη λάροις καὶ μωροῖς χαριζόμενος. [5]
ran 303a
νῦν δὲ οὗτος οὐ κωμῳδεῖ αὐτόν· ἔστι δὲ προσφόρως ἡμῖν, φησίν, εἰπεῖν τὸ Ὀρέστου ὑπὸ Ἠγελόχου λεχθέν, ὅτι ἐκ πόνων καὶ συμφορῶν ἐγαληνιάσαμεν καὶ ἀγαθοῖς τισι προσεκύρσαμεν. Ἠγέλοχος] ἦν δὲ ὑποκριτὴς Εὐριπίδου. [10]
ran 305
τὸ “κατόμοσον” καὶ τὰ τοιαῦτα ἀγυρτικὰ γελοῖα καὶ κάπηλα, οὐχ οἷα ἐκεῖνα τῶν Νεφελῶν τὰ θεσπέσια. ἐκ τοῦ φόβου ὠχρίασις, ἐκ δὲ τῆς αἰδοῦς ἐρυθρίασις γίνεται.
ran 308a
ὁδὶ δὲ δείσας ὑπερεπυρρίασέ μου : φησὶν ὁ Διόνυσος· ἐγὼ μὲν ὠχρίασα ἰδὼν τὴν Ἔμπουσαν, ὁδὶ δὲ δείσας ὑπερεπυρρίασε. πρῶτόν φημι· ἐκ φόβου ὠχρίασις ὠχρίανσις γίνεται, ἐξ αἰδοῦς δὲ ἐρυθρίασις· ἀγοραῖον δὲ γέλωτα καὶ οὐ σώφρονα κινῶν οὗτός φησιν· ὁ ἱερεὺς δὲ δείσας ὑπερεπυρρίασεν· ἦν γάρ, ὡς φθάσας εἰρήκειν, τοιοῦτος τὸ χρῶμα ὁ ἱερεύς. ἢ τὸν Ξανθίαν φησὶν ὁ Ἀρίσταρχος λέγων· “διὰ γὰρ τὸ εἶναι πυρρὸν καὶ Ξανθίαν κληθῆναι”. Τζέτζης δέ φησιν· ὦ Ἀρίσταρχε, εἰ διὰ τὸν Ξανθίαν εἶπε τουτὶ καὶ οὐ διὰ τὸν ἱερέα ἢ ἕτερόν τινα τῶν συνακολουθούντων μυστῶν, οὐκ ἂν εἶπεν “οὗτος”, ἀλλὰ “σὺ ὑπερεπυρρίασας”. πρὸς γὰρ τοῦτον ὁ Διόνυσος ποιεῖται τὸν λόγον· εἰπόντος γὰρ Ξανθίου αὐτῷ· ἡ Ἔμπουσα φρούδη, νὴ τὸν Δία, οὗτός φησι πρὸς αὐτόν· ἐγὼ μὲν ἰδὼν αὐτὴν ὠχρίασα, οὗτος δὲ ὑπερεπυρρίασεν. οὗτος ὁ ἱερεὺς ἦν γάρ, ὡς εἴρηται, τοιοῦτος τὸ χρῶμα. [10]
ran 310a
τί ν ’ αἰτιάσομαι θεῶν : περισσῶς καὶ μάτην νῦν κεῖται τὸ “θεῶν”· εἰ γὰρ οὐκ ἔκειτο μάτην, τὸ ἐπαγόμενον τοιοῦτον ἂν ἦν· Ποσειδῶνα, Ἀπόλλωνα ἤ τινα ἕτερον. νῦν δέ φησι τὸν Εὐριπίδην, τὸν εἰπόντα τὸ “αἰθέρα Διὸς δωμάτιον ἢ χρόνου πόδα”, διʼ ὃν Εὐριπίδην εἰς Ἅιδου κατελθὼν πάσχω τάδε. ἀπολλύναι] εἰς τό.
ran 312
“αὐλεῖ τις ἔνδον” λέγει τὸ “οὗτος”. ἔγωγε] ἀκούω.
ran 314
μυστικωτάτη] λεπτοτάτη. ἠρεμεὶ] ἠρέμα.
ran 316
Ἴακχε : τὸν Ἴακχον οἱ μὲν τὸν ὕμνον ὕμνον οἴονται εἶναι τῇ εἰκάδι τῶν μυστηρίων ᾀδόμενον Κόρῃ καὶ Δήμητρι· συνίδρυται δὲ τῇ Δήμητρι τῇ ἑορτῇ καὶ Διόνυσος, ἀνθʼ ὧν ἡ μὲν ξηρῶν καρπῶν δότειρα, ὁ δὲ τῶν ὑγρῶν. ἄλλοι δὲ τὸν Ἴακχον υἱὸν Περσεφόνης φασίν· οἱ δὲ τοῦτόν φασι συγγενέσθαι τῇ Δήμητρι· οἱ δὲ ἕτερον Διόνυσον εἶναι τὸν Ἴακχον, οἱ δὲ τὸν αὐτόν. παίζουσιν] ὑμνοῦσιν. [5]
ran 319b
ἔφραζε νῶϊν] ἡμῖν ὁ Ἡρακλῆς. ᾄδουσι γοῦν τὸν Ἴακχον : καὶ τὸν ὕμνον· παρʼ ὑπόνοιαν δέ φησιν· ὅνπερ Διαγόρας ὁ ἄθεος ὁ ἐκ Μήλου, περὶ οὗ προεγράφομεν· ὃς Τηλεκλύτου μὲν ἦν παῖς, σύγχρονος δὲ Σιμωνίδῃ καὶ Πινδάρῳ.
ran 320a
καὶ οὕτω μὲν ἔχει τὸ ἀληθές· ἕνεκα τοῦ γέλωτος, ἀγάμενος δὲ καὶ τὸ εὐφυὲς παρατίθημι, ὅ φησιν Ἀπολλόδωρος ὁ Ταρσεύς· “ᾄδουσι γοῦν”, φησίν, “τὸν Ἴακχον, ὅνπερ ᾄδουσιν οἱ μύσται μῦσται ἐκ τοῦ ἄστεος διὰ τῆς ἀγορᾶς ἐξιόντες εἰς Ἐλευσῖνα”. Ἴακχον κτλ. [5]
ran 320b
p.i.m.] παρʼ ὑπόνοιαν· διὰ τῆς ἀγορᾶς ὤφειλεν εἰπεῖν. διασύρει δὲ τὸν Διαγόραν τὸν ἐκ Μήλου, τὸν ἄθεον. Διαγόρας] ᾖδεν.
ran 321
ἄγειν] ἡμᾶς. πολυτιμήτοις δ ’ ἐν ἕδραις : ὅτι Κόρη τότε καὶ Δημήτηρ τιμᾶται, καὶ τῇ Δήμητρι, ὡς ἔφην, συνεδρεύει καὶ ὁ Διόνυσος.
ran 326
ἐλθὲ τόν δ ’ ἀνὰ λειμῶνα χορεύσων : διὰ τὰ ἄνθη γὰρ εἰς λειμωνίας ἐν λειμῶσι ἐχόρευον προφανῶς. ὁσίους] λαμπρούς.
ran 329
καὶ αἰτιατικῇ καὶ γενικῇ. στέφανον μύρτων : μυρσίνῳ μυρσινίνῳ γὰρ ἐστεφανοῦντο στεφάνῳ, στεφάνῳ, οὐχὶ κισσίνῳ οἱ ἐστεφανοῦντο οἱ μεμυημένοι, κἂν τοῖς Θεσμοφορίοις ὁμοίως τοιούτῳ στεφάνῳ ἐστέφοντο, ὅτι Δημήτηρ οἰκείως εἶχε πρὸς τὸ τῆς μυρσίνης φυτὸν καὶ ὅτι τοῖς χθονίοις ἱέρωτο.
ran 330a
καὶ τοῖς Διονυσιακοῖς ὁμοίως μυρσίνῳ μυρσινίνῳ στεφάνῳ ἐστέφοντο διὰ τὸ ἀειθαλές. μύρτος κυρίως τὸ μυρσινόκοκκον. [5]
ran 330c
θρασεῖ δ ’ ἐγκατακρούων ποδὶ : ἐν τολμηρῷ ποδὶ σκιρτῶν καὶ ὀρχούμενος καὶ χορεύων—λείπει τὸ “ποίει” ἢ “πλήρου” ἢ “γέραιρε”—τὴν ἀκόλαστον καὶ μὴ ἀξίαν κολάσεως ἢ μέμψεως, ἀλλὰ σεβασμοῦ καὶ τιμῆς, ἁγνήν, ἱερὰν χορείαν τοῖς ὁσίοισι μύσταις, τὴν χορείαν καὶ χόρευσιν, αὐτὴν τὴν τιμὴν τὴν εἰς τοὺς τὰς θεούς, τὴν φιλοπαίγμονα, χαρίτων πλεῖστον ἔχουσαν μέρος, τὴν ἡδονῆς πλείστης καὶ εὐφροσύνης μετέχουσαν. θρασεῖ] τολμηρῷ. [5]
ran 330e
ἐγκατακρούων] σκιρτῶν, χορεύων. τὰν .
ran 331/32
.. τιμήν] τὴν μὴ κολαζομένην, τὴν μὴ ἀξίαν κολάσεως ἢ μέμψεως, σεβασμοῦ δὲ καὶ τιμῆς. τιμήν] γέραιρε.
ran 338a
ὡς ἡδύ μοι προσέπνευσε χοιρείων κρεῶν : ἐν ταῖς τῆς Δήμητρος γὰρ ἑορταῖς χοίρους ἔθυον καὶ ἐκρεωφάγουν τοῖς Θεσμοφορίοις καὶ τὸ ζῷον ἔθυον τῇ τε Κόρῃ καὶ τῇ Δήμητρι. ἔθυον δὲ τὸν χοῖρον καὶ ἐν τοῖς μυστηρίοις Διονύσῳ καὶ τῇ Δήμητρι, ὅτι καὶ τῆς Δήμητρος τὰ λήϊα καὶ Διονύσου λυμαίνεται τοῖς φυτοῖς. ἐν ταῖς τῆς Δήμητρος ἑορταῖς χοίρους ἔθυον τῇ Κόρῃ καὶ τῇ Δήμητρι. [5]
ran 339a
ἤν τι καὶ χορδῆς λάβῃς : οὐκ ἠρεμήσειας οὖν, φησίν, εἰ καὶ ἐντέρου τι λάβῃς βραχύτατον; ἀτρέμʼ] πῶς.
ran 339c
χορδῆς] ἐντέρου. ἔγειρε φλεγέας : ἔγειρε φλεγέας φλογέας λαμπάδας ἐν χερσὶ τινάσσων· ἥκεις γὰρ νυκτέρου τελετῆς φωσφόρος ἀστήρ.
ran 340a
τὸ μυστηριακὸν πῦρ φωσφόρον ἐκάλουν ἀστέρα, ὅτι νυκτὶ τὰ μυστήρια ἐγίνοντο. τὸν δὲ λόγον κολοβὸν μηδεὶς ὑπολάβοι εἶναι, ὥς τις εἶπε τῶν παλαιῶν, “εἰ μὴ τὸ “τινάσσων” ἀντὶ τοῦ “τινασσόμενος” λαμβάνεται”· εἰπὲ δὲ καὶ νεκρῷ κειμένῳ τῷ παλαιῷ· “ἄριστά φησιν ὁ Τζέτζης ἔχειν τὸν λόγον καὶ μὴ εἶναι κατὰ σὲ κολοβόν”. εἰ δὲ βούλει, καὶ παιδιωδῶς διὰ σὲ τὴν τοῦδε πᾶσαν συνέπειαν εἴποιμεν. ὦ Ἴακχε, Ἴακχε, ἔγειρε τοὺς θιασώτας δηλονότι, φλεγέας φλογέας καὶ πυρώδεις καὶ ἀνημμένας λαμπάδας τινάσσων ἐν χερσίν· ἥκεις γὰρ καὶ παραγέγονας τῆς νυκτέρου τελετῆς (344) φωσφόρος ἀστήρ· ἐν φλογὶ δὲ τῶν λαμπάδων φλέγεται—νῦν λαμπρύνεται—ὁ λειμών. φλογέας] φλεγέας. [10]
ran 341
τινάσσων] τινασσόμενος. νυκτέρου τελετῆς] νυκτερινῆς· τὸ κτητικὸν ἀντὶ ἁπλοῦ.
ran 344a
φλογὶ] ἐν. φλογὶ φλέγεται] τῶν λαμπάδων.
ran 344c
λειμών] ὁ. γόνυ πάλλεται γερόντων : ὑπὸ δὲ τῆς ἱερᾶς τιμῆς ἀποσείονται τὰς (347) λύπας τῶν χρονίων τε ἐτῶν, τοὺς παλαιοὺς ἐνιαυτούς, ἤτοι ὑπὸ τῆς ἱερᾶς τιμῆς ἐπιλανθάνονται καὶ θλίψεως καὶ γήρως.
ran 351a
σὺ δὲ λαμπάδι φλέγων : καὶ φωσφορῶν, ὦ μάκαρ, προβάδην καὶ προπορευόμενος ἔξαγε ἐπʼ ἀνθηρὸν ἕλειον δάπεδον τὴν χοροποιὸν χαροποιὸν ἥβην ἤτοι τοὺς θιασώτας καὶ χορευτάς· ἢ ἔξαγε πάνθηρον ἕλειον δάπεδον. φλέγων] φωσφορῶν.
ran 352
προβάδην] καὶ προπορευόμενος. χαροποιὸν] τήν.
ran 353b
μάκαρ] ὦ. ἀναπαιστικὰ τετράμετρα καταληκτικά.
ran 354a
παράβασις. εὐφημεῖν χρὴ : εὐφημίαν γενέσθαι χρεών, φησὶν ὁ χορὸς τῶν μυστῶν, ἤτοι δέον κατάρχεσθαι περὶ θεῶν λόγων εὐφήμων καὶ ἱερῶν, ἐξίστασθαι δὲ καὶ ὑποχωρεῖν τοῖς ἡμετέροις χοροῖς ἤτοι ἀπὸ τῶν ἡμετέρων χορῶν ἐκεῖνον, (355) ὃς ἄπειρος τοιῶνδε λόγων μυστηριωδῶν, ἢ μὴ καθαρός ἐστι τῇ γνώμῃ (356) καὶ διανοίᾳ, ἢ γενναίων ὄργια Μουσῶν καὶ μυστήρια οὐκ ἴδε καὶ ἐθεάσατο· ἰωνικῶς ι. [5]
ran 354b
ὁ δὲ νοῦς· ὃς οὐδὲ ποιητικῆς καὶ σοφίας βάθους μετέσχηκεν ἤτοι σοφὸς καὶ ἔμπειρός ἐστι ποιητικῆς παντοίας καὶ ἑτέρας σοφίας. εὐφημεῖν .
ran 354c
.. ἐξίστασθαι] εὐφημίαν χρὴ γενέσθαι περὶ θεῶν καὶ ὑποχωρεῖν ἐκεῖνον. τοιῶνδε] μυστηριωδῶν.
ran 355b
γνώμῃ] διανοίᾳ. εὐγενῶν.
ran 356b
ὃς οὐδὲ ποιητικῆς καὶ σοφίας βάθους μετέσχηκεν ἤτοι σοφὸς καὶ ἔμπειρός ἐστι ποιητικῆς παντοίας καὶ ἑτέρας σοφίας. μηδὲ Κρατίνου τοῦ ταυροφάγου : παρʼ ὑπόνοιαν τὸ σχῆμα τοῦ λόγου· δέον γὰρ εἰπεῖν· ἐξίτω κἀκεῖνος τῶν ἡμετέρων μυστηρίων, ὃς μὴ τὸ καὶ τὸ ἔγνω μηδὲ ἐτελέσθη τὰ βακχεῖα καὶ τοὺς ἐνθουσιασμοὺς τοῦ ταυροφάγου καὶ Διονύσου, τοὺς μετὰ τῶν βακχῶν αὐτῷ γινομένους ἐν ὄρεσι καὶ ἐρημίαις ἀβάτοις—ταυροφάγον δὲ τὸν Διόνυσον λέγει, ἔλεγεν, ὡς καὶ Σοφοκλῆς φησιν ἐν δράματι Τυροῦς—οὕτω δέον εἰπεῖν οὗτος ὁ ποιητὴς οὕτω παρʼ ὑπόνοιάν φησι· κἀκεῖνος ἐξίτω, ὃς μὴ ἐτελέσθη καὶ ἔγνω καὶ μεμάθηκε τὰ βακχεῖα τῆς γλώττης Κρατίνου τοῦ ταυροφάγου. [5]
ran 357a
καὶ βακχεῖα μὲν γλώττης φησὶν ἢ εἰρωνικῶς θειασμοὺς καὶ ἐνθέους λόγους τοὺς τοῦ Κρατίνου λόγους καλῶν, ἢ λόγια πεφυρμένα ἡμιμέθυσα, μᾶλλον δὲ κάτοινά τε καὶ ὑποβάκχεια. ταυροφάγον δὲ αὐτὸν εἶπεν, “ὅτι ταῦρος ἦν αὐτοῖς ἔπαθλον”, ὡς πολλοί τε ἄλλοι φασὶ καὶ ὁ μέγας Ἀρίσταρχος· Τζέτζης δὲ διθυραμβικοῖς καὶ λυρικοῖς φησιν ἔπαθλον δίδοσθαι ταῦρον, οὐ μέντοιγε τραγικοῖς ἢ κωμῳδιῶν διδασκάλοις· κωμικὸς δὲ καὶ ὁ Κρατῖνος τελῶν, πῶς ἂν ταῦρον ἐλάμβανε; διὰ δὲ τὸ ὑψηλὸν τῶν τούτου ἐπῶν καὶ βροντόφωνον ταυροφάγον οὗτος τοῦτον καλεῖ· φησὶ γάρ πῃ ὁ ἀνήρ· ἄναξ Ἄπολλον, τῶν ἐπῶν τῶν ῥευμάτων. καναχῶσι πηγαί, δωδεκάκρουνον στόμα, Ἰλισσὸς ἐν φάρυγγι· τί ἂν εἴποιμι; τούτων ἕνεκα σύρει τὸν ἄνδρα καὶ Διονύσου ἐπιθέτῳ τοῦτον ἐκάλεσε ταυροφάγον, ἢ ὅτι φίλοινος ἦν. τοῦ ταυροφάγου] τὸν Διόνυσον λέγει. [20]
ran 358a
ἢ βωμολόχοις ἔπεσι χαίρει : ἢ πολυλογίαις φλυάροις χαίρει μὴ ἐν καιρῷ τοῦτο ποιοῦσι, τὸ βωμολοχεῖν, κατὰ δὲ αὑτοῦ νῦν ὁ κωμικός, ὡς ὁ Βελλεροφόντης, φέρει τὸ γράμμα· φλυαρῶν γὰρ νῦν αὐτὸς σχεδὸν ἐν ὅλῳ τούτῳ τῷ δράματι φλυάρους ἀποκαλῶν τοὺς ἑτέρους κωμικούς φησιν οὕτω— τὸ “ἐξίτω” δὲ ἁπανταχοῦ ἀπὸ κοινοῦ—· καὶ ὃς χαίρει φλυάροις πολυλογίαις κωμικῶν ἐγκαίρως οὐ γινομέναις, ἐξίτω τῶν ἡμετέρων μυστηρίων. βωμολόχοις] φλυάροις. [5]
ran 359a
ἢ στάσιν ἐχθρὰν μὴ καταλύει : 〈ἐ〉κ λαυρέων 〈τε〉 καὶ δυσόδμου κοπρίης αὖρά τις εἰσέπνευσε μυστικωτάτη. καὶ ὅς, φησί, στάσεις καὶ ταραχὰς ἐμφυλίους οὐ καταλύει, ἀλλʼ ἕνεκα κερδῶν (361) οἰκείων μᾶλλον ἀνεγείρει ταῦτα τὰ τοιαῦτα καὶ ἀναρριπίζει, ἢ τῆς πόλεως χειμαζομένης ἤτοι συμφοραῖς κατεχομένης καὶ περιστάσεσιν, ἄρχων καὶ (363) ἀρχηγὸς ὤν, δῶρα λαμβάνει, ἢ ἐάν τις Θωρυκίων Αἰγινεὺς εἰκοστολόγος κακοδαίμων καὶ ἄθλιος ἢ προδίδωσι φρούριον ἢ ναῦς ἢ τὸ καὶ τὸ δρᾷ, τούτοις (369) πᾶσιν ἀπαυδῶ καὶ αὐδῶ—τοῦτο προαναφώνημά ἐστι τῶν δᾳδούχων καὶ τῶν ἱεροφάντων μελλόντων τῶν μυστηρίων κατάρχεσθαι, ὡς καὶ ὁ μέγας ἐκεῖνος Ὀρφεὺς ἐν τῷ Ὀργαστηρίῳ φησίν· φθέγξομαι, οἷς θέμις ἐστί· θύρας δʼ ἐπίθεσθε βέβηλοι— (370) ἐξίστασθαι τῶν ἡμετέρων μυστικῶν χορειῶν. ἤδη δὲ καὶ τὰ κατὰ μέρος ῥητέον μοι. στάσιν ἐχθρὰν μὴ καταλύει : διὰ τὸν Θωρυκίωνα, περὶ οὗ μετὰ βραχὺ ἐρῶ, φαίνεται λέγων ταυτί· αἰνίττεται δὲ καὶ Διομέδοντα καὶ Καλλίξενον, οἳ τὴν τοιαύτην ἀνερρίπισαν ἐμφύλιον συμφορὰν παρασκευάσαντες τὴν βουλὴν τοὺς δέκα στρατηγοὺς ἀναιρεῖν. [10]
ran 359c
i.m.] καὶ ταραχὴν ἐμφύλιον. διὰ τὸν Θωρυκίωνα· αἰνίττεται δὲ καὶ τὸν Διομέδοντα καὶ Καλλίξενον, οἳ ἀνερρίπισαν τὴν συμφορὰν ἐν τῇ πόλει ἀναπείσαντες ἀναιρεθῆναι τοὺς στρατηγούς. ῥιπίζει] τὴν πόλιν. [5]
ran 361a
ἢ τῆς πόλεως χειμαζομένης : μέχρι τοῦ “ ναυσὶν παρέχειν τινὰ πείθε ι ” πάντα κατὰ Θωρυκίωνός φησιν. ὁ Θωρυκίων οὗτος Αἰγινεὺς ὢν τῷ γένει ἐν τοῖς Πελοποννησιακοῖς ταξίαρχος τῶν Ἀθηναίων ἐγένετο, εἰκοστολόγος πρὶν καὶ τελώνης ὑπάρχων καὶ μοίρας τῆς κάτω. οἱ τελῶναι γὰρ πρότερον μὲν δὲ πρότερον πεντηκοστὴν μοῖραν τῶν τελουμένων τελωνουμένων καὶ κομμερκευομένων πραγμάτων ἐλάμβανον καὶ πεντηκοστολόγοι πεντηκοστολόγους ἐντεῦθεν ἐκαλοῦντο, τούτους ἐκάλουν, εἶτα εἰκοστολόγοι, εἰκοστολόγους, μετέπειτα δὲ δεκατηλόγοι· δεκατηλόγους · νῦν δὲ οὗτοι καὶ κατωτέρω προβεβήκασιν. οὗτος ὁ Θωρυκίων Αἴγιναν τὴν ἑαυτοῦ πατρίδα Πελοποννησίοις καὶ ναῦς προδιδοὺς γνωρισθεὶς ἐκωμῳδήθη. πάντα κατὰ Θωρυκίωνός φησιν ἀπὸ τοῦ “ τῆς πόλεως χειμαζομένη ς ” μέχρι τοῦ “ ναυσὶν παρέχειν ἀναπείθε ι” . [5]
ran 361c
χειμαζομένης] συμφοραῖς κατεχομένης. ἄρχων] ἀρχηγός.
ran 362
ἢ τἀπόρρη τ ’ ἀποπέμπει : ἢ ἐξ Ἀθηνῶν ἀποπέμπει τοῖς Λακεδαιμονίοις (363) τὰ ἀπόρρητα καὶ ἀπαγορευθέντα πέμπεσθαι αὐτοῖς. ὅστις οὖν τοιοῦτος ἐξ Αἰγίνης ὑπάρχων τελώνης, εἶτα γενόμενος ταξίαρχος Ἀθηναίων ἐξ Ἀθηνῶν πέμπει πρὸς αὐτοὺς—Λάκωνας—εἰς Ἐπίδαυρον τὰ ἀπαγορευθέντα (364/65) πέμπεσθαι, πίσσαν καὶ ἀσκώματα εἰς ναυπηγίαν καὶ τἄλλα, ἢ χρήματά τινα πείθει διδόναι ναυτικῷ τῶν Λακώνων—ἀσκώματα δέ εἰσι δέρματα ἐρραμμένα εἰς τύπον μέρους ἱματίου, ὅπερ τὰς χεῖρας ἡμῶν μέχρι τῶν καρπῶν περισκέπει· ταῦτα τὰ ἀσκώματα προσηλωμένα τριήρεσιν ἀντὶ λώρου τροποῦ ταῖς κώπαις εἰσὶ χρήσιμα—ὃς τὰ τοιαῦτα ἀπόρρητα πέμπει τοῖς πολεμίοις, ὡς τὰ θεῖα μυστήρια τοῖς ἀμυήτοις οἱ κάκιστοι τῶν μεμυημένων. εἰκοστολόγος] τελώνης. [10]
ran 364
ἀσκώματα κτλ. p.i.m.] αἱ λεγόμεναι χειροπάλλαι, ἅτινα ταῖς κώπαις χρήσιμά εἰσιν ἀντὶ λώρου προσηλωμένα ταῖς τροπαῖς. ἢ ὃς κατατιλλᾷ κατατιλᾷ τῶν Ἑκαταίων : τῶν τῆς Ἑκάτης ἀγαλμάτων.
ran 366a
“κατατιλλᾷ” “κατατιλᾷ” λέγεται τὸ κόπρον διάρρυτον ἐκκρίνειν· νῦν δὲ τὸ ἀποσπερμαίνειν τῶν τῆς Ἑκάτης ἀγαλμάτων μιγνύμενος αὐτοῖς. κατατιλλᾷ τῶν Ἑκαταίων] ἀφοδεύει· ἢ ἀποσπερμαίνει μιγνύμενος αὐτοῖς.
ran 366b
διασύρει δὲ τὸν Διαγόραν. τῶν Ἑκαταίων] τῶν τῆς Ἑκάτης ἀγαλμάτων.
ran 367a
ἢ τοὺς μισθοὺς τῶν ποιητῶν ῥήτωρ ὢν εἶ τ ’ ἀποτρώγει : Ἀρχῖνον αἰνίττεται καὶ Ἀργύριον· οὗτοι γὰρ προϊστάμενοι τῆς δημοσίας τραπέζης, κωμῳδηθέντες ἠλάττωσαν τὸν τῶν κωμῳδιοδιδασκάλων μισθόν. Ἀρχῖνον αἰνίττεται καὶ Ἀργύριον, οἵτινες προϊστάμενοι τῆς δημοσίας τραπέζης ἠλάττωσαν τὸν τῶν κωμῳδιοδιδασκάλων μισθὸν καὶ διὰ τοῦτο ἐκωμῳδήθησαν. [5]
ran 369
τούτοις ἀπαυδῶ : κατὰ τὴν τοῦ ἱεροφάντου καὶ τοῦ δᾳδούχου τοῦτο πρόρρησιν λέγει· οἱ γὰρ ἱεροφάνται καὶ οἱ δᾳδοῦχοι τῶν μυστηρίων κατάρχεσθαι μέλλοντες οὕτω προανεφώνουν· εἴ τις ἀμύητος σεμνῶν ἐστι τελετῶν ἢ ἄθεος ἢ μὴ καθαρεύων τῇ γνώμῃ, καὶ ἄλλα ἄττα, ὅσα ἠπίσταντο οἱ τοιαῦτα ταῦτα μεμυημένοι, ἐξίτω τῶν ἱερῶν, ὡς καὶ ὁ μέγας ἐκεῖνος Ὀρφεὺς ἐν τῷ Ὀργαστηρίῳ φησίν· φθέγξομαι, οἷς θέμις ἐστί· θύρας δʼ ἐπίθεσθε βέβηλοι. χώρει δὴ πᾶς : οἱ τοῦ χοροῦ μύσται ἀλλήλοις παρακελεύονται. [5]
ran 372b
σπονδειακά. ἐγκρούων : ἤτοι βαίνων ποδῶν ἐϋρρυθμῷ κρούσει.
ran 374b
ἐγκρούων] χορεύων. σκώπτων] τοὺς κακούς.
ran 376a
ἠρίστηται δ ’ ἐξαρκούντως : ἀντὶ τοῦ “εἱστιάθημεν”, “ἠριστήσαμεν”. ἠρίστηται] εὐώχηται.
ran 377a
ἀλ λ ’ ἔμβα χὤπως : ἤγουν κατάρχου τῆς χορείας, ὅπως ὑψώσεις τοῖς αἴνοις τὴν Δήμητραν. ἔμβα] ἔμβαινε.
ran 378a
ἔστι γὰρ παρʼ Ἀθήνησιν Ἀθηνᾶ Σώτειρα λεγομένη, ᾗ καὶ θύουσιν. χὤπως] ὅρα.
ran 378c
αἴρεις τὴν Σώτειραν] ὑψώσεις ἐν τοῖς ἐπαίνοις Δήμητραν. μολπάζων : ὑμνῶν.
ran 380a
ἣ] γρ. ἣν. φῆςʼ] φᾶςʼ.
ran 381a
Θωρυκίων] ὁ. Θωρυκίων μὴ βούληται] ὁ γὰρ πόλεμος αὐτῷ ἐλυσιτέλει.
ran 382a
ἀναπαιστικὰ τετράμετρα. ἑτέραν] κατά.
ran 384a
Δήμητερ ἁγνῶν : ταῦτα δίμετρα καταληκτικὰ ἰαμβικά, ὡς τὸ τίς σὰς παρήειρε φρένας; Τζέτζης δὲ ἀκατάληκτα μᾶλλόν φησιν. ἰαμβικὰ δίμετρα ἀκατάληκτα.
ran 387
μʼ ἀσφαλῶς] ἀξίωσον. σπουδαῖα] ἀρετῆς ἐχόμενα.
ran 394a
ἀσυνάρτητα ἐξ ἰαμβικῶν καὶ τροχαϊκῶν. ὡραῖον θεὸν : τὸν Διόνυσον, τὸν τρυφῆς καὶ συμποσίων αἴτιον, τὸν δοτῆρα ὡραίων καρπῶν· ἢ τὸν κατὰ καιρὸν φαινόμενον· ἢ τὸν διὰ καιροῦ καὶ χρόνου μακροῦ φαινόμενον· τριετηρικῶς γὰρ ἐφαίνετο.
ran 398
ἰαμβικά. συνακολούθει : ἐπειδὴ ἐν ταῖς τῆς Δήμητρος τελεταῖς οἱ Ἀθηναῖοι ἐκ τοῦ Κεραμεικοῦ πρὸς τὴν Ἐλευσῖνα ἐχώρουν προπέμποντες τὸν Διόνυσον.
ran 403
μέλος χοροῦ. κατεσχίσω : ἐσχισμένα καὶ παρερρωγότα χιτώνια πεποίηκας ἀμφιέννυσθαι.
ran 405a
καὶ ἐπʼ εὐτελείᾳ καὶ φαυλότητι, σμικρότητι καὶ ταπεινώσει τόνδε τὸν σανδαλίσκον καὶ τὸ ὑπόδημα, καὶ τὸ ῥάκος καὶ τὸ τριβώνιον· πάλιν ἀπὸ κοινοῦ τὸ “πεποίηκας ἀμφιέννυσθαι”. κἀπʼ εὐτελείᾳ] εὐδαιμονίᾳ πρὸς τὸ εὖ τελεῖν.
ran 406a
καὶ ἐξεῦρες, ὥστε παίζειν καὶ χορεύειν ἀζημίους ἀζημίως ἤτοι μὴ ζημίαν ἐπιφέροντας τῷ δημοσίῳ. βαρέως ταῦτά φησιν οὐκέτι τολμῶν κωμῳδῆσαι Ἀρχῖνον καὶ Ἀργύριον, οἳ κωμῳδηθέντες τοὺς μισθοὺς τούτων ἠλάττωσαν· ὧν ἕνεκα ταῦτά φησιν οὐ μετρίᾳ δήξει καρδίας. οὐκ οἶδα δέ, οἱ παλαιοὶ τί νοοῦντες τὸ “ κατεσχίσ ω ” ἐπιμερισθῆναί φασιν, τὸ δὲ “ ἐ π ’ εὐτελεί ᾳ ” “ἐπʼ εὐδαιμονίᾳ πρὸς τὸ εὖ τελεῖν”. καὶ τὸ ῥάκος] πεποίηκας ἀμφιέννυσθαι. [5]
ran 408
πρόπεμπέ με : ἀπʼ ἄστεος δῆθεν εἰς Ἐλευσῖνα· τότε δὲ τοῖς ἀνδράσι καὶ γυναῖκες συνεχόρευον. παραβλέψας : ἐπιτηρήσας.
ran 409b
γὰρ] ἤδη. τιτθίον : μαστόν.
ran 414
ἰαμβικὰ κατὰ δύο δίμετρα καταληκτικὰ καὶ ἓν τρίμετρον ἀκατάληκτον. ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτορας : συγγενεῖς.
ran 418a
τὸ σχῆμα παρʼ ὑπόνοιαν· ἀντὶ γὰρ τοῦ εἰπεῖν “ὃς ἑπτέτης ἑπταετὴς ὢν ὀδόντας οὐκ ἔφυσεν”, ὡς παροιμία, εἶπεν “ ὃς ἑπτέτης ὢν οὐκ ἔφυσε φράτορα ς” · οἱ παῖδες γὰρ ἑπταετεῖς γεγονότες ἔχουσι πάντας τοὺς ὀδόντας. καὶ ὁ Ἀρχέδημος δὲ οὗτος ὡς ξένος καὶ μέτοικος διαβάλλεται· χρονίσας γὰρ ἐν ταῖς Ἀθήναις ἀναγραφῆναι εἰς τοὺς πολίτας οὐκ ἠδυνήθη. Ἀθηναῖοι δὲ καὶ τὰ ἴδια τέκνα τριετῆ γεγονότα ἐς τοὺς φράτορας ἦγον ἦγον εἰς τοὺς φράτορας καὶ ἐπολιτογράφουν αὐτά, ὡς γαμικὰς ἑστιάσεις ποιούμενοι. χρονίσας γὰρ ἐν Ἀθήναις οὐκ ἐπολιτογραφήθη· Ἀθηναῖοι δὲ τὰ τέκνα καὶ τριετῆ. [5]
ran 418c
ἔφυσε φράτορας] παρʼ ὑπόνοιαν· ὀδόντας, τοὺς κριτάς. δημαγωγεῖ] ὁ Ἀρχέδημος.
ran 420a
νυνὶ δὲ δημαγωγεῖ : ἡ τοῦ λόγου συνέπεια· ὃς Ἀρχέδημος ξένος ὢν οὐδὲ κἂν ἐπολιτογραφήθη ἐν ταῖς Ἀθήναις· νυνὶ δὲ δημαγωγεῖ καὶ δημαγωγός ἐστι τῶν ἄνω νεκρῶν, ἤτοι τῶν Ἀθηναίων· τότε γὰρ τὰ πράγματα τοῖς Ἀθηναίοις εἶχε πολλαχῶς δυστυχῶς. ὡς ὢν δὲ ὁ χορὸς οὗτος δῆθεν ἐν Ἅιδου καὶ τοῖς κάτω νεκροῖς, ἄνω νεκροὺς ὀνομάζει τοὺς Ἀθηναίους διὰ τὰς κατεχούσας αὐτοὺς συμφοράς. εἶεν· ὁ παλαιὸς δὲ βλισκούνιος ὁ ἐκ τοῦ κειμένου τοῦδε τοῦ “ ἐν τοῖς ἄνω νεκροῖ ς ” λέγων· “οὐχ ὡς Ἀπολλώνιος πρὸς τὴν ἐξήγησιν τὴν εἰ μὴ νεναυμάχηκε τὴν περὶ τῶν νεκρῶν”, κρεῶν”, καὶ αἰτιώμενος τὸν ἄνδρα περὶ τῶν κρεῶν, “νεκρῶν” δὴ λέγοντα γράφειν ἐκεῖσε—νῦν γὰρ τάχα τὸ κείμενον δείκνυσιν, ὅτι 〈οὐ περὶ κρεῶν,〉 ἀλλὰ περὶ νεκρῶν—ἴτω, ὅτι βλισκούνιός ἐστιν. ἐκεῖ γὰρ οὐ μέμνηται τῆς ναυμαχίας 〈τῆς ἐν Ἀργιννούσαισ〉· περὶ κρεῶν καὶ τῶν οἰκείων σωμάτων ὁ λόγος ἐστίν, ὡς ὄπισθεν οὐκ ἀναποδείκτως ἐξηγησάμην εἰπὼν καὶ περὶ τῶν κρεῶν καὶ τοῖς γε νοῦν ἔχουσι σαφῆ παραστησάμενος τὴν ἀλήθειαν καὶ τὸ 〈“κρεῶν” τοῦ〉 “νεκρῶν” ἐκεῖσε προσφυέστερον δείξας. νῦν δὲ ἐν Ἅιδου ὢν ὁ χορὸς καὶ παρὰ τοῖς κάτω νεκροῖς, ἄνω 〈νεκροὺσ〉 οὖν διὰ τὰς δυσπραγίας τοὺς Ἀθηναίους καλεῖ. ἀλλʼ ἀρίστως ἡ παροιμία φησίν· πολλοὶ μὲν ναρθηκοφόροι, παῦροι δέ τε βάκχοι καὶ πολλοὶ βουκένται, παῦροι δέ τε γῆς ἀροτῆρες. ὡς δῆθεν ὁ χορὸς ὢν ἐν νεκροῖς κάτω· ἄνω νεκροὺς διὰ τὰς δυσπραγίας τῶν Ἀθηναίων φησίν. [20]
ran 420c
νεκροῖσι] τοῖς Ἀθηναίοις. κἄστι τὰ πρῶτα : ὡς ἐπὶ αἴνου τιθέναι εἰώθαμεν “καὶ ἔστι τὰ πρῶτα τῶν ἐκεῖ πολιτῶν”, οὕτω νῦν αὔξων αὐτῷ τῇ κωμῳδίᾳ τὸν ψόγον· καὶ ἔστιν, φησί, τὰ πρῶτα τῆς ἐν Ἀθήναις μοχθηρίας, ἤτοι πολλοὶ μὲν καὶ ἄλλοι ἐν ταῖς Ἀθήναις οἱ λυμεῶνες καὶ μοχθηρότατοι, οὗτος δὲ ὑπερηκόντισε πάντας καὶ τὰ πρωτεῖα τῆς ἐκεῖ μοχθηρίας ἀπείληφεν. [5]
ran 421a
εἰ γὰρ κἂν τοῖς τοιούτοις ἀντιτείνειν ἐθέλω τοῖς παλαιοῖς καὶ πᾶν ἀποδεικνύειν σαφῶς καὶ ἀσάφειαν τῶν ἐριστικῶν μήκει τοῦ λόγου ποιήσω, καὶ τοὺς χάρτας καταναλώσαιμι καὶ πολλὰ τοῦ κειμένου δεόμενα ἐξηγήσεως ἀληθῶς ἐάσαιμι ἀνεξήγητα καὶ τοῖς εὖ φρονοῦσιν ἀκροαταῖς λάλος καὶ φλύαρος καὶ ἀκαιρομακρήγορος δόξω καὶ περιττός, ὅπῃ μὲν βραχυλογώτερος τῆς τῶν σοφῶν ἑπτάδος ἐκείνης γινόμενος, πῇ δὲ ὑπερλαλῶν Λοκροὺς Αἰθαλίων καὶ μακρότερα τῆς Ἰλιάδος φθεγγόμενος· τὸν εὐγενῆ γὰρ χρὴ σιγᾶν, ὅπῃ χρή, καὶ λέγειν, ἵνʼ ἀσφαλές. τὰ πρῶτα] ἀντὶ τοῦ “πρῶτος”. [10]
ran 422
τὸν Κλεισθένους δ ’ ἀκούω : τὸ κείμενον οὕτως ἔχει, καὶ οὐδεὶς ἀντέτεινε τῶν ἐξηγητῶν· ἐγὼ δέ φημι· “τὸν Κλεισθένη δʼ ἀκούω”. περὶ τοῦ Κλεισθένους δὲ προείπομεν, δὲ τοῦ Κλεισθένους τούτου εἴπομεν, ὅτι υἱὸς ἦν Σιβυρτίου καὶ ναυτικοῦ στόλου τῶν Ἀθηναίων κατάρξας ναυμαχίᾳ νενίκηκεν. εἶχε δὲ τρίχας μὲν λείας ἦν δὲ λεῖος μὲν τὸ γένειον ὅδε αὐτὸς ξυρῶν. αἰσχρῶς δὲ νῦν οὗτος αὐτὸν διασύρων φυλάττει τὴν τροπὴν ἀπὸ τῶν περὶ νεκροὺς γινομένων· εἰπὼν γὰρ ἄνω νεκροὺς τοὺς Ἀθηναίους ταφὰς καλεῖ ἀκολούθως τοὺς τόπους, ἐν οἷς τελοῦσι διάγοντες, αὐτάς τε Ἀθήνας καὶ κατὰ μέρος τόπους αὐτῆς, καί φησιν· ἀκούω δὲ καὶ τὸν Κλεισθένην ἐν ταῖς ταφαῖς, αἷς ἔφημεν δηλονότι, τίλλειν τὸν πρωκτὸν καὶ σπαράττειν τὰς γνάθους. οἱ γὰρ πενθοῦντες νεκροὺς κόμας κεφαλῆς τίλλουσι, σπαράττουσι γνάθους καὶ κόπτονται καὶ θρηνοῦσι κεκυφότες πρὸς γῆν, καὶ ἀνακαλεῖσθαι εἰώθασι φίλους τινὰς κλαίοντες. τοιαῦτα μὲν τοῖς θρηνοῦσι νεκρούς· ὁ δὲ μιαρὸς οὗτος καὶ τῷ ὄντι βδελυρώτατος ὅλως διόλου τῇ τροπῇ ταύτῃ ἐπὶ διηγήσει χρῆται αἰσχροπραξίας αὑτῷ προσφυοῦς. ἐν ταῖς ταφαῖσι] τοῖς κακοῖς τρόποις ἑαυτοῦ. [10]
ran 427a
Σεβῖνον : παρὰ τὸ βινεῖν καὶ συνουσιάζειν. Ἀναφλύστιος : παρὰ τὸ ἀναφλᾶν καὶ γυμνοῦν τὸ δέρμα τοῦ μορίου.
ran 427b
ἔστι δὲ καὶ Ἀνάφλυστος δῆμος Ἀττικῆς. καὶ Καλλίαν γέ φασι τοῦτον τὸν Ἱπποβίνου : τὸ σχῆμα παραγραμματισμός.
ran 428a
ὁ Καλλίας γὰρ Ἱππονίκου υἱὸς ἦν· οὗτος δὲ Ἱπποβίνου τοῦτον παραγραμματίζων φησὶν ἱπποβίνου ἤτοι μεγάλως πορνεύοντος· ἵππος γὰρ ἐπὶ μεγάλου λαμβάνεται. τὸ δὲ “βινεῖν” “συνουσιάζειν”. υἱὸς ἦν Ἱππονίκου.
ran 429
429 p.i.m.] μεγάλως πορνεύοντος· ἵππος γὰρ ἐπὶ μεγάλου. κύσθου λεοντὴν : δορὰν γυναικείου μορίου ἐνημμένον.
ran 430b
κύσθου] γρ. κυάθου. ἔχοι τ ’ ἂν οὖν φράσαι νῶϊν : νῷν : Διόνυσος καὶ Ξανθίας ἐρωτῶσι παρʼ Ἅιδῃ, ποῦ ὁ Πλούτων οἰκεῖ, ξένοι λέγοντες εἶναι ἀρτίως καὶ πρὸ μικροῦ πεφθακότες· “ἄρτι” γὰρ τὸ “νῦν” σημαίνει, “ἀρτίως” δὲ τὸ “πρὸ μικροῦ” ἀττικῶς· κοινῶς δὲ “ἄρτι” “νῦν”, “ἀρτίως” δὲ “ὑγιῶς, ἀκεραίως”.
ran 433
ἀρτίως] πρὸ μικροῦ. ἀλ λ ’ ἴσ θ ’ ἐ π ’ αὐτὴν τὴν θύραν : ἀλλʼ ἴσθι καὶ γίνωσκε—λείπει τὸ “ὅτι ὑπάρχεισ”—ἐπʼ αὐτὴν τὴν θύραν ἀφιγμένος.
ran 436a
“ ἀφιγμένο ς ” δὲ εἶπεν καὶ οὐκ “ἀφιγμένοι”, ὅτι, εἰ καὶ Ξανθίας καὶ Διόνυσος ἤστην, ἀλλʼ εἷς ἐξ ἀμφοῖν ὑπὲρ ἀμφοῖν ἠρώτα. ἀφιγμένος] ὑπάρχεις.
ran 438
ἦν] ἐστί· ὁ παρῳχημένος ἀντὶ ἐνεστῶτος. Διὸς Κόρινθος ἐν τοῖς στρώμασι : τοῦτο παροιμία ἐστὶ λεγομένη ἐπὶ τῶν τὰ αὐτὰ λεγόντων πολλάκις.
ran 439
υἱὸς Διός, Κόρινθος κλήσει, ἀφʼ ἑαυτοῦ τὴν Κόρινθον ὠνόμασε Κόρινθον, κτίσας αὐτὴν καὶ βασιλεύσας ἐν αὐτῇ. αὐτῆς. ἄποικοι δὲ οἱ Μεγαρεῖς γενόμενοι Κορινθίων καὶ μὴ φέροντες τὸ τῶν ἐπιταγμάτων τούτων βαρύτατον—μέχρι γὰρ καὶ κηδείας αὐτῆς τῶν νεκρῶν ἐκέλευον ἀνάγειν καὶ ἀναφέρειν αὐτοῖς—ἀπέστησαν ἀπʼ αὐτῶν. κῆρυξ δέ τις ἐκ Κορινθίων ἀπεσταλμένος μέλλων ἐξ ἀποστάσεως πρὸς τὴν Κορινθίων αὖθις αὐτοὺς μεταβιβάσαι ὁμόνοιαν, ὡς πολλάκις τὸ “οὐκ ἀνέξεται ὁ Διὸς Κόρινθος” ἔλεγε καὶ οὐδὲν ἕτερον, οἱ Μεγαρεῖς σικχανθέντες ξύλοις καὶ ῥάβδοις συγκόπτοντες ἐξήλαυνον, “παῖε, παῖε τὸν Διὸς Κόρινθον” λέγοντες. ἐπεὶ δὲ καὶ Διόνυσος νῦν καὶ νῦν ὁ Διόνυσος ἀεὶ μνείαν τῶν στρωμάτων ποιεῖται, εἰκότως ὁ Ξανθίας φησί· “ Διὸς Κόρινθος ἐν τοῖς στρώμασ ι” . χωρεῖτε νῦν : οἱ τοῦ χοροῦ ἀλλήλοις παρακελεύονται, χωρεῖτε, λέγοντες, ἀνὰ τὸν ἱερὸν κύκλον καὶ χορὸν τῆς θεᾶς, Δήμητρος ἢ Κόρης, παίζοντες ἀνὰ τὸ ἀνθοφόρον ἄλσος, ἤτοι τὸν βοτανώδη καὶ ἔνυδρον καὶ κατάφυτον τόπον. [10]
ran 440b
χωρεῖτε νῦν] οἱ τοῦ χοροῦ ἀλλήλοις παρακελεύονται. θεᾶς] Δημήτρας.
ran 442a
οἷς μετουσία θεοφιλοῦς ἑορτῆς : ὅσοις θεοφιλοῦς μετοχή ἐστιν εὐσεβείας· μᾶλλον δὲ ἀπὸ τῶν εὐσεβῶν, ὅσοι μεμύησθε καὶ ἐτελέσθητε τὰ μυστήρια τῆς θεοφιλοῦς ἑορτῆς τῆς τε Κόρης καὶ Δήμητρος. οἷς μετουσία] ἐκείνους λέγω.
ran 445a
εἶμι δὲ καὶ ἔρχομαι, τί ποιήσων; φέγγος καὶ φῶς ἱερὸν οἴσων ταῖς θεαῖς. εἶμι] ἔρχομαι.
ran 446a
οὗ παννυχίζουσι θεαὶ : οὗ ἡ Κόρη καὶ ἡ Δημήτηρ χορεύουσι, χαίρουσι, παίζουσι, παννύχιον ᾄδουσιν· ἢ ὅπου παρὰ τῶν μυστῶν ὑμνοῦνται παννυχίως ᾀδόντων. παννυχίζουσι] ἀγρυπνοῦσι, χαίρουσι, παίζουσι· ἢ ὑμνοῦνται.
ran 446c
θεαὶ] ἡ Κόρη καὶ ἡ Δημήτηρ. οἴσων p.
ran 447
i.m.] μέλλων. κομίσων ταῖς θεαῖς. τὸν ἡμέτερον τρόπον : ἀντὶ τοῦ “κατὰ τὸν ἡμέτερον τρόπον”· ὡς ἔθος ἔχομεν παίζοντες.
ran 450b
ἤγουν κατὰ τὴν συνήθειαν παίζοντες. “ἡμᾶς” περιφραστικῶς. ὃν ὄλβιαι Μοῖραι ξυνάγουσιν : ὃν ἡμέτερον καλλιχορώτατον τρόπον ὄλβιαι καὶ μακάριαι καὶ εὐτυχεῖς, ἢ πλέον εὐδαίμονες Μοῖραι συνάγουσιν· ἡμέτερον δὲ τρόπον, “ἡμᾶς” περιφραστικῶς.
ran 452a
οὕτω μέν, εἰ ἔστιν ἐν τῷ ἐδάφει τοῦ κειμένου λόγου γεγραμμένον τὸ “ ὃ ν. ” εἰ δὲ “ ἣ ν ” ἐστὶ γεγραμμένον, τοῦτον ἔχει τὸν νοῦν· ἣν ἑορτὴν αἱ ὄλβιαι Μοῖραι συνάγουσιν. εἶπε γὰρ ἀνωτέρω· “ οἷς μετουσία θεοφιλοῦς ἑορτῆ ς ” ὃν] γρ. [5]
ran 452b
ἣν· ἣν ἑορτήν. ὄλβιαι] εὐδαίμονες.
ran 456a
ὅσοι μεμυήμεθα : ἐτελέσθημεν τὰ μυστήρια τῆς ἑορτῆς, τουτέστιν ἐπέγνωμεν τὰ μυστικὰ καὶ ἀπόρρητα καὶ πρὸς ἀμυήτους ἀνέκφορα. μυστήρια γὰρ λέγεται διὰ τοῦτο, διὰ τὸ μύειν καὶ κλείειν τὸ στόμα τοὺς μεμυημένους καὶ μηδενὶ τῶν ἀμυήτων λέγειν αὐτά. ὅσοι μεμυήμεθʼ] ἐτελέσθημεν τὰ μυστήρια.
ran 457
διήγομεν] ἐζῶμεν. καὶ τοὺς ἰδιώτας : ἰδιώτας νῦν τοὺς ἰδίους, τοὺς πολίτας· καὶ σημειωτέον ἐντεῦθεν, ὅτι τὸ ἰδιωτικὸν τέσσαρα σημαίνει· ἰδοὺ γάρ, νῦν ἰδιώτας καλεῖ τοὺς ἰδίους, τοὺς συγγενεῖς, τοὺς συμπολίτας.
ran 459a
πολίτας. ἰδοὺ ἓν σημαινόμενον τοῦ ἰδιωτικοῦ. ἰδιώτης κατὰ δεύτερον λόγον ὁ ἀμαθής. ἰδιωτικὰ τρίτῳ λόγῳ καλοῦνται καὶ τὰ ἀντιδιαστελλόμενα πρὸς τὰ θεῖα, ἤτοι τὰ ἀνθρώπινα, ὡς ὅταν φῶμεν θεῖα χρήματα καὶ ἰδιωτικὰ χρήματα. ἰδιωτικὰ τετάρτως καὶ τὰ δημοτικά, ὡς ὅταν τις λέγῃ χρήματα βασιλικὰ ἢ δημόσια καὶ χρήματα ἰδιωτικά. ἕτερον δὲ δημόσιον καὶ ἄλλο ἕτερον δημοτικόν. ὡς λέγομεν θεῖα χρήματα καὶ ἰδιωτικά. [5]
ran 459c
ἰδιώτας] συμπολίτας. ἄγε δὴ τίνα τρόπον τὴν θύραν κόψ ω ; τίν α; : τρία εἴδη ἀστεϊσμῶν καὶ χαριεντισμάτων εἰσὶ κατὰ Τζέτζην.
ran 460
ἓν μὲν τὸ ὑψηλὸν καὶ σεμνόν, ὃ τέρπει λεγόμενον σοφοὺς καὶ σεμνοὺς ἀκροατάς, ὡς τὰ ἐν ταῖς Νεφέλαις περὶ βροντῶν καὶ κεραυνῶν ἀπομιμήματα φιλοσόφων καὶ περὶ ἑτέρων φυσικῶν καὶ ἄλλων, ἢ πάντων ἁπλῶς, ὧν ἐκεῖ ἀπομιμεῖται, μέχρι καὶ ἀπομιμήσεως ἐκφωνημάτων φιλοσόφων, ὡς τὸ μὰ τὴν Ἀναπνοήν, μὰ τὸ Χάος, μὰ τὸν Ἀέρα, “ σκαλαθυρμάτι α” , “ ἐπιλησμότατον γερόντιο ν” , καὶ ὅσα ἐκεῖ ἕτερα φθέγγεται, ἃ δαίμων καὶ οὐδεὶς ἀνδρῶν ἐδίδαξεν. ἓν εἶδος χαριεντίσματος τοῦτο τὸ ὑψηλὸν καὶ σεμνόν· δεύτερον τὸ ἀγοραῖον καὶ βάναυσον καὶ αἰσχρόν, ἔχον προσφόρους καὶ τοὺς αὐτῷ τερπομένους, ὡς νῦν ἡ καταρχὴ πᾶσα τῶν Βατράχων καὶ ἡ ἐκεῖ φλυαρία Ξανθίου καὶ ἀνάφορον καὶ εἰ μή τις ἀφέλοιτο αὐτό, οἷα ποιήσειε, καὶ πρὸς αὐτοῖς τὰ αἰσχρά, ἃ ῥήτορα διηγεῖσθαι εἵργνυσι νόμος, εἰ μὴ κωμῳδὸς ὁ ῥήτωρ ἐστίν. τρίτον δὲ εἶδος χαριεντίσματος τὸ μέσον, ὃ πάντας ἐπίσης τέρπειν ἰσχύει, ὥσπερ ἔχει τοῦ Διονύσου τοδί, τὸ “ τίνα τρόπον τὴν θύραν κόψ ω; ” ἆρα γὰρ οὐ μέσης χάριτος τοῦτο, σεμνοὺς καὶ σοφούς, αἰσχροὺς καὶ ἀγοραίους, καὶ μέσους τέρπειν ἰσχύον, ἀκούσαντάς τινος λέγοντος “τίνι τρόπῳ κρούσω τὴν θύραν, καὶ πῶς οἱ ἐγχώριοι ἐνθαδὶ κρούουσι τὰς θύρας;” ἢ εἴπερ ἠρώτα· “πῶς ἄρα περὶ τὰ θεῖα διάγουσιν οἱ ἐγχώριοι; ποίοις χρῶνται τοῖς νόμοις;” ἢ ἁπλῶς περί τινος πράγματος τῶν πάντῃ ἀδήλων, ἢ μέσων; κόπτουσι] τὰς θύρας. [20]
ran 462
διατρίψῃς] βραδύνῃς. λῆμμα ἡ ἀνδρεία, λῆμμα τὸ δῶρον, καὶ λῆμα τὸ φρόνημα.
ran 465
ὦ βδελυρὲ] ἐπὶ σώματος. κἀπήξας] καὶ ἀπεκόμισας.
ran 469a
ἔχει μέσος : δίκην παλαιστῶν κατεσχέθης. ἀλλὰ .
ran 469b
.. μέσος] ἡ μεταφορὰ ἀπὸ τῶν ἀθλητῶν. ἔχῃ] συνέχει.
ran 470a
μελανοκάρδιος : μέλαινα, ἢ ἡ μελαίνουσα τὰς καρδίας· ἢ ἔμψυχον τὸν λόγον ποιεῖ καρδίαν λέγων ἔχειν τὴν πέτραν τοῖς μορμολυγμοῖς ἐκταράσσων εἰς πλέον. τοῖα] λείπει “ἁμαρτήματα”.
ran 471
αἱματοσταγὴς] ὅστις βαδίζει ἐκεῖσε, στάζει αἷμα. Κωκυτοῦ τε περίδρομοι κύνες : ὁ Ἀχέρων καὶ ὁ Κωκυτὸς μυθικῶς ποταμοὶ ἐν Ἅιδου λέγονται εἶναι, περίδρομοι δὲ Κωκυτοῦ κύνες πανταχοῦ περιτρέχουσαι αἱ Ἐριννύες.
ran 472a
Ἐρινῦς. Κωκυτοῦ] ποταμοῦ.
ran 472c
περίδρομοι] ταχεῖς. Ἔχιδνά : δαίμονά τινα πλάττουσιν ἄνω μὲν μορφὴν ἔχουσαν γυναικός, τὰ κάτω δὲ σπείρημα μυρίων ὄφεων ἔχουσαν.
ran 475a
ταρτησία μύραινα : Ταρτησὸς πόλις μεγάλη, βασίλειον τῆς ἰσπανικῆς Ἰβηρίας, ἔγγιστα τοῦ ἑσπερίου ὠκεανοῦ, μυραίνας, ἰχθῦς μεγίστας, ἔχουσα· νῦν δὲ παρʼ ὑπόνοιαν τῆς χάριτος ἕνεκεν ἀντὶ τοῦ εἰπεῖν “ἔχιδναν” “μύραιναν” εἶπεν. ταρτησσία μύραινα] πόλις Ἰβηρίας· παρʼ ὑπόνοιαν· “ἔχιδναν” ὤφειλεν εἰπεῖν.