3 144
μία μὲν οὖν αἰτία αὕτη τοῦ γίνεσθαι τοὺς τῶν σελαχῶν νεοττοὺς ἐκ τοῦ καταντικρὺ μέρους, ἄλλη δὲ ὅτι καὶ ῥᾷον ἐκεῖθεν γινόμενος λαμβάνοι ἂν διὰ τοῦ ὀμφαλοῦ τὴν τροφὴν ἐκ τῆς ὑστέρας. προσπεφυκὸς γὰρ ὂν τὸ ᾠὸν ἐν τῇ ὑστέρᾳ κατὰ τὸ ὀξύ, εἰ γένηται ὁ νεοττὸς ἀπὸ ταύτης τῆς ἀρχῆς, τουτέστιν ἀπὸ τοῦ ἀντικειμένου μέρους τῷ ὀξεῖ, ἀνάγκη τὸν ὀμφαλὸν ἐπὶ τὰ ἔμπροσθεν τείνεσθαι καὶ οὕτω λαμβάνειν τὴν τροφὴν ἐκ τοῦ ἔμπροσθεν· ἔμπροσθεν γὰρ τοῦ νεοττοῦ κεῖται τὸ ὀξύ, καθʼ ὃ προσπέφυκε τὸ ᾠὸν τῇ ὑστέρᾳ. ὥστε καὶ ὁ ὀμφαλὸς ἐπινεμόμενος τὸ ᾠὸν καὶ τέλος φθάσας ἐν τῷ ὀξεῖ καὶ δηλονότι καὶ τῇ ὑστέρᾳ (ἓν γὰρ τὸ ὀξὺ καὶ ἡ ὑστέρα διὰ τὴν πρόσφυσιν καὶ τὴν συνέχειαν) πρὸς τὸ ἔμπροσθεν τείνεται. οὐ λέγομεν δὲ τείνεσθαι αὐτὸν ἀντὶ τοῦ μείζω γίνεσθαι κατὰ τὸ μῆκος (τοῦτο γὰρ ἐναντίον ἂν εἴη τῷ μετʼ ὀλίγον ῥηθησομένῳ), ἀλλʼ ὅτι ὅσον αὔξεται τὸ ζῷον καὶ παχύνεται, ἀνάγκη μᾶλλον πλησιάζειν τῇ ὑστέρᾳ, ὥστε καὶ τὸν ὀμφαλόν. πρότερον μὲν γάρ, ὅτε ἦν πάμπαν μικρὸς ὁ νεοττός, μᾶλλον ἦν ἀφεστηκὼς καὶ οὗτος καὶ ὁ ὀμφαλὸς αὐτοῦ καὶ πορρωτέρω ὑπῆρχον τῆς ὑστέρας, ὕστερον δὲ ὅσον ηὖξε καὶ εἰς μείζονα ὄγκον ἐπεδίδου, τοσοῦτον ἤγγιζε τῇ ὑστέρᾳ, τέλος δὲ καταναλίσκεται καὶ οὗτος ὁ ὀμφαλὸς εἰς τὸ πᾶν σῶμα τοῦ νεοττοῦ. ἔστω γὰρ λόγου χάριν ἡ ὑστέρα ὁ οὐρανός, νεοττὸς δὲ ἡ γῆ, καὶ ὁ ὀμφαλὸς αὐτοῦ ὁ Καύκασος τὸ ὄρος· καὶ τὸ μὲν ὄρος μενέτω οἷόν ἐστιν, ὥστε μὴ ἐπιδιδόναι εἰς μείζονα ὄγκον, ἡ δὲ γῆ νενοήσθω ὅτι ὀγκοῦται καὶ αὔξεται πάντοθεν ὁμοίως· ὅσον δὴ αὔξει ἡ γῆ, τοσοῦτον ἀνάγκη πλησιάζειν καὶ τὸν Καύκασον τῷ οὐρανῷ· τοῦτο δὲ χρὴ νοεῖν καὶ ἐπὶ τοῦ νεοττοῦ. εἰπὼν δὲ ὅτι τὴν τροφὴν ῥᾴδιον λαμβάνειν ἐκ τῆς ὑστέρας, ἐπήγαγε τὸ πόροις τισὶν ἀπὸ ταύτης τῆς ἀρχῆς, λέγων ἀρχὴν τὸ ἀντικείμενον μέρος τῷ ὀξεῖ. ὁ μὲν γὰρ ὀμφαλὸς ἕλκει τὴν τροφὴν ἐκ τοῦ ᾠοῦ, τὸ δὲ ᾠὸν ἐκ τῆς ὑστέρας ἀναμάττεταί τινας ὑγρότητας διά τινων πόρων. ὅτι δέ, φησίν, πόροι εἰσί τινες, διʼ ὧν ἕλκει τὴν ὑγρότητα ἐκ τῆς ὑστέρας τὸ ᾠόν, δῆλον ἐπὶ τῶν μὴ ἀπολυομένων ᾠῶν· ἐνίοις γάρ, ὡς εἴρηται, οὐκ ἀπολύεται τῆς ὑστέρας τὸ ᾠόν, ἀλλά τινα μὲν ἀπʼ αὐτῆς ἀπολυθέντα μεταχωρεῖ κάτω κἀκεῖσε ζωοῦται, τινὰ δὲ μεταχωρεῖ μὲν κάτω, οὐκ ἀπολύεται δέ, ἀλλʼ ἁπτόμενα τῆς ὑστέρας. ὥσπερ γὰρ ὁ ἐμὸς δάκτυλος καὶ ὁ σὸς ποτὲ μὲν μεταχωρεῖ ἐκ τοῦ θατέρου ἄκρου τοῦ παρόντος βιβλίου εἰς θάτερον ἄκρον ἁπτόμενος τοῦ βιβλίου, ὁτὲ δὲ μὴ ἁπτόμενος, οὕτως καὶ ἐπὶ τῶν εἰρημένων ᾠῶν τινὰ μὲν μεταχωρεῖ κάτωθεν μὴ ἁπτόμενα τῆς ὑστέρας, ὥσπερ τὸ ὑόμενον ὕδωρ μὴ ἁπτόμενον τοῦ οὐρανοῦ, τινὰ δὲ ἁπτόμενα αὐτῆς, ὥσπερ οἱ ἐκ τῶν κλάδων τῶν δένδρων κατερχόμενοι καὶ ἁπτόμενοι τοῦ δένδρου. [30]
3 145
ἐπὶ τούτων οὖν τῶν ᾠῶν τῶν μεταχωρούντων κάτωθεν καὶ ἁπτομένων τῆς ὑστέρας δῆλον ὥς εἰσι πόροι. τελειωθὲν γὰρ τὸ ζῷον ἔχει τὸν ὀμφαλὸν ἐν τῇ ὑστέρᾳ προσπεφυκότα ἀναλωθέντος τοῦ ᾠοῦ· ὥστε δῆλον ὡς ἐπειδὴ κατήρχετο τὸ ᾠὸν ἁπτόμενον τῆς ὑστέρας, πόροι ἐτείνοντο τοῦ ᾠοῦ πρὸς αὐτήν, καὶ ἕως μὲν εὕρισκον ἐν τῷδε τῷ μέρει τῆς ὑστέρας ὑγρότητά τινα, ἔμενεν ἐνταῦθα τὸ ᾠόν, ὅταν δὲ ἐξίκμασαν τὸν τόπον τοῦτον καὶ οὐκέτι τοῦ λοιποῦ εὕρισκον τροφήν, μετεχώρει εἰς τὸν ἐφεξῆς τόπον, καὶ οὕτω ἄχρι τοῦ τελειωθῆναι τὸ ζῷον. ἡ μὲν οὖν διάνοια αὕτη· τὴν δὲ λέξιν τὴν φανερὸν οὖν ὅτι καὶ πρότερον ἔτεινον οἱ πόροι τοῦ ᾠοῦ καὶ τὸ ἑξῆς αὐτῆς οὕτως ἀναγνωστέον ʼφανερὸν οὖν ὅτι καὶ πρότερον ἔτεινον οἱ πόροι τοῦ ᾠοῦ πρὸς τὴν ὑστέραν ἔτι ὄντος περὶ ἐκεῖνοʼ, λέγων περὶ ἐκεῖνο, ὅτι περὶ τὸ ζῷον τὸ ἔχον τὴν ὑστέραν. τὰ δὲ περὶ τῶν πόρων ῥηθέντα λέγει συμβαίνειν ἐν τοῖς γαλεοῖς τοῖς λείοι ς. ἐν δὲ τῇ λέξει τῇ τόν τε γὰρ ὀμφαλὸν ἔχουσι τὸν ἕτερον ὡσαύτως τὸν ἕτερον ἴσον ἐστὶ τῷ τὸν ἕνα· εἴρηται γὰρ ὅτι ἕνα ὀμφαλὸν ἔχουσι. καταναλωθέντος δὲ τοῦ ὀμφαλοῦ εἰς τὸ σῶμα τοῦ νεοττοῦ προσφύεται ἡ σὰρξ ὥσπερ τινὸς τραύματος συνουλωθέντος. p. 755a14 Ἡ δὲ τοῦ ᾠοῦ αὔξησις ὁμοία τοῖς σκώληξιν. Εἰπὼν ταχυτέραν εἶναι τὴν αὔξησιν τῶν ἐκτικτομένων ἔξωθεν ᾠῶν τῆς τῶν ἐντὸς τελειουμένων λέγει τὴν αὔξησιν τούτων τῶν ἔξωθεν αὐξομένων ταχέως ᾠῶν ὁμοίαν εἶναι τῇ τῶν σκωλήκων. ὥσπερ γὰρ ὁ σκώληξ οὐδενὶ προσπέφυκεν, ὥστε τρέφεσθαι καὶ αὔξεσθαι ἀπὸ τοῦ ἐν ᾧ προσπέφυκεν, ἀλλʼ αὐτὸς διʼ ἑαυτοῦ, ὥσπερ ἡμεῖς τε καὶ ἵπποι καὶ πάντα τὰ τέλεια τῶν ζῴων, οὕτω καὶ τὰ ᾠά. καὶ σαφηνίζει τοῦτο πάνυ θαυμαστῶς τὴν ζύμην ἄγων εἰς ὑπόδειγμα. ὥσπερ γάρ, φησίν, ἐπὶ τῆς ζύμης συμβαίνει τὴν αὔξησιν γίνεσθαι τοῦ μὲν στερεωτέρου καὶ σωματωδεστέρου ὑγραινομένου, τοῦ δὲ ὑγροῦ πνευματουμένου ὑπὸ τῆς θερμότητος τοῦ συγκραθέντος χυμοῦ (λέγει δὲ χυμὸν τοὺς ἅλας), ὥσπερ οὖν ἡ τοῦ ἁλὸς θερμότης τὸ μὲν ὑγραίνουσα, τὸ δὲ πνευματοῦσα αὔξει τὴν ζύμην, οὕτω καὶ ἐπὶ τῶν σκωλήκων καὶ ᾠῶν ἡ ἐν αὐτοῖς οὖσα ψυχικὴ θερμότης τὸ μὲν γεωδέστερον καὶ σωματωδέστερον αὐτῶν ὑγραίνουσα, τὸ δʼ ὑγρὸν πνεῦμα ποιοῦσα αὔξει ταῦτα. [30]
3 146
ἐξ ἀνάγκης μὲν οὖν διὰ ταῦτα αὔξεται τὰ ᾠά, ἐκτὸς δὲ χάριν τοῦ βελτίονος· διὰ γὰρ τὸ πολυτοκεῖν· πολλὰ γὰρ ὄντα οὐ δύναται χωρεῖν αὐτὰ ἡ ὑστέρα. στενοχωρῆ δὲ εἶπε τὴν ὑστέραν διὰ τὸ εἶναι τὴν εὐθεῖαν ἡ στενοχωρής [καὶ ἡ γενικὴ τῆς στενοχωροῦς]. αὔξεται δὲ ταχέως, ὅπως μὴ χρονιζόντων κατεσθίηται ὑπό τινων. οὐδὲν δέ, φησίν, ᾠὸν ἐν οἷς γένεσιν ἤτοι εἴδεσι τὸ ἄρρεν ἐστὶ καὶ τὸ θῆλυ, τέλος λαμβάνει καὶ ζῷον ἐξ αὐτοῦ γίνεται δίχα τοῦ ἄρρενος· εἰ γὰρ μὴ ἐπιρράνῃ τούτοις τὸν θορὸν ὁ ἄρρην, οὐ ζῳογονεῖται. p. 755b7 Εἰσὶ δέ τινες οἵ φασι πάντας εἶναι τοὺς ἰχθύας θήλεις πλὴν τῶν σελαχῶν. Τῶν γὰρ σελαχῶν τοὺς μὲν εἶναι θήλεις, τοὺς δὲ ἄρρενας ὡμολόγουν. οἱ δὴ λέγοντες πάντας θήλεις, ἐπειδὴ ἑώρων τοὺς μὲν φέροντας ᾠά, τοὺς δὲ οὐδαμῶς οὐδέποτε ἑώρων, ἔλεγον ὅτι καὶ οἱ μὴ φέροντες ᾠὰ θήλεις εἰσί, νομίζονται δὲ ἄρρενες μὴ ὄντες. ὥσπερ γὰρ κατὰ μεταφορὰν τὰ μὲν καρποφόρα τῶν δένδρων, οἷον ἐλαίαν συκῆν τὰ ὅμοια, λέγομεν θήλεα, ἄρρενα δὲ τὰ μὴ καρποφόρα, οἷον κότινον ἐρινεόν, καίπερ μηδὲν αὐτῶν ἄρρεν ὂν ἢ θῆλυ, οὕτω καὶ ἐπὶ τῶν ἰχθύων οἱ νομιζόμενοι ἄρρενες θήλεις εἰσί, λέγονται δὲ ἄρρενες διὰ τὸ μὴ γεννᾶν, ὥσπερ καὶ ὁ ἐρινεός. ἀπαντᾷ οὖν πρὸς τὴν οὕτως ἄτοπον καὶ ψευδῆ δόξαν λέγων ʼὥσπερ οὖν τῶν σελαχῶν τοὺς ἔχοντας πόρους θορικοὺς ἄρρενάς φαμεν, θήλεις δὲ τοὺς ἔχοντας ὑστέρας, οὕτως ἔδει καὶ ἐν τῷ γένει τῶν ᾠοτόκων ἰχθύων, εἴπερ ἦσαν ἅπαντες θήλεις, ἔχειν ἅπαντας ὑστέρας καὶ μηδένα πόρον θορικόν· νῦν δʼ οἱ μὲν αὐτῶν ἔχουσι πόρους, οἱ δὲ ὑστέρας. διὰ τίνα οὖν αἰτίαν οἱ μὲν ἔχοντες πόρους τῶν σελαχῶν ἄρρενες ἔσονται, τῶν δὲ ᾠοτοκούντων ἰχθύων οὐκ ἔσονταιʼ; ἄλλως τε ἐπεὶ καθʼ ἣν ὥραν οἱ ἄρρενες τῶν σελαχῶν προΐενται τὸ σπέρμα, κατὰ τὴν αὐτὴν καὶ οἱ ἄλλοι ἰχθύες, ἄρρενες ἄρα καὶ οὗτοι ἔσονται. p. 755b16 Ἔδει δʼ οὐ μόνον τοὺς ᾠοτοκοῦντας ἀλλὰ καὶ τοὺς ἄλλους ἔχειν μέν. Τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ ἦσαν ἅπαντες οἱ ἰχθύες θήλεις, οὐ μόνον τοὺς ᾠοτοκοῦντας ὑστέρας ἔδει ἔχειν, ἀλλὰ καὶ τοὺς μὴ ᾠοτοκοῦντας, ὁμοίως ταῖς τῶν θηλειῶν ἡμιόνων ὑστέραις. [30]
3 147
ὡς γὰρ αἱ ἡμίονοι καίπερ ἄτοκοι οὖσαι ὅμως θήλειαι οὖσαι ὑστέρας ἔχουσιν, οὕτως ἀναγκαῖον ἦν καὶ τοὺς μὴ ᾠοτοκοῦντας ἰχθῦς, εἴπερ ἦσαν θήλεις, ὑστέρας ἔχειν καὶ τὸν αὐτὸν τρόπον σώζειν πρὸς τὰς τῶν ᾠοτοκούντων ὑστέρας, ὃν αἱ τῶν ἡμιόνων ὑστέραι πρὸς τὰς τῶν θηλειῶν ἵππων ὑστέρας. ἐπεὶ δὲ οἱ μὲν αὐτῶν πόρους ἔχουσιν, οἱ δὲ ὑστέρας, οἱ μὲν πόρους ἔχοντες ἄρρενες ἔσονται. θήλεις δὲ οἱ ὑστέρας. p. 755b22 Ἡ δʼ ἀπορία διʼ ἣν οὕτως λέγουσιν, εὔλυτος τὸ συμβαῖνον ἀκούσασιν. Ὁ μὲν οὖν συλλογισμός, ὃς ἠπάτα αὐτοὺς πάντας τοὺς ἰχθῦς λέγειν θήλεις, οὗτος· πᾶς ἰχθὺς πολυτοκεῖ, οὐδὲν πολυτοκοῦν ὀχεύει ἢ ὀχεύεται, οὐδεὶς ἄρα ἰχθὺς ὀχεύει ἢ ὀχεύεται. ὥστε οὐκ ἔστιν ἐν αὐτοῖς τὸ ἄρρεν· εἰ γὰρ ἦν, ἐπειδὴ οὐκ ὀχεύουσι, μάτην ἂν ἦν· τὸ γὰρ ἄρρεν διὰ τὸ ὀχεύειν. ἢ οὕτως· οὐδὲν τῶν ὀχευομένων πολλὰ τίκτει, πᾶς δὲ ἰχθὺς πολλὰ τίκτει, οὐδεὶς ἄρα ἰχθὺς ὀχεύεται. ὁ δὲ τὴν μίαν πρότασιν θεὶς τὴν λοιπὴν καὶ τὸ συμπέρασμα παρείασε. λέγει οὖν ὁ Ἀριστοτέλης δυνάμει ὅτι τί κωλύει, φησίν, ἔξω πολλὰ τίκτειν τὰ ὀχευόμενα, κἂν ἐν ἑαυτοῖς οὕτω πολλὰ τίκτειν ἀδύνατον; εἰ 〈δὴ〉 οὐδὲν τῶν ὀχευομένων οὕτω πολλὰ τίκτει ὅσα ὁ ἰχθὺς ἐν ἑαυτῷ, θύραζε τί τὸ κωλῦον; ἄτοπον δέ, φησί, καὶ τὸ μὴ ἐν παντὶ τῶν ᾠοτόκων τὸ μὲν ἄρρεν εἶναι τὸ δὲ θῆλυ· διὰ τίνα γὰρ αἰτίαν ἐν τούτοις μὲν ἔσται, ἐν τούτοις δὲ οὐκ ἔσται; λέγει δὲ καὶ αἴτιον αὐτοῖς γενέσθαι τῆς ἀγνοίας τὸ μὴ δήλας εἶναι τὰς διαφορὰς τῆς ὀχείας. ὁρῶντες γὰρ ἐπὶ τῶν ἀνδρῶν καὶ γυναικῶν τοιωσδὶ γινομένην τὴν ὁμιλίαν καὶ χρόνιον, ἐπὶ δὲ τῶν χοίρων τοιανδί (ἐπιβαίνει γὰρ ἐπί τε τούτων καὶ τῶν προβάτων καὶ τῶν βοῶν καὶ τῶν ἄλλων ὡς ἔπος εἰπεῖν τὸ ἄρρεν τὸ θῆλυ), τοῦτο δὲ μὴ βλέποντες γινόμενον ἐπὶ τῶν ἰχθύων (οὐ γὰρ ἐπιβαίνει ὁ ἄρρην ἰχθὺς τὴν θήλειαν) ἐνόμισαν ὅτι οὐκ ἔστιν ὅλως ἐν αὐτοῖς ὀχεία, εἰ δὲ 〈μὴ〉 αὕτη, μηδὲ ἄρρεν. τοῦτο δʼ οὐκ ἀληθές· ἐστὶ γὰρ καὶ ἐν αὐτοῖς ὀχεία, ταχεῖα μέντοι καὶ τρόπον ἄλλον. p. [25]
3 148
756a5 Διὸ καὶ οἱ λέγοντες τὰς κυήσεις εἶναι ἐκ τοῦ ἀνακάμπτειν τὸ σπέρμα εἰς τοὺς θήλεις τῶν ἰχθύων. Ἐκεῖνοι μὲν γὰρ ἄρρεν ἐν τοῖς ἰχθύσιν εἶναι οὐκ ἐβούλοντο, ἕτεροι δὲ εἶναι μὲν ἔλεγον, πέμπειν δὲ τὸ σπέρμα εἰς τὸ θῆλυ οὐ διὰ συνδυασμοῦ καὶ ὁμιλίας, ἀλλʼ ἐναφιέναι αὐτὸ εἰς τὸ ὕδωρ, ἔπειτα καταπίνειν αὐτὸ τοὺς θήλεις· τούτου γὰρ δηλωτικὸν τὸ ἀνακάμπτειν τὸ σπέρμα εἰς τοὺς θήλει ς. ἀνακαμπτομένου οὖν, φησί, καὶ καταπινομένου τοῦ σπέρματος ὑπὸ τῶν θηλειῶν κυΐσκουσιν. ἀνακάμπτειν δὲ τὸ καταπίνειν εἴρηκε, διότι ὄπισθεν ἐν τῷ οὐραίῳ τῆς θηλείας ἔλεγον ἀπορραίνειν τὸν ἄρρενα τὸν θορόν, τοῦτον δὲ τὸν θορὸν ἐκ τοὔπισθεν ἀνακάμπτειν καὶ ἀπέρχεσθαι ἔμπροσθεν πρὸς τὸ στόμα αὐτῆς καὶ οὕτω καταπίνεσθαι. ταῦτα δέ, φησί, λέγουσι μὴ κατανενοηκότες πῶς λέγουσι. τοῦτο εἰπὼν ἐλέγχει τὴν δόξαν ταύτην λέγων ὑπὸ τὸν αὐτὸν γὰρ χρόνον οἵ τε ἄρρενες τὸν θορὸν καὶ αἱ θήλειαι τὰ ᾠὰ ἔχουσ ι. σαφὲς δʼ ἂν εἴη τὸ λεγόμενον τοιαῦτά τινα προειποῦσιν· οἱ ἄρρενες, εἰ μὴ πάντῃ πλήρεις γένωνται τοῦ σπέρματος, οὐκ ἀπορραίνουσιν αὐτό, ἀλλὰ πρῶτον μέν, ἡνίκα ὀλίγον καὶ σύμμετρον ἔχουσι τὸ σπέρμα, συνδυάζονται καὶ πληροῦσι τὰς θηλείας, μετὰ δὲ τὸ πληρῶσαι αὐτάς, ὅσον αὔξει ἐν ταῖς θηλείαις τὰ ᾠά, τοσοῦτον καὶ ἐν τούτοις τὸ σπέρμα αὔξεται· τέλος δὲ ὁπηνίκα ἄρξονται αὗται ῥίπτειν τὰ ᾠὰ θύραζε, καὶ οὗτοι τὸ σπέρμα. ποιεῖ δὲ τοῦτο ἡ φύσις, λέγω δὴ τὸ σύνδρομον καὶ ἰσοχρόνιον γίνεσθαι τήν τε τῶν ᾠῶν καὶ τὴν τῆς τῶν ἀρρένων γονῆς ἀπόκρισιν, ἵνα ἔχωσιν ἐπιρραίνειν τὰ ᾠὰ ἐξερχόμενα. τὸ μὲν γὰρ εἰσελθὸν ἐν τῇ ὁμιλίᾳ σπέρμα συνέστησε τὴν τῶν ᾠῶν φύσιν, τὸ δʼ ὕστερον μετὰ τὴν ἔξοδον ἐπιρραινόμενον αὔξει τε καὶ ζῷα ποιεῖ. ἐπεὶ οὖν, ὡς εἴρηται, κατὰ τὸν αὐτὸν χρόνον, καθʼ ὃν αἱ θήλειαι τὰ ᾠὰ ἔχουσι, καὶ τοῖς ἄρρεσιν ὑπάρχει ὁ θορός, δῆλον ὡς προωχεύθησαν. ἐν δὲ τῇ λέξει ὥσπερ γὰρ καὶ τῶν ὀρνέων γένος ἐν ἐνίοις τὸ ἐν ἐνίοις πρόσκειται, ἐπειδὴ οὐ πάντα φέρουσιν ὑπηνέμια· εἴρηται γὰρ τὰ γαμψώνυχα μὴ φέρειν ὑπηνέμια. καὶ τοῖς μὲν ὄρνισι διὰ τὸ τέλεια ἐξιέναι τὰ ᾠὰ ἀνάγκη τὸ ἄρρεν ἐντὸς τῶν ᾠῶν ἐνόντων ἐπιρραίνειν αὐτά (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἔτι ἐντὸς ὄντων ἀνάγκη τοῦτο συμβαίνει ν· εἴρηται γὰρ ὅτι εἰ μὴ ὀχεύεται καθʼ ἑκάστην, ὡς ἐπὶ τὸ πλεῖστον οὐ τελειοῦται τὰ ᾠά), τοῖς δʼ ἰχθύσι γίνεται τὸ ἐπιρραίνεσθαι ἐκτός. [25]
3 149
τὸ δὲ διὸ καὶ συγκαταβαίνει ἅμα ἐλαττούμενος, τὸ δὴ συγκαταβαίνει ἴσον ἐστὶ τῷ συνελαττοῦται· ὅσον γὰρ ἐξερχόμενα τὰ ᾠὰ ἐλαττοῦται, τοσοῦτον καὶ ὁ θορὸς διὰ τὸ συνεξέρχεσθαι αὐτοῖς. ἀλλὰ καὶ τὴν λέξιν τὴν τὰς δὲ ἀνακάμψεις τοῦ θοροῦ καὶ τῶν ᾠῶν καὶ οἱ ἁλιεῖς περὶ τῆς κυήσεως τῶν ἰχθύων τὸν εὐήθη λέγουσι λόγον οὕτως ἀναγνωστέον ʼπρὸς τοῖς ἁλιεῦσι καὶ Ἡρόδωρος τὸν εὐήθη λέγει λόγον περὶ τῆς ἀνακάμψεως τοῦ θοροῦ καὶ τῶν ᾠῶνʼ· καὶ τίς ὁ εὐήθης λόγος, σαφῶς ἐπάγει. ὁ δὲ κολοιός ἐστιν ὄρνεον ὅμοιον κοττύφῳ. ποιοῦνται δὲ καὶ τὰ περιστερώδη τὴν ἐν τοῖς ῥύγχεσι πρὸς ἄλληλα κοινωνίαν, ἀλλὰ διὰ τὸ ὁρᾶν αὐτοὺς αὐτὰ πολλάκις τῆς ἡμέρας ὀχευόμενα οὐκ ἠθέλησαν εἰπεῖν ὅτι κατὰ τὸ στόμα μίγνυνται· τούτου γάρ ἐστι δηλωτικὸν τὸ διὰ τοῦτο ταύτης οὐ τετυχήκασι τῆς φήμη ς. διὰ τοῦτο οὖν, φησί, ταύτης οὐ τετυχήκασι τὰ περιστερώδη τῆς φήμης ὑπὸ τῶν φυσικῶν. ἡ δὲ ὕαινα ὄνομά ἐστι θηλυκὸν κατηγορούμενον κατὰ τῶν ἀρρένων καὶ θηλειῶν ὑαινῶν· ὕαινα γὰρ λέγεται καὶ ὁ ἄρρην ὥσπερ καὶ ἡ θήλεια. ἔστι δὲ ἡ ὕαινα ζῷον ὅμοιον λύκῳ, ὅπερ ἐν Ἐφέσῳ νῦν ὁ πολὺς ἄνθρωπος γάννον ὀνομάζει. λέγουσι δὲ ὡς ὦπται ὕαινα ἄρρην ἔχουσα αἰδοῖον ὑαίνης θηλείας. φησὶν οὖν οὗτος ἔχειν μὲν τὰς ἄρρενας ὑαίνας ὑπὸ τὴν κέρκον γραμμὴν ὁμοίαν αἰδοίῳ θηλείας, οὐκ εἶναι δὲ αἰδοῖον, ἀλλὰ διὰ τὸ πολλάκις καὶ μᾶλλον ἁλίσκεσθαι τοὺς ἄρρενας ὁρῶντες τὴν γραμμὴν νομίζουσιν αὐτὴν αἰδοῖον εἶναι· εἰ δὲ ἥλω θήλεια, εἶδον ἂν αὐτὴν ἀριδήλως μόνον ἔχουσαν τὸ τῶν θηλειῶν αἰδοῖον, καὶ οὐδέν τι πλεῖον. ἀλλὰ περὶ μὲν τούτων, φησίν, ἅλις. p. 757a14 Περὶ δὲ τῆς τῶν ἰχθύων γενέσεως ἀπορήσειεν ἄν τις. Ἡ μὲν οὖν ἀπορία τοιαύτη, διὰ τί τῶν σελαχωδῶν οὔθʼ οἱ ἄρρενες προΐενται τὸν θορὸν οὔθʼ αἱ θήλειαι τὰ ᾠά, τῶν δὲ μὴ ζῳοτοκούντων ἀμφότερα τὰ γένη προΐενταί τε καὶ ἀπορραίνουσιν· αἱ μὲν γὰρ θήλειαι τὰ ᾠά, οἱ δʼ ἄρρενες τὸν θορόν. ἡ δὲ λύσις ὧδʼ ἔχει· οἱ μὲν οὖν ἄρρενες τῶν σελαχωδῶν οὐ προΐενται τὸν θορόν, ἐπειδὴ οὔκ εἰσι πολύσπερμοι, αἱ θήλειαι δὲ ἄνω πρὸς τῷ ὑποζώματι ἔχουσαι τὰς ὑστέρας ὁμοίως ἀδυνατοῦσιν ἀπορραίνειν τὰ ᾠά. [30]
3 150
ῥᾷστον μὲν γὰρ ἀπορραίνειν ταῖς ἐχούσαις τὰς ὑστέρας κάτω πρὸς τοῖς ἄρθροις, ταῖς δʼ ἄνω καὶ πρὸς τῷ ὑποζώματι οὐ ῥᾷστον. λέγει δὲ καὶ ὁμοίως διαφέρειν τὰ ἄρρενα πρὸς τὰ ἄρρενα καὶ τὰ θήλεα πρὸς τὰ θήλεα. ὥσπερ γὰρ οἱ ἄρρενες τῶν σελαχωδῶν ὀλιγοχούστεροί εἰσι τῶν ἀρρένων ἰχθύων, οὕτω καὶ αἱ θήλειαι σελαχώδεις τῶν θηλειῶν ἰχθύων. τὰ δὲ τῶν ἰχθύων ᾠὰ τρόπον τινὰ ἔοικε τοῖς σκωληκοτοκοῦσι· τὸ δὲ τρόπον τινὰ πρόσκειται διὰ τὸ ἐπαχθὲν τὸ ἔτι γὰρ ἀτελέστερον προΐεται τὸ κύημ α· τὰ γὰρ κυήματα τῶν σκωληκοτοκούντων ἀτελέστερά εἰσι τῶν κυημάτων τῶν ἰχθύων, ταῦτα δʼ ἐστὶ τὰ ᾠά. ἐοίκασι δὲ πάλιν, διότι ἀμφότερα, ὥσπερ εἴρηται, ὁμοίως τῇ ζύμῃ αὔξεται. καὶ τὰ μὲν τῶν ἰχθύων ᾠὰ ἐπειδὴ οὐκ ἔχουσι κεχωρισμένον ἐκ τοῦ ὠχροῦ τὸ λευκόν, οὐδένα καιρὸν ἔχουσιν ὡρισμένον, ἀλλʼ ὅταν ἐπιρράνῃ αὐτῷ ὁ ἄρρην τὸν θορόν, τελειοῦται· τὰ δὲ τῶν ὀρνίθων ἐπεὶ κεχωρισμένον ἔχουσι τὸ λευκόν, εἰ μὲν πρὸ τοῦ ἄρξασθαι μεταβάλλειν εἰς λευκὸν τὸ ὑπηνέμιον ἐπιρράνῃ ὁ ἄρρην, τελειοῦται, εἰ δὲ μετὰ τὸ χωρισθῆναι τὸ λευκὸν ἐκ τοῦ ὠχροῦ ἐπιρράνῃ, οὐ τελειοῦται. ἔχει γὰρ ἤδη τὴν ἀπὸ τοῦ ἄρρενος ἀρχήν, τουτέστιν ὅπερ γὰρ ἤμελλε ποιῆσαι ἡ ἀπὸ τοῦ ἄρρενος ἀρχή, γέγονε καὶ χωρὶς ἐκείνης. ἡ γὰρ τοῦ ἄρρενος ἀρχὴ εἰσελθοῦσα ἅμα τε χωρίζει τὸ λευκὸν ἀπὸ τοῦ ὠχροῦ καὶ ἅμα δίδωσιν αὐτῷ τοὺς λόγους τῆς αἰσθητικῆς ψυχῆς, τοιωσδὶ συμπέττουσα αὐτὸ ἐν τῷ διακρίνειν ἀπʼ ἀλλήλων τό τε λευκὸν καὶ τὸ ὠχρόν· ὑφʼ αὑτῶν δὲ χωρισθέντα οὐκέτι μετὰ τοῦτο δοῦναι δύναται· δεῖται γὰρ τῆς τοιασδὶ συμπέψεως, ἣν ἡ τοῦ ἄρρενος ἀρχὴ ποιεῖ. τὸ δʼ ὑπηνέμιον ὡς μὲν φυτοῦ κύημα τέλειόν ἐστιν· ἔχει γὰρ τὴν θρεπτικὴν καὶ αὐξητικὴν ψυχήν, ἣν ἔχουσι καὶ τὰ τῶν φυτῶν κυήματα, ἣν θρεπτικὴν καὶ αὐξητικὴν ἀμφότερα διδόασι καὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ· ὡς δὲ κύημα ζῴου ἀτελές· δεῖται γὰρ τῆς αἰσθητικῆς, ἣν μόνον τὸ ἄρρεν δίδωσιν. p. 757b27 Τὰ δʼ ἐξ ὀχείας μὲν γενόμενα ᾠά, διακεκριμένα δʼ εἰς τὸ λευκὸν γίνεται κατὰ τὸ πρῶτον ὀχεῦσαν. Ἀπορήσειεν ἄν τις πρὸς τὰ λεγόμενα, πῶς πρότερον λέγων ὅτι οἱ νεοττοὶ κατὰ τὸν ὕστερον ὀχεύσαντα γίνονται, νῦν φησιν ὅτι κατὰ τὸν πρότερον. ἢ αὐτὸς ἔλυσε τὴν ἀπορίαν πάνυ ἀκριβῶς θεὶς τὸ διακεκριμένον εἰς τὸ λευκόν, δυνάμει λέγων ὡς εἰ μὲν ἡ ὀχεία τοῦ ὕστερον ὀχεύσαντος γένηται πρὸ τοῦ μεταβαλεῖν εἰς τὸ λευκόν, γίνεται κατὰ τὸν ὕστερον ὀχεύσαντα, εἰ δὲ μετὰ τὸ μεταβαλεῖν εἰς τὸ λευκὸν ὀχεύσει, τότʼ ἀκριβῶς ἤδη γίνεται κατὰ τὸν πρότερον. [30]
3 151
ἔχει γὰρ ἤδη εἰς τὸ λευκὸν μεταβεβληκὸς ἀμφοτέρων τὰς ἀρχάς, τήν τε τοῦ θήλεος καὶ τὴν τοῦ ἄρρενος, ὥστε οὐκέτι δεῖται ἄλλου τινός. τὸ δὲ λεγόμενον ὑπὸ τῆς λέξεως τῆς τὸ γὰρ ταῦτα μὲν ἐξ ὀχείας οἴεσθα ι , ἐκεῖνα δὲ μ ή , ἄλογον τοιοῦτον ἂν εἴη· τὸ γὰρ οἴεσθαι τὰ μὲν μαλάκια ἐξ ὀχείας τίκτειν (φαίνονται γὰρ πολλάκις συνδυαζόμενα) τοὺς δʼ ἄλλους ἰχθῦς μὴ ἐξ ὀχείας ἄλογον. εἰ δὲ διέλαθεν αὐτοὺς καὶ ὁ τῶν μαλακίων συνδυασμός, σημεῖον πολλῆς ἀπειρίας καὶ ἀγνοίας περὶ τὰ πράγματα. γίνεται δὲ τούτοις τοῖς μαλακίοις ὁ συνδυασμὸς χρόνιος διὰ τὴν ἐκ φύσεως ψυχρότητα· ψυχρὰ γὰρ ὄντα τὴν φύσιν δέονται πολλῆς κινήσεως πρὸς τὸ θερμανθῆναι. p. 758a8 Αἴτιον δʼ ὅτι ἡ μορφὴ στρογγύλη τὴν ἰδέαν οὖσα καὶ σφαιροειδής. Αἴτιον, φησί, τοῦ τὸ τῶν πολυπόδων ᾠὸν ἓν εἶναι τὸ τὴν ἰδέαν αὐτῶν σφαιροειδῆ καὶ στρογγύλην εἶναι· συσχηματίζεται γὰρ αὐτῇ τὸ ᾠὸν καὶ οὐκ ἐᾶται διάδηλον φαίνεσθαι τὴν ἐν αὐτῷ σχίσιν. λέγει δὲ καὶ τὰ καραβώδη τὰ θήλεα πρὸς ἑαυτὰ ποιεῖσθαι τὸν τόκον· οὐ γὰρ ἀπορραίνουσιν ἐν τῇ γῇ τὰ ᾠὰ ὥσπερ οἱ ἰχθύες, ἀλλὰ πλάκας ἔχοντα ἐν τοῖς ὑπτίοις πρὸς τῷ οὐραίῳ ἐκεῖσε ἐναποτίθενται καὶ ζῳογονοῦσι, καὶ οὕτως ἐκτίκτει αὐτὰ ζῷα δηλονότι καὶ οὐκ ᾠά. καὶ τοῖς μὲν θήλεσι τῶν μαλακίων ἐπιρραίνει ὁ ἄρρην, καὶ γίνεται τὰ ᾠὰ ἕν τι καὶ συνεχές, ὥσπερ ζύμη ἢ ἄλλο τι κολλῶδες, οἷον ἰξὸς ἢ ἄλλο τι. τοῖς δὲ καραβώδεσιν ἐν μὲν τῷ συνδυασμῷ ἐπιρραίνει, μετὰ δὲ τὸ ἐξελθεῖν τὰ ᾠὰ εἰς τὰς πλάκας ὑπὸ τὰ ὕπτια ὄντα οὐκ ἐπιρραίνει (ἀδύνατον γάρ), οὔτε μὴν κἂν ἐπέρραινεν, ἕν τι ἐξ αὐτῶν καὶ κολλῶδες ἐγίνετο· σκληρὰ γάρ εἰσι. λαμβάνουσι δὲ τὰ ᾠὰ τῶν καραβωδῶν τὴν αὔξησιν ἐν ταῖς πλαξίν, ὥσπερ τὰ τῶν ἄλλων ἐν τῇ ἰλύι. ὁ δὲ νεοττὸς τῆς σηπίας (τοῦτο γὰρ εἶπεν ἡ γενομένη σηπία τοῖς ᾠοῖ ς) ὁ δὴ νεοττὸς ὁ γεγονὼς ἐκ τοῦ ᾠοῦ προσπέφυκε κατὰ τὸ πρόσθεν. τῶν μὲν γὰρ ἄλλων κάτω πρὸς τοῖς ἄρθροις εἰσὶ σχεδὸν οἱ νεοττοὶ προσπεφυκότες, ὁ δὲ τῆς σηπίας ἔμπροσθεν πρὸς τῇ μύτιδι, διὰ τὸ τὴν φύσιν εἰς ἓν συναγαγεῖν τὰ ἔμπροσθεν καὶ τὰ ὄπισθεν καὶ ποιῆσαι οἷον κύκλον τὸ σῶμα αὐτῶν ἢ σφαῖραν. p. [30]
3 152
758a27 Περὶ δὲ τῶν ἐντόμων καὶ τῶν ὀστρακοδέρμων λεκτέον. Ἐντεῦθεν περὶ τῆς τῶν ἐντόμων καὶ τῶν ὀστρακοδέρμων γενέσεως λέγει κατὰ τὴν ὑφηγημένην μέθοδον, ὑφηγημένην λέγων τὴν ἀπόδοσιν τοῦ τρόπου τῆς γενέσεως, ὃ ταὐτόν ἐστι τῷ τὸ ποιητικὸν ἀποδιδόναι, ὅπερ ἐν τῷ Περὶ ζῴων μορίων παρείασεν. εἰπὼν δὲ πρὸς τούτοις σκωληκοτοκεῖν, ἐπήγαγε σχεδὸν γὰρ ἔοικε πάντ α, καὶ τὰ ὑπόποδα καὶ τὰ ἄποδα, σκωληκοτοκεῖν πρῶτον, καὶ τὴν αἰτίαν τούτου ἐπήγαγε διὰ τοῦ τὸ γὰρ ἀτελὲς κύημα τοιοῦτόν ἐστι ν· ὥστε εἰ πάντων τὰ κυήματα πρῶτον ἀτελῆ ἐστι, τὸ δʼ ἀτελὲς σκώληξ ἢ οἷον σκώληξ ἐστί, πάντα ἄρα σκωληκοτοκεῖ. τὸ δὲ τρόπον τινὰ πρόσκειται, διότι οὐ κυρίως σκώληξ ἐστίν, ἀλλʼ ὥσπερ ὅλως ὁ σκώληξ ἐξ ἀτελοῦς εἰς ἄλλο τι ὂν μεταβάλλει τέλειον, οὕτω καὶ τὸ κύημα. ἀλλὰ καὶ ἐν τοῖς ἐντὸς ᾠοτοκοῦσι τέλειον ᾠὸν τὸ κύημα τὸ πρῶτον ἀδιόριστον 〈ὂν〉 λαμβάνει τὴν αὔξησιν· οὐ γὰρ ἔχον ἐν ἑαυτῷ περιγεγραμμένα καὶ ἐσκιαγραφημένα τὰ τοῦ ζῴου μόρια αὔξει, ἀλλὰ μετὰ τὸ αὐξηθῆναι καὶ τέλειον ᾠὸν γενέσθαι σκιαγραφεῖται, ὡς πολλάκις εἴρηται. τοιαύτη δὲ καὶ ἡ τοῦ σκώληκος φύσις· καὶ γὰρ καὶ ἐν τούτῳ ὕστερον μετὰ τὸ αὐξηθῆναι σκιαγραφοῦνται καὶ τὰ μόρια τοῦ γινομένου ἐξ αὐτοῦ. μετὰ δὲ τοῦτ ο, φησί, τουτέστι μετὰ τὸ εἰπεῖν τὰ προσεχῶς ἡμῖν ῥηθέντα, εἴπομεν ὅτι τὰ μὲν ᾠοτοκεῖ τὸ κύημα τέλειο ν , τὰ δ ’ ἀτελέ ς. καθάπερ δέ, φησίν, ἂν ἀφέλῃ τις τὸ τῶν ᾠῶν ὄστρακον, τὸ καταλειφθὲν ὁ ἐφεξῆς τῶν ὀστράκων ὑμήν ἐστι μετὰ τοῦ λευκοῦ καὶ τοῦ ὠχροῦ, οὕτω τυγχάνει ὂν καὶ τὸ κύημα πρῶτον περιεχόμενον ὑμένι. τὰ δὲ γεννῶντα τῶν ἐντόμων ἐπειδὰν γεννήσῃ, τὰ γεννηθέντα σκωληκές εἰσι, καὶ τὰ γινόμενα μὴ διʼ ὀχείας ἀλλʼ αὐτομάτως, οἷον αἱ χρυσαλλίδες, ἐκ τοιαύτης σκωληκώδους γίνονται τὸ πρῶτον συστάσεως (ἐκ τῆς κάμπης γὰρ γίνονται, ἥτις σκώληξ ἐστίν), ἄλλα δὲ ἐκ τῶν ἀραχνίων· καίτοι δόξειεν ἂν τὰ ἀράχνια ᾠοῖς ἐοικέναι διὰ τὸ περιφερὲς τοῦ σχήματος· οὔκ εἰσι δὲ ᾠά. εἰ γὰρ τῷ ᾠῷ τὸ εἶναι ᾠόν ἐστιν ἐν τῷ τὸ μὲν αὐτοῦ ζῷον γίνεσθαι, τὸ δὲ τροφήν (οὐ γὰρ ἅπαν τοῦ ᾠοῦ δύναμιν ἔχει εἰς ζῷον μεταβάλλειν, ἀλλὰ τὸ λευκὸν μόνον) τῶν δʼ ἀραχνίων καὶ τῶν ἄλλων ἁπάντων αἱ ὁλότητες ὅλαι δύνανται μεταβάλλειν εἰς ζῷα, οὐκ ἂν εἶεν ᾠά. οὐ δεῖ οὖν, φησί, λέγειν ὡς ἐπειδὴ σχῆμα ἔχει τοιονδὶ καὶ ὑγρότητα ἢ σκληρότητα τοιανδί, ᾠόν ἐστιν ἢ σκώληξ, ἀλλὰ τῷ ὅλον μεταβάλλειν καὶ μὴ ἐκ μορίου τινὸς γίνεσθαι τὸ ζῷον προελθόν, τουτέστιν, ἀλλʼ εἰ μὲν ὅλη ἡ ὁλότης αὐτοῦ δύναται μεταβαλεῖν εἰς ζῷον, τοῦτο σκώληκα ῥητέον, εἰ δὲ μόριον μέν τι αὐτοῦ δύναται μεταβάλλειν εἰς ζῷον, μόριον δέ τι μὴ δύναται, τοῦτο ᾠὸν λεκτέον. [5]
3 153
τὸ δὲ τὰ δὲ πάντα σκωληκώδη ταὐτόν ἐστι τῷ προσεχῶς ῥηθέντι τῷ ἀλλὰ τῷ ὅλον μεταβάλλει ν· ἐστὶ γὰρ τὸ λεγόμενον ʼτὰ δὲ δύναμιν ἔχοντα ὅλα μεταβάλλειν, ταῦτα πάντα σκωληκώδη ῥητέονʼ. p. 758b19 Τούτου δʼ αἴτιον ὅτι ἡ φύσις ὡσανεὶ πρὸ ὥρας ᾠοτοκεῖ διὰ τὴν ἀτέλειαν τὴν αὐτῆς. Τὴν αἰτίαν διὰ τούτων λέγει, τίνος ἕνεκα πρῶτον μὲν σκώληξ γεννᾶται κινούμενος καὶ ὅλως ζῷον ὑπάρχων, εἶτα αὐξηθεὶς ᾠὸν γίνεται ἀναίσθητον καὶ ἀκίνητον, εἶθʼ οὕτω πάλιν ζῷον ἕτερον παρὰ τὸν σκώληκα. λέγει οὖν ὅτι ἡ τῶν ἐντόμων φύσις ἀδυνατοῦσα θρέψαι ἐν αὑτῇ καὶ τελειῶσαι τὸ κύημα διὰ τὴν οἰκείαν ἀσθένειαν, ἀτελὲς αὐτὸ γεννᾷ· ὥστʼ εἴπερ πρὸς τῷ ἀτελὲς αὐτὸ γεννᾶν καὶ ἄψυχον ἐγέννα καὶ ἀναίσθητον, ἐφθείρετο ἄν· εἰ δὲ τοῦτο, τάχιον ἂν ἐκ τοῦ παντὸς ἐξέλιπε τὸ τῶν ἐντόμων γένος. διά τοι τοῦτο γεννᾷ ζῷον ἐξ ἑαυτοῦ δυνάμενον τρέφεσθαι, καὶ τρέφεται ἕως ἂν τελειωθῇ, τελειωθὲν δὲ θνήσκει· τὸ γὰρ ζῆν καὶ ἐσθίειν δέδοται αὐτῷ διὰ τὸ τέλειον γεγονέναι, ἐπειδὴ δὲ τετελείωται, οὐκέτι χρεία αὐτῷ τοῦ ἐσθίειν, ὥστε οὐδὲ τοῦ ζῆν. καὶ ἐπὶ τούτῳ θνήσκει, καὶ ἔστι τότε οἷον ᾠὸν κύκλῳ περιεχόμενον ὑπὸ τοῦ κελύφους· εἶθʼ οὕτως τὸ ἐντὸς ὑπάρχον τούτου τοῦ κελύφους ὑπὸ τῆς ὥρας ὥσπερ ὑπὸ ὄρνιθος συμπεφθὲν καὶ εἰς ζῷον μεταβαλὸν ἔξεισιν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. ἐν δὲ τῇ λέξει τῇ ὡς ὄντος τοῦ σκώληκος ἔτι ἐν αὐξήσει ᾠοῦ μαλακοῦ τὸ ἐν αὐξήσει ἴσον ἐστὶ τῷ ὅτε αὔξεται ὁ σκώληξ, ᾠόν ἐστι μαλακόν, τελειωθεὶς δὲ ξηραίνεται κύκλῳ ὁμοίως τῷ τῶν ὀρνίθων ᾠῷ. p. 758b21 Τὸν αὐτὸν δὲ τρόπον συμβαίνει καὶ ἐπὶ τῶν ἄλλων τῶν μὴ ἐξ ὀχείας γινομένων ἐν ἐρίοις. Ἔρια λέγει νῦν καὶ τὴν καλουμένην ὑπὸ τῶν πολλῶν μέταξαν· σκώληκες γάρ τινες ταύτην τὴν μέταξαν γεννῶσιν. [30]
3 154
ἴσως δὲ οὐδὲν κωλύει τὴν τούτων γένεσιν ἱστορῆσαι. ζῷά τινα πτηνὰ ὀχεύουσιν ἄλληλα, τὰ ἄρρενα δηλαδὴ τὰ θήλεα, ἐκ δὲ τῆς τούτων ὀχείας γεννᾶται σκωληκώδη τινά, ἀναίσθητα μέντοι, ἃ δὴ συλλέξασαι αἱ περὶ τὴν μέταξαν πονοῦσαι γυναῖκες καὶ ὑπὸ τὸν κόλπον ἐμβιβάσασαι θερμαίνουσιν, ἕως ἂν αἴσθησιν λάβῃ καὶ ζῷα γένηται. ζῴων δὲ γεγονότων, τίθενται αὐτὰ εἰς κόσκινα καὶ διδόασιν ἐσθίειν φύλλα συκαμίνων, ἐξ ὧν φύλλων τρεφόμενα αὔξονται καὶ οὕτως ἐργάζονται τὸ κέλυφος κύκλῳ ἕκαστον αὐτῶν, καὶ ἔστι τὸ κέλυφος ὃ ἀναλύουσιν εἰς μέταξαν· εἶτα ἀποθνήσκει. καὶ μετὰ χρόνον τινὰ τοῦ κελύφους ῥαγέντος ἐξέρχεται ζῷον πτηνὸν ὅμοιον τῷ γεννήσαντι τὸν σκώληκα, καὶ τοῦτο ἀεὶ οὕτω γίνεται. πάλιν γὰρ ἐκ τοῦ πτηνοῦ τούτου γεννᾶται σκώληξ, ἐκ δὲ τούτου ἔριον κέλυφος καὶ πτηνόν, καὶ πάλιν ἐκ τοῦ πτηνοῦ τούτου σκώληξ, καὶ οὕτως ἀεί. καλεῖ δὲ τὰ πτηνὰ πεζά, οἶμαι, διὰ τὸ καὶ αὐτὰ τὸν πλείονα χρόνον πεζεύειν. εἰπὼν δὲ ὅτι καὶ τῶν μελιττῶν αἱ νύμφαι, ἐπήγαγε καὶ τοιοῦτον οὐδὲν ἔχουσιν, ὃ ταὐτόν ἐστι τῷ καὶ τροφὴν οὐδὲν λαμβάνουσι μετὰ τὸ γενέσθαι νύμφας. ἐν τῇ λέξει τῇ ὅθεν τρεφομένοις ἐπιγίνεται τοιοῦτον περίττωμα τὸ τοιοῦτον περίττωμα ἀντὶ τοῦ ἡ τροφὴ εἴρηται. ἔστι δὲ τὸ λεγόμενον ʼὅθεν ἐπιγίνεται αὐτοῖς ἡ τροφὴ τρεφομένοισʼ. ζητήσειε δʼ ἄν τις, οἶμαι, καὶ ἐκ τῶν νῦν καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθησομένων, πῶς εἰπὼν ὅτι ὅλος ὁ σκώληξ μεταβάλλει εἰς ζῷον καὶ τούτῳ διαφέρει ᾠοῦ, τῷ τὸ ᾠὸν μὴ ὅλον δύνασθαι εἰς ζῷον μεταβάλλειν, νῦν μὲν σκιωδῶς λέγει τὸ μέν τι αὐτοῦ ζῷον γίνεσθαι, τὸ δὲ τροφήν (τοῦτο γὰρ δύναται τὸ οἱ μὲν ἔχουσιν ἐν ἑαυτοῖς τοιοῦτον, ἤτοι τροφήν), ἐφεξῆς δὲ καὶ λίαν σαφῶς ἐρεῖ τοῦτο. ἢ οὐ τοῦτο λέγει ὅτι ὅλος ὁ σκώληξ μεταβάλλει, ἀλλʼ ὅτι καὶ τὸ γεγονὸς τροφὴ ἠδύνατο ζῷον γεγονέναι, τοῦ δὲ ᾠοῦ τὸ γεγονὸς τροφὴ ζῷον γενέσθαι οὐ δύναται. p. 759a8 Ἡ δὲ τῶν μελιττῶν γένεσις ἔχει πολλὴν ἀπορίαν. Ἐκ τῶν φαινομένων συμβαίνειν ταῖς μελίτταις ἐοικέναι λέγει συμβαίνειν αὐταῖς ὅπερ ἐνίοις τῶν ἰχθύων, οἷον χάνναις καὶ ἐρυθρίνοις, περὶ ὧν πολλάκις εἴρηται ὅτι δοκοῦσιν ἄνευ ὀχείας γεννᾶν. καὶ τοῦτο εἰπὼν ἐκ διαιρέσεως τίθησι τὸ πρόβλημα. ἡμᾶς δὲ καλῶς ἔχει εἰδέναι πρὸ τῆς τῶν λεγομένων σαφηνείας τὴν Ἀριστοτέλους δόξαν. ἔστι δὲ τὸ τοὺς μὲν καλουμένους βασιλεῖς γεννᾶν καὶ ἑαυτοὺς καὶ τὰς μελίττας ἄνευ ὀχείας, ταύτας δὲ ὁμοίως ἄνευ ὀχείας τοὺς κηφῆνας, τούτους δὲ μηδέν, ἀλλʼ ἀργοὺς καὶ ἀγόνους διατελεῖν. [30]
3 155
καὶ ἔοικεν εὐλόγως τοῦτο παρηκολουθηκέναι· τῶν μὲν γὰρ βασιλέων δύο ἦσαν τὰ θεῖα καὶ θαυμαστά, τὸ γεννᾶν καὶ ἑαυτοὺς καὶ τὰς μελίττας ἄνευ ὀχείας, τῶν δὲ μελιττῶν ἕν, τὸ γεννᾶν μόνους τοὺς κηφῆνας· λείπεται ἄρα τῶν κηφήνων μηδὲν εἶναι θαυμάσιόν τι. ἀλλὰ ταῦτα μὲν οὕτω προλελέχθω, ἡ δὲ διαίρεσις τοιαύτη τίς ἐστιν· ἀνάγκη, φησίν, εἰ γεννῶσιν ἑαυτὰς αἱ μέλιτται, καὶ μὴ οἱ βασιλεῖς, ἢ ἄλλοθεν φέρειν τὸν γόνον (λέγουσι γάρ τινες ὅτι εὑρίσκουσιν αὐτὸν ἔν τισι φύλλοις φυτῶν καὶ πέτραις, ἀφʼ ὧν συλλέγουσαι διακομίζουσιν ἐν τοῖς ἀγγείοις, ἐν οἷς εἰσι, καὶ ἐν αὐτοῖς συμπέττουσαι γεννῶσιν ἐξ αὐτοῦ μελίττας) ἢ οὖν ἄλλοθεν φέρουσι τὸν γόνον, καὶ τοῦτον ἢ αὐτόματον φυόμενον ἢ ἄλλου τινὸς ζῴου τίκτοντος, ἢ αὐτὰς αὐτὸν γεννᾶν, ἢ τὸν μὲν φέρειν κατὰ τὸν ῥηθέντα τρόπον, τὸν δὲ γεννᾶν· λέγουσι γάρ τινες ὅτι τὸν μὲν γόνον, ἐξ οὗ γίνονται οἱ κηφῆνες, φέρουσι, τὸν δὲ ἐξ οὗ αἱ μέλιτται, γεννῶσι. καὶ εἰ γεννῶσιν, ἀνάγκη ἢ ὀχευομένας γεννᾶν ἢ ἀνοχεύτους, καὶ ὀχευομένας γεννᾶν ἤτοι ἕκαστον γένος καθʼ ἑαυτό, οἷον αἱ μέλιτται αἱ ἄρρενες ὀχεύουσι τὰς θηλείας μελίττας, καὶ γεννῶσι μελίττας, καὶ οἱ βασιλεῖς τὰς βασιλίσσας, καὶ γεννῶσι βασιλεῖς, ὁμοίως δὲ καὶ οἱ κηφῆνες κηφῆνας, ἢ ἕν τι αὐτῶν τὰ ἄλλα, οἷον οἱ βασιλεῖς γεννῶσι καὶ ἑαυτοὺς καὶ τὰς μελίσσας καὶ τοὺς κηφῆνας ἢ αἱ μέλιτται ἑαυτὰς καὶ τοὺς βασιλεῖς καὶ τοὺς κηφῆνας, ἢ οἱ κηφῆνες καὶ ἑαυτοὺς καὶ τὰ ἄλλα. ταῦτα δέ, φησί, πάντα πλὴν ἑνός (οὐ γὰρ πάντα ψευδῆ· οἱ γὰρ βασιλεῖς καὶ ἑαυτοὺς καὶ τὰ ἄλλα γεννῶσι) πλὴν οὖν ἑνὸς τἆλλα πάντα ἀδύνατα καὶ ἐκ τῶν συμβαινόντων τοῖς ἄλλοις ζῴοις καὶ αὐτοῖς. καὶ ἐροῦμεν τὴν λέξιν μετερχόμενοι, τίνα τὰ ἐκ τῶν συμβαινόντων τοῖς ἄλλοις ζῴοις ἀδύνατα καὶ τίνα τὰ ἐκ τῶν αὐτοῖς. εὐθὺς οὖν ἀπαντᾷ πρὸς τὸ πρῶτον λέγων ʼεἰ γὰρ μὴ τίκτουσιν αἱ μέλιτται τὸν γόνον, ἀλλʼ ἄλλοθεν φέρουσι, διὰ τί ὁ γόνος καὶ χωρὶς τῶν μελιττῶν αὐτὸς καθʼ ἑαυτὸν οὐ μεταβάλλει ὑπὸ τῆς ὥρας εἰς μελίττας; πολλὰ γὰρ ὑπὸ τῆς ὥρας μεταβάλλουσιν εἰς ζῷαʼ. σαφέστατα δὲ ἀπαγγέλλει τὰ ἑξῆς. ἰστέον δὲ ὅτι τὸ πάντα γὰρ ὅσα πραγματεύεται περὶ τὰ τέκνα ἐκ τῶν τοῖς ἄλλοις συμβαινόντων τὴν πίστιν ἔχει. αἱ δὲ μέλιτται εἰ ἦσαν ἄρρενες, οἱ δὲ κηφῆνες θήλειαι, ἔδει αὐτὰς μὴ διαπονεῖσθαι περὶ τὰ τέκνα· οὐδὲν γὰρ ἄρρεν διαπονεῖται περὶ τὰ τέκνα, ἀλλὰ κἂν διαπονῆται, ἢ ἧττον ἢ ἐπίσης τῷ θήλει· νῦν δʼ οἱ κηφῆνες οὐδʼ ὅλως διαπονοῦνται, ἀλλὰ τὴν πᾶσαν ἐπιμέλειαν αἱ μέλιτται ποιοῦνται. [30]
3 156
ἄρρενες μὲν οὖν διὰ τοῦτο οὐκ ἂν εἶεν αἱ μέλιτται. ἀλλὰ μὴν οὐδὲ θήλειαι· εἰ γὰρ ἦσαν θήλειαι, ἔδει αὐτὰς μὴ ἔχειν ὅπλον, νῦν δʼ ἔχουσι τὰ καλούμενα κέντρα. ἰστέον ὅτι καὶ τοῦτο ἐκ τῶν τοῖς ἄλλοις συμβαινόντων ἤρτηται. ὅτι μὲν οὖν οὔτε θήλειαι οὔτε ἄρρενες αἱ μέλιτται, δῆλον. οἱ δὲ κηφῆνες εἰ μὲν ἦσαν ἄρρενες, εἶχον ἂν ὅπλον, οὐκ ἔχουσι δέ· ἄκεντροι γάρ εἰσιν· εἰ δὲ θήλειαι. ἔδει διαπονεῖσθαι περὶ τὰ τέκνα, οὐ διαπονοῦνται δέ. p. 759b7 Ὅλως δὲ ἐπειδὴ φαίνεται ὁ μὲν τῶν κηφήνων γόνος ἐγγινόμενος καὶ μηδενὸς ὄντος κηφῆνος. Τὸ ἐγγινόμενος ἀντὶ τοῦ εὑρισκόμενος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐν τῷ ἀγγείῳ, ἐν ᾧ εἰσιν αἱ μέλιτται, μηδενὸς μηδʼ ὅλως ὄντος κηφῆνος, ὕστερον ὁρᾶται ἐν αὐταῖς γόνος κηφήνων, τουτέστι γόνος, ἐξ οὗ γίνονται κηφῆνες· ὁ γὰρ γόνος τῶν κηφήνων ταὐτόν ἐστι τῷ ὁ γόνος ὁ μεταβάλλων εἰς κηφῆνας, ὥσπερ καὶ γόνος μελιττῶν ὁ μεταβάλλων εἰς μελίττας. εἰ δὴ μὴ ὄντος ὅλως κηφῆνος μετὰ τῶν μελιττῶν ὁρᾶται ἐν αὐταῖς γόνος κηφήνων, δῆλον ὡς οὔτε ἐξ ὀχείας ἀλλήλων τῶν μελιττῶν γίνονται οἱ κηφῆνες (δέδεικται γὰρ ὅτι οὔτε ἄρρεν οὔτε θῆλυ τὸ μελιττῶν γένος ἐστίν) οὔτε μὴν ἐξ ὀχείας κηφήνων καὶ μελιττῶν ὁμοίως γεγόνασιν οἱ κηφῆνες· καὶ κηφήνων γὰρ ὅλως μὴ ὄντων εὑρίσκονται κηφῆνες. ὑπομνηστέον οὖν ὅτι τοῦτο ἐκ τῶν συμβαινόντων αὐτοῖς τὴν πίστιν ἔχει. μήποτε ἄρα λεκτέον ὅτι φέρουσι τὸν τῶν κηφήνων γόνον· τοῦτο γὰρ λείπεται. ἢ δέδεικται καὶ τοῦτο ἀδύνατον. ἄλλως τε ἐπεὶ καὶ οἱ βασιλεῖς καὶ αἱ ἀνθρῆναι καὶ αἱ σφῆκες τοῦ αὐτοῦ γένους εἰσὶ τοῦ τῶν μελιττῶν (ὁμογενῆ γὰρ ταῦτα ταῖς μελίτταις), ἔδει κἀκεῖνα ἐκτὸς κομίζειν γόνον· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ οὐκ εὔλογον μὴ περὶ πᾶν τὸ γένος αὐτῶν ὅμοιόν τι συμβαίνειν πάθο ς. p. 759b20 Κοινὸν δὲ καὶ πρὸς τὴν ἐξ ἀλλήλων γένεσιν καὶ πρὸς τὴν ἐκ τῶν κηφήνων. Τὸ πρὸς τὴν ἐξ ἀλλήλων ἴσον ἐστὶ τῷ οὔτε ἐξ ἀλλήλων. ἔστι δὲ τὸ λεγόμενον ʼκοινὴ δὲ αἰτία τοῦ μήτε ἐκ τῆς ἀλλήλων τῶν μελιττῶν ὀχείας γίνεσθαι τὰς μελίττας μήτε ἐξ ὀχείας μελιττῶν καὶ κηφήνων τοὺς κηφῆνας τὸ μηδέποτε ὦφθαι μήτε μέλιτταν ὀχευομένην ὑπὸ μελίττης μήτε κηφῆνα ὑπὸ κηφῆνος μήτε μέλιτταν ὑπὸ κηφῆνος μήτε κηφῆνα ὑπὸ μελίττησʼ. [30]
3 157
τὸ δὲ λείπεται δ ’ εἴπερ ἐξ ὀχείας γίνετα ι , τοὺς βασιλεῖς γεννᾶν συνδυαζομένους οὐκ ἀρεσκόμενος τούτῳ λέγει (ἐρεῖ γὰρ ὅτι οὐδὲ οὗτοι συνδυάζονται), ἀλλʼ ὡς ἀκόλουθον τῇ διαιρέσει ἐπῆκται. p. 760a4 Ὄντος δὲ περιττοῦ τοῦ γένους καὶ ἰδίου τῶν μελιττῶν, καὶ ἡ γένεσις αὐτῶν ἴδιος εἶναι φαίνεται. Τὸ περιττὸν ἴσον ἐστὶ τῷ θαυμαστὸν καὶ διαφέρον πρὸς τὰ ἄλλα. θαυμαστὸν οὖν, φησί, καὶ θεῖον τὸ τῶν μελιττῶν γένος· θαυμάσιον γάρ, εἴπερ καὶ τὸ μέλι θαυμαστὸν καὶ ἡ γένεσις αὐτῶν ἴδιος καὶ θαυμαστὴ φαίνεται. τὸ μὲν γὰρ ὅλως γεννᾶν αὐτὰς οὐδὲν θαυμαστόν, τὸ δὲ γεννώσας ἄλλο τι γένος γεννᾶν οἷον κηφῆνας, τοῦτο θαυμαστόν. τὸ δὲ οἱ γὰρ ἐρυθρῖνοι γεννῶσιν ἐρυθρίνους καὶ αἱ χάνναι χάννας ὡς αἰτία ἐπῆκται τῆς θαυμαστῆς αὐτῶν γενέσεως, οὕτω δʼ ἐπῆκται, ὡς εἰ ἔλεγεν ʼεἰ γὰρ καὶ ἐξ ἑαυτῶν χωρὶς τῆς τῶν ἀρρένων ὁμιλίας γεννῶσιν οἵ τε ἐρυθρῖνοι καὶ αἱ χάνναι, ὅμως ὅμοια ἑαυτοῖς γεννῶσιν, αἱ μέλιτται δὲ ἀνόμοιαʼ. αἴτιον δὲ τοῦ μὴ γεννᾶν ὅμοια ὅτι καὶ αὐταὶ ἐξ ἀνομοίων γεγόνασιν· ἐκ τῶν βασιλέων γάρ. τὸ δὲ ἀνάγκη γάρ τι παραλλάττει ν , εἰ μὴ δεῖ ἀεὶ τὸ αὐτὸ γένος ἴσον ἐστὶ τῷ ἀνάγκη γὰρ τὸ ἐκ τῶν βασιλέων γινόμενον παραλλάττειν· εἰ γὰρ μὴ παρήλλαττεν, ἦσαν ἂν κἀκεῖνα βασιλεῖς, καὶ τὰ τούτων ἔγγονα πάλιν βασιλεῖς, καὶ ἀεὶ τὰ ἀπὸ βασιλέων γινόμενα πάλιν βασιλεῖς. οὐ δεῖ δὲ τὸ αὐτὸ ἀεὶ ἐξ αὐτοῦ γίνεσθαι· φιλοτιμεῖται γὰρ ἡ φύσις ἀεί τι θαυμαστὸν ποιεῖν. ἐπειδὴ δέ τις ἤμελλε λέγειν ʼκαὶ πῶς ἀνομοίων ὄντων τῶν κηφήνων τοῖς βασιλεῦσιν ὁμοίους αὐτοῖς αὐτοὺς λέγεις;ʼ ἐπήγαγε νῦν δὲ τοῦτο λείπεται τῆς ἀπορίας, τουτέστι νῦν δὲ τοῦτο ἐκτός ἐστιν ἀπορίας, ὡς εἰ ἔλεγεν ʼοὐδεμίαν γὰρ ἔχει ἀπορίαν· εἰ μὲν γὰρ πρὸς τῷ ὁμοιοῦσθαι τοῖς βασιλεῦσι κατὰ τὸ μέγεθος εἶχον καὶ κέντρον, τότε εἴπερ ἐλέγομεν αὐτοὺς ὁμοίους τοῖς βασιλεῦσιν, εἶχεν ἂν χώραν ἡ ἀπορία· ἐπεὶ δὲ κέντρον οὐκ ἔχουσιν, ἐκτός ἐστι τὸ λεγόμενον ἀπορίασʼ. κυττάρια δὲ λέγει τὰ σίμβλα, ἐν οἷς ἀποτίθενται τὸν γόνον. οὗτος δʼ ὁ γόνος διττός, εἷς μὲν ἐξ οὗ γίνονται αἱ μέλιτται, ἄλλος δὲ ἐξ οὗ οἱ βασιλεῖς. λέγει δὲ ὅτι πρῶτον μὲν ποιοῦσι τοὺς κυττάρους, ἐν οἷς μέλλουσιν ἀποθεῖναι τὸν τῶν μελιττῶν γόνον, ὕστερον δὲ καὶ ἐπὶ τέλει τοὺς οἰκείους, καὶ τούτους ὀλίγους. p. [30]
3 158
760b2 Εὔλογον δὲ καὶ τοῦτο συμβαίνειν ἐν ταῖς εὐετηρίαις, μέλι καὶ κηφῆνας γίνεσθαι πολλούς. Εὐετηρίας λέγει τὰς τῶν ὡρῶν εὐκρασίας, αὐτοὺς δὴ τοὺς εὐδιεινοὺς καιρούς· οἱ γὰρ λίαν ἔπομβροι οὐκ εὔκρατοι. εὔλογον οὖν, φησί, τὸ γίνεσθαι ἐν ταῖς εὐετηρίαις μέλι καὶ κηφῆνας. αἱ γὰρ μέλιτται ἐλάττους οὖσαι τῷ μεγέθει τῶν βασιλέων δέονται εὐετηρίας. συνίστησι γὰρ καὶ οἱονεὶ διεγείρει καὶ ἀναζωπυρεῖ τὸ τῶν μελιττῶν σῶμα βραχὺ ὂν ἡ εὐετηρία, καὶ ἐπὶ τούτῳ τότε εὐφοροῦσι· τὸ δὲ τῶν βασιλέων μέγεθος μέγα ὂν τοὐναντίον ὠφελοῦσιν αἱ ὑγρότητες. ἀλλὰ καὶ τὸ τοὺς βασιλεῖς ἔσω μένειν καὶ μὴ ἐξέρχεσθαι ὅλως πρὸς κομιδὴν τροφῆς, τὰς δὲ μελίττας διακομίζειν τὴν τροφὴν τεκμήριον ἐπάγει τοῦ ἐκ τῶν βασιλέων αὐτὰς γεννᾶσθαι· δεῖ γὰρ τὰ τέκνα τρέφειν τοὺς γονεῖς, αὐτοὺς δʼ ἔσω μένειν πρὸς ἐπιτέκνωσιν, τουτέστι πρὸς τὸ ἐπὶ τοῖς προγεγονόσι τέκνοις ἕτερα τέκνα ποιεῖν. λέγει δὲ τὰς μελίττας μέσας εἶναι ἀμφοῖν τῷ μεγέθει, οὐχ ὅτι τῶν βασιλέων μὲν ἐλάττους εἰσί, τῶν δὲ κηφήνων μείζους (ἐλάττους γάρ εἰσιν ἀμφοτέρων), ἀλλὰ μέσας εἴρηκεν, ὅτι τῶν μὲν βασιλέων ἐλαττοῦνται τῷ μεγέθει, ὑπερέχουσι δὲ τῶν κηφήνων τῷ ταύτας μὲν ἔχειν κέντρον, ἐκείνους δʼ ἀκέντρους εἶναι. ὁμοίως δὲ καὶ τὸ ἅμα τῷ ἐξελθεῖν τοὺς βασιλεῖς ἐπακολουθεῖν αὐτὰς αὐτοῖς, ᾗ ἂν ἀπέλθωσιν, ἐναργὲς δεῖγμα τοῦ ἐξ αὐτῶν αὐτὰς γεγονέναι. καὶ αἱ μὲν μέλιτται, φησίν, ἐλάττους οὖσαι τῷ μεγέθει ὑπερέχουσι τῷ πλήθει· αὐτῶν δ ’ ἐπεὶ τοῦ πλήθους ἀφείλετο, τουτέστιν αὐτῶν δὲ τῶν βασιλέων ἐπειδὴ τὸ πλῆθος ὀλίγον ἐποίησεν ἡ φύσις, μέγεθος αὐτοῖς ἀπέδωκ ε. ταῦτα εἰπὼν περὶ τῶν μελιττῶν πάμπαν φιλοσόφως ὁ δαιμόνιος οὗτος ἀνὴρ μετριάζει λέγων ʼἡμῖν μὲν ταῦτα περὶ τούτων ἐκ τοῦ λόγου εὕρηται, οὐ μὴν ἱκανῶς ἐξ αἰσθήσεως εἴληπται· εἰ δέ τινι τῶν μεθʼ ἡμᾶς τῇ αἰσθήσει ληφθῇ τὰ συμβαίνοντα αὐτοῖς ἱκανῶς, τότʼ ἐκείνῳ πιστευτέον μᾶλλον ἢ τῷ ἡμετέρῳ λόγῳʼ. βαβαί σου τῆς μετριότητος, θειότατε καὶ φιλοσόφων κορυφαιότατε. p. 760b33 Πρὸς δὲ τὸ μὴ ἐξ ὀχείας γίνεσθαι σημεῖον καὶ τὸ τὸν γόνον φαίνεσθαι μικρόν. Εἰ οἱ ἐξ ὀχείας γινόμενοι γόνοι μεγάλοι εἰσίν (αὔξει γὰρ αὐτοὺς ἡ τοῦ ἄρρενος γονὴ ὥσπερ τὰ τῶν ὀρνίθων ᾠά, ὡς πολλάκις εἴρηται), ὁ δὲ τῶν μελιττῶν γόνος, ὅτε γένηται, πάμπαν ἐστὶ σμικρός, δῆλον ὡς οὐκ ἔστιν ἐξ ὀχείας. [30]
3 159
ἐν δὲ τῇ λέξει τῇ ἀφῄρηται δὲ τὸ περιττὸν εὐλόγως περιττὸν πάλιν τὸ θαυμάσιόν φησιν· οὔτε γὰρ ἐξ ἀνομοίων καὶ μὴ ὀχευόντων ἀνθρῆναι γεννῶνται, ὥσπερ αἱ μέλιτται, οὔτε ἀνόμοια γεννῶσιν, ὥστε οὐδέν τι πρόσεστιν αὐταῖς θαυμαστόν. p. 761a13 Περὶ δὲ τῶν ὀστρακοδέρμων λεκτέον. Ἐντεῦθεν περὶ τοῦ ἐσχάτου γένους ὁ λόγος αὐτῷ. λέγει δὲ αὐτὸ τρόπον μέν τινα ἀπὸ σπέρματος γίνεσθαι, ὥσπερ τὰ ζῷα, τρόπον δέ τινα οὐκ ἀπὸ σπέρματος, ὥσπερ τὰ μὴ ζῷα. τὸ δὲ διὰ τὸ τοῖς φυτοῖς ἀντίστροφον ἔχειν τὴν φύσιν ἴσον ἐστὶ τῷ διὰ τὸ μετὰ ἀντιθέσεως ἔχειν ἀναλογίαν. ἀντίκεινται μὲν γάρ, ὅτι ἐν ᾧ γίνονται ὀστρακόδερμα, φυτὰ οὐ γίνονται, ὅπου δὲ πάλιν φυτὰ βλαστάνει, ὀστρακόδερμα οὐ συνίσταται· ἀναλογοῦσι δέ, ὅτι ὡς φυτὸν πρὸς γῆν, οὕτως ἔχει τὸ ὀστρακόδερμον πρὸς θάλατταν. ἐν δὲ τῇ λέξει τῇ τό τε γὰρ ὑγρὸν εὐπλαστοτέραν ἔχει τὴν φύσιν καὶ σωματικὴν τὸ εὐπλαστοτέραν ταὐτόν ἐστι τῷ μᾶλλον τῆς γῆς δυναμένην εἰς ζῴου φύσιν πλάττεσθαί τε καὶ ἄγεσθαι, τὸ δὲ σωματικὴν ἀντὶ τοῦ γεώδη εἴληπται· τὸ γὰρ ὑγρὸν αὐτὸ καθʼ αὑτὸ χωρίς τινος γεώδους φύσεως οὐδέποτε εἰς ζῴου φύσιν μεταβάλλει. εἰσὶ δὲ ταῦτα, φησί, τό τε εὔπλαστον καὶ σωματῶδες οὐδὲν ἧττον, ἀλλὰ καὶ μᾶλλον ἐν τῇ θαλάττῃ. ἐκβολὰς δὲ ποταμῶν λέγει τὰς εἰσβολάς. γίνονται οὖν ἐν ταῖς εἰσβολαῖς ταῦτα δυεῖν ἕνεκεν αἰτιῶν, μιᾶς μὲν τοῦ εἰσάγειν αὐτόθεν τὴν τροφὴν τοὺς ποταμούς, ἄλλης δὲ τοῦ εἶναι θερμὸν τὸν τόπον τοῦτον διὰ τὴν τῆς θαλάσσης γειτνίασιν. κεκοινώνηκε δὲ ἡ θάλαττα τοῦ πνεύματος διὰ τὴν ἑαυτῆς θερμότητα· ἐν ᾧ γὰρ ὑγρῷ πρόσεστι θερμόν, ἀνάγκη ἐκεῖσε καὶ πνεῦμα εἶναι. καὶ ἐπειδὴ τῶν ζῴων τὰ μέν ἐστιν ἀέρια, τὰ δὲ γήινα, τὰ δὲ ἔνυδρα, κεκοινώνηκε δὲ ἡ θάλαττα καὶ γῆς καὶ πνεύματος καὶ ὑγρότητος, ὡς μὲν ὑγρὰ μετέχει ἰχθύων (ἔνυδροι γὰρ οἱ ἰχθύες), ὡς δὲ ἀερώδης λάρων, αἰθυιῶν καὶ τῶν λεγομένων ἀμφιβίων, ὡς δὲ γῆ τῶν ὀστρακοδέρμων· τὸ γὰρ ὄστρακον γῆς. μᾶλλον δὲ καὶ ἧττον λέγει, ἐπειδὴ καὶ ἐγὼ καὶ ἡ κορώνη πεζά ἐσμεν, ἀλλὰ μᾶλλον ἐγώ. ἐπεὶ δὲ οὐ μόνον ἐστὶ τρία τὰ στοιχεῖα, ἀλλʼ ἔστι καὶ τέταρτον τὸ πῦρ, ὅπερ αἰθέρα καλοῦμεν, ἤμελλε δέ τις λέγειν ὅτι διὰ τί οὐκ ἐνδιατρίβει καὶ ἐν τῷ αἰθέρι ζῷά τινα, ἵνα μετέχῃ καὶ τούτων ἡ θάλαττα; ἐπήγαγε τὸ δὲ τέταρτον γένος οὐκ ἐπὶ τούτων τῶν τόπων δεῖ ζητεῖν, τουτέστι τὰ δὲ ἐκ τοῦ τετάρτου γένους τοῦ αἰθερίου γινόμενα ζῷα οὐ δεῖ ἐνταῦθα ζητεῖν, ἐπειδὴ οὐδὲ τὸ πῦρ ἑνί τινι τούτων ἀφώρισται. [30]
3 160
ἐπὶ μὲν γὰρ τῶν ἄλλων στοιχείων δυνάμεθα λέγειν ὅτι ὅταν γένηται τοιονδί, ἐστὶν ἀήρ, ὅταν δὲ τοιονδί, ὕδωρ, ὅταν δὲ τοιονδί, γῆ· ἐπὶ δὲ τοῦ πυρός, ἐπειδὴ τὸ εἶδος αὐτοῦ ὁρᾶται καὶ ἐν ἄνθρακι καὶ ἐν φλογὶ καὶ ἐν σιδήρῳ καὶ ἐν καπνῷ καὶ ἐν ὕδατι (ἔστι γὰρ ὕδωρ θερμόν), καὶ ἐν ἀέρι (ὁ γὰρ ἀὴρ εἰ καὶ θερμός, ἀλλὰ μᾶλλον εἰδοποιεῖται τῷ ὑγρῷ), ἐπειδὴ οὖν τὸ εἶδος αὐτοῦ ὁρᾶται ἐν τούτοις καὶ ἐν ἄλλοις πλείοσιν, οὐ δύναταί τις λέγειν ὅτι ὅταν γένηται ἄνθραξ, ἐστὶ πῦρ· ἔστι γὰρ οὐδὲν ἧττον πῦρ καὶ ἡ φλὸξ καὶ ὁ πεπυρακτωμένος σίδηρος καὶ τὰ ἄλλα, ὥστε οὐκ ἔχει τὸ πῦρ ἰδίαν καὶ ὡρισμένην φύσιν. ἐπεὶ δὲ οὐκ ἔχει ὡρισμένην φύσιν ἐνταῦθα, ἀλλὰ μόνον ἐν τῷ ἄνω τόπῳ τῷ πλησίον τῆς σεληνιακῆς σφαίρας (αὐτό φημι τὸ τοῦ αἰθέρος εὐαγὲς τὸ ἁπτόμενον ταύτης τῆς σφαίρας καὶ τὸ συνεχὲς αὐτῇ ἄχρι τινός), τὰ γεγονότα καὶ γινόμενα ἐξ αὐτοῦ ζῷα ἐν τῇ σεληνιακῇ τυγχάνουσιν ὄντα σφαίρᾳ. εἰσὶ γὰρ καὶ γίνονται μερικὰ λογικὰ αἰθέρια ζῷα μήτε ἐσθίοντα μήτε πίνοντα, ἀσχολούμενα δὲ περὶ μόνην τὴν ὁρατικωτέραν καὶ θεωρητικωτέραν διατριβὴν καὶ ἔχοντα τὴν οἴκησιν ἐν αἰθέρι καὶ ἀέρι, καὶ ζῇ ἕκαστον αὐτῶν καὶ ὑπὲρ τὰ τρισχίλια ἔτη, θνήσκει δὲ ὅμως. ἀλλὰ περὶ μὲν τούτων ἄλλος ἂν εἴη λόγος· φαίνεται γὰρ οὗτος μὴ συντιθέμενος τῷ τοιούτῳ δόγματι τῷ τοῦ Πλάτωνος ὄντι. p. 761b23 Ἡ δὲ τῶν ὀστρακοδέρμων συνίσταται φύσις ἡ μὲν αὐτομάτη. Τὰ ὀστρακόδερμα, φησί, τὰ μὲν αὐτόματα συνίσταται, τὰ δὲ ἐν τῷ προΐεσθαι δύναμίν τινα ἀπʼ αὐτῶν, πολλάκις δὲ γινομένων καὶ τούτων ἀπὸ συστάσεως αὐτομάτου, τουτέστι πολλάκις δὲ καὶ ταῦτα, ἅπερ ἀπό τινος προέσεως συνίσταται, συμβαίνει αὐτομάτως συνίστασθαι, ὡς τὴν αὐτὴν καὶ μίαν φύσιν καὶ ἓν εἶδος ὁτὲ μὲν προέσει τινός, ὁτὲ δὲ αὐτομάτως συνίστασθαι. ἐπεὶ δὲ τὴν σύστασιν ὁμοίαν ἔχουσι τοῖς φυτοῖς, δεῖ, φησίν, λαβεῖν τὰς γενέσεις τῶν φυτῶν· ἐκ τούτων γὰρ ἔσται δῆλα καὶ τὰ τῶν ὀστρακοδέρμων. τῶν οὖν φυτῶν τὰ μὲν γίνεται ἀπὸ σπέρματο ς , τὰ δὲ ἀπὸ σπαραγμάτων, τουτέστιν ἀπὸ κλάδων· ὁ γὰρ ἀποτμηθεὶς ἐκ τοῦδε τοῦ δένδρου κλάδος καὶ φυτευθεὶς γίνεται δένδρον. ἄλλα δὲ γίνεται τῷ παραβλαστάνειν· ἐν γὰρ ταῖς τῶν κρομύων ῥίζαις καὶ τῶν σκορόδων παραβλαστάνουσι μικρὰ κρόμυα καὶ σκόροδα. [30]
3 161
τοῦτον οὖν τὸν τῶν κρομύων τρόπον λέγει γίνεσθαι τοὺς μύας· παραβλαστάνουσι γὰρ τοῖς μεγάλοις πολλοὶ μικροὶ μύες. δῆλον δὲ τοῦτο ἡμῖν γίνεται καθʼ ἑκάστην. τὰ δὲ λεγόμενα κηριάζειν ἐοίκασι τοῖς ἀπὸ σπέρματος γινομένοις φυτοῖς. οἱ γὰρ κτένες ἐν ταῖς πέτραις ἀφιᾶσι μυξώδεις ὑγρότητας τῷ χρώματι ὁμοίας κηρῷ, ὅπερ ἐκάλεσε κηριάζειν διὰ τὴν πρὸς τὸν κηρὸν ὁμοιότητα. οὐκ ἔστι δὲ τοῦτο, ἤτοι ἡ μυξώδης ὑγρότης, γόνος οὐδὲ γίνονται ἐξ αὐτοῦ οἱ κτένες, ἀλλʼ ἡ ἐν αὐτῷ τοιαδὶ ὀσμὴ ποιεῖ ἐπιτήδειον τὸ θαλάττιον ὕδωρ πρὸς τὸ ταχέως μεταβάλλειν εἰς κτένας. τὸ δὲ διὸ καὶ γίνεταί τι πλῆθος τῶν τοιούτω ν , ὅταν ἅπαξ γένηται ἴσον ἐστὶ τῷ καὶ διὰ τὸ δύνασθαι τὴν τοιαύτην μυξώδη ὑγρότητα, μᾶλλον δὲ τὴν ἐν αὐτῇ ὀσμὴν ἐπιτήδειον ποιεῖν τὸ θαλάττιον ὕδωρ εἰς κτενῶν γένεσιν, ὅταν ἅπαξ ἔν τινι τόπῳ γένωνται κτένες ἢ αὐτομάτως ἢ καί τις ἐναποκομισθῇ, γίνεται ἐν αὐτῷ κτενῶν πλῆθος διὰ τὸ τοὺς ἅπαξ ἐν τῷ τόπῳ γεγονότας προΐεσθαι τὴν εἰρημένην ὑγρότητα. εὔλογον γὰρ περιγίνεσθαι καὶ προΐεσθαι ἐξ αὐτῶν τὴν τοιαύτην περίττωσιν. τὸ δὲ ἐπεὶ δὲ παραπλησίαν ἔχει τὴν δύναμιν ἡ τροφὴ καὶ τὸ ταύτης περίττωμα δῆλον ἔσται ἐπὶ τῶν ἐναίμων τὸν λόγον ποιήσασι. τὸ μὲν αἷμά ἐστι τροφή, τὸ δὲ καταμήνιον τὸ ταύτης περίττωμα, καὶ ἔστι τὸ καταμήνιον ὅμοιον τῷ αἵματι, ἤτοι τῇ τροφῇ, ὅμοιον δὲ τῇ δυνάμει. ὡς γὰρ τὸ αἷμα ἡ τροφὴ σάρκες καὶ ὀστᾶ καὶ νεῦρα καὶ τὰ λοιπὰ πάντα μέρη τοῦ ζῴου γίνεται ὑπὸ τῆς δημιουργούσης φύσεως, οὕτω καὶ τὸ περίττωμα τὸ καταμήνιον· μεταβάλλει γάρ, ὡς πολλάκις εἴρηται, τὸ καταμήνιον ὑπὸ τῆς ἐν τῷ σπέρματι δυνάμεως εἰς ζῷον. ἐπεὶ δὲ καὶ τὰ κηριάζοντα (λέγων κηριάζοντα τὰς μυξώδεις ὑγρότητας) περίττωμά εἰσι τῆς τῶν κτενῶν τροφῆς, εἰκός, μᾶλλον δʼ ἀναγκαῖον ὅμοια εἶναι τῇ ἐξ ἀρχῆς συστάσει. ὡς γὰρ ἡ Ξανθίππη (φέρε γὰρ οὕτως εἰπεῖν πρὸς σαφήνειαν) ἐκ καταμηνίου γεγονυῖα καὶ αὐτὴ καταμήνιον προΐεται ὅμοιον τῷ καταμηνίῳ τῆς μητρὸς αὐτῆς, οὕτω καὶ ταδὶ τὰ κηριάζοντα, τουτέστι καὶ τασδὶ τὰς τήμερον γεγονυίας μυξώδεις ὑγρότητας, ἀναγκαῖον ὁμοίας εἶναι τῇ ἐξ ἀρχῆς συστάσει, ἤτοι ταῖς ἐξ ἀρχῆς συσταθείσαις ὑγρότησιν. ἀλλὰ μὴν ἐκεῖναι γενέσεως κτενῶν αἴτιαι γεγόνασι· καὶ αὗται ἄρα αἱ τήμερον γεγονυῖαι τὸ αὐτὸ ποιήσουσι. πάντα δὲ τὰ συνιστάμενα τὸν τρόπον τοῦτον, τουτέστιν ἐξ αὐτομάτου, καὶ ἐν γῇ διαφαίνεται γινόμεν α· ἐμμιγνυμένου γὰρ τῇ γῇ τοῦ ὀμβρίου ὕδατος, εἶτα ἐξατμιζομένου καὶ τοῦ ἁλμυροῦ καὶ γεώδους καταλιμπανομένου συσσηπομένου τε καὶ συμπεττομένου ὑπὸ τῆς ἡλίου θερμότητος, εἰκός ἐστι μεταβάλλειν εἰς ὀστρακόδερμα. [35]
3 162
οὕτω γὰρ καὶ ἐν τῇ θαλάττῃ συμβαίνει γίνεσθαι τὰ τοιαῦτα, τοῦ ἁλμυροῦ καὶ γεώδους ὑγροῦ συσσηπομένου καὶ συμπεττομένου. ἀποκρινομένου οὖ ν, φησί, τοῦ γλυκέος εἰς τὴν συνισταμένην ἀρχήν, τουτέστιν εἰς τὸν ἀέρα τὸν συσταθέντα καὶ ὕδωρ γεγονότα, τὸ περιττεῦσαν τὴν τοιαύτην λαμβάνει μορφή ν. ὅτι δὲ οὐδὲν ἐκ παντὸς γίνεται, δῆλον καὶ ἐπὶ τῶν τεχναστῶν· οὐ γὰρ ἐκ παντὸς τοῦ λίθου γίνεται ὁ Ἑρμῆς, ἀλλά τινων ἀφαιρεθέντων. καὶ ἐπεὶ πᾶν πνεῦμα πλῆρές ἐστι ψυχικῆς θερμότητος, ὅταν τι τούτου ἐμπεριληφθῇ, γίνεται ζῷον. λέγει δὲ τὴν ψυχικὴν θερμότητα ἐμπεριλαμβάνεσθαι ἐν ἀφρώδει πομφόλυγι· γίνεται δὲ αὕτη ἡ πομφόλυξ θερμαινομένων τῶν ὑγρῶν ὑπὸ τοῦ ἡλίου. p. 762a35 Ζητήσειε δʼ ἄν τις βουλόμενος ὀρθῶς ζητεῖν. Περὶ τούτου εἴρηκε πρὸ ὀλίγου, λέγω δὴ περὶ τοῦ τί ποτέ ἐστι τὸ ὑλικὸν αἴτιον τῆς τῶν ὀστρακοδέρμων γενέσεως. ὅμως πάλιν λέγει περὶ αὐτοῦ σαφέστερον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ ἡ ἔμφυτος θερμότης τῶν ζῴων τὴν εἰσιοῦσαν πρώτην τροφὴν συμπέττουσα ποιεῖ τὸ καταμήνιον, οὕτω καὶ ἡ τῆς ὥρας ἐν τῷ περιέχοντι θερμότης ἐκ γῆς καὶ θαλάττης ποιεῖ τὰ ὄστρεια. ἔστιν οὖν ὕλη μὲν αὐτῶν γῆ καὶ ὕδωρ, αὐτό φημι τὸ θαλάττιον ὕδωρ, ποιητικὸν δὲ ἡ τῆς ὥρας θερμότης. εἰπὼν δὲ τὸ δὲ ἐναπολαμβανόμενον ἐπήγαγεν ἢ ἀποκρινόμενον πάνυ ἀσφαλῶς· ἐναπολαμβάνεται μὲν γὰρ ἡ ψυχικὴ θερμότης ἐν τῇ πομφόλυγι, ἀποκρίνεται δὲ ἀπὸ τῆς ὅλης ψυχικῆς θερμότητος αὕτη, ὥσπερ λέγομεν καὶ τὸ ἐν τῷ κάδῳ ὕδωρ ἀποκεκρίσθαι τοῦ φρεατίου ὕδατος. p. 762b18 Ἡ μὲν οὖν τῶν φυτῶν τῶν ἀπὸ ταὐτομάτου γινομένων σύστασις ὁμοειδής ἐστιν. Τὸ ὁμοειδὴς ἀντὶ τοῦ ὁμοία τῇ τῶν ἄλλων γενέσει· ὥσπερ γὰρ καὶ τὰ ἐκ σπέρματος γινόμενα τὸ μέν τι τοῦ σπέρματος γέγονε βλάστη, τὸ δὲ λοιπὸν τροφή, οὕτω καὶ ἐπὶ τῶν ἐξ αὐτομάτου γινομένων συνίσταταί τι γεῶδες καὶ ἐπιτήδειον πρὸς τὸ μεταβάλλειν εἰς φυτόν· τούτου οὖν τοῦ συσταθέντος τὸ μὲν βλάστη γίνεται, τὸ δὲ τροφή. τὰ δὲ καλούμενα γῆς ἔντερα λέγει μεταβάλλειν εἰς ἐγχέλυς. τὸ γὰρ ἐν οἷς ἐγγίνεται ἴσον ἐστὶ τῷ ἀφʼ ὧν ἐντέρων συνίστανται αἱ ἐγχέλεις. εἰ δέ, φησί, καὶ ἐγένετό ποτε ἄνθρωπος ἢ τετράπουν ζῷον ἐκ ταὐτομάτου, ὥσπερ λέγουσίν τινες, ἀνάγκη ἐκεῖνον τὸν αὐτομάτως γεγονότα ἄνθρωπον ἢ ἐκ σκώληκος ἢ ἐξ ᾠοῦ γεγονέναι. [30]
3 163
ἀνάγκη γὰρ τὸν τοιοῦτον ἄνθρωπον ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφήν (τοῦτο δὲ σκώληξ ἐστίν· εἴπομεν γὰρ πολλάκις ὅτι τὸ μὲν γίνεται σκώληξ, τὸ δὲ τροφή, δυνάμενον καὶ τὸ εἰς τροφὴν ἀναλωθὲν εἰς σκώληκα μεταβαλεῖν) ἀνάγκη οὖν ἢ ἐν ἑαυτῷ ἔχειν τὴν τροφὴν ἢ λαμβάνειν ἄλλοθεν, καὶ ἢ ἐκ τῆς γεννώσης, καθάπερ τὰ θηλάζοντα, ἢ ἐκ μορίου τοῦ κυήματος, καθάπερ τὰ ἐξ ᾠῶν γινόμενα, ἢ ἀπό τινος ἄλλης συστάσεως, ὥσπερ οἱ σκώληκες. ἐπεὶ οὖν ὁ ἄνθρωπος αὐτομάτως ἐγεγόνει, ὡς ἡ ὑπόθεσις, ἐκ μὲν τῆς γῆς οὐχ οἷόν τε ἦν αὐτὸν θηλάζειν· οὔτε γὰρ γάλα οὔτε μαστὸν ἔχει ἡ γῆ· λείπεται ἄρα ἐκ τοῦ μορίου λέγειν τοῦ κυήματος. ἀλλὰ μὴν πᾶν τὸ ἐξ αὐτομάτου γεγονὸς καὶ τὴν τροφὴν λαμβάνον ἐκ τοῦ κυήματος σκώληξ ἐστίν· οὐδενὸς γὰρ ζῴου γένεσιν ὁρῶμεν ἐξ ᾠοῦ, αὐτομάτως γεγονότος τοῦ ᾠοῦ, ἀλλὰ τὴν ἑτέραν, ἤγουν τὴν τῶν σκωλήκων. ἀνάγκη ἄρα καὶ τὸν αὐτόματον ἄνθρωπον ἐκ σκώληκος γεγονέναι. τὸ γὰρ τὴν δὲ τοιαύτην ζῴου λέγομεν εἶναι γένεσιν ἴσον ἐστὶ τῷ σκώληκος γένεσιν. καὶ εἴη ἂν τὸ ὅλον τοιοῦτον ʼτὴν γὰρ τοιαύτην σκώληκος εἶναι λέγομεν γένεσινʼ. τὸ οὐδὲ γὰρ ἐκ μορίου γίνονταί τινος ὥσπερ τὰ ᾠοτοκούμενα ταὐτόν ἐστι τῷ οὐδὲ γὰρ ὅλως γίνονται τὰ ὀστρακόδερμα ἐκ μορίου τινὸς κυήματος, ἀλλʼ αὐτομάτως. p. 763a9 Ποιοῦνται δὲ τὴν αὔξησιν ὁμοίως τοῖς σκώληξιν. Ὥσπερ γάρ, φησί, τῶν σκωλήκων πρῶτον μὲν τὸ ἄνω τὸ πρὸς τῇ καλουμένῃ κεφαλῇ αὔξεται ἐν τῇ ἐξ ἀρχῆς συστάσει, ὕστερον δὲ τὸ κάτω (καὶ εἶδον ἔγωγε πολλὰ ἐν τοῖς τυροῖς σκωλήκια τὸ ἄνω μὲν ἔχοντα διηρθρωμένον καὶ κινούμενον, τὸ κάτω δὲ ἀδιάρθρωτον παντελῶς καὶ ἀκίνητον, συνεχὲς μέντοι τῷ τυρῷ) οὕτω καὶ τῶν ὀστρέων πρῶτον τὸ ἄνω αὔξεται· ἐπὶ πάντων γὰρ τὸ ἄνω ἐκ τῶν κάτω λαμβάνει τὴν τροφήν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἐν τῷ κάτω γὰρ ἡ τροφὴ τῶν ἄν ω. εὐθὺς γὰρ καὶ ἐφʼ ἡμῶν καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐχόντων κοιλίαν τὰ ἄνω οἷον κεφαλὴ καὶ τὰ λοιπὰ ἐκ τῆς κοιλίας λαμβάνει τὴν τροφήν, κάτω δὲ ἡ κοιλία· ὑπὸ γὰρ τὸ ὑπόζωμα κεῖται. [25]
3 164 [2T]
αἴτιον δέ, φησί, τοῦ ἐκ τῶν κάτω λαμβάνειν τὰ ἄνω τὴν τροφὴν καὶ μὴ ἔμπαλιν τὰ κάτω ἐκ τῶν ἄνω τὸ καὶ ὕστερον τελειωθέντα κάτωθεν αὐτὴν λαμβάνειν. μόριον δὲ ὑπὸ τὸ ὑπόζωμα λέγει τὴν κοιλίαν. ἔχουσιν οὖν κατʼ ἀρχὰς τὸ κάτω μέγα, ἵνʼ ἔχῃ ἐκεῖθεν λαμβάνειν τὰ ἄνω τὴν τροφήν, ὕστερον δὲ γίνεται σμικρὰ διὰ τὸ κατηναλῶσθαι εἰς τροφὴν τῶν ἄνω. ὅτι δὲ ἐπὶ τὸ ἄνω γίνεται ἡ αὔξησις, φανερὸν καὶ ἐπὶ τῶν ἑλικῶν· τῶν γὰρ ἐν τῷ ὀστράκῳ ἑλικῶν πρῶτον μὲν μία γίνεται, εἶτα δύο, εἶτα τρεῖς καὶ ἐφεξῆς. ὅσον γὰρ τὸ ὄστρακον αὔξεται, τοσοῦτον καὶ αἱ ἕλικες πλείους γίνονται· ἔχουσι δὲ τὸ ἄνω καὶ τὴν καλουμένην κεφαλὴν πρὸς ταῖς ἕλιξιν. ὅτι δὲ οὐδὲν ἀφίησι τὰ τοιαῦτα ἀφʼ αὑτῶν γεννητικόν, τεκμήριον ἐπάγει τὸ παρὰ τῶν Χίων· οὗτοι γὰρ διακομίσαντες ὄστρεια ζῶντα καὶ εἰς τόπους τῆς θαλάττης εὐρωτιώδεις ἀφέντες (λέγων εὐρωτιώδεις τοὺς ἔχοντας σῆψίν τινα, οἵα ἐστὶν ἡ γινομένη ἔν τε τοίχοις καὶ τοῖς ἄρτοις σαπεῖσιν ἐν τῷ θέρει, ἣν σῆψιν εὐρῶτα καλοῦσιν), εἰς τόπους δὴ εὐρωτιώδεις ἀφέντες, μείζω μὲν ἐγένοντο τὸν ὄγκον, πλείω δὲ τὸν ἀριθμὸν οὐδαμῶς. ὥστε εἴπερ τὸ ὑπʼ αὐτῶν ἀφιέμενον γόνος ἦν, ἐγένετο ἂν πολλὰ ὄστρεια· ἀλλὰ γόνος μὲν οὐκ ἔστι, δύναμις δέ τις διατιθεῖσα καὶ ποιοῦσα τὴν θάλατταν ἐπιτηδειοτέραν εἰς τὴν τούτων γένεσιν. ἐκεῖσε δὲ παντελῶς ἀνεπιτηδείας οὔσης τῆς θαλάττης διὰ τὴν ἐκ τοῦ ἐν αὐτῇ εὐρῶτος γεγονυῖαν δυσκρασίαν, οὐκ ἴσχυσεν αὐτὴν εὖ διαθέσθαι ἡ ἀπʼ αὐτῶν δύναμις. ὅτι δὲ τὰ καλούμενα ᾠὰ οὐδὲν συμβάλλονται πρὸς γένεσιν, σημεῖόν φησι τὸ ἀεὶ ἔχειν αὐτά. εἰ δὲ ἦσαν ᾠὰ καὶ δηλονότι πρὸς γένεσιν συμβαλλόμενα, οὐκ ἂν εἶχον αὐτὰ ἀεί· οὐ γὰρ ἀεὶ τὰ ᾠὰ ἔνεισιν ἐν οἷς ἐγγίνονται, ἀλλά ποτε. ἐνταῦθα μὲν οὖν πεπλήρωται καὶ τὸ τρίτον βιβλίον καὶ αἱ εἰς αὐτὸ σχολαί. ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΤΕΤΑΡΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.
3 165 (1T)
Ἐν τῷ παρόντι βιβλίῳ, τετάρτῳ ὄντι τῆς Περὶ ζῴων γενέσεως πραγματείας, πρῶτον μὲν δείκνυσι πῶς ὁτὲ μὲν ἄρρενα, ὁτὲ δὲ θήλεα γίνεται τὰ ζῷα, εἶτα διὰ τί τὰ μὲν ὅμοια τῷ πατρί, τὰ δὲ τῇ μητρί, ὁτὲ δὲ οὔτε τῷ πατρὶ οὔτε τῇ μητρί, ἀλλὰ τοῖς προγόνοις οἷον πάππῳ καὶ τήθῃ (ἔστι δὲ τήθη ἡ τοῦ πάππου ὁμευνέτις), ὁτὲ δὲ οὐδὲ τούτων τινί, ἀλλʼ ἁπλῶς ἀνθρώπῳ. μετὰ δὲ ταῦτα ζητεῖ καὶ περὶ τῆς τῶν τεράτων γενέσεως καὶ περὶ τῶν ἐπικυϊσκομένων, εἶτα περὶ γάλακτος καὶ ἄλλων τινῶν. ἐπεὶ δὲ Δημόκριτος καὶ Ἐμπεδοκλῆς καὶ ἄλλοι τινὲς τῶν φυσιολόγων ἐπειράθησαν εἰπεῖν περὶ τῆς τῶν ἀρρένων καὶ θηλειῶν γενέσεως, πρῶτον βασανίζει τὰς τούτων δόξας, εἶθʼ οὕτως ἐκτίθεται τὴν οἰκείαν. πρότερον δὲ ὑπομιμνήσκει ἡμᾶς τῶν εἰρημένων λίαν σαφῶς. τὸ δὲ ἔτι γὰρ ἀτελῶν ὄντων ἐν τῷ γένει κατασκευαστικόν ἐστι τοῦ τίνος ἕνεκα δεῖ πρῶτον λέγειν περὶ τῆς τοῦ ἄρρενος καὶ θήλεος γενέσεως. ἐπεὶ γὰρ πρὸ τοῦ τελειωθῆναι καὶ πάντα τὰ μέρη ἀπειληφέναι, ἵνα γνῶμεν, εἴτε τέλειόν ἐστιν εἴτε τέρας, ὁμοίως δὲ εἴτε ὅμοιον εἴτε ἀνόμοιον τοῖς γεννήσασι, πρῶτον τὰ μόρια ὁρῶνται καθʼ ἃ χαρακτηρίζεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, εἰκός ἐστι πρότερον περὶ τῆς τοῦ ἄρρενος καὶ θήλεος εἰπεῖν γενέσεως, πῶς ποτὲ μὲν ἄρρεν γίνεται ποτὲ δὲ θῆλυ ἐκ τοῦ αὐτοῦ καὶ τῆς αὐτῆς πατρὸς καὶ μητρός. ἔτι οὖ ν , φησί ν , ἀτελῶν ὄντων ἐν τῷ γένε ι, τουτέστιν ἐν τῷ εἴδει· καὶ γὰρ καὶ ἐν τῷ τῶν ἀνθρώπων εἴδει καὶ τῇ φύσει ἔτι ἀτελῶν ὄντων τῶν ἐμβρύων διορίζεται τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὁμοίως καὶ ἐν τῷ τῶν ἵππων γένει καὶ ἁπλῶς ἐν ἅπασιν, ἐν ὅσοις κεχώρισται τὸ ἄρρεν ἀπὸ τοῦ θήλεος καὶ μὴ συνέζευκται ἀλλήλοις ὥσπερ ἐπὶ τῶν φυτῶν. [20]
3 166
πότερον δὲ καὶ πρὶν τὴν διαφορὰν εἶναι πρὸς τὴν αἴσθησιν ἡμῶ ν , τὸ μὲν θῆλυ τὸ δ ’ ἄρρεν ἐστ ί. τὸ λεγόμενον ἴσον ἐστὶ τῷ πότερον εὐθὺς ἐν τῷ σπέρματί εἰσι τὰ μόρια ἐξ ὧν συνίσταται καὶ χαρακτηρίζεται τὸ ἄρρεν ἢ τὸ θῆλυ, καθάπερ ἔλεγον οἱ ἀπὸ πάντων τῶν τοῦ σώματος μερῶν πάντα τὰ μέρη ἀπέρχεσθαι λέγοντες, οἷον ἀπὸ κεφαλῆς κεφαλὴν πάνυ σμικρὰν καὶ πρὸς αἴσθησιν ἀναίσθητον, καὶ ἀπὸ τῶν ἄλλων πάντων τὰ ἄλλα πάντα, ἢ ὕστερον τοῦ καταμηνίου τοιωσδὶ ἀλλοιουμένου καὶ συμπεττομένου γίνονται ταῦτα. ἀσαφῶς δὲ ἡρμήνευται ἡ λέξις καὶ ἐλλιπῶς· εἴη δʼ ἄν, οἶμαι, τὸ κατάλληλον αὐτῆς τοιοῦτον. πότερον δὲ καὶ πρὶν τὴν διαφορὰν εἶναι πρὸς τὴν αἴσθησιν ἡμῶ ν , τὸ μὲν θῆλ υ , τὸ δ ’ ἄρρεν ἐστ ί, τουτέστιν ἐν τῷ σπέρματί εἰσι τὰ μόρια, ἐξ ὧν συνίσταται τὸ θῆλυ ἢ τὸ ἄρρεν, καὶ προσυπακουστέον τὸ ʼἢ οὔκ εἰσιν ἐν τῷ σπέρματι, ἀλλʼ ὕστερον γίνονται, ὅτε καὶ ὁρῶνταιʼ. εἶτα πάλιν ὡς ἀπʼ ἄλλης ἀρχῆς ὡσανεὶ δὶς ἐρωτήσας τὸ αὐτὸ οὕτω τὸν λόγον ἐπακτέον ʼκαὶ πότερον ἐν τῇ μητρὶ λαβόντα τὴν διαφορὰν ὁρῶνται τοιαῦτα, ἢ πρότερον πρὸ τοῦ εἰς τὴν μήτραν ἐλθεῖν τοιαῦτα ἦνʼ. τὸ γὰρ ἢ πρότερον ἐπαχθὲν ἄλλως, οἶμαι, νοεῖν τὴν λέξιν οὐ δίδωσιν. ἂν δὲ ἀντὶ τοῦ ἢ πρότερον εἴη γεγραμμένον τὸ ἢ ὕστερον, σαφὴς ἡ λέξις, μηδὲν ἐλλιπὲς ἔχουσα. ἡ δὲ τοῦ Ἀναξαγόρου δόξα τοιαύτη τις ἦν· ὅταν μὲν γὰρ ἀπὸ τῶν δεξιῶν μερῶν τοῦ ἄρρενος ἀπέλθῃ τὸ σπέρμα, πεσεῖται δὲ καὶ εἰς τὰ δεξιὰ μέρη τῆς ὑστέρας, γίνεται ἄρρεν· εἰ δὲ ἐκ τῶν ἀριστερῶν μερῶν τοῦ ἄρρενος καὶ εἰς τὰ ἀριστερὰ τῆς ὑστέρας, θῆλυ. ᾐτιᾶτο οὖν Ἀναξαγόρας τῆς ἀρρενογονίας τὰ δεξιὰ μέρη τοῦ ἄρρενος καὶ θήλεος, τῆς δὲ θηλυγονίας τὰ ἀριστερά. Ἐμπεδοκλῆς δὲ (δεῖ γὰρ τὴν ἅπασαν αὐτοῦ δόξαν ἐκθέσθαι) ἔλεγεν ὅτι “διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός, ἡ δʼ ἐν γυναικός”. ἦν δὲ τὸ λεγόμενον ὑπʼ αὐτοῦ τοιοῦτον· ἐν τῇ ὁμιλίᾳ ἀπὸ μὲν τοῦ ἄρρενος ἄπεισιν ἡ ἡμίσεια καρδία πάνυ σμικρὰ καὶ ἀναίσθητος πρὸς αἴσθησιν, ἀπὸ δὲ τοῦ θήλεος ἡ ἡμίσεια, ὁμοίως ἀπὸ τῆς κεφαλῆς τοῦ ἄρρενος ἥμισυ κεφαλῆς, ἀπὸ δὲ τοῦ θήλεος τὸ ἥμισυ, καὶ ἁπλῶς ἐπὶ πάντων τῶν μερῶν ἑκάστου τούτων τὸ μὲν ἥμισυ ἀπὸ τοῦ ἄρρενος, τὸ δὲ ἥμισυ ἀπὸ τοῦ θήλεος. τούτων δὲ ἀπελθόντων καὶ ἐν τῇ ὑστέρᾳ συναθροισθέντων, εἰ μὲν τύχῃ θερμὴ οὖσα ἡ ὑστέρα, νικᾷ ἡ ἀπὸ τοῦ ἄρρενος ἀπελθοῦσα ἡμίσεια καρδία τὴν ἀπὸ τοῦ θήλεος καὶ μεταβάλλει εἰς τὴν ἑαυτῆς φύσιν. παραπλησίως δὲ τοῦτο ποιεῖ καὶ ἡ κεφαλὴ καὶ τὸ αἰδοῖον καὶ τὰ ἄλλα μόρια, καὶ γίνεται ἄρρεν. εἰ δὲ τοὐναντίον ψυχρὰ τύχῃ οὖσα ἡ ὑστέρα, κρατεῖ τὰ τοῦ θήλεος καὶ μεταβάλλει εἰς ἑαυτὰ τὰ τοῦ ἄρρενος, καὶ γίνεται θῆλυ. καὶ διὰ τοῦτό φησιν ἐπιθυμεῖν τῆς ἀλλήλων ὁμιλίας τὰ ἄρρενα καὶ τὰ θήλεα, διὰ τὸ εἶναι καὶ ἐν τῷ ἄρρενι τὰ τοῦ θήλεος καὶ ἐν τῷ θήλει τὰ τοῦ ἄρρενος· τὸ γὰρ ἥμισυ τῆς τοῦ Ἐμπεδοκλέους καρδίας, ὡς ἔλεγεν Ἐμπεδοκλῆς, θήλεος ἦν, ὁμοίως καὶ τὸ τῆς κεφαλῆς αὐτοῦ ἥμισυ καὶ ἑκάστου τῶν ἄλλων, ὁμοίως δὲ καὶ πάντα τὰ τοῦ θήλεος ἡμίση ἄρρενος ἡμίση εἶναι ἔλεγεν. [5]
3 167
τὰ μὲν οὖν εἰς θερμὴν ἐλθόντα φησὶν Ἐμπεδοκλῆς ὑστέραν μόρια ἄρρενος καὶ θήλεος κρατεῖν τὰ τοῦ ἄρρενος καὶ γίνεσθαι ἄρρενα, τὰ δʼ εἰς ψυχρὰν θήλεα. τοῦ δὲ θερμὴν ἢ ψυχρὰν εἶναι τὴν ὑστέραν ᾐτιᾶτο τὴν τῶν καταμηνίων ῥύσιν· εἰ μὲν γάρ, φησίν, εἰσὶ θερμὰ τὰ καταμήνια, ἐστὶ καὶ ἡ ὑστέρα θερμή, εἰ δὲ ψυχρά, ὁμοίως καὶ αὕτη ψυχρά. καὶ παλαιοτέραν ἢ προσφατωτέραν, τουτέστι καὶ εἰ μὲν γέγονε πρόσφατος καὶ νεωστὶ ἡ τῶν καταμηνίων ῥύσις, ἀνάγκη θερμοτέραν εἶναι τὴν ὑστέραν, εἰ δὲ μὴ νεωστί, ἀλλὰ πρὸ πέντε φέρε εἰπεῖν ἡμερῶν, ψυχροτέραν. Δημόκριτος δὲ οὐ διὰ θερμότητα καὶ ψυχρότητα ἔλεγε γίνεσθαι ἄρρενα καὶ θήλεα, ἀλλʼ ἁπλῶς κατʼ ἐπικράτειαν τῶν μερῶν. ἔλεγε δὲ οὗτος ἀπὸ πάντων τῶν μερῶν καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος πάντα ἀπέρχεσθαι, ἀλλʼ οὐχ ἡμίση, ὥσπερ Ἐμπεδοκλῆς, ὁλόκληρα δέ, κεφαλὴν τέλειον ἀπὸ τοῦ ἄρρενος καὶ κεφαλὴν τέλειον ἀπὸ τοῦ θήλεος, ὁμοίως καρδίαν τέλειον ἀπὸ τοῦ ἄρρενος καὶ καρδίαν ἀπὸ τοῦ θήλεος, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. γίνεσθαι δὲ πρώτως τὴν μάχην ἐν τοῖς μορίοις, καθʼ ἃ διαφέρει τὸ ἄρρεν καὶ θῆλυ, ταῦτα δʼ ἐστὶν ἥ τε ὑστέρα καὶ ὁ περίνεος· πόρος δὲ οὗτος ὁ περίνεος φλεβώδης, ἐν ᾧ τε συνίσταται τὸ τοῦ ἄρρενος σπέρμα καὶ διʼ οὗ εἰς τὸ αἰδοῖον ἀποκομίζεται. γίνεσθαι οὖν φησι τὴν μάχην πρώτως ἐν τούτοις τοῖς μορίοις, καὶ εἰ μὲν κρατήσει ἡ ὑστέρα τοῦ περινέου, μεταβάλλει αὐτὸν εἰς τὴν ἑαυτῆς φύσιν, ἐξ οὗ δὴ καὶ αὔξεσθαι αὐτὴν συμβαίνει. ἐπεὶ δὲ πάμπαν σύνεγγύς ἐστι τῇ ὑστέρᾳ τὸ τοῦ θήλεος αἰδοῖον, διὰ τὴν τῆς ὑστέρας νίκην νικᾷ καὶ τὸ αἰδοῖον τοῦ θήλεος τὸ τοῦ ἄρρενος αἰδοῖον καὶ μεταβάλλει εἰς ἑαυτό. πλησίον δὲ τοῦ αἰδοίου ὄντων τῶν μηρῶν καὶ τῆς ἥβης, νικῶσι καὶ οἱ μηροὶ τοὺς μηροὺς καὶ ἡ ἥβη τὴν ἥβην, καὶ ἡ κοιλία τὴν κοιλίαν, καὶ τὰ ἄλλα ὁμοίως, καὶ γίνεται θῆλυ. εἰ δὲ νικήσῃ ὁ περίνεος καὶ διʼ αὐτὸν τὸ αἰδοῖον, καὶ διὰ τὸ αἰδοῖον μηροὶ καὶ ἥβη, καὶ διὰ τὴν ἥβην κοιλία καὶ στέρνα καὶ τὰ λοιπὰ ὁμοίως, γίνεται ἄρρεν. p. 764a10 Ἀλλʼ ὁποτέρου ἂν κρατήσῃ τὸ σπέρμα τὸ ἀπὸ τοῦ μορίου ἐλθόν. Σπέρμα λέγει τὰ μόρια, καὶ εἴπομεν ἐν τῷ πρώτῳ βιβλίῳ, ὅπως αὐτὰ σπέρματα λέγει. [35]
3 168
ἔστι δὲ τὸ λεγόμενον ʼΔημόκριτος δὲ οὐκ αἰτιᾶται τὴν θερμότητα καὶ ψυχρότητα, ἀλλὰ τὴν ἐπικράτειαν τοῦ μορίου, ἐν ᾧ διαφέρουσιν ἀλλήλων τὸ ἄρρεν καὶ τὸ θῆλυʼ. p. 764a15 Εἰ γὰρ πεπλασμένων τῶν ζῴων, τοῦ μὲν τὰ μόρια ἔχοντος τὰ τοῦ θήλεος πάντα, τοῦ δὲ τὰ τοῦ ἄρρενος. Ἀσαφῶς ἡ λέξις ἀπήγγελται, ἐστὶ δὲ ἔλεγχος τῆς Ἐμπεδοκλέους δόξης. τὸ δὲ λεγόμενον, οἶμαι, τοιοῦτόν ἐστιν· ὅτε τὰ τοῦ ἄρρενος καὶ θήλεος μόρια εἰς τὴν ὑστέραν εἰσέλθωσιν, ἂν τύχῃ ψυχρὰ οὖσα καὶ ἐπικρατήσῃ τὸ τῆς ὑστέρας ἥμισυ τοῦ ἡμίσεος τοῦ περινέου καὶ μεταβάλλῃ εἰς ἑαυτὴν καὶ ἀναπληρωθῇ, ὡς μηκέτι εἶναι ἡμίσεια ἀλλὰ τέλειος, εἶτα συμβῇ ἅμα τῷ τὴν ὑστέραν τελειωθῆναι τοῦ ἐμβρύου μεταβαλεῖν τὴν τῆς μητρὸς ὑστέραν φυσικῶς ἢ καὶ ἄλλως πως ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμότητα, ἀνάγκη τότε ὡς εἰς κάμινον ἐμβληθέντα τὴν ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμὴν μεταβεβληκυῖαν ὑστέραν τὰ μόρια, ἀνάγκη οὖν διὰ τὴν θερμότητα κρατήσειν τὰ λοιπὰ μόρια τοῦ ἄρρενος πλὴν τοῦ περινέου (ἐκεῖνος γὰρ ἤδη κεκράτηται, ὅτε ψυχρὰ ἦν ἡ τῆς μητρὸς ὑστέρα), καὶ ἔσται τὸ γεγονὸς ὡς μὲν ὑστέραν ἔχον θῆλυ, ὡς δὲ ὄρχεις καὶ αἰδοῖον τοιονδὶ καὶ τὰ λοιπὰ ἄρρεν, ὅπερ ἀδύνατον. ἐκρατήθη μὲν γὰρ ὁ περίνεος ὑπὸ τῆς τοῦ ἐμβρύου ὑστέρας, ὅτε ἦν ἡ τῆς μητρὸς ὑστέρα ψυχρά (τότε γάρ, ὡς εἴρηται, τούτων τῶν μορίων ἡ μάχη γίνεται), ἐν δὲ τῷ αὐτῷ νῦν, ἐν ᾧ τετελείωται ἡ τοῦ ἐμβρύου ὑστέρα, μετέβαλλεν ἀθρόον κατὰ τὴν ὑπόθεσιν ἡ τῆς μητρὸς ὑστέρα ἀπὸ ψυχρᾶς κράσεως εἰς θερμήν· κρατηθήσεται οὖν τὰ τοῦ θήλεος μόρια διὰ τὴν θερμότητα (οὔπω γὰρ αὐτὰ ἐκράτησε τὰ τοῦ ἄρρενος), καὶ ἔστιν ἄρρεν ἔχον ὑστέραν. ὁμοίως δὲ κἂν θερμῆς οὔσης ἐπικρατήσῃ ὁ περίνεος, εἶτα εὐθὺς μεταβάλλῃ εἰς ψυχρὰν κρᾶσιν ἡ τῆς μητρὸς ὑστέρα, ἐπικράτεια ἔσται τῶν τοῦ θήλεος μερῶν, ἧττα δὲ τῶν τοῦ ἄρρενος, καὶ ἔσται θῆλυ ἔχον περίνεον, τουτέστιν ἔσται ὡς μὲν ἔχον περίνεον ἄρρεν, ὡς δὲ τοιονδὶ αἰδοῖον θῆλυ. p. 764a23 Ἀλλὰ μὴν κἂν εἰ τῶν μορίων τῆς διαφορᾶς αἴτιον ἡ θερμότης. Ἐὰν ἡ θερμότης, φησί, ποιεῖ τὰ μόρια καθʼ ἃ τὸ ἄρρεν χαρακτηρίζεται, ἡ δὲ ψυχρότης καθʼ ἃ τὸ θῆλυ, ἔδει τὴν ψυχρότητα καὶ τὴν θερμότητα τῆς τῶν τοιούτων μορίων διαφορᾶς αἰτιώμενον εἰπεῖν, πῶς καὶ τίνα τρόπον ἡ μὲν θερμότης ποιεῖ ταδί, ἡ δὲ ψυχρότης ταδὶ τὰ μόρια. [30]
3 169
τοῦτο γάρ ἐστιν ὡς εἰπεῖν τὸ λέγειν περὶ γενέσεως ἄρρενος καὶ θήλεος, τουτέστι τὸ λέγειν, πῶς καὶ τίνα τρόπον τὰ μὲν ποιεῖ τὸ θερμόν, τὰ δὲ τὸ ψυχρόν, τοῦτό ἐστι τὸ λέγειν περὶ γενέσεως ἄρρενος καὶ θήλεος, ἀλλʼ οὐ τὸ ἁπλῶς οὕτως ἀποφαίνεσθαι ὅτι τὸ μὲν θερμὸν ποιεῖ τὸ ἄρρεν, τὸ ψυχρὸν δὲ τὸ θῆλυ. τὸ δὲ τοῦτο γὰρ διαφέρει φανερῶς ἴσον ἐστὶ τῷ ἡ γένεσις (τὸ γὰρ τοῦτο ἀντὶ τοῦ ἡ γένεσις εἴληπται) ἡ γένεσις οὖν, φησί, τοῦ ἄρρενος καὶ τοῦ θήλεος φανερῶς διαφέρει, ὥστε ἡ μὲν κατʼ ἄλλον γίνεται τρόπον, ἡ δὲ καθʼ ἕτερον· ἔδει οὖν τὸν Ἐμπεδοκλέα εἰπεῖν τοὺς τοιούτους τρόπους. ἵνα δὲ μή τις εἴπῃ ὅτι ὡς σαφεῖς ὄντας τοὺς τρόπους, καθʼ οὓς τὸ μὲν γίνεται ἄρρεν τὸ δὲ θῆλυ, παρείασεν, ἐπήγαγε τὸ οὐ μικρόν τε ἔργον τὸ ἀ π ’ ἐκείνης τῆς ἀρχῆς περὶ τῆς γενέσεως, λέγων ἐκείνην ἀρχὴν τὸ θερμὸν καὶ ψυχρόν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον ʼκαίτοι οὐ χρὴ λέγειν ὅτι ὡς σαφεῖς παρῆκεν Ἐμπεδοκλῆς τοὺς τρόπους καὶ τὰς αἰτίας, καθʼ ἃς γίνεται τὸ ἄρρεν καὶ τὸ θῆλυ· οὐ γάρ ἐστι μικρὸν ἔργον οὐδὲ πρόχειρον τὸ εἰπεῖν, ὅπως ἀπὸ τῆς θερμότητος καὶ ψυχρότητος γίνονται, ἀλλὰ καὶ λίαν δυσχερὲς καὶ δύσκολονʼ. ταῦτα εἰπὼν περὶ Ἐμπεδοκλέα ἐπάγει τὸ ἰσχυρότατον τῶν ἐπιχειρημάτων τὴν πίστιν ἔχον ἐκ τῶν φαινομένων, λέγων ἔτι δὲ γίνεται δίδυμα ἅμα, καὶ τὸ μέν ἐστιν ἄρρεν, τὸ δὲ θῆλυ· ὥστε εἰ μὲν ἦν ψυχρὰ ἡ ὑστέρα, ἔδει ἀμφότερα θήλεα εἶναι, εἰ δὲ θερμή, ἀμφότερα ἄρρενα· νῦν δὲ τὸ μέν ἐστιν ἄρρεν, τὸ δὲ θῆλυ. εἰ δέ τις λέγει ὅτι τὸ μὲν ἄρρεν ἐν τοῖς δεξιοῖς ἐστι, τὸ δὲ θῆλυ ἐν τοῖς ἀριστεροῖς, οὐδʼ οὕτως ὑγιῶς λέγει· ὦπται γὰρ καὶ θῆλυ ἐν τῷ δεξιῷ μέρει τῆς ὑστέρας πάνυ πολλάκις καὶ ἄρρεν ὁμοίως ἐν τῷ ἀριστερῷ. περὶ ὧν εἰ μὲν μὴ συνεωράκει μηδʼ ὅλως ἀνέτεμεν Ἐμπεδοκλῆς, εἰκότως ἡμάρτανεν· ἐκ γὰρ τῶν ἀνατομῶν ταῦτα ὁρᾶταί τε καὶ εὑρίσκεται· εἰ δʼ ἀνέτεμε καὶ εὗρεν ἐν τῇ αὐτῇ καὶ μιᾷ ὑστέρᾳ δίδυμα, ὧν τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ ἦν, ἄτοπον τὸ ἔτι νομίζειν τὴν θερμότητα καὶ ψυχρότητα αἰτίας τῆς τούτων γενέσεως. p. 764b3 〈Λέγοντί τε τὰ μόρια διεσπάσθαι τοῦ γινομένου〉. Τὸ λεγόμενον οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ʼἐπειδὴ γὰρ Ἐμπεδοκλῆς διασπᾷ τὰ μέρη τοῦ γινομένου, ὥσπερ εἴπομεν πρὸ βραχέος, λέγων ἀπὸ μὲν τοῦ ἄρρενος ἀπιέναι τὸ ἥμισυ τῆς καρδίας, ἀπὸ δὲ τοῦ θήλεος τὸ ἥμισυ (διὸ καὶ ἐπιθυμοῦσι τῆς ἀλλήλων ὁμιλίας), ἐπειδὴ οὖν, φησί, διασπᾷ τὰ μόρια, κάλλιον ἦν Ἐμπεδοκλεῖ λέγειν ὅτι σύνοδος γίνεται ὁλοκλήρων τῶν μορίων, ὥσπερ Δημόκριτος ἔλεγε, καὶ εἰ μὲν κρατήσει τὰ τοῦ ἄρρενος, γίνεται ἄρρεν, εἰ δὲ τὰ τοῦ θήλεος, θῆλυ, καὶ μὴ λέγειν ὅτι διὰ ψῦξιν καὶ θερμότηταʼ. [35]
3 170
τὸ δὲ ἀναγκαῖον καὶ τῶν τοιούτων διῃρῆσθαι τὸ μέγεθος, τὸ διῃρῆσθαι ἀντὶ τοῦ διῃρημένον καὶ καθʼ αὑτὸ εἶναι τὸ μέγεθος τῆς τοῦ ἄρρενος κεφαλῆς, ἤτοι ὁλόκληρον εἶναι τὴν κεφαλήν, ἀλλὰ μὴ τὸ ἥμισυ αὐτῆς εἶναι ἀπὸ τῆς τοῦ ἄρρενος κεφαλῆς καὶ τοῦ πατρός, τὸ δʼ ἥμισυ ἀπὸ τῆς κεφαλῆς τῆς μητρός. p. 764b20 Ὅλως δὲ τό γε τὴν τοῦ μέρους ὑπεροχὴν κρατήσασαν ποιεῖν θῆλυ βέλτιον μέν. Διὰ τούτων προτίθησι τὴν τοῦ Δημοκρίτου δόξαν τῆς τοῦ Ἐμπεδοκλέους δόξης λέγων ʼὅλως δὲ τὸ λέγειν ὅτι κρατήσασα καὶ νικήσασα φέρε εἰπεῖν ἡ ὑστέρα τὸν περίνεον καὶ εἰς ἑαυτὴν μεταβαλοῦσα θῆλυ ποιεῖ γίνεσθαι, ἢ ἔμπαλιν τὸν περίνεον κρατήσαντα ἄρρεν, βέλτιόν ἐστι τοῦ ἀφροντίστως καὶ ἀνεξετάστως, ὥσπερ ὁ Ἐμπεδοκλῆς, λέγειν ὅτι θερμῆς οὔσης τῆς ὑστέρας ἄρρεν γίνεται, ψυχρᾶς δὲ θῆλυʼ. οὕτως οὖν προθεὶς καὶ κρείττονα εἶναι φήσας τὴν Δημοκρίτειον δόξαν τῆς Ἐμπεδοκλέους δόξης ἐνίσταται καὶ πρὸς Δημόκριτον λέγων τὸ μέντοι συμβαίνειν ἅμα καὶ τὴν τοῦ αἰδοίου μορφὴν ἑτέραν δεῖται λόγο υ. εἴπομεν δὲ πρὸ βραχέος τὴν Δημοκρίτειον δόξαν ἐκθέμενοι λέγειν τὸν Δημόκριτον ὅτι ἐπικρατησάσης τῆς ὑστέρας, διὰ τὸ λίαν σύνεγγυς αὐτῇ εἶναι τὸ αἰδοῖον ἐπικρατεῖ καὶ τοῦτο καὶ νικᾷ τὸ τοῦ ἄρρενος αἰδοῖον καὶ εἰς ἑαυτὸ μεταβάλλει, καὶ τὰ λοιπὰ μέρη ὁμοίως. πρὸς τοῦτο οὖν ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ʼἐπειδὴ τὰ τοῦ θήλεος ἅπαντα μέρη κεκράτηκε τῶν τοῦ ἄρρενος ἁπάντων μορίων καὶ εἰς ἑαυτὰ μεταβέβληκεν, ἔδει τὸ γεννηθὲν μὴ μόνον εἶναι θῆλυ, ἀλλὰ καὶ ἐοικὸς τῇ μητρί· νῦν δὲ πάνυ πολλὰ γίνεται θήλεα ἐοικότα τοῖς πατράσιν· ὁμοίως κἂν ἐπεκράτησε τὰ τοῦ ἄρρενος, ἄρρεν καὶ ἐοικὸς τῷ πατρί· πολλὰ δὲ ἄρρενα ἐοίκασι ταῖς μητράσινʼ. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη· κατὰ δὲ τὴν λέξιν τὴν εἰ γὰρ ὅτι σύνεγγυ ς , καὶ τῶν λοιπῶν ἔδει μορίων ἀκολουθεῖν ἕκαστον ἴσον ἐστὶ τῷ ʼεἰ γὰρ διότι σύνεγγυς τῇ ὑστέρᾳ ἐστὶ τὸ αἰδοῖον καὶ τῷ αἰδοίῳ μηροὶ καὶ ἥβη, καὶ τούτοις ἕτερα κἀκείνοις ἄλλα, διὰ τὴν τοῦ ἑνὸς ἐπικράτειαν συνακολουθεῖ καὶ τἆλλα καὶ συνεπικρατεῖ τῷ πρώτως ἐπικρατήσαντι, εἰ δὴ διὰ τοῦτο οὕτως γίνονται, ἔδει θῆλύ τε εἶναι τὸ γεγονὸς καὶ μητρὶ ἐοικόσʼ. p. [30]
3 171
764b27 Ἔτι ἄτοπον καὶ τὸ ταῦτα οἴεσθαι δεῖν γίνεσθαι τὰ μόρια. Καὶ τοῦτο πρὸς Δημόκριτον ἀπέρριπται. ἔστι δὲ ὃ λέγει ʼἄτοπον τὸ νομίζειν πρῶτον ταῦτα γίνεσθαι τὰ μόρια (λείπει γὰρ τὸ πρῶτον) ἄτοπον οὖν τὸ μόνον νομίζειν ὅτι πρῶτον ἡ ὑστέρα ἢ ὁ περίνεος γίνεται καὶ μὴ ἅμα ὅλον τὸ σῶμα, καὶ μάλιστα καὶ πρῶτον αἱ φλέβες, περὶ ἃς περίκεινται αἱ σάρκες, ὥσπερ τὰ χρώματα περὶ τὴν σκιαγραφίανʼ. ὑποδοχὴ γὰρ αἵματος καὶ αἱ φλέβες καὶ ἡ ὑστέρα, ἀλλὰ προτέρα ἡ τῶν φλεβῶν· ἐξ αὐτῶν γὰρ ἡ ὑστέρα τὸ αἷμα δέχεται. ὥστε ἀνάγκη πρότερον τὴν καρδίαν, εἶτα τὰς φλέβας, καὶ οὕτω τὰ λοιπὰ γενέσθαι. κινοῦσαν γὰρ ἀρχὴν ἢ τὴν καρδίαν ἢ τὴν ἐν αὐτῇ ψυχὴν εἴρηκεν, ὁμοίως δὲ καὶ γενέσεως ἀρχήν· ἀρχὴ γὰρ γενέσεως ἡ καρδία νῦν ἐν τῷ ποιά τις εἶναι. ὡς γὰρ προϊὼν ἐρεῖ, τῆς καρδίας θερμῆς οὔσης γίνονται ἄρρενα διʼ οὓς ἐρεῖ τρόπους· ἤδη γὰρ ἄρρεν ἢ θῆλυ ἐν τῇ καρδίᾳ ἐστί. συμβαίνει μὲν οὖ ν, φησίν, ἡ διαφορὰ τῶν μερῶν τούτων πρὸς ἄλληλα τοῖς θήλεσι καὶ τοῖς ἄρρεσι, τουτέστι κατὰ τὰ μόρια ταῦτα, τὰς ὑστέρας καὶ τὰ αἰδοῖα, εἰσὶ τὰ μὲν ἄρρενα τὰ δὲ θήλεα, ἀλλʼ οὐκ ἀρχὴν καὶ αἰτίαν τῶν μορίων τούτων ὑποληπτέον οὔτε τὴν θερμοτέραν ἁπλῶς ὑστέραν καὶ ψυχροτέραν, ὡς Ἐμπεδοκλῆς φησιν, οὔτε τὴν ἐπικράτειαν τῶν μερῶν, ὡς Δημόκριτος, ἀλλʼ ἑτέραν τινά, εἴτε ἀποκρίνεται σπέρμα καὶ ἀπὸ τοῦ θήλεος καὶ ἀπὸ τοῦ ἄρρενος εἴτε μή. περὶ γὰρ τούτων δέδεικται ἱκανῶς ὅτι οὔτε τὸ ἄρρεν συμβάλλεταί τι σωματῶδες οὔτε τὸ θῆλυ σπέρμα. p. 765a3 Ὁ δʼ αὐτὸς λόγος καὶ πρὸς τοὺς λέγοντας τὸ μὲν ἄρρεν ἀπὸ τῶν δεξιῶν εἶναι, τὸ δὲ θῆλυ ἀπὸ τῶν ἀριστερῶν. Αὕτη ἡ δόξα τοῦ Ἀναξαγόρου· οὗτος γὰρ ἦν ὁ λέγων ὅτι εἰ μὲν ἀπὸ τῶν δεξιῶν μερῶν ἀπέλθοι τοῦ ἄρρενος καὶ πρὸς τὰ δεξιὰ ἔλθοι τῆς ὑστέρας, ἄρρεν γίνεται, εἰ δʼ ἀπὸ τῶν ἀριστερῶν καὶ πρὸς τὸ ἀριστερόν, θῆλυ. δεῖ δὲ ἡμᾶς εἰδέναι ὅτι καὶ οὗτος ἐν τῷ σπέρματι ἐνεργείᾳ ἔλεγεν εἶναι τὰ μόρια, ἀναίσθητα δὲ διὰ σμικρότητα. ἀπαντᾷ οὖν καὶ πρὸς αὐτὸν λέγων ἐπεὶ δέδεικται ὅλως μηδεμίαν ὕλην συμβάλλεσθαι τὸ ἄρρεν, τὰ δὲ μόρια ὕλη τοῦ ὅλου εἰσί, ψεῦδος τὸ λέγειν ὅτι τὰ μὲν ἀπὸ τῶν δεξιῶν ἄρρενός ἐστι γεννητικά, τὰ δʼ ἀπὸ τῶν ἀριστερῶν θήλεος. εἰ δὲ δεῖ, φησί, συγχωρεῖν ὅτι καὶ τὸ ἄρρεν συμβάλλεταί τινα ὕλην, ἀπαντητέον καὶ πρὸς αὐτὸν ὥσπερ καὶ πρὸς Ἐμπεδοκλέαʼ. [εἰπὼν δὲ τὸν Ἐμπεδοκλέα θερμότητι καὶ ψυχρότητι τῆς ὑστέρας διορίζειν τὸ ἄρρεν καὶ τὸ θῆλυ, τὸν δὲ Ἀναξαγόραν τοῖς δεξιοῖς καὶ ἀριστεροῖς, ἐπάγει πρὸς τὸν Ἀναξαγόραν ὧν διὰ τί αἴτιον, τουτέστιν ὧντινων, τοῦ τε ἄρρενος καὶ θήλεος, ὡς εἶναι τὸ πᾶν τοιοῦτον ʼἐξ ὧν, τοῦ τε ἄρρενος καὶ θήλεος, διὰ τί αἴτιον τὸ σῶμα τὸ τῆς ὑστέρας ἤτοι ἡ ὑστέρα τοῖς ἐκ τῶν ἀριστερῶν ἀπελθοῦσιν ὑπάρξει, τοῖς δʼ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξειʼ; εἴη δʼ ἂν τὸ ὧν διὰ τί ἐπὶ τῶν μορίων, ἀλλὰ μὴ ἐπὶ τοῦ ἄρρενος καὶ θήλεος εἰρημένον. [5]
3 172
] ἐν δὲ τῇ λέξει τῇ ὧν διὰ τίνα αἰτίαν ὑπάρξει τοῖς ἐκ τῶν ἀριστερῶ ν , τοῖς δ ’ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει τὸ σῶμα τῆς ὑστέρας ἴσον ἐστὶ τῷ ʼδιὰ τίνα ποτὲ λόγον καὶ αἰτίαν ἡ ὑστέρα αἰτία ἔσται τοῦ τοῖς μὲν ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος ἀπελθοῦσι καὶ εἰς αὐτὴν ἐλθοῦσι θήλεα ἀποτελεῖν, ἄρρενα δὲ μήʼ; ἦν γὰρ ἡ λέγουσα τοῦτο δόξα τοιαύτη· εἰ μὲν γὰρ ἀπὸ τῶν ἀριστερῶν μερῶν τοῦ ἄρρενος ἀπέλθοι τὸ ὁρώμενον σπέρμα καὶ ἐν ἑαυτῷ ἔχον ἐνεργείᾳ τὰ μόρια, ἀναίσθητα δὲ διὰ σμικρότητα, καὶ εἰς τὸ ἀριστερὸν μέρος τῆς ὑστέρας εἰσέλθοι, θῆλυ γίνεται. ὥστε λείποι ἂν ἐν τῇ λέξει τὸ ἀριστερόν· τὸ δὲ σῶμα ταὐτόν ἐστι τῷ τὸ μέρος. καὶ εἴη ἂν τὸ πᾶν τοιοῦτον ʼὧν διὰ τί αἴτιον ὑπάρξει τοῖς ἐκ τῶν ἀριστερῶν, τοῖς δʼ ἐκ τῶν δεξιῶν οὐχ ὑπάρξει τὸ ἀριστερὸν μέρος τῆς ὑστέρας;ʼ ἀλλὰ καὶ τὸ ἂν γὰρ ἔλθῃ μέ ν , μὴ ἔχῃ δὲ τοῦτο τὸ μόριο ν , ἔσται θῆλυ οὐκ ἔχον ὑστέραν ἴσον ἐστὶ τῷ ʼἂν γὰρ ἔλθῃ μὲν ἀπὸ τῶν δεξιῶν τοῦ ἄρρενος τὸ σπέρμα, πεσεῖται δὲ εἰς τὸ ἀριστερὸν τῆς ὑστέρας, ὡς μὲν ἀπὸ τῶν δεξιῶν τοῦ ἄρρενος ὂν ἕξει περίνεον καὶ οὐχ ὑστέραν, ὡς δὲ εἰς τὸ ἀριστερὸν πεπτωκὸς μέρος τῆς ὑστέρας ἔσται θῆλυ· ἔσται ἄρα θῆλυ μὴ ἔχον ὑστέραν, ὅπερ ἀδύνατον. εἰ δʼ ἀπέλθοι μὲν ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος, ἔλθοι δὲ πρὸς τὰ δεξιὰ τῆς ὑστέρας, ἔσται ἄρρεν ἔχον ὑστέραν, ἄρρεν μὲν ὡς πεπτωκὸς ἐν τῷ δεξιῷ τῆς ὑστέρας, ὑστέραν δὲ ἔχον, ὅτι ἀπὸ τῶν ἀριστερῶν τοῦ ἄρρενος ἀπῆλθενʼ. ἐν δὲ τῇ λέξει τῇ καὶ τοῦτο οὐχ ὅτι ἅπα ξ , ἀλλὰ καὶ πλεονάκις ἢ τὸ ἄρρεν τὸ ἢ ἀντὶ τοῦ παρὸ εἴληπται, οὐ διαζευκτικῶς. p. 765a21 Παραπλησίως δέ τινες πεπεισμένοι τούτοις εἰσὶ καὶ λέγουσιν ὡς τὸν δεξιὸν ὄρχιν ἀποδουμένοις. Τὸ ἀποδουμένοις ἀντὶ τοῦ δεσμήσασιν, ἐκ τοῦ δῶ δήσω, τὸ δεσμῶ. ἔστι δὲ τὸ λεγόμενον ʼπαραπλησίως τοῖς ἀπὸ τῶν δεξιῶν τὰ ἄρρενα γεννῶσι λέγουσι καὶ οὗτοι· φασὶ γὰρ ὡς εἴ τις τὸν δεξιὸν ὄρχιν δεσμήσας προβάτου ἢ ἀνθρώπου ἢ ἄλλου τινὸς ἐν τῇ ὁμιλίᾳ, τὸν δὲ ἀριστερὸν ἐάσει ἀπολελυμένον, τὸ γεγονὸς ἔσται θῆλυ· εἰ δʼ ἀνάπαλιν τὸν ἀριστερὸν δεσμήσει, ἐάσει δὲ τὸν δεξιόν, ἄρρεν ἔσται τὸ γεννηθέν. [30]
3 173
ἀλλὰ κἂν ἐκτέμῃς τὸν δεξιὸν ὄρχιν, θηλυτοκεῖ, εἰ δὲ τὸν ἀριστερόν, ἀρρενοτοκεῖʼ. ταῦτα δὲ λέγουσιν οὐ πείρᾳ μαθόντες οὐδʼ ἀληθῶς, ἀλλὰ μαντευόμενοι. λέγουσι γὰρ ὅτι ἐπεὶ τὰ δεξιὰ θερμότερα, ἀνάγκη καὶ τὸ ἀπʼ αὐτῶν ἀπιὸν θερμότερον εἶναι· τὸ δὲ θερμὸν μᾶλλον δύναται συνιστάνειν, τὸ μᾶλλον δυνάμενον συνιστάνειν ἄρρεν ποιεῖ· ἀνάγκη ἄρα καὶ τὸ ἀπὸ τοῦ δεξιοῦ ὄρχεως ἄρρεν εἶναι, θῆλυ δὲ τὸ ἀπὸ τοῦ ἀριστεροῦ. ἐγκαλεῖ οὖν αὐτοῖς καί φησιν ὅτι πρὸ τοῦ δῆσαι θάτερον τῶν ὄρχεων καὶ ἰδεῖν εἰ οὕτως συμβαίνει (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ προλαμβάνοντες ὡς οὕτως ἔχον πρὶν γινόμενον οὕτως ἰδεῖ ν), πρὶν οὖν δήσωσι καὶ πεῖραν λάβωσιν εἰ οὕτως γίνεται, ἔκ τινων εἰκότων ταῦτα μαντεύονται. ἔτι δέ, φησίν, οἱ τοὺς ὄρχεις αἰτιώμενοι τῆς τε ἀρρενογονίας καὶ θηλυγονίας ἠγνόησαν ὡς οὐδὲν οὗτοι πρὸς γένεσιν ὅλως συμβάλλονται, ὡς δέδεικται ἐν τῷ πρώτῳ βιβλίῳ ταύτης τῆς πραγματείας. σημεῖον δὲ τοῦ μὴ πρὸς γένεσιν τοὺς ὄρχεις συμβάλλεσθαι τὸ πολλὰ μὲν εἶναι ἄρρενα καὶ θήλεα καὶ γεννᾶν καὶ ἄρρενα καὶ θήλεα, ὄρχεις δὲ μὴ ἔχοντα, ὥσπερ οἱ ἰχθύες, ὥστε εἴπερ οἱ ὄρχεις ἦσαν αἴτιοι ἀρρενογονίας καὶ θηλυγονίας, τὰ μὴ ἔχοντα ὄρχεις οὔτʼ ἂν ἄρρενα οὔτε θήλεα ἐγέννων· γεννῶσι δέ. λέγει δὲ τὰ αὐτὰ τῶν ζῴων εἶναι ἄρρενα καὶ θήλεα, τάς τε χάννας καὶ τοὺς ἐρυθρίνους μελίττας τε καὶ βασιλεῖς, καὶ ἄλλα πλείω τούτων. οὕτω δὴ ἀντειπὼν πρὸς αὐτοὺς λέγει ὅτι τὸ μὲν τῆς τῶν ἀρρένων καὶ θηλέων γενέσεως αἰτιᾶσθαι τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὸ δεξιὸν καὶ ἀριστερὸν ἔχει μέν τινα λόγον, ἀλλὰ τὸ λέγειν οὕτως οὐκ ἔστι λέγειν τὸ προσεχὲς καὶ κυριώτατον αἴτιον· ἐπεὶ καὶ τὸ λέγειν ὅτι ὅδε ὁ ἄρτος ἐκ τῶν τεσσάρων ἐστὶ στοιχείων ἀληθὲς μέν, ἀλλὰ τὸ μάλιστα καὶ κυριώτατον αἴτιον αὐτοῦ ἐστι τά τε ἄλευρα ὅ τε ἃλς τό τε ὕδωρ καὶ τὰ λοιπά. τὸ δὲ δεῖ μάλιστα προσάγειν ἐκ τῶν ἐνδεχομένων ἐγγὺς τῶν πρώτων αἰτίων ἴσον ἐστὶ τῷ πολλῶν ἐνδεχομένων εἶναι τοῦ αὐτοῦ αἰτίων καὶ τῶν μὲν ἐγγύτερον τῶν δὲ πορρώτερον, ἐκ τῶν ἐγγύτερον δεῖ ποιεῖσθαι τὰς ἀποδόσεις. ὑποστικτέον δὲ εἰς τὸ ἐνδεχομένων, εἶτα ἐπακτέον τὸ ἐγγὺς τῶν πρώτων αἰτίω ν. p. [30]
3 174
765b8 Ἀλλʼ ἐπεὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ διώρισται δυνάμει τινὶ καὶ ἀδυναμίᾳ. Ἀντειπὼν πρὸς τοὺς λέγοντας, πῶς τὸ ἄρρεν καὶ θῆλυ γίνεται, καὶ τὴν οἰκείαν μέλλων ἐκθεῖναι δόξαν προλαμβάνει ταῦτα ὡσπερεὶ λήμματα συνεργὰ γενησόμενα αὐτῷ πρὸς τὴν τῆς ἀρρενογονίας καὶ θηλυγονίας ἀπόδοσιν. λέγει οὖν ʼἐπειδὴ τὸ ἄρρεν καὶ θῆλυ διώρισταί τινι δυνάμει καὶ ἀδυναμίᾳ, καὶ ἄρρεν μέν ἐστι τὸ δυνάμενον πέττειν καὶ συνιστάναι καὶ ἐκκρίνειν σπέρμα ἔχον ἐν ἑαυτῷ τὴν τοῦ εἴδους ἀρχήν, ἀλλʼ οὐ τὴν ὑλικὴν ἀλλὰ τὴν κινοῦσαν πρώτην, τουτέστι τὴν ποιητικήνʼ (αὕτη δὲ ἦν μάλιστα ἡ αἰσθητική· τὴν γὰρ θρεπτικὴν καὶ τὸ θῆλυ παρέχεται, ὥσπερ εἴρηκε πρότερον), εἰπὼν οὖν ὅτι τὴν κινοῦσαν πρώτην ἐπήγαγε ʼτὸ γὰρ κινοῦν καὶ ποιοῦν ἢ ἐν ἑαυτῷ ἔχει τὸ γινόμενον, ὥσπερ τὰ φυσικά (πᾶν γὰρ ὃ ἂν φυσικῶς γίνηται, ἐν ἑαυτῷ ἔχει τὴν κινοῦσαν ἀρχὴν καὶ ἄγουσαν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ), ἢ ἐν ἄλλῳ, τουτέστιν ἐκτόσʼ. τὰ γὰρ ὑπὸ τέχνης γινόμενα οὐκ ἐν ἑαυτοῖς ἔχει τὸ κινοῦν, ἀλλʼ ἐκτός· οὐ γάρ ἐστιν ἐν τῷ χαλκῷ ὁ ἀνδριαντοποιὸς ὥσπερ ἐν τῷ σίτῳ ἡ κινοῦσα αὐτὸν ἀρχὴ καὶ ποιοῦσα φύειν καὶ ἀναδιδόναι στάχυν. εἴτε οὖν τὸ γινόμενον ἐντὸς ἑαυτοῦ καὶ σύμφυτον ἔχει τὸ κινοῦν καὶ ποιοῦν, εἴτε ἐν ἄλλῳ καὶ ἐκτὸς τοῦτο δύναται ποιεῖν, τουτέστι τὸ κινεῖν καὶ ἄγειν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ, τὸ οὖν δυνάμενον κινεῖν καὶ ἄγειν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀρχὴν κινητικὴν λεκτέον, κἄν τε ἐντός ἐστι τοῦ γινομένου κἄν τε ἐκτός, ἀλλʼ οὐχ ὑλικήν. τὸ δὲ ἀδυνατοῦν συνιστάνειν καὶ ἐκκρίνειν ποιητικὴν καὶ κινητικὴν ἀρχήν, δεχόμενον δὲ μᾶλλον αὐτὴν ἐν ἑαυτῷ, θῆλυ τοῦτό ἐστιν. ἔτι, φησίν, εἰ πᾶσα πέψις θερμότητι ἐργάζεται (πᾶν γὰρ τὸ πεπεμμένον θερμότητι ἐπέφθη), πέττει δὲ καὶ συνίστησι τὸ τοῦ ἄρρενος σπέρμα, ἀνάγκη τὰ ἄρρενα τῶν ζῴων θερμότερα εἶναι τῶν θηλέων. τὰ γὰρ θήλεα οὐ διὰ θερμότητα, ὥς τινές φασι, πολυαιμεῖ κατά τινας τόπους, λέγων τινὰς τόπους τὰς ὑστέρας, ἀλλὰ μᾶλλον διὰ ψυχρότητα. κατεσκεύαζον δὲ αὐτὸ οὕτως· εἰ τὸ αἷμα θερμόν, τὸ πλέον ἔχον αἷμα θερμότερον ἔσται τοῦ ἧττον ἔχοντος· ἔχει δὲ πλέον αἷμα τὸ θῆλυ, θερμότερον ἄρα τὸ θῆλυ τοῦ ἄρρενος. ἐγκαλεῖ οὖν αὐτοῖς λέγων ὅτι οὐ πᾶν ὑγρὸν καὶ ἐρυθρὸν αἷμά ἐστιν, ὥστε οὐδὲ θερμόν· ὥστε οὐ θερμότερον ἐξ οὗ τοῦτο γέγονε. περίττωμα μὲν οὖν αἵματος εἴη ἂν τὸ καταμήνιον, ἀλλʼ οὐ κυρίως αἷμα. τὸ δὲ καὶ οὐκ ἔλαττον γινόμενον καὶ καθαρώτερον τοῖς εὐτροφοῦσιν εἰρωνικῶς ἀπέρριπται πρὸς αὐτούς, ὡς εἰ ἔλεγεν ʼοὕτω θαυμαστῶς ἀποφαίνονται περὶ τοῦ καταμηνίου, ὡς ἀναγκαίου ὄντος αἷμα εἶναι πᾶν τὸ πλέον, ἂν δὲ ᾖ ἔλαττον καὶ καθαρόν, ὅπερ συμβαίνει γίνεσθαι ἐπὶ τοῖς εὐτροφοῦσιν καὶ καλῶς πέττουσι, τοῦτο μὴ εἶναι αἷμα. [35]
3 175
μᾶλλον γὰρ καὶ κυρίως αἷμα τὸ ἔλαττον καὶ καθαρώτερόν ἐστιν, ἀλλʼ οὐ τὸ πολύ· οὗτοι δὲ οἴονται τὸ πλέον μᾶλλον σημεῖον εἶναι θερμῆς φύσεως ὥσπερ καὶ τὸ κατὰ τὴν κοιλίαν περίττωμαʼ. καὶ ἐπὶ μὲν τῆς κοιλίας ἀληθὲς τὸ λέγειν ὅτι ὅσα τῶν ζῴων ἐπὶ τοῦ αὐτοῦ εἴδους πλείονα περίττωσιν κατὰ φύσιν ἐκ τῆς κοιλίας ἀποκρίνουσι, θερμότερά εἰσι τῶν ἐλάττονα ἀποκρινόντων· ἄνθρωπος γὰρ ὁ μὴ διά τινα νόσον, ἀλλὰ κατὰ φύσιν πλείονα ἐκ τῆς κοιλίας περίττωσιν ἀφιεὶς θερμότερός ἐστι τοῦ ἐλάττονα προϊεμένου, κατὰ φύσιν δηλαδὴ καὶ τούτου. ἀνάγκη γὰρ θερμοτέρου ὄντος καὶ τῆς πέψεως ἀθρόας γινομένης διὰ τὴν θερμότητα ἀλλὰ μὴ κατὰ βραχύ, ἀθρόαν γίνεσθαι καὶ τὴν τοῦ περιττώματος σύστασιν, ὥστε καὶ τὴν ἔκκρισιν. ἐν δὲ τῷ ψυχροτέρῳ κατὰ βραχὺ γινομένης τῆς πέψεως κατὰ βραχὺ συμβαίνει καὶ τὴν σύστασιν καὶ τὴν ἔκκρισιν γίνεσθαι. ἀλλʼ ἐπὶ μὲν τοῦ περιττώματος οὕτως, ἐπὶ δὲ τοῦ αἵματος τοὐναντίον· οὐ γάρ ἐστι τὸ αἷμα περίττωμα, ἀλλʼ ἡ ἐσχάτη τροφή, πᾶσα δὲ ἡ τοιαύτη ἐλάττων. ὥσπερ γά ρ, φησί, καὶ ἐκ τῆς πρώτης τροφῆς ἐκ πολλῆς ὀλίγον ἀποκρίνεται τὸ χρήσιμον (λέγων πρώτην τροφὴν τοὺς στάχυας τοὺς ἐν τῇ ἅλῳ κειμένους) ὥσπερ γὰρ ἐπὶ ταύτης πολλαπλάσιον μὲν γίνεται τὸ ἄχυρον τοῦ σίτου, καὶ πάλιν τούτου ἐν τῷ μύλῳ κατεργασθέντος καὶ διὰ κοσκίνου διακριθέντος πολλαπλάσιον μὲν γίνεται τὸ ἀχρηστότερον, ὑποπολλαπλάσιος δὲ ἡ σεμίδαλις, ἥτις ἐστὶ χρησιμώτατον καὶ ἔσχατον, οὕτως ἀνάγκη καὶ τὸ κυρίως αἷμα, ἐπειδὴ χρησιμωτάτη ἐστὶ τροφὴ καὶ ἀνάλογος τῇ σεμιδάλει, ὀλίγον εἶναι, τὸ δὲ καταμήνιον πολύ, ὡς ἀνάλογον πάλιν τῇ ἀχρήστῳ τροφῇ, ἀφʼ ἧς ἡ σεμίδαλις ἀπεκρίθη. ἐπεὶ δέ, ὡς εἴρηται, ἄρρεν ἐστὶ τὸ δυνάμενον πέττειν, θῆλυ δὲ τὸ μὴ δυνάμενον, εἰκότως ἐκκρίνει τὸ ἄρρεν περίττωμα καθαρόν· δεῖ γὰρ τὸ καθαρὸν ἐπὶ τοῦ περιττώματος ἀκούειν τοῦ ἐκκρινομένου ἀπὸ τοῦ ἄρρενος. εἶπε γὰρ πολλάκις ὅτι ἐστὶ τὸ καταμήνιον σπέρμα οὐ καθαρόν, ὥστε λείπεται σπέρμα καθαρὸν ἀκούειν τὸ τοῦ ἄρρενος. p. 765b36 Ἁπάσῃ δὲ δυνάμει ὄργανόν τί ἐστι, καὶ τῇ χεῖρον ἀποτελούσῃ τὸ αὐτό. Καὶ ταῦτα ἔτι ὡς λήμματα προλαμβάνει. εἴη δʼ ἂν τὸ λεγόμενον δῆλον οὕτως εἰποῦσιν· ὥσπερ γὰρ τὸ αὐτὸ ἔργον ποιεῖ καὶ ὁ ἤδη ἀρξάμενος μανθάνειν τὸ τοξεύειν καὶ ὁ τοῦτον διδάσκων (ἀμφότεροι γὰρ τὸ βέλος ἀφιᾶσι διὰ τοῦ τόξου), ἀλλὰ τοῦ μὲν μανθάνοντος τὸ τόξον ἐστὶ χεῖρον, κρεῖττον δὲ τοῦ διδάσκοντος (τοῦ μὲν γὰρ ἄρτι προκύψαντος εἰς τοξείαν χαῦνον καὶ ἀμενηνὸν τὸ τόξον, θατέρου δὲ εὔτονον καὶ ἰσχυρόν), οὕτω καὶ τὸ ἄρρεν καὶ θῆλυ τὸ αὐτὸ ποιοῦσιν ἔργον (γεννῶσι γὰρ ἀμφότερα), ἀλλʼ εἰ κρεῖττον τὸ τοῦ ἄρρενος ἔργον, δῆλον ὅτι καὶ τὸ ὄργανον αὐτοῦ, ὁ καλούμενος περίνεος, κρεῖττον ἔσται τῆς ὑστέρας. [5]
3 176
εἰπὼν δὲ ὅτι τὸ μὲν ἄρρεν δύναται, τὸ δὲ θῆλυ ἀδυνατεῖ, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ἀδύνατον, ὡς ἐν τῷ τετάρτῳ τῆς Μετὰ τὰ φυσικὰ διώρισται συντάξεως (λέγεται γὰρ ἀδύνατον καὶ τὸ μὴ δυνάμενον ὅλως γενέσθαι, καθʼ ὃ σημαινόμενον ἀδύνατόν φαμεν τὴν κέγχρον οὐρανὸν γενέσθαι καὶ ἀριθμὸν τὴν στιγμήν, λέγομεν δὲ ἀδύνατον καὶ τὸ μὴ καλῶς δυνάμενον γενέσθαι, ὥσπερ πάλιν ἄρρυθμόν φαμεν τὸν κακόρρυθμον), κατὰ τὸν δεύτερόν φησι τρόπον τοῦ δυνατοῦ καὶ ἀδυνάτου ἀντικεῖσθαι τὸ θῆλυ καὶ τὸ ἄρρεν. τὸ ταῖς δυνάμεσιν ἀντὶ τοῦ ἡ δύναμις εἴληπται, ὡς εἶναι τὸ πᾶν τοιοῦτον ʼδιὸ καὶ ἑκάστου τόπου δύναμις ἅμα ταῖς ἐκκρίσεσι τελειοῦταιʼ. τὸ δὲ διὸ ἕκαστοι οἱ τόποι ἅμα ταῖς ἐκκρίσεσι γίνονται οὐκ ἔστι δηλωτικόν, ὡς ἄν τῳ δόξειε, τοῦ μὴ εὐθὺς ἅμα τῇ πρώτῃ συστάσει καὶ τὸν περίνεον καὶ τὴν ὑστέραν γίνεσθαι· ἅμα γὰρ τοῖς ἄλλοις ἅπασι πλὴν τῆς καρδίας καὶ ταῦτα γίνονται. εἰ γὰρ ἦν τούτου δηλωτικόν, ἐζήτει ἄν τις λέγων ʼεἰ ἅμα τῷ δύνασθαι σπέρμα καὶ καταμήνιον ἐκκρίνειν ἐγίνετο ὁ περίνεος καὶ ἡ ὑστέρα, ἡ δὲ τούτων ἔκκρισις μετὰ πολλοὺς χρόνους τῆς γενέσεως γίνεται, ἀνάγκη καὶ τὴν ὑστέραν καὶ τὸν περίνεον τότε γίνεσθαι· νῦν δὲ ἔτι ἐν τῇ ὑστέρᾳ ὄντα τὰ ἔμβρυα ἐν ταῖς ἀνατομαῖς ὁρῶνται ἔχοντα τὰ μόρια ταῦταʼ. οὐκ ἔστιν οὖν τούτου δηλωτικόν, ἀλλὰ τὸ γίνονται ἴσον ἐστὶ τῷ τελειοῦνται, καὶ τὸ εἶναι τὴν μὲν ὑστέραν, τὸν δὲ περίνεον τότε κυρίως λαμβάνουσιν, ὅτε καὶ ἡ ἔκκρισις τῶν περιττωμάτων γίνεται, ὥσπερ καὶ τὸ πῦρ λέγεται μὲν καὶ ἐνταῦθα, ἀλλὰ κυρίως τότε ἐστὶ πῦρ, ὅτε ἐν τῷ ἄνω τόπῳ ἐστίν. ὁμοίως δὲ τοῦτο ῥητέον καὶ ἐπὶ κοιλίας καὶ κύστεως. καὶ ἐπεὶ πᾶν μόριον ἐξ οὗ γέγονεν, ἐκ τοῦ αὐτοῦ καὶ τρέφεται, οὐδὲν δὲ τρέφεται, εἰ μὴ ἐν ἑαυτῷ ἕξει τὴν τροφήν, ὑφʼ ἧς τραφήσεται, ἀνάγκη καὶ τὴν ὑστέραν καὶ τὴν κοιλίαν ἐκ τῆς τοιαύτης ὕλης τρέφεσθαι, ἧς εἰσι δεκτικαί, καὶ ἐκ τοιούτου περιττώματος. λίαν δὲ σαφῶς ἐκτίθεται τὰ λοιπά. ταῦτα προλαβὼν λέγει τε καὶ προαναφωνεῖ ὅτι τὸ τοῦ ἄρρενος σπέρμα καὶ ἡ ἐν αὐτῷ φύσις προηγουμένως ἄρρεν βούλεται ποιῆσαι, ὅταν δὲ μὴ δυνηθῇ κρατῆσαι καὶ μεταβαλεῖν τὸ καταμήνιον εἰς τὴν ἑαυτοῦ φύσιν, ἀνάγκη μεταβάλλειν εἰς τὸ ἐναντίον. [35]
3 177
ἔστι δὲ τὸ θῆλυ, ᾗ θῆλυ, ἐναντίον τῷ ἄρρενι· φθορὰ γὰρ καὶ ἀποτυχία ἄρρενος τὸ θῆλυ. ὅτι δὲ τὸ θῆλυ καὶ τὸ ἄρρεν ᾗ ἄρρεν καὶ ᾗ θῆλυ ἐναντία, εἴρηται. ἐπεὶ δέ, ὡς εἴρηται, τῶν διαφόρων δυνάμεων, τῆς τε χείρονος καὶ κρείττονος, διαφέρει τὰ ὄργανα, διάφοροι δὲ αἱ δυνάμεις τοῦ θήλεος καὶ τοῦ ἄρρενος, ἀνάγκη καὶ τὸ ὄργανον διάφορον ἔχειν, ὥστε μεταβάλλει εὐθὺς εἰς τοιοῦτον ὄργανον, λέγω δὴ εἰς ὑστέραν. p. 766a30 Εἰ οὖν τὸ μὲν ἄρρεν ἀρχή τις καὶ αἴτιον. Ἡ τοῦ ῥητοῦ ἀπόδοσίς ἐστιν ἐν τῷ ἀναγκαῖον ἄρα ἐν τοῖς ἐναίμοις συνίστασθαι καρδίαν, τὰ δʼ ἄλλα μεταξὺ παρεμβέβληται. εἰπὼν δὲ ἔστι δὲ ἄρρεν ᾗ δύναταί τ ι , θῆλυ δὲ ᾗ ἀδυνατε ῖ, ἐπήγαγε τῆς δυνάμεως δὲ ὅρος καὶ τῆς ἀδυναμίας, δυνάμει λέγων ʼὅρος δέ σοι καὶ κανὼν ἔστω τοῦ γνωρίζειν, εἴτε δύναται εἴτε ἀδυνατεῖ, τὸ δύνασθαι πέττειν καὶ μὴ πέττειν. τὸ μὲν γὰρ δυνάμενον πέψαι τὴν ὑστάτην τροφήν (λέγων ὑστάτην ἐνταῦθα τροφὴν ὑφʼ ἧς τὰ μόρια τοῦ ἐμβρύου διαγράφεταί τε καὶ προσέτι τρέφεται καὶ αὔξεται) τὸ μὲν δὴ δυνάμενον καλῶς πέττειν ἄρρεν ἐστί, τὸ δὲ μὴ δυνάμενον θῆλυ. τὸ δὲ αἴτιον τοῦ δύνασθαι πέττειν καὶ μὴ πέττειν ἐν τῇ ἀρχῇ καὶ τῷ μορί ῳ, τουτέστιν ἐν τῇ καρδίᾳ ἐστὶ τῇ ἐχούσῃ τὴν τῆς φυσικῆς θερμότητος ἀρχή ν. ἐπεὶ δέ, ὡς πολλάκις εἴρηται, πρώτη πάντων ἡ καρδία συνίσταται, εὐθὺς αὕτη ἐστὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ. εἰ μὲν γάρ ἐστιν ἡ ἐν αὐτῇ ψυχικὴ θερμότης ἀνάλογος τῇ τῶν ἄστρων θερμότητι δυναμένη πέττειν καὶ κρατεῖν, ἄρρεν ἤδη ἡ τοιαύτη καρδία, εἰ δὲ τοὐναντίον, θῆλυ. ζῷον δὲ θῆλυ καὶ ἄρρεν, ὅταν ἔχῃ καὶ τὰ μόρια καθʼ ἃ διαφέρουσι· ταῦτα δʼ ἐστὶν ὁ περίνεος καὶ ἡ ὑστέρα καὶ τὰ τούτοις ἀκολουθοῦντα αἰδοῖα. ἡ μὲν οὖν ἀρχὴ τοῦ ἄρρενος καὶ θήλεος ἡ καρδία ἐστὶ καὶ ἐν τούτ ῳ, τουτέστιν ἐν τῷ δύνασθαι τὸ ἐν αὐτῇ θερμὸν ἢ κρατεῖν ἢ μὴ κρατεῖν. τὸ δὲ οὐδὲν γὰρ διαφέρει ἀ φ ’ ἑκάστου τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν τοιοῦτόν ἐστι· τὸ σπέρμα τὸ τοῦ θήλεος καὶ τὸ τοῦ ἄρρενος ἐπειδὴ καὶ περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς, κἂν προσκριθῇ τοῖς ἀφʼ ὧν ἀπῆλθε μορίοις, σάρκας καὶ ὀστᾶ καὶ νεῦρα καὶ τὰ λοιπὰ ποιήσει, κἂν μὴ προσκριθῇ ἀλλʼ ἀπέλθῃ, τὰ αὐτὰ ποιήσει, ὅπερ καὶ γίνεται. τὸ δὲ ὀρθότερον δ ’ οὕτως ἴσον ἐστὶ τῷ ὀρθότερόν ἐστι λέγειν ὅμοιον εἶναι τὸ γεννηθὲν τῷ γεννήσαντι διὰ τὸ μηδὲν διαφέρειν ἀφʼ ἑκάστων τῶν μορίων ἀπελθεῖν ἢ πρὸς ἕκαστον προσελθεῖν, καὶ μὴ ὡς οἱ λοιποὶ τῶν φυσιολόγων λέγουσιν, ὅτι ἀπὸ τῆς κεφαλῆς κεφαλὴ ἀπέρχεται καὶ ὅλως ἀφʼ ἑκάστων ἕκαστα. [30]
3 178
γίνεται οὖν, φησί, θῆλυ τῇ ἀπεψίᾳ καὶ ψυχρότητι τῆς αἱματικῆς τροφῆ ς. ὅταν γὰρ τὸ καταμήνιον οὕτως ᾖ ψυχρόν, ὥστε μὴ δύνασθαι κρατηθῆναι καὶ συμπεφθῆναι ὑπὸ τῆς ἐν τῇ καρδίᾳ ὡς διʼ ὀργάνου τοῦ σπέρματος ἀποτεθείσης ψυχικῆς θερμότητος, θῆλυ γίνεται· γεγονὸς δὲ θῆλυ εὐθὺς ἀποδίδωσιν ἡ φύσις αὐτῷ καὶ τὴν ὑστέραν τὴν δεκτικὴν τοῦ σπέρματος. εἰπὼν δὲ ὅτι ἡ φύσις ἑκάστῳ τῶν περιττωμάτων ἀποδίδωσι τὸ δεκτικὸν μόριον, ἐπήγαγε τὸ δὲ σπέρμα περίττωμα, τουτέστι τὸ δὲ περίττωμα καὶ τὸ τοῦ ἄρρενος καὶ τὸ τοῦ θήλεος σπέρμα ἐστί. τοῦτο δὲ τὸ σπέρμα τὸ κοινῶς λεγόμενον κατʼ ἀμφοτέρων τῶν περιττωμάτων τοῦ τε θήλεος καὶ τοῦ ἄρρενος διαφέρει. καὶ πῶς διαφέρει, ἐπήγαγε λέγων τοῖς μὲν θερμοτέροις καὶ ἄρρεσι τῶν ἐναίμων, τοῖς δὴ ἄρρεσιν εὔογκόν ἐστι τὸ σπέρμα καὶ συνεστηκός, καὶ οὐ πολὺ ὥσπερ τὸ τοῦ θήλεος, καὶ διὰ τὸ μὴ εἶναι πολὺ πόροι εἰσὶν ἐν τοῖς ἄρρεσι δεκτικοὶ τῆς τοιαύτης περιττώσεως· τὸ δὲ τῶν θηλέων σπέρμα ἐστὶ διʼ ἀπεψίαν πλῆθος αἱματικόν, ὥστε δεῖ ἔχειν καὶ μόριον τοῦ τοιούτου περιττώματος δεκτικὸν μεῖζον τοῦ τῶν ἀρρένων καὶ ἀνόμοιον· οὐδεμίαν γὰρ ἔχει ὁμοιότητα ἡ ὑστέρα πρὸς τὸν περίνεον. ἔστιν οὖν ἡ φύσις τῆς ὑστέρας καὶ μέγεθος ἔχουσα καὶ ἀνόμοιος τῷ περινέῳ. οὕτως οὖν εἰπὼν ὅπως τὸ ἄρρεν καὶ θῆλυ γίνεται, ἐπάγει λίαν σαφῶς καὶ τὰ συμβαίνοντα τεκμήρια, καὶ ἐκ τούτων τὰ ὑπʼ αὐτοῦ περὶ τούτων ῥηθέντα πιστούμενος. τὸ δὲ ὑγρότερα καὶ γυναικικώτερα ἐκ παραλλήλου κεῖται. ἀρρενοτοκοῦσι δὲ μᾶλλον βορείοις διὰ τὸ ψυχρότερον εἶναι τότε τὸ κατάστημα καὶ πυκνοῦσθαι τὴν τῶν σωμάτων ἐπιφάνειαν καὶ ἐπὶ τούτῳ μὴ ἐᾶσθαι ἔξω διαπνεῖσθαι τὸ ἐν ἡμῖν θερμόν· μὴ διαπνεόμενον δὲ γίνεται σφοδρότερον. ἐν δὲ τοῖς νοτίοις ψυχρότερα καὶ σπερματικώτερα γίνεται τὰ ζῷα. λέγει δὲ τὴν σελήνην ἐν τῷ μηνὶ ποιεῖν θέρος καὶ χειμῶνα οὐ διὰ τὰς τροπάς, ὥσπερ ὁ ἥλιος (οὗτος γὰρ ἐν τῷ καρκίνῳ γεγονὼς θέρος ποιεῖ, ἐν αἰγόκερῳ δὲ χειμῶνα), ἀλλὰ διὰ τὴν πρὸς τὸν ἥλιον ἀπόστασιν καὶ προσέλευσιν. ὁ μὲν γὰρ χρόνος, καθʼ ὃν ἤρξατο φωτίζεσθαι, ἄχρι τοῦ διχότομον γενέσθαι ἀναλογεῖ ἔαρι, ὁ δὲ ἀπὸ τῆς διχοτομίας ἄχρι τοῦ πλησιφαῆ ἀποτελεσθῆναι θέρει, ὁ δὲ ἀπὸ τούτου ἄχρι τῆς διχοτομίας τῆς ἄλλης μετοπώρῳ, ὁ δʼ ἐκ ταύτης ἄχρι τῆς συνόδου καὶ αὐτῆς χειμῶνι. ἐν δὲ τῇ λέξει τῇ ταῦτα δὲ τῆς γενέσεως ταῦτα τὸ ψυχρὸν καὶ θερμὸν λέγει. ἐν δὲ τῇ μάλιστα δὲ διὰ τὴν τοῦ ὕδατος τροφήν · τοῦτο γὰρ πλεῖστον εἰσφέρονται κοινότερον ὕδωρ εἶπε πᾶν τὸ πινόμενον, ὡς εἰ ἔλεγε μάλιστα δὲ διὰ τὴν τοῦ ὑγροῦ τροφήνʼ. [35]
3 179
τὸ δὲ καὶ ἐν πᾶσίν ἐστι τροφὴ τοῦτ ο , καὶ ἐν τοῖς ξηροῖς εἶπεν, ὅτι καὶ ἡ ξηρὰ τροφὴ εἰ μὴ γένηται ὑγρά, οὐ τρέφει. ὁ γὰρ χυλός, ὃν αἱ φλέβες ἐκ τῆς κοιλίας ἕλκουσιν, ὑγρός. ὕδατα δὲ ἀτέραμνα λέγει τὰ ὑπόπικρα καὶ γεώδη. p. 767a36 Αἱ δὲ αὐταὶ αἰτίαι καὶ τοῦ τὰ μὲν ἐοικότα γίνεσθαι τοῖς τεκνώσασι τὰ δὲ μὴ ἐοικότα. Τὰς αἰτίας διὰ τούτων λέγει, ὅπως τὰ μὲν ἐοικότα γίνεται τῷ πατρί, τὰ δὲ τῇ μητρί· ἐκτίθεται δὲ τὸ πρόβλημα σαφέστατα. ἐν δὲ τῇ λέξει τῇ παρεκβέβηκε γὰρ ἡ φύσις ἐκ τοῦ γένους ἐν τούτοις τρόπον τιν ά, ὑποστικτέον ἐν τῷ ἐν τούτοι ς. ἔστι δὲ τὸ λεγόμενον ʼἐν τούτοις τοῖς μὴ ἐοικόσι τοῖς γεννήσασι παρεκβέβηκεν ἡ φύσις ἐκ τοῦ γένους· τρόπον γάρ τινα ἐξ ἄλλου γένους εἰς ἄλλο μετέβηʼ. τὸ δὲ ἀρχὴ δὲ πρώτη τὸ θῆλυ γενέσθαι ἴσον ἐστὶ τῷ ἀρχὴ δὲ πρώτη τῆς ἐπὶ τὰ τέρατα ὁδοῦ τὸ θῆλυ γενέσθαι. τὸ γὰρ μὴ ἐοικός τινι τῶν γεννησάντων αὐτὸ τρόπον τινὰ τέρας ἐστὶ καὶ ὁ ἑξαδάκτυλος καὶ ὁ κεφαλὴν ὁμοίαν προβάτου ἔχων καὶ ὁ δικέφαλος· παντοδαπὸν γὰρ τὸ τῶν τερατωδῶν γένος· ὅμως πρώτη ἀρχὴ τῆς ἐπὶ ταῦτα ὁδοῦ τὸ θῆλύ ἐστιν· ἀπὸ γὰρ τοῦ θήλεος ἀρξάμενα προβαίνουσιν. ἀλλʼ αὕτη μὲν ἡ πρὸς τὸ θῆλυ παρέκβασις, κἂν τρόπον τινὰ τερατώδης ἐστίν, ἀναγκαία ὅμως τῇ φύσει τυγχάνει· δεῖ γὰρ σώζεσθαι τὸ γένος ἡμῶν καὶ τῶν ἄλλων ἁπάντων, ἐν ὅσοις κεχώρισται τὸ θῆλυ τοῦ ἄρρενος. ὅταν οὖν μὴ δυνηθῇ κρατεῖν καὶ ποιῆσαι ἄρρεν, ἐξ ἀνάγκης ποιεῖ θῆλυ, ἵνα χρῆται αὐτῷ πρὸς γένεσιν ἄλλου ἢ ἄλλων. ὥστε κἂν τρόπον τινὰ τέρας ἐστὶ τὸ θῆλυ, ἀλλʼ οὖν ἐξ ἀνάγκης καὶ ἕνεκά του ποιεῖ αὐτὸ ἡ φύσις. τὰ δʼ ἀληθῶς τέρατα ἐξ ἀνάγκης μὲν ποιεῖ διὰ τὴν ὕλην, ὡς ἐρεῖ προϊών, οὐχ ἕνεκα δέ του. τὸ δὲ ἐπεὶ τήν γ ’ ἀρχὴν ἐντεῦθεν δεῖ λαβεῖν ἴσον ἐστὶ τῷ τὴν δὲ κυρίως ἀρχὴν καὶ αἰτίαν, καθʼ ἣν ὅμοια καὶ ἀνόμοια γίνεται τοῖς γεννήσασιν, ἐντεῦθεν ληπτέον· εὔπεπτα μὲν γὰρ ὄντα τὰ καταμήνια κα θ ’ αὑτήν, τουτέστιν οἵα ἐστὶν αὐτὴ τὴν μορφὴν ἡ τοῦ ἄρρενος κίνησις, τοιοῦτον ποιήσει καὶ τὸ ἐξ αὐτῆς γεγονός. εἰπὼν δὲ ἡ τοῦ ἄρρενος κίνησις, ἐπήγαγε τὸ γὰρ γονὴν λέγειν ἢ κίνησιν τὴν αὔξουσαν, ὡς εἰ ἔλεγε ʼτὴν ἀπὸ τοῦ ἄρρενος ποιητικὴν αἰτίαν, εἴτε κίνησίν τις λέγειν βούλεται εἴτε γονὴν εἴτε αὔξουσαν καὶ συνιστῶσαν, οὐδὲν διαφέρει· πάντα γὰρ ταῦτα ἁρμόζει κατʼ αὐτῆς λέγεσθαιʼ. p. [35]
3 180
767b23 Λέγω δὲ ἑκάστην δύναμιν τόνδε τὸν τρόπον. Εἰπὼν ὅτι καθʼ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν τὴν ἔλλειψιν ποιήσει κατʼ αὐτήν, σαφηνίζων τὸ καθʼ ὁποίαν ἐπήγαγε τὸ λέγω δὲ κα θ ’ ἑκάστην δύναμιν τόνδε τὸν τρόπον, καὶ εἴη ἂν τὸ καθʼ ἑκάστην ἴσον τῷ καθʼ ὁποίαν. ἔχει γὰρ δυνάμεις πολλὰς τὸ σπέρμα· ἔχει γὰρ δύναμιν τοῦ ποιῆσαι Σωκράτην, ἀλλὰ καὶ τοῦ ποιῆσαι ἄνθρωπον ἁπλῶς καὶ μὴ Σωκράτην, ἀλλὰ καὶ τοῦ ζῷον. καθʼ ὁποίαν οὖν μὴ κρατήσῃ τούτων τῶν δυνάμεων· δεῖ δὴ ἄνωθεν ἀρξαμένους οὕτως εἰπεῖν, ὡς ἂν δῆλον γένηται τό τε καθʼ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν καὶ τὰ λοιπὰ τῆς λέξεως. εἰπὼν ὅτι τόνδε τὸν τρόπον, ἐκτίθεται τὸν τρόπον λέγων ʼτὸ γεννῶν ἐστι μὲν ἄρρεν, ἐστὶ δὲ καὶ Σωκράτης καὶ ἄνθρωπος καὶ ζῷον, ἐστὶ δὲ καὶ γείτων τουδί, ἐστὶ δὲ καὶ γραμματικός. ἀλλὰ τὸ μὲν ἄρρεν καὶ ὁ Σωκράτης καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῷον ὑπάρχουσι τῷ γεννητικῷ ᾗ γεννητικῷ καὶ καθʼ αὑτά, τὸ δὲ γείτονα εἶναι τοῦδέ τινος καὶ γραμματικὸν ὑπάρχει τῷ γεννητικῷ οὐχ ᾗ γεννητικῷ καὶ καθʼ αὑτά, ἀλλὰ κατὰ συμβεβηκόσʼ. ὅτι δὲ κατὰ συμβεβηκὸς ταῦτα ὑπάρχει αὐτῷ, δῆλον· οὐδέποτε γὰρ γεγέννηται γραμματικός, ἄρρεν δὲ καὶ ὅμοιον πάντῃ πάντως τῷ Σωκράτει γέγονε. τρεῖς οὖν δυνάμεις ὑπάρχουσιν αὐτῷ ὡς γεννητικῷ ἢ τέσσαρες, ἡ τοῦ ἄρρενος, ἡ τοῦ Σωκράτους, ἡ τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου· καὶ ἔστι μάλιστα ἴδιον τῷ γεννῶντι τὸ ἄρρεν, δεύτερον δὲ ὁ Σωκράτης, τρίτον ὁ ἄνθρωπος, εἶτα τὸ ζῷον. ἰσχύει δὲ πρὸς τὴν γένεσιν μάλιστα τὸ ἴδιον, δεύτερον δὲ τὸ ἐγγύτερον τοῦ ἰδίου, τουτέστι τὸ μάλιστα ἐγγίζον καὶ πλησιάζον τῷ ἰδίῳ· τοῦτο δὲ ἦν ὁ Σωκράτης, εἶτα ὁ ἄνθρωπος, εἶτα τὸ ζῷον. εἰπὼν ταῦτα ἐπάγει γεννᾷ τὸ γεννῶν καὶ τὸ κα θ ’ ἕκαστον οἷον Κορίσκον καὶ τὸ γένος οἷον ἄνθρωπον ἢ ζῷον, οὐ τοῦτο λέγων ὅτι τὸ καθόλου γεννᾷ, ἀλλʼ ὅτι ἐπειδὴ τὸ καθόλου ἐν τοῖς μερικοῖς, ἐὰν μὲν γεννήσῃ ὅμοιον ἑαυτῷ, φαμὲν ὅτι τὸ καθʼ ἕκαστον γεγέννηκεν, εἰ δʼ ἁπλῶς ἄνθρωπον, τὸ καθόλου. γεννᾷ οὖν τὸ γεννῶν καὶ τὸ καθʼ ἕκαστον καὶ τὸ γένος, ἀλλὰ μᾶλλον τὸ κα θ ’ ἕκαστον · τοῦτο γὰρ ἡ οὐσία καὶ τὸ γινόμενον, τουτέστιν ἡ οὐσία πρώτως καὶ μάλιστα καὶ κυριωτάτη, ἥτις καὶ γεννᾶται, τὸ καθʼ ἕκαστόν ἐστι, τὸ δὲ καθόλου ἐνορᾶται αὐτῷ. γίνεται μὲν γά ρ, φησί, τὸ γινόμενον καὶ ποιόν τ ι, οἷον λευκὸν ἢ θερμόν, ἀλλὰ κυρίως τὸ γινόμενόν ἐστι τὸ τόδε τι καὶ ἡ οὐσία. διόπερ ἀπὸ τῶν δυνάμεων, καὶ προσυπακουστέον τὸ τοῦ γεννῶντος, ὡς εἶναι τὸ λεγόμενον ʼὅσαι δυνάμεις εἰσὶν ἐν τῷ γεννῶντι (ἦσαν δὲ αὗται τὸ ἄρρεν, ὁ Σωκράτης, ὁ ἄνθρωπος, τὸ ζῷον), τοσαῦται καὶ ἐν τῷ σπέρματί εἰσι τῷ ἀπʼ αὐτοῦ ἀπιόντι· εἰσὶ δὲ ἐν αὐτῷ ἐνεργείᾳ, αἱ δὲ τῶν προγόνων εἰσὶ μέν, ἀλλὰ δυνάμειʼ. [30]