Ancient Library
The Greek and Latin classics — every word parsed, every form defined

Michael of Ephesus: Commentary on Aristotle’s Generation of Animals

Library › Greek: Philosophy › Commentary on Aristotle's Generation of Animals

This is a commentary on Aristotle's Generation of Animals written by Michael of Ephesus, a Byzantine scholar of the 12th century. It came down under the name of John Philoponus, but it is now assigned to Michael. Working through Aristotle's text passage by passage, it explains in detail his account of reproduction, embryology, heredity and the causes of animal generation.

Michael of Ephesus belonged to a 12th-century circle that commented on Aristotle's biological and ethical works, many of which had received little earlier attention. His commentary on the Generation of Animals shows how Byzantine scholars read and explained Aristotle's biology for their own time.

About this edition. The Greek text comes from the Eulogikon open corpus of public-domain editions (standard reference: CAG XIV.3 (Hayduck 1903)). Every word has been analyzed with odyCy, a neural language model for Ancient Greek — click or tap any word for its dictionary form, part of speech, and complete morphology, together with the full entry from the Liddell–Scott–Jones Greek–English Lexicon (LSJ).

Ancient Greek · Philosophy
Commentary on Aristotle's Generation of Animals
Michael of Ephesus · Part 6 · every word parsed
3 181
καὶ διὰ τὸ εἶναι τὰς τοῦ γεννῶντος ἐνεργείᾳ, εἶπε τὸ μᾶλλον δὲ καὶ ἐγγύτερόν εἰσιν αἱ τοῦ γεννῶντος· τοῦτο γὰρ εἶπε κα θ ’ ἕκαστόν τ ι. τούτων οὕτω προληφθέντων καὶ προσέτι ὅτι τῷ μὲν ἄρρενι ἀντίκειται τὸ θῆλυ, τῷ δὲ Σωκράτει ὁ μὴ Σωκράτης καὶ τῷ ἀνθρώπῳ ὁμοίως ὁ μὴ ἄνθρωπος, καθʼ ὁποίαν ἂν μὴ κρατήσῃ δύναμιν, ἀναγκαῖον ἐξίστασθαι καὶ γίνεσθαι τὸ ἀντικείμενο ν. ἂν μὲν γὰρ ὁ Σωκράτης κρατήσῃ καθὸ ἄρρεν, καθὸ δὲ Σωκράτης κρατηθῇ, τῆς Ξανθίππης δηλονότι καθὸ θῆλυ κρατηθείσης, καθὸ δὲ Ξανθίππη κρατησάσης, ἀνάγκη ἄρρεν γίνεσθαι ἐοικὸς τῇ μητρί. ἐπειδὴ γὰρ ᾗ ἄρρεν ἐκράτησε, τὸ δʼ ἄρρεν κρατῆσαν ἄρρεν ποιεῖ, ἀνάγκη τὸ γεγονὸς ἄρρεν εἶναι, ᾗ δὲ Σωκράτης ἐκρατήθη, γεγονέναι ὅμοιον τῇ Ξανθίππῃ· αὕτη γὰρ προσεχῶς ἀντίκεται τῷ Σωκράτει. ἂν δὲ κρατήσῃ καὶ καθὸ ἄρρεν καὶ καθὸ Σωκράτης, ἀνάγκη ἄρρεν γίνεσθαι καὶ ὅμοιον τῷ Σωκράτει. ἂν δὲ ᾗ μὲν Σωκράτης κρατήσῃ, ᾗ δὲ ἄρρεν κρατηθῇ, τὸ γεγονὸς ἔσται θῆλυ καὶ ὅμοιον τῷ Σωκράτει. εἰ δὲ κατʼ ἄμφω κρατηθῇ, καὶ ὡς ἄρρεν καὶ ὡς Σωκράτης, ἔσται τὸ γεγονὸς θῆλυ καὶ ὅμοιον τῇ Ξανθίππῃ. ὥσπερ γὰρ τῷ καθόλου πατρί (τοῦτον γὰρ εἶπεν ὅλον πατέρα) ἀντίκειται ἡ καθόλου μήτηρ, οὕτω καὶ τῷ καθʼ ἕκαστον ἡ καθʼ ἕκαστον. ἂν δὲ ὡς ἄρρεν μὲν κρατήσῃ, ὡς Σωκράτης δὲ κρατηθῇ, καὶ κρατηθῇ οὐχ ὑπὸ τῆς Ξανθίππης, μεταβήσεται εἰς τὴν τοῦ πάππου ὁμοιότητα (ἐγγὺς γὰρ οὗτος τῷ Σωκράτει, ἀεὶ δὲ εἰς τὸν ἐχόμενον μεταβαίνει μᾶλλον)· εἰ δὲ μή, εἰς τὴν τοῦ προπάππου. τοῦτο δὲ ῥητέον καὶ ἐπὶ τῆς τήθης· τήθη δέ ἐστιν ἡ τοῦ πάππου ὁμευνέτις. δυνάμεις φησὶ δημιουργούσας τὴν τοῦ ἄρρενος καὶ τοῦ Σωκράτους καὶ τὴν τοῦ θήλεος καὶ τῆς Ξανθίππης· ἢ μᾶλλον δημιουργούσας δυνάμεις ῥητέον τὴν τοῦ Σωκράτους καὶ τῆς Ξανθίππης, ὡς ἐκ τῶν ἑξῆς ἔσται δῆλον. τὸ δὲ λύονται ἀντὶ τοῦ μεταβαίνουσιν εἴληπται. αἱ τοίνυν δημιουργοῦσαι δυνάμεις, οἷον ἡ τῆς Ξανθίππης καὶ τοῦ Σωκράτους, εἰς τὸ ἐγγὺς μεταβαίνουσιν· εἰ γὰρ ἡ τοῦ γεννῶντος Σωκράτους κίνησις λυθῇ, κατʼ ἐλαχίστην διαφορὰν μεταβαίνει εἰς τὴν τοῦ πατρός, δεύτερον εἰς τὴν τοῦ πάππου. ἀλλὰ καὶ ἐπὶ τῶν θηλέων ἡ τῆς γεννώσης δημιουργοῦσα δύναμις εἰς τὴν τῆς μητρὸς λύεται καὶ μεταβαίνει, εἶτʼ ἐφεξῆς εἰς τὴν τήθης. [30]
3 182
ταῦτα εἰπὼν ἐπιφέρει μάλιστα μὲν οὖν πέφυκεν ᾗ ἄρρεν καὶ ᾗ πατὴρ ἅμα κρατεῖν καὶ κρατεῖσθαι, οὐ τοῦτο λέγων, ὡς ἄν τῳ δόξειεν ἐκ τῆς λέξεως, ὡς ἅμα πέφυκε τὸ αὐτὸ ᾗ ἄρρεν καὶ ᾗ πατὴρ κρατεῖν τε καὶ κρατεῖσθαι, ἀλλʼ ἔστι τὸ λεγόμενον ἴσον τῷ πέφυκε καὶ κατὰ φύσιν μάλιστά ἐστιν, ὅταν τι καθὸ ἄρρεν κρατήσῃ, ἅμα καὶ καθὸ πατὴρ κρατεῖν, εἰ δὲ καθὸ ἄρρεν κρατηθῇ καὶ γένηται θῆλυ, ἅμα καὶ καθὸ Σωκράτης κρατεῖσθαι ὑπὸ τῆς Ξανθίππης· μικρὰ γὰρ ἡ διαφορὰ τοῦ τε ἄρρενος καὶ Σωκράτους πατρός, καὶ τοῦ θήλεος καὶ τῆς Ξανθίππης, ὥστε τὸ ὡς ἄρρεν κρατῆσαν καὶ ὡς πατὴρ ἐκράτησε, τὸ δὲ ὡς θῆλυ καὶ ὡς Ξανθίππη. καὶ ταῦτα ὁ Ἀριστοτέλης δηλῶν ἐπιφέρει διὸ ὡς ἐπὶ τὸ πολὺ τὰ μὲν ἄρρενα τῷ πατρὶ ἔοικ ε , τὰ δὲ θήλεα τῇ μητρ ί. ἡ γὰρ ἔκστασις ἅμα εἰς ἄμφω ἐγένετο· τὸ γὰρ ἐκ τοῦ ἄρρενος εἰς τὸ θῆλυ ἐκστὰν ὡς ἀντικείμενον εὐθὺς εἰς τὴν Ξανθίππην μεταβαίνει, ὁμοίως καὶ τὸ εἰς τὸ ἄρρεν εὐθὺς καὶ εἰς Σωκράτην· οὐ γὰρ ἐργῶδές τι καὶ δυσχερὲς τὸ ἅμα συμμεμιγμένα ἄμφω γίνεσθαι, οἷον ἄρρεν καὶ Σωκράτην ἢ θῆλυ καὶ Ξανθίππην. καὶ ὅτι ἡ ἔκστασις εἰς ἄμφω γίνεται, οἷον εἰς θῆλυ καὶ Ξανθίππην ἢ ἄρρεν καὶ Σωκράτην, αὐτὸς συλλογιστικῶς ἐδήλωσεν διὰ τοῦ ἀντίκειται δὲ τῷ μὲν ἄρρενι τὸ θῆλ υ , τῷ δὲ πατρὶ ἡ μήτηρ, ὃ ἡ μείζων πρότασίς ἐστι τοῦ συλλογισμοῦ, καὶ διὰ τοῦ ἡ δὲ ἔκστασις εἰς τὰ ἀντικείμενα, ὃ ἡ ἐλάττων ἐστίν· ὡς εἶναι τὸν συλλογισμὸν τοιοῦτον ʼἡ ἔκστασις εἰς τὰ ἀντικείμενα, ἀντίκειται δὲ τῷ ἄρρενι τὸ θῆλυ, τῷ δὲ πατρὶ ἡ μήτηρ, ὥστε ἡ ἔκστασις εἰς ἄρρεν καὶ πατέρα ἔσται ἢ εἰς θῆλυ καὶ μητέραʼ. δείξας οὖν ὁποῖόν τι γίνεται, εἰ αἱ δημιουργοῦσαι δυνάμεις εἰς τὰς ἐγγὺς ἢ εἰς τὰς πόρρω λυθῶσι, τεχνοῖ ἐντεῦθεν καὶ τί ἀποβαίνει, ἐὰν ἡ ἀπὸ τοῦ ἄρρενος κρατήσῃ κίνησις, ἡ δὲ ἀπὸ τοῦ Σωκράτους μὴ κρατήσῃ. ταῦτα δὲ δέδεικται ὡς ἐξ ἄλλης ἀρχῆς τοῦ ἐὰν δὲ ἡ μὲν ἀπὸ τοῦ ἄρρενος κρατήσῃ κίνησι ς. ὅτι δʼ ἕτερον τὸ λύονται τοῦ κρατοῦνται, αὐτὸς μετὰ μικρὸν ἐδήλωσεν εἰπών ** τὸ οὖν λύονται δὲ αἱ κινήσεις αἱ δημιουργοῦσαι ἴσον ἐστὶ τῷ κρατοῦνται μᾶλλον ὑπὸ τῶν ἐγγύς. τὸ δὲ ἅμα γὰρ εἰς ἄμφω ἔκστασίς τις ἐγένετο δυνάμει τοιοῦτόν ἐστι· δίδυμα γάρ τις τεκοῦσα τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, τὸ μὲν ἄρρεν ὅμοιον ἦν τῷ πατρί, τὸ δὲ θῆλυ τῇ μητρί· ἂν οὖν λυθῇ, ὥσπερ εἴρηται, ἡ τοῦ Σωκράτους δύναμις ὡς Σωκράτους μὴ εἰς τὴν τῆς Ξανθίππης, ἀλλʼ εἰς τὴν τοῦ πατρὸς αὐτοῦ, ἔσται ἄρρεν τῷ πάππῳ ἐοικός, τέλος δὲ συγχέονται, ὥστε μηδενὶ ἐοικέναι τῶν συγγενῶν, ἀλλʼ ἁπλῶς ἀνθρώπῳ. ἐπειδὴ γὰρ ὁ καθόλου ἄνθρωπος πᾶσιν ἀκολουθεῖ τοῖς καθʼ ἕκαστον, ἀνάγκη, ὅταν σύγχυσις γένηται, ἐοικέναι τῷ ἀκολουθοῦντι. [35]
3 183
ὅτι δὲ πᾶν τὸ κινοῦν κινεῖται ἔξω τοῦ πρώτου, δῆλον· καὶ γὰρ ἡ ἀπλανὴς ἀντιφέρεται ὑπὸ τῶν πλανωμένων ἢ κατὰ τὸν θαυμαστὸν Πτολεμαῖον καὶ ὑπὸ τῆς ἀνάστρου, καὶ ἐπὶ τούτῳ κατὰ ἑκατὸν χρόνους ἀναποδίζουσιν οἱ ἀπλανεῖς μοῖραν μίαν, ὡς τῷ εἰρημένῳ Πτολεμαίῳ δέδεικται. ἐπὶ δὲ τῶν ἀθλητῶν εἰ μὲν ἡ ἐν τῷ δεξιῷ ποδὶ φέρε εἰπεῖν φύσις κρατεῖν δύναται καὶ συμπέττειν, ἡ δʼ ἐν τῷ λαιῷ μὴ δύναται, πάνυ μείζων γίνεται ὁ δεξιὸς τοῦ ἀριστεροῦ, ὡς σχεδὸν μηδένα λόγον ἔχειν θάτερον πρὸς θάτερον. σατυρίασις δέ ἐστιν ὃ λέγουσιν ἐλεφαντιᾶν. οὐ μόνον δὲ τοῦ λαιοῦ μείζων ἐστὶν ὁ δεξιὸς ποὺς κατὰ πολὺ, ἀλλὰ καὶ ἑαυτοῦ μείζων γέγονεν ἢ πρὸ τοῦ ἄρξασθαι τρέφεσθαι, ἐλάττων γὰρ ἦν πρὸ τοῦ τρέφεσθαι. p. 769a9 Ἔνιοι μὲν γάρ φασιν, ἀφʼ ὁποτέρου ἂν ἔλθῃ σπέρμα πλέον, τούτῳ γίνεσθαι μᾶλλον ἐοικός. Εἰπών, πῶς τὰ τέκνα ὁτὲ μὲν ὅμοια γίνεται τοῖς τεκνώσασιν, ὁτὲ δὲ ἀνόμοια, ἐπειδή τινες τῶν φυσικῶν ἐπειράθησαν εἰπεῖν περὶ τῆς αἰτίας τούτου, οὐδὲν δὲ πιθανὸν οὐδὲ ἀναγκαῖον εἶπον, ἐκτίθεται τὰς δόξας αὐτῶν καὶ ἐλέγχει. ὧν μία ἦν ἡ λέγουσα ἀπὸ παντὸς τοῦ σώματος ἀπέρχεσθαι σπέρμα, καὶ ἀπὸ τοῦ θήλεος καὶ ἀπὸ τοῦ ἄρρενος, καὶ εἰ μὲν εἴη πλέον τὸ ἀπὸ τοῦ ἄρρενος, νικᾶν τὸ τοῦ θήλεος καὶ γίνεσθαι ἄρρεν καὶ ὅμοιον τῷ πατρί, εἰ δὲ ἔλαττον μὲν τὸ τοῦ ἄρρενος, πλέον δὲ τὸ τοῦ θήλεος θῆλυ καὶ ὅμοιον τῇ μητρί· ἂν δὲ ἴσον ᾖ ἑκατέρου καὶ μηδέτερον ὑπερέχῃ μὴ δυνάμενον θάτερον θατέρου κρατεῖν διὰ τὴν ἰσότητα ἀμφοῖν, οὐδετέρῳ γίνεται ὅμοιον, ἀλλʼ ἁπλῶς ἀνθρώπῳ. θεὶς οὖν ταύτην τὴν δόξαν εὐθὺς ἀπαντᾷ πρὸς αὐτὴν λέγων ʼεἰ δέδεικται ψεῦδος ὂν τὸ λέγειν ἀπὸ παντὸς ἀπέρχεσθαι τοῦ σώματος σπέρμα ἔχον ἐν ἑαυτῷ τὰ μόρια πάντα ἐνεργείᾳ, ἀναίσθητα δὲ διὰ σμικρότητα, ψεῦδος ἂν εἴη καὶ τὸ αἰτιᾶσθαι αὐτὸ τῆς ὁμοιότητος καὶ ἀνομοιότητος. ἔτι ἐπεὶ γίνεται καὶ θῆλυ ἐοικὸς τῷ πατρὶ καὶ ἄρρεν τῇ μητρί, ἀνάγκη, ᾗ μέν ἐστι θῆλυ τὸ τεχθέν, πλέον εἶναι τὸ ἀπὸ τῆς μητρός, ἔλαττον δὲ τὸ ἀπὸ τοῦ πατρός, ᾗ δὲ πάλιν ὅμοιον τῷ πατρί, πλέον εἶναι τὸ ἀπὸ τοῦ πατρός, ἔλαττον δὲ τὸ ἀπὸ τῆς μητρόσʼ. ἅμα δ ’ ἐλθεῖν πλέον ἀ π ’ ἀμφοτέρων ἀδύνατον, τουτέστιν ἅμα δὲ τὸ αὐτὸ καὶ ἕν, οἷον τὸ τοῦ θήλεος, τοῦ αὐτοῦ καὶ ἑνός, οἷον τοῦ ἀπὸ τοῦ ἄρρενος, καὶ πλέον εἶναι καὶ ἔλαττον ἀδύνατον. [30]
3 184
ὥσπερ γὰρ ὁ πέντε ἀριθμὸς καὶ μείζων καὶ ἐλάττων τοῦ ἓξ ἀριθμοῦ εἶναι οὐ δύναται, οὕτω οὐδὲ τὸ τοῦ θήλεος πλέον καὶ ἔλαττον τοῦ ἀπὸ τοῦ ἄρρενος. ἐνστὰς οὖν πρὸς αὐτὴν ἐκτίθεται καὶ τὴν λοιπήν, βελτίονα λέγων εἶναι τῆς προτέρας, ὅμως μέντοι ψευδῆ· αὕτη δὲ ἦν ἡ λέγουσα τὸ σπέρμα πανσπερμίαν εἶναι πάντων τῶν μερῶν. ὥσπερ γάρ, φησίν, εἰ νοήσομεν ὡς ἔν τινι ἀγγείῳ πολλούς τις εἰσήγαγε χυμούς, οἷον οἶνον, ὕδωρ, μέλι, ἔλαιον καὶ ἄλλα τινά, εἶτα δύναμιν εἶχε χωρίζειν αὐτὰ ἀπʼ ἀλλήλων, ἐν δὲ τῇ διακρίσει ταύτῃ λαμβάνειν ἐξ αὐτῶν ὡς ἔτυχε, συμβαίη ἂν ὁτὲ μὲν πλέον λαβεῖν οἴνου, ὁτὲ δὲ ἔλαττον, ὁτὲ δὲ ἴσον, ὁτὲ δὲ τοῦ μὲν οἴνου μηδʼ ὅλως λαβεῖν τι, ἀλλʼ εἰ τύχῃ, ὃ ἂν λάβῃ τοῦ μέλιτος εἶναι, ὁ δʼ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ὕδατος καὶ μέλιτος καὶ τῶν ἄλλων, οὕτω καὶ ἐν τῷ σπέρματι ἐπειδὴ ἔνεισι τὰ μόρια πάντα καὶ τὰ τοῦ ἄρρενος καὶ τὰ τοῦ θήλεος, εἰ μὲν συμβῇ λαβεῖν τὴν φύσιν πλείονα ἀπὸ τῶν τοῦ ἄρρενος, ἐοικὸς γίνεται τῷ ἄρρενι, εἰ δὲ πλείονα ἀπὸ τῶν τοῦ θήλεος, τῷ θήλει. λέγει δὲ τὸν λόγον τοῦτον πλασματώδη εἶναι καὶ ἀσαφῆ· οὐ γὰρ σαφῶς εἴρηκεν, εἴτε ἐνεργείᾳ εἰσὶ τὰ μόρια ἐν τῷ σπέρματι εἴτε δυνάμει, ὥσπερ ἡ προτέρα δόξα ἔλεγεν· ἐκείνη γὰρ σαφῶς εἶπεν ἐνεργείᾳ εἶναι τὰ μόρια ἐν τῷ σπέρματι. τὸ δὲ βούλεται δὲ καὶ βέλτιον λέγειν μὴ ἐνεργείᾳ ἴσον ἐστὶ τῷ φαίνεται μὴ λέγειν τὰ μόρια ἐνεργείᾳ ἐνεῖναι ἀλλὰ δυνάμει ἐκ τοῦ λέγειν αὐτὰ πανσπερμίαν· φανερῶς δὲ οὐ λέγει. βέλτιον δὲ καὶ δυνατὸν λέγειν δυνάμει, ἐκεῖνο δὲ ἀδύνατον, τουτέστιν ἐνεργείᾳ δὲ εἶναι ἐν τῷ σπέρματι ἀδύνατον. ἡμάρτανον δέ, φησί, καὶ ὅτι διʼ ἑνὸς τρόπου εἴτε τῆς πανσπερμίας εἴτε τοῦ ἀφʼ ἑκατέρου ἀπέρχεσθαι, ἀφʼ ἑτέρου δὲ πλέον, ἐπειρῶντο περὶ πάντων τὰς αἰτίας ἀποδιδόναι, τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος, καὶ τοῦ τὸ μὲν ἄρρεν τῷ πατρί, τὸ δὲ θῆλυ τῇ μητρὶ ἐοικέναι. αὐτὸς μὲν γὰρ εἰρήκει τὰ μὲν δυνάμει ἐν τῷ σπέρματι τὰ δὲ ἐνεργείᾳ, καὶ τὰ μὲν ἐγγύτερον τὰ δὲ πορρώτερον, καὶ ὅτι τὸ λυόμενον εἰς τὸ ἐφεξῆς λύεται, καὶ τἆλλα ὅσα εἰρήκει· ὁ δὲ ταῦτα μὲν παρορῶν, τρόπον δὲ ἕνα πάντων αἰτιώμενος εἴτε τὴν τῆς γονῆς πανσπερμίαν εἴτε τὴν ἀφʼ ὁποτέρου κατὰ τὸ πλεονάζον ἔκκρισιν, εἴη ἂν λέγων ἀδύνατα καὶ ἀδιανόητα. ἡμάρτανον δὲ περὶ τούτων διὰ τὸ πειρᾶσθαι διʼ ἑνὸς τρόπου ἀποδιδόναι τούτων πάντων τὰς αἰτίας· αὐτὸς γὰρ εἶπεν ὅτι συμβάλλονται πρὸς ἀρρενοτοκίαν καὶ θηλυτοκίαν, ὁμοιότητα καὶ ἀνομοιότητα καὶ αἱ τροφαὶ καὶ αἱ χῶραι ἄνεμοί τε καὶ τἆλλα πάνθʼ ὅσα εἰρήκει. [35]
3 185
λέγει δὲ καὶ τὰ γεννώμενα ὑπὸ τῶν γυναικῶν τέρατα καὶ ἔχοντα βοός, ὥς φασιν, ἢ μόσχου κεφαλὴν γίνεσθαι διὰ τὰς προειρημένας αἰτία ς· ἦσαν δὲ αὗται τό τε λύεσθαι τὰς κινήσεις τῶν ποιούντων καὶ τὸ ἐπικρατεῖν τὴν ὕλην. συμβαίνει μὲν οὖν ταῦτα διὰ τὰς προειρημένας αἰτίας, ἔστι δ ’ οὐθὲν ὧν λέγουσι, τουτέστιν οὔτε δὲ βοῦς οὔτε δὲ πρόβατον ἐξ ἀνθρώπου γίνεται, ἀλλʼ ἐοικότα μὲν βοῒ ἢ προβάτῳ, βόες δὲ καὶ πρόβατα οὔκ εἰσιν· οὐ γὰρ τὸ ἐοικός τινι ταὐτόν ἐστι τῷ ᾧ ἔοικεν. εἰσὶ γὰρ πολλοὶ τῶν κατὰ φύσιν ὄντων ἀνθρώπων καὶ μὴ πηρώματα μηδὲ τέρατα ὄντων ἐπιμήκη ἔχοντες τὰ πρόσωπα καὶ ὅμοια τοῖς τῶν βοῶν, ὅμως οὔκ εἰσι βόεια. διὸ καὶ σκώπτοντες οἱ εὐτράπελοι τοὺς μὴ καλοὺς μηδὲ εὐειδεῖς τοὺς μέν φασι βουπροσώπους, ἄλλους δὲ αἰγὶ φυσῶντι πῦρ (ἔστι γὰρ ὁ αἲξ ὥσπερ καὶ ἡ αἴξ, καὶ διὰ τοῦτο εἶπε φυσῶντι καὶ οὐ φυσώσῃ) ἄλλους δὲ εἴκαζον οἰὶ κυρίττοντ ι. τὶς δὲ φυσιογνώμων ἀνῆγε πάσας τὰς τῶν ἀνθρώπων ὄψεις, τουτέστι πάντα τὰ τῶν ἀνθρώπων πρόσωπα εἰς τριῶν ζῴων· οἷον γὰρ ἂν εἶδεν ἄνθρωπον, ἄνδρα ἢ γυναῖκα, ἀπείκαζε τὸ πρόσωπον αὐτοῦ ἑνί τινι τῶν τριῶν τούτων ζῴων καὶ ἔπειθε πολλάκις τοὺς ἀκούοντας. ὥσπερ οὖν οὗτοι πάντες ὁμοιότητά τινα ἔχουσι κατὰ τὰ σχήματα τῶν προσώπων πρὸς τὰ ἄλογα ζῷα, οὔκ εἰσι μέντοι οἱ αὐτοὶ ἐκείνοις, οὕτω καὶ τὰ γεννώμενα ἀπὸ τῶν ἀνθρώπων τέρατα. ὅτι δὲ ἀδύνατον ἢ ἄνθρωπον ἐκ προβάτου γενέσθαι ἢ πρόβατον ἐξ ἀνθρώπου, δηλοῦσιν οἱ χρόνοι τῆς κυήσεως· πῶς γὰρ δυνατὸν ἄνθρωπον ἐκ προβάτου γενέσθαι, τοῦ μὲν προβάτου ἐν τῷ τετάρτῳ μηνὶ γεννῶντος, τοῦ δʼ ἀνθρώπου ἐν τῷ ἑβδόμῳ ὀλιγάκις, τὰ πλεῖστα δʼ ἐν τῷ ἐνάτῳ, μάλιστα δὲ καὶ ἐν τῷ δεκάτῳ, ὅταν ἄρρεν τέκῃ; γεννᾷ δὲ ἐν τῷ ἑβδόμῳ οὐ μόνον τὰ τέλεια, ἀλλὰ καὶ τὰ τέρατα. ταῦτα εἰπὼν ἐπάγει τὰ μὲν οὖν τῶν τεράτων τοῦτον γίνεται τὸν τρόπον, τουτέστιν ἔχοντα κεφαλὰς καὶ πρόσωπα ὅμοια τοῖς τῶν βοῶν καὶ προβάτων, τὰ δὲ γίνεται ἐν τῷ ἔχειν τρεῖς ἢ τέτταρας ἐπὶ τῶν διπόδων πόδας ἢ ἓξ δακτύλους ἐπὶ τῶν πενταδακτύλων ἢ δύο κεφαλάς· ἐγέννησε γάρ τις γυνὴ τέρας δικέφαλον. p. 769b30 Δημόκριτος μὲν οὖν ἔφη γίνεσθαι τὰ τέρατα διὰ τὸ δύο γονὰς πίπτειν. Τὴν Δημοκρίτειον πρότερον περὶ τῆς τῶν τεράτων γενέσεως παρατίθεται δόξαν, εἶθʼ οὕτως ἐρεῖ τὴν αὑτοῦ. ἔλεγεν οὖν ὁ Δημόκριτος ὅτι ἐν τῇ σήμερον φέρε εἰπεῖν γεγονυίᾳ ὀχείᾳ εἰσῆλθεν ἐν τῇ ὑστέρᾳ ἀπὸ τοῦ ἄρρενος γονή, εἰσέρχεται δὲ καὶ ἐν τῇ εἰς αὔριον γενησομένῃ, καὶ ὅλως ἄλλη μὲν εἰσέρχεται ἐν τῇ προτέρᾳ ὀχείᾳ, ἄλλη δὲ ἐν τῇ ὕστερον γεγονυίᾳ. [30]
3 186
ὅταν οὖν δὶς ὀχευθῇ τὸ θῆλυ, καὶ δύο εἰσέλθωσιν ἐν τῇ ὑστέρᾳ αὐτοῦ γοναί, ὥσπερ ἡ πρότερον εἰσελθοῦσα πλάττει καὶ ποιεῖ χεῖρας καὶ πόδας καὶ τὰ λοιπά, οὕτω καὶ ἡ ὕστερον εἰσελθοῦσα τὰ αὐτὰ ποιεῖ· ἀλλὰ διὰ τὸ εἶναι τὸ καταμήνιον ἓν καὶ συνεχές, γίνονται καὶ τὰ ἐξ ἀμφοῖν ταῖν γοναῖν συνεχῆ ἀλλήλοις καὶ ἐπαλλάττοντα, τουτέστι κοινωνοῦντα καὶ ὅμοια ὄντα ἀλλήλοις, καὶ διὰ ταύτην τὴν αἰτίαν γίνεται εἷς ἄνθρωπος, ἔχων δύο μὲν κεφαλάς, τέσσαρας δὲ πόδας. ἔλεγε δὲ ὁ Δημόκριτος καὶ τὰ ᾠὰ τῶν ὀρνίθων τέρατα εἶναι· ταχείας γάρ, φησί, καὶ ἐν μιᾷ ὥρᾳ πολλάκις ἐπὶ τούτων γινομένης τῆς ὀχείας πολλαὶ εἰσέρχονται γοναί, καὶ διὰ τοῦτο τοῦ ᾠοῦ τὸ μέν ἐστι λευκόν, τὸ δὲ ὠχρόν· εἰ δὲ εἰσήρχετο μία γονή, ἢ ὠχρὸν ἂν ἦν τὸ πᾶν ἢ λευκόν. εἰσὶν οὖν, φησί, καὶ τὰ ᾠὰ τέρατα, ἀλλὰ διὰ τὸ ἀεὶ οὕτως γίνεσθαι τῇ ταχυτῆτι τῆς ὀχείας οὐ δοκοῦσιν εἶναι τέρατα. ἐπαλλάττειν δὲ καὶ κοινωνεῖν λέγει τὴν τῶν ᾠῶν χρόαν, διότι παντὸς ὀρνιθείου ᾠοῦ τὸ μέν ἐστι λευκὸν τὸ δʼ ὠχρόν. ἡ μὲν οὖν Δημοκρίτειος περὶ τῆς τῶν τεράτων γενέσεως δόξα αὕτη, τὴν ἀπὸ τοῦ ἄρρενος γονὴν αἰτιωμένη· ὅπερ οὗτος οὐ βούλεται, ἀλλὰ μᾶλλον τὴν ἀπὸ τοῦ θήλεος ὕλην. ἐγκαλεῖ δὲ τῷ Δημοκρίτῳ λέγων εἰ δὲ συμβαίνει ἐξ ἑνὸς σπέρματος πλείω γίνεσθαι καὶ μιᾶς συνουσία ς , ὅπερ φαίνετα ι. ἔστι δὲ τὸ λεγόμενον δυνάμει τοιοῦτον ʼεἰ ὅλως χρὴ τὸ ἀπὸ τοῦ ἄρρενος αἰτιᾶσθαι σπέρμα, ὡς Δημοκρίτῳ δοκεῖ, καὶ μὴ τὴν ἀπὸ τοῦ θήλεος ἀπόκρισιν, ὡς ἡμῖν, τί δεῖ ἀνακυκλεῖν καὶ λέγειν ὅτι ἡ πρότερον εἰσελθοῦσα γονὴ πεποίηκε τάδε, ἡ δʼ ὕστερον τάδε, καὶ μὴ ἀποφαίνεσθαι ὅτι ἡ αὐτὴ καὶ μία πεποίηκε τὰς τέσσαρας χεῖρας καὶ τὰς δύο κεφαλάς, καὶ τὰ λοιπὰ ὁμοίωσʼ; ὁρῶμεν γὰρ ὅτι ἐκ μιᾶς ὀχείας καὶ δηλονότι καὶ μιᾶς γονῆς διδυμοτοκοῦσι πολλαὶ τῶν γυναικῶν, ὁμοίως δὲ καὶ τῶν πολυτόκων πολλὰ ἐκ μιᾶς ὀχείας γεννᾷ πλείονα. εἰ οὖν ἡ μία γονὴ πολλὰ δύναται ποιεῖν ζῷα, ποιήσει ἄρα καὶ ἓν πλείονα ἔχον μέρη τῶν κατὰ φύσιν ἐπιβαλλόντων αὐτῷ· τοῖς γὰρ τοιούτοις, φησί, τουτέστι τοῖς πολυτόκοις, ἀναγκαῖον μάλιστα τοῦτο συμβαίνειν, τουτέστι τὸ τέρατα γεννᾶν. ἂν γὰρ μὴ διακριθῶσι τὰ σπέρματα (εἰ δεῖ ταῦτα αἰτιᾶσθαι κατὰ τὴν Δημοκρίτειον ἀπόφασιν) ἂν δὴ μὴ διακριθῶσι καὶ τοῦτο μὲν τὸ μέρος τοῦ ὅλου σπέρματος ποιήσῃ ζῷον, ἐκεῖνο δὲ τὸ μέρος ἕτερον καὶ ἄλλο ἄλλο, ἀλλʼ ἅμα ὦσι καὶ συνεχῆ ἀλλήλοις τὰ τοῦ ὅλου σπέρματος μόρια, γενήσεται ἕν τι ζῷον ἔχον, εἰ τύχῃ, δύο μὲν κεφαλάς, ἓξ δὲ πόδας, τέσσαρα δὲ ὦτα. ταῦτα εἰπὼν πρὸς Δημόκριτον τὴν ἑαυτοῦ ἐκτίθεται δόξαν λέγων ὅλως δὲ μᾶλλον τὴν αἰτίαν τῆς τῶν τεράτων γενέσεως οἰητέον ἐν τῇ ὕλ ῃ, τουτέστιν ἐν τῇ ἐκκρίσει τῇ ἀπὸ τοῦ θήλεος καὶ ἐν τῷ κυήματι τῷ ἐκ τοῦ καταμηνίου καὶ τῆς τοῦ ἄρρενος ὄντι γονῆς. [35]
3 187
ἂν γὰρ ἐπικράτεια γένηται ἐν τῷ κυήματι τῆς ὕλης, ἧττα δὲ τῆς γονῆς, τέρας ἔσται τὸ γεγονός. λέγει δὲ μάλιστα γίνεσθαι ἐν ταῖς ἀλεκτορίσι τὰ τέρατα διὰ τὸ ἔχειν πολλὰ κυήματα, καὶ πλησίον εἶναι ἀλλήλων, ὥστε ἅπτεσθαι θάτερον θατέρου, ἁπτόμενα δὲ συμφύονται· ἐξ οὗ συμβαίνει πολλάκις περικλείεσθαι ὑπὸ ἑνὸς κελύφους δύο ὠχρά, καὶ δὴ ὁρῶμεν πολλὰ τῶν ᾠῶν δύο ἔχον ἕκαστον αὐτῶν ὠχρά. καὶ ἐπεί, ὡς πολλάκις εἴρηται, τὸ μὲν τοῦ νεοττοῦ σῶμα ἐκ τοῦ λευκοῦ γίνεται, ὡς δὲ προϊὼν ἐρεῖ, οἱ [δὲ] πόδες καὶ ἡ τροφὴ ἐκ τοῦ ὠχροῦ· ἐπειδὴ γὰρ οἱ πόδες τῶν ἄλλων γεωδέστεροί εἰσιν ὀστῶν (τὰ γὰρ πλῆκτρα καὶ οἱ ὄνυχες καὶ αἱ ἐν τοῖς σκέλεσι λεπίδες παντελῶς εἰσι γεώδεις), τοιοῦτον δὲ καὶ τὸ ὠχρόν (γεῶδες γὰρ καὶ τοῦτο, ὡς πολλάκις εἴρηται), ἀναγκαῖον ἐκ τοῦ ὠχροῦ ἴσχειν τὴν γένεσιν τὰ σκέλη· ἐπεὶ οὖν ἐκ τοῦ ὠχροῦ οἱ πόδες, ἐν ᾧ ᾠῷ δύο εἰσὶν ὠχρά, ἀναγκαῖον τέσσαρας ἢ τρεῖς ἐξ αὐτοῦ γίνεσθαι πόδας. συμφύονται δέ, φησί, πολλὰ κυήματα τῶν ὀρνίθων ὥσπερ καὶ πολλὰ τῶν περικαρπίων· ὁρῶμεν γὰρ δύο κάρυα συμπεφυκότα ἀλλήλοις καὶ ἄλλα πολλά. τούτων οὖν τῶν ὀρνιθείων ᾠῶν ὅσων αἱ λέκιθοι (λέγων λεκίθους τὰ ὠχρά) κεχωρισμέναι εἰσὶν ἀπʼ ἀλλήλων διά τινος ὑμένος, γίνονται ἐκ τοῦ αὐτοῦ καὶ ἑνὸς ᾠοῦ δύο νεοττοὶ τέλειοι μηδὲν ἔχοντες περιττὸν μηδὲ τερατῶδες· ὅσων δὲ συμβῇ τὰς λεκίθους μὴ διείργεσθαι ἀπʼ ἀλλήλων ὑμένι, ἀλλὰ συνεχεῖς εἶναι, γίνονται οἱ τερατώδεις νεοττοὶ μίαν μὲν ἔχοντες κεφαλὴν καὶ ἓν σῶμα, ἐπειδὴ καὶ τὸ λευκὸν ἕν 〈τέτταρα δὲ σκέλη〉. ὅταν γὰρ γένηται ἓν ζῷον μίαν ἔχον κεφαλὴν καὶ ἓν σῶμα, τέτταρα δὲ σκέλη, τότε δὴ [τότε] συμβέβηκε καὶ τὰ λευκὰ τὰ δύο καὶ τὰ ὠχρὰ τὰ δύο μὴ διείργεσθαι ἀπʼ ἀλλήλων ὑμένι. γίνεται δὲ μία κεφαλὴ καὶ ἓν σῶμα διὰ τὸ τὰ δύο λευκὰ ἀνακραθῆναι καὶ διʼ ἀλλήλων χωρῆσαι καὶ ἕν τι σύστημα καὶ μίαν κρᾶσιν ἐξ ἀμφοτέρων καὶ φύσιν γεγονέναι, τέτταρες δὲ ἢ τρεῖς πόδες, διότι τὰ ὠχρά, εἰ καὶ συμπεφύκασιν ἀλλήλοις κατὰ τὰς ἄκρας, ἀλλʼ οὖν δύο πάλιν εἰσὶ καὶ οὐχ ἕν· οὐ γὰρ δύναται ῥᾳδίως οὕτω τὰ ὠχρὰ ἀνακραθῆναι καὶ ἕν τι γενέσθαι διὰ τὸ δυσδιαίρετον αὐτῶν, ὅπερ αὐτοῖς παρέχεται τὸ ἐνὸν γεῶδες. ὅτι δὲ τὰ μὲν λευκὰ ῥᾷστα ἀναμίγνυται καὶ ἀνακεράννυται, τὰ δὲ ὠχρὰ τοὐναντίον, δῆλον ἐπὶ τῶν φαινομένων· εἰ γὰρ δύο ἢ τρία ἢ καὶ πλείονα ᾠὰ θραύσειέ τις καὶ εἰς ἀγγεῖόν τι ἐμβιβάσειεν, ὄψεται τὰ μὲν λευκὰ ἕν τι γεγονότα, τὰ δʼ ὠχρὰ καθʼ αὑτὰ μένοντα ἐν τῷ οἰκείῳ ὅρῳ τε καὶ σχήματι. [30]
3 188
γίνεται οὖν μία κεφαλὴ καὶ ἓν σῶμα, ὅτι καὶ τὸ ἐξ ἀμφοῖν λευκὸν ἕν, πλείονες δὲ τῶν δύο πόδες, ὅτι καὶ τὰ ὠχρὰ δύο καὶ οὐχ ἕν. ὅταν δὲ δύο γένωνται ἐκ τοῦ ἑνὸς ᾠοῦ νεοττοὶ τέλειοι, τότε συνέβη ἕκαστον λευκὸν καὶ ἕκαστον ὠχρὸν καθʼ αὑτὸ εἶναι ὑμένι τινὶ περιεχόμενον· ἐπεὶ οὖν κεχώρισται ἀπʼ ἀλλήλων καὶ τὰ λευκὰ καὶ τὰ ὠχρά, ἀναγκαῖόν ἐστι δύο γενέσθαι νεοττοὺς ὑγιεῖς μηδέν τι τερατῶδες ἔχοντας. ἡ μὲν οὖν διάνοια τῶν εἰρημένων, οἶμαι, τοιαύτη, ἣν αὐτὸς ἐλλιπῶς διὰ βραχυλογίαν ἀπήγγειλεν. ἐν δὲ τῇ λέξει τῇ διὰ τὸ ἀδιόριστα εἶναι τὰ ὠχρὰ τὸ λεγόμενον ἴσον ἐστὶ τῷ διὰ τὸ μὴ εἶναι κεχωρισμένα ὑμένι, ἀλλὰ συνεχῆ. λέγει δὲ ἐν τοῖς ὄφεσι σπάνια γίνεσθαι τὰ τέρατα διὰ τὸ σχῆμα τοῦ σώματος αὐτῶν· ἐπίμηκες γὰρ καὶ ὅμοιον ῥάβδῳ ὄν, ἀνάγκη καὶ τὴν ὑστέραν ἐπιμήκη εἶναι, ὥστε καὶ τὰ ᾠὰ στοιχηδὸν καὶ ἐφεξῆς τόδε μετὰ τόδε κεῖσθαι καὶ μὴ σωρηδὸν ὡς τὰ τῶν ἀλεκτορίδων· ἐφεξῆς δὲ κειμένων σπανίως ἐν τῷ αὐτῷ καὶ ἑνὶ ᾠῷ συμβαίνει δύο γίνεσθαι κυήματα. ἐν δὲ ταῖς μελίτταις οὐ γίνεται τέρατα, ὅτι τὰ κυττάρια, ἐν οἷς ἐστιν ὁ τόκος αὐτῶν, κεχωρισμένα ἐστὶν ἀπʼ ἀλλήλων, ὥστε καὶ οἱ ἐν αὐτοῖς τόκοι. ὀλιγάκις δὲ γίνεται καὶ ἐν τοῖς ἀνθρώποις τὰ τέρατα διὰ τὸ τέλεια γεννᾶν· ὅσα δὲ δύναται τέλεια γεννᾶν βραδέως ἀποτυγχάνει. ὥσπερ γὰρ οἱ χαριέστατοι τῶν ζωγράφων βραδέως ἀποτυγχάνουσι περὶ τὰς τῶν μιμουμένων ὑπʼ αὐτῶν ἐμφερείας, οὕτω καὶ τὰ τελειογόνα. ἐν δὲ τῇ λέξει τῇ τὰ γὰρ πολλὰ τίκτει τυφλὰ τούτων τὸ τούτων περὶ τῶν πολυσχιδῶν εἴρηται· δῆλον δὲ ὅτι καὶ τυφλὰ καὶ ἀτελῆ. προωδοποίηται οὖν καὶ ἐπιτήδειον καὶ εὐφυὲς πρὸς τεράτων γένεσιν γίνεται τὸ μὴ γεννᾶν ὅμοια. ἐπειδὴ γὰρ ἡ μὲν γεννῶσα κύων ὀφθαλμοὺς ἔχει, τὰ δὲ γεννώμενα οὐκ ἔχει (τυφλὰ γάρ, καὶ ἐκτὸς τελειοῦνται τὰ ὄμματα αὐτῶν), δῆλον ὡς ἀνόμοια ἑαυτῇ γεννᾷ, ἀνόμοια δὲ κατὰ τὸ τέλειον καὶ ἀτελές. διόπερ ἐπαλλάττει τοῦτο τὸ σύμπτωμα τοῖς τοιούτοις τὴν φύσι ν. τοιούτοις λέγει τοῖς πολυτόκοις, σύμπτωμα δὲ τὸ γεννᾶν τέρατα· τῷ δὲ ἐπαλλάττειν νῦν ἀντὶ τοῦ εὑρίσκεσθαι ἐχρήσατο. τὸ οὖν τέρατα, φησί, γίνεσθαι μάλιστα ἐν τοῖς πολυτόκοις εὑρίσκεται. ἐπεὶ δὲ τῶν φύσει γινομένων τὰ μὲν ἀεὶ οὕτως γίνεται, ὥσπερ τροπαὶ ἀνατολαί τε καὶ δύσεις, τὰ δʼ ὡς ἐπὶ τὸ πολύ, ἐν τοῖς ὡς ἐπὶ τὸ πολὺ γινομένοις ἡ τῶν τεράτων συνίσταται γένεσις· ὅταν γὰρ ἀπολισθήσῃ τοῦ ὡς ἐπὶ τὸ πολύ, τέρας ἤδη τὸ ἀπολισθῆσάν ἐστι. p. [35]
3 189
770b13 Ἐπεὶ καὶ τούτων ἐν ὅσοις συμβαίνει παρὰ τὴν τάξιν μὲν ταῦτα, ἀεὶ μέντοι μὴ τυχόντως. Τὸ μὴ τυχόντως ἴσον ἐστὶ τῷ μὴ ποτὲ μὲν οὕτως, ποτὲ δὲ ἄλλως, ἀλλʼ ἀεὶ ὡσαύτως. ἔστι δὲ τὸ λεγόμενον καὶ ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ γινομένων ἂν ἡ παρέκβασις ἀεὶ ἐν τῷ αὐτῷ καὶ ἑνὶ γένηται, οὐ δοκεῖ τέρας εἶναι. οἷον ὡς ἐπὶ τὸ πολὺ γίνονται οἱ ἄνθρωποι κατὰ φύσιν πενταδάκτυλοι· ἂν δὴ ὁσάκις ἂν ἐγεγόνει ἐκτροπὴ καὶ ἀποτυχία τοῦ πενταδακτύλου, εἰς τὸ τετραδάκτυλον ἐγίνετο ἡ παρέκβασις, ὡς πάντα ἄνθρωπον ἢ τετραδάκτυλον ἢ πενταδάκτυλον εἶναι, οὐκ ἂν ἐδόκει τέρας τὸ τετραδάκτυλον· νῦν δʼ ἐπειδὴ γίνεται καὶ εἰς ἑξαδάκτυλον καὶ τριδάκτυλον, ἐπὶ τούτῳ δοκεῖ τέρας τὸ τετραδάκτυλονʼ. ὅταν οὖν, φησίν, ἡ κατὰ τὸ εἶδος φύσις, τουτέστιν ἡ ἀπὸ τοῦ ἄρρενος γονή, μὴ κρατήσῃ τὴν κατὰ τὴν ὕλη ν, ἤτοι τὴν τοῦ θήλεος ἔκκρισιν, ἀλλὰ κρατηθῇ, γίνεται τέρας. οὔτε δὴ τὰ ἀεὶ μὴ τυχόντως γινόμενα λέγουσι τέρατα οὔτε τὰ μὴ τυχόντως γινόμενα περικάρπια. ἡ γὰρ ἄμπελος, ἣν καλοῦσι κάπνεον, ὡς ἐπὶ τὸ πολὺ γεννᾷ βότρυας μεταξὺ λευκοῦ καὶ μέλανος ὄντας· ὅταν δʼ ἐκ τούτου τοῦ χρώματος τραπῇ, μεταβαίνει εἰς τὸ μέλαν, οὐδέποτε δʼ ἀνήνεγκε λευκούς. διὸ οὐ καλοῦσι τοὺς μέλανας τέρατα, διὰ τὸ εἰς τὸ μέλαν ἀεὶ γίνεσθαι τὴν παρέκβασιν. τὰ δʼ ἑξῆς σαφῶς ἀπαγγέλλεται. μεθεστῶτα δὲ τοὺς τόπους λέγει τὰ τοὺς οἰκείους τόπους ἀμείψαντα· ἐν πολλοῖς γὰρ ὦπται τὸ μὲν ἧπαρ ἐν τοῖς ἀριστεροῖς, ὁ δὲ σπλὴν ἐν τοῖς δεξιοῖς κείμενα. λέγει δὲ μηδὲν τῶν ἐναίμων γεγονέναι χωρὶς ἥπατος· τούτου γάρ ἐστι δηλωτικὸν τὸ ἧπαρ δὲ οὐκ ἔχον μὲν οὐθέ ν. τὸ μὲν οὖν μηδʼ ὅλως ἔχειν ἧπαρ οὐδέπω γέγονε, τὸ δὲ μὴ ὅλον ἔχειν, ἀλλὰ μέρος γέγονε· πολλὰ γὰρ γέγονε τὸ ἥμισυ μόνον τοῦ ἥπατος ἔχοντα. τὸ δὲ ἐν δὲ τοῖς εἰρημένοις ἔχοντα πολλὴν καὶ παντοδαπὴν ταραχὴν ταὐτόν ἐστι τῷ πολλὴν ταραχὴν παρέχει καὶ θόρυβον τοῖς ζητοῦσι τὰς αἰτίας αὐτῶν, πῶς γίνονται τὰ μὲν τὸ ἥμισυ ἔχοντα τοῦ ἥπατος, ἄλλα δὲ τὸν μὲν σπλῆνα ἐν τοῖς δεξιοῖς, ἐν τοῖς ἀριστεροῖς δὲ τὸ ἧπαρ, καὶ τὰ ἄλλα πάντα, ὅσα παρὰ φύσιν γίνεται. κύρια δὲ τοῦ ζῆν ἐστι καρδία, ἧπαρ, ἐγκέφαλος· ὅταν δὴ ἐν τούτοις τὸ παρὰ φύσιν καὶ τερατῶδες γένηται, οὐ ζῶσιν. ἐν δὲ τῇ λέξει τῇ τούτων δὲ τὰ μὲν μείζω τῶν ἄλλων τὸ τὰ μὲν περὶ τῶν μωνύχων εἴρηται, τὸ δὲ τὰ δὲ πολὺ διαφέρει κατὰ μέγεθος περὶ τῶν ἐλεφάντων καὶ καμήλων. [30]
3 190
p. 771a31 Ἔτι δὲ τὸ γεννῆσαν σπέρμα πλεῖον μὲν τὸ τοῦ μείζονος ἀναγκαῖον εἶναι. Καὶ τοῦτο κατασκευαστικόν ἐστι τοῦ διὰ τί τὰ μεγάλα τῶν ζῴων μονοτόκα ἐστί, τὰ δὲ μικρὰ πολυτόκα. εἴη δʼ ἄν, οἶμαι, δῆλα τὰ λεχθησόμενα τοιαῦτα προειποῦσιν· ἡ εἰσελθοῦσα γονή, ὡς ἐρεῖ προϊών, εἰς τοσαῦτα διῃρέθη, εἰς ὅσα καὶ ἔτεκε· τοσαῦτα γὰρ γεννᾷ, εἰς ὅσα ἡ γονὴ διῃρέθη, καὶ ἔμπαλιν εἰς τοσαῦτα διῃρέθη, εἰς ὅσα καὶ ἐγέννησεν, οἷον εἰ πέντε τέτοκε σκύμνους ἡ λέαινα, εἰς πέντε καὶ ἡ ἀπὸ τοῦ ἄρρενος εἰσελθοῦσα γονὴ διῄρηται. οὐ μόνον δὲ ἡ γονὴ εἰς πέντε διῃρέθη, ἀλλὰ καὶ τὸ τῆς λεαίνης καταμήνιον· εἰς ὅσα γὰρ διαιρεθῇ ἡ γονή, εἰς τοσαῦτα καὶ τὸ καταμήνιον. καὶ τὸ μὲν πέμπτον τοῦ καταμηνίου μετὰ τοῦ πέμπτου τῆς γονῆς πεποίηκεν ἓν κύημα καὶ ἓν ζῷον, τὸ δὲ τέταρτον μετὰ τοῦ τετάρτου ἄλλο, καὶ τὸ τρίτον μετὰ τοῦ τρίτου ἕτερον, καὶ ἐφεξῆς. τοῦτό τε ἡμῖν προειλήφθω καὶ προσέτι ὅπερ αὐτὸς τίθησιν, ὅτι ἡ μεῖζον ζῷον συνιστῶσα γονή, ὁμοίως καὶ τὸ καταμήνιον, μείζονά εἰσι τῆς γονῆς καὶ τοῦ καταμηνίου τοῦ συνιστῶντος ἔλαττον ζῷον. καὶ ὅτι μὲν ἡ τῶν μειζόνων ὕλη πλείων ἐστὶ τῆς τῶν ἐλαττόνων, δῆλον καὶ ἐπὶ τῶν τεχνητῶν· τῆς γὰρ μείζονος οἰκίας ἡ ὕλη μείζων ἐστὶ τῆς ἐν τῇ ἐλάττονι καταβαλλομένης· ὥστε καὶ τὴν ὕλην καὶ τὴν γονήν, ἀφʼ ὧν γέγονεν ὁ ἐλέφας, ἀνάγκη μείζονας εἶναι τῶν ἀφʼ ὧν γέγονεν ὁ κύων. ὥστε ἐπειδὴ ταῦθʼ οὕτως ἔχει, πολλὰς μὲν μικρὰς γονὰς ἐκ τοῦ κυνὸς καὶ πολλὰ μικρὰ καταμήνια ἐκ τῆς κυνὸς γενέσθαι δυνατόν. εἰ δὲ τοῦτο, καὶ ᾧ τοῦτο ἕπεται· ἦν δὲ τὸ πολλὰ γεννᾶν. διὰ ταῦτʼ ἄρα πολυτοκεῖ τὰ μικρά. πολλὰ δὲ μεγάλα ἐκ τοῦ ἐλέφαντος καὶ τοῦ ἄρρενος καὶ τοῦ θήλεος γενέσθαι, κἂν μεγάλοι ὦσι, χαλεπόν. τοῖς δὲ μέσοις τῷ μεγέθει τὸ μέσον ἀπέδωκεν ἡ φύσις, καὶ οὔτε πολυτοκεῖ ὡς τὰ μικρὰ οὔτε μονοτοκεῖ ὡς τὰ μεγάλα. τούτου δ έ, φησίν, αἴτιον, τουτέστι τοῦ τὰ μώνυχα μονοτόκα εἶναι, ὅτι ὡς ἐπὶ τὸ πολὺ τὰ μεγέθη διώρισται κατὰ τὰς διαφορὰς ταύτας, τουτέστιν ὡς ἐπὶ τὸ πολὺ συμβέβηκε τὰ μὲν μεγάλα μώνυχα εἶναι, τὰ δὲ διχηλὰ μέσα, τὰ δὲ πολυσχιδῆ μικρά. εἰ τάχα δέ, φησί, καὶ ἀκολουθεῖ τοῖς μωνύχοις τὸ μέγα, τῷ δὲ μεγάλῳ τὸ μονοτόκον, ὁμοίως καὶ τῷ διχηλῷ τὸ μέσον καὶ τῷ μέσῳ τὸ ὀλιγοτόκον, ὁμοίως καὶ ἐπὶ τοῦ πολυσχιδοῦς, ὅμως οὐ τὸ μώνυχον καὶ τὸ διχηλὸν καὶ τὸ πολυσχιδές εἰσιν αἴτια τῆς μονοτοκίας καὶ ὀλιγοτοκίας καὶ πολυτοκίας, ἀλλὰ τὸ μέγεθος καὶ ἡ σμικρότης τῶν σωμάτων. [35]
3 191
σημεῖον δέ· καὶ γὰρ ὁ ἐλέφας μέγιστον καὶ πολυσχιδὲς καὶ μονοτόκον, ὥστε εἴπερ αἴτιον ἦν τὸ πολυσχιδὲς τῆς πολυτοκίας, ἔδει τὸν ἐλέφαντα πολυτόκον εἶναι. p. 771b15 Τῆς δὲ νῦν ῥηθείσης ἀπορίας μάλιστα ἄν τις θαυμάσειεν ἐπὶ τῶν πολυτόκων. Ἡ μὲν ἀπορία τοιαύτη, διὰ τί ὥσπερ ὁ εἷς ὀπὸς εἰς τὸ γάλα τὸ ὂν ἐν τῷ τοιῳδὶ ἀγγείῳ εἰσιὼν οὐ πολλοὺς ποιεῖ τυροὺς ἀλλʼ ἕνα, καὶ ὅσῳ μεῖζον ἂν εἴη καὶ πλέον τὸ ὑπʼ αὐτοῦ συνιστάμενον γάλα, τοσούτῳ καὶ ὁ παγεὶς τυρός ἐστι μείζων, διὰ τί οὖν, ὥσπερ ἐπὶ τούτου, οὐχ οὕτως καὶ ἐπὶ τῶν πολυτοκούντων ἡ μία γονὴ οὐ ποιεῖ ἐκ τοῦ ἑνὸς καταμηνίου ἓν ζῷον ἀλλὰ πολλά; προσῆκε γάρ. θεὶς οὖν τὴν ἀπορίαν κακίζει τοὺς πειρωμένους αὐτὴν λύειν μὴ καλῶς. ἔλεγον γὰρ οἱ μὴ καλῶς αὐτὴν λύοντες ὅτι πολλοὺς ἐχούσης τόπους τῆς ὑστέρας καὶ πολλὰς κοτυληδόνας ἕκαστος τῶν τόπων ἕλκει πρὸς ἑαυτὸν γονήν, καὶ διὰ τοῦτο γίνονται ἐκ τοῦ ἑνὸς πολλά· ὅσαι γὰρ ἂν εἶεν αἱ ἑλκύσασαι τὸ σπέρμα καὶ δηλονότι καὶ τὸ καταμήνιον κοτυληδόνες, τοσαῦτά φασι γίνεσθαι καὶ τὰ ζῷα. ἐγκαλεῖ οὖν τοῖς οὕτω τὴν ἀπορίαν λύουσι λέγων ʼτὸ λέγειν οὕτω μηδέν ἐστι λέγειν· ἐν γὰρ τῷ αὐτῷ καὶ ἑνὶ τόπῳ καὶ τῇ μιᾷ κοτυληδόνι τῆς ὑστέρας γίνονται δύο ζῷα πολλάκις· ἔδει δὲ ἓν γίνεσθαι ἐν ἑκάστῃ τῶν κοτυληδόνων, εἴπερ αὗται τῆς διορίσεως καὶ τοῦ χωρισμοῦ ἦσαν αἴτιαι. ἄλλως τε δὲ καὶ ἐν τοῖς πολυτόκοις οὐχ οὕτω φαίνεται τὰ ἔμβρυα κείμενα κεχωρισμένα δηλαδὴ ἀπʼ ἀλλήλων, ἀλλʼ ἐφεξῆς καὶ ἀλλήλων ἁπτόμεναʼ. ταῦτα πρὸς τοὺς οὕτω λύειν τὴν ἀπορίαν πειρωμένους ἀποσκώψας, αὐτὸς λύει αὐτὴν λέγων ὥσπερ γὰρ καὶ τελειωθέντων τῶν ζῴων ἐστὶν ἑκάστου μέγεθος ὡρισμένον καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ἅπερ οὐ δύναται ὑπερβῆναι, ὅπερ δὴ καὶ ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως ἔλαβεν, ὅτε τὴν Ἀναξαγόρειον δόξαν ἤλεγχε τὴν πάντα ἐν πᾶσιν εἶναι λέγουσαν, ὥσπερ οὖν ἐστιν ἑκάστου μέγεθος ὡρισμένον καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον, ἅπερ οὐ δύναται ὑπερβῆναι (οὔτε γὰρ ἴσος τῷ οὐρανῷ δύναται γενέσθαι ἄνθρωπος οὔτε πάλιν ἴσος κυάμῳ), ἀλλʼ ἐπὶ μὲν τὸ μεῖζον, ὥσπερ λέγομεν, καὶ ἔλαττον ὥρισται ἑκάστου τὸ μέγεθος, ἐν δὲ τῷ μεταξὺ ἀορισταίνει, καὶ ἐπὶ τούτῳ ἐστὶν ἄλλο ἄλλου μεῖζον καὶ ἔλαττον, ὥσπερ οὖν ἐπὶ τούτων, οὕτως ἔχει καὶ ἐπὶ τοῦ καταμηνίου· τοῦτο γὰρ εἶπε ὕλην σπερματικήν· ὥρισται γὰρ καὶ τοῦτο καὶ οὐκ ἔστιν ἀόριστον, ὥστε ἐξ οὗ ἐνδέχεται πέντε γενέσθαι ζῷα, ἓν γενέσθαι, ἢ ἐξ οὗ ἕν, πέντε. [30]
3 192
εἰ γὰρ ἐξ οὗ ἦν δυνατὸν πέντε γενέσθαι, ἓν ἐγεγόνει, λίαν ἂν ἦν μέγα καὶ ὑπερβαῖνον τὸν ἐπὶ τὸ μεῖζον ὅρον. ἀλλʼ ἀδύνατον· εἴρηται γὰρ ὅτι ὥρισται καὶ ἐπὶ τὸ μεῖζον καὶ ἐπὶ τὸ ἔλαττον ἑκάστου ζῴου μέγεθος, ἅπερ ὑπερβῆναι οὐ δύναται. ὁμοίως δὲ κἂν εἰ ἐξ οὗ ἓν ἔμελλε γενέσθαι, πέντε ἐγεγόνεσαν, ὑπερέβη ἂν τὸν ἐπὶ τὸ ἔλαττον φυσικὸν ὅρον. ὅσα οὖ ν, φησί, τῶν ζῴων διὰ τὴν εἰρημένην αἰτίαν, τουτέστι διὰ τὸ εἶναι μικρὰ τῷ μεγέθει, πλεῖον προΐεται περίττωμα παρόπερ εἰς ἑνὸς ζῴου ἀρχήν, οὐκ ἐνδέχεται ἓν ἐξ αὐτοῦ γενέσθαι, ἀλλὰ τοσαῦτα ὅσα τοῖς μεγέθεσιν ὥρισται τοῖς ἱκνουμένοι ς· ἔστι δὲ τὸ ἱκνουμένοις ἴσον τῷ μέλλουσι γενέσθαι. ἔστι δὲ τὸ λεγόμενον ʼἀλλὰ τοσαῦτα γενήσονται τοῖς μεγέθεσιν, ἤτοι τῷ πλήθει καὶ τῷ ἀριθμῷ, ὅσα δυνατὸν ἦν γενέσθαι, καὶ οὔτε ὑπέρβασις γενήσεται τοῦ ἀριθμοῦ οὔτε ἔλλειψισʼ. τὸ δὲ ἐν διαιρουμένῳ τῷ σπέρματι μηνυτικόν ἐστιν οὗ πρὸ βραχέος ἡμεῖς ἐμνήσθημεν· ἐλέγομεν γὰρ ὅτι εἰ πέντε γεγέννηται ζῷα, καὶ τὸ σπέρμα καὶ τὸ καταμήνιον εἰς πέντε διῃρέθη. ἐπεὶ δὲ ἡ ἀπορία ἐκ παραδείγματος τοῦ ὀποῦ καὶ τοῦ γάλακτος προέβαινε, λέγει μηδὲν εἶναι τὸ παράδειγμα τὸ τοιοῦτον· οὐδεμίαν γὰρ ἔχει ὁμοιότητα, εἴπερ ὁ μὲν ὀπὸς τὸ ποσὸν μόνον συνίστησιν, ἡ δὲ γονὴ αὐτό τε καὶ τὸ ποιόν, ἤτοι τὸ τοιονδὶ εἶδος τοῦ ζῴου. p. 772b13 Τῶν δὲ πλεοναζόντων μορίων παρὰ φύσιν τὸ αὐτὸ αἴτιον καὶ τῆς διδυμοτοκίας. Πλεονάζουσι παρὰ φύσιν τὰ μόρια, ὅταν ἑξαδάκτυλος ἄνθρωπος γένηται ἢ τρίπους, ἢ ἄλλον τινὰ τρόπον τοιοῦτον. λέγει οὖν ὅτι τὸ αὐτὸ καὶ τούτοις καὶ τῆς διδυμοτοκίας ἐστὶν αἴτιον. ὥσπερ γάρ, φησίν, ἐκεῖ, ἂν πλείω ὕλην συστήσῃ ἢ εἰς ἑνὸς ζῴου συμπλήρωσιν, δίδυμα γίνεται, οὕτω καὶ ἐπὶ τούτων· ὅταν γὰρ ὕλην λάβῃ εἰς δακτύλου φέρε εἰπεῖν τοῦ μικροῦ καλουμένου συμπλήρωσιν, αὕτη δὲ πλείων ᾖ τῆς ἁρμοζούσης, τότε γίνεται ἄνθρωπος ἔχων τὸν μικρὸν δάκτυλον μείζονα τῶν ἄλλων δακτύλων· τὸ δʼ αὐτὸ καὶ ἐπὶ χειρὸς καὶ ἐπὶ τῶν ἄλλων. ἂν μὲν οὖν μία μείνῃ ἡ ληφθεῖσα ὕλη, γίνεται ὁ εἰρημένος δάκτυλος μέγας, ἂν δὲ σχισθῇ, δύο ἀνθʼ ἑνός, ὥστε συμβαίνει ἀντὶ πέντε ἓξ ἔχειν δακτύλους. ὁμοίως κἂν εἰ πλείων τῆς προσηκούσης ἐλήφθη ὕλη εἰς σύστασιν ἀριστερᾶς φέρε εἰπεῖν χειρός, εἰ μὲν οὖν μὴ διαιρεθῇ, γεννᾶται ἔχων τὴν ἀριστερὰν χεῖρα μείζονα κατὰ πολὺ τῆς δεξιᾶς, εἰ δὲ σχισθῇ, γίνεται τρίχειρ, δύο μὲν ἔχων ἀριστεράς, μίαν δὲ δεξιάν. [35]
3 193
ἂν δὲ τὸ σῶμα τοῦ κυήματος σχισθῇ, γεννᾶται τέρας, ἔχον μίαν μὲν κεφαλήν, δύο δὲ αὐχένας καὶ πλευρὰς τέσσαρας καὶ πόδας τέσσαρας. ὥσπερ γὰρ ὁ εἷς ποταμός, ὅταν ἀντικρούσῃ εἰς πέτραν, εἰς δύο διαιρεῖται, ἑνὸς ὄντος τοῦ ἐπέκεινα τῆς πέτρας, οὕτω καὶ ἐπὶ τούτων κεφαλὴ μὲν μία ἀνάλογος οὖσα τῷ ἐπέκεινα τῆς πέτρας μέρει τοῦ ποταμοῦ, δύο δὲ τὰ λοιπά, ἀνάλογα πάλιν ταῖν δυοῖν ὑπὸ τῆς πέτρας γεγενημέναιν συστασέοιν. οἱ δὲ πλεονάζοντες, φησί, δάκτυλοι προσφύονται μὲν πολλάκις ἀλλήλοις, ἐνίοτε δὲ καὶ πόρρω διὰ τὴν γινομένην ἐν τῷ κυήματι κίνησιν. οἷον ὡς ἐπὶ παραδείγματος τοῦ μέρους τῆς χειρός, ὃ καλεῖται καρπός, καὶ τῶν δακτύλων ἕλκει ἡ δακτυλοποιητικὴ δύναμις ὕλην ἀπὸ τοῦ καρποῦ εἰς σύστασιν τῶν δακτύλων, πλείων δὲ οὖσα τῆς τῶν πέντε συστάσεως δακτύλων πεποίηκεν ἕξ· εἶτα ἡ τοῦ καρποῦ ποιητικὴ δύναμις ἔνδειαν ἔχουσα ὕλης εἰς ἀναπλήρωσιν τοῦ καρποῦ διὰ τὸ προαρπάσαι αὐτὴν τὴν δακτυλοποιητικὴν κινεῖ καὶ ἕλκει ἀφʼ οὗ ἂν εὑρήσῃ περιττὴν ὕλην· εὑρίσκει δὲ τὸν ἕκτον δάκτυλον, ὅστις ἕκτος συνέστη ἀπὸ τῆς ὕλης, ἐξ ἧς ἔμελλεν ὁ καρπὸς συστῆναι· ὃν λαβοῦσα προσάπτει τῷ καρπῷ. αὕτη ἐστὶν ἡ αἰτία τοῦ γενέσθαι τινὰς ἔχοντας δάκτυλον ἐν τῷ καρπῷ. ἐνίοτε οὖν, φησί, γίνονται οἱ δάκτυλοι καὶ πόρρω ἀλλήλων διὰ τὸ κινεῖν τὰς δυνάμεις τῆς ψυχῆς τὴν ἐν τῷ κυήματι ὕλην ὁτὲ μὲν πρὸς ἑαυτὴν τὴν δακτυλοποιητικήν, ὁτὲ δὲ τὴν καρποποιητικήν, ὁτὲ δὲ τὴν κεφαλοποιητικήν· ὁτὲ δὲ οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ τὴν τῆς ὕλης ὑπεροχήν, ὅθεν ἀφαιρεθῇ, ἐκεῖ ἀποδιδόναι. ἡ γὰρ ἀπὸ τοῦ καρποῦ εἰς δακτύλων σύστασιν πλείων ληφθεῖσα τῆς προσηκούσης πάλιν εἰς τὸν καρπὸν ἀποδίδοται καὶ ἀντιστρέφεται· τὸ δὲ εἶδος τοῦ δακτύλου ἔχει ἀπὸ τῆς δακτυλοποιητικῆς δυνάμεως, ὅπου ἐπλεόνασε, τουτέστιν ὅπου πλείων τῆς προσηκούσης ἐλήφθη. ᾧ δὲ συνέβη δύο αἰδοῖα ἔχειν, ἄρρενος καὶ θήλεος, εἰ μὲν περίνεον ἔχει, τὸ μὲν ἄρρεν κατὰ φύσιν ὑπάρχον αὐτῷ κύριον γίνεται, τουτέστι τέλειον, τὸ δὲ τοῦ θήλεος ἄκυρον καὶ ἀτελὲς διὰ τὸ καὶ τὴν τροφὴν ἀμαυρὰν λαμβάνειν παρὰ φύσιν ὄν. εἰ δὲ τύχῃ ὑστέραν ἔχον, τοὐναντίον τὸ μὲν τοῦ θήλεος κύριον γίνεται καὶ τέλειον, τὸ δὲ τοῦ ἄρρενος ἄκυρον καὶ ἀτελές. προσπέφυκε δὲ αὐτοῖς, καὶ οὕτω τρέφεται τὰ παρὰ φύσιν αἰδοῖα, ὥσπερ καὶ τὰ ἑλκώδη φύματα. ἂν μὲν οὖν πλεονάσασα ἡ ὕλη κρατηθῇ ὑπὸ τῆς γονῆς, γίνεται ἐν τῷ ἑνὶ ζῴῳ δύο αἰδοῖα ἄρρενος (τούτου γάρ ἐστι δηλωτικὸν τὸ ὅμοια ἀλλήλοι ς), εἰ δὲ κρατηθῇ ** γίνονται δύο θήλεα· ἂν δὲ τῇ μὲν κρατήσῃ, τῇ δὲ κρατηθῇ, ἄρρενος καὶ θήλεος. [30]
3 194
λέγει δὲ διαφέρειν τὴν παράφυσιν καὶ τὴν πολυτοκίαν τὸν εἰρημένον τρόπον, λέγων παράφυσιν τὴν ἑξαδακτυλίαν καὶ τὰ ὅμοια. τὰ δὲ τέρατα πάλιν διαφέρει τῆς πολυτοκίας, ὅτι τὸ μὲν τέρας ἐστὶ πολλῶν ζῴων σύμφυσις, ἡ δὲ πολυτοκία πολλῶν ζῴων χωρισμός. τῆς δὲ παραφύσεως διαφέρει ἡ πολυτοκία καὶ τὸ τέρας, ὅτι ἐν τῇ παραφύσει περὶ μόρια ἥμαρτεν ἡ φύσις, ἐν δὲ τοῖς τέρασι περὶ τὰς ὁλότητας· ἐν δὲ τῇ πολυτοκίᾳ κατευστόχησε μᾶλλον καὶ οὐκ ἀπέτυχεν. ὅμως αὐτὸς νῦν περὶ τῆς παραφύσεως καὶ τοῦ τέρατος λέγει. τὸ δὲ ἔνια δὲ καὶ τοῦτον τὸν τρόπον ἴσον ἐστὶ τῷ ἔνια δὲ τῶν τερατωδῶν κατʼ οὐδένα γίνεται τῶν ῥηθέντων τρόπων, ἀλλὰ μᾶλλον κατὰ τὸν ῥηθησόμενον. ἀλλὰ καὶ τὸ τὰ δὲ πλείω ἔχοντα ταὐτόν ἐστι τῷ τὰ δὲ δύο ἔχοντα καρδίας, ὥστε ὡς μὲν συμπεφυκὸς ἓν αὐτὸ δεῖ λέγειν, ὡς δὲ δύο ἔχον καρδίας δύο. ἀλλὰ καὶ τῶν οὐ δοκούντων ἀναπήρων εἶναι ἀλλὰ τελείων τινὰς τῶν πόρων λέγει συμπεφυκέναι, καὶ καταλέγει πάντα σαφῶς. τισὶ δὲ συνέβη ὄρχεις μὲν ἔχειν καὶ αἰδοῖον, ἔχειν δὲ τὸ αἰδοῖον κάτωθεν τῶν ὄρχεων, ὥστε δοκεῖν ἅμα ἄρρενος ἔχειν αἰδοῖον καὶ θήλεος· τῶν γὰρ ὄρχεων ἄνω ἀνασπασθέντων ἐμφέρεια θήλεος αἰδοίου ἀποτελεῖται. λέγει δὲ καὶ ὅτι βοῦς θήλεια ἐγεγόνει ἐν Περίνθῳ συμπεφυκότα ἔχουσα τὸν πόρον, διʼ οὗ ἔξεισιν ἡ τῆς ξηρᾶς τροφῆς περίττωσις, ἥτις ξηρᾶς τροφῆς περίττωσις ἐξήρχετο διὰ τῆς κύστεως καὶ τοῦ αἰδοίου, διʼ οὗ καὶ ἡ τῆς ὑγρᾶς τροφῆς περίττωσις, καὶ πολλάκις ἀνατμηθέντος τοῦ ἀρχοῦ, τουτέστι τοῦ ἀπευθυσμένου ἐντέρου τῆς τοιαύτης βοός, πάλιν συνεφύετο. p. 773a32 Τῶν δὲ ζῴων τὰ μὲν ὅλως οὐκ ἐπικυΐσκεται. Ἐπικυΐσκεσθαι λέγεται ζῷα, ὅσα μετὰ τὴν σύλληψιν ὀχευθέντα πάλιν ἕτερα συλλαμβάνονται· καὶ τῶν ἐπικυϊσκομένων, φησί, τὰ μὲν τελειοῖ καὶ τὰ ἐκ τῆς πρώτης ὀχείας συλληφθέντα καὶ τὰ ἐκ τῆς δευτέρας, τὰ δʼ οὔ, ὧν τὰς αἰτίας ἐρεῖ προϊών. εἰπὼν δὲ ὅτι τὰ μεγάλα τῶν ζῴων οὐκ ἐπικυΐσκεται ὅλως, γοργῶς τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν διὰ γὰρ τὸ μέγεθος τὸ περίττωμα ἀναλίσκεται εἰς τὸ κύημ α, τουτέστι διὰ γὰρ τὸ μέγεθος τοῦ κυήματος (τῶν γὰρ μεγάλων ζῴων καὶ τὰ κυήματα μεγάλα) διὰ δὴ τὸ μέγεθος τοῦ κυήματος ἀναλίσκεται εἰς αὐτὸ τὸ περίττωμα, καὶ ἢ οὐδʼ ὅλως λείπεταί τι, ἢ κἂν λειφθῇ, ἀλλὰ πάμπαν ὀλίγον ἐστὶ πρὸς τοιούτου κυήματος σύστασιν. [30]
3 195
τὰ δὲ πολυτόκα, φησίν, ἐπικυΐσκεται, καὶ τὴν αἰτίαν τούτου ἐπήγαγεν εἰπὼν διὰ τὸ καὶ τῶν πλειόνων τοῦ ἑνὸς εἶναι θατέρῳ θάτερον ἐπικύημα, πλείονα ἑνὸς λέγων τὰ δύο, τὰ τρία καὶ τοὺς ἐφεξῆς ἅπαντας ἀριθμούς. ἔστι δὲ τὸ λεγόμενον ʼἐπὶ τῶν πολυτόκων τῶν πλείονα ἑνὸς γεννώντων θάτερον θατέρου ἐπικύημά ἐστιν· οὐ γὰρ ἅμα τελειοῦνται, ἀλλὰ πρῶτον μὲν τόδε, ὅπερ καὶ πρῶτον γεννᾶται, δεύτερον δὲ τελειοῦται τὸ μετὰ τὸ πρῶτον γεννηθέν, καὶ ἔστι τὸ δεύτερον ἐπικύημα τῷ πρώτῳ, καὶ τὸ τρίτον τῷ δευτέρῳ, καὶ ἐφεξῆσʼ. ὅτι δὲ οὐχ ἅμα πάντα τελειοῦνται, δῆλον καὶ ἀπὸ τοῦ καιροῦ τῆς κυήσεως· πολλάκις γὰρ γεννᾷ ἡ ὗς ἢ ἡ κύων ἢ ἄλλο τι τῶν πολυτόκων ἐν μὲν τῇ πρώτῃ φέρε εἰπεῖν ὥρᾳ τῆς ἡμέρας ἓν ἢ δύο, ἐν δὲ τῇ δεκάτῃ ἄλλο, καὶ ἐν τῇ μετʼ ἐκείνην ἕτερον, ὡς δηλονότι μὴ ἅμα τελειωθέντων. ἐπεὶ οὖν ἐπὶ τούτων ἄλλῳ ἄλλο ἐπικύημά ἐστι, καὶ εὐφυὴς ἡ τούτων φύσις ὑπάρχει πρὸς τὸ ἐπικυΐσκεσθαι, ἡ ἀπὸ τῆς μετὰ τὴν σύλληψιν ὀχείας γονὴ εἰσελθοῦσα καὶ βραχείας ὕλης λαβομένη διὰ τὸ καὶ τὰ κυήματα τῶν τοιούτων ἐκ βραχείας συνίστασθαι ὕλης συνίστησι καὶ ποιεῖ ἐπὶ τοῖς πρώτοις κυήμασιν ἕτερα κυήματα· καὶ διὰ τοῦτο γεννῶνται πρῶτον μὲν τὰ ἐκ τῆς πρώτης ὀχείας καὶ συλλήψεως, ὕστερον δὲ μετὰ δέκα ἢ εἴκοσιν ἡμέρας τὰ ἐκ τῆς δευτέρας. οὕτω γὰρ καὶ δύνανται ἐκτρέφεσθαι, ὅταν σύνεγγυς καὶ πλησίον τῇ πρώτῃ συλλήψει γένηται ἡ δευτέρα· ἂν δὲ γένηται ἡ μὲν πρώτη σήμερον, ἡ δὲ δευτέρα σύλληψις μετὰ τρεῖς ἢ μετὰ δύο μῆνας, ὅταν ἤδη τὸ κύημα αὐξηθῇ, ἢ οὐκ ἐπικυΐσκεται ἢ ὀλιγάκις. εἰπὼν δὲ ἤδη γὰρ ὦπται τὸ τοιοῦτον συμβεβηκὸς ἐπήγαγεν αἴτιον δὲ τὸ εἰρημένον, λέγων εἰρημένον τὸ διὰ τὸ καὶ τῶν πλειόνων τοῦ ἑνὸς εἶναι θατέρῳ θάτερον ἐπικύημ α. ἐν δὲ τῇ λέξει τῇ μέχρι τῶν κυουμένων ταῖς γυναιξὶ κυούμενα νῦν λέγει τοὺς καιροὺς τῶν τόκων. τὸ δὲ τῆς λέξεως συνεχὲς τοιοῦτόν ἐστι ʼδιὰ τὸ ὡς τὰ πολλὰ τὴν ὑστέραν ταῖς γυναιξί, τουτέστι τῶν γυναικῶν, συμμύειν μέχρι τοῦ καιροῦ τῆς κυήσεως· τότε δὲ ἀνοίγεται, ἵνα ἐξέλθῃ τὸ ἔμβρυονʼ. τὸ δὲ ἂν δὲ συμβῇ ποτε ταὐτόν ἐστι τῷ ἂν δὲ συμβῇ ποτε ἀνεῳγμένην εἶναι τὴν ὑστέραν καὶ διὰ τοῦτο γενέσθαι ἐπικύησιν, γίνεται ταῦτα πάντα, ἅπερ σαφῶς καταλέγει. ὥσπερ δέ, φησίν, ἐπὶ τῶν μονοτόκων διὰ τὸ μέγεθος τοῦ κυήματος εὐθὺς ἐν τῇ πρώτῃ συστάσει ἀνήλωται πᾶσα ἡ ὕλη εἰς αὐτό, διὸ καὶ οὐ δύναται ἕτερον συστῆναι, οὕτω καὶ ἐπὶ τῶν πολυτόκων ὅταν αὐξηθῶσι τὰ κυήματα, ὅτε καὶ πλείονος δέονται τροφῆς, οὐκ ἐῶσι τοσαύτην περιττεῦσαι, ὁπόση δὴ εἰς ζῴου σύστασιν ἀρκεῖ· [ἂν δὲ σύνεγγυς γένηται ἡ ὀχεία] ἂν δὲ σύνεγγυς τῇ πρώτῃ ὀχείᾳ ἡ δευτέρα γένηται, ὅταν πάμπαν ἐστὶ βραχέα τὰ κυήματα καὶ ὀλίγης δεόμενα τροφῆς, συνίσταται κυήματα· περιττεύει γὰρ ἡ ὕλη τότε ἀρκοῦσα εἰς κυήματος σύστασιν. [35]
3 196
p. 773b22 Ὁμοίως δὲ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι, καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας καὶ τοῦ περιττώματος. Διὰ τούτων τὴν αἰτίαν τίθησι τοῦ διὰ τί μόνη ἡ γυνὴ καὶ ἡ ἵππος ἀπὸ πάντων τῶν θηλέων μετὰ τὴν σύλληψιν ὀχεύονται. οὐδὲν γὰρ τῶν ἄλλων μετὰ τὸ συλλαβεῖν ἀνέχεται ὀχευθῆναι πλὴν γυναικὸς καὶ τῆς ἵππου· αὗται γὰρ καὶ μετὰ τὴν σύλληψιν ἄχρι τοῦ τόκου ὀχεύονται. πάνυ δʼ ἀσαφῶς καὶ μεμελανωμένως ἐπάγει τὰς αἰτίας. τέως δὲ τοῦ τὴν γυναῖκα καὶ μετὰ τὸ πληρωθῆναι ἐπιθυμεῖν ὁμιλίας καὶ ὀχεύεσθαι αἴτιον ἐπήγαγε τὸ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρας καὶ τοῦ περιττώματο ς. εἴη δʼ ἂν τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον ʼμόνα ἀπὸ τῶν ἄλλων ζῴων κυοῦντα καὶ κατὰ γαστρὸς ἔχοντα ὀχεύεται γυνὴ καὶ ἵππος. ἡ μὲν οὖν γυνὴ διὰ τὸ τὸν ἄνθρωπον φύσει πολυτόκον εἶναι καὶ διὰ τὰ ἑξῆς τῆς λέξεωσʼ. ἔστι δὲ τὸ λεγόμενον ὡς συλλεξαμένοις εἰπεῖν τοιοῦτον· ἐπειδὴ ἡ ἄνθρωπος πολυτόκος τέ ἐστιν, ἔχει δὲ καὶ τὴν ὑστέραν κάτω πρὸς τοῖς ἄρθροις, ὅταν συλλάβηται, οὐ πληροῦται ἡ ὑστέρα ὑπὸ τοῦ ἑνὸς ἐμβρύου, ὥστε μὴ δύνασθαι καὶ ἕτερον δέξασθαι. εἰ γὰρ ἐπλήρου αὐτὴν τὸ ἕν, οὐδέποτε ἂν δύο ἢ τρία ἔτεκεν· οὐ γὰρ ἂν εἶχε τούτων χώραν ἡ ὑστέρα πεφυκυῖα πληροῦσθαι ὑφʼ ἑνός. ἐπεὶ οὖν χώραν ἔχει δέξασθαι καὶ ἄλλο ἢ ἄλλα (τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ περιεῖναί τι τῷ μεγέθει τῆς ὑστέρα ς), ὅταν περιῇ καὶ ἐναπομείνῃ καὶ τοῦ καταμηνίου τι (πάντως δʼ ἐναπομένει διὰ τὸ πολὺ περίττωμα ἐκκρίνειν τὴν γυναῖκα) ὅταν οὖν ἐναπομείνῃ καὶ τοῦ καταμηνίου τι, μὴ μέντοι τοσοῦτον, ὥστε καὶ ἕτερον ἐξ αὐτοῦ συστῆναι δύνασθαι ζῷον, διερεθίζεται αὐτή τε ἡ ὑστέρα ὑπὸ τοῦ καταμηνίου πρὸς μῖξιν, καὶ συνδιερεθίζει καὶ τὸ αἰδοῖον διὰ τὴν γειτνίασιν, ἐν ᾧ αἰδοίῳ γίνεται ἡ ἁφὴ καὶ ἡ ἡδονή. μικρᾶς γὰρ τοῦτο κινήσεως τυχὸν ἀπὸ τῆς ὑστέρας κινεῖταί τε καὶ ἐκμαίνεται, ὁμοίως δὲ καὶ ἡ ὑστέρα ἐκβακχεύεται διά τε τὴν τοῦ καταμηνίου διερέθισιν καὶ διὰ τὴν χώραν· βούλεται γὰρ μᾶλλον εἶναι πλήρης ἢ κενή. ἐπεὶ οὖν ἡ γυνὴ καὶ μετὰ τὴν σύλληψιν διὰ τὸ φύσει ὑγρὸν καὶ ψυχρὸν αὐτῆς προΐεται περίττωμα ὡς ἐπὶ τὸ πολὺ πλέον μὲν ἢ ὅσον ἀρκεῖ εἰς τροφὴν τῷ κυήματι, ἔλαττον δὲ ἢ ὥστε γενέσθαι ἕτερον ἐξ αὐτοῦ, ἀνάγκη διερεθίζεσθαι αὐτὴν ὑπʼ αὐτοῦ, ὥσπερ καὶ τὰ ἄρρενα ὑπὸ τῆς προϋπαρχούσης γονῆς. [35]
3 197
εἶπον δὲ ὡς ἐπὶ τὸ πολὺ προΐεσθαι τοιοῦτον περίττωμα, διότι οὐκ ἀεὶ τὸ περιττεῦον ἔλαττόν ἐστιν ἢ ὥστε συστῆναι ἕτερον κύημα ἐξ αὐτοῦ· εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπεκυΐσκετο γυνή· ἀλλʼ ἔστιν ὡς ἐπὶ τὸ πολὺ ἔλαττον. ἡ μὲν οὖν γυνὴ διὰ ταύτας τὰς αἰτίας ἐπιθυμεῖ ὀχείας καὶ μετὰ τὴν κύησιν, ἡ δʼ ἵππος, φησί, διὰ τὴν τοῦ σώματος στερρότητα· λέγει δὲ στερρὰ τὰ πυκνοτάτην ἔχοντα τὴν ὑστέραν, ὥστε μὴ δύνασθαι διαπνεῖσθαι τὸ καταμήνιον. προΐεται μὲν γὰρ καὶ ἵππος ὀλίγον περίττωμα, ὥσπερ καὶ τὰ ἄλλα ζῷα, ἀλλʼ ἐκείνων εἰ καὶ συμμεμύκασιν αἱ ὑστέραι μετὰ τὴν σύλληψιν, ὅμως διαπνεῖται διὰ τὴν τῆς ὑστέρας μανότητα καὶ σομφότητα καὶ οὐ μένει, ἵνα νύξῃ καὶ διερεθίσῃ αὐτήν· ἐπὶ δὲ τῆς ἵππου διαπνευσθῆναι οὐ δύναται διὰ τὸ πυκνὴν εἶναι καὶ στερράν, ἐνὸν δὲ ἐν αὐτῇ κινεῖ καὶ διερεθίζει πρὸς ἐπιθυμίαν μίξεως. ὥσπερ οὖν ἐν τοῖς ἄρρεσι γίνεται τὸ ἀφροδισιάσαι, τουτέστιν ἐπιθυμία ἀφροδισίου διὰ τὸ σπέρμα, οὕτω καὶ τούτοις διὰ τὸ καταμήνιον. πάσχουσι δὲ τοῦτο αἱ γυναῖκες οὐ διὰ τὴν πύκνωσιν τῆς ὑστέρας, ἀλλὰ διὰ τὸ πλῆθος τοῦ καταμηνίου καὶ χώραν τῆς ὑστέρας, αἱ δὲ ἵπποι διὰ πύκνωσιν. τοῦ δὲ τὸ καταμήνιον διερεθιστικὸν εἶναι σημεῖον παρέθετο τὰς ἀκρατεῖς τῶν γυναικῶν· αὗται γὰρ πρότερον μὲν διὰ τὸ τοῦ περιττώματος πλῆθος ἀκρατεύονται, ὕστερον δὲ παύονται διὰ τὸ ἀναλωθῆναι ὑπὸ τοῦ πολλὰ τεκεῖν τὴν ἐποξύνουσαν καὶ διεγείρουσαν αὐτὰς ὕλην. τῶν δὲ ὀρνίθων, φησί, μᾶλλόν εἰσιν ἀφροδισιαστικὰ τὰ ἄρρενα ἤπερ τὰ θήλεα. εἴρηται γὰρ ὅτι τῶν γυναικῶν αἱ ὑστέραι πλησίον οὖσαι τοῖς ἄρθροις, τουτέστι τοῖς αἰδοίοις, ἀπὸ τῆς ἐν ἐκείνῃ κινήσεως συγκινούμενον αὐτῇ τὸ αἰδοῖον ὀρέγεται μίξεως. ἐπειδὴ γὰρ καὶ ἡ ἁφὴ καὶ ἡ ἡδονὴ ἐν τῷ αἰδοίῳ γίνεται, ἡ μὲν ὑστέρα κινηθεῖσα ὑπὸ τοῦ καταμηνίου κινεῖ τὸ αἰδοῖον, τοῦτο δὲ τὸ ζῷον. ἐν δὲ τοῖς ὄρνισιν ἄνω πρὸς τῷ ὑποζώματι οὖσα ἡ ὑστέρα καὶ μὴ πλησίον τοῦ πόρου, ὃς ἀναλογεῖ τῷ αἰδοίῳ, οὐ διερεθίζει πυκνὰ τὸ ζῷον. τὸ γὰρ ζῷον κυρίως ὑπὸ τοῦ αἰδοίου κινεῖται· ἐν τούτῳ γὰρ ἔχει καὶ τὴν τῆς ἡδονῆς αἴσθησιν. καὶ τὰ μὲν οὖν θήλεα τῶν ὀρνίθων διὰ τοῦτο μόλις καὶ ὀλιγάκις ὀρέγεται μίξεως· τὰ δʼ ἄρρενα, ὡς εἴρηται ἐν τῷ πρώτῳ βιβλίῳ περὶ τῶν ἀνθρώπων, τότε μάλιστα ἥδεται, ὅταν ἀνασπασθῶσιν οἱ ὄρχεις ἄνω· τότε γὰρ ἤδη καὶ ἡ γονὴ ἐξακοντισθῆναι σπεύδει· τὰ δὴ ἄρρενα ἀνεσπασμένους ἔχοντα ἄνω τοὺς ὄρχεις τρόπον τινὰ ἐν ἡδονῇ τυγχάνουσιν ὄντα, ὥστε ἂν τύχωσιν ὄντα σπερματικά, ἀεὶ δέονται τῆς τοιαύτης ὁμιλίας. λέγει δὲ τὸν δασύπουν μὴ μόνον ἐκτὸς τῶν γνάθων ἔχειν τρίχας, ἀλλὰ καὶ ἐντὸς διὰ τὸ περιττωματικώτατον εἶναι. [35]
3 198
διὰ τὸ πεφυκέναι δὲ τὸν δασύπουν μετὰ πολὺν χρόνον τῆς συλλήψεως ἐπικυΐσκεσθαι τὰ μὲν ἔχει ἀτελῆ τὰ ἐκ τῆς δευτέρας συλλήψεως, ἕως ἂν τελειώσῃ, τὰ δʼ ἐκ τῆς πρώτης τέλεια ὄντα προΐεται. λέγει δὲ καὶ διὰ τί τὰ πολυτόκα τῶν πολυσχιδῶν ἀτελῆ τίκτει τὰ ἔμβρυα, ὥσπερ ἡ κύων τυφλά· ἀτελῆ γὰρ τὰ τυφλά. ἔστω δὲ ἡμῖν ὁ λόγος ἐπὶ τῆς κυνός· νέα μέν, τουτέστι πάνυ σμικρὰ ὄντα τὰ κυήματα καὶ διὰ τοῦτο ὀλίγης δεόμενα τροφῆς δύναται τρέφειν αὐτὸ τὸ ἐκ τῆς κυνὸς περίττωμα, καὶ διὰ τοῦτο ἔχει καὶ φέρει αὐτὰ κατὰ γαστρός. ὅταν δʼ αὐξηθῇ καὶ λάβῃ μέγεθος, οὐ δυναμένη τρέφειν αὐτὰ διὰ τὴν ὀλιγότητα τοῦ περιττώματος προΐεται ἀτελῆ· εἰ γὰρ ἠδύνατο τρέφειν, εἶχεν ἂν ἕως οὗ ἐτελείωσε. τὸ δὲ καὶ γὰρ τούτων τὸ τούτων περὶ τῶν πολυσχιδῶν καὶ πολυτόκων εἴρηκεν, ἀλλʼ οὐ περὶ τῶν σκωληκοτοκούντων. λέγει δὲ τὴν ὗν ἐπαλλάττειν, τουτέστι καὶ διχηλὸν εἶναι καὶ μώνυχον, ἀλλʼ εἰ καὶ μώνυχές εἰσιν αἱ ὕες, φησίν, ἀλλʼ οὖν οὐκ ἔχουσι μέγα μέγεθος ὥσπερ τὰ κυρίως μώνυχα· τούτου γάρ ἐστι μηνυτικὸν τὸ τοῦτο γὰρ ὡς μώνυχον οὐκ ἔχει μέγεθος, τουτέστιν οὐκ ἔχει μέγα μέγεθος ὡς τὰ μώνυχα, ἀλλὰ μικρόν, καὶ διὰ τὸ μὴ ἔχειν μέγεθος πολυτοκοῦσι. τὸ δὲ ἅμα δὲ καὶ μᾶλλον ὥσπερ ἀμφισβητοῦν τῇ φύσει τῇ τῶν μωνύχων διχηλόν ἐστι τοιοῦτόν ἐστι· βούλεται ἡ φύσις μώνυχον τὸ τοιοῦτον γένος ποιῆσαι, ὥσπερ δὲ ἀμφισβητοῦν τῇ φύσει καὶ ἐναντίον αὐτῇ φερόμενον ἐκ μωνύχου διχηλὸν γίνεται ἐπικρατῆσαν δηλαδή, κρατησάσης δὲ τῆς φύσεως μώνυχον. τελειοῖ δὲ αὐτὰ ἐν ἑαυτῇ ἡ ὗς, καίτοι πολυτόκος οὖσα, διὰ τὴν εὐβοσίαν καὶ εὐτροφίαν καὶ λιπαρότητα τοῦ σώματος. καὶ τῶν πολυτοκούντων ὀρνίθων οἱ ἐκ τῶν ᾠῶν νεοττοὶ τυφλοὶ ἐξέρχονται· διὰ γὰρ τὴν πολυτοκίαν οὐ γίνεται τὰ κυήματα τοιαῦτα ὥστε τὰ ἐξ αὐτῶν τέλεια γίνεσθαι. λέγει δὲ καὶ ὅτι ἄν τις τῶν χελιδόνων πάνυ νέων οὐσῶν ἐκκεντήσῃ τὰ ὄμματα, πάλιν ὑγιάζονται. διὰ τί; διότι ἔτι γίνονται, ἀλλʼ οὐ γεγόνασι· τὸ γὰρ γινόμενον κἂν ἐκκοπῇ ἢ ἐκκεντηθῇ, πάλιν φύει διὰ τὴν ὁρμὴν καὶ τὴν κίνησιν, ἣν ἔχει ἔτι εἰς τόδε ἀπὸ τοῦδε. p. 774b34 Ὅλως δὲ προτερεῖ μὲν τῆς τελειογονίας διὰ τὴν ἀδυναμίαν τοῦ ἐκτρέφειν. Ὅλως δέ, φησί, προτερεῖ μὲν ἡ κύησις καὶ προγίνεται τῆς τῶν ἐμβρύων τελειώσεως διὰ τὸ μὴ δύνασθαι τὴν μητέρα θρέψαι καὶ τελειῶσαι διʼ ἔνδειαν τροφῆς, καὶ ἔμπαλιν ἀτελῆ γίνεται καὶ τίκτεται διὰ τὸ προτερεῖν τὴν κύησιν. [30]
3 199
λέγει δὲ καὶ ἐν τοῖς ἀνθρώποις μᾶλλον γίνεσθαι ἀνάπηρα τὰ ἄρρενα ἤπερ τὰ θήλεα διὰ τὸ μᾶλλον τῶν θηλειῶν κινεῖσθαι ἐν τῇ μήτρᾳ ὄντα· μᾶλλον δὲ κινοῦνται, διότι καὶ μᾶλλον θερμότερα. p. 775a9 Διὰ τὴν αὐτὴν δὲ ταύτην αἰτίαν καὶ τελειοῦνται τὰ θήλεα τοῖς ἄρρεσιν οὐχ ὁμοίως ἐν ταῖς γυναιξίν. Τὸ ἐν ταῖς γυναιξὶν ἴσον ἐστὶ τῷ ἐν ταῖς ὑστέραις ὄντα τῶν γυναικῶν. τὸ δὲ λεγόμενόν ἐστι λύσις ἀπορίας τινός· ἠπορεῖτο γάρ, διὰ τί ἐν τῇ μήτρᾳ ὄντα τὰ θήλεα καὶ τὰ ἄρρενα οὐχ ὁμοίως τελειοῦνται, ἀλλὰ τὰ μὲν ἄρρενα ἐν τῷ ἑβδόμῳ ἢ ἐνάτῳ μηνί, τὰ δὲ θήλεα ἐν τῷ ὀγδόῳ ἢ δεκάτῳ· ταχύτερον ἄρα τὰ ἄρρενα ἐν τῇ ὑστέρᾳ τελειοῦνται, τὰ δὲ θήλεα βραδύτερον. ὥστε οὐχ ὁμοία ἡ τελείωσις ἀμφοῖν, ἀλλʼ ἀνομοία, εἴπερ ἀνόμοιον τὸ ταχὺ τῷ βραδεῖ, ἀλλʼ ἐν μὲν τῇ μήτρᾳ τὸ θῆλυ ἐπὶ τῶν ἀνθρώπων βραδύτερον τελειοῦται, τὸ δʼ ἄρρεν ταχύτερον. θύραζε δʼ ἐξελθόντα ἀνάπαλιν· ταχύτερον γὰρ εἰς τὴν ἀκμὴν ἡ γυνὴ ἔρχεται καὶ τὴν τοῦ σώματος τελείωσιν ἤπερ ὁ ἀνήρ. ἡ μὲν γὰρ γυνὴ σχεδὸν ἐν τῷ πεντεκαιδεκάτῳ, ὁ δʼ ἀνὴρ ἐν τῷ τριακοστῷ ἔτει. λύει δὲ ταύτην τὴν ἀπορίαν λέγων διὰ τὴν αὐτὴν αἰτίαν ταῦτα συμβαίνειν, διʼ ἣν καὶ τὰ ἄρρενα μᾶλλον ἀνάπηρα γίνεται ἤπερ τὰ θήλεα· ψυχρότερα γὰρ ὄντα τὰ θήλεα πλείονος δεῖται χρόνου εἰς τὸ πεφθῆναι καὶ τελειωθῆναι, τὰ δʼ ἄρρενα διὰ τὴν θερμότητα ταχύτερον· τὸ γὰρ θερμότερον εὐπεπτότερον. ἐντὸς μὲν οὖν διὰ τοῦτο τὰ ἄρρενα ταχύτερον τελειοῦνται, βραδύτερον δὲ τὰ θήλεα, ἐκτὸς δὲ ἀνάπαλιν· ἀσθενέστερα γὰρ ὄντα τὰ θήλεα διὰ τὴν ψυχρότητα ταχὺ συνάπτει πρὸς τὸ γῆρας καὶ τὴν φθοράν. τὰ γὰρ ἀσθενέστερα ταχύτερον γηράσκει καὶ φθίνει, ὥστε διὰ τοῦτο καὶ πρὸς τὴν ἀκμὴν ταχὺ φθάνει· τὸ γὰρ πρότερον γηράσκον καὶ πρότερον ἀκμάζει. ἄλλως τε, φησίν, ὥσπερ ἡ τέχνη καὶ ὁ εἷς τεχνίτης ἐν ὀλίγῳ μὲν χρόνῳ τὸ δεκαμεδιμναῖον φέρε εἰπεῖν τελειοῖ ἀκάτιον, ἐν πλείονι δὲ τὸ ἑκατονταμεδιμναῖον, οὕτω καὶ ἡ φύσις τὰ θήλεα ὡς ἐλάττω ταχὺ τελειοῖ καὶ ἄγει εἰς τὴν ἀκμήν, καὶ διὰ τοῦτο καὶ εἰς τὸ γῆρας, τὰ δʼ ἄρρενα βραδέως ὡς μείζονα. καὶ ἐπεί, ὡς εἴρηται, ἐν ἀνίσοις χρόνοις τελειοῦται τὸ ἄρρεν καὶ τὸ θῆλυ, εἰκότως ὅταν ἡ γυνὴ δίδυμα τέκῃ, καὶ τὸ μέν ἐστιν αὐτῶν ἄρρεν τὸ δὲ θῆλυ, ἧττον σώζονται, ἀλλὰ μᾶλλον σώζονται, ὅταν ἢ ἄρρενα ἀμφότερα ᾖ (ἴσοι γὰρ ἀλλήλων οἱ τῶν ἀρρένων χρόνοι) ἢ ἀμφότερα θήλεα· ἴσοι γὰρ πάλιν καὶ τούτων οἱ χρόνοι. τὸ δὲ ἀλλὰ ἀνάγκη ἢ τὸ ἄρρεν ὑστερεῖν ἢ τὸ θῆλυ προτερεῖν τοιοῦτόν ἐστιν· εἰ μὲν ἦν τῶν διδύμων τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, καὶ ἐτελειώθη τὸ ἄρρεν ἐν τῷ ἐνάτῳ μηνί, οὐκ ἐξήγαγε δὲ αὐτὸ ἡ φύσις αὐτίκα, ἀλλὰ κατέσχεν, ἕως ἂν τετελείωκε καὶ τὸ θῆλυ (τετελείωκε δὲ ἐν τῷ δεκάτῳ), εἶτα ἐξήγαγεν αὐτὰ θύραζε ἐν τῇ αὐτῇ καὶ μιᾷ ὥρᾳ, ὑστέρησε τὸ ἄρρεν· οὐ γὰρ καθʼ ὃν ἔδει χρόνον ἐξελθεῖν ἐξῆλθεν· εἰ δὲ ἐν τῷ ἐνάτῳ μηνὶ ἐξελθὸν συνεξῆλθεν αὐτῷ καὶ τὸ θῆλυ, ἐπροτέρησε τὸ θῆλυ· οὐ γὰρ ἐν τῷ δεκάτῳ μηνὶ ἐξῆλθεν, ἀλλʼ ἐν τῷ ἐνάτῳ. [5]
3 200
ὥστε εἰ μὲν ὑστερήσῃ τὸ ἄρρεν, φθαρήσεται τοῦτο διὰ τὸ τρόπον τινὰ καταξηρανθῆναι καὶ ὑπερκαῆναι χρονοτριβῆσαν ἐντὸς μετὰ τὴν τελείωσιν· εἰ δὲ τοῦτο μὲν ἐξέλθῃ καθʼ ὃν δεῖ χρόνον, τὸ δὲ θῆλυ προτερήσῃ, φθαρήσεται τὸ θῆλυ διὰ τὸ μὴ τέλειον ἀλλʼ ἀτελὲς ἐξελθεῖν· ἢ καὶ ἀμφότερα φθαρήσεται διὰ τὸ συμφθείρεσθαι θάτερον ὑπὸ θατέρου. ἐν μὲν οὖν τοῖς ἀνθρώποις διὰ τὴν τοιαύτην αἰτίαν τὸ θῆλυ ἐν τῇ ὑστέρᾳ βραδύτερον τελειοῦται τοῦ ἄρρενος, ἔξω δὲ θᾶττον· ἐν δὲ τοῖς ἄλλοις ζῴοις διὰ τὸ ἐν ἴσῳ χρόνῳ τελειοῦσθαι τὰ ἄρρενα καὶ θήλεα οὐ συμβαίνει παρὰ φύσιν ἡ θύραζε τῶν ἐμβρύων ἔξοδος. p. 775a27 Συμβαίνει δὲ καὶ διαφορὰ περὶ τὰς κυήσεις ἐπί τε τῶν ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων Ἡ διαφορὰ τῶν γυναικῶν πρὸς τὰ ἄλλα ζῷα περὶ τὰς κυήσεις τοιαύτη ἐστί· τὰ μὲν γὰρ ἄλλα ζῷα περὶ τὴν κύησιν, τουτέστι τὸν πλείονα χρόνον τῆς κυήσεως, εὐθηνοῦσι καὶ λιπώδη καὶ εὐτραφῆ τὰ σώματα ἔχουσιν, οἷον εἰ τέτταρας μῆνας κύει, τοὺς τρεῖς εὐθηνεῖ, τὸν δὲ τέταρτον, καθʼ ὃν ἤγγικεν εἰς τὸν καιρὸν τοῦ τόκου, λειπόκρεα καὶ κάτισχνα γίνεται. αἱ δὲ γυναῖκες αἱ πλεῖσται ἀνάπαλιν· ἀπʼ ἀρχῆς μὲν γὰρ τῆς συλλήψεως, μέχρις ἂν σχεδὸν πλησιάσωσι τῷ καιρῷ τοῦ τόκου, ὠχριῶσι καὶ δυσφοροῦσιν, ἀσιτοῦσί τε καὶ κάτισχνοι γίνονται, περὶ δὲ τὸν καιρὸν τοῦ τόκου, ἤγουν περὶ ὅλον τὸν ἔνατον μῆνα, μᾶλλον εὐθηνοῦσι. λύει οὖν αὐτὰ σαφῶς πλὴν τοῦ ἥ τε ὠδὶς ἐπίπονός ἐστιν · ὁ δὲ πόνος γυμνάζει τὸ πνεῦμ α. ἔστι δὲ τὸ γυμνάζει τὸ πνεῦμα ἴσον τῷ ἰσχυρότερον καὶ βιαστικώτερον ποιεῖ, καὶ πρὸς τούτῳ δυνάμενον κατέχεσθαι. τὸ δὲ λεγόμενον σαφὲς ἔσται, εἰ τῶν ἐν τῇ πραγματείᾳ ταύτῃ πρότερον ῥηθέντων ὑπομνησθῶμεν. ἐλέγετο 〈γὰρ〉 ὅτι τὸ πνεῦμα κατεχόμενον ἰσχυροτέρους ἡμᾶς ἀπεργάζεται· διὰ τοῦτο, κἂν βάρος ἆραι ἀπὸ τῆς γῆς βουληθείημεν, οὐκ ἐκπνέομεν, ἀλλὰ κατέχομεν ἐντὸς τὸ πνεῦμα, κἂν ἡ τῆς ὑγρᾶς ἢ τῆς ξηρᾶς τροφῆς περίττωσις μὴ ῥᾳδίως ἐξέρχηται, καὶ τότε κατέχομεν τὸ πνεῦμα. [30]
3 201
τούτων ὑπομνησθέντων τὸ λεγόμενόν ἐστι τοιοῦτον· ταῖς πονούσαις γυναιξὶν ὁ πόνος ποιεῖ τὸ πνεῦμα ἰσχυρότερον καὶ βιαστικώτερον· ὂν δὲ τοιοῦτον καὶ συσχεθὲν ἐντὸς ἐν τῷ καιρῷ τοῦ τόκου καὶ τῆς ὠδῖνος, ἀκοντίζει ταχέως τὸ ἔμβρυον, δύναμιν ἔχον τοῦτο ποιεῖν καὶ προσέτι ἐπιτηδειότητα τοῦ κατέχεσθαι· ἀκοντίζει γοῦν αὐτὸ ῥᾳδίως καὶ θύραζε ῥίπτει, ταῖς δʼ ἀγυμνάστοις καὶ μὴ πονούσαις βραδέως διὰ τὴν τοῦ πνεύματος ἀσθένειαν. ἔστι δὲ τοῦ ἀκοντίζειν αἴτιον ἥ τε ἰσχὺς τοῦ πνεύματος καὶ τὸ δύνασθαι κατέχεσθαι τὸ πνεῦμα, τῆς δὲ ἰσχύος καὶ τοῦ κατέχεσθαι τὸ πνεῦμα πάλιν εἰσὶν αἴτια τὰ γυμνάσια καὶ οἱ πόνοι. ἔστι μὲν οὖ ν, φησί, καὶ ταῦτ α, τουτέστι τὸ γυμνάζεσθαι καὶ μὴ γυμνάζεσθαι, συμβαλλόμενα πρὸς τὴν διαφορὰν τοῦ πάθους, τουτέστι τοῦ ῥᾳδίως ἢ μὴ ῥᾳδίως τίκτειν. μάλιστα δέ, φησί, τὸ αἴτιον τοῦ τὰς γυναῖκας ὕστερον εὐθηνεῖν, τὰ δὲ λοιπὰ τῶν ζῴων πρότερον, τὸ δὴ αἴτιον τούτου ἐστὶ τόδε· ἐπειδὴ γὰρ τῶν ζῴων τοῖς μὲν γίνεται κάθαρσις, ἀλλʼ ὀλίγη, ἄλλοις δὲ οὕτως ὀλίγη, ὡς μηδὲ εἶναι ἐπίδηλον, ταῖς δὲ γυναιξὶ πάνυ πολλή, ἐπεὶ οὖν ταῦθʼ οὕτως ἔχει, ταῖς μὲν γυναιξὶ πρῶτον γίνεται τὸ δυσφορεῖν διὰ τὸ εἶναι μικρὸν τὸ ἔμβρυον καὶ ὀλίγῃ χρῆσθαι τροφῇ· μικρὸν γὰρ ὂν καὶ ὀλιγότροφον τὸ μὲν καταμήνιον κωλύει θύραζε ἐξέρχεσθαι ἐπικείμενον ἐν τῷ στόματι καὶ τῷ τραχήλῳ τῆς ὑστέρας, ὀλίγον δὲ ὂν τὸ ὑπʼ αὐτοῦ ἐσθιόμενον ἀνάγκη τὸ περιττεῦον εἶναι πολὺ καὶ ἐμποιεῖν πόνους καὶ ταραχὰς διὰ τὸ ὡς εἴρηται μήτε καταναλίσκεσθαι ὑπὸ τοῦ ἐμβρύου μήτε ἐᾶσθαι ἐξιέναι· ὕστερον δὲ μέγα γεγονὸς τὸ ἔμβρυον καὶ πολλῇ χρώμενον τῇ τροφῇ ἢ οὐδέν τι καταλείπεται τοῦ ἐκκρινομένου καταμηνίου ἢ πάμπαν βραχὺ καὶ μηδεμίαν δυνάμενον ποιεῖν αἴσθησιν ἢ πόνον. τούτου δʼ οὕτως ἔχοντος, λέγω δὴ τοῦ ἐμβρύου, καὶ πολλῇ χρωμένου τροφῇ κουφίζει τῶν ὀδυνῶν τὴν μήτραν. διὰ ταύτην δὴ τὴν αἰτίαν αἱ γυναῖκες πρότερον μὲν δυσφοροῦσιν, ὕστερον δὲ εὐθηνοῦσιν. ἐν δὲ τοῖς ἄλλοις ζῴοις πρότερον μὲν σύμμετρον ὂν τὸ καταμήνιον τῇ τοῦ ἐμβρύου τροφῇ εὐθηνοῦσιν, ὕστερον δὲ αὐξηθὲν καὶ πλείονος δεόμενον τροφῆς ἢ ὅσην ἀποκρίνει τὸ θῆλυ ἐσθίει τὴν μέλλουσαν ἀποκρίνεσθαι εἰς τροφὴν τῶν τοῦ θήλεος μερῶν. ἀνάγκη δὲ στερισκόμενον τὸ θῆλυ τῆς οἰκείας τροφῆς ἰσχνοῦσθαι καὶ συμπίπτειν καὶ ὅλως τοὐναντίον πάσχειν τοῖς προτέροις. τοῦτο δὲ ᾐνίξατο διὰ τοῦ αἴτιον τὸ τὴν αὔξησιν τοῦ κυήματος δεῖσθαι πλείονος ἢ τῆς περιττωματικῆς τροφῆ ς. p. [30]
3 202
775b25 Περὶ δὲ τῆς καλουμένης μύλης ῥητέον, ἣ γίνεται μὲν ὀλιγάκις ταῖς γυναιξίν. Τῆς λέξεως ἡ ἀπόδοσίς ἐστιν ἐν τῷ περὶ μὲν οὖν τοῦ πάθους τῆς αἰτίας εἴρηται ἐν τοῖς προβλήμασ ι· τὰ δʼ ἄλλα λίαν σαφῶς μεταξὺ προεντέθειται. εἰ τάχα δὲ εἰρῆσθαι αὐτῷ λέγει περὶ τῆς μύλης ἐν τοῖς προβλήμασιν, ὅμως καὶ ἐνταῦθα σαφέστατα λέγει, ὅπως γίνεται. γίνεται δὲ σκληρὰ διʼ ἀσθένειαν θερμοῦ ὥσπερ καὶ τὰ μεμολυσμένα τῶν κρεῶν (σκληρὰ γὰρ καὶ αὐτὰ διʼ ἔνδειαν τοῦ ἕψοντος πυρός), περὶ ὧν μεμολυσμένων εἴρηται ἐν τῷ τετάρτῳ τῶν Μετεώρων. ταῦτα εἰπὼν τὴν αἰτίαν τοῦ τίνος χάριν ἢ ἄχρι τοῦ τῆς ζωῆς τέλους ἐν τῇ γαστρὶ φέρει τὴν μύλην ἡ γυνὴ ἢ ἄχρι πολλοῦ λέγει· ἔοικε γὰρ ἡ φύσις δυσθανατεῖν, λέγων φύσιν τὴν ἐν τῇ γονῇ τοῦ ἄρρενος ψυχικὴν θερμότητα. σπεύδουσα γὰρ πέψαι τὸ καταμήνιον καὶ συστῆσαι τελειῶσαί τε καὶ πέρας ἐπιθεῖναι τῇ γενέσει, μὴ δυναμένη δὲ διὰ τὴν ὑπερβολὴν τῆς τοῦ καταμηνίου ψυχρότητος καὶ ὑγρότητος (τότε γὰρ συμβαίνει συνίστασθαι τὴν μύλην, ὅταν ὑπερβάλῃ ἡ ψυχρότης καὶ ἡ ὑγρότης τοῦ καταμηνίου καὶ σφοδραὶ γένωνται) μὴ δυναμένη οὖν συμπέψαι μήτε μὴν βουλομένη ἡττηθῆναι καὶ οἱονεὶ ἀποθανεῖν ἀντιμάχεται πρὸς τὸ καταμήνιον, καὶ τρόπον τινὰ πόλεμον ἔχει μετʼ αὐτοῦ συνεχῆ ἢ ἄχρι τέλους τῆς ζωῆς τῆς γυναικὸς ἢ ἄχρι πολλοῦ. οὔτε γὰρ τετελείωκεν, ἵνα θύραζε προΐηται, οὔτε μὴν ἀλλότριόν ἐστι (σχέσις γάρ ἐστί τις τῇ τε γονῇ καὶ τῷ καταμηνίῳ) οὔτε οὖν ἀλλότριόν ἐστιν, ἵνʼ ἐάσῃ ἐξελθεῖν, ἀλλὰ κατέχει καὶ πειρᾶται τελειῶσαι. λέγει δὲ τὴν γυναῖκα ὑστερικήν· ἔστι δὲ τὸ ὑστερικὸν ἴσον τῷ πάθη τῆς ὑστέρας ὑφίσταται· οὐδενὸς γὰρ ἄλλου ζῴου ὑστέρα τοσαῦτα καὶ τοιαῦτα ὑφίσταται πάθη, ὅσα ἡ τῆς γυναικός. τὸ οὖν ποικίλον τῶν παθῶν αἴτιον γίνεται τοῦ μόναις ἢ μάλιστα ταῖς γυναιξὶ τοῦτο συμβαίνειν τὸ πάθος. Τὸ δὲ λεγόμενον περὶ τοῦ γάλακτος τὸ ὥστε ἐλλείπειν αὐτὸ ἐν τῷ χρόνῳ τούτῳ οὐδὲν ἴσον ἐστὶ τῷ οὔτε προγίνεται τοῦ καιροῦ τῆς κυήσεως οὔθʼ ὑστερεῖ, ἀλλʼ ἰσοδρομεῖ. κἂν γὰρ ὁρῶνται πολλὰ τῶν ζῴων καὶ τῶν γυναικῶν αἱ πλείους ἔχουσαί τι γαλακτῶδες, ὅμως οὐκ ἔστι τοῦτο γάλα· ἁλμυρὸν γάρ ἐστι καὶ οὐκ ἐδώδιμον· γάλα δʼ ἐστίν, ἡνίκα τέκῃ. καὶ τοῖς μὲν ἄλλοις τῶν ζῴων κατὰ τὸν καιρὸν τοῦ τόκου γίνεται τὸ γάλα, ταῖς δὲ γυναιξὶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ διὰ τὸ τίκτειν αὐτὰς καὶ ἐν αὐτῷ· τὸ δὲ πρότερον, οἷον τὸ ἐμφαινόμενον ἐν τῷ ἕκτῳ μηνὶ ἄχρηστόν ἐστι διὰ τὸ μὴ εἶναι γάλα, ἀλλά τι γαλακτῶδες. [30]
3 203
ἀποδίδωσι δὲ λόγον, διʼ ὃν πρὸ μὲν τοῦ καιροῦ τῆς κυήσεως ἄχρηστόν ἐστι τὸ γάλα καὶ ἄπεπτον, τότε δʼ ἐν τῷ καιρῷ τοῦ τόκου πεπεμμένον, καὶ ἐκ τῆς ὕλης, ἣν ἀνάγκην καλεῖν ἔθος αὐτῷ, καὶ ἐκ τῆς ἕνεκά του αἰτίας. καὶ τὴν μὲν ἕνεκά του ἐπήγαγε σαφῶς, τὴν δʼ ἐκ τῆς ὕλης οὕτως ἐπάγει λέγων εὐλόγως δὲ συμβαίνει καὶ διὰ τὴν ἐξ ἀνάγκης καὶ ὑλικὴν αἰτίαν πεπεμμένον ἤδη εἶναι εἰς τοὺς τελευταίους ἤγουν τοὺς τῆς κυήσεως χρόνου ς . τὸ μὲν γὰρ πρῶτον, φησίν, (οὐχ ὅτε δηλονότι πάμπαν ἐστὶ σμικρόν, ἀλλʼ ἐν τῷ μεταξὺ μεγέθει τῆς τε τοιαύτης μικρότητος καὶ τῆς τελειότητος, ἣν ἀπολαβὸν εὐθὺς ἔξεισι θύραζε) τὸ μὲν οὖν πρῶτον ἕλκει τὸ ἔμβρυον τῆς τοιαύτης περιττώσεως, ἐξ ἧς τὸ γάλα συνίσταται, τὸ γλυκύτατον εἰς οἰκείαν τροφήν (πάντων γὰρ τροφὴ τὸ πεπεμμένον καὶ γλυκύτατον), ὥστʼ ἀνάγκη τὸ λειπόμενον ἁλμυρὸν εἶναι καὶ δύσχυμον· τοιοῦτον γὰρ πάσης τροφῆς περίττωμα. διὰ ταύτην δὴ τὴν αἰτίαν ἐστὶν ἄχρηστον τὸ πρὸ τοῦ χρόνου τῆς κυήσεως γάλα. τελειουμένων δὲ τῶν κυημάτων καὶ ἤδη ὄντων πρὸς τῷ θύραζε ἐξελθεῖν πλέον ἐστὶ τὸ περίττωμα καὶ δηλονότι καὶ τὸ γλυκύ· τελειωθὲν γὰρ πάμπαν ἐστὶ τὸ ἑλκόμενον ὀλίγον καὶ ἀναλισκόμενον· διʼ ἣν δὲ αἰτίαν, ἐρεῖ μετʼ ὀλίγον. πολὺ δὴ ὂν καὶ γλυκὺ διὰ τὸ μὴ ὁμοίως ὥσπερ καὶ πρότερον ἕλκεσθαι τὸ γλυκύ, ἀνάγκη καὶ τὸ ἐκ τούτου τότε γινόμενον γάλα γλυκὺ εἶναι. εἰ γὰρ καὶ ἐμμέμικται ἐν αὐτῷ ἁλμυρόν τι, ἀλλὰ διὰ τὸ πλεονάζειν τὸ πεπεμμένον γλυκὺ οὐδεμία γίνεται αἴσθησις τοῦ ἁλμυροῦ, ὥσπερ οὐδὲ ἐν τοῖς ποταμοῖς τῆς ξηρᾶς καὶ γεώδους καὶ ἁλμυρᾶς ἀναθυμιάσεως, καίτοι ἐνούσης ἐν τῷ ποτίμῳ ὕδατι. πρότερον μὲν οὖν ἕλκον τὸ ἔμβρυον ἅπαν τὸ γλυκύ, τὸ λειπόμενόν ἐστιν ἁλμυρόν, ὥστε καὶ τὸ ἐκ τούτου γινόμενον γαλακτῶδες, ὕστερον δὲ ὀλίγον ἕλκον, ἀναγκαῖον εἶναι γλυκύ, ὥστε καὶ τὸ ἐκ τούτου γάλα, καὶ μάλιστα εἶναι γλυκύ, ὅταν θύραζε ἐξελθὸν οὐδʼ ὅλως ἕλκεταί τι τοῦ γλυκέος, ἀλλʼ ἅπαντος ἀνερχομένου εἰς τοὺς μαστούς. τὰ μὲν οὖν λεγόμενα τοιαῦτα. τὰ δὲ κατὰ τὰς λέξεις τὸ μὲν ἔστι γάρ τις καὶ κυήματος τελείωσις κατασκευαστικόν ἐστι τοῦ διὰ τί τελειωθὲν τὸ ἔμβρυον πάμπαν ὀλίγην ἕλκει τροφήν. τὸ δὲ λεγόμενόν ἐστι δυνάμει τοιοῦτον ʼὥσπερ γάρ ἐστι τελείωσις καὶ ἡμῖν καὶ πᾶσι τοῖς ζῴοις, εἰς ἣν φθάσαντες οὐκέτι αὐξόμεθα ἢ ἀκμάζομεν, ἀλλὰ πᾶν τοὐναντίον πάσχομεν, οὕτως ἐστὶ καὶ τοῖς ἐμβρύοις ὡς ἐμβρύοις τέλος, ἐν ᾧ γενόμενα οὐκέτι λαμβάνειν ἐθέλει ἐκ τῆς ὑστέρας τὴν τροφήν (ἀλλοτρία γὰρ αὐτοῖς αὕτη· οἰκεία μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι, ἀλλοτρία δὲ μετὰ τὴν τελείωσιν), ὥσπερ καὶ ἡμεῖς θύραζε τελειωθέντες οὐκέτι θηλάζειν τὰς μητέρας βουλόμεθα, ὡς ἀλλοτρίας ἡμῖν ταύτης ἤδη οὔσης τῆς τροφῆς, καίτοι πρότερον οἰκείας οὔσης· ἐν ᾧ οὖν γινόμενα τὰ ἔμβρυα τέλει καὶ μήτʼ ἐκ τῆς ὑστέρας τὴν τροφὴν λαμβάνειν ἐθέλοντα μήτε ἐν αὐτῇ μένειν ἐξέρχεται θύραζε καὶ μεταβάλλει τὴν γένεσιν, ἤτοι ἐξ ἄλλου τόπου εἰς ἄλλον γίνεται· ἤδη γὰρ ἔχει πάντα τὰ ἑαυτοῦ μέρη, καὶ οὐδέν τι ἐλλείπει αὐτῷ, οὐδὲ βούλεται λαμβάνειν τὸ μὴ αὑτοῦ. [10] *[crux: ἅπαντος]*
3 204
εἴρηται γὰρ ὅτι ἀλλοτρία αὐτῷ αὕτη ἡ τροφὴ καὶ οὐκ οἰκεία. τὰ μὲν οὖν κατὰ τὴν λέξιν τοιαῦτα. ἡ δὲ τῆς λέξεως ἀπόδοσις τοιαύτη· τελειουμένων δὲ τῶν κυημάτων, καὶ ἐφεξῆς τἆλλα πάντα, καὶ ὑποστικτέον εἰς τὸ καὶ οὐκέτι λαμβάνει τὸ μὴ αὑτο ῦ· εἶτα ἐπακτέον ὡς ἀπόδοσιν τοῦ λόγου τὸ ἐν ᾧ καιρῷ γίνεται τὸ γάλα χρήσιμον, ἴσον ὂν τῷ διὰ τοῦτο ἐν τῷ καιρῷ τοῦ τόκου γίνεται τὸ γάλα χρήσιμον. p. 776b3 Εἰς δὲ τὸν ἄνω τόπον καὶ τοὺς μαστοὺς συλλέγεται διὰ τὴν ἐξ ἀρχῆς τάξιν τῆς συστάσεως. Διὰ τούτων τὴν αἰτίαν προτίθεται εἰπεῖν τοῦ διὰ τί συλλέγεται εἰς τοὺς μαστοὺς τὸ καταμήνιον, ἐξ οὗ καταμηνίου καὶ ἐν οἷς μαστοῖς γίνεται τὸ γάλα· ὅπερ ταὐτόν ἐστι τῷ διὰ τί κάτωθεν ἄνω. ἀλλὰ καὶ πρὸ τούτου λέγει τε καὶ κατασκευάζει ὅτι κατὰ τὸν καιρόν, καθʼ ὃν τὸ γάλα μέλλει γίνεσθαι, κενοὶ γίνονται καὶ σομφοὶ οἱ μαστοί (συνεργήσει γὰρ τοῦτο αὐτῷ πρὸς τὸ ἀποδοῦναι τὸ διὰ τί κάτωθεν ἄνω προχωρεῖ) καὶ τότε μετὰ τοῦτο ἀποδίδωσι τὴν τοῦ προβλήματος αἰτίαν. συλλέγεται οὖ ν, φησίν, εἰς τὸν ἄνω τόπον διὰ τὴν ἐξ ἀρχῆς τάξιν τῆς συστάσεως τῶν ζῴων. ἡ γὰρ τάξις τῆς συστάσεως αὐτῶν τοιαύτη· πρῶτον μὲν γὰρ γίνεται τὰ ἄνω (τὸ γὰρ κύριον τοῦ ζῴου καὶ ἐν ᾧ τὸ εἶναι αὐτῷ ἐστι, τὸ ἄνω ἐστὶ τοῦ ὑποζώματος, ὥστε ἀναγκαῖον τοῦτο πρῶτον γίνεσθαι), δεύτερον δὲ τὸ κάτω· χάριν γὰρ τῆς τροφῆς καὶ τοῦ περιττώματος αὐτῆς ἐστιν, ὅπως τὰ πορευτικὰ τῶν ζῴων μετὰ τὸ φαγεῖν ἐν ἑαυτοῖς, τουτέστιν ἐν τῇ κοιλίᾳ αὐτῶν, ἔχοντά τε καὶ περιφέροντα ὥσπερ ἐν φάτνῃ τὴν ἤδη ληφθεῖσαν τροφὴν μεταβάλλῃ τοὺς τόπους. εἰ γὰρ μὴ εἶχε τὴν κοιλίαν, ἵνα ἐν αὐτῇ ἀθρόον ἀποτιθέμενα τὴν τροφὴν συνεχῶς καὶ ἄχρι πολλοῦ τρέφηται, ἐπειδὴ καὶ ἡ πέψις αὐτῆς καὶ ἡ ἀνάδοσις καὶ ἡ πρόσκρισις συνεχὴς καὶ ἄχρι πολλοῦ, μόνιμα ἂν ἦν καὶ συμπεφυκότα πρὸς τὸ ἐξ οὗ τὴν τροφὴν ἤμελλε λαμβάνειν, ὥσπερ καὶ τὰ φυτά. [30]
3 205
νῦν δʼ ἐναποτίθησιν ἐν αὐτῇ καὶ ἄλλης οὐ δεῖται, ἕως ἂν ἅπασα σχεδὸν ἀναδοθῇ καὶ προσκριθῇ· ταύτης δὲ ἀναλωθείσης πάλιν πεινᾷ καὶ λαμβάνει καὶ ἀποτίθησι, καὶ οὕτως ἐφεξῆς. ἐπεὶ οὖν, ὡς εἴρηται, τὸ κύριον τοῦ ζῴου καὶ ὅλως τὸ ζῷον τὸ ἄνωθεν τοῦ ὑποζώματός ἐστιν, εἰσὶ δὲ καὶ τῆς γενέσεως καὶ συστάσεως αἴτια καὶ κύρια τῶν ζῴων τό τε καταμήνιον καὶ ἡ γονή, ἀνάγκη καὶ τὸ καταμήνιον καὶ τὴν γονὴν ἐντεῦθεν, ἤτοι ἐκ τῶν ἄνω, ἀποκρίνεσθαι· εὔλογον γάρ, ἵνα μὴ λέγωμεν ἀναγκαῖον, ἐκ τῶν κυρίων τὰ κύρια ἀποκρίνεσθαι. ταῦτα δὲ ἐδήλωσε διὰ τοῦ ἐντεῦθεν δὲ καὶ ἡ σπερματικὴ περίττωσις ἀποκρίνεται διὰ τὴν εἰρημένην αἰτίαν, τουτέστι διὰ τὸ εἶναι τὸ ζῷον τὸ ἄνωθεν τοῦ ὑποζώματος, ἢ καὶ διὰ τὸ κοιλαίνεσθαι τοὺς ὀφθαλμοὺς τῶν χρωμένων συχνῶς τοῖς ἀφροδισίοις· ἀπὸ τῶν ἄνω γὰρ ἀπερχομένης τῆς γονῆς, καὶ μάλιστα ἀπὸ τῶν ὀφθαλμῶν, ἀνάγκη κοιλαίνεσθαι. ὅτι δὲ κοιλαίνονται, δῆλον ἡμῖν καθʼ ἑκάστην γίνεται ἐπὶ τῶν κάπρων. ἐπεὶ οὖν, ὡς εἴρηται, τὸ ἄνω κύριον, ἀνάγκη καὶ τὰ κύρια ἐξ ὧν τὸ ζῷον (ταῦτα δʼ ἐστὶ γονὴ καὶ καταμήνιον) ἐκ τῶν ἄνω εἶναι, ἐν ᾧ ἄνω ἐστὶν ἡ καρδία. οὔσης δὲ ἐκ τῶν ἄνω τῆς τοιαύτης σπερματικῆς περιττώσεως ἀναγκαῖον τὴν μεταβολὴν αὐτῆς ἐνταῦθα πρῶτον γίνεσθαι ἐπίδηλον, λέγων μεταβολὴν τὴν ἀρχὴν τῆς γενέσεως αὐτῆς. ἡ ἀρχὴ γὰρ ἡ χρονικὴ τῆς γενέσεως καταμηνίου καὶ γονῆς ἐκ τῶν ἄνω τόπων γίνεται ἡμῖν ἐπίδηλος· ἡνίκα γὰρ ἄρξηται γίνεσθαι, εὐθὺς αἴρονταί τε οἱ μαστοὶ ἄνωθεν ὄντες τοῦ ὑποζώματος, καὶ ἡ φωνὴ μεταβάλλει ἐπὶ τὸ τραχύτερον, καὶ ἡ τῶν ἀρρένων καὶ ἡ τῶν θηλειῶν. καὶ γὰρ ἡ τῶν φωνῶν ἀρχὴ ἐκ τῆς καρδίας ἐστίν, ὡς ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ὅτε λέγει τίνος ἕνεκα αἱ τῶν ἐκτεμνομένων φωναὶ ἅμα τῷ ἐκτμηθῆναι ἐπὶ τὰς τῶν θηλειῶν μεταβάλλουσιν. ἀλλὰ πῶς μὲν αὗται ἐπὶ τὰς τῶν θηλειῶν μεταβάλλουσιν, ἐκεῖσε γενόμενοι πιέσομεν· ἡμῖν δὲ συλλογιστικῶς συνακτέον τὸν λόγον ὧδέ πῃ· ἐκ τῶν ἄνω καὶ ἐν τοῖς ἄνω οἱ μαστοὶ καὶ αἱ φωναί, ἐκ τῶν μαστῶν καὶ φωνῶν ἡμῖν γίνεται ἐπίδηλος ἡ γένεσις τῆς τοιαύτης περιττώσεως, ἐκ τῶν ἄνω ἄρα ἡμῖν γίνεται ἐπίδηλος ἡ γένεσις αὐτῆς· εἰ δὲ ἐκ τῶν ἄνω, δῆλον ὅτι καὶ ἐξ αὐτῶν ἀποκρίνεται. μεταβάλλει δὲ ἡ φωνὴ ἐπὶ τὸ τραχύτερον, ἡνίκα ἄρξωνται ἀφροδισιάζειν, διότι καὶ τὸ κινοῦν τὸν ἀέρα ἢ τὸ πνεῦμα, ἐξ οὗ ἡ φωνὴ γίνεται, ἀλλοῖον τότε γίνεται. [30]
3 206
ἔστι δὲ τὸ κινοῦν τὸ πνεῦμα ἡ καρδία· αὕτη γὰρ τὸν πνεύμονα κινεῖ. πῶς δὲ τότε ἀλλοία ἡ καρδία γίνεται, ἐρεῖ πάντως ἐν τῷ τέλει τοῦ πέμπτου βιβλίου. οἱ δὲ μαστοὶ αἴρονται τότε, διότι, φησίν, ἐκ τῶν ἄνω ἀποκρίνεται τὸ σπέρμα, ἐκεῖθεν δʼ ἀποκρινομένου ἀναγκαῖον τοὺς μαστοὺς γίνεσθαι κενούς. ἐπεὶ δὲ δέδεικται ἐν τοῖς περὶ φύσεως μηδὲν εἶναι κενόν, ἀνάγκη πληροῦσθαι αὐτοὺς πνεύματος καὶ εἶναι μὲν κενοὺς σπερματικοῦ περιττεύματος, πλήρεις δὲ πνεύματος, ὅπερ λεπτυνόμενον διὰ τὴν θερμότητα καὶ εἰς μείζονα ὄγκον ἐπιδιδὸν αἴρει τοὺς μαστούς, ὥσπερ καὶ τοὺς πεφυσημένους ἀσκοὺς τὸ ἐν αὐτοῖς πνεῦμα. αἴρονται μὲν οὖν καὶ διὰ ταύτην τὴν αἰτίαν, ἀλλὰ καὶ διὰ τὴν ἕνεκά του· ἕνεκα γὰρ τοῦ ἀποθεῖναι τὴν φύσιν ἐν αὐτοῖς τὴν τοῦ θηλάσοντος τροφήν· ἐν ἄλλῳ γὰρ τόπῳ παρὰ τοὺς μαστοὺς ἀπελθεῖν οὐκ ἐνδέχεται, ὡς ἐρεῖ προϊών. λέγει δὲ μεταβάλλειν καὶ ἐν τοῖς ἄλλοις ζῴοις τὰς φωνὰς καὶ τὰ περὶ τοὺς μαστοὺς κατὰ τὸν καιρὸν τοῦτον, οὐ γίνεσθαι δὲ πᾶσιν ἐπιδήλους καὶ φανεράς, ἀλλὰ μόνοις τοῖς ἐμπείροις ἀνθρώποις, οἷον τῷ μὲν ἐμπείρῳ περὶ τὰ πρόβατα δήλη γίνεται ἥ τε τῆς τῶν προβάτων φωνῆς ἐναλλαγὴ ἥ τε τῶν μαστῶν ἄρσις, τῷ δὲ ἐμπείρῳ περὶ τὰς βοῦς τὰ τῶν βοῶν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διαφέρει δέ, φησίν, ἐπὶ τῶν ἀνθρώπων καὶ μάλιστα διάδηλος γίνεται ἐν τούτοις ἡ τῶν μαστῶν ἄρσις διὰ τὸ πλείστην εἶναι τὴν περίττωσιν καὶ τοῖς ἀνδράσι καὶ ταῖς γυναιξίν· ὅσῳ γὰρ ἂν πλείων αὕτη γίνηται, τοσοῦτον ἀνάγκη καὶ τοὺς μαστοὺς κενοῦσθαι μὲν αὐτῆς, πληροῦσθαι δὲ πνεύματος. p. 776b28 Ὅταν οὖν μὴ λαμβάνῃ μὲν τὸ ἔμβρυον τὴν τοιαύτην ἀπόκρισιν. Πιστωσάμενος καὶ ἐκ τοῦ λόγου καὶ ἐκ τῶν συμβαινόντων ὅτι ἐκ τῶν ἄνω τόπων ἀποκρίνεται τὸ περίττωμα, τὴν αἰτίαν διὰ τούτων ἐπάγει, διʼ ἣν εἰς τοὺς μαστοὺς ἡ τοῦ γάλακτος γίνεται συνάθροισις. ὅταν οὖ ν, φησί, μὴ λαμβάνῃ τὸ ἔμβρυον τὴν τοιαύτην ἀπόκρισιν (ἀλλοτρία γάρ, ὡς εἴρηται, καὶ οὐκ οἰκεία) κωλύῃ δὲ θύραζε βαδίζειν (κεῖται γὰρ ἐν τῷ τῆς ὑστέρας στόματι), ἀναγκαῖον ἀθροίζεσθαι εἰς τοὺς ὄντας ἐπὶ τῶν αὐτῶν πόρων, καὶ προσυπακουστέον τοῦ τῶν ὑστερῶν. ἐπειδὴ γὰρ ἐν τῇ ὑστέρᾳ τὸ καταμήνιον, δῆλον ὡς εἰς ἐκείνους τοὺς τόπους καὶ τὰ κενὰ ῥευσεῖται καὶ ἀθροισθήσεται τὰ τοὺς αὐτοὺς ἔχοντα πόρους τῇ ὑστέρᾳ. [30]
3 207
ἂν γὰρ ὦσι κενά, μὴ ἔχῃ δὲ τοὺς πόρους εἰς τὴν ὑστέραν εἰσβάλλοντας, δῆλον ὡς εἰς ἐκεῖνα οὐκ ἂν εἰσβάλλοι οὐδʼ ἀθροισθήσεται (ἀδύνατον γάρ), ἀλλʼ εἰς ἐκείνους ἀθροισθήσεται καὶ τὸ ῥεῦμα καὶ τὴν ὁρμὴν ποιήσεται, ὅσοιπερ ἂν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων τῇ ὑστέρᾳ. ἔστι δὲ τὸ ὅσοιπερ ἂν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων τῇ ὑστέρᾳ ἴσον τῷ ὅσων οἱ πόροι εἰς τὴν ὑστέραν εἰσβάλλουσιν. εἰπὼν δὲ ὅτι ὅσοιπερ ἂν ὦσιν ἐπὶ τῶν αὐτῶν πόρων, ἐπήγαγεν ἔστι δὲ ἑκάστοις τοιοῦτος ὁ τῶν μαστῶν τόπος, τουτέστιν ἐν ἑκάστῳ δὲ τῶν ζῴων ὁ τῶν μαστῶν τόπος ἐστὶν ὁ τοὺς αὐτοὺς ἔχων πόρους τῇ ὑστέρᾳ· τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐν παντὶ ζῴῳ τοὺς αὐτοὺς ἔχουσι πόρους τῇ ὑστέρᾳ οἱ μαστοὶ διʼ ἀμφοτέρας τὰς αἰτίας, τὴν ἐξ ἀνάγκης (αὕτη δὲ ἦν τὸ τοὺς αὐτοὺς ἔχειν πόρους τῇ ὑστέρᾳ) καὶ τὴν ἕνεκά του· βέλτιον γὰρ ἐνταῦθα συναθροίζεσθαι, ὅπου ἐστὶν ἡ ἀρχή, τουτέστιν ἡ καρδία, ἵνα πέττηται ὑπʼ αὐτῆς. εἰπὼν οὖν διὰ τί ἡ περίττωσις, ἐξ ἧς τὸ γάλα γίνεται, εἰς τοὺς μαστοὺς συλλέγεται, εἰπὼν δὲ καὶ ὅτι ἀλλοῖον ἤγουν λευκὸν γίνεται διὰ τὸ καὶ τὴν ἐν τῇ καρδίᾳ ψυχὴν ἀλλοίαν καὶ ἰσχυροτέραν γίνεσθαι τὴν συμπέττουσαν αὐτήν (ὅτι δὲ ἀλλοία γίνεται κατὰ τοῦτον τὸν καιρὸν ἡ ψυχὴ καὶ πῶς ἀλλοία, ἐρεῖ ἐν τῷ ἐφεξῆς βιβλίῳ, ὅτε λέγει περὶ φωνῆς ὀξύτητος καὶ βαρύτητος), εἰπὼν οὖν διὰ τί ἡ περίττωσις αὕτη εἰς τοὺς μαστοὺς συλλέγεται, ἐπάγει τῆς δὲ πέψεως καὶ τοῦ γλυκὺ γίνεσθαι περὶ τὸν καιρὸν τοῦ τόκου πρότερον ἁλμυρὸν καὶ ἄχρηστον ὑπάρχον ἔστι μὲν λαβεῖν τὴν εἰρημένην αἰτία ν· ἦν δὲ αὕτη τὸ ὀλίγην λαμβάνειν τροφὴν τὸ ἔμβρυον τελειωθέν, καὶ διὰ τοῦτο εἶναι τὸ λειπόμενον πολὺ καὶ γλυκύ. δυνάμεθα οὖν, φησί, τῆς πέψεως καὶ γλυκύτητος τοῦ γάλακτος λέγειν αἰτίαν τὴν ὅτι ὀλίγην λαμβάνει τότε τροφήν, καὶ ἐπὶ τούτῳ ἐστὶ γλυκύ, ὥσπερ εἴρηται πρότερον. δυνάμεθα δὲ λέγειν καὶ τοὐναντίον ὅτι διὰ τὸ λαμβάνειν πολλήν (πολλὴν γὰρ λαμβάνον μέγα γεγονός) ἀνάγκη τὸ περιλειφθὲν ὀλίγον εἶναι, τὸ δʼ ὀλίγον θᾶττον πέττεται· ὂν δὲ μικρὸν καὶ ὀλίγον λαμβάνον πάντως τὸ λειπόμενον ἔσται πολύ, πέττεται δὲ τὸ πολὺ βραδέως, καὶ ἔστι πρότερον μὲν ἄχρηστον ὡς ἄπεπτον, ὕστερον δὲ χρήσιμον ὡς πεφθέν. p. 777a8 Ἐμπεδοκλῆς δʼ οὐκ ὀρθῶς ὑπελάμβανεν ἢ οὐκ εὖ μετήνεγκε ποιήσας. Εἰπὼν ὅτι τὸ γάλα αἷμά ἐστι πεπεμμένον, ἐγκαλεῖ τῷ Ἐμπεδοκλεῖ πύον εἰπόντι αὐτό, καί φησιν, εἰ μὲν ἀληθῶς πύον ἐνόμιζεν αὐτό, οὐκ ὀρθῶς ὑπελάμβανεν, εἰ δʼ ὡς ποιητὴς μετήνεγκε, τουτέστι τροπῇ ἐχρήσατο, οὐ καλῶς μετήνεγκεν· αἱ γὰρ τροπαὶ οὐκ ὀφείλουσιν ἐναντιοῦσθαι τοῖς ἀφʼ ὧν μετηνέχθησαν, ἡ δὲ τροπὴ αὕτη τοῦ Ἐμπεδοκλέους ἐναντιοῦται. [30]
3 208
εἰ γὰρ τὸ πύον σαπρότης, τὸ δὲ γάλα πέψις, ἐναντίον δὲ σαπρότης καὶ πέψις, ἐναντίον ἄρα καὶ γάλα καὶ πύον· ὥστε οὐ καλῶς μετήνεγκεν εἰπὼν τὸ γάλα πύον. ὅμοιον γάρ τι πεποίηκεν, ὡς εἴ τις τὸ μὲν λευκὸν λέγει μέλαν ἢ σύγκρισιν ὄψεως, τὸ δὲ μέλαν λευκὸν ἢ διάκρισιν ὁμοίως ὄψεως. ἡ δὲ τοῦ Ἐμπεδοκλείου στίχου διάνοια τοῦ “μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν” αὕτη ἐστίν· ἐν τῇ δεκάτῃ ἡμέρᾳ τοῦ ὀγδόου μηνὸς γέγονε τὸ γάλα πύον λευκόν· τὸ γὰρ ὀγδοάτου ἀντὶ τοῦ ὀγδόου εἴληπται. λέγει δὲ καὶ ὅτι, ἂν συλλάβηται ἡ γυνὴ ὅτε θηλάζει, ἀποσβέννυται καὶ ἀπόλλυται τὸ γάλα· οὐ γὰρ δύναται ἡ φύσις καὶ εἰς ἐμβρύου καὶ εἰς γάλακτος γένεσιν ἅμα χορηγεῖν ὕλην. τὸ δὲ καλῶς δὲ διώρισται τοῖς χρόνοις καὶ ἡ γένεσις τῶν ζῴων ἴσον ἐστὶ τῷ καλῶς δὲ συμβαίνει, ἐν ᾧ χρόνῳ ἀπολύεται ὁ ὀμφαλὸς ἀπὸ τῆς ὑστέρας, ἐν τούτῳ ἐξέρχεσθαι τὰ ζῷα θύραζε. καὶ διὰ τί καλῶς, ἐπάγει· ὅταν γὰρ διὰ τὸ μέγεθος τοῦ ἐμβρύου οὐκ ἔστιν ἱκανὴ ἡ τροφὴ ἢ ὡς ἀλλοτρία ἢ ὡς προσεχῶς εἴρηται ὡς ὀλίγη, καὶ οὐκ εἰσέρχεται ἐν αὐτῷ διὰ τοῦ ὀμφαλοῦ, εὐθὺς συμπίπτει, ἤτοι ἀνασπᾶται ἐκ τῆς ὑστέρας. ἕως γὰρ ἂν ἕλκῃ τροφὴν ἐκ τῆς ὑστέρας, συμφύεται, ὅταν δὲ μηκέτι τοῦτο ποιῇ, ἀνασπᾶται καὶ ἀπολύεται, διὰ τὸ μηδὲν μάτην τὴν φύσιν ποιεῖν, ἀνασπασθεὶς δὲ καὶ ἀπολυθεὶς εὐθὺς ἐξέρχεται τὸ ζῷον· οὗτος γὰρ ἦν ὁ συνέχων αὐτό. διὰ τί δὲ ἐπὶ κεφαλὴν ἐξέρχεται, σαφῶς λέγει. p. 777a31 Τῆς δὲ κυήσεως ἑκάστῳ τῶν ζῴων ὡρισμένοι τυγχάνουσι. Τὸ λεγόμενον δυνάμει τοιοῦτόν ἐστι· τὸ μὲν οὖν τὰ μὲν τέσσαρας μῆνας κύειν καὶ εὐθὺς μετὰ τὸν τέταρτον γεννᾶν, ἄλλα δὲ μῆνας ἐννέα καὶ ἕτερα ἐνιαυτόν, καὶ ἄλλα χρόνους δύο, ὥσπερ οἱ ἐλέφαντες, ὑπολάβοι ἄν τις συμβαίνειν κατὰ τοὺς βίους καὶ τὰς χρονικὰς αὐτῶν παρατάσεις, οἷον ὅτι τὰ μὲν ὀλιγοχρόνια ὀλίγους κύει χρόνους, οἷον τέσσαρας μῆνας, τὰ δʼ ἔτι μακροβιώτερα ἐννέα, καὶ τὰ τούτων πάλιν μακροβιώτερα ἐνιαυτόν, καὶ ἐφεξῆς. λέγει δὴ ὅτι συμβαίνει μὲν οὖν ὡς ἐπὶ τὸ πολὺ τὰ χρονιώτερα καὶ πλείονα κυΐσκεσθαι χρόνον, ὅμως οὐκ ἔστι τῆς χρονιωτέρας κυήσεως αἴτιον τὸ μακρόβιον, τῆς δὲ ὀλιγοχρονίας τὸ ὀλιγοχρόνιον. [30]
3 209
τὰ μὲν οὖν μείζω καὶ τελειότερα τῶν ἐναίμων ζῴων καὶ πλείονα χρόνον κυΐσκεται, διότι ἐν πλείονι χρόνῳ τελειοῦται, ὥσπερ καὶ τὸ μεῖζον πλοῖον· ἐν πλείονι γὰρ χρόνῳ καὶ τοῦτο τελειοῦται, ὡς εἴρηται. καὶ πλείονα οὖν χρόνον κυΐσκεται, καὶ πλείονα ζῇ, οὐ μέντοι τὰ μείζω πάντα μακροβιώτερα. εἰ γὰρ ἦν τὸ μακρόβιον αἴτιον τοῦ πολὺν κύειν χρόνον, ἔδει τὸν ἄνθρωπον, μακροβιώτατον ὄντα, τοῦ τῶν λοφούρων γένους πλείονα χρόνον κύειν, οὐ κύει δὲ πλείονα· ὁ μὲν γὰρ ἄνθρωπος ἑπτὰ ἢ ἐννέα κύει μῆνας, ἅπτεται δὲ καὶ τοῦ δεκάτου, οἱ δὲ λόφουροι ἐνιαυτόν. ὥστε οὐκ ἔστιν ἡ μακροβιότης αἰτία τῆς χρονιωτέρας κυήσεως· εἰ γὰρ ἦν, ἔδει τὰ [μείζονα] πλείονα χρόνον κυϊσκόμενα μακροβιώτερα εἶναι, οὔκ εἰσι δέ. εἰ γὰρ αἴτιον τὸ μακρόβιον τῆς χρονίου κυήσεως, ὅπου ἂν ἦν καὶ ἐν οἷς τὸ αἴτιον, ἀνάγκη ἕπεσθαι καὶ τὸ αἰτιατόν, τοῦτο δʼ ἐστὶ τὸ πολὺν κυΐσκεσθαι χρόνον· οὐχ ἕπεται δέ. λέγει δὲ τῆς μακροβιότητος μετὰ ταῦτα εἰπεῖν τὰς αἰτίας, καὶ ἐρεῖ ἐν τῷ Περὶ μακροβιότητος καὶ βραχυβιότητος. p. 777b16 Εὐλόγως δὲ πάντων οἱ χρόνοι καὶ τῶν κυήσεων καὶ γενέσεων καὶ τῶν βίων μετρεῖσθαι βούλονται κατὰ φύσιν. Καὶ τοῦτο δυνάμει τοιοῦτόν ἐστιν· ὁ μὲν γὰρ ἥλιος καὶ ἡ σελήνη βούλονται πάντων τῶν ἀνθρώπων τὸν αἰῶνα καὶ τὴν χρονικὴν παράτασιν ἴσον εἶναι καὶ μὴ τὸν μὲν Πλάτωνα πλείονα ζῆν χρόνον, ἐμὲ δὲ ἐλάττονα, ἀλλὰ πάντας τὸν αὐτὸν καὶ ἕνα, οἷον φέρε εἰπεῖν τὸν ἐνενήκοντα, καὶ μήθʼ ὑπερβαίνειν τινὰ τῶν ἀνθρώπων τοῦτον τὸν χρόνον μήτε ἐντὸς θνήσκειν. πάντων οὖν τῶν ἀνθρώπων ἴσον ἀφώρισαν. τὸν χρόνον καὶ πάντων τῶν ἵππων ὁμοίως ἴσον, εἴτε τριακοστός ἐστιν οὗτος εἴτε ἄλλος τις, ὁμοίως δὲ καὶ τῶν ἄλλων ἁπάντων· οὐκ ἀκριβῆ δὲ οὐδὲ τὸν αὐτὸν ζῶσιν ἅπαντες οἱ ἄνθρωποι χρόνον, ὁμοίως δὲ καὶ ἵπποι καὶ βόες καὶ τὰ λοιπά, ἀλλʼ ὁ μὲν πλείονα ὁ δὲ ἐλάττονα διὰ τὸ εἶναι τῆς γενέσεως τούτων καὶ ἄλλας τινὰς ἀρχάς, αἳ τοὺς κατὰ φύσιν καὶ ὡρισμένους ἑκάστῳ γένει χρόνους ἐμποδίζουσιν· αὗται δʼ εἰσὶν ἡ ὕλη καὶ ὁ πατὴρ καὶ ἄλλα πλείονα. τοιῶσδε μὲν γὰρ ἔχοντος τοῦ πατρὸς καὶ τῆς μητρὸς ἐν τῇ ὁμιλίᾳ συμβαίνει πολυχρόνιον γίνεσθαι τὸ συλληφθέν, τοιωσδὶ δὲ ὀλιγοχρόνιον. ἀλλὰ τὰς μὲν αἰτίας τούτων ἐρεῖ, ὡς εἴπομεν, ἐν τῇ Περὶ μακροβιότητος καὶ βραχυβιότητος· αἰτιάσεται γὰρ ἐκεῖσε τούτων τὸ θερμὸν καὶ ὑγρόν. καὶ ἡ μὲν τῶν λεγομένων διάνοια σύμπασα ἄχρι τοῦ τέλους τοῦ παρόντος τετάρτου βιβλίου αὕτη. [30]
3 210 [2T]
τὰ δὲ κατὰ τὰς λέξεις ὧδέ πως ἔχει· τὸ οὖν μετρεῖσθαι βούλονται περιόδοις ἴσον ἐστὶ τῷ ἴσας περιόδους ἡλίου καὶ σελήνης οἱ ἄνθρωποι πάντες ἐτάχθησαν ζῆν, ὁμοίως δὲ καὶ οἱ ἵπποι ἴσας, οὐκ ἴσας δὲ ταῖς τῶν ἀνθρώπων, ἀλλʼ ἴσας πρὸς αὑτούς. ἡ δὲ σελήνη, φησίν, ἐστὶν ἀρχὴ τοῦ μηνός· διελθοῦσα γὰρ τὸν ἥλιον μετὰ τὴν σύνοδον ἀρχὴν ὁ μὴν λαμβάνει. ἐν δὲ τῇ λέξει τῇ τούτων δ ’ ἔχουσι τὸ πέρας καὶ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ τούτων περὶ τῆς θερμότητος καὶ ψυχρότητος εἴρηται. ἀρχὴ μὲν γὰρ καὶ γένεσίς ἐστι θερμότητος ἥ τε τῆς σελήνης αὔξησις καὶ ἡ τοῦ ἡλίου πρὸς τὰ βόρεια ζῴδια προσέλευσις, ψύξεως δʼ ἐκείνης μὲν ἡ μείωσις, τοῦ δὲ ἡλίου ἡ πρὸς τὰ νότια ἀναχώρησις. καὶ ὥσπερ ἡ θάλασσα μεταβάλλει κατὰ τὴν τῶν πνευμάτων κίνησιν, τὰ δὲ πνεύματα γίνεται, ὡς ἐν τοῖς Μετεώροις εἴρηται, κατὰ τὴν τοῦ ἡλίου καὶ τῆς σελήνης περίοδον, οὕτως καὶ τὰ ἐκ τῶν ὑγρῶν καὶ τῶν ἄλλων γινόμενα καὶ ἐν αὐτοῖς ὄντα ἀκολουθεῖν ἀναγκαῖον τῇ τῶν ἀστέρων τούτων κινήσει. εὐθηνοῦσι μὲν γὰρ ἰχθύες, ὄστρεια, μαλακόστρακα ἐν τῇ αὐξήσει, πάσχει δὲ τοὐναντίον ἐν τῇ μειώσει τῆς σελήνης· καὶ βλαστάνει γῆ καὶ φυτὰ ἀνθεῖ, ζῷα δὲ ἡβᾷ καὶ γεννᾷ τῇ τοῦ ἡλίου προσελεύσει, φθίνει δὲ τῇ τούτου ἀποχωρήσει, καὶ τἆλλα πάντα γίνεται ταῖς τούτων περιόδοις, περὶ ὧν νῦν λέγειν οὐ καιρός. ἀκυρότερα δὲ λέγει πνεύματα, γῆν, θάλασσαν, κυριώτερα δὲ ἥλιον, σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας. ὧδε μὲν οὖν ἐχέτωσαν πέρας καὶ αἱ εἰς τὸ τέταρτον τῶν Περὶ ζῴων γενέσεως βιβλίων σχολαί. ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΜΠΤΟΝ ΤΩΝ ΠΕΡΙ ΖΩΩΝ ΓΕΝΕΣΕΩΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛΙΩΝ.
3 211 (1T)
Ὅσα μὲν ἐν τῷ παρόντι βιβλίῳ πέμπτῳ ὄντι καὶ τελευταίῳ τῆς Περὶ ζῴων γενέσεως πραγματείας ἔδει ζητῆσαι, αὐτὸς σαφῶς καταλέγει, πλὴν ὅτι τὸ καὶ χρώματος ἢ σώματος καὶ τριχῶν ἢ πτερῶν διαφορὰ ταὐτόν ἐστι τῷ χρώματος [δὲ] διαφορά, χρώματος δὲ ἢ σώματος ἢ τριχῶν ἢ πτερῶν· διαφέρει γὰρ θρὶξ τριχὸς καὶ πτερὸν πτεροῦ καὶ σῶμα σώματος χρώματι τῷ τὰ μὲν εἶναι λευκὰ τὰ δὲ μέλανα, ἢ καὶ κατʼ ἄλλην χρωμάτων διαφοράν. τῶν δὲ εἰρημένων παθημάτων ἔνια μὲν ὅλοις ὑπάρχει τοῖς γένεσιν, οἷον γλαυκότης πάσῃ τῇ λεγομένῃ γλαύκῃ ὄρνιθι, ἀνθρώποις δʼ οὐ πᾶσιν. ἀκολουθεῖ δὲ εὐθὺς γενομένοις ὄνυχες φωναί, ὀξύτης δὲ φωνῆς ἢ βαρύτης καὶ τρίχωσις γενείου καὶ ἥβης καὶ πολιὰ οὐκ εὐθύς, ἀλλʼ ὕστερον. p. 778a29 Περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων οὐκέτι τὸν αὐτὸν τρόπον δεῖ νομίζειν εἶναι τῆς αἰτίας. Τρόπον αἰτίας τὴν ἕνεκά του λέγει αἰτίαν· αὕτη δʼ ἐστὶ τὸ τελικὸν αἴτιον. τὸ δὲ λεγόμενόν ἐστιν ὅτι ἐν τῇ τῶν αἰτίων ἀποδόσει τοῦ τὰ μὲν γίνεσθαι γλαυκόμματα τὰ δὲ μελανόμματα, καὶ τὰ μὲν βαρύφωνα τὰ δὲ ὀξύφωνα, καὶ ἐπὶ τῶν ὁμοίων τὸ μὲν ὑλικὸν καὶ ποιητικὸν αἴτιον ζητητέον καὶ ἀποδοτέον, τὸ δὲ ἕνεκά του οὐ ζητητέον. οὐ γὰρ γέγονεν ἡ γλαυκότης ἕνεκά του ὥσπερ ὀφθαλμός (οὗτος γὰρ ἕνεκα τοῦ ὁρᾶν ἡμᾶς γέγονεν) ἀλλʼ ἐπισυμβέβηκεν ἡ γλαυκότης τῷ ἕνεκά του· ἕνεκα γὰρ τοῦ ποιῆσαι ὀφθαλμὸν λαβοῦσα ἡ φύσις ὑγρόν, λαβοῦσα δὲ πλέον τοῦ δέοντος συνέβη γεγονέναι μέλανα τὸν ὀφθαλμόν, ὡς μαθησόμεθα μετʼ ὀλίγον, ὅτε αὐτὸς περὶ τούτων λέγει, ἔλαττον δὲ λαβοῦσα γίνεται γλαυκός. [20]
3 212
ἐν οἷς οὖν, ὡς εἴρηται, οὐκ ἔχει σκοπὸν ἡ φύσις ποιῆσαι αὐτά, ἀλλὰ συμβαίνει τοῖς ἕνεκά του, ἐν τούτοις οὐκ ἀποδοτέον τὴν ἕνεκά του αἰτίαν, ἀλλὰ τὴν ὕλην καὶ τὸ ποιητικόν, οἷον ὅτι ἐκ τῆς τοιασδὶ ὕλης καὶ τοῦ τοιουδὶ ποιητικοῦ τὸ μὲν γέγονε γλαυκόμματον τὸ δὲ μελανόμματον, καὶ τὸ μὲν αἰγωπόμματον τὸ δὲ χαροπόφθαλμον. περὶ πάντων, φησί, τῶν εἰρημένων παθημάτων οὐ νομιστέον ὅτι πρὸς τῇ ὕλῃ καὶ τῷ ποιητικῷ δεῖ καὶ τὴν ἕνεκά του αἰτίαν ἀποδιδόναι, ἀλλʼ ὅσα μέν ἐστι κοινὰ ἔργα τῆς φύσεως ἢ ἴδια γένους ἤτοι εἴδους τινός (εἰσὶ δὲ κοινὰ μὲν πάντων τῶν ζῴων οἱ πόροι, διʼ οὗ τε τὴν τροφὴν δέχονται, ὅπερ καλεῖται στόμα, καὶ ᾧ τὸ περίττωμα ἀφιᾶσιν, οἵ τε σπερματικοὶ πόροι καὶ αἱ ὑστέραι καὶ ἄλλα τινά, ἴδια δὲ γένους τινὸς χεῖρες· μόνοις γὰρ τοῖς ἀνθρώποις ὑπάρχουσιν· καὶ ἄλλα ἄλλοις), ὅσα μὲν οὖν εἰσι κοινὰ ἢ ἴδια εἴδει τινί, ταῦτα πάντα ἕνεκά του γίνεται· ἐν τούτοις οὖν ἀποδοτέον τὴν ἕνεκά του αἰτίαν· ὅσα δὲ μὴ κοινὰ μηδὲ ἴδια εἴδει τινί, τούτων οὐδὲν οὔτε ἔστιν ἕνεκά του οὔτε γίνεται. διὸ οὐδʼ ἀποδοτέον ἐν τούτοις ταύτην τὴν αἰτίαν, πλὴν ἂν ἴδιον ᾖ τοῦ γένους τοῦτο τὸ πάθος, ὥσπερ τῆς ὄρνιθος τῆς καλουμένης γλαύκης ἡ γλαυκότης. ἴδιον γὰρ αὐτῆς τοῦτο ὡς ἀνθρώπου τὸ γελαστικόν, ἴδιον δʼ οὐχ ὡς τὰ ἀντιστρέφοντα, ἀλλʼ ὡς εὑρισκόμενον ἐν πάσῃ γλαύκῃ. καὶ συντείνει ἡ γλαυκότης πρὸς τὸν ὁρισμὸν τῆς οὐσίας οὐ τῆς γλαύκης, ἀλλὰ τοῦ γλαύκης ὀφθαλμοῦ· ὁ γὰρ ὁριζόμενος τὸν τῆς γλαύκης ὀφθαλμὸν συλλήψεται εἰς τὴν ἀπόδοσιν καὶ τὴν γλαυκότητα. ἢ οὐ μόνον εἰς τὸν τοῦ ὀφθαλμοῦ ὁρισμὸν ληφθήσεται ἡ γλαυκότης, ἀλλὰ καὶ εἰς τὸν τῆς γλαύκης· εἰ γάρ τις ὁρίσασθαι μέλλει τὴν γλαύκην μὴ ᾗ ὄρνιθα, ἀλλʼ ᾗ γλαύκην, ἀνάγκη τὴν γλαυκότητα λαβεῖν εἰς τὸν ὁρισμὸν αὐτῆς. p. 778a35 Ἀλλʼ ὡς ἐξ ἀνάγκης γινομένων εἰς τὴν ὕλην καὶ τὴν κινήσασαν ἀρχὴν ἀνακτέον τὰς αἰτίας. Κενήσασαν ἀρχὴν τὴν ποιητικὴν αἰτίαν φησίν. εἴη δʼ ἂν ἡ λέξις αὕτη συνεχὴς τῇ περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων, καὶ ἔστι τὸ τῆς λέξεως συνεχὲς τοιοῦτον περὶ δὲ τούτων καὶ τῶν τοιούτων πάντων οὐκέτι τὸν αὐτὸν τρόπον δεῖ νομίζειν εἶναι τῆς αἰτίας, ἀλ λ ’ ὡς ἐξ ἀνάγκης γινομένων, τουτέστιν ἀλλʼ ὡς ἐκ τῆς τοιασδὶ ὕλης γινομένων, εἰς τὴν ὕλην καὶ τὸ ποιῆσαν ἀνακτέον τὰς αἰτίας τῆς γενέσεως αὐτῶνʼ. [30]
3 213
τοῦτο δὲ ταὐτόν ἐστι τῷ ἐκ τῆς ὕλης καὶ τοῦ ποιητικοῦ ἀποδοτέον τὴν γένεσιν αὐτῶν. ὡς γὰρ πολλάκις εἴρηται, ὅσα ἔργα τῆς φύσεως τεταγμένως καὶ ὡρισμένως καὶ γίνεται καὶ ἔστιν, οὐ διὰ τὸ κινεῖσθαι τὴν ὕλην, ἀφʼ ἧς γεγόνασι τοιωσδί, τοιαῦτά εἰσι ταῦτα, ἀλλὰ μᾶλλον διὰ τὸ εἶναι αὐτὰ τοιαῦτα κινεῖται ἡ ὕλη τοιωσδί· διὰ γὰρ τὸ τὸν ἄνθρωπον εἶναι τοιονδὶ κινεῖται ὑπὸ τῆς γονῆς τὸ καταμήνιον τοιωσδί, ἀλλʼ οὐ διὰ τὸ κινεῖσθαι αὐτὸ τοιωσδὶ ὁ ἄνθρωπος γίνεται τοιοῦτος. τῇ γὰρ οὐσίᾳ οἷον τῷ ἀνθρώπῳ ἀκολουθεῖ ἡ γένεσις, καὶ διὰ τὸ εἶναι τοιοῦτόν ἐστιν αὕτη τοιάδε, οὐ μὴν διὰ τὸ εἶναι αὐτὴν τοιαύτην ὁ ἄνθρωπός ἐστι τοιοῦτος, ὥσπερ ᾠήθησαν οἱ ἀρχαῖοι τῶν φυσιολόγων διὰ τὸ μὴ συνεωρακέναι τὴν ἕνεκά του αἰτίαν. ἔστι μὲν οὖν ἕκαστον τῶν γινομένων ἕνεκά του, ἕκαστον δὲ τῶν εἰς τὸν λόγον καὶ ὁρισμὸν παραλαμβανομένων ἑκάστου τοῦ ἤδη γεγονότος καὶ ὄντος διὰ ταύτην τὴν ἕνεκά του ἐστὶν αἰτίαν καὶ τὰς λοιπάς. ἀσαφῶς δὲ ἀπαγγελθεῖσα ἡ λέξις καὶ ἀκαταλλήλως ἡ ἔστι μὲν οὖν ἕκαστον ἕνεκά το υ , γίνεται δ ’ ἤδη διὰ ταύτην τὴν αἰτία ν. εἴη ἂν τὸ κατάλληλον αὐτῆς τοιοῦτον ʼἔστι μὲν οὖν ἕκαστον, ὅσαπερ ἐν τῷ λόγῳ ἐνυπάρχει τῷ ἑκάστου, ἕνεκά του, τουτέστιν ἕκαστον τῶν εἰς τὸν λόγον καὶ ὁρισμὸν παραλαμβανομένων ἑκάστου πράγματος ἕνεκα τοῦ ὁριστοῦ ἐστιν. εἶτα ἀπʼ ἄλλης ἀρχῆς ῥητέον τὸ γίνεται δὲ ἤδη διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς λοιπά ς. τὰ μὲν γὰρ γένη καὶ αἱ διαφοραί εἰσιν ἕνεκα τῶν εἰδῶν, τὰ δὲ σύνθετα καὶ καθʼ ἕκαστα γίνονται διά τε τὴν τελικὴν αἰτίαν καὶ τὰς λοιπάς, τήν τε ὕλην καὶ τὸ ποιοῦν, διὰ μὲν τὴν ὕλην ὡς συνοῦσαν τῷ γεγονότι, καὶ ἧς ἄνευ μὴ δυνάμενον ὅλως εἶναι, ὁμοίως δὲ καὶ διὰ τὸ ποιητικόν· τὰ γὰρ γινόμενα ἄνευ ποιητικοῦ γενέσθαι οὐ δύνανται, ἐπεὶ καὶ τὰ ἐξ αὐτομάτου γεγονέναι δοκοῦντα ἐκ ποιητικῆς τινος αἰτίας γίνεται, ὥρας φημὶ ἢ θερμότητος ἢ ἄλλου τινόσʼ. ἐπεὶ δέ τις ἤμελλε λέγειν ʼἀλλὰ μὴν καρδία, χείρ, ἐγκέφαλος οὔκ εἰσιν ἐν τῷ λόγῳ τῷ τοῦ ἀνθρώπου, ὥστε οὐδὲ ἕνεκά του ἔσονταιʼ, ἐπήγαγε τὸ ἢ ἔστιν ἕνεκά του ἢ οὗ ἕνεκ α, δυνάμει λέγων ʼοὐ μόνον τὰ εἰς τὸν ὁριστικὸν λόγον παραλαμβανόμενα ἕνεκά του εἰσίν, ἀλλὰ καὶ τὰ λοιπὰ πάντα ἢ ἕνεκά του ἔσονται ἢ οὗ ἕνεκα. ἕνεκα μὲν γάρ τινός εἰσιν ἐγκέφαλος πνεύμων καὶ τὰ λοιπά (ἕνεκα γὰρ τῆς καρδίας), οὗ δὲ ἕνεκα ἡ καρδία· ἕνεκα γὰρ αὐτῆς τἆλλα πάντα μέρη ἐστί. [35]
3 214
τῶν δὲ ἄλλων, φησίν, ὅσων ἐστὶ γένεσις, μὴ ὄντων δὲ τοιούτων, τουτέστιν ἢ ἕνεκά του ἢ οὗ ἕνεκα (ἐστὶ μὲν γὰρ τῆς γλαυκότητος γένεσις, ἀλλʼ οὐκ ἔστιν ἡ γλαυκότης οὔτε ἕνεκά τινος οὔτε οὗ ἕνεκα· οὐδὲν γὰρ ἕνεκεν αὐτῆς γίνεται) ὅσων οὖν ἐστι γένεσις μὴ ὄντων δὲ τοιούτων, τούτων τὸ αἴτιον ἐν τῇ κινήσει δεῖ καὶ τῇ γενέσει ζητεῖν, λέγων κίνησιν μὲν τὸ ποιητικὸν αἴτιον, γένεσιν δὲ τὸ ὑλικὸν διὰ τὸ τὸ μὲν κινεῖν, τὴν δὲ γίνεσθαι. τὰς δὲ διαφορὰς τὰς τοιαύτας, ἤγουν τὴν γλαυκότητα καὶ τὰς λοιπάς, λαμβάνουσιν οἱ ὀφθαλμοὶ ἐν τῇ συστάσει, τουτέστιν ὅτε τὸ ζῷον συνίσταται. p. 778b20 Πρῶτον μὲν οὖν ὅταν γεννῶνται τὰ παιδία, πάντων μάλιστα τῶν ἀτελῶν καθεύδειν εἴωθε. Τὸ ὅταν γεννῶνται νῦν εἴληπται ἀντὶ τοῦ ὅταν ἐξέλθωσι θύραζε, τὸ δὲ μάλιστα ἴσον ἐστὶ τῷ πλέον· ὑποστικτέον δὲ εἰς τὸ τὰ παιδία, εἶτα ἐπακτέον τὸ πάντων μάλιστα τῶν ἀτελῶ ν. ἔστι δὲ τὸ λεγόμενον ʼτὰ παιδία ἐξελθόντα ἐκ τῆς μήτρας θύραζε καθεύδει καὶ κοιμᾶται πλέον τῶν ἀτελῶν πάντων· οὔτε γὰρ σκύμνος οὔτε δελφάκιον οὔτε ἄλλο οὐδὲν μικρὰ ὄντα ἐξελθόντα θύραζε κοιμᾶται τοσοῦτον ὅσον τὰ παιδία, ἐπεὶ καὶ ἐν τῇ μήτρᾳ ὄντα τὰ παιδία, ἡνίκα λάβῃ αἴσθησιν, καθεύδοντα διατελεῖ· ὀλιγάκις γὰρ κινεῖται παρʼ ὅλον τὸν τῆς κυήσεως καιρόν, τὸν δʼ ἄλλον ἅπαντα κοιμᾶταιʼ. εἰπὼν δὲ ὅτι καὶ ἐν τῇ μήτρᾳ κοιμᾶται, ἐπάγει ʼἀπορήσειεν ἄν τις πρῶτον, ὁπηνίκα τὴν αἴσθησιν λαβὸν ἤρξατο κοιμᾶσθαι, ἆρα ἐγρηγόρει πρὸ τῆς αἰσθήσεως καὶ τοῦ εὐθὺς ὃν ἤρξατο μετʼ αὐτὴν κοιμᾶσθαι ὕπνου, ἆρʼ οὖν πρῶτον ἐγρηγόρει, εἶτα ἔλαβε τὴν αἴσθησιν καὶ εὐθὺς ὕπνωσεν, εἶτα πάλιν ἐγρήγορεν, ἢ ὕπνωττε καὶ πρὸ τοῦ αἴσθησιν δέξασθαι καὶ ὅτε ἐδέχετο αὐτήν, ὕστερον δὲ ἐγρηγόρησεν, ὡς μηδὲν ὅλως προηγήσασθαι τὴν ἐγρήγορσιν τοῦ ὕπνουʼ. ἀποδέχεται δὲ τὸ προηγήσασθαι τὸν ὕπνον καὶ ἐξ αὐτοῦ εἰς ἐγρήγορσιν μεταβῆναι ἢ ἔμπαλιν ἐξ ἐγρηγόρσεως εἰς ὕπνον. ἔτι δὲ ἐπεί, φησί, πᾶσα μετάβασις διὰ τοῦ μεταξὺ γίνεται, ἄγεται δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὄν, οὐ τοῦ ἁπλῶς μὴ ὄντος ἀλλὰ τοῦ πῇ, ἀνάγκη διὰ τοῦ μεταξὺ εἰς τὸ ὂν καὶ εἰς τὴν ζωὴν ἐλθεῖν· δοκεῖ δὲ ὕπνος εἶναι τοιοῦτον, τουτέστιν μεταξὺ ὄντος καὶ μὴ ὄντος. ἔστι μὲν γὰρ μὴ ὂν ὁ τεθνηκὼς καὶ ὅλως ὁ θάνατος, ὂν δὲ ὁ ζῶν καὶ ὅλως ἡ μετʼ αἰσθήσεως μάλιστα ζωή, ὁ δʼ ὕπνος ἐστὶ μεταξὺ ζῶντος καὶ τεθνεῶτος· ἡ γὰρ ζωή, φησί, μάλιστα ἐν τῷ ἐγρηγορέναι ἐστίν, ὅτι καὶ τότε αἰσθανόμεθα, ὅτε καὶ γρηγοροῦμεν. ὑπνοῖ μὲν οὖν ἀληθῶς ἐν τῇ μήτρᾳ ὂν μετὰ τὸ τὴν αἴσθησιν δέξασθαι, πρὸ δὲ τοῦ τὴν αἴσθησιν δέξασθαι ὑπνοῖ μὲν οὐδαμῶς, ἔχει δὲ διάθεσιν ὁμοίαν ὕπνου ὥσπερ καὶ τὰ φυτά· οὐδὲ γὰρ αὐτὰ ὑπνώττει. [30]
3 215
οὐδεὶς γὰρ ὕπνος ἀνέγερτος, τουτέστιν οὐδὲν ὑπνῶττον οὐ μεταβάλλει εἰς ἐγρήγορσιν, ὥστε ἂν ὕπνωττε καὶ τὰ φυτά, ἐγρηγόρησεν ἄν ποτε. καθεύδει μὲν οὖν τὰ ζῷα ἐν τῇ μήτρᾳ ὄντα τὸν πλεῖστον χρόνον διὰ τὸ τὴν αὔξησιν καὶ τὸ βάρος ἐπικεῖσθαι τοῖς ἄνω τόποις (πρῶτον γὰρ τὰ ἄνω αὔξεται, ὡς πρότερον εἴρηται)· ἐπικείμενον γὰρ τὸ βάρος ἄνωθεν ἐμποδίζει τὴν αἴσθησιν. περὶ ὧν τοῦ ὕπνου καὶ ἐγρηγόρσεως τὰς αἰτίας πρότερον ἐν τῷ Περὶ ὕπνου εἴρηκεν· ἐκεῖνο γὰρ ᾐνίξατο εἰπὼν εἰρήκαμεν δὲ τὴν αἰτίαν τοῦ καθεύδειν τοιαύτην οὖσαν ἐν ἑτέροι ς. ἔστι δὲ τοῦτο ἴσον τῷ καὶ ἐν ἄλλοις τὸ γινόμενον βάρος ἄνωθεν καὶ μάλιστα περὶ τὴν καρδίαν αἴτιον ἀποδεδώκαμεν τοῦ γίνεσθαι ὕπνον. ὅτι δὲ ἐγείρονται καὶ καθεύδουσιν ἐν τῇ μήτρᾳ, δῆλον καὶ ἐκ τῶν ἀνατομῶν καὶ ἐν τοῖς ᾠοτοκοῦσι· πολλοὶ γὰρ τῶν νεοττῶν ἐντὸς τῶν ᾠῶν ὄντες φωνοῦσι δηλονότι ὅταν ἐγρηγορήσωσιν, εἶτα πάλιν σιγῶσιν ἐπὶ πολὺ ὡς δηλονότι ὑπνώττοντες. p. 779a11 Καὶ ἐγρηγορότα μὲν οὐ γελᾷ τὰ παιδία, καθεύδοντα δὲ καὶ δακρύει καὶ γελᾷ. Ἐλλιπῶς ἡρμήνευται ἡ λέξις, εἴη δʼ ἂν τὸ πλῆρες τοιοῦτον· δακρύει τὰ παιδία καὶ ἐγρηγορότα καὶ καθεύδοντα, γελᾷ δὲ μόνον καθεύδοντα. τοῦ δὲ γελᾶν αὐτὰ καθεύδοντα αἰτιᾶται τὸ τριττὸν τῆς αἰσθήσεως· ἡ μὲν γάρ ἐστιν ἥτις γίνεται ἡμῖν ἐγρηγορόσιν, αὐτήν φημι τὴν κατʼ ἐνέργειαν αἴσθησιν, ἑτέρα δὲ ἥτις ἐν τῷ ὁρᾶν ὀνείρατά ἐστιν (αἴσθησις γάρ τις καὶ ἡ τῶν ὀνειράτων φαντασία· εἴρηται δὲ περὶ τούτων ἐν τῷ Περὶ τῆς καθʼ ὕπνον μαντικῆς), τρίτη δὲ ἣν πάσχουσι πολλοὶ τῶν ἀνθρώπων· καθεύδοντες γὰρ ἐγείρονται ἀνεῳγότας ἔχοντες τοὺς ὀφθαλμοὺς καὶ πράττοντές τινας πράξεις μὴ εἰδότες ὅ τι καὶ πράττουσιν· πῶς γάρ, ἐπειδὴ κοιμῶνται; ὅτι δὲ κοιμῶνται ἐν ταῖς τοιαύταις πράξεσι, δῆλον· ὕστερον γὰρ ἐπειδὰν ἐγρηγορήσωσιν, ἐρωτώμενοι λέγουσι μηδὲν εἰδέναι, εἰ ὅλως ἠγέρθησαν ἢ ἔπραξάν τι, οἷόν τι συμπέπτωκε καὶ ἐμῷ φίλῳ. ἦν γὰρ ἐμὸς συνήθης τις τὴν τέχνην ἰατρός, καὶ ἐμοῦ ἀναγινώσκοντος, ἐκείνου δὲ κοιμωμένου (ἦν δὲ ὥρα ἑβδόμη τῆς ἡμέρας) ἐγερθεὶς καὶ ἀπελθὼν ἐν τῷ οἰκήματι, ἐν ᾧ εἴχομεν ἀποκεκλεισμένας τὰς ἀλεκτορίδας, ἤνοιξε τὴν θύραν μηδέν τι πλέον πράξας καὶ στραφεὶς πάλιν ἀνέπεσε καὶ ἐκοιμᾶτο· μετὰ δὲ ταῦτα ἐγερθεὶς καὶ ὑπʼ ἐμοῦ ἐρωτηθεὶς ʼτίς ἡ ἀνάγκη καὶ ἡ αἰτία διʼ ἣν ἐγερθεὶς ἤνοιξας τὴν θύραν, εἶτα πάλιν κατέδαρθες;ʼ ἐκεῖνος ἀπεκρίνατο μηδὲν εἰδέναι· ʼοὔτε γὰρ εἰ ὅλως ἠγέρθην σύνοιδα οὔτε πολλῷ μᾶλλον, εἰ τὴν θύραν ἀνέῳξαʼ. [30]
3 216
ἔστιν οὖν καὶ αὕτη αἴσθησίς τις μετὰ φαντασίας τινός, οὐ μετὰ μνήμης δέ· διὸ καὶ ἀγνοοῦμεν, ὅταν τι τοιοῦτον πάθωμεν, εἰ ὅλως πεπόνθαμέν τι τοιοῦτον, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ὀνειράτων· πολλὰ γὰρ τῶν φαινομένων ἡμῖν ἐν τοῖς ὕπνοις οὐ μεμνήμεθα ἐγρηγορότες. ἔστιν οὖν καὶ αὕτη αἴσθησίς τις καθʼ ἣν καὶ τὰ παιδία γελᾷ, καὶ ἔοικεν ὁ γέλως τῶν παιδίων τῇ τῶν καθευδόντων πράξει, ἣν πράττουσιν ἐγερθέντες μέν, μὴ εἰδότες δέ. εἰπὼν οὖν τὴν αἰτίαν διʼ ἣν γελᾷ καθεύδοντα, ἐπήγαγε τὰ δὲ παιδία ἐοίκασιν ὥσπερ ἀνεπιστήμονα, καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ συνεχὲς τῆς λέξεως τοιοῦτον· τὰ δὲ παιδία ἐοίκασιν ἐν τῷ καθεύδειν ἐπαισθάνεσθαι καὶ ζῆν ὥσπερ ἀνεπιστήμονα τοῦ αἰσθάνεσθαι διὰ συνήθειαν. ἔστι δὲ τὸ λεγόμενον ʼτὰ δὲ παιδία ἐν τῷ καθεύδειν ἐοίκασι τοῖς αἰσθανομένοις (αἰσθάνεται γὰρ ὅτε ὑπνώττει) κατὰ τὴν αἴσθησιν τῶν ἀνισταμένων, ὅτε καθεύδουσι, καὶ πολλὰ πραττόντων ἄνευ τοῦ ἐνυπνιάζεινʼ. αἰσθάνεται δὲ κατὰ ταύτην τὴν αἴσθησιν ἐν τῷ καθεύδειν, φησί, διὰ τὸ μὴ ἔχειν ἐπιστήμην καὶ μάθησιν τοῦ ἐγρηγορέναι. συνεθισθὲν γὰρ ἐν τῇ μήτρᾳ ὂν ὑπνώττειν, μηδὲν δʼ ὅλως μεμαθηκὸς ἐγρηγορέναι οὐκ ἐγρηγορεῖ (οὐ γὰρ μεμάθηκεν ἐγρηγορεῖν), ἀλλʼ ὑπνώττει· τοῦτο γὰρ μᾶλλον μεμάθηκε καὶ εἴθισεν. ἐπειδὰν δʼ αὐξηθῶσι καὶ ἑνὸς ἐνιαυτοῦ ἢ καὶ ὀλίγον ἐλάττονος ἢ πλείονος χρόνου γένωνται, τοὐναντίον πάσχουσι· τὸν γὰρ πλείονα ἐγρηγοροῦσιν, ὥστε καὶ τὰς μαίας πολλὰ μηχανᾶσθαι, ἵνα ποιήσωσιν αὐτὰ ὑπνῶσαι. λέγει δὲ τὰ παιδία μᾶλλον τῶν ἄλλων ζῴων ἐν ὕπνῳ τὸ πρῶτον διατελεῖν. τοῦ δὲ εὐθὺς γενομένων τῶν παιδίων γλαυκότερα εἶναι τὰ ὄμματα αὐτῶν, τῶν δὲ ἄλλων ζῴων μή, αἴτιον εἶναί φησι τὸ μονόχρωμα εἶναι τὰ ὄμματα τῶν ἄλλων ζῴων. ἐπειδὴ γὰρ οἱ μὲν τῶν ἀνθρώπων εἰσὶ γλαυκοὶ οἱ δὲ μελανόφθαλμοι, ἔοικε τὰ παιδία τρόπον τινὰ δυσίν· εὐθὺς μὲν οὖν γενόμενα ἔοικε τῷ γλαυκοφθάλμῳ, ὕστερον δὲ τῷ μελανομμάτῳ· τὰ δʼ ἄλλα ἐπειδὴ μονόχρωμά εἰσιν, ὥσπερ οὐ διαφέρουσι τοῦ βοὸς τούτου τὰ ὄμματα πρὸς τὰ τοῦ ἄλλου βοός, οὕτως οὐδὲ τοῦ αὐτοῦ καὶ ἑνὸς βοὸς οἱ ὀφθαλμοὶ διαφέρουσιν αὐτοὶ ἑαυτῶν ποτε. ἐπὶ δὲ τῶν ἀνθρώπων, ἐπειδὴ οἱ τούτου τοῦ ἀνθρώπου ὀφθαλμοὶ διαφέρουσι πρὸς τοὺς ἐκείνου τοῦ ἀνθρώπου, δύνανται διαφέρειν καὶ αὐτοὶ ἑαυτῶν, καὶ ἐπὶ τούτῳ μεταβάλλουσιν ἀπὸ γλαυκότητος εἰς μελάνωσιν. [30]
Click or tap any word for its parse and dictionary entry.
Text: Perseus Digital Library, licensed CC BY-SA. Dictionary: Liddell, Scott & Jones (Perseus, CC BY-SA). Morphology: odyCy — machine parsing, corrected against the AGDT & PROIEL treebanks and Morpheus.
Scroll to Top