1
Ἄχρονος ἦν, ἀκίχητος, ἐν ἀρρήτῳ λόγος ἀρχῇ, ἰσοφυὴς γενετῆρος ὁμήλικος υἱὸς ἀμήτωρ, καὶ λόγος αὐτοφύτοιο θεοῦ γόνος, ἐκ φάεος φῶς· πατρὸς ἔην ἀμέριστος, ἀτέρμονι σύνθρονος ἕδρῃ· καὶ θεὸς ὑψιγένεθλος ἔην λόγος. οὗτος ἀπʼ ἀρχῆς ἀενάῳ συνέλαμπε θεῷ, τεχνήμονι κόσμου, πρεσβύτερος κόσμοιο· καὶ ἔπλετο πάντα διʼ αὐτοῦ, ἄπνοα καὶ πνείοντα· καὶ ἐργοπόνου δίχα μύθου οὐδὲν ἔφυ, τόπερ ἔσκε· καὶ ἔμφυτος ἦεν ἐν αὐτῷ ζωὴ πασιμέλουσα, καὶ ὠκυμόρων φάος ἀνδρῶν ζωὴ πάντροφος ἦεν. ἐν ἀχλυόεντι δὲ κόσμῳ οὐρανίαις σελάγιζε βολαῖς γαιήοχος αἴγλη, καὶ ζόφος οὔ μιν ἔμαρψε. μελισσοβότῳ δʼ ἐνὶ λόχμῃ ἔσκε τις οὐρεσίφοιτος ἐρημάδος ἀστὸς ἐρίπνης,
1·2
κῆρυξ ἀρχεγόνου βαπτίσματος· οὔνομα δʼ αὐτῷ θεῖος Ἰωάννης λαοσσόος. οὗτος ἐπέστη ἄγγελος ἐμπεδόμυθος, ὅπως περὶ φωτὸς ἐνίψῃ μαρτυρίην, ἵνα πάντες ἑνὸς κήρυκος ἰωῇ ὀρθὴν πίστιν ἔχοιεν, ἀτέρμονα μητέρα κόσμου· οὐ μὲν κεῖνος ἔην νοερὸν φάος, ἀλλʼ ἵνα μοῦνον πᾶσιν ἀναπτύξειε θεηγόρον ἀνθερεῶνα καὶ φάεος προκέλευθος ἀκηρύκτοιο φανείη, ξυνὴν μαρτυρίην ἐνέπων θεοδέγμονι λαῷ.
1·3
καὶ γὰρ ἑοῦ μετὰ πατρὸς ἐτήτυμον ἀρχέγονον φῶς μουνογενὴς λόγος ἦεν, ὃς ἀνέρα πάντα καθαίρει πνευματικαῖς ἀκτῖσι καταυγάζων φύσιν ἀνδρῶν ἐρχομένων ἐπὶ γαῖαν· ἔην δʼ ἐν ἀπειθέι κόσμῳ ἀπροϊδής, καὶ κόσμος ἀπείριτος ἔσκε διʼ αὐτοῦ, καὶ λόγον οὐ γίνωσκεν ἐπήλυδα κόσμος ἀλήτης. ἐγγὺς ἔην ἰδίων, ἴδιοι δέ μιν ἄφρονι λύσσῃ ὡς ξένον οὐκ ἐγέραιρον· ὅσοι δέ μιν ἔμφρονι θυμῷ ἀπλανέες δέξαντο καὶ οὐ νόον εἶχον ἀλήτην, οὐρανίην πάντεσσι μίαν δωρήσατο τιμὴν τέκνα θεοῦ γενετῆρος ἀειζώοντος ἀκούειν, οὓς φύσις οὐκ ὤδινε λεχωιάς, οὐ βίος ἔγνω ἀνδρομέου βλάστημα θελήματος, οὐδὲ καὶ αὐτὴ σαρκὸς ἐρωτοτόκοιο γαμήλιος ἤροσεν εὐνή, ἀλλὰ θεοῦ γεγάασιν ἀνήροτα τέκνα τοκῆος. καὶ λόγος αὐτοτέλεστος ἐσαρκώθη, θεὸς ἀνὴρ ὀψίγονος προγένεθλος, ἐν ἀρρήτῳ τινὶ θεσμῷ ξυνώσας ζαθέην βροτοειδέι σύζυγα μορφήν. καὶ θεὸς οἶκον ἔναιε σὺν ἀνδράσι, καὶ κλέος αὐτοῦ εἴδομεν ἀνδρομέοισιν ἐν ὄμμασιν, οἷά τε τιμὴν υἱοῦ μουνογόνοιο παρʼ ὑψίστοιο τοκῆος·
1·4
καὶ χάριτος πέπληθε καὶ ἀτρεκίης γενετῆρος. ἀμφὶ δὲ σαρκοφόροιο λόγου πρωτάγγελος ἀνὴρ ἁγνὸς Ἰωάννης πιστώσατο μάρτυρα φωνήν· οὗτος ἔην, ὃν ἔειπον ἀμωμήτῳ τινὶ μύθῳ· πρῶτος ἐμεῖο βέβηκεν, ὀπίστερος ὅστις ἱκάνει, ὅττι μευ ἦν πρώτιστος, ὅτι ξύμπαντες ἀπʼ αὐτοῦ ἠράμεθα ζαθέου πληρώματος ὄψιμον ἄλλην ἀντίθετον προτέρης χάριτος χάριν· ὅττι θεμίστων βίβλον ὅλων γενέτης διὰ Μωσέος ὤπασε λαῷ, καὶ χάρις ἐκ Χριστοῖο καὶ ἀτρεκίη πέλε κόσμῳ·
1·5
καὶ θεὸν αὐτογένεθλον ἐν ἀντιπόροισιν ὀπωπαῖς οὔποτέ τις σκοπίαζεν· ἑῷ διεπέφραδε μύθῳ κεῖνος ὁ θεσπεσίῳ μεμελημένος ἠθάδι κόλπῳ μουνογενής, ὁμόφοιτος ἀθηήτοιο τοκῆος· μαρτυρίης δʼ ὅδε μῦθος, ὃν ἀμβροσίῃ τινὶ φωνῇ πιστὸς Ἰωάννης ἐτυμόθροος ἔννεπε κῆρυξ, Ἑβραίων ὅτε λαὸς ἐρημάδος εἰς ῥάχιν ὕλης Λευίτας προΐαλλε καὶ ἀγρύπνους ἱερῆας, ᾗχι φυγὰς μερόπων μετανάστιος ᾤκεεν ἀνὴρ ἔνδιον αὐτόρριζον ὀρεσσαύλοιο μελάθρου.
1·6
μυστιπόλοι δʼ ἐρέεινον ὁμήλυδες ὀξέι μύθῳ· τίς σὺ πέλεις; μὴ Χριστὸς ἔφυς; καὶ ἀμοιβάδι φωνῇ εἶπε καὶ οὐκ ἔκρυψε καὶ οὐκ ἠρνήσατο κῆρυξ· Χριστὸς ἄναξ οὐκ εἰμί. καὶ Ἑβραίων χορὸς ἀνδρῶν πόμπιμος ἔνθεον ἄνδρα τὸ δεύτερον εἴρετο μύθῳ· εἰπέ, τίς οὖν σὺ πέλεις; Θεσβίτιδος ἀστὸς ἀρούρης Ἠλίας ἐφάνης; καὶ ἀνίαχεν· οὐ μετανάστης ὄψιμος Ἠλίας παλινόστιμος εἰς χθόνα βαίνω. καὶ θρασὺς ἐσμὸς ἔειπεν ἀνιπτοπόδων ἱερήων·
1·7
μὴ σύ μοι, ὃν καλέουσι, θεηγόρος ἐσσὶ προφήτης, ἄγγελος ἐσσομένων; καὶ ἀμείβετο δίζυγι μύθῳ· οὐ πέλον Ἠλίας, οὐ θέσκελός εἰμι προφήτης. καὶ πάλιν ἐσμὸς ἔειπε θεοκλήτων ἱερήων· τίς τελέθεις; ἵνα πᾶσιν ἀπαγγείλωμεν ἰόντες ἀνδράσι μυστιπόλοισιν ἀμοιβαίην σέο φωνήν, ἡμέας οἳ προέηκαν ἀελλήεντι πεδίλῳ δεῦρο μολεῖν· σὺ δὲ ποῖον ἔπος φιλοπευθέι λαῷ ἀμφὶ σέθεν λέξειας; ὁ δὲ ζαθέης ἀπὸ βίβλου ἀνέρος ἀρχεγόνοιο θεόσσυτον ἴαχε φωνήν· φωνὴ ἐγὼ βοόωντος ἐρημάδος ἔνδοθι πέτρης·
1·8
οἶμον ὀφειλομένην ἰθύνατε παμβασιλῆος, καί οἱ ἑτοιμοτάτη πελέτω τρίβος, ὡς ἐνὶ βίβλῳ Ἡσαΐας πολύιδρις ἐπέγραφε, θέσπιδι βίβλῳ. καὶ χορὸς ἄλλος ἄπιστος ἁμαρτινόων Φαρισαίων πέμπετο καὶ σοφὸν ἄνδρα θεηγόρον εἴρετο μύθῳ· καὶ τί σὺ βαπτίζεις; πόθεν ὕδατι φῦλα καθαίρεις, εἰ μὴ Χριστὸς ἔφυς ὑψίζυγος οὐδὲ σὺ δίφρου ἅρπαγος Ἠλίας ἐλατὴρ πυρὸς οὐδὲ προφήτης πνεύματι παφλάζων, θεοδινέος ἔγκυος ὀμφῆς; καί σφισι πευθομένοις ἔπος ἴαχε θέσκελος ἀνήρ·
1·9
ὑμέας αὐτὸς ἵκανον ἐγὼ καθαροῖο λοετροῦ ὕδατι βαπτίζων· καὶ ὀπίστερος ὅστις ἱκάνει, σήμερον ἡμείων μέσος ἵσταται, οὗ ποδὸς ἄκρῳ ἀνδρομέην παλάμην οὐκ ἄξιός εἰμι πελάσσας λῦσαι μοῦνον ἱμάντα θεοπνεύστοιο πεδίλου. Βηθανίης πέλε ταῦτα θεουδέος ἐγγὺς ἀρούρης χεύματος ἀντιπέρηθεν Ἰορδανίου ποταμοῖο. ἀλλʼ ὅτε δὴ δρόμον ἄλλον ἑκηβόλος ἤγαγεν ἠώς, ἁγνὸς Ἰωάννης ἀντώπιον ὄμμα τιταίνων Ἰησοῦν ἐνόησε καὶ ἀγχικέλευθον ἰόντα δάκτυλον ὀρθώσας ἐπεδείκνυε μάρτυρι λαῷ· ἠνίδε, παγγενέταο θεοῦ σχεδὸν ἀμνὸς ἐχέφρων·
1·10
οὗτος ἔην, ὃν ἔειπον· ὀπίστερος ἔρχεται ἀνήρ, ὅς μευ ἔφυ προπάροιθεν· ἐγὼ δέ μιν οὐ πάρος ἔγνων ὄμμασιν, ἀλλʼ ἵνα πᾶσιν ἔχων ἄγνωστον ὀπωπὴν Ἰσραὴλ τεκέεσσιν ἀσημάντοισι φανείη, ἦλθον ἐγὼ προκέλευθος ἀκηρύκτοιο πορείης βαπτίζων ἀδίδακτον ἀπευθέα λαὸν ἀλήτην. καὶ πετάσας στόμα θεῖον ὅλῳ φιλοπευθέι λαῷ μαρτυρίην ἀγόρευεν ἑῇ πανθελγέι φωνῇ, ὅττι περ αἰθερίων κατανεύμενον ἔδρακε κόλπων πνεῦμα θεοῦ πτερύγων πεφορημένον ἔμφρονι παλμῷ ἀντίτυπον μίμημα πελειάδος, ἄχρις ἐπʼ αὐτὸν ἦλθε καὶ αὐτόθι μίμνεν· ἐγὼ δέ μιν οὐ πάρος ἔγνων, ἀλλά μοι αὐτὸς ἔειπεν ἑῇ σημάντορι φωνῇ,
1·11
ὅςτις ἐμὲ προέηκε παλιγγενέων δέμας ἀνδρῶν βαπτίζειν ἀπύροισι καὶ ἀπνεύστοισι λοετροῖς· εἰς ὃν ἐξαθρήσειας ὑπηνέμιον καταβαῖνον πνεῦμα θεοῦ νοεροῖο καὶ ἔμπεδον αὐτόθι μίμνει, οὗτος ἀφωτίστοισι φάος μερόπεσσιν ὀπάσσει ἐν πυρὶ βαπτίζων καὶ πνεύματι· καί μιν ὀπωπῇ εἶδον ἐγὼ καὶ ἔειπον ἀληθέα μάρτυρα φωνήν, ὅττι θεοῦ γόνος οὗτος ἀειζώοιο τοκῆος. ἀλλʼ ὅτε δὴ φάος ἄλλο παλίνδρομος ἤγαγεν ἠώς, θεῖος ἀνὴρ ἕστηκε, δύω δέ οἱ ἄγχι μαθηταὶ Χριστοῦ θεσπεσίης ἀδαήμονες εἰςέτι μορφῆς· Χριστὸν ἰδὼν στείχοντα βατὴν χθόνα πεζὸν ὁδίτην, ἅρματος ὑψιπόροιο μετάρσιον ἡνιοχῆα, ἁγνὸς Ἰωάννης πάλιν ἴαχεν ἠθάδι φωνῇ· οὗτος ἐπουρανίοιο θεοῦ λάλος ἀμνὸς ὁδεύει.
1·12
καὶ ζαθέην ἀίοντες ἀληθέος ἀνδρὸς ἰωὴν ἀπλανέες δύο φῶτες ὀπίστεροι ἦλθον ὁδῖται Χριστοῦ νεισσομένοιο. καὶ αὐτοδίδακτον ὀπωπὴν ἐντροπαλιζομένην διδύμους ἐπὶ φῶτας ἑλίξας ἑσπομένων ἐρέεινε συνωρίδα δίζυγον ἀνδρῶν· δεῦρο τί μαστεύοντες ἱκάνετε; καὶ μίαν ἄμφω πευθομένου βασιλῆος ὁμόθροον ἴαχον αὐδήν· ῥαββίν, ὃ καὶ καλέουσι διδάσκαλε, πῇ, πόθι ναίεις; καὶ μίαν ἀμφοτέροισιν ἄναξ ξυνώσατο φωνήν· δεῦτε καὶ ἀθρήσητε. καὶ ἤλυθον ἄχρι μελάθρου καὶ μάθον, ὁππόθι ναῖεν· ὑπωρόφιοι δὲ μαθηταὶ ἦμαρ ἐκεῖνο τέλεσσαν ἔσω Χριστοῖο μελάθρου ἀγχίθεοι· δεκάτη δὲ ποδήνεμος ἔτρεχεν ὥρη. καί τις ἔην, ὃς ἵκανεν ἔσω θεοδέγμονος αὐλῆς, Ἀνδρείας, μερόπων ἁλιεὺς μετὰ πόντιον ἄγρην,
1·13
ἰχθυβόλου Σίμωνος ἀδελφεός, εἷς δέ τις αὐτῶν, οὓς θεὸς ἐξείνισσεν· Ἰωάνναο δὲ φωνῆς ξυνῆς εἰςαΐοντι συνέμπορος ἦεν ἑταίρῳ ἀγχιφανής· ἄμφω δὲ μιῇ πειθήμονι βουλῇ Χριστῷ ἐφωμάρτησαν· ὁ μὲν πρώτιστον ὁδεύων σύγγονον εὐώδινος ἐρευνητῆρα θαλάσσης εὗρεν ἑὸν Σίμωνα καὶ ἔννεπεν ὀξέι μύθῳ· σύγγονε, Μεσσίαν σοφὸν εὕρομεν, ὃς θεὸς ἀνὴρ Χριστὸς Ἰουδαίοισιν ἀκούεται Ἑλλάδι φωνῇ. ὣς εἰπὼν ἐκόμισσεν ὁμόγνιον ὀξὺν ὁδίτην, Ἰησοῦς ὅθι ναῖε· γαληναίῳ δὲ προςώπῳ Χριστὸς ἰδὼν Σίμωνα σοφῷ μειλίξατο μύθῳ· υἱὸς Ἰωάνναο σὺ μὲν πέλες, ἐσσὶ δὲ Σίμων ἐργατίνης πόντοιο· σύ μοι κικλήσκεο Κηφᾶς, δεύτερον οὔνομα δέξο νεώτερον, ἀνέρες ἄλλοι Πέτρον ὅπερ καλέουσιν· ἐπωνυμίην δὲ καλύψει πρεσβυτέρην Σίμωνος ὑπέρτερον οὔνομα Πέτρου, πίστιος ἀρραγέος σημήιον. ἀλλʼ ὅτε γείτων ἀκροφανὴς δροσερῇσι βολαῖς πορφύρετο Σιών, Ἰησοῦς μετὰ νύκτα λιπόσκιον ἤθελε βαίνειν
1·14
εἰς πόλιν εὐώδινα τανυπλοκάμων Γαλιλαίων. καὶ σχεδὸν εὗρε Φίλιππον· ἄναξ δέ μιν εἶπε γενέσθαι πιστὸν ἑὸν συνάεθλον, ὀπισθοκέλευθον ὁδίτην· ἕσπεο καὶ σύ, Φίλιππε. καὶ εἰςέτι θερμὸς ἀκούων οὔασι μῦθον ἔδεκτο καὶ ἴχνεσιν ἔφθασε φωνήν. ξυνὴν δʼ εἶχε Φίλιππος ἑὴν Βηθσαϊδὰ πάτρην, Ἀνδρείας ὅθι ναῖεν, ὅπῃ θρασὺς ᾤκεε Σίμων. Ναθαναὴλ δὲ Φίλιππος ἑῷ μειλίξατο μύθῳ, εὑρὼν εὐπετάλοιο κάτω δρυός· ὃν σοφὸς ἀνὴρ Μωσῆς ἀρχιγένεθλος ἐπέγραφε θέσπιδι βίβλῳ, εὕρομεν, ὅν ποτε πάντες ὁμορρήτῳ τινὶ μύθῳ ἐσσομένων κήρυκες ἐπιστώσαντο προφῆται, Ἰησοῦν ὁσίοιο βοώμενον υἱὸν Ἰωσήφ, Ναζαρὲθ ναετῆρα, θεοῦ γόνον. ἀγχιπόρῳ δὲ Ναθαναὴλ ταχύμητις ἔπος ξύνωσε Φιλίππῳ·
1·15
Ναζαρὲθ δύναται καλὸν ἔμμεναι; εἰρομένῳ δὲ σύνδρομος εἶπε Φίλιππος ἀπειροκάκῳ τινὶ μύθῳ· ἔρχεο καὶ σκοπίαζε. καὶ ἀγχικέλευθον ὁδίτην Ναθαναὴλ ταχύγουνον ἄναξ ἐπεδείκνυε λαῷ· Ἰσραὴλ γόνος οὗτος ἐτήτυμος οὔτινι τεύχων ἢ δόλον ἀλλοπρόςαλλον ἢ ἀγκύλα μήδεα φαίνων. Ναθαναὴλ δʼ ἀίων ἐπεμίγνυε θαύματι φωνήν· πῶς φρεσὶ γινώσκεις με, τὸν οὐ πάρος εἶδες ὀπωπῇ; εἰπέ, πόθεν νοέεις με; καὶ ἀνέρι θέσκελον αὐδὴν κοίρανος ὀμφήεντος ἀνήρυγεν ἀνθερεῶνος·
1·16
πρὶν καλέσαι σε Φίλιππον, ὑπὸ σκιοειδέι συκῇ ἔδρακον ὑψικόμοισι παρενδιάοντα κορύμβοις ὄμμασι καὶ πραπίδεσσι τὸν οὐ παρεόντα δοκεύων. Ναθαναὴλ δʼ ὀλόλυξεν ἔχων ταχυπειθέα βουλὴν θαύματι πιστὰ μέτωπα θεουδέι χειρὶ πατάξας· ῥαββίν, ἐπουρανίων ἀδύτων ὑψίθρονε ποιμήν, Ἰσραὴλ σὺ πέλεις βασιλεύς, σὺ Χριστὸς ὑπάρχεις, υἱὸς ἀειζώοιο θεοῦ λόγος· ἀμφότερον δέ, Ἰσραὴλ τεκέων σε θεὸν βασιλῆα καλέσσω καί σε θεοῦ ζώοντος ἐτήτυμον υἱὸν ἐνίψω.
1·17
καί μιν ἄναξ θάρσυνεν ἐς ἐλπίδα φέρτερον ἕλκων· πίστιν ἔχεις ἕνα μοῦνον ἀθαμβέα μῦθον ἀκούσας, ὅττι σε μοῦνον ἔειπον ἰδεῖν ὑπὸ πυθμένα συκῆς· ὄμμασι πιστοτέροισιν ὑπέρτερα θαύματα λεύσσεις· μάρτυρον ἐμπεδόμυθον ἀμήν, ἀμὴν σέβας ἔστω· οὐρανὸν ἀθρήσητε κεχηνότα θέσπιδι ῥιπῇ πεπταμένων στεφανηδὸν ἀθηήτων κενεώνων, ἀγγελικῆς τε φάλαγγος ἐυπτέρον ἐσμὸν ὁδίτην αἰθερίης ὄψεσθε καταΐσσοντα κελεύθου, οὐρανόθεν κατιόντα, παλιννόστῳ τε πορείῃ οὐρανὸν εἰςανιόντα μετάρσιον, ἠεροφοίτην, υἱέος ἀνθρώποιο διάκτορον.
Ἀλλʼ ὅτε πέτρας πορφυρέας τριτάτη θαλαμηπόλος ἔγραφεν ἠώς, ἀμφὶ πέδον Καναναῖον ἀεξιφύτου Γαλιλαίης παιδοτόκου γάμος ἔσκε βίου πρωτοσπόρος ἀρχή· καὶ γάμος ὄλβιος ἦεν, ὅτι χθονίῳ παρὰ παστῷ Χριστὸς ὀπισθοκόμων μερόπων θοινήτορι λαῷ κλητὸς ἔην σύνδορπος, ὁμοκλινέες δὲ μαθηταὶ πάντες ἔσαν στοιχηδόν. ἐς εἰλαπίνην δὲ καὶ αὐτὴ παρθενικὴ Χριστοῖο θεητόκος ἵκετο μήτηρ ἀχράντῳ παλάμῃ γαμίης ψαύουσα τραπέζης, παιδοτόκος φυγόδεμνος, ἀεὶ μεθέπουσα κορείην. οἴνου δʼ ἡδυπότοιο θυώδεες ἀμφιφορῆες πάντες ἐγυμνώθησαν ἐπασσυτέροισι κυπέλλοις πινομένου, στυγνοὶ δὲ φιλακρήτῳ παρὰ παστῷ οἰνοχόοι δρηστῆρες ἀβακχεύτοιο τραπέζης ἀβρέκτοις παλάμῃσι μάτην ἥπτοντο κυπέλλων. ἡμιτελῆ δὲ γάμοιο μέθην καὶ ἄοινον ὀπώρην Χριστῷ καὶ δεδαῶτι συνέστιος ἔννεπε μήτηρ· χρηίζει γάμος οὗτος ἀλεξικάκου σέο φωνῆς·
2·2
οὐ γὰρ ἐυρραθάμιγγος ἔχει χύσιν ἡδέος οἴνου. καί οἱ Χριστὸς ἔειπε· τί μοι, γύναι, ἠέ σοι αὐτῇ; οὔπω μοι πυμάτης δρόμος ἤλυθε κυκλάδος ὥρης. καὶ Μαρίη δμώεσσιν ἐκέκλετο τοῦτο τελέσσαι, Χριστὸς ὅπερ λέξειεν. ἀμοιβαίῳ δʼ ἐπὶ τοίχῳ κεκλιμένοι στοιχηδὸν ὁμόζυγες ἀμφιφορῆες ἓξ ἔσαν ἢ τρία μέτρα κεχανδότες εὐρέι κόλπῳ ἠὲ δύω, καὶ ἕκαστος Ἰουδαίοισι φυλάσσων λαϊνέῳ κενεῶνι καθάρσιον ἔβλυεν ὕδωρ, ἁγνὸν ὕδωρ. καὶ Χριστὸς ὑποδρηστῆρας ἐπείγων διψάδος εἰλαπίνης οἰνοσσόον ἴαχε φωνήν· ἀρτιχύτων ὑδάτων ἐγκύμονας ἀμφιφορῆας πλήσατέ μοι. καὶ πάντας ἀμοιβαδὶς ἄλλον ἐπʼ ἄλλῳ νάματος ἐπλήσαντο διάκτοροι, εἰςόκεν αὐτῶν ἀκροφανὴς εὔυδρος ἐπέστεφε χεῖλος ἐέρση.
2·3
ἄφνω δʼ ἔπλετο θαῦμα, καὶ εἰς χύσιν αἴθοπος οἴνου χιονέην ἤμειψε φυὴν ἑτερόχροον ὕδωρ χεύματι φοινίσσοντι, καὶ ὑδροδόκου διὰ κόλπου ὕδατος ἀκρήτοιο φιλεύιος ἔπνεεν αὔρη. οἰνωπῇ δʼ ἐκέλευσεν ἄναξ σημάντορι φωνῇ· κρηναίης ἀρύοντες ὑπωροφίης ἀπὸ ληνοῦ εἰλαπίνης μεδέοντι κομίσσατε νήδυμον ὕδωρ. οἱ δὲ χύδην ἀρύοντο παλιννόστοισι κυπέλλοις· καὶ ταμίης ὅτε δαιτὸς ἐγεύσατο μάρτυρι λαιμῷ νάματος οἰνωθέντος ἐρευθιόωντι ῥεέθρῳ— οὐ μὲν ἀνήρ, πόθεν ἦεν, ἐπίσταται· ὑδροφόρος δὲ ᾔδεε λάτρις ὅμιλος, ὃς ὑγροχύτων ἀπὸ κόλπων ἄγγεσι λαϊνέοις μετανάστιον ἤφυσεν ὕδωρ—. εἰλαπίνης τότε πομπὸς ἔσω μεγάροιο καλέσσας νυμφίον ἀρτιχόρευτον ἑῷ προςπτύξατο μύθῳ·
2·4
πᾶς μὲν ἀνὴρ πρώτιστον ἐύχροον οἶνον ἀφύσσων κιρνάμενος προτίθησι, βαρυνομένων δὲ καρήνων ἄνδρας ἰδὼν μεθύοντας ἐλάσσονα δεύτερον οἶνον ὀψὲ φέρει· σὺ δὲ τοῦτον ὑπέρτερον ἔνδοθεν οἴκου οἶνον ἔχων ἐφύλαξας, ἕως πέλε λοίσθιος ὥρη. πρωτοφανὲς τόδε θαῦμα φιλακρήτῳ παρὰ παστῷ Ἰησοῦς ἐτέλεσσεν, ὅπῃ Καναναῖον ἀκούει ἔνδιον αἰπύδμητον ἀκερσικόμων Γαλιλαίων. Ἑβραίοις δʼ ἀνέφηνεν ἑὴν ὑψαύχενα τιμὴν διψαλέην παρὰ δαῖτα· διχοστασίην δὲ μενοινῆς — — — — — — — — — — ἤθεσιν ἀκλινέεσσιν ἐπιστώσαντο μαθηταί. οὐ μὲν ἄναξ δήθυνε πέδον Καναναῖον ἀμείβειν νυμφιδίην μετὰ δαῖτα μεθυσφαλέων ὑμεναίων· ἀλλὰ Καφαρναοὺμ ἁλιγείτονος ἕδρανα βαίνων νόστιμον ἴχνος ἔκαμψε, καταιβάτιν οἶμον ὁδεύων,
2·5
αὐτὸς ὁμοῦ γνωτοί τε συνήλυδες· αὐτογόνῳ δὲ παρθένος ὡμάρτησε θεητόκος υἱέι μήτηρ· οἷσι δυωδεκάριθμος ὁμόστολος εἶχεν ὁδεύων ἀγχιθέων μίαν οἶμον ὀπίστερος ἐσμὸς ἑταίρων. οὐδὲ μὲν αὐτόθι μίμνεν ἐς ἤματα πυκνὰ θαμίζων· ἐγγύθι γὰρ τότε πάσχα· θυηπολίην δὲ γεραίρων εὐαγέων ἀνέβαινεν ἐς ἕδρανον Ἱροσολύμων σὺν πινυτοῖς ἑτάροισι. θεοκλήτῳ δʼ ἐνὶ νηῷ εὐκεράους βόας εὗρε καὶ εἰροπόκων στίχα μήλων καὶ στικτὰς μελέεσσι πελειάδας· ἑζόμενον δὲ
2·6
κερμοδότην χορὸν εὗρε φιλοπλούτοιο τραπέζης· καὶ πολὺν ἐσμὸν ὄπωπε φιλέμπορον ὑψόθι θώκων ὤνιον ἔργον ἔχοντα. καὶ ἐν παλάμῃσιν ἑλίξας σύμπλοκον ἐκ σχοίνοιο νόθην ποίησεν ἱμάσθλην καὶ βοέην ἀγέλην ἐξήλασε καὶ στίχα μήλων νόσφι δόμου θυόεντος· ἐπασσυτέρην δὲ κυλίνδων κύμβαχον ἠκόντιζε μετάτροπον ἔμπορον ἕδρην ἐξ ἱεροῦ δαπέδοιο, κυβιστητῆρι δὲ παλμῷ ἐξέχεεν χθονὶ κέρμα παλιστρέπτοιο τραπέζης.
2·7
ἀνδρὶ δὲ πιπρήσκοντι πελειάδας ἴαχε φωνήν· ταῦτα μεταστήσασθε λιθώδεος ἔκτοθι νηοῦ μηδὲ φιλοκτεάνοιο νόου βεβαρηότες οἴστρῳ ἐμπορίης δόμον ἁγνὸν ἐμοῦ τελέσητε τοκῆος· εὐχῆς γὰρ τόδε δῶμα. καὶ ἐμνήσαντο μαθηταί, ὅττι θεοπνεύστῳ κεχαραγμένον ἔπλετο βίβλῳ· ζῆλος ἐμὲ ζαθέοιο τεοῦ καταδαίνυται οἴκου. καί οἱ ἀπειλήτειραν ἀνήρυγε λαὸς ἰωήν· ποῖα παρʼ Ἑβραίοις ἑτερότροπα σήματα δείξεις, ὅττι σὺ ταῦτα τέλεσσας; ἁμιλλητῆρι δὲ λαῷ θαμβαλέην ἄγνωστον ἄναξ ἠρεύγετο φωνήν·
2·8
λύσατε τοῦτο μέλαθρον, ἐγὼ δέ μιν αὐτὸς ἐγείρω ἤμασιν ἐν τρισσοῖσιν. ἐπεφθέγξαντο δὲ λαοί· ὃν Σολομὼν ποίησε λίθων ἑτερόχροϊ κόσμῳ εἰς δολιχὴν βαλβῖδα παλινδίνητον ὑφαίνων ἓξ καὶ τεσσαράκοντα φιλοκτίστων ἐνιαυτῶν, κτίσμασιν ὁπλοτέροισι παλίλλυτον οἶκον ἐγείρεις τοσσατίην μετὰ νύσσαν ἐπὶ τριτάτης δρόμον ἠοῦς; κεῖνος νηὸν ἔειπεν ἑοῦ χροός, ὅν τινι θεσμῷ φρικτῷ Χριστὸς ἔμελλεν ἐπὶ τρίτον ἦμαρ ἐγείρειν. ἀλλʼ ὅτε δὴ μετὰ κόλπον ἀνοστήτοιο βερέθρου νόστιμος ἐξ Ἀίδαο παλινζώῳ τινὶ πότμῳ ἀρχαίην παλίνορσος ἑὴν ἀνεδύσατο τιμὴν οὐρανίην, τότε μῦθον ἀνεμνήσαντο μαθηταί, ὅττι δόμον δέμας εἶπε· θεογλώσσοιο δὲ βίβλου θεῖον ἐπιστώσαντο λόγον πείθοντό τε μύθῳ,
2·9
Ἰησοῦς ὃν ἔειπε. θεοδμήτῳ δʼ ἐπὶ νηῷ ἄχρις ἔην καὶ ἔδεθλα διέστιχεν Ἱροσολύμων εὐάζων ἔτι πάσχα, καὶ ἀρνοφάγων ἱερήων ὄργια μυστιπόλευε φιλόκροτα θυιὰς ἑορτή, πολλοὶ λύσσαν ἄπιστον ἐπετρέψαντο θυέλλαις Χριστοῦ πίστιν ἔχοντες ἐς οὔνομα· πειθομένοις δὲ ἀνδράσιν οὐ πίστευεν ἑὸν . . . . . . . . . . . . . . . . νοόν· οὐ γὰρ ἀκούειν ἄλλου φθεγγομένοιο νόθης ἐπεδεύετο φωνῆς, ὄφρα μάθῃ νόον ἀνδρὸς ἀμάρτυρον· ἔργα δὲ φωτῶν ᾔδεεν αὐτοδίδακτος, ὅσα φρενὸς ἔνδοθεν ἀνὴρ εἶχεν ἀκηρύκτῳ κεκαλυμμένα φάρεϊ σιγῆς.
Ἦν δέ τις ἱερὸν αἷμα νοοπλανέων Φαρισαίων, ἀρχὸς Ἰουδαίων πολυλήιος, ἔννομος ἀνήρ· οὔνομά οἱ Νικόδημος· ἀμάρτυρος οὗτος ὁδίτης Χριστῷ νυκτὸς ἵκανε φυλασσομένῳ ποδὶ βαίνων· ἔννυχος εἰς δόμον ἦλθεν, ὅπῃ φάος· ἀνδρὶ δὲ πιστῷ Ἰησοῦς ἐνέπων βαπτίσματος ἔνθεον αἴγλην νυκτιφανῆ Νικόδημον ἑῷ φαιδρύνατο μύθῳ, καί οἱ μῦθον ἔλεξε θεῷ πειθήνιος ἀνήρ· ῥαββὶν ποικιλόμυθε, θεοφραδὲς ἴδμεν ὀπωπαῖς, ὅττι θεοῦ πομπῇσι διδάσκαλος ἵκεο κόσμου ἀνδρομέου βιότοιο βοηθόος· οὐ δύναται γὰρ θνητὸς ἀνὴρ τάδε πάντα πολύτροπα θαύματα τεύχειν, ὅσσα σὺ θεσπεσίῳ τελέεις παιήονι μύθῳ, εἰ μή οἱ συνάεθλος ἀλεξίκακος θεὸς εἴη.
3·2
Ἰησοῦς δʼ ἀγόρευεν ἀσημάντῳ τινὶ μύθῳ· εἰ μή τις μετὰ κέντρα τελεσσιγόνοιο λοχείης θνητὸς ἀνὴρ τίκτοιτο τὸ δεύτερον, αἰθέρος αὐλῆς οὐ δύναται βροτὸς οὗτος ἰδεῖν αἰώνιον ἀρχήν. καὶ κεράσας Νικόδημος ἀνήρυγε θαύματι φωνήν· πῶς δύναται μετὰ γῆρας ἀνήρ, μετὰ λευκάδα χαίτην ἄλλην ὀψιτέλεστον ἔχειν ὠδῖνα γενέθλης; μὴ δύναται δίχα πατρὸς ἀεξιτόκου διὰ κόλπου μητέρος ἀρχαίης ἐγκύμονα γαστέρα δύνων θεσμὸν ἰδεῖν γονόεντα παλιννόστου τοκετοῖο;
3·3
Ἰησοῦς δʼ ἀπάμειπτο διδάσκαλον ἄνδρα διδάσκων· εἰ μή τις καθαροῖσι δέμας λουτροῖσι καθαίρων πνεύματος ἐξ ἁγίοιο καὶ ὕδατος εἰν ἑνὶ θεσμῷ, ὁπλοτέρην δέξοιτο γενέθλιον ἄσπορον ἀρχὴν ἀντίτυπον μίμημα γυναικείου τοκετοῖο, οὐ δύναται βροτὸς οὗτος ἐπεσσομένοιο νοῆσαι οὐρανίην αἰῶνος ἀτέρμονος ἥλικα τιμήν· καὶ γὰρ ὅπερ μερόπων χθονίη διεώσατο γαστήρ, σαρκὸς ἀπὸ βροτέης μορφούμενον, ἀνδρομέη σὰρξ τοῦτο πέλει· τὸ δὲ θεῖον, ὅπερ καθαροῖο λοετροῦ πνεύματος αὐτογόνοιο πέλει τετελεσμένον ἄτμῳ, πνεῦμα πέλει ζωαρκές, ἀμαιεύτῳ τινὶ θεσμῷ αὐτόματον βλάστημα παλλιγγενέος τοκετοῖο· καὶ μὴ θάμβος ἔχητε θεοφραδέος περὶ μύθου, ὑμέας εἴπερ ἔειπον, ὅτι χρέος ἐστὶ νοῆσαι ὕδατι τικτομένης ἑτέρην βαλβῖδα γενέθλης·
3·4
πνεῦμα παλινδίνητον ἀθηήτῳ τινὶ παλμῷ οἶδε περιπνείειν, ὅθι βούλεται· ἀγχιφανῆ δὲ φωνῆς ἠερίης θεοδινέα βόμβον ἀκούεις, οὔασιν ὑμετέροις πεφορημένον· ἀλλὰ δαῆναι οὐ δύνασαι βλεφάροις, πόθεν ἔρχεται ἢ πόθι βαίνει· οὕτω παντὸς ἔφυ τύπος ἀνέρος ἐκ πυρὸς ὑγροῦ πνεύματι τικτομένοιο καὶ οὐ στροφάλιγγι κονίης. ἔννεπε, καὶ Νικόδημος ἀμείβετο· ταῦτα γενέσθαι πῶς δύναται, καὶ Χριστὸς ἀνήρυγε θέσκελον ὀμφήν·
3·5
Ἰσραὴλ σὺ μέν ἐσσι διδάσκαλος, οὐ νοέεις δέ, ἀλλά σε ταῦτα λέληθεν, ἐμὴν δʼ οὐκ οἶσθα μενοινήν· μάρτυρον ἐμπεδόμυθον ἀμήν, ἀμὴν πάλιν ἔστω· θεσπεσίης τόπερ ἴδμεν ἐτήτυμον ἔγκυον ὀμφῆς, φθεγγόμεθα σπείροντες ἐς οὔατα δύςμαχα φωτῶν χείλεσιν ἀπλανέεσσι, καὶ ἡμετέροιο τοκῆος ὅσσα παρʼ ὑψιμέδοντος ἐμαὶ δεδάασιν ἀκουαί, μαρτυρίης κήρυκι διδάσκομεν ἴδμονι φωνῇ· ἡμετέρην δʼ ἀδίδακτος ἀκηλήτων νόος ἀνδρῶν πιστὴν μαρτυρίην οὐ δέχνυται· ἀπλανέων δὲ
3·6
εἴ τινα μῦθον ἔειπον ἐπιχθονίων χάριν ἔργων, καὶ τόσον ὑμείων βαρυπειθέες εἰσὶν ἀκουαί, εἰ στρατιὴν πτερόεσσαν ἢ αἰθέρος ἔργα βοήσω, μᾶλλον ἀπειρήτοισι πόθεν πείθεσθε μενοιναῖς οὐρανίης ἀίοντες ἀθηήτου φύσιν αὐλῆς; οὔποτε δὲ βροτὸς ἄλλος ὑπηνέμιον πόδα πάλλων οὐρανίων ἐπάτησεν ἀνέμβατον ἄντυγα κύκλων, εἰ μὴ θέσκελος οὗτος, ὃς ἀθανάτην ἕο μορφὴν οὐρανόθεν κατέβαινεν ἀήθεϊ σαρκὶ συνάπτων, ἀνθρώπου μόνος υἱός, ὃς ἀστερόεντι μελάθρῳ πάτριον οὖδας ἔχων αἰώνιος αἰθέρα ναίει· καὶ σκοπιῆς παρὰ πέζαν ἐρημάδος οἷά τε Μωσῆς δακνομένων ὕψωσεν ὄφιν ληθήμονα φωτῶν δουρατέης μεθέποντα τύπον ποιητὸν ἀκάνθης, οὕτω γυιοβόρων τελέων ἀλκτήρια νούσων καὶ πάις ἀνθρώποιο βροτοῖς ὑψούμενος ἔσται,
3·7
λυσιπόνου μίμημα δρακοντείοιο προςώπου, ὄφρα μιν ὃς δέξοιτο νόου πειθήμονι θεσμῷ, ζωῆς κυδιάνειραν ἐςαθρήσειε γαλήνην, εἰς ὅσον εὐρυγένειος ἑλίσσεται ἔμπεδος αἰών· οὕτω γὰρ πολύμορφον ἐφίλατο κόσμον ἀλήτην ὑψιμέδων σκηπτοῦχος, ὅτι χραισμήτορα φωτῶν μουνογενῆ λόγον υἷα πόρεν τετράζυγι κόσμῳ, ὄφρα μιν ὃς δέξοιτο μετάτροπον ἦθος ἀμείψας, πίστιν ἐς ἀστυφέλικτον ἑκούσιον αὐχένα κάμπτων, ζωῆς οὐρανίης αἰώνιον εἰς χορὸν ἔλθῃ ναίων ἄφθιτον οἶκον ἐν εὐδένδρῳ παραδείσῳ· οὐ γὰρ ἑὸν λόγον υἷα πατὴρ θεὸς ὤπασε κόσμῳ, κόσμον ἵνα κρίνειε προώριον, ἀλλὰ πεσοῦσαν ἀνδρομέην ἵνα πᾶσαν ἀναστήσειε γενέθλην·
3·8
ὃς δέ μιν ἀπλανέος κραδίης μειλίξατο θεσμῷ ῥίψας ἠερίοισιν ἀπειθέα λύσσαν ἀήταις, ὀρθὴν πίστιν ἔχων οὐ κρίνεται· εἰ δέ τις ἀνὴρ ἀνδρομέην ἐπὶ σάρκα νοοσφαλὲς ὄμμα τιταίνων τολμήεις ἐπέτασσε θεημάχον ἀνθερεῶνα, ἀνὴρ κέκριται οὗτος, ὅτι βραδυπειθέι θυμῷ οὔπω πίστιν ἔδεκτο καὶ οὐ μετέθηκε μενοινὴν υἱέος ὑψίστοιο θεοῦ γενέταο πιθήσας τηλυγέτου βασιλῆος ἐς οὔνομα· δυςσεβέος δὲ κόσμου σύγγονος ἥδε πέλει κρίσις· οὐρανόθεν γὰρ
3·9
εἰς χθόνα φέγγος ἵκανε, καὶ ἀσταθέων γένος ἀνδρῶν φέγγεος ἀστράπτοντος ἐφίλατο μᾶλλον ὀμίχλην, καὶ φάος οὐ ποθέουσιν, ὅσον ζόφον· ἔργα γὰρ αὐτῶν λοξὰ πέλει, καὶ πᾶς τις ἀνὴρ ἀθεμίστια ῥέζων, ἄξια νυκτὸς ἔχων, στυγέει φάος· οὔποτε βαίνει εἰς φάος ἀγχικέλευθος, ὅπως μὴ φέγγος ἐλέγξῃ ἔργα, τάπερ τελέει κρυφίῃ κεκαλυμμένα σιγῇ· ὃς δὲ θεουδείῃσιν ἐτήτυμα πάντα φυλάσσει, ἵξεται αὐτοκέλευστος, ὅπῃ φάος, ὄφρα φανείη ἔργα, τάπερ ποίησε θεοῦ τετελεσμένα βουλῇ.
3·10
ἔννεπε καὶ μετέπειτα πέδον Γαλιλαῖον ἐάσας ἁγνὸν Ἰουδαίων ὑπεδύσατο κόλπον ἀρούρης. καὶ θεὸς αὐτόθι μίμνε σὺν ἀντιθέοισι μαθηταῖς ναιετάων ὀθνεῖον ἐναύλιον· ἀγχιπόρου δὲ γαίης αἰόλα φῦλα σοφῷ βαπτίζε ῥεέθρῳ σμήχων ἀνδρομέης κραδίης ῥύπον· ἦν δὲ καὶ αὐτὸς θεῖος Ἰωάννης θεοπειθέα λαὸν ἀλήτην ὕδατι βαπτίζων βαθυκύμονος ἐγγύθι Σαλήμ· κεῖθι γὰρ εὐρυπόροιο κυλινδομένου ποταμοῖο χεύμασιν ἀενάοις κυμαίνεται ἄφθονον ὕδωρ, ἄρκιον εἰν ἑνὶ πᾶσιν· ἐκυκλώσαντο δὲ λαοὶ εὐσεβίης ἕνα φῶτα καὶ ὀψινόῳ μετανοίῃ ἀμπλακίας νίπτοντες ἐφαιδρύνοντο ῥεέθροις· οὔπω γὰρ διὰ λέκτρον ἀμερσιγάμου βασιλῆος οἶκον ἀειφρούρητον ἐδύσατο πομπὸν ὀλέθρου,
3·11
θεῖος ἀνὴρ βαρύδεσμος· ἔρις δέ τις ἀμφὶ καθαρμοῦ ἔπλετο μυστιπόλοισιν Ἰωάνναο μαθηταῖς Ἑβραίου μετὰ φωτός· ἐπειγομένῳ δὲ πεδίλῳ ἦλθον ἐς ἀνέρα θεῖον, ἐμειλίξαντο δὲ μύθῳ λεπτοφυεῖ λασίῳ πεπυκασμένον ἄνδρα χιτῶνι· ῥαββίν, ἀλεξικάκων ὑδάτων πρωτόθροε κῆρυξ, ὅςτις ἔην μετὰ σεῖο πέρην ποταμοῖο ῥοάων, ὃν σὺ θεοῦ γεγαῶτα σοφῷ πιστώσαο μύθῳ, οὗτος ἔχων μίμημα τεοῦ καθαροῖο λοετροῦ βαπτίζει πολὺ μᾶλλον· ὁμοζήλῳ δὲ μενοινῇ συμμιγέες νεφεληδὸν ὅλοι σπεύδουσι πολῖται ἱέμενοι κείνοιο τυχεῖν θείοιο λοετροῦ. καί σφιν ἀνειρομένοισιν ἐτήτυμος ἔννεπεν ἀνήρ· οὐδὲν ἑλεῖν δύναταί τις, ἐπουρανίων ἀπὸ κόλπων εἰ μὴ τοῦτο γέρας θεόθεν κεχαρισμένον εἴη·
3·12
ὑμεῖς μάρτυρές ἐστε δαήμονες, ὁππότε λαοῖς ἀμφαδίην ἀγόρευον ἐμὴν ἀψευδέα φωνήν· Χριστὸς ἄναξ οὐκ εἰμὶ βιοσσόος, ἀλλά με κείνου ὑψιμέδων προέηκε θεὸς πομπῆα κελεύθου· νύμφην ὅςτις ἔχει, πέλε νυμφίος· ἀγχιφανὴς δὲ κείνου φθεγγομένοιο καὶ ἱστάμενος καὶ ἀκούων, οὔασι θελγομένοισι δεδεγμένος ἠθάδα φωνήν, χάρματι πιστὸς ἑταῖρος ἀγάλλεται· ἡμετέρη δὲ τερπωλὴ τετέλεστο πολύλλιτος· ἀγχινεφῆ μὲν κεῖνον ἀεὶ χρέος ἐστὶν ἔχειν παλιναυξέα τιμὴν ὡς θεὸν ἀθανάτην, ἐμὲ δὲ βροτόν ἐστιν ἀνάγκη ἥσσονα μέτρα φέρειν, ὅτι μείονός εἰμι γενέθλης· οὗτος, ὃς ὑψόθεν ἦλθεν ἐπουρανίων ἀπὸ κόλπων, πάντων ὕψι βέβηκεν· ὁ δὲ χθονὸς αἷμα κομίζων, φθεγγόμενος χθονὸς ἔργα πέλει γαιήιος ἀνήρ·
3·13
ὃς δὲ διʼ αἰθερίου θεοδέγμονος ἵκετο κόλπου, φθέγγεται, οὐρανόθεν τόπερ ἔκλυεν, οὐδέ τις αὐτοῦ μαρτυρίην ζαθέην ἐπιδέχνυται· ὃς δέ οἱ ἀνὴρ μάρτυρα μῦθον ἔδεκτο θεηγόρον ἀνθερεῶνος, ἀψευδὴς βροτὸς οὗτος ἑῷ σφρηγίσσατο μύθῳ, ὅττι θεὸς πέλε μοῦνος ἐτήτυμος· οὐρανόθεν γὰρ οὗτος, ὃν εἰς χθόνα πέμψε θεὸς χραισμήτορα κόσμου, πατρῴης σοφίης αὐτόσσυτον ὄμβρον ἰάλλει· οὐ γὰρ μέτρα λόγοιο φέρει λόγος, ἀλλά οἱ αἰεὶ μούνῳ πνεῦμα δίδωσιν ἀειλιβέος ῥόον ὀμφῆς·
3·14
ὑψιμέδων δʼ ἑὸν υἷα θεὸς γενέτης ἀγαπάζει καί οἱ πάντα φέρειν παλάμῃ πόρεν· ὃς δέ κεν εἴη ἤθεσιν ἀπλανέεσσιν ἀκαμπέα πίστιν ἀέξων, ζωὴν ὄψεται οὗτος ἔχων ὑψήνορα τιμήν, σύγχρονον αἰῶνος παλιναυξέος· ὃς δέ κεν ἀνὴρ παιδὶ θεοῦ ζώοντος ἀγηνορέων ἀπιθήσῃ, — — — — — — — — — — ἔρχεται ὑψίστοιο θεοῦ τιμηορὸς ὀργὴ ἄφρονα μαστίζουσα.
Καὶ ὁππότε κοίρανος ἔγνω, ὅττι θεοπνεύστων βαρυκάρδιος ἀμφὶ λοετρῶν δύςμαχος ἐσμὸς ἄκουσε βαρυζήλων Φαρισαίων, Ἰησοῦς ὅτι φῶτας ἀλήμονας εἰς φάος ἕλκων ὕδατι βαπτίζει καὶ πλείονας ἔσχε μαθητὰς ἤπερ Ἰωάννης—καὶ ἐτήτυμος οὐ πέλε φήμη· οὐ γὰρ ἄναξ βάπτιζεν ἐν ὕδασιν, ἀλλὰ μαθηταί— κάλλιπεν ὑψιθέμεθλον Ἰουδαίων πέδον ἀνδρῶν καὶ πάλιν εἰς πέδον ἦλθε φιλοστόργων Γαλιλαίων φεύγων λύσσαν ἄπιστον ἀκηλήτων Φαρισαίων. καί μιν ἔτι χρέος εἷλκε διʼ εὐύδρου Σαμαρείης γαίης μεσσατίης ὁμοτέρμονα πέζαν ὁδεύειν· καὶ ποδὸς ἀμβροσίοιο μεσημβρινὸν ἴχνος ἐπείγων εἰς πόλιν ἀρχαίην Σαμαρείτιδος ἵκετο γαίης,
4·2
Σιχὰρ ἐς αἰπύδμητον, ὅπῃ φυτοεργὸς Ἰακὼβ ἀμπελόεν πέδον εἶχε καὶ υἱέι δῶκεν Ἰωσήφ, πηγὴ ὅπῃ βαθύκολπος, ὅθεν ποτὲ θεῖος Ἰακὼβ πήξας ὑγρὰ θέμεθλα πεδοσκαφέων κενεώνων φρείατος ἰλυόεντος ἀνήγαγε νέρτερον ὕδωρ. κεῖθι δὲ τηλεπόροιο πεπαυμένος ἀτραπιτοῖο Χριστὸς ὁδοιπορίῃσι καμὼν ἀμπαύσατο μόχθου, ἑζόμενος παρὰ πέζαν, ὅπῃ χθονίου διὰ κόλπου ὑγρὸν ὕδωρ ναέταις ἀγχίπτολις ἔβλυε πηγή. ἕκτη δὲ πτερόεσσα διέτρεχε δίψιος ὥρη·
4·3
ἔνθα γυνὴ Σαμαρεῖτις ἀειρομένην διὰ κόλπου ἠθάδα κάλπιν ἔχουσα, μετήιε γείτονα πηγήν· καί μιν ἄναξ ὑδάτων ἀπὸ κάλπιδος ᾔτεεν ὕδωρ· δεῦρο, γύναι Σαμαρεῖτι, τεῆς ἐπιβήτορι πάτρης δός μοι δίψαν ἔχοντι πιεῖν ξεινήιον ὕδωρ. ἕζετο γὰρ τότε μοῦνος, ἐπεὶ μεσάτῃ παρὰ νύσσῃ οὐρανὸν ἱππεύουσαν ἰδὼν ἐπιδόρπιον ὥρην εἰς πόλιν ἀντικέλευθον ἀνήιεν ἐσμὸς ἑταίρων. εἰρομένη δʼ ἀγόρευε γυνὴ φιλοπευθέι μύθῳ· πῶς παρὰ θηλυτέρης Σαμαρείτιδος ἴδμονι φωνῇ ἐκ παλάμης ἀφύλακτος ἀήθεος ᾔτεες ὕδωρ πάτριον Ἑβραίων πεφυλαγμένον αἷμα κομίζων; ποῖον ξυνὸν ἔην Σαμαρείτιδι καὶ σέο φύτλῃ, ὄφρα πίῃς παρʼ ἐμεῖο; καὶ οὐ σέο θεσμὸς ἐρύκει; αἰδομένοις στομάτεσσιν Ἰουδαῖόν σε καλέσσω·
4·4
οὐ γὰρ Ἰουδαῖοι μιγάδες ξυνήονι θεσμῷ εἰς βίον ἀλλήλοισιν ὁμίλεον ἢ Σαμαρεῖται. καί οἱ Χριστὸς ἔειπεν ἀσημάντῳ τινὶ μύθῳ· εἰ μάθες ὑψίστοιο θεοῦ χάριν, εἰ δόσιν ἔγνως, καὶ τίς ἔην, ὃς ἔειπεν· ἐπιχθονίης ἀπὸ πηγῆς δός μοι δίψαν ἔχοντι πιεῖν μινυώριον ὕδωρ· αὐτὴ προφρονέως αἰώνιον ᾔτεες αὐτὸν ζωὸν ὕδωρ, καὶ τοῦτο σοφὸν ποτὸν εἶχεν ὀπάσσαι. εἶπε δὲ μὴ νοέουσα γυνὴ φυσίζοον ὕδωρ·
4·5
ὦ ἄνα, θάμβος ἔχει με· σὺ γὰρ τροχοειδέι κύκλῳ οὐ κάδον ἑλκυστῆρα φέρεις, οὐ σχοῖνον ἀείρεις, ὄφρα βυθῷ χαλάσειας, ὑποβρυχίων ἀπὸ κόλπων χερσὶν ἀμοιβαίῃσιν ἄγων μετανάστιον ὕδωρ· καὶ φρέαρ ἐστὶ βάθιστον· ἀπὸ χθονίοιο δὲ κόλπου τοῦτο πόθεν ζείδωρον ἀρυόμενος ξένον ὕδωρ αὐτὸς ἔχεις ποτὸν ἄλλο; μὴ ἀρσενόπαιδος Ἰακὼβ μείζων ἡμετέροιο πέλεις ζαθέοιο τοκῆος, ὃς φρέαρ ὤπασε τοῦτο γέρας Σαμαρείτιδι γαίῃ, καὶ πίεν ἐξ αὐτοῖο πεδοτρεφὲς ἄρκιον ὕδωρ αὐτὸς ὁμοῦ καὶ παῖδες ὀρεσσινόμων τε γενέθλη τετραπόδων τε φάλαγγες; ἀνειρομένην δὲ γυναῖκα Ἰησοῦς ἐδίδαξεν ἀπʼ ἀχλύος εἰς φάος ἕλκων· ὃς πίεται χθονίων λαγόνων μινυώριον ὕδωρ πίδακος ἢ γλυκὺ νᾶμα χαμαιγενέος ποταμοῖο, διψήσει παλίνορσος· ὅπερ δέ οἱ ἐγγυαλίξω,
4·6
οὔποτε διψήσειε πιὼν αἰώνιον ὕδωρ, ἀλλά οἱ ἐν πραπίδεσσι μενεῖ ῥόος, ἔμφρονι παλμῷ ἁλλόμενον νοεροῖο βυθοῦ θεοδινέι ῥιπῇ πηγῆς ἐνδομύχοιο παλιμφυὲς ἔμπεδον ὕδωρ ζωῆς ἀενάοιο καὶ οὐ χθονίου ποταμοῖο. Ἰησοῦν δʼ ἱκέτευε γυνὴ πειθήμονι φωνῇ· δός μοι, κοίρανε, τοῦτο πιεῖν βιοτήσιον ὕδωρ, πίδακος οὐδαίης ἀλλότριον, ὄφρα πιοῦσα μήποτε διψήσω καὶ μηκέτι δεῦρο περήσω ἐκ βυθίων λαγόνων ἀρύειν βεβιημένον ὕδωρ.
4·7
εἶπε, καὶ ἀγκυλόμητιν ἀμοιβαίῳ τινὶ μύθῳ Ἰησοῦς πολύανδρον ἐπειρήτιζε γυναῖκα· ἔρχεο καὶ κίκλησκε τεὸν πόσιν· ἐκ πόλιος δὲ σπεῦδε ποσὶν ταχινοῖσι τὸ δεύτερον ἐνθάδε βαίνειν. εἶπε, καὶ ἀγνώσσουσα, πολυσπερέων περὶ λέκτρων ψευδομένη, Σαμαρεῖτις ἐτήτυμον ἴαχε φωνήν. ἡ πόσιν οὐ μεθέπουσα πόθεν πόσιν εἰς σὲ καλέσσω; οὐ γὰρ ἔχω φίλον ἄνδρα. θεὸς δʼ ἤλεγξε γυναῖκα· οἶδα, γύναι, μετὰ πέντε νόθον τεὸν ἕκτον ἀκοίτην· πέντε γὰρ ἔλλαχες ἄνδρας ἀμοιβαδὸν ἄλλον ἐπʼ ἄλλῳ, καὶ νῦν ὃν μεθέπεις, οὐ γνήσιός ἐστιν ἀκοίτης· τοῦτό μοι ἀτρεκέως μυθήσαο. θαμβαλέη δὲ οὐτιδανὴ Σαμαρεῖτις ἀμείβετο θήλεϊ φωνῇ· κοίρανε, γινώσκω σε θεηγόρον ἄνδρα προφήτην· ἡμείων δʼ ἀνιόντες ἐς οὔρεα ταῦτα τοκῆες αὐχένα δοχμώσαντο πολυκνίσσῳ παρὰ πέτρῃ καὶ θεὸν εὐαγέεσσιν ἐμειλίξαντο θυηλαῖς· ὑμεῖς δʼ ἄρμενον ἄλλον ὑπὸ κλέτας Ἱροσολύμων χῶρον ἐμυθήσασθε μεμηλότα θέσπιδι βουλῇ, ᾗχι θεῷ χρέος ἐστὶ θεοδμήτῳ παρὰ βωμῷ
4·8
μάρτυρον ἱκεσίης κυρτούμενον αὐχένα κάμπτειν κύμβαχον ὀκλάζοντας. ἄναξ δʼ ἠμείβετο μύθῳ· πείθεό μοι, Σαμαρεῖτι γύναι, νημερτέι μύθῳ, ὅττι νέου βιότοιο διάκτορος ἔρχεται ὥρη, εὐσεβίης ὀχετηγός, ὅτʼ οὐκέτι μύστιδι τέχνῃ οὔρεος ὑμετέροιο θεοκλήτῳ παρὰ βωμῷ οὐδὲ τανυσκοπέλων ὑπὸ τέμπεσιν Ἱροσολύμων αἵματι ταυρείῳ κεραελκέα ῥέξετε λοιβὴν ἱκέσιον κλίνοντες ἐρειδόμενον γόνυ πέτρῃ· ὑμεῖς μὲν κραδίης σφαλερῆς ἑτεραλκέι θεσμῷ, ὃν φρεσὶν οὐκ ἐδάητε, γεραίρετε μοῦνον ἀκουῇ μιμηλὴν τελέοντες ἀληθέος εἰκόνα μύθου· ἡμεῖς δʼ εὐαγέεσσιν ἀνάπτομεν ὄργια βωμοῖς μυστιπόλῳ, τόπερ ἴδμεν, ἀνευάζοντες ἰωῇ καὶ θεὸν αὐτογένεθλον ἀείδομεν ἔμφρονι μύθῳ·
4·9
ἀλλὰ σοφαῖς τελετῇσι θυηπόλος ἔρχεται ὥρη, καὶ νῦν ἄγχι βέβηκεν, ἀληθέες ὁππότε μύσται ξυνὸν ὑποκλίνουσι λιτήσιον αὐχένα γαίῃ, αὐχένα δοχμωθέντα καθελκομένοιο καρήνου, πάντες ἀληθείῃ καὶ πνεύματι· μυστιπόλους γὰρ τοίους ὑψιμέδων ἐθέλει θεός, οἵτινες αὐτῷ ἀκροπαγῆ κάμπτουσι συνήορα γούνατα γαίῃ πνεύματι θεσπεσίῳ καὶ ἀληθέι μάρτυρι φωνῇ καὶ δαπέδῳ πρηνηδὸν ἐρειδομένοιο προςώπου· πνεῦμα θεὸς νημερτές, ὅθεν χρέος ἀνέρας ἕλκει ἀτρεκίην καὶ πνεῦμα μιῇ κεράσαντας ἐρωῇ ἀενάου κόσμοιο θεὸν γενετῆρα γεραίρειν. εἶπε, καὶ ἀγνώσσουσα γυνὴ μαντώδεϊ φωνῇ Χριστῷ Χριστὸν ἔλεξεν, ἀοσσητῆρα δὲ κόσμου ὀψὲ μολεῖν ἀγόρευε, τὸν ἐγγύθεν εἶχε μολόντα·
4·10
κοίρανε, θεσμοφόρων πατέρων ἐδάημεν ἀκουῇ, Μεσσίας ὅτι θεῖος ἐλεύσεται, ὅντινα λαοὶ Χριστὸν ἐφημίξαντο· καὶ ὁππότε κεῖνος ἱκάνει, ἡμέας ἀγνώσσοντας ἐτήτυμα πάντα διδάξει. εἶπε γυνή, καὶ Χριστὸς ἀμείβετο μάρτυρι μύθῳ δάκτυλον αὐτοβόητον ἀναυδέι ῥινὶ πελάσσας· Χριστὸς ὁ σοὶ λαλέων αὐτὸς πέλον· ἀγχιφανῆ δὲ ὄμμασι παπταίνεις με, τὸν οὔασιν αἰὲν ἀκούεις· Χριστὸς ἐγὼ γενόμην· οὐ δεύτερος ἄλλος ἱκάνει.
4·11
— — — — — — — — — — — — — — — — — — — — οὐδέ μιν εἴρετο Πέτρος, ἅτε θρασύς· οὐδέ τις αὐτὸν τολμήσας ἐρέεινε· τί δίζεαι; ἢ τί μετʼ αὐτῆς φθέγγεαι; ὠκυτέρῳ δὲ διαστείχουσα πεδίλῳ, κάλπιν ἐπιτρέψασα γυνὴ θεοδέγμονι πηγῇ, εἰς πόλιν ἴχνος ἔκαμψε καὶ ἔννεπε πᾶσι πολίταις· δεῦτε καὶ ἀθρήσητε θεοπρόπον ἄνδρα προφήτην, ὅστις ἐμοὶ φάτο πάντα, τάπερ κάμον· ἦ ῥά νυ Δαβὶδ οὗτος ἀριστογόνοιο βοώμενος υἱὸς ἱκάνει; ἀγγελίης δʼ ἀίοντες ὁμοζυγέες Σαμαρεῖται συμφερτὴν ταχύγουνον ἐπεσσεύοντο πορείην ἐκ πόλιος στείχοντες ἐς ἀγχιθέου στόμα πηγῆς,
4·12
εἰς θεὸν οἰστρηθέντες ἑνὶ φρενοθελγέι μύθῳ. ἔνθα χρόνου μεσσηγύ, πρὶν ἄστεος ἔκτοθι βαίνειν στεινομένων νεφεληδὸν ἐπήτριμα κύματα λαῶν, Χριστὸν ἐκυκλώσαντο καὶ ἐφθέγξαντο μαθηταί· ῥαββίν, δέχνυσο ταῦτα καὶ ἔσθιε. κινυμένης δὲ χειρὸς ἀφωνήτοιο νοήμονι μάρτυρι σιγῇ δαῖτα μινυνθαδίην ἀπεσείσατο ταῦτα βοήσας· ἄλλην δαῖτα φέρω βιοτήσιον, ἣν ἐνὶ θυμῷ ὑμεῖς οὐκ ἐδάητε. καὶ ἔννεπεν ἄλλος ἐπʼ ἄλλῳ· ἦ ῥά οἱ ἄλλος ὄπασσε φαγεῖν ἐπιδήμιος ἀνήρ;
4·13
φιλοπάτωρ δʼ ἀγόρευεν ἄναξ ἑτερόφρονι μύθῳ· εἶδαρ ἐμὸν πέλε μῦθος, ἐμὸν ποτὸν ἔργα τοκῆος· εἶδαρ ἐμὸν πέλε μοῦνον, ὅπως ἄτρεπτον ἐέλδωρ πατρὸς ἐμοῦ τελέοιμι καὶ ἔνθεον ἔργον ἀνύσσω· ὑμεῖς οὐ τόδε πάντες ἑνὶ ξυνώσατε μύθῳ ἴδμονες ὡράων, ὅτι λείπεται εἰςέτι μούνη μηνῶν τετραέλικτος ἀελλήεσσα πορείη, καὶ θέρος ἀγλαόκαρπον ἐλεύσεται; ἠνίδε, πάντες εἰς πόλιν ἀντικέλευθον ἀείρατε κύκλον ὀπωπῆς, πῶς πόλιες λευκῇσι περιφρίσσουσιν ἁλωαῖς καὶ βροτέου χατέουσιν ἐυγλώσσοιο θερισμοῦ, πῶς στάχυες θαλέθουσιν ἐχέφρονες· εἰ δέ τις ἀνὴρ χείλεσιν, οὐ παλάμῃσιν ἀερτάζων λάλον ἅρπην γείτονος ἀμήσειε θεουδέα λήια γαίης, μισθὸν ἔχει, καὶ πατρὶ θεῷ ζώοντα φυλάσσων εἰς χρόνον οὐ λήγοντα νοήμονα καρπὸν ἀγείρει, ὄφρα κεν ὁ σπείρων καὶ ὁ θέσκελα λήια κείρων χαίρῃ ὁμοῦ καὶ πιστὰ θαλύσια πατρὶ τελέσσῃ, εὐσεβίης ἀροτῆρα καὶ ἀμητῆρα γεραίρων. ἔνθεν ἔην ὅδε μῦθος ἐτήτυμος, οὕνεκεν ἀνὴρ
4·14
ἄλλος ἀροτρεύει σπόρον ὄμπνιον αὔλακι νείφων, καὶ στάχυν ἀμήσει στεφανηφόρος ἄλλος ἁλωεύς· ἄλλοι μὲν μογέεσκον ἁλωέες αὔλακι φωνῆς, καρπὸν ἕως ἔσπειραν; ἀποστέλλω δὲ καμόντων ὑμέας ἀκαμάτους ἀλλότριον εἰς κόπον ἀνδρῶν. ἀμῆσαι στομάτεσσιν ἑτοιμοτάτων στίχα καρπῶν λήιον οὐ σπείραντας ἢ ἀρδεύσαντας ἁλωήν. πολλοὶ μὲν ναέται ταχυπειθέα λαὸν ἀλήτην πίστιος ἀρραγέεσσιν ἐπυργώσαντο θεμέθλοις, μαρτυρίην ἀίοντες ἐγερσινόοιο γυναικὸς φθεγγομένης, ὅτι πάντα, τάπερ κάμον, εἶπε προφήτης. ἀλλʼ ὅτε οἱ σχεδὸν ἦλθον ὁμοφραδέες Σαμαρεῖται, Χριστὸν ἐγουνάζοντο φιλοστήργῳ τινὶ μύθῳ αὖθι μένειν· καὶ παῦσεν ἄναξ παρὰ γείτονι πηγῇ καὶ ταχὺς εἰς πόλιν ἦλθεν ὁμόστολον οἶμον ὁδεύων.
4·15
καὶ θεὸς αὐτόθι μίμνεν, ἕως δρόμος ἄλλος ἐπʼ ἄλλῳ ὀξείῃ στροφάλιγγι παρέστιχε δίζυγος ἠοῦς. καὶ μετὰ διπλόον ἦμαρ ἄναξ σπεύδοντι πεδίλῳ οὔασι πειθομένοισι πεπηγότα μῦθον ἐάσας κεῖθεν ἔβη παλίνορσος ἀναινομένων ναετήρων καὶ πάλιν εἰς πέδον ἦλθε φιλοχρίστων Γαλιλαίων. μούνην δʼ οὐκ ἐπάτησεν ἑὴν ζηλήμονα πάτρην· καὶ γὰρ ὁμογνήτων δεδαημένος ἤθεα φωτῶν μάρτυρα μῦθον ἔειπεν ἐτήτυμον, ὅττι προφήτης οὐ δύναται περίπυστον ἔχειν ἐνὶ πατρίδι τιμήν.
4·16
ἀλλʼ ὅτε δὴ Γαλιλαῖον ἐς ἕδρανον ἦλθεν Ἰησοῦς, δὴ τότε μιν προφανέντα παλιννόστοισι κελεύθοις ἄσμενος ἐσμὸς ἔδεκτο θεοστόργων Γαλιλαίων. πάντα, τάπερ ποίησεν ἐν ἕρκεσιν Ἱροσολύμων, ὄμμασιν ἀθρήσας, ἱερῆς ὅτε κῶμον ἑορτῆς μητέρες εὐσεβίης θιασώδεες ἤγαγον ὧραι· καὶ γὰρ ἐς ἱερὸν ἦμαρ ἐπεστιχόωντο καὶ αὐτοί. Ἰησοῦς μὲν ἵκανε καὶ ᾤκεεν αὐτόθι μίμνων, ᾗχι πέδον Καναναῖον, ὅπῃ πάρος εἰς χύσιν οἴνου ξανθὸν ὕδωρ ποίησε φύσιν χιονωπὸν ἀμείψας.
4·17
ἦν δέ τις ἰθύνων στρατιὴν βασιλήιος ἀνήρ, οὗ πάις ἀγχιάλοιο Καφαρναοὺμ ἐνὶ δήμῳ κέκλιτο νωθρὰ φέρων πεπεδημένα γούνατα νούσῳ· καὶ γενέτης φιλότεκνος ἴσῳ μαστίζετο πυρσῷ, παιδὸς ἱμασσομένοιο τάχα πλέον. οὗτος ἀκούσας — — — — — — — — — — νόστιμος οὖδας ἔδυνε φιληρέτμων Γαλιλαίων, ἔδραμεν εἰς Καναναῖον ἐδέθλιον· ἀγχιφανὴς δὲ Ἰησοῦν ἐρέεινεν, ὅπως νέον υἷα σαώσῃ ἄστεος ἀγχιπόροιο κατήλυδα πέζαν ὁδεύων. καί μιν ἄναξ ἐνένιπεν ἑῷ νεμεσήμονι μύθῳ· εἰ μὴ ἐμῆς ἐςίδητε πολύτροπα θαύματα φωνῆς, οὔποτέ μοι πείθεσθε. καὶ αἰθομένου πυρετοῖο δάκρυσι θερμοτέροισι διάβροχος ἴαχεν ἀνήρ· σπεῦσον, ἄναξ, κατάβηθι πέδον Καναναῖον ἐάσας, πρὶν θανέειν ἐμὸν υἷα τεῆς ἐπιδευέα φωνῆς. καί μιν ἄναξ θάρσυνεν ἑῷ ζωαρκέι μύθῳ·
4·18
ἔρχεο καὶ ζώοντα καὶ ἀρτεμέοντα κιχήσεις τηλύγετον σέο παῖδα· παρʼ ὑμετέρῃ δὲ τραπέζῃ ἄσμενος εἰλαπίναζε σὺν υἱέι δαιτυμονῆι. εἶπεν ἄναξ, καὶ κραιπνὸς ἀνὴρ ἐπεπείθετο μύθῳ, Ἰησοῦς ὃν ἔειπε, καὶ ἔστιχεν ἐλπίδι πειθοῦς· καί οἱ τηλεπόροιο καταστείχοντι κελεύθου ἤντεον αὐχήεντες ὀπάονες· οὐδὲ μὲν ἀνὴρ δμῶας ἑοὺς ἐρέεινε γεγηθότας· ἐκ δὲ προςώπου υἱὸν ἑὸν ζώοντα σοφῇ γίνωσκε σιωπῇ. καί οἱ πάντες ἔλεξαν ὁμήλυδες ἡδέι μύθῳ·
4·19
ζώει σός, φιλότεκνε, ποδήνεμος υἱὸς ὁδίτης, νῦν πλέον ἢ τὸ πάροιθε σαώτερος. αὐτὰρ ὁ χαίρων δμῶας ἑοὺς ἐρέεινεν ἀλεξικάκου χάριν ὥρης, τῇ ἔνι φαιδροτέρην βιοτήσιον ἔσχε γαλήνην. καὶ μίαν εἰν ἑνὶ πάντες ὀπάονες ἴαχον αὐδήν· υἱέα σὸν λίπε νοῦσος, ὅτε χθιζῇ παρὰ νύσσῃ ἑβδομάτη στείχουσα βιοσσόος ἔτρεχεν ὥρη. ἔγνω δʼ αὐτοδίδακτος ἀνὴρ ὀδυνήφατον ὥρην, τῇ ἔνι θέσκελος εἶπεν ἄναξ ζωαρκέι φωνῇ· ἔρχεο σὸν ποτὶ δῶμα, τεὸς πάις ἐστὶν ἀπήμων.
4·20
καὶ καθαραῖς πραπίδεσσιν ἀκαμπέα δέξατο πειθὼ εὐσεβίης ὅλον οἶκον ἀμεμφέος εἰς φάος ἕλκων· αὐτὸς ὁμοῦ καὶ πάντες, ὅσους τρέφε, μάρτυρι μύθῳ πίστιος ἀκλινέεσσιν ὑπεζεύγνυντο λεπάδνοις. τοῦτο δὲ δεύτερον ἄλλο πάλιν ζωαρκέι φωνῇ, ᾗχι πέδον Καναναῖον ἐν εὐπύργῳ Γαλιλαίῃ, Ἰησοῦς κάμε θάμβος Ἰουδαίηθεν ὁδεύσας εἰς πόλιν ἀγλαόπαιδα τανυπλοκάμων Γαλιλαίων πρεσβύτερον μετὰ θαῦμα φιλακρήτων ὑμεναίων ὕδατος οἰνωθέντος ἐρευθιόωντι ῥεέθρῳ.
5
Ἰησοῦς δʼ ἀνέβαινεν, ὅπῃ δόμος αἰθέρι γείτων χιονέην ἀμάρυσσε λίθων ἑτερόχροον αἴγλην. ἦν δέ τις εὐποίητος ἐν εὐύδρῳ προβατικῇ πέντε παντυπλεύρῃσιν ὑπʼ αἰθούσῃσι μελάθρου δαιδαλέων ζωσθεῖσα λίθων ὑψάντυγι μίτρῃ εὐρυτενὴς ἀσάμινθος, ὅπῃ κεκακωμένος ἀνὴρ ἅλμασιν αὐτομάτοισιν ἰδὼν ὀρχούμενον ὕδωρ, ὁππότε κυμαίνοντι δέμας φαίδρυνε λοετρῷ, θερμὰ πεπαινομένης ἀπεσείσατο λύματα νούσου φέρτερον ἰητῆρος ἰδὼν ὀδυνήφατον ὕδωρ. ἦν δέ τις ἐμπεδόμοχθος ἀνὴρ παρὰ γείτονι πηγῇ τρεῖς δεκάδας δασπλῆτι παριππεύσας ἐνὶ νούσῳ καὶ πάλιν ὄγδοα κύκλα κυλινδομένων ἐνιαυτῶν. τοῦτον ἰδὼν ἀτίνακτον ἐθήμονι κείμενον εὐνῇ Ἰησοῦς ἐνόησεν, ὅτι χρονίων ἐπὶ λέκτρων εἶχε δυςαλθήτῳ πεπεδημένα γούνατα νούσῳ· καί μιν ἄναξ ἐρέεινε χέων οἰκτίρμονα φωνήν· ἀσκηθὴς ἐθέλεις πάλιν ἔμμεναι; αὐτὰρ ὁ κάμνων ἐκ φρενὸς ἀδρανέος βεβιημένον ἆσθμα τιταίνων
5·2
λεπταλέῃ μόγις εἶπεν ἀνὴρ βραδυπευθέι φωνῇ· κοίρανε, νουσοκόμοιο φιλοστόργοιο χατίζω· οὐ γὰρ ἔχω τινὰ φῶτα διάκτορον, ὄφρα κε πηγῆς θυιάδος αὐτοέλικτον ἰδὼν κυρτούμενον ὕδωρ εἰς ἱερὴν ἀσάμινθον ἐλαφρίζων με χαλάσσῃ· ὄφρα μὲν ἀστήρικτον ἐμὸν πόδα νωθρὸν ἐρέσσω, τόφρα δὲ μᾶλλον ἐμεῖο νεώτερος ὀξέι παλμῷ προφθάμενος βροτὸς ἄλλος ἐλαφρότερος καταβαίνει ἀφρὸν ἀερσιπότητον ἐρευγομένης ἀσαμίνθου. καί μιν ἄναξ θάρσυνεν ἑῇ ζωαρκέι φωνῇ·
5·3
ἔγρεο, λέκτρον ἄειρε καὶ ἔρχεο κοῦφος ὁδίτης. νουσαλέος δʼ ἀνέπαλτο καὶ εἰς πέδον ἴχνος ἐρείσας ἵστατο καὶ κλιντῆρα λαβὼν ἐπικείμενον ὤμῳ ἔστιχε πανδόκον οἶκον ἀήθεα γούνατα πάλλων, ἀκαμάτῳ βαρύφορτον ἐπωμίδι λέκτρον ἀείρων. καὶ τότε σάββατον ἦεν· ἐν εὐλάιγγι δὲ νηῷ ἀνέρα παπταίνοντες, ὃν ἀρχαίης ἀπὸ νούσου λυσιπόνῳ ταχυεργὸς ἄναξ ἰήσατο μύθῳ, εἴρεον, ὅςτις ἄνωγεν ἑῇ σημάντορι φωνῇ λέκτρον ἀερτάζοντα παλινδίνητον ὁδεύειν·
5·4
καὶ φθονεροὺς ἀπάμειπτο σοφῷ θεοπειθέι θυμῷ· ὅςτις ἀπὸ κλιντῆρος ἀνεζώγρησε πεσόντα, οὗτος ἐμοὶ κατέλεξεν ἀερτάζειν καὶ ὁδεύειν. καί μιν Ἰουδαίων πάλιν εἴρετο λαὸς ἀγήνωρ· τίς πέλεν, ὅς σε κέλευσεν ἀδειμάντῳ τινὶ φωνῇ· ἔρχεο σὸν κλιντῆρα λαβὼν πεφορημένον ὤμῳ; οὐ μὲν ἀνὴρ δεδάηκεν ἑῆς ἰήτορα νούσου. καί μιν ἰδὼν στείχοντα λιθώδεος ἔνδοθι νηοῦ ὕβριν ἀναμνήσας προτέρην, ποινήτορι νούσῳ Χριστὸς ἀναστέλλων ἐπετέλλετο μάρτυρι μύθῳ·
5·5
ἠνίδε, νοῦσον ἔχων σόος ἔπλεο· μηκέτι ῥέξῃς ἀμπλακίην ἑτέρην, μὴ κύντερον ἄλλο νοσήσῃς. καὶ θρασὺς Ἑβραίοισι παλίνδρομος ἄγγελος ἔστη μῦθον ἀναινομένῳ βοόων ζηλήμονι λαῷ, ὅττι μιν αὐτοκέλευστος ἀπήμονα θέσπιδι φωνῇ Ἰησοῦς ἐτέλεσσε καὶ ὀψικέλευθον ὁδίτην νουσοκόμου κλιντῆρος ἀήθεα θῆκε φορῆα· οὗ χάριν Ἑβραῖοι μανιώδεες ἄφρονι θυμῷ Ἰησοῦν ἐδίωκον, ὅτι ζαθέῳ παρὰ νηῷ, ὁππότε σάββατον ἦεν, ἐπείγετο ταῦτα τελέσσαι μοῦνος ἐὼν ἀφύλακτος, ὅτε βροτέων ἀπὸ μόχθων πάντες ἀεργηλοῖσιν ἐπέτρεπον ἔργον ἀέλλαις — — — — — — — —ἀκάνθαις Ἰησοῦς δʼ ἀγόρευε χέων ὑψαύχενα φωνήν· εἰσέτι νῦν γενέτης ἐργάζεται ἠθάδι θεσμῷ, ἤθεσιν ἀντιτύποις καὶ ἐγὼ πάις ἔργον ὑφαίνω.
5·6
οὗ χάριν Ἑβραῖοι δολίῳ μάστευον ὀλέθρῳ Χριστὸν ἀποκτείνειν, ὅτι μὴ μόνον ἤθελε λύειν ἔννομον ἀπρήκτοιο σέβας πεφυλαγμένον ἠοῦς, ἀλλʼ ὅτι μυστιπόλοιο μετὰ δρόμον ἠριγενείης καὶ θεὸν αὐτογένεθλον ἑὸν κίκλησκε τοκῆα ἰσάζων ἑὸν εὖχος ἐπουρανίῳ βασιλῆι. Ἰησοῦς δʼ ἀγόρευεν· ἀμὴν ἐπιμάρτυρον ἔστω· οὐδὲν ἑῇ ἰότητι δυνήσεται υἱὸς ἀνύσσαι, εἰ μὴ ἐςαθρήσειεν ἑὸν τελέοντα τοκῆα· ἔργα γὰρ εἰν ἑνὶ πάντα πατὴρ ἐμὸς ὁππόσα ῥέζει, ταῦτα θεὸν γενέτην μιμούμενος υἱὸς ἀνύσσει· υἱέα γὰρ φιλέει γενέτης ἑόν· ὅσσα δὲ τεύχει, παιδὶ φίλῳ δείκνυσι καὶ εἰςέτι μείζονα δείξει, ὄφρα κε θαμβήσητε τελειοτέρων χάριν ἔργων· ὥςπερ γὰρ γενέτης νέκυας μετὰ πότμον ἐγείρει ζωγρήσας παλίνορσον ἀκινήτων δέμας ἀνδρῶν, οὕτως, οὓς ἐθέλει, καὶ ὁμοίιος υἱὸς ἐγείρει ζωγρήσας φθιμένων παλινάγρετα σώματα φωτῶν· οὔτινα γὰρ κρίνειε πατὴρ ἐμός· ἀνδρομέην δὲ ὄψιμον υἱέι δῶκεν ὅλην κρίσιν, ὄφρα κε πάντες
5·7
υἱέα τιμήσωσιν ἰσόζυγον ᾧ γενετῆρι, οἷά τε κυδαίνουσι καὶ ὑψιμέδοντα τοκῆα· εἰ δέ τις ἀλλοπρόςαλλον ἔχει νόον οὐδὲ τοκῆος κυδαίνει λόγον υἷα, καὶ οὐ γενετῆρα γεραίρει. μάρτυρον ἐμπεδόμυθον ἀμήν, ἀμὴν πάλιν ἔστω ὅςτις ἀνὴρ δέξοιτο νόου πειθήμονι θεσμῷ μύθους ἡμετέρους καὶ ἐμῷ πείθοιτο τοκῆι, εἰς κρίσιν ἐσσομένην οὐκ ἔρχεται, ἀλλʼ ἐπὶ κείνην ζωὴν ἀμβροσίην, τὴν οὐ χρόνος οἶδεν ὀλέσσαι, ἵξεται ἐκ θανάτοιο μετάτροπος· ἀπροϊδὴς γὰρ
5·8
μαῖα παλιγγενέων μερόπων νεκυοσσόος ὥρη ἵξεται ὀψιτέλεστος, ἀναυδέες ὁππότε νεκροὶ αὖτις ἀναζήσουσιν ἀνοστήτων ἀπὸ κόλπων, πάντες ἀλεξιμόροιο μιῆς ἀίοντες ἰωῆς παιδὸς τηλυγέτοιο φερεζώοιο τοκῆος· ὥςπερ γὰρ γενέτης μεθέπει παμμήτορα κόσμου ζωήν, ἧς ἄπο πᾶσι βιοσσόον ἆσθμα τιταίνει, οὕτω παμμεδέοντι καὶ υἱέι δῶκε κομίζειν ζωὴν καὶ ζαθέην ὑψίζυγον ὤπασε τιμὴν καὶ κρίσιν, ὧν ἐθέλει, τελέειν ἰσόζυγι θεσμῷ, ὅττι περ ἀνθρώποιο φερέσβιος υἱὸς ἀκούει· καὶ μὴ θάμβος ἔχητε, καὶ εἴ τινα θέσκελον ὀμφὴν ἔννεπον ἐσσομένην, ὅτι λοίσθιος ἔρχεται ὥρη καὶ νῦν ἄγχι βέβηκεν, ἀολλέες ὁππότε νεκροὶ ζωοτόκων ἀίοντες ἀνοστήτων ἀπὸ τύμβων Χριστοῦ φθεγγομένοιο δεδεγμένοι ἔνθεον ἠχὼ πάντοθεν ἀίσσουσι, καὶ ὄψιμος ἄλλος ἐπʼ ἄλλῳ ἀρχαίῃ πελάσειε παλιγγενὲς ἴχνος ἀρούρῃ· οἱ μὲν ἀεθλεύσαντες ἀμεμφέα πιστὸν ἀγῶνα ζωῆς ἀθανάτης ἐς ἀνάστασιν, οἱ δὲ καμόντες
5·9
ἔργα πολυπλανέος βιοτῆς ἑτερόφρονι λύσσῃ κρίσιος ἐσσομένης ἐς ἀνάστασιν· οὐρανίου μὲν οὐ δύναμαι γενετῆρος ἀπόπροθεν οὐδὲν ἀνύσσαι αὐτόματος, κρίνειν δὲ δυνήσομαι, ὥςπερ ἀκούω· νημερτὴς δέ μοί ἐστιν ἐμὴ κρίσις· οὐ γὰρ ἱκάνω κῦδος ἐμὸν τελέειν διζήμενος, ἀλλὰ τοκῆος· τιμὴν ἡμετέρην οὐ φθέγγομαι· ἢν γὰρ ἐνίψω μαρτυρίην ἰδίην, οὐ πείθεται ἄλλος ἀκούων· οὐ γὰρ ἐμὸς πέλε μῦθος ἐτήτυμος, ἤνπερ ἐνίψω μαρτυρίην ἰδίην αὐτόθροον· ἀμφʼ ἐμέθεν δὲ
5·10
ἄλλος ἀνὴρ πέλε μάρτυς ἐπάρκιος· οἶδα δὲ κείνου πιστὴν μαρτυρίην καὶ ἐτήτυμον· εἰρόμενοι δὲ ἁγνὸν Ἰωάννην θεοδέγμονος ἔγκυον ὀμφῆς ὑμεῖς οὐρεσίφοιτον ἐπέμψατε λαὸν ὁδίτην ἀνδρῶν μυστιπόλων καὶ ἀμεμφέα θέσκελος ἀνὴρ μῦθον ἀληθείης ἀλύτῳ σφρηγίσσατο δεσμῷ μάρτυρος ἐμπεδόμυθος· ἐπιχθονίης δʼ ἀπὸ φωνῆς μαρτυρίην μερόπων οὐ δέχνυμαι, ἀλλὰ διδάσκων Ἑβραίους τάδε πάντα μετέρχομαι, ὄφρα μαθόντας ὑμέας εἰν ἑνὶ πάντας ἐμοῖς ἐπέεσσι σαώσω·
5·11
κεῖνος Ἰωάννης νοεροὺς σπινθῆρας ἰάλλων εὐσεβίης πέλε λύχνος ἐτήτυμος, ἀνδράσι φαίνων· ὑμεῖς δʼ εἰς στροφάλιγγα μιῆς ταχυδινέος ὥρης κείνου μαρτυρίῃσιν ἐφαιδρύνασθε φανέντος ὕδασιν ἀστράπτοντος ἀγαλλόμενοι περὶ λύχνου, ὕδασι θεσπεσίοισιν· Ἰωάνναο δὲ φωνῆς μείζονα μαρτυρίην μεθέπω καὶ ὑπέρτερον ὀμφήν· ἔργα γάρ, ὁππόσα δῶκε πατὴρ ἐμός, ὄφρα τελέσσω, φθέγγεται αὐτοβόητα λάλῳ σάλπιγγι σιωπῆς· ταῦτά με κηρύσσει καὶ ἐρεύγεται ἔμπεδον αὐδήν·
5·12
οὐδὲ πατήρ με λέλοιπεν ἀκηρύκτῳ τινὶ σιγῇ, ὅςτις ἐμὲ προέηκεν ἀπʼ αἰθέρος· ἀλλὰ καὶ αὐτὸς φθεγγομένοις στομάτεσσι θεογλώσσων διὰ φωτῶν μαρτυρίην ζώουσαν ἀμοιβαίῃ πόρε δέλτῳ, ὅστις ἐμὲ προέηκε· καὶ ἔνθεον οὔποτε μορφὴν πατρὸς ἐθηήσασθε καὶ οὐκ ἠκούσατε φωνῆς, οὐδέ οἱ ἀπλανέεσσι φυλάσσετε μῦθον ἀκουαῖς· ὃν γὰρ ἐμὸς προέηκε πατὴρ χραισμήτορα κόσμου οὐ θεὸν υἷα δέχεσθε καὶ οὐ πέμψαντα τοκῆα· γραπτὰ θεορρήτων μαστεύετε θέσφατα βίβλων, ᾗσιν ἔχειν ἔλπεσθε χρόνου παλιναυξέι κύκλῳ ζωὴν οὐ μινύθουσαν· ἐνὶ γραφίδεσσι δὲ κεῖναι μαρτυρίην βοόωσιν ἐμὴν ὑποφήτορι μύθῳ ἀθανάτῳ σάλπιγγι· καὶ οὐ σπέρχεσθε μαθόντες γράμματα φωνήεντα θελήμονες εἰς ἐμὲ βαίνειν·
5·13
τιμὴν ἐκ μερόπων οὐ δέχνυμαι· ἀλλά που ἔγνων ὑμέας ἀστόργοισιν ἐν ἤθεσιν, οὐδὲ τοκῆος φίλτρον ἐπουρανίοιο φυλάσσετε παμβασιλῆος· ἦλθον ἐγὼ βοόων πατρώιον οὔνομα κόσμῳ, καὶ θεὸν οὔ με δέχεσθε καὶ οὐ πείθεσθε τοκῆι· εἰ δέ τις ἄλλος ἵκοιτο νόθος ψευδώνυμος ἀνὴρ ἀντίθεος, τότε κεῖνον ἀνάρσιον ἠπεροπῆα αὐτίκα μειλίσσεσθε τεθηπότες, ὄφρα τις εἴπῃ· γνήσιον ἠρνήσαντο, νόθον δʼ ἐδέχοντο φανέντα· πῶς δέ με, πῶς δὲ δύνασθε θεοῦ λόγον υἷα γεραίειν κῦδος ἀπʼ ἀλλήλων ἐπιδέγμενοι, οὐδὲ δαῆναι μούνου παγγενέταο θεοῦ μαστεύετε τιμήν; ἦ ῥα μάτην ἔλπεσθε, κατήγορα χείλεα λύσας ὑμείων ὅτι λύσσαν ἐμῷ γενετῆρι βοήσω· ὑμέας ἐν γραφίδεσσι κατήγορος ἄλλος ἐλέγχει,
5·14
Μωσῆς θεσμοθέτης πρωτόθροος, ᾧ ἔπι μούνῳ ἐλπίδες ὑμείων θεοπειθέες· εἰ γὰρ ἐκείνου ἔμπεδον ἀπλανέεσσιν ἐθήκατε μῦθον ἀκουαῖς, καί κεν ἐμοὶ πείθεσθε πεποιθότες· ἀμφʼ ἐμέθεν γὰρ θεῖος ἀνὴρ ἔγραψεν ἐτήτυμος· εἰ δʼ ἄρα κείνου γράμμασιν οὐ πείθεσθε, τάπερ θεὸς ὤπασε κόσμῳ, μᾶλλον ἀκηλήτοισι πόθεν δέξοισθε μενοιναῖς ἄγραφον ἡμετέρων στομάτων ἀίοντες ἰωήν.
Ἔννεπε καὶ μετέπειτα πέρην Τιβερηίδος ἅλμης νηὶ πολυκλήιδι ταμὼν ἀντώπιον ὕδωρ γείτονα γαῖαν ἔδυνε· συνεσσεύοντο δὲ λαοὶ θαύματα παπταίνοντες, ἅπερ κάμεν ἠθάδι μύθῳ, ῥυόμενος βαρύνουσον ἱμασσομένων δέμας ἀνδρῶν· καὶ δαπέδου λοφόεντος ἐρημάδα πέζαν ὁδεύων εἰς ὄρος ὑψικάρηνον ἀνήιε· μεσσοφανῆ δὲ ἑζόμενον στεφανηδὸν ἐκυκλώσαντο μαθηταί. καὶ σχεδὸν Ἑβραίοισι φιλόργιος ἦεν ἑορτή, πάσχα τόπερ καλέουσι· διʼ εὐδένδροιο δὲ λόχμης ὀφθαλμοὺς ἀνάειρε, καὶ ἄσπετον ἄλλον ἐπʼ ἄλλῳ ἔδρακεν ἀγχικέλευθον ἐπήλυδα λαὸν ὁδίτην. ἑζόμενον δὲ Φίλιππον ἑῷ μειλίξατο μύθῳ· εἰπέ, πόθεν πριάμεσθα πολυσπερέων χύσιν ἄρτων ἀνδράσι τοσσατίοισιν; ἑὴν δʼ ἔκρυπτε μενοινὴν καὶ νόον ἀγνώσσοντος ἐπειρήτιζε Φιλίππου· αὐτὸς γὰρ δεδάηκε, τόπερ καὶ ἔμελλε τελέσσαι. ἀσχαλόων δὲ Φίλιππος ἐμίγνυε θαύματι φωνήν·
6·2
λαὸν ἴσον ψαμάθοισι διηκοσίων τινὶ μέτρῳ ἄρτοι δηναρίων οὐκ ἄρκιοί εἰσι κορέσσαι, ὄφρα κε βαιὸν ἕκαστος ἔχῃ μέρος. εἷς δέ τις αὐτῶν ἀγχιθέων ἑτάρων εὐάγγελον ἴαχε φωνήν, Ἀνδρείας βασιλῆι χέων φερέδειπνον ἰωήν, ὑγροπόρου Σίμωνος ἀδελφεὸς ἰχθυβολῆος· ἔστι τις ἐνθάδε κοῦρος ἔχων κριθώδεας ἄρτους πέντε καὶ ἀγχιπόρου διδυμάονας ἰχθύας ἅλμης, ἰχθύας ὀπταλέους διδυμάονας· ἀλλὰ τί ῥέξει ταῦτα πολυγλώσσῳ μεμερισμένα σύζυγι λαῷ; Ἰησοῦς δʼ ἐκέλευσεν ἑτοιμοτάτοισιν ἑταίροις·
6·3
κλίνατε δαιτυμόνων μιγάδας στίχας ὑψόθι γαίης· ἦν δέ τις αὐτόθι χόρτος ἀπείριτος. ἀμφιλαφὴς δὲ σύμπλοκος ἐσμὸς ἔην ὁμοδόρπιος ὑψόθι χόρτου· πέντε δὲ χιλιάδες πολυειδέες ἦσαν ἀριθμῷ δαιτυμόνων· καὶ ἕκαστος ἐρείδετο γείτονι τοίχῳ κεκλιμένοι στοιχηδὸν ἐπʼ εὐπετάλοιο τραπέζης μηκεδανῆς. καὶ πέντε λαβὼν κριθώδεας ἄρτους Χριστὸς ἀειζώοντι χάριν γενετῆρι τιταίνων ἔκλασε συμπλεκέος παλάμης γαμψώνυχι παλμῷ καὶ πόρε δαιτυμόνεσσι καὶ ὤρεγε πᾶσιν ἐδωδὴν καὶ διδύμων νεπόδων, ὅσον ἤθελον. ἀλλʼ ὅτε λαῷ πειναλέῳ κόρος ἔσκε πολυφλοίσβοιο τραπέζης, Ἰησοῦς ἐπέταξεν ὁμοζήλοισι μαθηταῖς· πάντα ταχυστροφάλιγγι μιῇ συλλέξατε ῥιπῇ κλάσματα πυκνωθέντα περισσοβότοιο τραπέζης,
6·4
ὄφρα κε μηδὲν ὄλοιτο. καὶ ἄστατος ἄλλος ἐπʼ ἄλλῳ φοιταλέων πεφόρητο διάκτορος ἐσμὸς ἑταίρων ὄγκον ἐπασσυτέρων τελέων ὑψούμενον ἄρτων χερσὶ βαθυνομένῃσιν· ἀπὸ χλοεροῖο δὲ χόρτου ῥωγαλέης συνάγειρε πολύπλανα λείψανα φορβῆς, ὅσσα περισσεύοντο· μιῆς δʼ ἀπὸ πεντάδος ἄρτων μαστεύων ἑλικηδὸν ἑῷ πολυχανδέι κόλπῳ συμμιγέων ἔπλησε δυώδεκα κύκλα κοφίνων. καὶ πολὺς ἄλλοθεν ἄλλος ἀνίαχε θαῦμα νοήσας, Χριστὸς ὅπερ ποίησεν ὅλῳ θοινήτορι λαῷ, ἄρτων αὐτομάτων παλιναυξέα δαῖτα γεραίρων. οὗτος, ὃν ἀείδουσιν ἐτήτυμός ἐστι προφήτης, ὃν φάτις ἀενάοιο μολεῖν ἰθύντορα κόσμου. εἰδὼς δʼ αὐτοδίδακτος ἄναξ ὑποκάρδιον ὀμφήν, ὅττι μολεῖν ἤμελλον ὁμήλυδες αὐτόθι λαοὶ καί μιν ἀφαρπάξαντες ἀναστήσειν βασιλῆα, οὔρεος ὑλήεντος ἐρημάδα δύσατο πέτρην. καὶ σκιόεις ὅτε κῶνος ἀνέδραμε γείτονος ὄρφνης, πόντον ἐς ἀντικέλευθον ἐπερρώοντο μαθηταί. νῆα δʼ ἐπαΐξαντες ἁλίδρομον, ἅρμα θαλάσσης,
6·5
γαῖαν ἐς ἀντιπέραιαν ἐπορθμεύοντο μαθηταὶ ἄστυ Καφαρναοὺμ μετανεύμενοι· ἀρτιφανὴς δὲ γαῖαν ὅλην ἐκάλυψε μελαγκρήδεμνος ὀμίχλη, καὶ χροῒ ποικιλόνωτον ἐπισφίγξασα χιτῶνα ἀστερόεν σελάγιζεν· ἐελδομένοις δὲ μαθηταῖς οὔπω Χριστὸς ἵκανεν. ἐπειγομένης δὲ θυέλλης ἀγχινεφὴς ἐπίκυρτος ἐπυργώθη ῥόος ἅλμης, καὶ δολιχοῖς ἐλατῆρες ὕδωρ ἐχάρασσον ἐρετμοῖς ἀντιπόροις ἀνέμοις βεβιημένον. εἰναλίων δὲ τρεῖς δεκάδας σταδίων ἢ ἐείκοσι πέντε ταμόντες Χριστὸν ἐθηήσαντο διαστείχοντα θαλάσσης, ἄβροχον ἴχνος ἔχοντα, βατῆς ἁλὸς ὀξὺν ὁδίτην, ταρβαλέοι δʼ ἀλάλαζον· ἀτυζομένοις δὲ μαθηταῖς Ἰησοῦς ὀάριζεν· ἐάσατε τάρβος ἀήταις. Χριστὸς ἐγὼ ταχύγουνος ὁδοιπόρος εἰμὶ θαλάσσης.
6·6
καί μιν ἑλεῖν μενέαινον ἐς ὁλκάδα—καὶ μέσον ἅλμης ἦν τότε—καὶ πέλεν ὅρμος, ἐπεὶ θεοδινέι παλμῷ οἷα νόος πτερόεις ἀνέμων δίχα, νόσφιν ἐρετμῶν, τηλεπόροις λιμένεσσιν ὁμίλεεν αὐτομάτη νηῦς. ἀλλʼ ὅτε πορφύρων Τιβερηίδα γείτονα πέτρην ἀκροφανὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην, λαὸς ἐυκροκάλοιο πέρην ἀντώπιδος ἅλμης ἱστάμενος σκοπίαζεν, ὅτι ζαθέῃ παρὰ λίμνῃ ἰκμαλέης οὐκ ἦσαν ἱμασσομένης πέλας ἀκτῆς στοιχάδες ἀλλήλῃσιν ὁμόζυγες ὁλκάδες ἄλλαι, εἰ μὴ νηῦς μία μοῦνον ἀνέμπλοος, ὅττι καὶ αὐτὸς οὐ τότε ποντοπόροιο μιῆς ἐπὶ νηὸς Ἰησοῦς ἀγχιθέοις ἑτάροισι συνέπλεεν, ἀλλʼ ὅτι μοῦνοι γαῖαν ἐς ἀντικέλευθον ἐναυτίλλοντο μαθηταί. ἄλλας νῆας ἑλόντες, ὅπῃ Τιβερηίδες ἀκταί,
6·7
πόντον ἐπεσσεύοντο καὶ ἤλυθον ἐγγύθι χώρου, λαὸς ὅπῃ νήριθμος ἐπʼ εὐχόρτοιο τραπέζης θέσκελον ἤσθιεν ἄρτον, ὃν ἔκλασεν ἀμβροσίη χεὶρ Χριστοῦ παμμεδέοντι χάριν γενετῆρι διδόντος. καὶ μὴ Χριστὸν ἄνακτα φερέσβιον, οὐδὲ μαθητὰς ἑσπομένους εὑρόντες ἀμοιβαίων ἐπὶ νηῶν πόντιον ἀφροκόμοισιν ὕδωρ λεύκαινον ἐρετμοῖς ἄστυ Καφαρναοὺμ μετανεύμενοι. ἀγχιφανῆ δὲ ἀντιπέρην εὑρόντες ἀσιγήτοιο θαλάσσης Χριστὸν ἐκυκλώσαντο καὶ ἔννεπον ἡδέι μύθῳ·
6·8
ῥαββὶν ἄναξ, πότε δεῦρο παρέπλεες; ἁρπαλέης δὲ εἰλαπίνης μνηστῆρα μετήλυδα λαὸν ἐλέγχων Ἰησοῦς ἀγόρευε μινυνθαδίης ἀπὸ φορβῆς εἰς θαλίην ζείδωρον ἀλήμονας ἀνέρας ἕλκων· οἶδα, τί μαστεύοντες ἱκάνετε· νουσαλέων γὰρ οὐ διὰ θαύματα κεῖνα, τάπερ κάμον ἠθάδι μύθῳ, ὁππόσα θηήσασθε· πόθος δέ τις ὑμέας ἕλκει ἄρτων θεσπεσίων παλινάγρετος, ὅττι φαγόντες εἰλαπίνην νήριθμον ἐμῆς κεκόρησθε τραπέζης. ἀλλὰ πολυπλανέεσσιν ἐάσατε σύνδρομον αὔραις δαῖτα ταχὺ φθιμένην καὶ ἀνύσσατε μᾶλλον ἐκείνην εἰλαπίνην μίμνουσαν ἀειζώοιο τραπέζης, ἣν μόνος ἀνθρώποιο φερέσβιος υἱὸς ὀπάσσει, τοῦτον ὅτι σφρήγιζε πατὴρ θεός. εἰρόμενος δὲ λαὸς Ἰουδαίων φιλοπευθέα ῥήξατο φωνήν·
6·9
εἰπέ, τί κεν ῥέξωμεν, ὅπως θεοτερπέι θεσμῷ ἔργα θεοῦ τελέσοιμεν· ἄναξ δʼ ἠμείβετο μύθῳ· ὀρθὴν πίστιν ἔχοντες ὅπως δέξησθε φανέντα, ὅντινα κεῖνος ἔπεμπεν. ἐπεφθέγξαντο δὲ λαοί· ποῖον ἐελδομένοις σημήιον ἄμμι τελέσσεις, ὄφρα κε πειθοίμεσθα θεόσσυτον ἔργον ἰδόντες; τί πρήξεις προτέροισιν ὁμοίιον; ἡμέτεροι γὰρ αἰθέρος ἄφθιτον εἶδαρ ἐρημάδος ἔνδοθι πέτρης μάννα πολυκλήιστον ἐθοινήσαντο τοκῆες, γραπτὸς ἅπερ πέλε μῦθος· ἀμετρήτῳ ποτὲ λαῷ οὐρανόθεν πόρεν ἄρτον, ἀφειδέι δαιτυμονῆι. Ἰησοῦς δʼ ὀάριζεν ἀγήνορα λαὸν ἐλέγχων· Μωσῆς οὐ πάρος ὔμμιν ἐρημαίῃ παρὰ πέτρῃ αἰθέρος ἄρτον ὄπαζε μελίρρυτον εἰλαπινάζειν, ἀλλὰ πατὴρ ἐμὸς ἦεν, ὃς εἰςέτι φέρτερον ὑμῖν οὐρανόθεν σοφὸν ἄλλον ἐτήτυμον ἄρτον ὀπάσσει. οὗτος γὰρ πέλεν ἄρτος, ὃς οὐρανόθεν καταβαίνων ζωὴν πασιμέλουσαν ὅλῳ δωρήσατο κόσμῳ. καὶ πάλιν ὧδʼ ἀγόρευεν Ἰουδαίων χορὸς ἀνδρῶν· ζωῆς κοίρανε, τοῦτον, ὃν ἔννεπες ἔμπεδον εἶναι
6·10
αἰθέρος ἄρτον, ὄπασσον ἐτήτυμον εἰλαπινάζειν. Ἰησοῦς δʼ ἐπέτασσε θεηγόρον ἀνθερεῶνα καὶ χάριτος πλήθουσαν ἀνήρυγε χείλεσι φωνήν· ζωῆς ἄφθιτος ἄρτος ἐγὼ πέλον, αἴθοπι λιμῷ οὔποτε πεινήσειεν ἀνὴρ βροτὸς εἰς ἐμὲ βαίνων. καὶ πᾶς ἡμετέρην ἀστεμφέα πίστιν ἀέξων οὔποτε διψήσειεν, ἕως ἔτι καμπύλος ἕρπων αἰὼν εὐρυγένειος ἀτέρμονα νύσσαν ἀμείβει. ἀλλʼ ὑμῖν ἀγόρευον, ἐμῆς ὅτι θαύματα φωνῆς ὄμμασι θηήσασθε καὶ οὐ πείθεσθε τοκῆι.
6·11
πᾶς βροτός, ὅν μοι ὄπασσε πατὴρ ἐμός, εἰς ἐμὲ κάμψει ἴχνος ἑὸν θεόθεν πεφορημένος· οὐδὲ καὶ αὐτὸς ἀνέρας ἐρχομένους νεοπειθέας ἐκτὸς ἐλάσσω, ἀλλὰ νόῳ χαίροντι δεδέξομαι. οὐ γὰρ ἐέλδωρ ἤλυθον οὐρανόθεν τελέων ἐμόν, ἀλλὰ τοκῆος. τοῦτο δὲ παμμεδέοντος ἐμοῦ πέλε πατρὸς ἐέλδωρ, ὄφρα κεν, ὧν γενέτης ἐμὸς ὤπασε, μηδὲν ὀλέσσω, ἀλλά μιν ἀχλυόεντος ἀναστήσοιμι βερέθρου νόστιμον ἐκ νεκύων, ὅτε λοίσθιον ἦμαρ ἱκάνει.
6·12
τοῦτο γὰρ αἰγλήεντος ἐμοῦ πέλε νεῦμα τοκῆος, ὄφρα κε πᾶς ὁρόων με, πανίλαον ὄμμα τιταίνων, ζωῆς ἐσσομένης αἰώνιον εἰς χορὸν ἔλθῃ, καί μιν ἀναστήσω παλινάγρετον, ὁππότε κείνης — — — — — — — — — — ὑστατίης ὅτε φέγγος ἐλεύσεται ἠριγενείης. ζωῆς γὰρ πέλεν εἶδαρ ἐτήτυμον ἡμετέρη σάρξ, αἷμα δʼ ἐμὸν νημερτὲς ἔφυ ποτόν· ὃς δέ κεν ἀνὴρ σαρκὸς ἐμῆς γεύσαιτο καὶ αἵματος εἰν ἑνὶ θεσμῷ, οὗτος ἀνὴρ ἐν ἐμοὶ μενέει, καὶ ὁμόζυγος αὐτῷ ἔσσομαι, ἔμπεδος οἶκος, ἀειρόμενος καὶ ἀείρων. ὡς δὲ πατὴρ ζώων με βοηθόον ὤπασε κόσμῳ,
6·13
ζώω δʼ ὑψιμέδοντος ἐμοῦ διὰ νεῦμα τοκῆος αὐτὸς ἐγώ, καὶ ἐκεῖνος ἀνὴρ ἰσόζυγι θεσμῷ ἐξ ἐμέθεν ζήσειεν ἐμὸν δέμας εἰλαπινάζων. ζωῆς ἄφθιτος ἄρτος ἐτήτυμος οὗτος ἀκούει, οὐχ οἷον τὸ πάροιθεν ἐρημαίῃ παρὰ λόχμῃ ὑμέτεροι γλυκὺν ἄρτον ἐθοινήσαντο τοκῆες καὶ θάνον ἐν σκοπέλοισιν ὀριπλανέες μετανάσται. τοῦτον ἀνὴρ ἐπάρουρος ἐτήτυμον ἄρτον ἐρέπτων ζωὴν ὄψεται οὗτος, ἕως δολιχοῖο γενείου ἀμφιλαφὴς πολιῇσι κόμην λευκαίνεται Αἰών.
6·14
ταῦτα βαθυκρήπιδι Καφαρναοὺμ ἐνὶ γαίῃ ἔννεπεν εὐλάιγγος ἔσω νηοῖο διδάσκων. πολλοὶ δʼ εἰςαΐοντες ἀμερσινόῳ τινὶ λύσσῃ εἰς χόλον οἰστρηθέντες ἐμυθήσαντο μαθηταί· σκληρὸς ἐμοὶ λόγος οὗτος, ὃν ἔννεπε. καὶ τίς ἀκούειν αὐτοῦ φθεγγομένοιο δυνήσεται; αὐτόματος δὲ γινώσκων, ὅτι λαὸς ὑποτρύζεσκεν ἑταίρων λαθριδίην ἀχάλινον ὑποκλέπτοντες ἰωήν Χριστὸς ἁμαρτινόοισιν ἔπος ξύνωσε μαθηταῖς·
6·15
ὑμείων ὅδε μῦθος ἀπειθέα θυμὸν ἀμύσσει· εἰ δέ κεν ἀθρήσητε συναστράπτοντα τοκῆι, αἰθερίων, ὅθεν ἦλθεν, ἑῶν ἐπιβήτορα θώκων ἀνθρώπου πάλιν υἷα, τί ῥέξετε τοῦτο μαθόντες; πνεῦμα πέλει ζωαρκὲς ὑπέρτερον. ἀλλογενὴς δὲ σαρκὸς ἐπιχθονίης βροτέη φύσις οὐδὲν ὀνήσει· μύθων δʼ ἡμετέρων ῥόος ἔνθεος, οὓς ἀγορεύω, ζωὴ ὁμοῦ καὶ πνεῦμα πέλει καὶ ἐτήτυμος ὀμφή. ἀλλὰ τινὲς γεγάασιν ἀπειθέες ἄφρονι λύσσῃ· ᾔδεε γάρ, τίνες ἦσαν, ὅσοι νόον εἶχον ἀλήτην πίστιν ἁλιπλανέεσσιν ἐπιτρέψαντες ἀέλλαις, καὶ τίς ἀνήρ μιν ἔμελλεν Ἰουδαίοις παραδώσειν ἀργυρέης νούσοιο νόον δεδονημένος οἴστρῳ. καί σφιν ἄναξ ἀγόρευεν· ὅθεν πάρος ἔννεπον ὑμῖν· οὐ δύναται μερόπων τὶς ἑκούσιος εἰς ἐμὲ βαίνειν, εἰ μὴ ἀφʼ ἡμετέροιο θεῷ πεφιλημένος ἀνὴρ
6·16
τοῦτο γέρας δέξοιτο χαριζομένοιο τοκῆος. οὗ χάριν ἀστήρικτος ὀπισθοπόρῳ ποδὶ βαίνων χάζετο τηλεπόρων μετανάστιος ἐσμὸς ἑταίρων, οὐκέτι δʼ ὡς τὸ πάροιθε, μετάτροπον ἦθος ἀμείψας, Χριστῷ ἐφωμάρτησε τὸ δεύτερον· εἰςορόων δὲ κοίρανος ἀσταθέων ἑτερόφρονα λαὸν ἑταίρων ἂψ ἀνασειράζοντα μετήλυδα λαὸν ἀλήτην, ἔννεπε πιστοτέροισι δυώδεκα πᾶσι μαθηταῖς· ἦ ῥα σὺν ἀλλοδαποῖσι μολεῖν σπέρχεσθε καὶ αὐτοὶ γνήσιοι; ἦ ῥα νόθοισιν ὁμοίιοί εἰσι μαθηταί;
6·17
καί οἱ Πέτρος ἔλεξε βοώμενος οὔνομα Σίμων· πρὸς τίνα φέρτερον ἄλλον ἱκάνομεν; ἀμφιέπεις γὰρ ζωῆς ἀενάοιο μελίρρυτα χεύματα μύθων. καὶ προτέρων δεδαῶτες ἀσιγήτων ἀπὸ βίβλων ἀπλανέες πιθόμεσθα μιῇ καὶ ὁμόφρονι βουλῇ, ὅττι θεοῦ σὺ πέλεις ἅγιος μόνος. ἡδυεπὴς δὲ ἀντίτυπον φάτο μῦθον ἄναξ πειθήμονι Πέτρῳ· ὑμέας οὐ φρένα πᾶσαν ἐγὼ δεδαημένος ἀνδρῶν ἐκ πολέων ἔκρινα; καὶ εἷς ἐναρίθμιος ὑμῖν δήιος, ἀλλοπρόςαλλος, ὁμέστιός ἐστι μαθηταῖς, διάβολος νέος ἄλλος ἐν ὀψιγόνοισιν ἀκούων· ἔννεπε σημαίνων ὁμοδόρπιον Ἰσκαριώτην αἰνοτόκου Σίμωνος ἐπίκλοπον υἱὸν Ἰούδαν. οὗτος γάρ μιν ἔμελλε πορεῖν ζωαρκέι πότμῳ χρυσομανὴς δολίης πεφορημένον εἰς λίνον ἄγρης,
6·18
εἷς γεγαὼς ἑτάρων δυοκαίδεκα.
Καὶ τότε ναίων κοίρανος αὐτόθι μίμνεν ἀλεξικάκοισι πεδίλοις γαῖαν ἁλικρήπιδα διαστείχων Γαλιλαίης. οὐ γὰρ Ἰουδαίων πέδον ἤθελεν ἁγνὸν ὁδεύειν, ὅττι μιν ἠπεροπῆι δόλῳ μενέαινον ὀλέσσαι υἷες Ἰουδαίων ὁσίῳ χαίροντες ὀλέθρῳ. ἦν δὲ θεῷ πάνδημος ἐτήσιος ἐγγὺς ἑορτὴ πηγνυμέναις κλισίῃσιν ἐπώνυμος. ἀγχίμολοι δὲ γνωτοὶ ψευδαλέοι τετράζυγες υἷες Ἰωσὴφ Χριστὸν ἐπισπέρχοντες ὁμόθροον ἴαχον αὐδήν· ἐντεῦθεν μετάβηθι καὶ ὁππότε κῶμος ἑορτῆς, σπεῦσον Ἰουδαίης ὁμοτέρμονα γαῖαν ὁδεύειν, ὄφρα μεταστρέψαντες ἀπειθέα θυμὸν ἀλήτην ἀρχαίην σέο πίστιν ἀνακτήσοιντο μαθηταί,
7·2
δερκόμενοι σέθεν ἔργα σοφῷ τετελεσμένα μύθῳ. οὐ γάρ τις μερόπων ὑποκόλπιον ἔργον ὑφαίνει, ἔργον ἀθηήτῳ κεκαλυμμένον ἀχλύι σιγῆς, ἀμφαδίην δʼ ἐθέλει θρασὺς ἔμμεναι. εἰ τάδε ῥέζεις, ποικίλα θαύματα δεῖξον ὁρώμενα μάρτυρι κόσμῳ. τοῖα μάτην ἀγόρευον ἀπειθέες οἷάπερ ἄλλοι· Χριστοῦ παμμεδέοντος ἀδελφειοί περ ἐόντες πίστιος ἀπλανὲς ἦθος ἀπηρνήσαντο καὶ αὐτοί. καί σφιν ἄναξ ἀγόρευεν ἀμοιβαίῳ τινὶ μύθῳ· οὔπω καίριος ἦλθεν ἐμὸς χρόνος, ὑμέτερος δὲ
7·3
πέπταται αἰὲν ἑτοῖμος, ἐλεύθερος. οὐ δύναται γὰρ ζηλομανής ποτε κόσμος ἐθήμονι λαίλαπι λύσσης ὑμέας ἐχθαίρειν· ἐμὲ δὲ στυγέει καὶ ἐλαύνει θαρσήεις, ὅτι μοῦνος ἀφειδέι μάρτυρι φωνῇ ἠθάδος ἀμπλακίης ἐγκύμονα κόσμον ἐλέγχω, ἔργα, τάπερ τελέει, βοόων ἀλλότρια θεσμῶν. ὑμεῖς εὐκελάδοιο μετέλθετε κῶμον ἑορτῆς· οὔπω ἐγὼ κλισίας νεοπηγέας ἄρτι γεραίρων εἰς τελετὴν ὁσίην ἐπιβήσομαι. ἡμετέρου γὰρ οὔπω μοι τετέλεστο χρόνου δρόμος. ὣς ὁ μὲν εἰπὼν ἔστιχεν ἁγνὸν ἔδεθλον ἀκερσικόμων Γαλιλαίων. γνωτοὶ δʼ ὡς ἀνέβαινον ἐς ἱερόν, ὀψὲ καὶ αὐτὸς ἔνθεον ἴχνος ἔκαμψεν ἐς ἀρτιχόρευτον ἑορτήν. καί μιν Ἰουδαῖοι φιλίῃ μάστευον ἀνάγκῃ· πῆ μοι ἔβη; ποῖ κεῖνος; ὑποτρύζοντι δὲ λαῷ μυρίος ἔρρεε μῦθος ἀσιγήτων ἀπὸ λαιμῶν. καὶ πολέες φθέγξαντο θεουδέα μάρτυρα φωνήν, ὅττι σοφὸς τελέθει καὶ ὑπέρτερα θαύματα τεύχει.
7·4
ἄλλοι δʼ ἀντερίδαινον ὁμογλώσσων ἀπὸ λαιμῶν· οὐ σοφός, οὐ σοφὸς οὗτος ἐτήτυμον· ἀγρομένου δὲ λαοῦ κλεψινόοισι παραπλάζει φρένα μύθοις. τοῖα μὲν ἀλλήλοισιν ὁμίλεον· ἀμφὶ δʼ ἂρ αὐτοῦ οὐ τότε τολμήσας τὶς ἀδειμάντῳ τινὶ φωνῇ ἀμφαδίην ὀάριζεν ἐλεύθερα χείλεα λύσας, τάρβος Ἰουδαίων πεφυλαγμένος. ὀψιφανὴς δὲ ἤδη μυστιπόλοιο μέσην περὶ νύσσαν ἑορτῆς Ἰησοῦς ἀνέβαινεν· ἐν εὐλάιγγι δὲ νηῷ ἀγρομένων ἐδίδαξεν ὁμοζυγέων στίχα φωτῶν. καί μιν Ἰουδαίων ἐπεθάμβεεν ἐσμὸς ἐχέφρων· ἀλλήλοις δʼ ὀάριζον ἀμοιβαδὶς ἄλλος ἐπʼ ἄλλῳ·
7·5
αὐτόματος πόθεν οὗτος ἐρεύγεται ἔγγραφον αὐδήν; γράμματα πῶς δεδάηκεν, ἃ μὴ μάθεν, ἴδμονι τέχνῃ; γράμματα πῶς ἀδίδακτος ἐπίσταται; εἰρομένοις δὲ θεσπεσίοις στομάτεσσιν ἄναξ ἠρεύγετο φωνήν· οὐ διδαχὴ πολύιδρις ἐμὴ πέλεν, ἀλλὰ τοκῆος, ὅςτις ἐμὲ προέηκεν. ἀνὴρ δέ τις ἢν ἐθελήσῃ, γνώσεται ἡμετέρης διδαχῆς χάριν, εἰ γενετῆρος ἔστι τις οὐρανίη θεόθεν δόσις, ἠὲ καὶ αὐτὸς φθέγγομαι ἐξ ἰδίων ὀάρων αὐτόσσυτον αὐδήν. πᾶς βροτός, ὃς λέξειεν ἑὴν ὑψήνορα τιμὴν ἐξ ἰδίης σοφίης ἐπιμάρτυρος αὐτὸς ἑαυτῷ, μαστεύει βροτὸς οὗτος ἑὸν κλέος. ὃς δὲ τελέσσει νεῦμα θεοῦ πέμψαντος, ἀναίτιος οὗτος ὁδεύει οἶμον ἐτητυμίης, καὶ ἀτάσθαλον οὐδὲν ἐν αὐτῷ. καί σφιν ἄναξ ἀγόρευεν ἀμοιβαδίς· οὐ πάρος ὑμῖν Μωσῆς θεσμὸν ἔδωκε φόνου ποινήτορα φωτῶν; καὶ πόθεν ὑψίστοιο θεοῦ λόγον ἥρπασαν αὖραι· οὐδέ τις ὑμείων τελέει νόμον, ὅττι με μοῦνον πάντες ἀποκτείνειν κρυφίῳ μαστεύετε πότμῳ. καί οἱ λαὸς ἔλεξε· τεὸν νόον οἶστρος ἐλαύνει
7·6
δαίμονος ἠερίοιο· τίς ἱμείρει σε δαμάσσαι; Ἰησοῦς δʼ ἀγόρευε σοφὸν νόμον, ᾧ ἔπι λαοὶ μυστιπόλῳ στεφανηδὸν ὑποκλέπτοντι προςώπῳ ἄκρον ἀποτμήγουσι τελεσσιγόνου σκέπας αἰδοῦς· ἓν μόνον ἔργον ἔρεξα, καὶ εὐσεβέος χάριν ἔργου πάντες ἐμοὶ μέμφεσθε τεθηπότες. οὗ χάριν ὑμῖν Μωσῆς θεσμοφόροιο τομὴν παρέδωκε σιδήρου— οὐχ ὅτι που Μωσῆος ἔην γέρας, ἀλλὰ τοκήων ὑμετέρων δόσις ἔσκε—καὶ ἀρχεγόνῳ τινὶ θεσμῷ, ἑβδομάτης ὅτε φέγγος ἐθήμονος ἔρχεται ἠοῦς, ἀρτιγενῆ λοχίῳ περιτέμνετε φῶτα σιδήρῳ, ἔννομα μὴ Μωσῆος ἀνέγγυα θεσμὰ λυθείη. εἰ δὲ τομὴν ὁσίην δέχεται βροτὸς ἠθάδι χαλκῷ, πάντες ἐμοὶ βαρύμηνιν ἐγείρετε κόμπον ἀπειλῆς, εἰ πάλιν ὔμμιν ὄπασσα σεσηπότα κυκλάδι νούσῳ,
7·7
ὁππότε σάββατον ἦεν, ἐμῷ χραισμήτορι μύθῳ ζωγρήσας ὅλον ἄνδρα καὶ οὐ τμητῆρι σιδήρῳ; κρίνατε μὴ βροτέῃσι χάριν τίνοντες ὀπωπαῖς, ἀλλὰ δίκην κρίνοντες ἀληθέι τάμνετε μύθῳ, ὄφρα θέμιν χρονίοιο προτιμήσητε προςώπου. καὶ ζαθέου τινὲς εἶπον ἀπʼ ἄστεος Ἱροσολύμων· ἀτρεκὲς οὐ πέλεν οὗτος, ὃν ἰχνεύουσι δαμάσσαι συμμιγέες ναετῆρες ἀλοιητῆρι σιδήρῳ; ἠνίδε πῶς παλίνορσος ὅλῳ θηήτορι λαῷ ἀμφαδίην ἀδόνητος ἐρεύγεται ἠθάδα φωνήν·
7·8
ἦ ῥα θεογλώσσων μερόπων ἀίοντες ἰωὴν ἄστεος ἡγεμονῆες, ἐμοὶ δεδάασι πολῖται, Χριστὸς ὅπως πέλεν οὗτος; ἄναξ δʼ ὅτε Χριστὸς ἱκάνει, οὔ τις ἀνὴρ δεδάηκε, πόθεν πέλεν· ἴστε δὲ τοῦτον. Ἰησοῦς δʼ ἰάχησεν ἐν ἀργυροφεγγέι νηῷ· ἴστε περισσονόῳ καὶ ἐμὲ ξυνήονι μύθῳ, ἴστε καί, ὁππόθεν εἰμί, καὶ εἰ τόδε κεύθετε σιγῇ. οὐδὲ γὰρ αὐτοκέλευστος ἐς ὑμέας ἐνθάδε βαίνω, ἀλλὰ πατὴρ ἐμός ἐστιν ἀληθινός — — — — — — — — — — αὐτὰρ ἐγὼ μάλα τοῦτον ἐπίσταμαι, ὅττι παρʼ αὐτοῦ αὐτὸς ἔβην, καὶ ἐκεῖνος ἐμὲ προέηκεν ἱκάνειν. καί τινες οἰστρηθέντες ἐπεσσεύοντο πιέζειν Ἰησοῦν παλάμῃσιν ἀφειδέσιν· οὐδέ τις αὐτῶν χεῖρας ἑὰς δασπλῆτας ἐπήγαγεν, ὅττι οἱ αὐτὴ οὔπω πατρόθεν ἦλθε θελήμονι φοίνιος ὥρη.
7·9
καὶ πολέες πίστευον ἀγειρομένων τότε λαῶν· Ἰησοῦν δʼ ἐγέραιρον ὁμοφθόγγῳ τινὶ μύθῳ· μὴ γὰρ Χριστὸς ἄναξ λαοσσόος, εἴποθεν ἔλθῃ, ἔργων, ὧν κάμεν οὗτος, ὑπέρτερα θαύματα ῥέξει λυσιπόνοις στομάτεσσι; πολυγλώσσοιο δὲ λαοῦ μεμφομένην ἀχάλινον ὑποτρύζοντος ἰωὴν ἔκλυε λαὸς ἄπιστος ἁμαρτινόων Φαρισαίων· καὶ φθονεροὶ προΐαλλον ὀπάονας ἀρχιερῆες Ἰησοῦν ἀκίχητον ἀφειδέι χειρὶ πιέζειν. καί σφιν ἄναξ ἀγόρευεν ἀσημάντῳ τινὶ μύθῳ θεσπίζων ταχύποτμον ἑὴν αὐτάγρετον ὥρην·
7·10
ὑμείων ἔτι βαιὸν ἐπὶ χρόνον ἐγγύθι μίμνω καὶ ταχὺς ἵξομαι αὖτις ἐμῷ πέμψαντι τοκῆι. καί με παλιμπετέες μαστεύετε· μαιόμενοι δὲ οὐκ ἂν ἐφευρήσητε, καὶ οὐ σθένος ἐστὶ περῆσαι ὑμέας ἴχνος ἄγοντας ἐς ἀτραπόν, ἥνπερ ὁδεύσω. ἀλλήλοις δʼ ὀάριζον ὁμιλαδὸν αὐτόθι λαοί· πῆ μέλλει μετὰ βαιὸν ἀπόσσυτος οὗτος ἱκάνειν; μὴ σπεύδει περίφοιτος ἐς ἄστεα γείτονα βαίνειν, ᾗχι Πανελλήνων σποράδες στίχες, ὄφρα καὶ αὐτῶν θεσμὸν ἑῆς σοφίης Ἑλλήνια τέκνα διδάξῃ; τίς δὲ πέλει λόγος οὗτος, ὃν ἔννεπε μάρτυρι λαῷ; πολλά με μαστεύσητε παλίνδρομον ὀψὲ νοῆσαι, οὐδὲν ἐφευρήσητε, καὶ οὐ θέμις, ὁππόθι βαίνω, ὑμέας ἱμείροντας ἀνέμβατον οἶμον ὁδεύειν.
7·11
ἀλλʼ ὅτε λοίσθιον ἦλθε χοροστάδος ἦμαρ ἑορτῆς, Χριστὸς ἄναξ ἕστηκε λιθώδεος ἐγγύθι νηοῦ· Ἑβραίοις δʼ ἰάχησε χέων πανθελγέα φωνήν· εἴ τις δίψαν ἔχει θυμοφθόρον, εἰς ἐμὲ βαίνων πηγῆς ἡμετέρης πιέτω ψυχοσσόον ὕδωρ. πᾶς γὰρ ὁ πίστιν ἔχων σόος ἔσσεται. ἀρχέγονος δὲ οἷα θεοῦ φάτο μῦθος· ἀεὶ διὰ γαστρὸς ἐκείνου ἔμφρονες αὐτοχύτῳ ποταμοὶ ζώοντι ῥεέθρῳ ἐνδόμυχον βλύσσουσι παλιμφυὲς ἔνθεον ὕδωρ. εἶπε προθεσπίζων ἐπιδήμιον ὄψιμον αἴγλην πνεύματος, οὗπερ ἔμελλε τυχεῖν θεοδέγμονι θυμῷ πᾶσα πολυσπερέων μερόπων πεισθεῖσα γενέθλη· οὔπω γὰρ βροτέῃσιν ἐνερρίζωτο μενοιναῖς — — — — — — — — — — Χριστὸς ἄναξ γενέταο φανεὶς ἀγχίθρονος ἕδρης. πολλοὶ δʼ εἰςαΐοντες ὁμοφραδέων τότε λαῶν χείλεσι πιστοτάτοισι πολύστομον ἔβρεμον ἠχώ· οὗτος, ὃν ἔγραφε βίβλος, ἐτήτυμός ἐστι προφήτης. οἱ δὲ διχοστασίης ἀδαήμονες εἶχον ἀοιδήν·
7·12
Χριστὸς ἄναξ πέλεν οὗτος. ἁμιλλητῆρι δὲ μύθῳ ἄλλοι θεσμοφόρων στομάτων πετάσαντες ὀχῆας θέσφατα μυθήσαντο σοφῇ κεχαραγμένα βίβλῳ· μὴ γὰρ ἁλικρήπιδος ἐλεύσεται ἐκ Γαλιλαίης Χριστὸς ἄναξ; οὐ τοῦτο θεηγόρος ἔννεπεν ὀμφή· Δαβὶδ ἀρχεγόνου βασιλήιον αἷμα κομίζων Χριστὸς Ἰουδαίοισι φανήσεται αὐτὸς ἀκούων, πατρίδος, ὁππόθι δῶμα λυροκτύπος ᾤκεε Δαβίδ, Βηθλεὲμ μηλοβότοιο. μεριζομένοιο δὲ λαοῦ ἀμφιλαφὴς διχόμητις ἔην ἔρις. ἀπροϊδεῖς δὲ ἀφραδέες τινὲς ἄνδρες ἐπειρήσαντο πιέζειν Ἰησοῦν ἀδίκων ὑπὸ νεύμασι δημογερόντων.
7·13
ἀλλά μιν οὔ τις ἔμαρψεν, ἐπεὶ πυμάτη πάλιν αὐτῷ οὔπω ἐπιτρέψαντι παρίστατο λοίγιος ὥρη. καὶ πινυτοὶ νόστησαν ἐς ἀντιθέους ἱερῆας θαμβαλέοι θεράποντες· ἐμυθήσαντο δὲ κεῖνοι· τίπτε μιν οὐ κομίσασθε; καὶ ἔννεπον ἔμφρονι μύθῳ ἀπλανέες δασπλῆτος ὑποδρηστῆρες ἀνάγκης· οὐχ οὕτω βροτὸς ἄλλος ἴσην ἐφθέγξατο φωνήν. καὶ θρασὺς εἶπεν ὅμιλος ἀκηλήτων Φαρισαίων· μὴ σφαλεραῖς πραπίδεσσι παρεπλάγχθητε καὶ ὑμεῖς πειθόμενοι κείνοιο νοήμασι; μή τις ἐς αὐτὸν ἡγεμόνων πίστευσεν ἢ ἀγχινόων Φαρισαίων, εἰ μὴ δήιος οὗτος ἀτάσθαλος ἐσμὸς ἀλήτης, ὃς νόμον ἀγνώσσων βακχεύεται ἔμπλεος ἀρῆς; ἀφνειῇ δὲ φάλαγγι χέων νεμεσήμονα φωνὴν ἀγχιφανὴς Νικόδημος ἀμείβετο πάντας ἐλέγχων·
7·14
μὴ γὰρ Ἰουδαίων νόμος ἔνθεος ὀξέι θυμῷ οἶδε κατακρίνειν, εἰ μὴ πάρος ἀνδρὸς ἀκούων φθεγγομένου κρίνειε δικασπόλος ἴδμονα φωνήν, ἔργα τάπερ τελέει νοέων ὑπὸ μάρτυρι μύθῳ; καὶ χορὸς ἀντιάχησε θεμιστοπόλων Φαρισαίων μεμφόμενος Νικόδημον ἀμεμφέα· μὴ σὺ καὶ αὐτὸς αἷμα φέρεις Γαλιλαῖον; ἀμοιβάδα βίβλον ἑλίσσων ἕζεο μαστεύων, καὶ γνώσεαι, ὅττι προφήτης οὔπω ποικιλόμυθος ἐγείρεται ἐκ Γαλιλαίης.
Ἰησοῦς δʼ ἀγόρευε χέων λαοσσόον αὐδήν· εἰμὶ φάος κόσμοιο λιπαυγέος· ὃς δέ μοι ἀνὴρ πιστὸν ὁμαρτήσειεν ἔχων νόον, οὔποτε βαίνει ποσσὶν ἀλωομένοις σκιοειδέα κῶνον ὀμίχλης, ἀλλὰ καταυγάσσειεν ἔχων ὁμόφοιτον ἑαυτῷ ζωῆς ἀπλανέος φάος ἔμπεδον. ἀπτοεπὴς δὲ λαὸς Ἰουδαίων ἐπεβόμβεε θυιάδι φωνῇ· μαρτυρίην ἰδίην ἐνέπεις ὑψαύχενι μύθῳ· μάρτυρος οὐ σέο μῦθος ἐτήτυμος. εἶπε καὶ αὐτὸς γλώσσης ἀενάοιο θεόρρυτον ὄμβρον ἰάλλων· εἰ καὶ μαρτυρίῃσιν ἐμὸν κλέος αὐτὸς ἀέξω, ἀψευδὴς πέλε μάρτυς ἐμὸς λόγος· ἀμφότερον γὰρ μοῦνος ἐγὼ νοέω, πόθεν ἤλυθον ἢ πόθι βαίνω.
8·2
ὑμεῖς δʼ οὐκ ἐδάητε, πόθεν γενόμην, πόθεν ἔστην. ὑμεῖς εἰςορόωντες ἐμὴν βροτοειδέα μορφὴν ἀνδρομέην κατὰ σάρκα δικάζετε νήιδι μύθῳ· οὔ τινα μὲν κρίνοιμι θεμιστοπόλον στόμα λύσας. εἰ δʼ ἄρα καὶ κρίνοιμι δίκην ἰθεῖαν ὁρίζων, νημερτὴς καὶ ἄμεμπτος ἐμὴ κρίσις· οὐ γὰρ ἐλέγχων εἰμὶ μόνος, μεθέπω δὲ καὶ ὑψιμέδοντα τοκῆα ξυνὸν ἐμὸν συνάεθλον. ἐν ὑμετέροισι δὲ θεσμοῖς ἔστι θεογλώσσῳ κεχαραγμένον ἔμφρονι βίβλῳ· μαρτυρίη διδύμων ἐτυμόθροος ἔπλετο φωτῶν. πιστὸς ἐγὼ γενόμην ἐπιμάρτυρος αὐτὸς ἐμαυτῷ, ξυνὴν μαρτυρίην καὶ ἐμὸς γενέτης ἀγορεύει. Ἑβραῖοι δʼ ἐρέεινον ἀμοιβαίῳ τινὶ μύθῳ· τίς πέλεν, ὅς σε φύτευσε πατὴρ τεός; εἶπε καὶ αὐτός· ἀμφοτέρους οὐκ ἴστε μιῇ δυςπειθέι βουλῇ, οὔτε με παῖδα μολόντα καὶ οὐ πέμψαντα τοκῆα.
8·3
εἰ δέ με γινώσκοντες ἐπιστώσασθε μενοινήν, καί κεν ἀνεφράσσασθε καὶ ἡμέτερον γενετῆρα. κοίρανος ἔννεπε ταῦτα διδάγματα θέσκελα λαῷ, γαζοφύλαξ ὅθι χῶρος ἀκούεται, ὁππόθι πολλοὶ ποικίλα δῶρα φέροντες ἐπεστείχοντο πολῖται. οὐδέ τις αὐτὸν ἔμαρψεν, ἐπεὶ θανατηφόρον αὐτῷ οὔπω λοίσθιον ἦλθε θεόσσυτον ἴχνιον ὥρης. καί μιν ἄναξ ἀγόρευεν· ἐμὴν ὁδὸν αὐτὸς ὁδεύσω, ὑμεῖς δʼ ἀφραδέεσσιν ἐν ἤθεσι πάντες ἀλῆται ῥιγεδανὴν μετὰ γῆρας ἐςαθρήσητε τελευτὴν ἀμπλακίῃ μεθέποντες ὁμήλικα λευκάδα χαίτην. ᾗχι δὲ πουλυέλικτον ἐμοῦ ποδὸς ἴχνος ἐπείγω, ὑμέας οὐ σθένος ἐστὶ μολεῖν διζήμονι ταρσῷ· καὶ θρασὺς Ἑβραίων κυμαίνετο λαὸς ἀκούων, ἄφρονα λωβητῆρι χέων ῥόον ἀνθερεῶνι.
8·4
ἦ ῥα θανεῖν ἐθέλει βρόχιον μόρον ἢ ξίφος ἕλκων αὐτοφόνῳ διὰ γαστρὸς ὁμιλήσειεν ὀλέθρῳ; Ἰησοῦς δʼ ἐπέτασσε θεηγόρον ἀνθερεῶνα μῦθον ἁμιλλητῆρα χέων λωβήτορι λαῷ· ὑμεῖς νερτερίοιο κατήλυδές ἐστε βερέθρου· ἐστὲ κάτω· καὶ ἄνωθεν ἐγὼ πέλον. ἐστὲ δὲ τούτου ὑμεῖς οὐτιδανοῖο γενέθλια πήματα κόσμου, ἐκ χθονὸς αἷμα φέροντες· ἐγὼ δʼ ἐν ἀτέρμονι τιμῇ ξεῖνος ἔφυν κόσμοιο καὶ οὐ βροτὸν οἶδα τοκῆα· ξεῖνος ἐγὼ κόσμοιο καὶ αἰθέρος εἰμὶ πολίτης.
8·5
ἀλλʼ ὑμῖν ἀγόρευον, ὅτι φθαμένῳ τινὶ πότμῳ εἰςέτι μαργαίνοντες ὁμιλήσητε βερέθρω ἀμπλακίην μεθέποντες ὁμόχρονον· ἀτρεκέως δὲ εἰ μὴ ἐμὲ γνώσεσθε, τίς ἢ τίνος εἰμὶ τοκῆος, θνήσκετε δυςσεβίης ἐγκύμονες. ὑψινόων δὲ λαὸς Ἰουδαίων φιλοπευθέα ῥήξατο φωνήν· τίς σὺ πέλεις; καὶ Χριστὸς ἀνίαχεν· ὅττι περ ὑμῖν ἐξ ἀρχῆς ὀάριζον, ἔχων νήριθμα δικάζειν καὶ λαλέειν. ἀλλʼ ἔστιν ἐτήτυμος, ὅς με γενέθλῃ ἀνδρομέῃ προέηκε· καὶ ἀτρεκὲς ὅσσα περ αὐτοῦ ἔκλυον, ἔμπεδα πάντα διέρχομαι ἄφρονι κόσμῳ. λαοὶ δʼ οὐκ ἐνόησαν, ὅτι σφίσιν εἶπε τοκῆα. Ἰησοῦς δʼ ἀπάμειπτο θεηγόρα χείλεα λύσας· ὁππόταν εὐαγέεσσιν ἀνυψώσητε μενοιναῖς ἀνθρώπου σοφὸν υἷα, τότε γνώσεσθε καὶ αὐτοί,
8·6
ὅττι θεοῦ γενετῆρος ἀπόπροθεν οὐδὲν ὑφαίνω, ἀλλά μοι ὡς ἐπέτελλε πατὴρ ἐμός, εἰςέτι ῥέζω, ὅττι καὶ ὑψιμέδων γενέτης μετʼ ἐμεῖο φαείνει, οὐδέ με μοῦνον ἔλειπεν, ἐπεὶ πεφυλαγμένα ῥέζω εἰς χρόνον ἐμπεδόκυκλον ἐαδότα πάντα τοκῆι. ταῦτα δέ οἱ βοόωντι πολυσπερέων στίχες ἀνδρῶν πίστιος ἀρρήκτοισιν ὑπεκλίνοντο λεπάδνοις. Ἰησοῦς δʼ ἀγόρευεν ἔπος νεοπειθέι λαῷ· αἴ κεν ἐμοὶ πείθησθε, κυβερνητῆρι δὲ μύθῳ ἡμετέρῳ μίμνητε, τότε γνώσεσθε καὶ αὐτοὶ οἶμον ἀληθείης θεοτερπέος· ἀτρεκίη δὲ ὑμῖν πειθομένοισιν ἐλεύθερον ἦμαρ ὀπάσσει. Ἑβραῖοι δʼ ἰάχησαν ὁμογλώσσῳ τινὶ μύθῳ· Ἁβρὰμ ἀρχεγόνοιο ῥυηφενέος γενετῆρος ἡμεῖς αἷμα φέροντες ἀδέσποτον, οὔ τινος ἀνδρῶν αὐχένα δοχμώσαντες ἐδουλώθημεν ἱμάσθλῃ. καὶ πόθεν ἄμμιν ἔειπες, ἐλεύθεροί ἐστε θανόντες, ἀτρεκίης τʼ ἀχάλινον ἐςαθρήσητε γαλήνην. Ἰησοῦς δʼ ἐδίδαξεν ὑπέρβιον ἐσμὸν ἐλέγχων· πᾶς βροτὸς ἀμπλακίην τελέων ἀεσίφρονι θυμῷ,
8·7
ἀμπλακίης πέλε δοῦλος. ἐν ἀθανάτῳ δὲ μελάθρῳ δοῦλος ἀλιτροσύνης αἰώνιος οὔποτε μίμνει ναιετάων· μίμνει δὲ φερέσβιος υἱὸς ἀμύμων ναίων πάτριον οἶκον, ἕως χρονίῃ παρὰ νύσσῃ ἱππεύων ἀκίχητος ἑλίσσεται ἔμπεδος αἰών. εἰ δέ κεν ὑμείων ἐλάσας δούλειον ἀνάγκην υἱὸς ἐλευθερίοισι κόμην στέψειε πετήλοις, ἀμπλακίης ῥίψητε παλίλλυτα δεσμὰ λεπάδνων ἦμαρ ἐλευθερίης πανετήτυμον ὀψὲ λαχόντες. Ἁβράμ ἐστε γένεθλα σαόφρονος, οἶδα καὶ αὐτός, ἀλλά με λαθριδίῳ κτανέειν μαστεύετε πότμῳ· οὐ γὰρ ἐμός ποτε μῦθος ἐς ὑμετέρην φρένα δύνει. Ἑβραῖοι δʼ ἰάχησαν ἀμοιβαίῳ τινὶ μύθῳ· ἡμείων γενέτης τελέθει πρωτόσπορος Ἁβράμ· Ἰησοῦς δʼ ἀπάμειπτο χέων ἀντίκτυπον ὀμφήν·
8·8
ὑμέας εἰ σοφὰ τέκνα φυτοσπόρος ἤροσεν Ἁβράμ, καί κεν ἐποιήσασθε θεουδέος ἔργα τοκῆος Ἁβρὰμ ξεινοδόκοιο. θεημάχος ἐστὲ γενέθλη, εἰ φονίας δολόεντι μιαίνετε χεῖρας ὀλέθρῳ. ἔργοις ἀντιτύποισιν ἐπιστώσασθε γενέθλην. Ἁβρὰμ οὐ μενέαινεν ἀναίτιον ἄνδρα δαμάσσαι, Ἁβρὰμ οὐ κάμε τοῦτο θεοστυγές. ἀλλά που ὑμεῖς ἔργα δολορραφέος μενεαίνετε πατρὸς ὑφαίνειν. καὶ θρασὺς Ἑβραίων πάλιν ἔννεπε λαὸς ἀκούων· ἡμεῖς οὐ γενόμεσθα νόθης ἀπὸ μαχλάδος εὐνῆς, ἀλλὰ θεὸν μόνον ἴδμεν ἕνα ζώοντα τοκῆα. Ἰησοῦς δʼ ἀίοντι πάλιν μυθήσατο λαῷ· εἰ θεὸς ὑμείων γενέτης πέλεν αἰθέρα ναίων, καί κεν ἐμὲ ξύμπαντες ἑνὸς γεγαῶτα τοκῆος, ἀρραγέος φιλίης ἀλύτῳ ξυνώσατε δεσμῷ·
8·9
καὶ γὰρ ἐγὼ θεόθεν πεφορημένος ἐνθάδε βαίνω· καὶ πόθεν οὐ θεόμητιν ἐμὴν γινώσκετε φωνήν; ὑμέας οὐ σθένος ἐστὶν ἐμόν ποτε μῦθον ἀκούειν· ὑμεῖς δήια τέκνα δυςαντέος ἐστὲ τοκῆος, δαίμονος ἀντιπάλοιο, ποθοβλήτους τε μερίμνας πατρὸς ἀερσινόου μενεαίνετε πάντες ἀνύσσαι. αἰεὶ κεῖνος ἔην ἀνδροκτόνος, ἐξότε κόσμου ἐξ ἀρχῆς τετέλεστο θεμείλιον· οὐδʼ ἐνὶ θεσμῷ μίμνεν ἀληθείης θεοπειθέος· οὐ γὰρ ἐν αὐτῷ ἦεν ἐτητυμίη. καὶ ὅτε σκολιόφρονι βουλῇ αἱμύλα κωτίλλων ἀπατήνορα μῦθον ἰάλλει, φθέγγεται ἐξ ἰδίων, ὅτι λοίγιον ἦθος ἀέξων ψεύστης αὐτὸς ἔφυ ψευδήμονος ἐκ γενετῆρος.
8·10
— — — — — — — — — — ὑμῖν αὐτὸς ἔλεξα, καὶ οὐ πιστεύετε μύθῳ. τίς βροτὸς ὑμείων με δυνήσεται αὐτὸς ἐλέγξαι ἀμπλακίης ἐπίηρα; καὶ εἰ νημερτὲς ἐνίψω, τίπτε μοι οὐ πείθεσθε σαόφρονι; πᾶς σοφὸς ἀνὴρ εἰς θεὸν αὐτογένεθλον ἔχων νόον ἡδέι θυμῷ μύθους οὐρανίοιο θεοῦ ζώοντος ἀκούει· ὑμεῖς δʼ εἰςαΐειν οὐ σπεύδετε θέσκελον ὀμφήν, ὅττι θεοῦ νέα τέκνα βιαρκέος ἐστὲ τοκῆος. καὶ θρασὺς Ἑβραίων ἐπεπάφλασε λαὸς ἀκούων ἄφρονι λωβητῆρι χέων ἔπος ἀνθερεῶνι·
8·11
οὔ σε καλῶς κρίνοντες ἐλέγχομεν ἴδμονι βουλῇ, ὅττι θεὸς ποιητὸς ἀεξήθης Σαμαρείταις δαίμονος ἀμφιέπων μανιώδεα ῥοῖζον ἱμάσθλης; Ἰησοῦς δʼ ἀγόρευε πάλιν δυςπειθέι λαῷ· δαίμονος οὐ μεθέπει με λαθίφρονος ἦχος ἱμάσθλης, ἀλλὰ θεὸν ζείδωρον ἐμὸν γενετῆρα γεραίρω τιμαῖς εὐαγέεσσιν· ἀτιμίῃ δέ με πολλῇ ὑμεῖς ἀφραδέοντες ἐλέγχετε κέντορι μύθῳ. τιμὴν δʼ ἡμετέρην οὐ δίζομαι. ὑψινεφὴς γὰρ ἔστιν ὁ μαστεύων καὶ ἐμὸν κλέος αἰὲν ἀέξων καὶ κρίνων πολὺ μᾶλλον. ἀμὴν δʼ, ἀμὴν ἀγορεύω· ὅστις ἐμῶν δέξοιτο θεοφραδέων στίχα μύθων καί κεν ἀσυλήτοισιν ὑπὸ πραπίδεσσι φυλάξοι, οὔποτε πικρὸν ὄλεθρον ἐςόψεται, εἰςόκε μίμνει αἰὼν πουλυέλικτος. ἐπεφθέγξαντο δὲ λαοί· νῦν ἔτι, νῦν ἐδάημεν ἐτήτυμον, ὅττι σε λύσσης δαίμονος ἠερόφοιτος ἀλάστορος οἶστρος ἐλαύνει.
8·12
Ἁβρὰμ ἔδρακε πότμον ὁ τηλίκος, οὐδὲ προφῆται ἔσθενον ἀτρέπτοιο φυγεῖν ὠδῖνας ὀλέθρου· καὶ σὺ τεῆς προχέων ὑψαύχενα κόμπον ἀπειλῆς τολμήσας ἀγόρευες· ὅτι βροτὸς αἴκε φυλάξῃ μύθους ἡμετέρους, οὐ γεύσεται οὗτος ὀλέθρου. Ἁβρὰμ μὴ σὺ πέλεις θεοπειθέος αὐτὸς ἀρείων, ἡμείων γενετῆρος, ὃς ἀτρέπτῳ θάνε πότμῳ; καὶ θανάτου ξύμπαντες ἐπειρήσαντο προφῆται. εἰπέ, τίνι προτέρων σε πανείκελον αὐτὸν ἐνίψεις; Ἰησοῦς δʼ ὀάριζε θεόσσυτα χείλεα λύσας·
8·13
αἴ κεν ἐπαινήσω καὶ ἀγήνορα μῦθον ἐνίψω ὑψώσας ἐμὸν εὖχος, ἐμὸς λόγος οὐδὲν ὀνήσει. ἔστιν ὁ κυδαίνων με πατὴρ ἐμός, ὅς με γενέθλῃ ἀνδρομέῃ προέηκε μολεῖν ἰθύντορα κόσμου, ὃν θεὸν ὑμείων ἀδίκῳ κικλήσκετε μύθῳ. — — — — — — — — — — αὐτὰρ ἐγὼ μάλα τοῦτον ἐπίσταμαι. ἢν γὰρ ἐνίψω, ὅττι μιν οὐ δεδάηκα, φανήσομαι ἄρτι καὶ αὐτὸς ὑμῖν ψευδομένοις ἀπατήλιος ἶσος ἀκούων· ἀλλά μιν, ἀλλά μιν οἶδα, καὶ ὡς ἐπέτελλε τελέσσαι, οὕτως ἀκλινέεσσιν ἐν ἤθεσιν ἔμπεδα ῥέζω.
8·14
ὑμείων γενέτης πρωτόσπορος ἔνθεος Ἁβρὰμ ἦμαρ ἐμὸν πολύευκτον ἰδεῖν ἠγάλλετο θυμῷ· εἶδε καὶ εὐφροσύνης ἐπεβήσατο. θαμβαλέος δὲ λαὸς Ἰουδαίων ἀντίθροον ἔβρεμεν ἠχώ· μήπω ἑλισσομένοιο χρόνου πολυκαμπέι νύσσῃ ἄντυγα πεντήκοντα διαπλήσας ἐνιαυτῶν Ἁβρὰμ πουλυέτηρον ἐςέδρακες; εἶπε καὶ αὐτός· Ἁβρὰμ πρὶν γένος ἔσχεν, ἐγὼ πέλον. αἰνομανὴς δὲ λᾶας ἔχων δασπλῆτας ἐπέρρεε λαὸς ἀγήνωρ εἰςέτι μιν λαλέοντα κατακρύψαι μενεαίνων τρηχαλέῃ γλωχῖνι λιθοβλήτου νιφετοῖο. Ἰησοῦς δʼ ἀκίχητος ὑπὸ πτύχα κεύθετο νηοῦ· σιγαλέοις δὲ πόδεσσι διερπύζων μέσος αὐτῶν, ἀπροϊδὴς πεφόρητο λιθοσσόον ἐσμὸν ἐάσας·
Παραστείχων δὲ κελεύθου ἥμενον ἄνδρα νόησε, τὸν ἐκ κόλποιο τεκούσης τυφλὸν ἔτι σπαίροντα λεχωίδες ἔδρακον ὧραι, ὅςτις ἔην περίφοιτος ἀφωτίστοιο προςώπου συμφερτήν, ἀμέριστον ἔχων ἀχάρακτον ὀπωπήν, ἣν φύσις οὐκ ἐτύπωσε· λιποβλεφάροιο δὲ κύκλου οἰδαλέον ξένον ὄμμα γενεθλιὰς εἶχεν ὀμίχλη. καὶ βρέφος οὔποτε τοῖον ἀνόμματον ἥλικι κόσμῳ ἡνίοχος βιότοιο φυτοσπόρος ἤγαγεν αἰών.
9·2
Ἰησοῦν δʼ ἐρέεινεν ὁμόστολος ἐσμὸς ἑταίρων· ῥαββίν, ἀνειρομένοισι, τίς ἤλιτεν, εἰπὲ μαθηταῖς· οὗτος ἀλιτραίνων θεὸν ἤκαχεν ἠὲ τοκῆες, εἰςόκε μιν δασπλῆτες ἐμαιώσαντο λοχεῖαι μητέρος ἐκ λαγόνων ἀλαώπιδι σύγχρονον ὄρφνῃ; Ἰησοῦς δʼ ἐδίδαξεν ἀληθέι μάρτυρι φωνῇ· οὗτος ἀτασθαλέων οὐκ ἤλιτεν οὐδὲ τοκῆες, ἀλλὰ λάχεν τόδε πῆμα θεήλατον, ὄφρα διʼ αὐτοῦ ἔργα θεοῦ γενετῆρος ἀλεξικάκοιο φανείη. ἡμέας ὑψίστοιο πέλει χρέος ἔργα τελέσσαι, ἔργα θεοῦ ζώοντος, ἕως ἔτι φαίνεται ἠώς· νὺξ δνοφερὴ μετὰ βαιὸν ἐλεύσεται· ἐρχομένην δὲ οὔτις ἀνὴρ κατὰ νύκτα δυνήσεται ἔργον ὑφαίνειν. ῥέξω δʼ, εἰςόκεν ἦμαρ ἀέξεται· εἰμὶ δὲ κόσμου φέγγος ἐγὼ ζοφόεντος, ἕως ἔτι κόσμον ὁδεύω.
9·3
εἶπεν ἄναξ καὶ θεῖον ὑπὸ στόμα διψάδι γαίῃ λυσίπονον, πάλλευκον ἀπέπτυεν ἀφρὸν ὀδόντων. καὶ χθονίῳ κενεῶνι πεφυρμένον ἀφρὸν ἑλίσσων πτύσματι πηλὸν ἔτευξε φαεσφόρον· ἰκμαλέον δὲ ἀνδρὸς ἐπιχρίσας λιποφεγγέι πηλὸν ὀπωπῇ ἀνέρος ἔπλασεν ὄμμα, τὸ μὴ φύσις εὗρεν ὀπάσσαι, ἀνέρος ἔπλασεν ὄμμα, καὶ ἀγλήνοιο προςώπου γράψας δίπτυχα κύκλα μέσην ἐχάραξεν ὀπωπήν, ὀφθαλμοὺς τελέων νεοτευχέας ἠθάδι πηλῷ ἐκ χοὸς ἀνδρογόνοιο. καὶ ἔννεπε θέσπιδι φωνῇ·
9·4
ἔρχεό μοι καὶ νίπτε τεὸν ῥέθος, ᾗχι Σιλωὰμ πηγῆς ἀγχιπόροιο ῥέει πανδήμιον ὕδωρ, ὕδωρ στελλομένοιο προώνυμον ἐκ σέο πομπῆς. Χριστὸς ἔφη, καὶ τυφλὸς ἐπείγετο καὶ παρὰ πηγῇ χερσὶ βαθυνομένῃσι φαεσφόρον ἤφυσεν ὕδωρ, ὕδασι πηγαίοισι λιπόσκια φάεα νίπτων. σμήξας δʼ ἀρτιτύπου τροχοειδέα κύκλον ὀπωπῆς ἐξαπίνης φάος ἔσχε, τὸ μὴ φύσις οἶδεν ὀπάσσαι, ἀθρήσας φαέθοντος ἀήθεος ὄψιμον αἴγλην. νίψατο καὶ πάλιν ἦλθε καὶ ἵστατο πάντα δοκεύων.
9·5
καί μιν ἐςαθρήσαντες ἐπήλυδες ἄνδρες ὁδῖται μαρμαρυγὴν πέμποντα νεογλήνοιο προςώπου γείτονες ἐφθέγγοντο καὶ ἀνέρες ἴδμονες ἄλλοι· οὐ πέλεν οὗτος ἐκεῖνος ἐν ἄστεϊ τυφλὸς ὁδίτης, ὃς πάρος αἰτίζεσκεν ἐθήμονα χεῖρα τιταίνων δεξιτερὴν προβλῆτα παρερχομένοισιν ὁδίταις; ἄλλοι δʼ ἀντιάχησαν ἀμοιβαίῳ τινὶ μύθῳ· οὐ πέλεν, οὐ πέλεν οὗτος, ἔοικε δὲ μοῦνον ἐκείνῳ· κεῖνος ἀνὴρ ἀγόρευεν· ἐγὼ πέλον. εἰςαΐων δὲ λαὸς Ἰουδαίων φιλοπευθέα ῥήξατο φωνήν·
9·6
πῶς δὲ τεαὶ προβλῆτες ἀνωίχθησαν ὀπωπαί; Ἑβραίοις δʼ ἀγόρευε θεῷ πεφιλημένος ἀνήρ· κεῖνος ἀνήρ, ὃς Χριστὸς ἀκούεται, ὅντινα λαοὶ Ἰησοῦν καλέουσιν, ἐμὰς ὤϊξεν ὀπωπάς· χείλεσι γὰρ σοφὸν ἀφρὸν ἀνήρυγεν· ἐν δαπέδῳ δὲ ἀκροτάτοις ὀνύχεσσι πολύστροφον ἰκμάδα πάλλων, πτύσματι πηλὸν ἔτευξεν, ἐμὰς δʼ ἔχρισεν ὀπωπὰς καί με μολεῖν ἐκέλευσεν, ὅπῃ ῥόος ἐστὶ Σιλωάμ· πηγῆς ἐγγὺς ἵκανον, ἀλεξικάκῳ δὲ ῥεέθρῳ νιψάμενος σκιεροῖο περίτροχον ὄμματος ἰλὺν ἐξαπίνης φάος εἶδον, ὃ μὴ πάρος εἶχον ὀπωπαί. Ἑβραῖοι δʼ ἐρέεινον ἀναιδέες ἄφρονι μύθῳ· πῆ πέλε, πῆ πέλε κεῖνος; ὃ δʼ ἴαχεν ἔμφρονι μύθῳ· ἀγνώσσω, πόθι κεῖνος. ἐπεσσεύοντο δὲ λαοὶ τόν ποτε τυφλὸν ἄγοντες ἐς ἀντιθέους ἱερῆας.
9·7
ἑβδομάτη δʼ ἄπρηκτος ἔην τότε θέσκελος ἠώς, τῇ ἔνι πηλὸν ἔτευξε καὶ ἔπλασε φέγγος ὀπωπαῖς Χριστὸς ἀπὸ βλεφάρων ἐλάσας ἀλαωπὸν ὀμίχλην. καί μιν ἀνείρετο λαὸς ἀπιστοτάτων Φαρισαίων, πῶς βλεφάρων λάχε φέγγος; ὁ δὲ θρασὺς ἴαχεν ἀνήρ· θέσκελον ἡμετέραις ἐπεθήκατο πηλὸν ὀπωπαῖς, ὀφθαλμοὺς δʼ ἐχάραξεν· ἐγὼ δʼ ὑπὸ γείτονι πηγῇ ὕδατι πηλὸν ἔνιψα καὶ ἵσταμαι ἄρτι δοκεύων. καὶ φθονεροί τινες εἶπον ἀσιγήτων Φαρισαίων· οὐ θεόθεν πέλεν οὗτος, ὃς ἱερὰ θεσμὰ πατήσας οὐ δρόμον ἀπρήκτοιο φυλάσσεται ἕβδομον ἠοῦς. ἄλλοι δʼ ἀντιάχησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν· πῶς δύναται τάδε πάντα πολύτροπα θαύματα τεύχειν θνητὸς ἀνὴρ καὶ ἀλιτρός; ἁμιλλητῆρι δὲ λαῷ διχθὰ μεριζομένῳ διδυμόθροος ἔβρεμεν ἠχώ·
9·8
καὶ πολὺς ἀμφήριστος ἔην κλόνος. ἀνδρὶ δὲ τυφλῷ πάντες ἐμυθήσαντο· σὺ δὲ φρεσὶν εἵνεκα κείνου ποίην μῆτιν ἔχεις; τίνα μοι, τίνα μῆτιν ἐνίψεις; ἀρτιφαὴς δʼ ἀδόνητος ἀνὴρ πειθήμονι μύθῳ ἔννεπε τολμήεις· ὅτι θέσκελός ἐστι προφήτης. λαοὶ δʼ οὐκ ἐπίθησαν ἀληθέι φωτὸς ἰωῇ, ὅς ποτε τυφλὸς ἔην καὶ ἐδέξατο φέγγος ὀπωπῆς, εἰ μὴ πρῶτα κάλεσσαν ἀπειθέες ἀρχιερῆες ἀνδρὸς ἀναβλέψαντος ἐπισταμένους γενετῆρας. ἀμφοτέρους δʼ εἴροντο βαρυζήλῳ τινὶ μύθῳ·
9·9
ὑμείων πάις οὗτος, ὃν ἐφθέγξαντο πολῖται ἐκ λαγόνων ὅτι τυφλὸς ἀνεβλάστησε τεκούσης; καὶ πόθεν ὀψιτέλεστον ἐδέξατο φέγγος ὀπωπῆς καὶ φόβον ὠδίνοντες ἐχέφρονες ἠπεροπῆες μῦθον ὑποκλέπτοντες ἐμυθήσαντο τοκῆες· ἴδμεν, ὅτι βροτὸς οὗτος, ὃς ἔλλαχεν ὄμματος αἴγλην, ἡμείων πέλε κοῦρος ἐτήτυμος, ἀλλὰ καὶ αὐτοὶ ἴδμεν, ἑῆς ἀπὸ μητρὸς ὅτι βρέφος εἰς φάος ἕρπων τυφλὸς ἔην ἀγάλακτος, ἔτι πνείων τοκετοῖο. πῶς δέ οἱ ἀμφιτρῆτες ἀνωίχθησαν ὀπωπαὶ καὶ τίς ἀφωτίστων βλεφάρων ἐκέδασσεν ὀμίχλην, ἡμεῖς οὐκ ἐδάημεν ἀμεμφέες· ἀγχιφανῆ δὲ ἴδμονα κοῦρον ἔρεσθε, τὰ μὴ δεδάασι τοκῆες· οὐ πέλε νήπιος οὗτος ἔχων παιδήιον ἥβην· οὐ φθογγῆς ἑτέρης ἐπιδεύεται. ἀμφὶ ἕθεν γὰρ
9·10
ἀρτιθαλὴς νέος οὗτος ἀληθέα μῦθον ἐνίψει, πιστῆς μέτρα τέλεια φέρων παλιναυξέος ἥβης. τοῖα φόβῳ δολόεντες ἐπεφθέγξαντο τοκῆες τάρβος Ἰουδαίων πεφυλαγμένοι. αἰνομανεῖς γὰρ Χριστοῦ ζῆλον ἔχοντες ἀμιμήτων χάριν ἔργων συνθεσίην κήρυξαν ὅλῳ πειθήμονι λαῷ, ὄφρα μιν ὃς δέξοιτο νόῳ καὶ Χριστὸν ἐνίψῃ, μὴ ζαθέου ψαύσειε θεοκλήτοιο μελάθρου. οὗ χάριν Ἑβραίοισιν ἐμυθήσαντο τοκῆες· ἴδμονα κοῦρον ἔρεσθε καὶ οὐ χρέος ἐστὶ τοκήων·
9·11
ὑμῖν δʼ εἰρομένοισι δυνήσεται οὗτος ἐνίψαι ἄρτια μέτρα φέρουσαν ἔχων περιμήκετον ἥβην· καὶ γενέτης ἀλαοῖο κεράσσατο θαύματι φωνὴν γλώσσῃ κρυπταδίῃ, μὴ δήιος ἐσμὸς ἀκούσῃ παιδὸς ἰδὼν νέον ὄμμα βοογλήνοιο προςώπου. ἀνέρα δʼ, ὃς περίφοιτος ἔην ἀλαωπὸς ὁδίτης, ζηλομανεῖς καλέσαντες ἐπέφραδον ἀρχιερῆες, δός, τέκος, ὑψιμέδοντι θεῷ χάριν, ὅς σε σαώσας ὀφθαλμῶν πόρε φέγγος· ὁ δὲ βροτός, ὃν σὺ γεραίρεις, οὗτος ἀλιτροσύνῃσι πέλει μεμελημένος ἀνήρ.
9·12
Ἑβραίοις δʼ ἀγόρευεν ἀνὴρ θρασύς· οὐ μὲν ἀνέγνων, εἰ πέλεν οὗτος ἀλιτρὸς ἐτήτυμον· οἶδα δὲ θυμῷ ἓν μόνον ἀτρεκέως, λοχίης ὅτι σύντροφος ἠοῦς τυφλὸς ἐγὼ βλάστησα καὶ ἵσταμαι ἄρτι δοκεύων. καὶ χορὸς Ἑβραίων φιλοπευθέα ῥήξατο φωνήν· εἰπέ, τί σοι ποίησεν ἑῷ τεχνήμονι πηλῷ; πῶς δὲ τεὴν ζοφόεσσαν ἀπημάλδυνεν ὀμίχλην; καί σφιν ἀνὴρ ἀδόνητος ἐλεύθερον ἴαχε φωνήν· ἄλλοτε μῦθον ἔλεξα, καὶ οὐκ ἠκούσατε φωνῆς, τίπτε παλιμπετέες μενεαίνετε τοῦτον ἀκοῦσαι;
9·13
μὴ θεὸς ὑμείων δονέει νόον, ὄφρα καὶ αὐτοὶ Χριστοῦ θεσπεσίοιο νόθοι γίνησθε μαθηταί; οἱ δέ μιν ἀντιπόροισιν ἐνείκεον αὐτίκα μύθοις· αὐτὸς λυσινόμοιο πέλεις κείνοιο μαθητής. ἡμεῖς γὰρ προτέροιο θεουδέος ἐσμὲν ἑταῖροι θεσμοτόκου Μωσῆος ὑποδρηστῆρες ἰωῆς. — — — — — — — — — — τοῦτον δʼ οὐκ ἐδάημεν. ἀνὴρ δʼ ἠμείβετο μύθῳ· τοῦτο γάρ ἐστι τὸ θαῦμα πολὺ πλέον, ὅττι περ ὑμῖν οὗτος ἔην ἄγνωστος, ἐμὰς δʼ ὤιξεν ὀπωπάς. ἴδμεν, ὅτι ξύμπαντα πατὴρ θεὸς ἡνιοχεύων ἀνδρὸς ἀλιτρονόοιο βοὴν οὐκ οἶδεν ἀκούειν. εἰ δὲ θεουδείῃσιν ἀνὴρ μεμελημένος εἴη καὶ καθαραῖς πραπίδεσσι θεοῦ τελέσειεν ἐφετμάς, τούτου λισσομένοιο θεὸς ταχυεργὸς ἀκούει. ἐξότε ποικιλόμορφος ἀέξετο πάντροφος αἰών,
9·14
τηλίκος οὔποτε μῦθος ἀκούεται, ὅττι λαχόντι ὄμμα πολυκλήιστον ἀφωτίστοιο προςώπου ἀνέρι τις πόρε φέγγος, ὃν ἀρτιτόκου διὰ κόλπου εἰςέτι τυφλὸν ἐόντα μογοστόκος ἔδρακεν ἠώς. εἰ μὴ ἔην βροτὸς οὗτος ἐπουρανίου βασιλῆος, τηλίκον οὔποτε θαῦμα δυνήσατο μοῦνος ἀνύσσαι. καί μιν μυστιπόλοι φθονερῇ στυφέλιξαν ἰωῇ· σύγγονος ἀμπλακίῃσιν ἐμαιώθης ὅλος ἀνήρ, καὶ σὺ σοφοὺς ἱερῆας, ἐπεσβόλε, ταῦτα διδάσκεις; καί μιν ὁμοκλήσαντες ἀπήλασαν ἔκτοθι νηοῦ.
9·15
Ἰησοῦς δʼ ἀίεσκε δαήμονι τυφλὸν ἀκουῇ, ὅττι μιν ἐκτὸς ἔλασσαν ἀγήνορες ἀρχιερῆες· εὗρε δέ μιν καὶ ἔειπε· σὺ πείθεαι υἷα γεραίρων οὐρανίου βασιλῆος; ἀνὴρ δʼ ἠρεύγετο φωνήν· κοίρανε, τίς πέλεν οὗτος, ὃν ἔννεπες, ὄφρα γεραίρω; Ἰησοῦς δʼ ἀπάμειπτο· καὶ ἔδρακες αὐτὸν ὀπωπῇ, καί σοι ὁ νῦν λαλέων αὐτὸς πέλεν. εἶπε καὶ αὐτός· κοίρανε, πιστεύω· κεφαλὴν δʼ ἐπὶ γαῖαν ἐρείσας καὶ ποσὶν ἀμβροσίοις κυρτούμενον αὐχένα κάμπτων φαιδρὰ πολυρραφέων προςπτύξατο ταρσὰ πεδίλων.
9·16
Ἰησοῦς δʼ ἀπάμειπτο σαόφρονα μῦθον ἀκούων· εἰς κρίμα τοῦτον ἵκανον ἐς ἄφρονα κόσμον ἀλήτην, εἰς κρίμα δισσὸν ἔβην ἑτερότροπον, ὄφρα καὶ αὐτοὶ οἱ πάρος οὐχ ὁρόωντες ἀθηήτου φάος ἠοῦς τυφλοὶ ἀναβλέψωσιν ἐςαθρήσαντες ὀπωπαῖς, ὀξυφαεῖς δὲ γένοιντο λιπαυγέες. ἀγχιπόρων δὲ Χριστῷ λαὸς ἔειπεν ἐφεσπομένων Φαρισαίων, μὴ σφαλεροῖς βλεφάροις ἀλαοὶ γενόμεσθα καὶ ἡμεῖς; Ἰησοῦς δʼ ὀάριζεν ἀπειθέα λαὸν ἐλέγχων· εἰ ζόφος ὑμετέρης περιδέδρομε φέγγος ὀπωπῆς, ὑμέας ἀμπλακίης ἀδαήμονας ἔννεπον εἶναι· νῦν δὲ φόως ὁρόωντες ἀλήμονές ἐστε καὶ ὑμεῖς· τυφλοὶ δʼ ἐστὲ νόῳ βλεφάρων πλέον· οἷσι γὰρ ἀνδρῶν ἀμπλακίαι μίμνουσι, μάτην ὁρόωσιν ὀπωπαῖς.
10
Μάρτυρος ἀστυφέλικτος ἀμήν, ἀμὴν λόγος ἔστω, ὅς κε παραΐξειε θύρην εὐερκέος αὐλῆς ἐνδομύχων προβάτων καὶ ὑπέρτερος ἄλλοθεν ἕρπει εἰς σκολιὴν ἀίδηλος ἐπηλυσίην ἀναβαίνων, ληιστὴρ πέλεν οὗτος ἀνὴρ ληίστορι ταρσῷ. ὃς δὲ μολὼν ἄγναμπτος ἐς αὔλιον ὀρθὸς ἱκάνει, ποιμὴν οὗτος ἔφυ μηλοτρόφος. ἐρχομένῳ δὲ ἀμφαδίην σταθμοῖο θύρην πυλαωρὸς ἀνοίγει. μῆλα δὲ γινώσκοντα περισκαίρουσι νομῆα φθογγῆς εἰςαΐοντα· παρὰ προθύροισι δὲ ποιμὴν πώεα ποιμαίνειν προκαλίζεται ἠθάδι φωνῇ· ἔκτοθι δὲ σταθμοῖο γεγηθότα μῆλα κομίζει. ἐξαγαγὼν δʼ ὅτε πᾶσαν ἀολλίσσῃ στίχα ποίμνης, εἰς νομὸν ἐρχομένων ὀίων προκέλευθος ὁδεύει·
10·2
ποίμνη δʼ αἰολόμορφος ὀπισθοπόρῳ ποδὶ βαίνει εἰς δροσεροὺς λειμῶνας ὀπηδεύουσα νομῆι. ξείνου δʼ οὐκ ἀίουσι καὶ οὐ δεδάασιν ἀκούειν ἀλλοτρίου καλέοντος ἀήθεα ποιμένος αὐδήν, ἀλλὰ παραΐσσοντα νόθον φεύγουσι νομῆα. τοῖον ἔπος κατέλεξε παράτροπον· ἀμφὶ δὲ μύθῳ λαὸς ἀμηχανέεσκε καὶ οὐ μάθεν ἐγγὺς ἀκούων, Χριστὸς ἀσημάντῳ τάπερ ἔννεπε θέσπιδι φωνῇ. Ἰησοῦς δʼ ἀγόρευεν ἀριζήλῳ τινὶ μύθῳ· πανδόκος εἰμὶ θύρη προβάτων πολυχανδέος αὐλῆς.
10·3
πάντες, ὅσοι πάρος ἦλθον ὑποκλέπτοντι πεδίλῳ, φῶρες ἔσαν δολόεντες· ὅθεν ληίστορι φωνῇ αὐτῶν φθεγγομένων οὐκ ἔκλυε πώεα ποίμνης. πανδόκος εἰμὶ θύρη μηλοσσόος· ἡμετέρης δὲ ὅς κεν ἰὼν διʼ ἐμεῖο θύρην ὑποδύσεται αὐλῆς, οὗτος ἔσω στείχει καὶ ὑπότροπος αὖτις ὁδεύει καὶ νομὸν εὑρήσει καὶ ἀεισόος ἔσσεται ἀνήρ. ληιστὴρ δʼ ἀίδηλος ἐς αὔλιον οὔποτε βαίνει, εἰ μὴ ἵνα κλέψειεν ἀμάρτυρος ἢ καὶ ὀλέσσῃ ἠὲ διατμήξειεν ἀφειδέι μῆλα μαχαίρῃ.
10·4
αὐτὰρ ἐγὼ παρὰ πατρός, ὅπως ἐμὰ μῆλα σαώσω, ἤλυθον, ὄφρα λάχοιεν ἀλωφήτῳ τινὶ τιμῇ ζωὴν ἐσσομένην, τὴν οὐ χρόνος οἶδεν ὀλέσσαι, ἠὲ περισσὸν ἔχοιεν ὑπέρτερον. εἰμὶ δὲ ποιμὴν καλὸς ἐγώ· ποιμὴν δὲ καλὸς περὶ μῆλα φυλάσσων καὶ ψυχῆς ἰδίης οὐ φείδεται, ἀλλά ἑ θήσει λύτρον ἑῶν ὀίων. ὁ δὲ μίσθιος οὐ πέλε ποιμήν· δήιον ἀγχικέλευθον ἰδὼν λύκον, ἅρπαγα μήλων, κρυπτὸς ἀλυσκάζων ὑποδύεται ὀξὺς ἐάσας βοσκομένων ἀφύλακτα πολύπλανα πώεα μήλων·
10·5
κρυπτὸς ἀλυσκάζων ὑποδύεται· οὐκ ἀλέγει δὲ μήλων ἀλλοτρίων, ὅτι μίσθιος αὐτὸς ἀκούει· καὶ λύκος ἀγκυλόμητις ἐπέρχεται ἅρπαγι λαιμῷ μῆλα διασκεδάσας σημάντορος οὐ παρεόντος. ποιμὴν καλὸς ἔφυν καὶ πώεα καλὰ νομεύω· γινώσκω δʼ ἐμὰ μῆλα, καὶ ἠθάδα μηλοβοτῆρα ταῦτά με γινώσκουσιν ἴσῳ διδυμάονι θεσμῷ, ὡς γενέτης νοέει με, καὶ ὡς νοέω γενετῆρα. ψυχὴν δʼ ἡμετέρην ὀίων ὕπερ αὐτίκα θήσω. ἔστι μέν, ἔστι καὶ ἄλλα πολύτροπα πώεα ποίμνης ταύτης οὐ γεγαῶτα μιῆς θεοδέγμονος αὐλῆς, ἀλλογενῆ· καὶ ταῦτα πέλει χρέος, ὥς κεν ἀγείρω φθογγῆς ἡμετέρης ἀριήκοα· καὶ μία ποίμνη ἔσσεται ἀμφοτέρωθεν ἑνὸς τελέθουσα νομῆος. τοῦ δʼ ἕνεκεν φιλέει με πατὴρ ἐμός, οὕνεκα θήσω ψυχὴν ἡμετέρην ὀίων ὕπερ, ὄφρα μιν εὕρω εἰς ἐμὲ νεισσομένην παλινάγρετον. οὐδέ τις αὐτὴν θεσμὸς ἀφαιρεῖταί με γενέθλιος, οὐ χρόνος ἕρπων πανδαμάτωρ, ἀδάμαστος ἢ ἐμπεδόμητις ἀνάγκη, ἀλλά μιν αὐτοκέλευστος ἑκὼν ἐθέλουσαν ὀπάσσω,
10·6
ὄφρα λάβω μετὰ βαιὸν ἔχων αὐτάγρετον ἀλκήν. ταύτην ὑψιμέδοντος ἔχω παρὰ πατρὸς ἐφετμήν, θεῖναι καὶ παλίνορσος ἑλεῖν διδυμάονι θεσμῷ. καὶ πάλιν Ἑβραίων ἐμερίζετο λαὸς ἀκούων. καὶ πολέες φθέγξαντο πολυφλοίσβῳ τινὶ μύθῳ· φθεγγόμενον βαλίῃσιν ἐάσατε τοῦτον ἀέλλαις· δαιμόνιον μεθέπει καὶ μαίνεται· ἄφρονα τοῦτον λείπετε· μαινομένου τί σπεύδετε μῦθον ἀκούειν; ἄλλοι δʼ ἀντιάχησαν ὁμοζήλων ἀπὸ λαιμῶν· οὐ τάδε μαινομένοιο σαόφρονα χεύματα μύθων·
10·7
ἄφρονος οὐ πέλε ταῦτα. μὴ ἀχλυόεις ποτὲ δαίμων ὀφθαλμοὺς ἀλαοῖο δυνήσεται αὐτὸς ἀνοῖξαι; καὶ πάλιν ἦμαρ ἔην πανδήμιον, ᾧ ἔνι λαοὶ μνημοσύνην τελέεσκον ἐτήσιον, ἐξότε νηοῦ ἕδρανα δωμήσας Σολομῶν εὐκίονι τέχνῃ θεσπεσίης ἀρχαῖον ἐκαίνισε θεσμὸν ἑορτῆς· καὶ τότε παχνήεσσα παρίστατο χείματος ὥρη. Ἰησοῦς δʼ ἱεροῖο διέστιχεν ἔνδοθι νηοῦ, θέσκελον αἰθούσης πολυδαίδαλον οὖδας ὁδεύων, ἀρχεγόνου Σολομῶντος ἐπώνυμον. αἰνομανεῖς δὲ
10·8
Ἑβραῖοι στεφανηδὸν ὁμόζυγες εἰν ἑνὶ χώρῳ Χριστὸν ἐκυκλώσαντο καὶ ἔννεπον ἄφρονι μύθῳ· ἡμείων τέο μέχρις ὑποκλέπτεις φρένα μύθοις; εἰ σὺ Χριστὸς ἵκανες ἐτήτυμος, ἀμφαδὸν ἡμῖν ἀγρομένοις ἀγόρευε· τί καὶ τεὸν οὔνομα κεύθεις; Ἰησοῦς δʼ ἅμα πᾶσιν ἀνίαχε· πολλάκις ὑμῖν, πολλάκις αὐτὸς ἔλεξα, καὶ οὐ πιστεύετε μύθῳ· ἔργα, τάπερ τελέω καλέων πατρώιον ἀλκήν, μάρτυρα ταῦτα πέλει καὶ φθέγγεται ἔμφρονι σιγῇ θηητὸν μερόπεσσι λάλον τύπον· ἀλλά που ὑμεῖς ἐν βλεφάροις δέρκεσθε καὶ οὐ πείθεσθε μενοιναῖς; οὐ γὰρ ἐμῶν ὀίων ταχυπειθέος ἐστὲ γενέθλης, οὔασι θελγομένοισιν ἐμῆς ὅτι πώεα ποίμνης γῆρυν ἐμὴν ἀίει καὶ ἐφέσπεται ἡγεμονῆι· γινώσκω δʼ ἐμὰ μῆλα· καὶ εἰν ἑνὶ πᾶσιν ὀπάσσω ζωὴν ἐσσομένην αἰώνιον, οὔποτε ποίμνη, οὔποτε πώεα ταῦτα διόλλυται, εἰσόκε μίμνει αὐτομάταις ἁψῖσιν ἕλιξ κυκλούμενος αἰών.
10·9
οὐδέ τις ἁρπάξειεν ἐμὴν πινυτόφρονα ποίμνην χειρὸς ἀφʼ ἡμετέρης, γενέτης ἐμὸς ὅττι νομεύειν ὅς μοι πώεα δῶκεν ὑπέρτερος ἔπλετο πάντων. αὐτὸς ἐγὼ μεδέων τε πατὴρ ἐμὸς ἓν γένος ἐσμέν, ἔμφυτον, αὐτόπρεμνον, ὅθεν φυτὰ μυρία κόσμου. εἶπεν ἄναξ· λαοὶ δὲ συνέρρεον, ἐκ δαπέδου δὲ λᾶας ἀνηέρταζον, ὅπως ὑπὸ χερμάδι λύσσῃ Χριστὸν ὀιστεύσωσι χαραδραίοισι βελέμνοις. Ἰησοῦς δʼ ἀπάμειπτο χέων πολυμεμφέα φωνήν· ἡμετέρου καλὰ πολλὰ παρʼ ὑψίστοιο τοκῆος ὑμέας ἔργα δίδαξα, τάπερ μάθον. ἀντὶ τίνος δὲ ἔργου θεσπεσίου φονίην τίνοντες ἀμοιβὴν εἰς ἐμὲ λαϊνέοισιν ἐθωρήχθητε βελέμνοις; λαοὶ δʼ ἀντιάχησαν ἀμοιβαδίς· οὐ χάριν ἔργου καλοῦ λύσσαν ἔχοντες ἀολλίζοντο πολῖται, ὄφρα σε πετρήεντι κατακρύψωσι χιτῶνι, ἀλλὰ βαρυγλώσσοιο τεοῦ χάριν ἀνθερεῶνος,
10·10
ὅττι χαμαιγενέος μεθέπων βλάστημα γενέθλης θνητὸς ἐών, ἐνέπεις θεὸς ἔμμεναι. ἀντιπόρῳ δὲ Χριστὸς ἀναμφήριστον ἔπος μυθήσατο λαῷ· οὐ νόμος ὑμείων κεχαραγμένα ταῦτα κομίζει· εἶπον ἐγώ· θεοί ἐστε; καὶ εἰ χθονίων τινὰς ἀνδρῶν, οἷς τότε μοῦνον ἵκανε θεοῦ λόγος ἶσος ὀνείρῳ, ὑμετέρου θεσμοῖο θεοὺς ἐκάλεσσεν ἀοιδή— καὶ γραφικῆς βίβλοιο παλίλλυτος ἔμμεναι ὀμφὴ οὐ δύναται—λόγον αὐτόν, ὃν ὑψιμέδων πόρε κόσμῳ καὶ καθαρῆς παλάμης ἁγίῳ σφρηγίσσατο δεσμῷ, ὑμεῖς ἄφρονα μῦθον ἐπεφθέγξασθε μανέντες, — — — — — — — — — — [para]ὅττι θεοῦ ζώοντος ἐγὼ πάις. ἡμετέρου δὲ εἰ μὴ ἐγὼ τελέω ζωαρκέος ἔργα τοκῆος,
10·11
μήποτέ μοι πείθεσθε, καὶ εἰ βιοδώτορι μύθῳ ἡμετέρου γενετῆρος ἀτέρμονος ἄξια ῥέζω — — — — — — — — — — ἔργοις ἡμετέροις, τάπερ ἔδρακε μάρτυς ὀπωπή, ὄφρα κε γινώσκοιτε θεοπνεύστῳ τινὶ μύθῳ, ὡς ἐν ἐμοὶ τελέθει γενέτης ἐμός, ὅττι καὶ αὐτὸς ἀγχιφανής, ἀμέριστος, ὁμόζυγός εἰμι τοκῆος. Ἰησοῦν δʼ ἀκίχητον ἐπειρήσαντο πιέζειν ἀφραδέες τινὲς ἄνδρες· ὁ δὲ φθαμένῳ ποδὶ βαίνων δυςσεβέων ἀπὸ χειρὸς Ἰορδανίοιο ῥεέθρου πέζαν ἐς ἀντιπέραιαν ἐχάζετο. καί οἱ ἰόντι ἄσπετος ὡμάρτησεν ὁμοστιχέων χορὸς ἀνδρῶν. ἄλλῳ δʼ ἄλλος ἔλεξε χέων πειθήμονα βουλήν·
10·12
θαῦμα μὲν ἐμπεδόμυθος ἰδεῖν θηήτορι λαῷ οὐδὲν Ἰωάννης ἐπεδείκνυεν· ἀμφὶ δὲ τούτου ὄμμασιν ἀπλανέεσσιν ἐτήτυμα πάντα δοκεύω, ὁππόσα κεῖνος ἔλεξε· καὶ ἀνέρες αὐτόθι πολλοὶ παιδὶ θεοῦ πίστευον ἀμιμήτων χάριν ἔργων.
Ἦν δέ τις ἀδρανέων χλοερῷ πυρὶ Λάζαρος ἀνὴρ Βηθανίης ἔντοσθεν ἀειδομένης ἀπὸ κώμης Μάρθης καὶ Μαρίης. Μαρίη δʼ ἐφατίζετο κείνη Χριστοῦ καλλιέθειρα θεηδόκος, ἣ πόδας αὐτοῦ ἀμφοτέρους ἤλειψε μύρου θυόεντος ἐέρσῃ καὶ πλοκάμοις ἀπέμαξε καὶ ἀμβροσίων ἀπὸ ταρσῶν ἀκροφανὴς ἐδίηνε διάβροχον ἰκμάδι χαίτην, Χριστοῦ καλλιέθειρα θεηδόκος, ἧς τότε θερμῷ νουσαλέῳ βαρύγουνος ἱμάσσετο σύγγονος ἀτμῷ.
11·2
γνωταὶ δʼ ἀδρανέοντος ὁμόγνιον ὡς ἴδον ἄμφω γυιοβόρῳ μάστιγι τετηκότα, γείτονα πότμου, ξυνὸν ἔπος προέηκαν ἀλεξικάκῳ βασιλῆι· Λάζαρος, ὃν φιλέεις, ἐλελίζεται αἴθοπι νούσῳ· ὃν φιλέεις, σκοπίαζε. καὶ ἴαχε μῦθον ἀκούσας Χριστὸς ἄναξ· οὐ φωτὸς ἐπʼ ἀενάῳ τινὶ πότμῳ νουσαλέον τόδε πῆμα πυρώπιδες ἤγαγον ὧραι, ἀλλὰ θεοῦ τόδε κῦδος ὑπέρτερον, ὄφρα διʼ αὐτοῦ ἀνθρώπου φίλος υἱὸς ἄναξ ὑψούμενος εἴη τιμαῖς ἀθανάτῃσι. φιλοξείνους δὲ γυναῖκας Ἰησοῦς ἀγάπαζε φιλοστόργῳ τινὶ θεσμῷ, Μάρθαν καὶ Μαρίην καὶ Λάζαρον. ἐν δʼ ἄρα χώρῳ ὡς κλύεν ἀγγελίης, ὅτι Λάζαρος Ἄϊδι νεύων κέκλιτο νουσαλέῳ πεπεδημένος ἅψεα δεσμῷ, διχθαδίης παράμειβε τελεσσιμόρου δρόμον ἠοῦς.
11·3
καὶ μετὰ δίζυγον ἦμαρ ἑοῖς ἀγόρευε μαθηταῖς· ἴομεν εἰς κλυτὸν οὖδας Ἰουδαίων πάλιν ἀνδρῶν. καί μιν ἀναστέλλοντες ἐπεφθέγξαντο μαθηταί· ῥαββίν, Ἰουδαίης μανιώδεες ἄρτι πολῖται λαϊνέοις μάστευον ὀιστεύειν σε βελέμνοις, καὶ σὺ μολεῖν ἐθέλεις, ὅθι δήιοί εἰσι πολῖται; Ἰησοῦς δʼ ἀπάμειπτο παρηγορέων τινὶ μύθῳ ξυνὸν ὁμωροφίων νεμεσήμονα θυμὸν ἑταίρων· ἤματος οὐ γεγάασι δυώδεκα κυκλάδες ὧραι; ἤματος ἀντέλλοντος ὁδοιπόρος οὔποτε κάμπτει ταρσὸν ὀλισθηροῖσι περιπταίοντα πεδίλοις. ὃς δὲ διαστείχει λιποφεγγέι σύνδρομος ὄρφνῃ ποσσὶ χαριζομένοις, σφαλερὴν ὁδὸν οὗτος ὁδεύει. ὣς φάτο· καὶ μετὰ τοῦτο παλίσσυτος εἶπε μαθηταῖς· ὕπνον ἀναγκαῖον καὶ ἀμεμφέα Λάζαρος εὕδει,
11·4
φίλτατος ἡμείων ξεινηδόκος· ἀλλὰ περήσω, ὄφρα μιν ἐξ ὕπνοιο παλινδίνητον ἐγείρω. καὶ λόγον ἀγνώσσοντες ἐμυθήσαντο μαθηταί· Λάζαρος εἰ κνώσσει, σόος ἔσσεται. ἀρτιθανῆ μὲν Ἰησοῦς ἀγόρευε φιλοθρήνῳ παρὰ τύμβῳ εὕδειν νεκρὸν ἄναυδον, ἀνήγρετον ὕπνον ὀλέθρου· οἳ δὲ μάτην ἔλποντο, φίλον νέκυν ἔνδοθεν οἴκου ἡδὺν ὑπὲρ λεχέων παλινάγρετον ὕπνον ἰαύειν. ἀμφαδίην δʼ ἀγόρευεν ἄναξ οἰκτίρμονι μύθῳ· Λάζαρον εὔνασε πότμος ὁμοίιος, ἄγριον ἄλλον ὕπνον ἄγων. χαίρω δὲ διʼ ὑμέας, ὡς ἐνὶ χώρῳ οὐ γενόμην, ὅτε κεῖνος ὁμίλεε γείτονι πότμῳ, ὄφρα κε πίστιν ἔχοιτε νέκυν μετὰ πότμον ὁδίτην δερκόμενοι ζώοντα, πάλιν ψαύοντα τραπέζης ξεινοδόκον Χριστοῖο τὸ δεύτερον· ἀλλὰ πρὸς αὐτὸν ἴομεν. εἰςαΐων δὲ διώνυμος ἔννεπε Θωμᾶς, ὃν Δίδυμον καλέουσι· συναγρομένοις δὲ μαθηταῖς δάκρυον ὠδίνουσαν ἀνήρυγε πενθάδα φωνήν· ἴομεν, ὁππόθι κεῖνος ἀνὴρ γλυκύς, ὄφρα σὺν αὐτῷ εἰν ἀγάπῃ θνήσκοιμεν ἑνὶ ξυνήονι πότμῳ.
11·5
ἐλθὼν δʼ ὀψικέλευθος ἄναξ ἐς ἐθήμονα κώμην, Λάζαρον ἄπνοον εὗρε χυτῇ στρωθέντα κονίῃ, τέτρατον ἦμαρ ἔχοντα γοήμονος ἔνδοθι τύμβου. Βηθανίη δʼ ἑκὰς ἦεν ἀπʼ ἄστεος Ἱροσολύμων ὡς τρισσῶν σταδίων καὶ δώδεκα. καὶ πολὺς ἕρπων λαὸς Ἰουδαίων ὑπεδύσατο γείτονα κώμην. κεῖθι φιλοξείνοιο μετήιε δώματα Μάρθης καὶ Μαρίης, γνωτοῖο κατευναστήρια πότμου, ξυνὰ παρηγορέων, τάπερ ἠθάδι πολλάκι μύθῳ φρικτὰ πεπαινομένης ἀπεσείσατο κέντρα μερίμνης, πένθεος ἀγρύπνοιο λυτήρια. πευθομένη δὲ φήμης σπειρομένης ὅτι κοίρανος εἰςαφικάνει Μάρθα, ποσὶ φθαμένοισι συνήντεεν. ἐν δὲ μελάθρῳ ἐνδόμυχος Μαρίη μαστίζετο πενθάδι σιγῇ. Χριστοῦ δʼ ἐγγὺς ἰοῦσα βαρύστονος ἔννεπε Μάρθα·
11·6
ὦ μάκαρ, εἰ παρέης, ὅτε Λάζαρος αἴθετο νούσῳ, οὐκ ἂν ἐμὸς τέθνηκεν ἀδελφεός. οἶδα δὲ θυμῷ, καὶ νῦν ὡς ἅμα πάντα πατὴρ θεὸς ἐγγυαλίξει, ὅσσα μιν αἰτήσειας. ἄναξ δʼ ἠμείβετο μύθῳ· γνωτὸς σὸς παλίνορσος ἐγείρεται. ἀμβροσίης δὲ φωνῆς εἰςαΐουσα τὸ δεύτερον ἔννεπε Μάρθα· οἶδα καὶ οὔ με λέληθεν ἀνάστασις, ὡς ἐν ἐκείνῃ ἔγρεται ὀψιτέλεστος, ὅτε δρόμος ἔσχατος ἠοῦς. καί οἱ Χριστὸς ἔλεξε βιοσσόος ἔνθεον ὀμφήν· ζωὴ ἐγὼ γενόμην καὶ ἀνάστασις· ὃς δέ κεν ἀνὴρ εἰς ἐμὲ πιστεύσειε, καὶ εἰ νέκυς ἄπνοος εἴη, αὖτις ἀναζήσειε· καὶ ὃς φρεσὶ πίστιν ἀέξει, οὐ θνήσκει βροτὸς οὗτος, ἕως ἔτι φαίνεται αἰών· πείθεαι, ὡς ὅδε μῦθος ἐτήτυμος; εἶπε καὶ αὐτή· κοίρανε, γινώσκω καὶ πείθομαι, ὅττι σὺ κόσμῳ Χριστὸς ἀλεξικάκοιο θεοῦ λόγος υἱὸς ἱκάνεις. τοῖον ἔπος λέξασα παρέστιχεν ὀξέι ταρσῷ καὶ Μαρίην ἐκάλεσσεν ὁμόγνιον· οὔασι δʼ αὐτῆς λάθριον ἐψιθύριζε· διδάσκαλος ὅττι σαωτὴρ ἵκετο καὶ καλέει σε. καὶ ὠκυτέρη πέλε μύθου
11·7
κείνη, ὅπως ἤκουσε, θοῷ δʼ ἀνεπάλλετο ταρσῷ, πένθεϊ λυομένη καὶ χάρματι· φοιταλέη δὲ Χριστὸν ἐς ἀγχικέλευθον ἀελλοπὸν εἶχε πορείην. λαοὶ δʼ, οἵ τινες ἦσαν ἔσω κινυροῖο μελάθρου καί μιν ἐλαφρίζεσκον ἀκεσσιπόνῳ τινὶ μύθῳ, πένθεος ἀγρύπνοιο παρήγοροι, ὡς ἴδον ἄφνω, ὡς Μαρίη ταχύγουνος ἀνέγρετο φοιτάδι σιγῇ, πάντες ἐφωμάρτησαν ὀπισθοπόροισι πεδίλοις, ἐλπόμενοι Μαρίην φιλοδάκρυον ὅττι θοροῦσα ἐξαπίνης ἤμελλεν ἐς ἠθάδα τύμβον ὁδεύειν, ὄφρα πάλιν κλαύσειε πολυθρήνῳ παρὰ νεκρῷ· οὔπω δʼ εὐρυάλωος ἄναξ ἐπεβήσατο κώμης, ἀλλὰ μένων ἀτίνακτος ἔτι ζαθέῳ παρὰ χώρῳ εἶχε ποδὸς στατὸν ἴχνος, ὅπῃ πάρος ἤντετο Μάρθα. καὶ Μαρίη βαρύδακρυς ὅτε σχεδὸν ἵκετο χώρου,
11·8
ᾗχι μένων ποδὸς ἴχνος ἀκαμπέος εἶχεν Ἰησοῦς, αὐτὸν ὅπως ἐνόησεν, ἱμασσομένη φρένα κέντρῳ πρηνὴς αὐτοκύλιστος ὑπὲρ δαπέδοιο πεσοῦσα πὰρ ποσὶν ἀμβροσίοις ἐπεκέκλιτο. μυρομένη δὲ ἰκμάδι πενθαλέῃ ζαθέους ἐδιήνατο ταρσοὺς μῦθον ἐρευγομένη βεβιημένον· ἐκ φάρυγος δὲ δάκρυσι νικηθεῖσα μόγις πορθμεύετο φωνή· ὦ μάκαρ, εἰ παρέης, οὐ Λάζαρος εἴκαθε πότμῳ. καὶ Μαρίην στενάχουσαν ἰδὼν καὶ ὁμήλυδας αὐτῇ υἷας Ἰουδαίων νεοπενθέας, ὧν ὑπὸ πολλῷ ὄμβρῳ δακρυόεντι περιρραίνοντο παρειαί, πνεύματι πατρῴῳ δεδονημένος ἴαχε φωνήν· δείξατέ μοι, πόθι κεῖνον ἐθήκατε. καὶ φάσαν αὐτῷ· ἔρχεο καὶ σκοπίαζε. καὶ ἔστενεν αὐτὸς Ἰησοῦς ὄμμασιν ἀκλαύτοισιν ἀήθεα δάκρυα λείβων.
11·9
καί τινες ἀθρήσαντες ἀνίαχον αὐτίκα λαοί· ἠνίδε, πῶς φιλέει καὶ Λάζαρον οὐ παρεόντα. ἄλλοι δʼ ἀντιάχησαν· ἀλεξικάκῳ τινὶ πηλῷ ὀφθαλμοὺς μερόπων λιποφεγγέας οὗτος ἀνοίξας ἔργον ἴσον τελέειν οὐκ ἔσθενεν, ὄφρα καὶ αὐτὸς μὴ φονίῳ νέκυς οὗτος ὁμιλήσειεν ὀλέθρῳ; τοῖα μὲν εἶπεν ἕκαστος· ἐπειγομένῳ δὲ πεδίλῳ ἀχνυμένης βριμηδὸν ἀπὸ φρενὸς οἶκτον ἀνέλκων Ἰησοῦς πεφόρητο καὶ ἤιεν ἐγγύθι τύμβου. καὶ χθόνιον σπέος ἦεν ἔσω γλαφυροῖο μελάθρου, καὶ λίθος ἀντιτύποιο φέρων μίμημα θυρέτρου, ἀμφιπαγής, ἰσόμετρος ἐρείδετο χάσματι τύμβου. Ἰησοῦς δʼ ἐκέλευσεν ἄναξ πειθήμονι λαῷ· λᾶαν ὑπωροφίοιο μεταστήσασθε μελάθρου. Μάρθα δὲ τεθνειῶτος ὁμόγνιος ἴαχε φωνήν·
11·10
κείμενον ἀντιθύρετρον ἔα λίθον· οἰγομένου γὰρ χάσματος οὐδαίοιο δυςήνεμος ἔρχεται ὀδμή, ὅττι τεταρταῖος τελέθει νέκυς ἔνδοθι τύμβου. Ἰησοῦς δʼ ἀπάμειπτο καὶ ἔννεπε πενθάδι Μάρθῃ· οὐ σοὶ τοῦτο πάρος διεπέφραδον· αἴκε φυλάξῃς χείλεσιν ὑμετέροισι σοφὴν σφρηγῖδα σιωπῆς, ὀρθὴν πίστιν ἔχουσα καὶ οὐ διχόμητις ἐοῦσα, ὄψεαι οὐρανίοιο θεοῦ ζωαρκέα τιμήν. οἱ μὲν λᾶαν ἄειραν· ἄναξ δʼ ἀντώπιος ἄστρων ὀφθαλμοὺς ἀνάειρεν, ἑῷ δʼ ἰάχησε τοκῆι·
11·11
σοὶ χάρις, ὡς ἐμέθεν πάτερ ἔκλυες· οἶδα δὲ θυμῷ, ὡς ἐμέθεν βοόωντος ἀεὶ σέο παιδὸς ἀκούεις· ἀλλὰ χάριν λαοῖο παρισταμένοιο πιφαύσκω, ὄφρα κε πίστιν ἔχοιεν ἀρείονα μᾶλλον ἀκούειν, ὅττι σύ με προέηκας, ἐςαθρήσαντες ὀπωπαῖς νεκρὸν ἀελλήεντα διαστείχοντα βερέθρου, ἰλλόμενον δεσμοῖσι καὶ οὐ πίπτοντα κονίῃ. εἶπε καὶ ἐσμαράγησε διαπρυσίῃ τινὶ φωνῇ· ἔξιθι, Λάζαρε, δεῦρο. λιποφθόγγοιο δὲ νεκροῦ ἄπνοον ἐψύχωσε δέμας νεκυοσσόος ἠχώ·
11·12
ἄπνοον ἄνδρα κάλεσσε, καὶ ἔτρεχε νεκρὸς ὁδίτης στείχων αὐτοκέλευθος ὁμοπλέκτῳ χθόνα ταρσῷ· ἄπνοον ἄνδρα κάλεσσε, καὶ ἐν φθιμένοισιν ἀκούσας ἐξ Ἄϊδος νόστησε φυγὰς νέκυς ὄψιμον ἄλλην ἀθρήσας μετὰ τέρμα βίου παλινάγρετον ἀρχὴν θαμβαλέην. Ἀίδης δὲ μάτην παρὰ γείτονι Λήθῃ πανδαμάτωρ ἀδάμαστον ἐδίζετο νεκρὸν ἀλήτην· καὶ ποδὸς ὀρθωθέντος ἀκαμπέα γούνατα σύρων, τυφλὴν ἰθυκέλευθον ἔχων ἀντώπιον ὁρμὴν αὐδήεις νέκυς ἔσκε καὶ ἐκ ποδὸς ἄχρι καρήνου σφιγγόμενον πλεκτῇσιν ὅλον δέμας εἶχε κερείαις θερμὸν ἔχων ἱδρῶτα καλυπτομένοιο προςώπου· καὶ λινέῳ πεπύκαστο καλύμματι κυκλάδα κόρσην, σουδάριον τόπερ εἶπε Σύρων στόμα· θαμβαλέῳ δὲ ἱσταμένῳ νεφεληδὸν ἄναξ ἐπετέλλετο λαῷ·
11·13
λύσατέ μοι καὶ κοῦφον ἐάσατε νεκρὸν ὁδεύειν. ὣς φαμένου βασιλῆος ὁμόζυγες αὐτίκα λαοὶ καὶ μιγάδες ῥήξαντο παλίλλυτα δεσμὰ κερείης καὶ μελέων βαρύδεσμον ἐγυμνώσαντο καλύπτρην· καὶ νέκυς εἰς δόμον ἦλθε τὸ δεύτερον ἠθάδι ταρσῷ φέγγος ἰδὼν πεμπταῖον. Ἰουδαίων δʼ ἄρα πολλοὶ Μάρθης καὶ Μαρίης ἐπὶ πένθιμον οἶκον ἰόντες παιδὶ θεοῦ πίστευον ἐςαθρήσαντες ὀπωπαῖς, κοίρανος ἔργον ἄπιστον ὅπερ κάμε, νεκρὸν ἐγείρας Λάζαρον ἀχλυόεντος ἀναθρώσκοντα βερέθρου νόστιμον ἐκ νεκύων ταχινῷ ποδί. καί τινες αὐτῶν εἰς πόλιν ἴχνος ἔκαμψαν ἐς ἀντιθέους ἱερῆας πληθύι κηρύσσοντες ἀπιστοτάτων Φαρισαίων ἔργα θεοῦ Χριστοῖο. καὶ ἄφρονες ἀρχιερῆες εἰς ἀγορὴν ἀγέροντο πολύθροον, ᾗχι γερόντων εἰς ἓν ἀγειρομένων πρωτόθρονος ἕζετο βουλή. ἄλλῳ δʼ ἄλλος ἔειπε· τί ῥέζομεν; ἀντίπαλος γὰρ ἀλλοφανῆ βροτὸς οὗτος ὑπέρτερα σήματα φαίνει. εἰ δέ ἑ καλλείψοιμεν ὁμοίια σήματα ῥέζειν, ἡμῖν οὐκέτι λαὸς ἐφέσπεται, ἀλλʼ ἑνὶ μούνῳ
11·14
ἀνέρι πιστεύοντες ὁμαρτήσουσι πολῖται, πάντες ὁμαρτήσουσι· καὶ ἀνέρες Αὐσονιῆες ἡμείων ὅλον ἔθνος ἀφαρπάξουσι μολόντες, ἔθνος ὁμοῦ καὶ χῶρον. ἀνὴρ δέ τις ἦεν ἐν αὐτοῖς Καϊάφας, ἀθέμιστος, ἐπίκλοπος, ὃς τότε κείνου ἀρχιερεὺς λυκάβαντος ἔην, ὀχετηγὸς ἑορτῆς. οὗτος Ἰουδαίοισι δολόπλοκον ἴαχε φωνήν· οὐδὲν ἀπειρήτῳ πεπνυμένον ἴστε μενοινῇ οὐδὲ νόῳ φράζεσθε, τί φέρτερον· ὅττι πολίτην καλὸν ὑπὲρ λαοῖο θανεῖν ἕνα, μὴ χάριν αὐτοῦ ἡμείων ὅλον ἔθνος ὀλισθήσειεν ὀλέθρῳ· ἀνδρὸς ἑνὸς θνήσκοντος ὅλη πόλις εὔδιος ἔσται. αὐτόματος δʼ οὐ τοῦτο θεοπρόπος ἔννεπεν ἀνήρ,
11·15
ἀλλὰ θυηπολίῃ μεμελημένος, οἷά τε κείνου ἀρητὴρ λυκάβαντος, ἀληθέι θέσπισε φωνῇ, ὅττι θανεῖν ἤμελλεν ἑκὼν ζωαρκέι πότμῳ Χριστὸς Ἰουδαίων ὑπὲρ ἔθνεος. οὐ περὶ μούνου ἔθνεος, ἀλλʼ ἵνα τέκνα θεοῦ κεκεδασμένα κόσμῳ εἰς ἓν ἀολλίσσειεν. ἀπʼ ἀρχεκάκοιο δὲ κείνης ὥρης μῆτιν ὕφαινον ἀναιδέες ἀρχιερῆες καὶ χορὸς ἀγκυλόμητις ἀπιστοτάτων Φαρισαίων, Ἰησοῦν ἵνα πάντες ἑνὶ κτείνωσιν ὀλέθρῳ. οὐκέτι δʼ ἀμφαδίην λαοσσόος εἶχε πορείην Χριστὸς ἐν Ἑβραίοισιν· ἀδουπήτῳ δὲ πεδίλῳ ἁγνὸν Ἰουδαίης παρεμέτρεε κόλπον ἀρούρης·
11·16
χώρης δʼ ἔντος ἵκανεν ὀρειάδος ἐγγὺς ἐρήμου εἰς πόλιν, ὁππόθι μίμνε σὺν ἀντιθέοισι μαθηταῖς, Ἐφραὶμ τὴν καλέουσι. καὶ ἐγγύθεν ἦεν ἑορτὴ πάσχα πολυκλήιστον· ἀπʼ εὐρυάλοιο δὲ γαίης πολλοὶ Ἰουδαίων ὁμοτέρμονες ἄνδρες ἐρήμου μυστιπόλων ἀνέβαινον ἐς ἕδρανον Ἱροσολύμων, ὄφρα προφοιβήσωσι δέμας ζαθέοισι καθαρμοῖς, πρίν περ ἀσιγήτοιο φανήμεναι ἦμαρ ἑορτῆς. καὶ πολέες δίζοντο θυώδεος ἔνδοθι νηοῦ Ἰησοῦν ἀπεόντα θεηγόρον· ἑσταότες δὲ
11·17
ἀλλήλοις ὀάριζον· ἐπεφθέγγοντο δὲ λαοί· ὑμῖν φραζομένοισι τί φαίνεται; ὅττι περῆσαι οὐ δύναται βροτὸς οὗτος ἐς ἀρτιχόρευτον ἑορτήν. καὶ ναέταις ἐπέτελλον ἀπειθέες ἀρχιερῆες καὶ χορὸς ἀγκυλόμητις ὑπερφιάλων Φαρισαίων, ὄφρα μιν ὅςτις ἴδοιτο κατὰ πτόλιν ἢ καὶ ἀκούσοι, πληθύι κηρύξειε δολορραφέων Φαρισαίων, ὄφρα μιν ἐχθρὸς ὅμιλος ἀποκτείνειε πιέσσας.
Χώρης δʼ εὐρυάλωος ἐρημάδα πέζαν ἐάσας Ἰησοῦς ἀκίχητος ἐθήμονα δύσατο κώμην, δύσατο Βηθανίην, ὅθι Λάζαρον ἐκτόθι τύμβου ἐκ νεκύων ἤγειρε χέων ψυχοστόλον ἠχώ· δύσατο Βηθανίην, ὅτε γείτονος εἶχον ἑορτῆς ἓξ πάρος ἤματα μοῦνα λελειμμένα μύστιδες ὧραι. καί οἱ δόρπον ἔθεντο· φιλοστόργῳ δὲ μενοινῇ Μάρθα διακτορίην πολυχανδέος εἶχε τραπέζης· εἷς δʼ ἦν δαιτυμόνων ἔτι Λάζαρος, ἶσος ὀνείρῳ, πασιφανής. Μαρίη δὲ μύρου θυόεντος ἑλοῦσα πιστικῆς τρία μέτρα φατιζομένης ἀπὸ νάρδου μάρμαρον ἠέρταζε βεβυσμένον ἄγγος ἐέρσης ἠύκομος Μαρίη καὶ δαινυμένου βασιλῆος θεσπεσίους ἤλειψε μύρῳ πόδας· ἐκταδίη δὲ
12·2
ἰκμάδα πιαλέην ἀπεμάξατο μαχλάδι χαίτῃ· νηχομένη δʼ ἐμέθυσσεν ὅλον δόμον ἔνθεος ὀδμή. καὶ φθονεροῖς στομάτεσσι δολοπλόκος εἶπεν Ἰούδας· τίπτε τριηκοσίων οὐ πέρναται ἤ τινι μέτρῳ πλείονι δηναρίων τόδε που μύρον, ὄφρα δοθείη πτωχοῖς δευομένοισι καὶ οὐ στροφάλιγγι κονίης; τοῦτο δὲ κεῖνος ἔλεξε δολοπλόκος, οὐχ ὅτι φωτῶν ἀκτεάνων ἀλέγιζεν ἀμείλιχος, ἀλλʼ ὅτι μοῦνον κλέπτης ἦν κτεάνων νικώμενος· εἶχε δὲ κίστην, τῇ ἔνι χαλκὸς ἔκειτο· καὶ ὁππόσα βούλετο, χηλῷ αὐτὸς ἀνηέρταζε φύλαξ κακός. ἀλλά ἑ μύθῳ Ἰησοῦς ἀνέκοψεν, ἑῷ δʼ ἀγόρευε φονῆι· θηλυτέρης λίπε δῶρον ἀμεμφέος, ὄφρα φυλάξῃ σώματος ἡμετέρου κειμήλιον, εἰςόκεν ἔλθῃ φοίνιος ἡμετέρων κτερέων ἐπιτύμβιος ὥρη. πτωχοὶ γὰρ παρέασιν ἀπείρονες αἰὲν ἑτοῖμοι ὑμῖν διζομένοισιν· ἐπειγόμενοι δέ με λεύσσειν οὐκ αἰεὶ παρεόντα κιχήσετε. πιστότατος δὲ λαὸς Ἰουδαίων ἀγχίπτολις ἔκλυε φήμης
12·3
οὔασι τερπομένοις, ὅτι νόστιμος ἦλθεν Ἰησοῦς ἔνθεον ἴχνος ἔχων ἐπιδήμιον ἠθάδι κώμῃ, Μάρθης ὁππόθι δῶμα. καὶ ἔτρεχεν ἐσμὸς ὁδίτης ἄσπετος, ἄλλοθεν ἄλλος ὁμόστολος, οὐχ ἵνα μοῦνον Ἰησοῦν ἐςίδοιτο βιοσσόον, ἀλλὰ καὶ αὐτὸν Λάζαρον, ὃν παλίνορσον ἀναστήσας ἀπὸ νεκρῶν ἔμπνοον ἐψύχωσε χέων φυσίζοον ἠχώ. καὶ φθονεροὶ μενέαινον ἀναιδέες ἀρχιερῆες καὶ ζαμενὴς Φαρισαῖος ὅλος χορός, ὄφρα καὶ αὐτὸν Λάζαρον ἀχλυόεντι πάλιν πέμψωσι βερέθρῳ νόστιμον ἐκ νεκύων ἑτέρῳ κτείνοντες ὀλέθρῳ, πότμον ἔτι πνείοντα παλαίτερον, ὄφρα τις εἴπῃ· Λάζαρος οἶτον ἄλυξε, καὶ οὐ φύγεν ἀρχιερῆας. τοῦτον ἑλεῖν μενέαινον ἀναίτιον, ὅττι διʼ αὐτὸν λαὸς Ἰουδαίων μετανεύμενος ἔνδια κώμης παιδὶ θεοῦ πίστευον, ἀλεξιμόρῳ βασιλῆι. ἀκροφανὴς δʼ ὅτε νύκτα λιπόσκιον ἔσχισεν ἠώς, λαός, ὃς ἀγχιπόροιο μετήιε κῶμον ἑορτῆς, φήμης εἰςαΐοντες, ὅτι ζαθέης ἀπὸ κώμης Ἰησοῦς ἐς ἔδεθλον ἐλεύσεται Ἱροσολύμων,
12·4
ἤλυθον ἀντιόωντες· ἀπʼ εὐδένδροιο δὲ κήπου ἀκροκόμους φοίνικας ἐγυμνώσαντο κορύμβων. καὶ χλοεροὺς ὄρπηκας ἐς ἠέρα λαὸς ἑλίσσων εὐφήμοις στομάτεσσιν ἀνέκλαγε σύνθροον ἠχώ. καὶ πολὺν ἔνθα καὶ ἔνθα κορυμβοφόροιο κελεύθου δίζυγα πομπὸν ἔχων καὶ ὀπίστερον ἐσμὸν ὁδίτην Ἰησοῦς πεφόρητο μέσος μιτρούμενος ἀνδρῶν, ἰθύνων ἀχάλινον ὄνον ταλαεργὸν ὁδίτην, ἑζόμενος νώτοισιν ἀπειρήτοιο φορῆος, Ἡσαΐας τόπερ εἶπεν, ὅπως πληρούμενον εἴη· μητέρος ὑψιλόφου θύγατερ, μὴ δείδιθι Σιών· ἠνίδε ποικιλόδωρος ἄναξ τεὸς εἰς σὲ περήσει πῶλον ἔχων ταχύγουνον ὀπηδεύοντα τεκούσῃ.