12·5
καὶ τὰ μὲν οὐ τὸ πρόσθεν ἐπεφράσσαντο μαθηταί· ἀλλʼ ὅτε παμμεδέουσαν ἑὴν ἀνεδύσατο μορφὴν Χριστὸς ἄναξ, τότε πάντες ἀνεμνήσαντο μαθηταί, ὅττι σοφῇ τάδε πάντα πέλει κεχαραγμένα βίβλῳ, καί οἱ ταῦτα τέλεσσαν· ἔην δʼ ἄρα μάρτυς ἰωὴ λαῶν συμμιγέων, ὅτι Λάζαρον ἔκτοθι τύμβου Ἰησοῦς ἐκάλεσσε, τεταρταῖον δὲ θανόντα ἐκ νεκύων ἤγειρε χέων ψυχοστόλον ἠχώ. οὗ χάριν ἀντιόων πολὺς ἔρρεεν ἐσμὸς ὁδίτης Χριστὸν ἀνευάζων νεκυοσσόον, υἱέα Δαβίδ.
12·6
ἀλλήλοις δʼ ὀάριζον ὁμοφραδέες Φαρισαῖοι· ἡμῖν ποῖον ὄνειαρ ἀέξεται; ἀμφιλαφὴς γὰρ κόσμος ὅλος πολύμορφος ἑνὸς κατόπισθεν ὁδεύει, καὶ δόλος ἡμείων θανατηφόρος οὐδὲν ὀνήσει. καί τινες Ἑλλήνων ἔσαν ἀνέρες, οἳ τότε πολλοὶ θεσπεσίης ἀνέβαινον ὀπιπευτῆρες ἑορτῆς. Ἰησοῦν δʼ ἀίοντες ἀειδομένης ἀπὸ κώμης ἀγχιμόλῳ προςιόντες ἐπεφθέγξαντο Φιλίππῳ· Χριστὸν ἰδεῖν ἐθέλοντες ἱκάνομεν. ἐσσύμενος δὲ Ἀνδρέᾳ εἶπε Φίλιππος ὁμόπτολις· ἡδυεπὴς δὲ
12·7
Ἀνδρείας ὁμόφοιτος ἐπειγομένοιο Φιλίππου Χριστῷ μῦθον ἔλεξεν. ἄναξ δʼ ἠμείβετο μύθῳ· ὥρη νῦν μόγις ἦλθεν, ὅτε σχεδὸν ἵσταται ἀκμή, ἀνθρώπου σοφὸς υἱὸς ὅπως ὑψούμενος εἴη. κόκκος ἐπὴν σίτοιο πεσὼν ἐπὶ διψάδι γαίῃ μή τι θάνῃ, τότε μοῦνος ἐτώσιος αὐτόθι μίμνει, ἄσπορος, ἀχρήιστος, ἀνήροτος, ἄμμορος ἅρπης· ἢν δὲ θάνῃ, ζείδωρον ἀφειδέα καρπὸν ἀέξει. ψυχὴν δʼ ὃς φιλέει, μινυώριος οὗτος ὀλέσσει τερψινόου μεθέπων ἀπατήλιον ἐλπίδα κόσμου· ψυχὴν δʼ ὃς στυγέει, πανακήρατον ἔμπεδον αὐτὴν εἰς βιοτὴν αἰῶνος ἀλωφήτοιο φυλάσσει. ὅςτις ἐμοὶ πείθοιτο διάκτορον ἔργον ὑφαίνων, τοῦτον ἐμὸς γενέτης ὑψίθρονος οἶδε γεραίρειν·
12·8
ὅςτις ὑποδρήσσειεν ἐμοῖς θεσμοῖσι πιθήσας, οὗτος ὑπαντήσειεν ἐμοὶ καὶ ὁμόστολος ἔσται, ὄφρα μένοι μετʼ ἐμεῖο διάκτορος, ὁππόθι μίμνω. νῦν δʼ ἐμὸν ἦθος ἔχω δεδονημένον· ἀλλὰ τί λέξω; ψυχὴ ἐμὴ κλονέει με. πάτερ, φρενοδινέος ὥρης ἐκ ταύτης με σάωσον ἀκαμπέος. ἀλλʼ ἐπὶ τούτῳ ῥιγεδανὴν ἀβίαστον ἑκούσιος ἤλυθον ὥρην· υἷα τεὸν κύδαινε. καὶ οὐρανόθεν πέλε φωνή· καί σε πάρος κύδηνα καὶ ἔμπαλιν ἄρτι γεραίρω. καὶ πολὺς ἔνθα καὶ ἔνθα παριστάμενος καὶ ἀκούων αἰθερίην τρομεροῖσιν ἐν οὔασι λαίλαπα φωνῆς λαὸς ἐπεσμαράγησεν, ὅτι ζαθέων ἀπὸ κόλπων βρονταίη βαρύδουπος ἐπέκτυπεν αἴθριος ἠχώ. ἄλλοι δʼ ἀντιάχησαν, ὅτι σχεδὸν ἄγγελος αὐτῷ οὐρανίης ὀάριζε σοφῷ μυκήματι φωνῆς.
12·9
Ἰησοῦς δʼ ἀγόρευεν ὅλῳ πολυθαμβέι λαῷ· οὐ διʼ ἐμὲ κτύπος οὗτος ἀράσσεται, οὐρανόθεν δὲ ἀντίτυπος βροντῇσι διʼ ὑμέας ἵκετο φωνή. νῦν ζαθέου κόσμοιο πέλει κρίσις· ἄρτι καὶ αὐτὸς ἀρχὸς ἀλιτρονόοιο διώκεται ἔκτοθι κόσμου. — — — — — — — — — — λαοὶ δʼ ἀντιάχησαν ὁμογλώσσῳ τινὶ μύθῳ· ἐκλύομεν γραφικοῖσι χαράγμασι πολλάκις ἡμεῖς, Χριστὸς ὅλων μεδέων αἰώνιος οὕνεκα μίμνει. καὶ πόθεν ἄμμιν ἔειπες ἀσημάντῳ σέο μύθῳ· ἐκ χθονίων λαγόνων ὑψούμενος εἰς πόλον ἐλθών, ὑμέας εἰς ἐμὲ πάντας ἀπὸ χθονὸς αὐτὸς ἐρύσσω, ἀνθρώπου κλυτὸς υἱὸς ἐπὴν ὑψούμενος εἴη; εἰπὲ δέ, τίς πέλεν οὗτος, ὃν ἀγνώστῳ τινὶ θεσμῷ ἀνθρώπου σοφὸν υἷα τεῇ μυθήσαο φωνῇ;
12·10
Ἰησοῦς δʼ ἅμα πᾶσιν ἀνίαχε· βαιὸν ἐν ὑμῖν ἔσσεται εἰςέτι μοῦνον ἐπὶ χρόνον αἰθέριον φῶς. ἀπλανέες δʼ ἐνὶ φωτὶ διʼ ἰθυπόροιο κελεύθου στείχετε θαρσήεντες, ἕως ἑκάς ἐστιν ὀμίχλη, πρὶν ζοφερῇ στροφάλιγγι κιχήμεναι ὑμέας ὄρφνην. ὃς δὲ διαστείχει σφαλερῷ ποδὶ νυκτὸς ὁδίτης, πλάζεται ἀγνώσσων σκολιὴν ὁδόν, ὁππόθι βαίνει. ἄχρι φάος δέρκεσθε, σοφῷ πιστεύετε μύθῳ εἰς φάος, ὄφρα γένοισθε φεραυγέες υἱέες αἴγλης·
12·11
τόσσα δέ οἱ τελέσαντι πολύτροπα φάρμακα νούσων αὐτῶν δερκομένων ἀντώπιον, ἐκτὸς ἀκουῆς, οὔτις ἀνὴρ πίστευεν· ὅπως πληρούμενον εἴη, Ἡσαΐας τόπερ εἶπε χέων πρωτόθροον ὀμφήν· κοίρανε, τίς μετὰ τόσσα τεῇ πίστευεν ἀκουῇ, ἢ τίνι παγγενέταο θεοῦ γυμνοῦτο βραχίων; οὗ χάριν οὐκ ἐδύναντο θεουδέα πίστιν ἀέξειν, ὅττι καὶ Ἡσαΐας πάλιν ἔννεπε θέσπιδι φωνῇ· ὀφθαλμοὺς ἀλάωσεν ἐμῶν ἐπιμάρτυρας ἔργων καὶ νόον ἰθυκέλευθον ἐθήκατο τυφλὸν ἀλήτην, μὴ κραδίῃ νοέωσι καὶ ἀθρήσωσιν ὀπωπῇ καί μοι ὑποστρέψωσι, νοοβλαβέας δὲ σαώσω ἄνδρας ἀλιτραίνοντας ἐμῷ παιήονι μύθῳ ἰητὴρ ἀσίδηρος ἐχέφρονα φάρμακα πάσσων. Ἡσαΐας τάδε πάντα κατέγραφε θέσπιδι βίβλῳ ὅττι θεοῦ Χριστοῖο προώριον ἔδρακε τιμὴν ὀφθαλμῷ κραδίης πανδερκέι, καὶ χάριν αὐτοῦ ἐσσομένην προκέλευθον ἐθέσπισεν ἔνθεον ὀμφήν. ἔμπης ἀπλανέες τινὲς ἀνέρες ἴδμονι σιγῇ ἀρχοὶ Ἰουδαίων, ὑψαύχενος ὄμματα βουλῆς, παιδὶ θεοῦ πείθοντο θεηγενέων χάριν ἔργων·
12·12
ἀλλὰ φόβον καὶ ζῆλον ἀλυσκάζων Φαρισαίων ἀμφαδὸν οὔτις ἔφηνεν ἑὸν νόον· αἰδομένου δὲ ἐνδόμυχος τότε πίστις ὑπὸ φρένα φωτὸς ἑκάστου ἀπροϊδής, ἀβόητος ἐκεύθετο φωλάδι σιγῇ· πᾶς γὰρ ἀνὴρ προβέβουλε χαμαιγενέων χάριν ἀνδρῶν ἢ μεγάλου μούνοιο θεοῦ πολυφεγγέα τιμήν. Ἰησοῦς δʼ ἰάχησε θυώδεος ἔνδοθι νηοῦ· ὅστις ἐμῶν δέξοιτο θεοφραδέων στίχα μύθων, εἰς ἐμὲ πιστεύων οὐ πείθεται, ἀλλὰ τοκῆι, ὅςτις ἐμὲ προέηκε. καὶ ἀνδρομέῃσιν ὀπωπαῖς πᾶς ἐμὲ παπταίνων καὶ ἐμὸν γενετῆρα δοκεύει. οὐρανόθεν φάος ἦλθον ἐγὼ λιποφεγγέι κόσμῳ· οὐρανόθεν φάος ἦλθον, ἵνα βροτός, ὅς με γεραίρει, πίστιν ἔχων ἀτίνακτον ἐν ἀχλύι μή ποτε μίμνῃ. ὅστις ἐμῶν δέξοιτο θεόσσυτα χεύματα μύθων καὶ μὴ ἀσυλήτοιο νόου σφρηγῖδα φυλάξῃ,
12·13
οὐ κρίνω ποτὲ τοῦτον ἐγὼ βροτόν· οὐ γὰρ ἱκάνω, κόσμον ἵνα κρίνοιμι πολύπλανον, ἀλλὰ σαώσω. ὅς με παραγράψαιτο καὶ ἡμετέρης θρασὺς ἀνὴρ ἔμπνοα μὴ δέξοιτο βιοσσόα χεύματα φωνῆς, οὗτος ἔχει κρίνοντα δικασπόλον. ἡμέτερος γάρ, ὃν λαλέω, λόγος οὗτος ἀπειθέα τοῦτον ἐλέγξει κρίνων, ὀψιτέλεστος ὅτε δρόμος ἔσχατος ἠοῦς, ἐγρομένοις ὅτε πᾶσι πέλει κρίσις. ἐξ ἰδίων γὰρ οὐ μάθον αὐτοκέλευστος ἐγώ ποτε μῦθον ἐνίψαι, ἀλλὰ θεοῦ ζείδωρον ἔχω παρὰ πατρὸς ἐφετμήν, ἀνδράσιν ἀγρομένοις τί φθέγξομαι ἢ τί βοήσω. οἶδα δὲ παμμεδέοντος ἐφημοσύνην γενετῆρος ζωὴν ἀθανάτην, τὴν ἔλλαχε σύνδρομος αἰὼν ἀενάῳ στροφάλιγγι· καὶ ὑμέας ὅσσα διδάσκω,
12·14
ὥσπερ ἐμοὶ κατέλεξε πατὴρ ἐμός, ὣς ἀγορεύω.
Καὶ ναέταις πρὶν πάσχα μολεῖν, πρὶν βωμὸν ἀνάψαι, Ἰησοῦς νοέων, ὅτι καίριος ἤλυθεν ὥρη, ὄφρα κεν ἐκ κόσμοιο μετάτροπος αἰθέρα δύνων νόστιμος ὑψιμέδοντι συναστράψειε τοκῆι, πάντας ἀεὶ παρεόντας ἑοὺς ἑτάρους ἀγαπήσας ἐξ ἀρχῆς ἀγάπαζε καὶ εἰς τέλος. ἑσπερίου δὲ δείπνου γινομένοιο φιλοστόργοιο τραπέζης δούλιον ἔργον ἔτευξεν ἑοῖς ἑτάροισιν ὑφαίνων, δαίμονος ἀντιπάλοιο φιλοκτεάνῳ τινὶ κέντρῳ ἀργυρέην ἐπὶ λύσσαν ἀνοιστρήσαντος Ἰούδαν, τολμήεις ἵνα κεῖνος Ἰουδαίοισι προδοίη Χριστὸν ἑὸν θρεπτῆρα δεδεγμένος ὦνον ὀλέθρου αὐτὸς ἐνὶ κραδίῃ δεδαημένος, ὅττι περ αὐτοῦ ὑψιμέδων ἅμα πάντα θεὸς πόρε χειρὶ νομεύειν,
13·2
ὅττι καὶ οὐρανόθεν καὶ ἐς αἰθέρα δίζυγι θεσμῷ καὶ θεόθεν πάρος ἦλθε καὶ εἰς θεὸν αὖτις ἱκάνει. καὶ τότε δαιτυμόνεσσι διάκτορον ἔργον ὑφαίνων Ἰησοῦς ταχυεργὸς ἀνίστατο δεῖπνον ἐάσας καὶ χροὸς αἰγλήεντος ἑοὺς ἀπέθηκε χιτῶνας καὶ λινέην λαγόνεσσι νόθην ἐζώσατο μίτρην σφίγξας σκληρὸν ὕφασμα, τόπερ φάτο Θυμβριὰς αὐδὴ λίντεον, ἰκμαλέοιο ποδὸς μακτήριον ἀνδρῶν. καὶ γλαφυρῷ νιπτῆρι βαλὼν ὑποκόλπιον ὕδωρ Χριστὸς ἑῶν ἑτάρων φιλίους πόδας ἤρξατο νίπτειν λοίσθιον ἐκ πρώτου μετανεύμενος ἄλλον ἐπʼ ἄλλῳ· ἀρχόμενος Σίμωνος ἕως ἰδίοιο φονῆος.
13·3
πρεσβυτέρῳ Σίμωνι παρίστατο καὶ πόδας αὐτοῦ ἀμφοτέρους κρατέεσκε· ταχὺς δʼ ἀντέσπασε Σίμων, Ἰησοῦν δʼ ἀνέκοψε φίλον σέβας ὄμμασι φαίνων· καί μιν ἐρητύων βριαρῇ μειλίξατο φωνῇ· ὑμετέρου θεράποντος, ἄναξ πάντεσσι κελεύων, νίπτεις σαῖς παλάμαις καὶ ἐμοὺς πόδας; ἡδυεπὴς δὲ ἑζομένῳ Σίμωνι θεηγόρος εἶπεν Ἰησοῦς· ἄρτι μὲν ὡς τελέω δρηστήριον ἔργον ὑφαίνων, οὐ δύνασαι νοέειν, μετέπειτα δὲ τοῦτο νοήσεις. καί οἱ Πέτρος ἔλεξε χέων ἡδεῖαν ἀπειλήν· οὔποτε φαιδρύνειας ἐμοὺς πόδας, εἰς ὅσον ἕρπει αἰὼν πουλυέλικτος· ἄναξ δʼ ἠμείβετο μύθῳ· οὔποτέ σοι μετʼ ἐμεῖο μέρος πεφυλαγμένον ἔσται,
13·4
εἰ μὴ ἐγὼ νίψω σε χέων μεταχείριον ὕδωρ. καί οἱ μῦθον ἔλεξε νόῳ πειθήμονι Σίμων· ναὶ λίτομαι, μὴ μοῦνον ἐμοὺς πόδας, ἀμφοτέρας δὲ νίψον, ἄναξ, καὶ χεῖρας ἐμὰς καὶ κυκλάδα κόρσην, ναὶ πάλιν, ἢν ἐθέλῃς, καὶ ὅλον δέμας. εἶπεν Ἰησοῦς· οὐ χατέει νεαροῖο λελουμένος ὕδατος ἀνήρ, εἰ μὴ μοῦνα πόδεσσι καθάρσια νίπτρα πορείης εἰνοδίης· καθαρὸν γὰρ ὅλον δέμας· ἀνδρομέης δὲ ἄμμοροι ἀμπλακίης καθαροὶ νόον ἐστὲ καὶ αὐτοί· ἀλλʼ οὔπως ἅμα πάντες· ἐπεὶ πάρος ᾔδεε θυμῷ, τίς μιν ἀνὴρ ἤμελλεν Ἰουδαίοις παραδώσειν ὤνιον ἀντιβίοισι, τίς ἔμπορος ἦεν ὀλέθρου. οὗ χάριν ἀγχιθέοισιν ἄναξ ἀγόρευε μαθηταῖς· ἄμμορον ἀμπλακίης καθαρὸν νόον ἴστε καὶ αὐτοί, ἀλλʼ οὔπως ἅμα πάντες. ὑποδρηστῆρι δὲ θεσμῷ ὁππότε δαιτυμόνων δυοκαίδεκα κύκλον ἀμείβων νίψεν ἑῶν ἑτάρων ὁσίους πόδας ἁγνὸς Ἰησοῦς, κεκλιμένους παλίνορσος ἑοὺς ἔνδυνε χιτῶνας· καὶ παλάμης ἀγκῶνα παλινδίνητον ἐρείσας.
13·5
ἀκρότατον περὶ κύκλον ὁμοστόργοιο τραπέζης εἶπεν ἑοῖς ἑτάροις· γινώσκετε τοῦτο καὶ αὐτοί, ὑμῖν οἷον ἔρεξα διάκτορον ἔργον ὑφαίνων; ὑμεῖς διχθαδίῳ με σοφῷ κικλήσκετε μύθῳ κοίρανον ὑμείων τε διδάσκαλον· ἀπλανέες δὲ τοῦτο καλῶς φθέγγεσθε δαήμονες· εἰμὶ γὰρ ἄμφω, ὡς ἐμὲ μυθίζεσθε. φιλοστόργῳ δὲ μενοινῇ εἰ πόδας ὑμείων καθαρῷ φαίδρυνα λοετρῷ ἡγητὴρ καὶ ἄναξ περιδέξιος, ἀλλὰ καὶ αὐτοὺς ἀντίτυπον θέμις ἐστὶν ἐμὸν μίμημα μαθόντας ὑμέας ἀλλήλων φιλίους πόδας ὕδατι νίπτειν.
13·6
δεῖγμα γὰρ ἔπλετο τοῦτο διδάσκαλον, ὄφρα καὶ ὑμεῖς ἔργον, ὅπερ ποίησα σοφόν, τελέσητε καὶ αὐτοὶ πάντες ἐν ἀλλήλοισιν ἀμοιβαίῳ τινὶ θεσμῷ ἰσοφυὲς μίμημα δαήμονος ἡγεμονῆος. οὐ πέλε λάτρις ἄνακτος ὑπέρτερος· οὐδέ τις ἀνὴρ ἡγεμόνος πέμψαντος ἀπόστολός ἐστιν ἀρείων. εἰ δὲ λόγῳ τάδε πάντα νοήσατε καὶ νόος ἔργῳ ἤρισε, καί κεν ἔφυτε μακάρτεροι. οὐ περὶ πάντων ἔννεπον ὑμείων ἑτέρου καθαροῖο λοετροῦ δευομένων· ὁ δὲ μῦθος ἑνὸς χάριν. οἶδα καὶ αὐτός, οἵους πιστοτάτους καὶ ἀμεμφέας ἄνδρας ἐδέγμην· ἀλλʼ ἵνα, φορμίζουσα τόπερ φάτο θέσπις ἀοιδή·
13·7
— — — — — — — — — — χρυσομανὴς ἄστοργος ἀνὴρ ἐμὸν ἄρτον ἐρέπτων πτέρνην κερδαλέην ἐμέθεν καθύπερθεν ἀείρας ἡμετέρῃ σύνδορπος ἐπεσκίρτησε τραπέζῃ. γλώσσῃ προφθαμένῃ, τόπερ ἔσσεται, ἄρτι βοήσω, ὄφρα, μιν ἢν τελέσειεν ἕλιξ χρόνος ἐγγύθεν ἕρπων, μῦθον ἀναμνήσησθε παλαίφατον, ὅττι περ ὑμῖν ἐσσόμενον θέσπιζεν ἐμὴ πρωτόθροος ὀμφή. μάρτυρος ἐμπεδόμυθος ἀμήν, ἀμὴν λόγος ἔστω·
13·8
ὅςτις ἐμὸν δέξοιτο διάκτορον, ὅντινα πέμψω ἵλαον ὄμμα φέρων, ἐμὲ δέχνυται· ὃς δὲ καὶ αὐτὸν πεμπόμενον θεόθεν με λαβὼν προςπτύσσεται ἀνήρ, δέχνυται αὐτογένεθλον ἐμὸν πέμψαντα τοκῆα. εἶπεν ἄναξ ἑτάροισι· καὶ ὀμφῆεν στόμα λύσας πνεύματος οὐρανίου δεδονημένος ἔμφρονι παλμῷ Χριστὸς ἀσιγήτοιο νόου κυμαίνετο πυρσῷ· μαρτυρίην δʼ ἰδίην προφέρων ἠρεύγετο φωνήν· εἷς βροτὸς ὑμείων με φίλων ἑτάρων παραδώσει· εἷς φίλος ἀλλοπρόςαλλος ὁμωρόφιός με δαμάσσει.
13·9
Ἰησοῦς μὲν ἔειπεν· ὁμοζυγέες δὲ μαθηταὶ ἀλλήλους σκοπίαζον ἀμειδέι πάντες ὀπωπῇ, ξυνῇ ἀμηχανέοντες—ἐμαστίζοντο δὲ σιγῇ— ἀμφὶ τίνος κατέλεξεν. ἀνὴρ δέ τις ὃς παρὰ κόλπον ἀγχιφανὴς ἀνέκειτο φιλοστόργου βασιλῆος, τούτῳ Πέτρος ἔνευσε· λάλῳ δʼ ἐρέεινε σιωπῇ, τίς πέλεν, οὗ χάριν εἶπεν· ὁ δὲ θρασὺς ὀξέι παλμῷ στήθεσιν ἀχράντοισι πεσὼν πεφιλημένος ἀνὴρ δαινυμένου βασιλῆος ἐπεψιθύριζεν ἀκουῇ, τίς τελέθει. καὶ Χριστὸς ἐφώνεεν· ᾧ χερὶ βάψας οἰνωπῇ ῥαθάμιγγι δεδευμένον ἄρτον ὀπάσσω, οὗτος ἐμὲ προδίδωσι· καὶ εἰς δέπας ἔμπλεον οἴνου βάψας ὕστατον ἄρτον ἀναιδέι δῶκεν Ἰούδᾳ, ἄρτον ἑοῦ κήρυκα φιλοκτεάνοιο φονῆος. καὶ μετὰ θέσκελον ἄρτον ὑποσπείρων πόθον ὄλβου πομπὸς ἀλιτροσύνης ὅλον ἀνέρα δύσατο δαίμων. καί οἱ Χριστὸς ἔλεξε δαήμονι νεύματα πέμπων· ἔρξον, ὅπερ τελέεις, ταχινώτερον. οὐδέ τις ἔγνω δαιτυμόνων ἀίδηλον ἐν οὔασι μῦθον ἀκούων, ὅττι τινὲς δοκέεσκον ἀσημάντῳ τινὶ μύθῳ,
13·10
δουρατέην ὅτι χηλὸν ἀνηέρταζεν Ἰούδας, μή οἱ κοίρανος εἶπεν ἑῷ σημάντορι μύθῳ, ὄφρα κεν ἐντύνειεν, ὅσον χρέος εἶχεν ἑορτή, ἢ ἵνα τι πτωχοῖσι βιοπλανέεσσιν ὀπάσσῃ. καὶ μεθύων μετὰ δόρπον ἀνὴρ φιλοκερδέι λύσσῃ ἔνθεον ἄρτον ἔχων ἀνεχάζετο νυκτὸς ὁδίτης. ἀλλʼ ὅτε νόσφι βέβηκε δυωδεκάριθμος Ἰούδας, ἕνδεκα δαιτυμόνεσσι θεηγόρος εἶπεν Ἰησοῦς· νῦν πάις ἀνθρώπου φαεσίμβροτον ἔλλαχε τιμήν, καὶ θεὸς αὐτογένεθλος ἐδέξατο κῦδος ἐν αὐτῷ.
13·11
εἰ δὲ θεὸς γενέτης ὑψούμενός ἐστι διʼ αὐτοῦ, καὶ θεὸς ὑψώσειε πατὴρ υἱῆα γεραίρων. τέκνα, μεθʼ ὑμείων ὀλίγον χρόνον εἰςέτι μίμνω, καὶ λόγον Ἑβραίοισιν ὃν ἔννεπον, ἄρτι καὶ ὑμῖν φθέγγομαι ἡμετέρῃ παλινάγρετον ἠθάδι φωνῇ· ὑμέας οὐ θέμις ἐστὶ συνήλυδας, ὁππόθι βαίνω, ἡμετέρης ἀκίχητον ἔχειν δρόμον ἀτραπιτοῖο. ὁπλοτέρην τινὰ πᾶσιν ἐφημοσύνην ἐπιτέλλω· ὑμέας ὡς ἀγάπαζον, ἴσῳ καὶ ἀμεμφέι θεσμῷ ἀλλήλων φιλίην ὁσίῳ σφρηγίσσατε δεσμῷ ἀρθμὸν ὁμοφροσύνης ἀλύτῳ δήσαντες ὀχῆι, ὑμέας εἰν ἑνὶ πάντες ἵνα γνώωσιν ἰδόντες ἀλλήλους φιλέοντας, ὅτι ζαθέῳ τινὶ θυμῷ παμφαέος Χριστοῖο θεουδέες ἐστὲ μαθηταί.
13·12
Χριστοῦ δʼ ὡς κλύε μῦθον ἑκὰς μέλλοντος ὁδεύειν, μειλιχίοις ὀάροισι φιληκόος ἔννεπε Σίμων· κοίρανε, πῆ σπεύδεις; τίνα μοι, τίνα χῶρον ἱκάνεις; Ἰησοῦς δʼ ἀπάμειπτο καὶ εἰρομένῳ φάτο Πέτρῳ· οὐ δύνασαι προθέοντος, ὅπη ποδὸς ἴχνος ἐπείγω, ξυνὸς ὀπισθοκέλευθος ἐμὴν ὁδὸν ἄρτι περῆσαι· ἀλλὰ παλινδίνητος ὅτε χρόνος ὥριος ἔλθῃ, αὐτὸς ὁμαρτήσειας ἐς ὕστερον. εἶπε δὲ Σίμων· οὐ δύναμαι ταχύγουνος ὀπισθοπόρῳ ποδὶ βαίνων ὑμετέρης ἀβάτοιο ταμεῖν κενεῶνα κελεύθου;
13·13
καὶ ψυχὴν ἐθέλουσαν ὑπὲρ σέθεν ἐγγυαλίξω. Ἰησοῦς δʼ ἀδόκητον ἔπος μυθήσατο Πέτρῳ· ψυχὴν ὑμετέρην ἐμέθεν χάριν αὐτίκα θήσεις; τρὶς δὲ μόνης δασπλῆτι μιῆς ἐνὶ νυκτὸς ἀνάγκῃ Χριστὸν ἀπαρνήσαιο, πρὶν αὐχένα κυρτὸν ἀείρας ὀξὺ μέλος κλάγξειεν ἐγερσιβόητος ἀλέκτωρ.
Μὴ νόος ὑμείων δεδονημένος, ἄστατος εἴη, ἀλλὰ θεῷ καὶ ἐμοὶ πιστεύσατε· θεσπεσίην δὲ υἱέι καὶ γενετῆρι μίαν ξυνώσατε τιμήν. πολλαὶ δʼ ὑψιμέδοντος ἐμοῦ κατὰ δῶμα τοκῆος εἰσὶ μοναὶ στοιχηδὸν ὁμόζυγες· εὐρυτενὴς δὲ εἰ μὴ πουλυμέλαθρος ἐμὴ πέλε πανδόκος αὐλή, ὑμῖν καί κεν ἔειπον, ὅτι προκέλευθος ὁδεύσω, ὄφρα κεν ἐντύνω πολυχανδέος ἔνδιον αὐλῆς ἄξιον ὑμείων νεοτευχέα χῶρον ὑφαίνων.
14·2
καὶ μετὰ θέσκελον οὖδας ἑτοιμοτάτοιο μελάθρου νοστήσω παλίνορσος ἐς ἄμβροτον οὖδας ἀνέλκων ὑμέας, ὄφρα μένοιτε συνήλυδες, ὁππόθι μίμνω, ἀθάνατοι ναετῆρες. ἐμὴν ὁδὸν ἴστε καὶ αὐτοί. ἔννεπεν· εἰςαΐων δὲ διώνυμος ἴαχε Θωμᾶς, ὃν Δίδυμον γενετῆρες ἐφήμισαν, ἐξότε κούρῳ ὀγδοάτης ἀνέτελλε φιλοτμήτου δρόμος ἠοῦς· οὔπω, ἄναξ, ἐδάημεν, ὅπῃ ποδὸς ἴχνος ἐπείγεις· μέτρα πόθεν δυνάμεσθα μαθεῖν ἀκίχητα κελεύθου; Ἰησοῦς δʼ ἰάχησε φιλήκοον ἄνδρα διδάσκων·
14·3
ζωὴ ἀληθείη τε καὶ ὄρθιός εἰμι πορείη· ζωὴ ἐγὼ βιότοιο καὶ ἀτραπός· οὐ δύναται δὲ εἰς θεόν, εἰς γενετῆρα μολεῖν γαιήιος ἀνήρ, εἰ μή τις διʼ ἐμεῖο θεόσσυτον ἴχνος ἐπείγῃ στείχων ὀρθὰ κέλευθα διʼ υἱέος εἰς γενετῆρα. εἰ δὲ θεορρήτῳ με σοφῷ γινώσκετε μύθῳ, ἐξ ἐμέθεν γνώσεσθε καὶ ὑψιμέδοντα τοκῆα· ἄρτι δέ μιν φράσσασθε καὶ ὑψιμέδοντα μαθόντες. Ἰησοῦν δὲ Φίλιππος ἑῷ μειλίξατο μύθῳ· ὦ ἄνα, σὸν γενετῆρα τεοῖς ἀνάφαινε μαθηταῖς·
14·4
δείκνυε σὸν γενετῆρα καὶ ἄρκιον ἄμμι γενέσθω. Ἰησοῦς δʼ ἀγόρευεν· ἀθηήτοιο τοκῆος συμφυὲς ἔνθεον εἶδος ἔχων βροτοειδέι μορφῇ τηλίκον εἰμί, Φίλιππε, πολὺν χρόνον ἐνθάδε μίμνων σύννομος ὑμείων, καὶ ἐμὴν οὐκ εἶδες ὀπωπήν; πᾶς βροτός, ὅς με νόησε, καὶ ἄφθιτον εἶδε τοκῆα· καὶ πόθεν αἰτίζεις με μεριζομένῳ τινὶ θεσμῷ· δεῖξον ἐμοὶ γενετῆρα, τὸν ἔδρακες εἰς ἐμὲ λεύσσων;
14·5
οὔπω πίστιν ἔχεις, ὅτι σύζυγός εἰμι τοκῆος, καὶ γενέτης μεθέπει με μιῇ συναρηρότα μορφῇ; ἐκ κραδίης ὅτε μῦθον ἐρεύγομαι, εἰς ἐμὲ μίμνων ξυνὸς ἐμοὶ λαλέοντι πατὴρ ἐμὸς ἔργον ὑφαίνει. οὔπω μάρτυρα μῦθον ἐπιστώσασθε μενοινῇ, ὡς σὺν ἐμοὶ τελέθει γενέτης ἐμός, ὅττι καὶ αὐτὸς σύμφυτός εἰμι τοκῆος, ἐγὼ λαλέων, ὃ δὲ ῥέζων. εἰ μὴ ἐμοὶ πείθησθε, σοφοῖς πιστεύσατε μούνοις ἔργοις ἡμετέροισιν, ἵνα γνώσεσθε καὶ ὑμεῖς συζυγίην ἀμέριστον ἑνὶ ζευχθεῖσαν ὀχῆι υἱοῦ πατρὶ μένοντος, ἐν υἱέι πατρὸς ἐόντος.
14·6
πᾶς βροτὸς ἡμετέρην ἀστεμφέα πίστιν ἀέξων, ἔργα τάπερ τελέω, μιμούμενος αὐτὸς ἀνύσσει. καὶ τούτων πολὺ μᾶλλον ὑπέρτερα θαύματα ῥέζει, ὅττι μολεῖν ἀκίχητος ἐπείγομαι εἰς γενετῆρος. ὁππόσα δʼ αἰτίζητε παρʼ ὑψίστοιο τοκῆος οὔνομα κικλήσκοντες ἐμόν, ξύμπαντα τελέσσω, ὄφρα πατὴρ ἄχραντος ἐν υἱέι κύδιμος εἴη. εἰ δέ με πιστοτάτης φιλίης ξυνώσατε δεσμῷ, ἡμετέρην πραπίδεσσι φυλάξατε πᾶσαν ἐφετμήν· καὶ θεὸν αἰτίζω γενέτην ἐμόν, ὄφρα κεν ὑμῖν οὐρανόθεν πέμψειε παράκλητον μετανάστην, Χριστῷ σύγγονον ἄλλον, ὁμοίιον, ἔμπεδον αἰεὶ ἀτρεκίης ὀχετηγόν· ὅπερ πολύμορφος ἀείρειν οὐ δύναταί ποτε κόσμος, ὅτι βροτὸς οὔποτε λεύσσει τηλίκον ἀνδρομέοισιν ἐν ὄμμασιν ἀρχέγονον φῶς, πνεῦμα θεοῦ γενετῆρος. ἐςαθρήσητε δὲ μοῦνοι
14·7
ὑμεῖς ἔνθεον εἶδος ἀθηήτοιο προςώπου, ὅττι μεθʼ ὑμείων μενέει καὶ ὁμόστολον ἔσται ὑμῖν, πάντας ἔχων νοερὸν δόμον. οὐ γὰρ ἐάσω ὑμέας οὐρανίης ἰσόζυγος ἐκτὸς ἀρωγῆς ὀρφανικούς· ταχινὸς δὲ πρὸς ὑμέας αὖτις ἱκάνω. βαιὸς ἔτι χρόνος ἐστίν, ἐμὴν ὅτε θέσπιδα μορφὴν οὐκέτι κόσμος ἄπιστος ἐςόψεται, ἀλλά με μοῦνοι λεύσσετε, καὶ μετὰ γαῖαν ἀεὶ ζώων ὅτι μίμνω, καὶ διʼ ἐμὲ ξύμπαντες ὅτι ζώοιτε καὶ ὑμεῖς.
14·8
ὅςτις ἔχων πραπίδεσσιν ἐμὰς τελέσειεν ἐφετμάς, οὗτος ἀνὴρ φιλέει με καὶ εὐαγέως ἀγαπάζων ἔσται ἐμῷ γενετῆρι θεῷ πεφιλημένος ἀνήρ. τοῦτον ὁμοστόργῳ καὶ ἐγὼ προςπτύξομαι ἀρθμῷ καί οἱ θέσκελον εἶδος ἐμοῦ χροὸς αὐτίκα δείξω. Ἰησοῦν δʼ ἀπάμειπτο καὶ ἔννεπεν ἄλλος Ἰούδας, υἱὸς Ἰακώβοιο, καὶ οὐ θρασὺς Ἰσκαριώτης· κοίρανε, πῶς τεὸν εἶδος ὁμοφρονέων ἀναφαίνεις μούνοις σοῖς ἑτάροισι καὶ οὐ θηήτορι κόσμῳ; Ἰησοῦς δʼ ἀγόρευεν ὁμόφρονα φῶτα διδάσκων· ὅςτις ἀνὴρ ἐμὲ μᾶλλον ἀνευάζων ἀγαπάζει, μῦθον ἐμὸν πραπίδεσσιν ἀσυλήτοισι φυλάσσει. καὶ σοφὸν ἀνέρα τοῦτον ἐμὸς γενέτης ἀγαπήσει· ἄμφω δʼ εἰς ἕνα φῶτα πατὴρ καὶ ἔγωγε μολόντες ἔνδιον αὐτοθέμεθλον ἀναστήσοιμεν ἐν αὐτῷ ἀνδρομέῳ μίμνοντες ἐν αὐδήεντι μελάθρῳ.
14·9
ὃς δέ κε μὴ φιλέῃ με, μάτην ἐμὸν οὗτος ἐάσει ληθαίαις ἀκόμιστον ἔπος πεφορημένον αὔραις· καὶ λόγος οὐκ ἐμὸς οὗτος, ὃν ἔννεπον, ἀλλὰ τοκῆος οὐρανόθεν πέμψαντος ἐμὲ χραισμήτορα κόσμου. ὑμείων δʼ ὁμόφοιτος ἐπὶ χθονὸς εἰςέτι μίμνων εἶπον ἐγὼ τάδε πάντα· παράκλητος δʼ ὅταν ἔλθῃ, ὑμέας ἰθυντῆρι λόγῳ ξύμπαντα διδάξει· οὗτος ἀναμνήσει πάλιν ὑμέας, ὅσσα περ ὑμῖν ἔννεπον· εἰρήνην δὲ βιοσσόον ὔμμιν ἐάσω· εἰρήνην ἀτίνακτον ἐμὴν ὁμόφοιτον ὀπάσσω.
14·10
οὐχ ὡς ὔμμι δίδωσιν ἐθήμονα κόσμος ἀλήτης, οὕτω ξυνὸν ἔχειν καὶ ἐγὼ γέρας ἐγγυαλίξω· μὴ κλόνος ὑμετέρην κραδίην, μὴ τάρβος ὀρίνῃ. νῦν ἐμέθεν βοόωντος ἐμῆς ἠκούσατε φωνῆς, ὅττι παλινδίνητος ἐμῷ καλέοντι τοκῆι εἰς πόλον ὑψιμέλαθρον ἐλεύσομαι ἔνδιον ἄστρων. εἰ δέ μοι ἀκλινέας φιλίους ἐκεράσσατε θεσμούς, καί κεν ἀγαλλομένοιο ποδὸς σκιρτήσατε ταρσῷ ξυνὸν χάρμα φέροντες, ὅτι χθονὸς οὖδας ἐάσας ἵξομαι ὀψικέλευθος ἐμῷ πέμψαντι τοκῆι.
14·11
— — — — — — — — — — ὑμῖν δʼ ἔννεπον ἄρτι προώριον ἔνθεον ὀμφήν, ὄφρα, μὶν ἢν τελέσειεν ἕλιξ χρόνος ἄστατος ἕρπων, μῦθον ἀναμνήσησθε παλαίφατον, ὅττι περ ὑμῖν ἐσσόμενον θέσπισσα προάγγελα χείλεα λύσας. ὑμῖν δʼ οὐκέτι πολλὰ διίξομαι· ἀπροϊδὴς γὰρ ἀενάου κόσμοιο φανήσεται ἀρχὸς ἀγήνωρ. ἔρχεται οὐδὲν ἔχων ἐν ἐμοὶ μέρος, ἀλλʼ ἵνα μοῦνον μάρτυς ἐμὸς φράσσαιτο δαήμονι κόσμος ἀκουῇ, ὡς φιλέω γενετῆρα καὶ ὡς πεφυλαγμένα ῥέζω, ὅσσα κυβερνητῆρι πατὴρ ἐπετέλλετο μύθῳ. στῆτε καὶ ἴομεν ἔνθεν.
15
Ἐγὼ παλιναυξέι κόσμῳ ζωῆς ἄμπελός εἰμι, πατὴρ δʼ ἐμός ἐστιν ἁλωεύς. κλῆμα δὲ καλλιπέτηλον, ὃ μὴ μάθε βότρυν ἀέξειν, τοῦτο διατμήγει, τὸ δὲ ποικίλον οἴνοπι καρπῷ γειοπόνος βιότοιο πατὴρ ἐμὸς οἶδε καθαίρειν, ἀρτιφύτοις πετάλοις ἵνα μείζονα καρπὸν ἀέξῃ. νῦν καθαροὶ διὰ μῦθον, ὃν ἔννεπον, ἐστὲ καὶ αὐτοί· μίμνετε συμπεφυῶτες ἐμῷ παλιναυξέι θάμνῳ, μίμνετε συμπεφυῶτες ἐμοί, βλαστήματα κόσμου.
15·2
ἡμερίδων ὡς κλῆμα δυνήσεται οὔποτε τίκτειν, εἰ μὴ ἐν ἀμπελόεντι φυτῷ δενδρούμενον εἴη, βοτρυόεν μίμημα πολυπτόρθοιο κορύμβου, εἰ μὴ συμπεφυῶτες ἐμοὶ μίμνητε καὶ αὐτοί, ὑμέας οὐ σθένος ἐστὶ θεουδέα καρπὸν ἀέξειν. ἄμπελος αὐδήεσσα πέλω, καὶ ὁμόζυγες ὑμεῖς κλήματα φωνήεντα σοφῷ βεβριθότα καρπῷ· πᾶς βροτὸς ἐμπεδόμητις ὁμόπλοκος εἰς ἐμὲ μίμνων οὗτος ἀναλδαίνει θεοτερπέα μείζονι μέτρῳ καρπὸν ἀεὶ θαλέθοντα καὶ οὐ μινύθουσαν ὀπώρην.
15·3
εἰ δέ τις ἡμετέροισιν ἐν ἔρνεσι μηκέτι μίμνων ἀμπελόεν μίμημα χυτῇ χθονὶ βάλλεται ἔξω ἡμερίδων ὡς κλῆμα· καὶ ἐκταδὸν ὑψόθι γαίης κείμενος ἀζαλέῳ ξηραίνεται ἶσα κορύμβῳ· καί μιν ἀναλλέξαντες ἔσω βάλλουσι καμίνου αἰθέριοι δρηστῆρες· ὃ δὲ φλογέῳ πυρὸς ἀτμῷ καίεται ἀμπελόεντας ἐμοὺς ὄρπηκας ἐάσας. εἰ δʼ ἐν ἐμοὶ μίμνητε, καὶ ἡμετέρης ῥόος αὐδῆς ὑμέας ἀρδεύων ὑποκάρδιος ἔμπεδος εἴη, ὅσσα λαβεῖν ἐθέλητε καὶ αἰτίζοιτε τοκῆα, ὑμῖν εἰν ἑνὶ πάντα τελείεται. ἀμφὶ δὲ τούτῳ ἡμέτερος γενέτης ὑψίζυγον ἔλλαχε τιμήν, ὑμεῖς ὄφρα φέρητε θεοῦ ζωαρκέι μύθῳ πίστιος ἔμφρονα καρπόν, ἐμοὶ δʼ ἔσσεσθε μαθηταὶ ἤθεσιν ἀτρέπτοισιν ἀληθέες. ὑψινεφὴς δὲ
15·4
ὥς με πατὴρ ἐφίλησεν ἀλωφήτῳ τινὶ θεσμῷ, ὑμέας ὣς ἀγάπαζον· ἐμῷ δʼ ἐπιμίμνετε φίλτρῳ· αἴ κεν ἀκοιμήτοισιν ἐμὸς λόγος οὔατα δύνων ὑμετέραις πραπίδεσσιν ἀεὶ φρουρούμενος εἴη, δεσμὸν ἐμῆς φιλότητος ὑπὸ φρένας αἰὲν ἀέξει ὡς καὶ ἐγὼ γενετῆρος ἀμεμφέα θεσμὰ φυλάσσων πατρῴης ἀγάπης ἀπονήμενος εἰςέτι μίμνω. ὑμῖν δʼ ἔμπεδα ταῦτα φίλα φρονέων ἀγορεύω, ὑμείων ἵνα χάρμα πέλοι καὶ πᾶσιν ἐν ὑμῖν χάρμα πολυσφρήγιστον ἐμὸν τετελεσμένον εἴη.
15·5
ἀπλανέος σοφὸς οὗτος ἐμῆς ὅρος ἐστὶν ἐφετμῆς, ἀλλήλους ἵνα πάντες ἀεὶ φιλέοιτε καὶ ὑμεῖς, (δεσμὸν ἐς ἀλλήλους φιλίης ἀλύτοιο φυλάσσειν), ὑμέας ὣς ἀγάπαζον· ἐγὼ δʼ ἄρα μείζονα ταύτης τοσσατίης ἀγάπης ἑτέρην οὐκ οἶδα νοῆσαι, λύτρον ἑῶν ἑτάρων ζωάγριον ὄφρα τις αὐτὴν ψυχὴν πασιμέλουσαν ἀλεξήτειραν ὀπάσσῃ. ὑμεῖς εἰν ἑνὶ πάντες ἐμοὶ φίλοι, αἴ κεν ἐφετμὰς ἡμετέρας τελέσητε βιαρκέας, ἃς ἐπιτέλλω.
15·6
ὑμέας οὐκέτι πάντας ἐμοὺς θεράποντας ἐνίψω· δοῦλος ἀνὴρ οὐκ οἶδε, τί κοίρανος ἔργον ὑφαίνει, δοῦλος ἀνὴρ οὐκ οἶδεν· ἐμοὺς δʼ ὀνόμαινον ἑταίρους ὑμέας· ὅσσα γὰρ αὐτὸς ἐπουρανίης ἀπὸ φωνῆς ἔκλυον ἡμετέροιο φιλοστόργοιο τοκῆος, ὑμῖν πᾶσιν ἔφηνα· καὶ οὐ βροτέῃ με μενοινῇ ὑμεῖς ἐξελέγεσθε· διακρίνων δὲ μαθητὰς ὑμέας ἐκ πολέων νοερῇ φρενὶ πάντας ἐδέγμην πιστοτέρους καὶ ἔθηκα συνήλυδας, ὄφρα μολόντες καρπὸν ἀεξήσητε, καὶ ὑμείων σπόρος εἴη κάρπιμος εἰς αἰῶνα. καὶ ἱκεσίῳ τινὶ μύθῳ ὅττι κεν αἰτίζοιτε παρʼ ὑψίστου βασιλῆος οὔνομα κικλήσκοντες ἐμόν, ξύμπαντα τελέσσω. ταῦτα θεοπροπέων ἐπιτέλλομαι ἔμφρονι μύθῳ, δεσμὸν ἐς ἀλλήλους φιλίης ἀλύτοιο φυλάσσειν. ὑμέας εἰ στυγέῃ σφαλερῇ φρενὶ κόσμος ἀγήνωρ,
15·7
τοῦτο χαμαιγενέων γινώσκετε μάρτυρες ἔργων, ὑμείων ὅτι μᾶλλον ἐπεςβολίῃσιν ἐλέγχων πρῶτον ἐμὲ στυγέεσκε· καὶ εἰ χθονίων τύπον ἀνδρῶν ἦθος ἀλιτροβίοιο βιοπλανὲς εἴχετε κόσμου, ὑμέας ὡς ἰδίους ἑταρίζετο κόσμος ἀλήτης· ἀλλʼ ἐπεὶ ἀμπλακίην βροτέης οὐκ ἴστε γενέθλης καὶ σκολιὰς κόσμοιο μεληδόνας, ἀφραδέος δὲ ὑμέας ἐκ κόσμοιο νοήμονας αὐτὸς ἐδέγμην, ὡς νόθον, ἀνδρομέης οὐ γνήσιον αἷμα γενέθλης ὑμέας ἔστυγε κόσμος. ἐν ἀτρέπτῳ δὲ μενοινῇ ἡμετέρου μέμνησθε σαόφρονος εἰςέτι μύθου·
15·8
δοῦλος ἀνὴρ οὐκ ἔστιν ἑοῦ βασιλῆος ἀρείων· οὐδέ τινος πέμψαντος ἀπόστολος ἔπλετο μείζων· εἰ βροτέη με δίωκεν ἀπειλήτειρα γενέθλη, ἐξελάσει μετόπισθε καὶ ὑμέας. εἰ δὲ καὶ αὐτὸν μῦθον ἐμὸν πραπίδων φρουρούμενον ἔνδοθι κεύθει, καὶ λόγον ὑμείων κραδίης ἔντοσθε φυλάξει. ταῦτα δὲ πιστὸν ἐμεῖο διʼ οὔνομα φῶτες ἀλιτροὶ ζηλομανεῖς τελέσουσιν ἐς ὑμέας· ἀμφοτέρους γὰρ οὔτε με γινώσκουσι καὶ οὐ πέμψαντα τοκῆα. εἰ μὴ πατρὸς ἵκανον ἐγὼ ζωαρκέι πομπῇ πᾶσι θεουδείης ἐνέπων ὁδόν, οὐκ ἂν ἐκεῖνοι εἶχον ἀλιτροσύνην νεμεσήμονα· νῦν δὲ μαθόντες οὐ πρόφασιν μεθέπουσιν ἐλεύθερον ἄφρονος ἄτης.
15·9
εἰ μὴ ἐγὼ κάμον ἔργα, τὰ μὴ μάθεν ἄλλος ἀνύσσαι, αὐτῶν δερκομένων, ὅτε μάρτυρες ἦσαν ὀπωπαί, οὐκ ἂν ἀτασθαλίης ποινήτορας εἶχον ἀμοιβάς. νῦν δὲ καὶ εἰςορόωσι καὶ ἀμφοτέρους ἑνὶ θεσμῷ αὐτὸν ἐμὲ στυγέουσι καὶ ὑψιμέδοντα τοκῆα. ἀλλὰ νόμου γραφικοῖο τόπερ φάτο θέσκελος ὀμφὴ ἀνέρος εὐφόρμιγγος, ὅπως τετελεσμένον εἴη· προικὸς ἐμὲ στυγέεσκον. ἐπὴν δʼ ἐπιδήμιον ἔλθῃ πνεῦμα θεοῦ νοεροῖο διορνύμενον γενετῆρος, πνεῦμα τόπερ παρὰ πατρὸς ἐς ὑμέας αὐτὸς ἰάλλω, πολλά με κηρύξειε παρʼ ἀνδράσι· πολλὰ καὶ ὑμεῖς ἀμφʼ ἐμέθεν φθέγγεσθε δαήμονι μάρτυρι μύθῳ·
15·10
καὶ γὰρ ἐμοὶ παρεόντες ὁμόφρονές ἐστε μαθηταὶ ἐξ ἀρχῆς γεγαῶτες ὅλων θηήτορες ἔργων·
Ὑμῖν δʼ ἔμπεδα ταῦτα προθεσπίζων ἀγορεύω, μὴ θρασὺς οἶστρος ἄπιστος ἐς ὑμετέρην φρένα βαίνῃ· ὑμέας ἐξελάσουσι θεοκλήτοιο μελάθρου· ἀλλὰ ταχὺς χρόνος οὗτος, ὅτε φρεσὶ πᾶς βροτὸς ἀνήρ, ὑμέας ὃς κτείνειεν ἀλοιητῆρι σιδήρῳ, δουλοσύνην ἔλποιτο θεῷ φιλέοντι τελέσσαι ἄνδρα θυηπολέων βοέης μίμημα γενέθλης, ἰσάζων θυέεσσι βοῶν φθισήνορα λοιβήν. καὶ τὰ μὲν οἰστρηθέντες ἀμερσινόῳ τινὶ λύσσῃ δυςσεβέες τελέσουσιν ἐς ὑμέας· οὐδὲ γὰρ αὐτοὶ υἱέα γινώσκουσι καὶ ὑψιμέδοντα τοκῆα. ἀλλὰ τὰ μὲν ξύμπαντα προέννεπον, ὄφρα κεν αὐτῶν, ὄψιμος ἀγχιτέλεστος ὅτε χρόνος ὥριος ἔλθῃ, ἡμετέρων μνήσησθε προάγγελα θέσφατα μύθων.
16·2
ταῦτα δὲ μυθοτόκου κραδίης κεκαλυμμένα σιγῇ ἐξ ἀρχῆς νοέων οὐκ ἔννεπον εἰςέτι μίμνων ὑμείων ὁμόφοιτος ἐπὶ χθονί· νῦν δὲ τοκῆι ἵξομαι ὀψικέλευθος ἐς αἰθέρα γαῖαν ἐάσας· οὐδέ τις ὑμείων με παραδρήσσων ἐρεείνει· κοίρανε, πῆ σπεύδεις; τίνα μοι, τίνα χῶρον ἱκάνεις; ἀλλʼ ὑμῖν ὅτι ταῦτα διήιον, ἠνίδε πολλὴ ὑμετέρην ἔπλησεν ὅλην φρένα πενθὰς ἀνίη. ἀτρεκίην δʼ ἀγόρευον ἀμεμφέα· τηλεφανῆ δὲ ὑμῖν λώιόν ἐστιν ἐς οὐρανὸν ὄφρα περήσω.
16·3
εἰ μὴ γὰρ παλίνορσος ἐς αἰθέρα νόστιμος ἔλθω, πνεῦμα θεοῦ ζώοντος ἐς ὑμέας οὔποτε βαίνει. ἢν δὲ μόλω, μετὰ γαῖαν ἀπʼ αἰθέρος αὐτὸς ἰάλλω. ἐλθὼν δʼ ἐνθάδε κεῖνος ἀπειθέα κόσμον ἐλέγξει εἵνεκα δυςσεβίης ἀλιτήμονος, ἀλλὰ καὶ αὐτῆς ἀμφὶ δικαιοσύνης καὶ κρίσιος. ἀμπλακίης μέν, ὅττι κεν εἰς ἐμὲ πάντες ἀπειθέες· εὐσεβέος δὲ ἀμφὶ δικαιοσύνης, ὅτι νόστιμος εἶμι τοκῆι, οὐδέ με θηήσεσθε συνέστιον εἰςέτι φωτῶν. εἵνεκα δὲ κρίσιος ποινήτορος, οὕνεκα κόσμου κέκριται ἀενάοιο πολύτροπος ἀρχὸς ἀγήνωρ. πολλὰ δʼ ἔχων ἐνέπειν ἀναδύομαι. οὐ γὰρ ἀκούειν πλείονος ἄρτι δύνασθε. παράκλητος δʼ ὅταν ἔλθῃ, πάντα κυβερνήσειεν· ἀληθείῃ δʼ ἐνὶ πάσῃ ὑμείων ὀχετηγὸς ἐς ἀτραπὸν ἡγεμονεύσει·
16·4
οὐδὲ γὰρ αὐτοκέλευστος, ἀνήκοος οὐδὲν ἐνίψει, ἀλλʼ ὅπερ εἰςαΐει, καὶ φθέγγεται. ἐσσομένων δὲ ὑμῖν εἰν ἑνὶ πᾶσι προθεσπίζει τέλος ἔργων. οὗτος ἰὼν παρὰ πατρὸς ἀνυψώσει με γεραίρων, ὅττι κεν ἡμετέροιο δεδεγμένος ἐκ γενετῆρος ὑμῖν συμμιγέεσσι προώρια θέσφατα φαίνει, ὅσσα περ ἔσσεται ὔμμι. καὶ ἀρχεγόνῳ τινὶ θεσμῷ κλῆρος ἐμὸς πέλε πάντα, πατὴρ ἐμὸς ὅσσα κομίζει· οὗ χάριν ὔμμιν ἔειπον, ὅτι ζαθέοιο τοκῆος δέγμενος ἡμετέροιο προαγγέλλει τέλος ἔργων.
16·5
βαιὸς ἔτι χρόνος ἐστὶ λελειμμένος, εὖτέ με κόσμου οὐκέτι θηήσεσθε συνέμπορον· ἀγχιφανὴς δὲ λείπεται εἰςέτι βαιὸς ἕλιξ χρόνος, εὖτέ με μοῦνοι ἔμπαλιν ἀθρήσητε, καὶ αἰθερίων ἐπὶ κόλπων ἵξομαι εἰς γενετῆρα. καὶ ἐφθέγγοντο μαθηταὶ μῦθον ὑποκλέπτοντες ἔσω φρενὸς ἔγκυον αὐδῆς, γλώσσης ἀγχικέλευθον, ἁμιλλητῆρα σιωπῆς· τίς τελέθει λόγος οὗτος, ὃν ἔννεπεν· ὡς ἔτι βαιός, βαιὸς ἔτι χρόνος ἐστὶ λελειμμένος, εὖτέ με κόσμου οὐκέτι θηήσεσθε συνέμπορον· ἀγχιφανὴς δὲ
16·6
λείπεται εἰςέτι βαιὸς ἕλιξ χρόνος, εὖτέ με μοῦνοι ἔμπαλιν ἀθρήσητε, καὶ ἵξομαι εἰς γενετῆρα; Ἰησοῦς δʼ ἐτάρων δεδαημένος αἰόλον ἦθος, ὅττι συνεφθέγγοντο καὶ ἤθελον ἐξερεείνειν, προφθαδίην ἀγόρευε περισσονόοισι μαθηταῖς· τίπτε μετʼ ἀλλήλων μαστεύετε γείτονι φωνῇ, εἰ μετὰ βαιὸν ἔειπον ἀπὸ βλεφάρων μεταβαίνω, καὶ πάλιν εἰςέτι βαιὸν ἐςαθρήσητε φανέντα; ὅρκιον ἐμπεδόμυθον ἀμήν, ἀμὴν ἀγορεύω· κλαύσετε καὶ θρήνους ἐπαείσετε. λυσσαλέος δὲ
16·7
κόσμος ἐπʼ οὐχ ὁσίοισι χαρήσεται· ἀλλὰ καὶ αὖτις πένθιμος ὑμετέρης μετανείσσεται οἶστρος ἀνίης· ὅττι γυνὴ βαρύφορτος ἄχος περὶ θυμὸν ἑλίσσει, ὀξυτέροις βελέεσσιν ἱμασσομένη τοκετοῖο· — ὥρην γὰρ τρομέει βαρυώδυνον—ἢν δὲ λοχεύσῃ, δριμὺ πεπαινομένης ἀποσείεται ἄχθος ἀνίης καὶ προτέρης ὀδύνης οὐ μνώεται, ὅττι καὶ ἄλλος ἀρτιφανὴς βλάστησεν ἀνὴρ παλιναυξέι κόσμῳ. ἀγχιτόκου μίμημα λεχωίδος ἄρτι καὶ ὑμεῖς πρῶτα μὲν ἀγρύπνοισιν ἀμύξετε θυμὸν ἀνίαις·
16·8
ἀλλά που ἀθρήσω πάλιν ὑμέας· ὑμετέρη δὲ γηθήσει κραδίη παλινάγρετος· ὀψιφανὲς δὲ χάρμα παρʼ ὑμείων ἀμετάτροπον οὔτις ἀμέρσει εἰς χρόνον οὐ λήγοντα· καὶ ὡς πάρος ἤματι κείνῳ οὐδὲν ἔτι προτέρων με σοφῷ προςπτύσσετε μύθῳ· ὅσσα γὰρ αἰτίζητε θεοκλήτῳ τινὶ φωνῇ, ἔσσεται ἔμπεδα ταῦτα χαριζομένοιο τοκῆος. μέχρι δὲ νῦν οὔπω βιοτήσιον ἔργον ἀνύσσαι πατρόθεν ᾐτήσασθε φίλον γέρας· ἀλλὰ τελέσσαι ἄρτι πάλιν λίσσεσθε, καὶ ὑμέας ὁππόσα θέλγει, πάντα παρʼ ὑψιμέδοντος ἐμοῦ δέξησθε τοκῆος.
16·9
νῦν σκολιοῖς ἐπέεσσι παραβλήδην ἀγορεύω· ἤδη δʼ ἀγχιτέλεστος ἐλεύσεται ἔνθεος ὥρη, ἀμφαδίην ὅτε πάντα θεοῦ παρὰ πατρὸς ἀκούσας ἵξομαι ἀγγέλλων ἑτερότροπα λευκάδι φωνῇ μύθων ὀρθὰ κέλευθα καὶ οὐκέτι δόχμιον ὀμφήν. καὶ θεὸν αἰτήσοιτε πολύλλιτον ἤματι κείνῳ εὐχωλαῖς ὁσίῃσι· καὶ οὐκέτι τοῦτον ἐνίψω ὡς πάρος ἠθάδα μῦθον· ἐμὸν ζώοντα τοκῆα εἵνεκεν ὑμείων μειλίξομαι· ὑψιμέδων γὰρ ἀντίτυπον πόθον ἁγνὸν ἐμοῖς φίλτροισι φυλάσσων ὑμέας αὐτοκέλευστος ἐμὸς γενέτης ἀγαπάζει, ὅττι θεοῦ λόγον υἷα σοφῷ καὶ ὁμόφρονι δεσμῷ θέσκελον εἰς ἐμὲ φίλτρον ἐπιστώσασθε καὶ ὑμεῖς ἤθεσιν ἀπλανέεσσιν· ἐπεφράσσασθε δὲ θυμῷ, ὅττι φερεζώοιο θεοῦ παρὰ πατρὸς ἱκάνω. ἦλθον ἐγὼ παρὰ πατρός, ἐφωμίλησα δὲ κόσμῳ, καὶ πάλιν ἀμπλακίης ἐγκύμονα κόσμον ἐάσω, καὶ ταχὺς ἵξομαι αὖτις ἐμῷ πέμψαντι τοκῆι.
16·10
καί οἱ πάντα μαθόντες ἐπεφθέγξαντο μαθηταί· ἀμφαδὰ νῦν λαλέεις, οὐ φθέγγεαι ὄργια μύθων λοξὰ παρατροπέων ἑτέρης ἐπιδευέα φωνῆς. νῦν ἄρα, νῦν ἐδάημεν, ὅτι βροτέης ἀπὸ φωνῆς — — — — — — — — — — οὐ χατέεις, ἵνα τίς σε παραφθάσσας ἐρεείνῃ. οὗ χάριν ἀσφαλέως γινώσκομεν, ὅττι σὺ κόσμῳ Χριστὸς ἐπουρανίοιο θεοῦ γόνος αὐτὸς ἱκάνεις. Ἰησοῦς δʼ ἀπάμειπτο προθεσπίζων τέλος ἔργων· ἄρτι μεταστρεφθέντες ἐμῷ πιστεύετε μύθῳ· ἐγγύθι δὲ χρόνος οὗτος, ὅτε σκίδνασθε φυγόντες εἰς ἑὸν οἶκον ἕκαστος ἀπόσσυτος ἄλλος ἐπʼ ἄλλῳ, μοῦνον ἐμὲ προλιπόντες· ἐγὼ δʼ ὅτε λαὸς ἱκάνει δήιος, οὐ μόνος εἰμί, καὶ εἰ φεύγουσι μαθηταί· ἀλλὰ μένων μετʼ ἐμεῖο πατὴρ ἐμὸς οὔποτε λήγει. ἀλλὰ τάδε ξύμπαντα διήιον, ὄφρα κεν αἰεὶ εἰρήνην ἀτίνακτον ἐμοὶ σπεύσητε φυλάσσειν εἰς χρόνον οὐ λήγοντα. πολυφλοίσβῳ δʼ ἐνὶ κόσμῳ θλιβόμενοι τρύχεσθε μεληδόσιν· ἀλλὰ καμόντες θαρσαλέοι γίνεσθε, βροτῶν ὅτι μείζονα ῥέξω
Καὶ αὐτίκα τοῦτο βοήσας εἰς πόλον ὄμμα τίταινεν, ἑῷ δʼ ἰάχησε τοκῆι· υἷα πάλιν κύδαινε τεόν, πάτερ, ὡς πόρες αὐτῷ σαρκὸς ὅλης βροτέης πρυμνήσιον ἡνιοχεύειν· βούλομαι εἰν ἑνὶ πάντας, ὅσους πάρος ὤπασας αὐτός, ζωὴν θεσπεσίην αἰώνιον ἀμφιπολεύειν, ὄφρα σε γινώσκωσι θεὸν μόνον ἐλπίδα κόσμου, καὶ τεόν, ὃν προέηκας ἐπὶ χθόνα, Χριστὸν Ἰησοῦν. αὐτὸς ἐγώ σε γέραιρον ἐπὶ χθονὸς ἔργον ἀνύσσας, νεύμασιν ὑμετέροισι τό μοι πόρες, ὄφρα τελέσσω. καὶ σύ με νῦν κύδαινε τεῇ, πάτερ, ἠθάδι τιμῇ, ἣν παρά σοι πάρος εἶχον, ὅτε ζαθέῳ σέο μύθῳ οὔπω κτιζομένοιο θεμείλια πήγνυτο κόσμου.
17·2
οὔνομα σὸν κήρυξα παρʼ ἀνδράσιν, οὓς ἀπὸ κόσμου υἱέι σῷ παρέδωκας, ἀφεγγέος ὄμματι κόσμου· ὑμέτεροι γεγάασι, σὺ δὲ σφέας ἡνιοχεύειν δῶκας ἐμοί, καὶ πιστὸν ἐν ἀτρέπτῳ τινὶ θεσμῷ μῦθον σεῖο φύλαξαν. ἐπεφράσσαντο δὲ θυμῷ, ἐκ σέθεν ὡς πέλε πάντα, τά μοι πόρες· ὅττι περ αὐτοῖς μύθους σοὺς παρέδωκα βιαρκέας· ἀσπάσιοι δὲ σὸν λόγον ἰθυντῆρα νόῳ δέξαντο καὶ αὐτοὶ καὶ μάθον, ὡς παρὰ σεῖο προήλυθον, ὑμέτερον δὲ μῦθον ἀσυλήτοισιν ἐπιστώσαντο μενοιναῖς, ὅττι σύ με προέηκας ἐπὶ χθόνα. νῦν χάριν αὐτῶν ἀπλανέων, οὐ παντὸς ἀλήμονος εἵνεκα κόσμου,
17·3
ὦ πάτερ, αἰτίζων σε διείρομαι, ἀμφὶ δὲ τούτων, οὓς πόρες υἱέι σεῖο· τεοὶ πέλον· ἀμφότερον δὲ, ὅσσα φέρεις, ἐμὰ πάντα, καὶ ἔμπαλιν ὅσσα κομίζω, πάντα σέθεν γεγάασιν· ἐγὼ δʼ ἐνὶ τοῖσιν ἑταίροις σύνδρομον εἰς χθόνα πᾶσαν ἔχω παλιναυξέα τιμήν. κόσμῳ δʼ οἱ μὲν ἔασιν, ἐγὼ δʼ ἄρα γαῖαν ἐάσας πρός σε, πάτερ, παλίνορσος ἐλεύσομαι· ἀλλὰ μαθητὰς ἡμετέρους σὺ φύλαξον ὁμόφρονας ἔκτοθεν ἄτης δαίμονος ἀντιπάλοιο προασπιστῆρας ἱμάσθλης. ἁγνὲ πάτερ, σὺ φύλαξον ὁμόφρονας, ὄφρα καὶ αὐτοί, πάντες ἓν ὄφρα πέλοιεν ὁμόζυγες οἷά περ ἡμεῖς. ἀγχιφανὴς ὅτε τοῖσιν ὁμίλεον ἔνδοθι κόσμου, αὐτὸς ὅλους ἐφύλασσον ἀπήμονας· οὐδέ τις αὐτῶν ὤλετο δυςσεβίης σφαλερῷ δεδονημένος οἴστρῳ, εἰ μὴ δαιμονίου φθισήνορος υἱὸς ὀλέθρου,
17·4
ὄφρα νόμου γραφικοῖο λόγος τετελεσμένος εἴη. νῦν δέ, πάτερ, μετὰ γαῖαν ὑπότροπος εἰς σὲ περήσω, καὶ τάδε σφι ξύμπαντα διήιον, ὄφρα κεν αἰεὶ ξυνὸν χάρμα φέροιεν ἐμοῖς τετελεσμένον ἔργοις. καί σφισι θεῖον ὄπασσα τεὸν λόγον· ἀλλὰ μεγαίρων· αὐτοὺς ἔστυγε κόσμος, ὅτι ζαθέου γενετῆρος γνήσιοι αἰθέρος εἰσί, νόθοι κόσμοιο πολῖται, ὡς καὶ ἐγὼ κόσμοιο πέλω ξένος· οὐ βροτέης γὰρ εἰμὶ τελεσσιγάμοιο γονῆς χθονός· οὔ τινι μύθῳ, ὦ πάτερ, αἰτίζω σε, μετάτροπον ἐσμὸν ἑταίρων ὄφρα μεταστήσειας ἀτέρμονος ἔκτοθι κόσμου, ἀλλʼ ἵνα μιν βλεφάροισιν ἀκοιμήτοισι φυλάξῃς δαίμονος ἀρχεκάκοιο δυςαντήτων ἀπὸ δεσμῶν. σοῖς ζαθέοις ἐπέεσσιν ἐμοὺς ἁγίαζε μαθητὰς πάντας ἀληθείης νοεραῖς ἀκτῖσι καθαίρων·
17·5
ἀτρεκίη σέο μῦθος· ὁμοζυγέων δʼ ὑπὲρ αὐτῶν αὐτὸν ἐμὲ πρώτιστον ἐμῶν ἑτάρων ἁγιάζω, ὄφρα κε φαιδρύνοιντο τεῷ ζωαρκέι μύθῳ καὶ καθαροὶ τελέθοιεν ἀληθείης ἁγιασμῷ πνευματικῷ πυρὶ γυῖα λελουμένοι. οὐχ ὑπὲρ αὐτῶν μούνων ὑμετέρην δέχομαι χάριν, ἀμφὶ δὲ πάντων, ὅσσοι λύσσαν ἄπιστον ἀπορρίψαντες ἀήταις ὀρθὴν πίστιν ἔχουσιν ἐμῶν διὰ μῦθον ἑταίρων, πάντες ἓν ὄφρα πέλοιεν ὁμόζυγες, οἷά περ ἡμεῖς σύζυγες ἓν μόνον ἐσμὲν ἐν ἀλλήλοισιν ἐόντες, ὡς ἐν ἐμοὶ τελέθεις, καὶ ἐγώ, πάτερ, ἔν σοι ὑπάρχω, σύζυγες ἀλλήλοισιν ἀρηρότες, ὄφρα καὶ αὐτοὶ ἡμῖν πάντες ἔωσιν ὁμόζυγες ἐκγεγαῶτες,
17·6
κόσμος ἵνα γνοίη πολυμήχανος, ὅττι με κόσμῳ ἀνδρομέης προέηκας ὅλης ῥυτῆρα γενέθλης. καί σφισι κῦδος ὄπασσα, τό μοι πόρες, ὥς κεν ἐν ἡμῖν πάντες ὁμοζυγέες τετελεσμένοι ὦσι, καὶ αὐτοὶ ἡμῖν ὄφρα γένοιντο συνήλυδες ἐκγεγαῶτες· ὄφρα σὺ μὲν τελέθεις ἐν ἐμοί, πάτερ, ὄφρα καὶ αὐτὸς ξυνὸς ὅλοις ἑτάροισιν ἐγὼ πεφορημένος εἴην· κόσμος ἵνα γνοίη βαρυκάρδιος ἴδμονι θυμῷ, ὅττι σύ με προέηκας ἀρηγόνα μάρτυρι κόσμῳ, ἀνδρομέου βιότοιο λυτήριον, ὅττι καὶ αὐτοὺς ὡς τεὸν υἷα φίλησας, ἐμοὺς ἑτάρους ἀγαπάζεις. βούλομαι, οὓς πόρες αὐτὸς ἐμοί, πάτερ, ὄφρα καὶ αὐτοὶ ᾗχι πέλω, μίμνωσιν, ἵνα βροτέῃσιν ὀπωπαῖς πάντες ἐςαθρήσωσιν ἐμὴν ὑψίθρονον ἀρχήν.
17·7
ἀνδρομέοιο δίκαιε πάτερ, βιότοιο σαωτήρ· οὔ σε, πάτερ, μάθε κόσμος· ἐγὼ δέ σε σύμφυτος ἔγνων. καί σε σοφὸς χορὸς οὗτος ἐμῶν δεδάηκεν ἑταίρων ἤθεσιν εὐσεβέεσσιν, ὅτι σφίσιν ὄργια μύθων ὑμετέρων ἀνέφηνα· καὶ ἔμπαλιν εἰςέτι δείξω, ὄφρα σε γινώσκωσι πολὺ πλέον, ὥς κεν ἐν αὐτοῖς θεσμὸς ἐμῆς ἀγάπης καὶ ἐγὼ πεφορημένος εἴην.
Ὣς φάμενος τάδε πάντα διέστιχεν ἔμφρονι ταρσῷ πέζαν ἐς ἀντιπέραιαν, ἐυπρήων ὅθι Κεδρὼν οἴδματι λυσσήεντι κυλίνδεται, ὄμβρος ἀλήτης, οἰδαίνων βαθὺ χεῦμα χαραδραίου ποταμοῖο· ἀγχιφανὴς ὅθι κῆπος ἐύχλοος, ὃν παραμείβων κοίρανος ἔνδον ἵκανεν ἐθήμονος οἷά τε βαίνων φυταλιὴν εὔοδμον ἀειθαλέος παραδείσου. καὶ θρασὺς ᾔδεε κεῖνο φυτηκόμον ἄλσος Ἰούδας, Χριστὸς ὅτι σκιόεσσαν ἐρημάδα πέζαν ὁδεύων πολλάκι χῶρον ἐκεῖνον ἐςήλυθε· κεῖθι καὶ αὐτῶν σύννομος ἀγρομένων αὐλίζετο λαὸς ἑταίρων. καὶ στρατὸν ἀσπιστῆρα δεδεγμένος ἀρχιερήων καὶ πολὺν οἰστρήεντα παρʼ ἀρχεκάκων Φαρισαίων σύνδρομον ἄλλον ἔχων κορυνηφόρον ἐσμὸν ὁδίτην ἤλυθεν ἀλλοπρόςαλλος ἐς ἠθάδα κῆπον Ἰούδας τεύχεα καὶ λαμπτῆρας ἔχων· καὶ ὁμόστολος ἀνὴρ χερσὶ πολυσπερέεσσι μετάρσιον ἄλλος ἐπʼ ἄλλῳ λύχνων ἐνδομύχων ἀνεμοσκεπὲς ἄγγος ἀείρων, ἄγγος, ὅπερ δονάκεσσιν ἀμοιβαίοισι συνάπτων
18·2
πυκνὰ μεριζομένοισι γέρων κυκλώσασο τέκτων ἀστερόεν μίμημα καὶ εἴκελον ὀξέι δίσκῳ· μεσσοφανὴς ὅθι λύχνος ὁμοζυγέος διὰ κόλπου ὀξὺ φάος πολυωπὸν ὑπὸ σκέπας ἔκτοθι πέμπων, ἀκροφανὲς σελάγιζε πολυσχιδὲς ἁλλόμενον πῦρ. Ἰησοῦς δʼ ἀδίδακτος ἰδὼν μέλλουσαν ἀνάγκην, ἄτρομος, αὐτοκέλευστος ἀνέδραμε κῆπον ἐάσας· καὶ στρατιὴν ἐρέεινε σακέσπαλον ὀξέι μύθῳ· ποῖον ἀνιχνεύοντες ἱκάνετε φῶτα πιέζειν;
18·3
Ἰησοῦν δʼ ἀπάμειπτο σιδηροφόρων στρατὸς ἀνδρῶν· Ναζαρὲθ ναέτην διζήμεθα πάντες Ἰησοῦν. — — — — — — — — — — — — — — — — — — — — καὶ θρασὺς ἀντιβίοισι παρίστατο πομπὸς Ἰούδας, ὅς μιν ἀφαυροτάτοιο μινυνθαδίου χάριν ὄλβου υἷα θεοῦ παρέδωκεν ἀτέρμονος ἐλπίδα κόσμου, υἷα θεοῦ παρέδωκε. καὶ ὡς ἐφθέγξατο λαῷ ἁβροχίτων, ἀσίδηρος ἄναξ ῥηξήνορι φωνῇ· Ναζαρὲθ ναέτης τελέθω Γαλιλαῖος Ἰησοῦς·
18·4
πάντες ἐπʼ ἀλλήλοισι μαχήμονες ἀσπιδιῶται αὐτόματοι πίπτοντες ἐπεστόρνυντο κονίῃ πρηνέες, οἰστρηθέντες ἀτευχέι λαίλαπι φωνῆς. Ἰησοῦς δʼ ἐρέεινε τὸ δεύτερον ἔμφρονι μύθῳ· ποῖον ὁμηγερέες μαστεύετε φῶτα πιέζειν; δυςμενέες δʼ ἰάχησαν ἀμοιβαίῳ τινὶ μύθῳ· Ναζαρὲθ ναέτην διζήμεθα Χριστὸν Ἰησοῦν. Ἰησοῦς δʼ ἀγόρευεν ἀδειμάντῳ τινὶ φωνῇ· Ἰησοῦς Γαλιλαῖος ἐγὼ πέλον. εἰ δέ με μοῦνον ἤλθετε μαστεύοντες, ὑπότροπον οἴκαδε βαίνειν τοῦτον ἐμῶν ἄψαυστον ἐάσατε λαὸν ἑταίρων, ὄφρα κεν ἀστυφέλικτον ἔπος τετελεσμένον εἴη, Χριστὸς ὅπερ πάρος εἶπεν ἑῷ ζώοντι τοκῆι·
18·5
τούτων οὐδὲν ὄλωλε, τά μοι πόρες. ἀγχιφανὴς δὲ Σίμων ἆορ ἔχων θρασὺς ἔσπασεν· ἄνδρα δὲ νύξας λάτριν ἀμαιμακέτοιο διάκτορον ἀρχιερῆος δεξιὸν οὖας ἔταμνεν ἀοσσητῆρι σιδήρῳ. καὶ ξίφεϊ πληγέντος ὀπάονος οὔνομα Μάλχου. Ἰησοῦς δʼ ἀνέκοψε φιλήτορι Πέτρον ἰωῇ· λῆγε χόλου κολεῷ τε τίθει ξίφος· ἡμετέρου δὲ οὐ πίομαι γενέταο φίλον δέπας ἡδέι θυμῷ, αὐτὸς ὅπερ μοι ὄπασσε; φύλαξ δʼ ἱεροῖο μελάθρου χιλιάδος ζαθέης στρατιῆς πρόμος, ἀλλὰ καὶ αὐτὸς σὺν προμάχῳ δασπλῆτι φερεσσακέων στρατὸς ἀνδρῶν Χριστὸν ἐπισφίγξαντες ἀμεμφέα νηλέι δεσμῷ ἑσπερίην ἀβόητον ἐποιήσαντο πορείην Ἄννα Χριστὸν ἄγοντες ἐς οἰκίον ἀρχιερῆος. Καϊάφα γὰρ ἔην ἑκυρὸς θρασύς, ὃς πέλε κείνου ἀρχιερεὺς λυκάβαντος, ὃς Ἑβραίῳ ποτὲ λαῷ ζῆλον ἔχων Χριστοῖο θεημάχον ἴαχε φωνήν· καλὸν ὑπὲρ λαοῖο θανεῖν ἕνα, μὴ φθόνος ἕρπων Ἑβραίων ὅλον ἔθνος ἑνὸς χάριν ἀνδρὸς ὀλέσσῃ. Ἰησοῦν δὲ φέροντες ἐπέρρεον ἀσπιδιῶται·
18·6
καί οἱ ὀπισθοκέλευθος ὁμάρτεε τηλόθι Σίμων καὶ νέος ἄλλος ἑταῖρος, ὃς ἰχθυβόλου παρὰ τέχνης γνωτὸς ἐὼν ἀρίδηλος ἐθήμονος ἀρχιερῆος Χριστῷ σύνδρομος ἦλθεν ἔσω θεοδέγμονος αὐλῆς. καὶ βραδὺς αὐτόθι Πέτρος ἐλείπετο νόσφι θυράων. Χριστοῦ δʼ ἄλλος ἑταῖρος ὑπωρόφιον γόνυ πάλλων ἄνθορεν ἐκ μεγάροιο καὶ ἀμφιπόλῳ πυλαωρῷ εἶπε καὶ ἤγαγε Πέτρον ἔσω πολυχανδέος αὐλῆς χειρὸς ἔχων. καὶ δμωὶς ἐπεςβόλος ὄμματι λοξῷ δερκομένη πυλαωρὸς ἀνίαχε γείτονι Πέτρῳ τοῖον ἔπος· μὴ καὶ σὺ πέλεις Χριστοῖο μαθητής; Σίμων δʼ ἀντιάχησε φόβου σημάντορι φωνῇ· ὦ γύναι, οὐ Χριστοῖο συνέμπορός εἰμι μαθητής. συμμιγέες δʼ ἵσταντο διάκτοροι ἀρχιερῆος θῆτες ὁμοῦ καὶ δμῶες· ἐθερμαίνοντο δὲ κύκλῳ ἀνθρακιὴν στορέσαντες. ὑπὸ σπινθῆρι δὲ λεπτῷ πυρσὸν ἄκαπνον ἔχουσα μαραίνετο φειδομένη φλόξ. νὺξ γὰρ ἔην σκοτίη, δυςπέμφελος· ἑσπέριοι δὲ γαῖαν ἐπιψύχοντες ἀνερρίπιζον ἀῆται· δμῶες ὅθεν θάλποντο φίλῳ πυρί. καὶ μέσος αὐτῶν
18·7
ἄψοφος ἵστατο Πέτρος ἔχων ἄγνωστον ὀπωπήν. Ἰησοῦν δʼ ἐρέεινε θυηπόλος ὀξέι μύθῳ Ἄννας εὐρυγένειος ἐθήμονι χειρὸς ἐρωῆ ἄπλοκον ἀμφαφόων κεχαλασμένον ὁλκὸν ὑπήνης ἀμφὶ σοφῶν ἑτάρων, οὓς κοίρανος εἶχε μαθητάς, καὶ διδαχῆς ὁσίης. βριαρῷ δʼ ἀντίαχε μύθῳ Ἰησοῦς ἀδόνητος· ἐγὼ φιλοπευθέι κόσμῳ ἀμφαδίην ὀάριζον ἐν εὐαγέεσσι μελάθροις, αὐταῖς ἐν τριόδοισι θεοκλήτῳ τʼ ἐνὶ νηῷ, ᾗχι πολυσπερέων αὐλίζεται ἔθνεα λαῶν, οὐδὲν ὑποκρυφίῳ λαλέων ληίστορι μύθῳ δειμαλέῳ· τί με ταῦτα διείρεαι; ἠνίδε κύκλῳ οὗτοι πάντες ἔασιν ἐμῆς ἐπιμάρτυρες αὐδῆς· πάντες ἐμῶν δεδάασι νοήματα ποικίλα μύθων, ὅσσα παρʼ Ἑβραίοις ἐφάμην θεοπειθέι λαῷ.
18·8
ταῦτα δέ οἱ λαλέοντι διάκτορος ἄγριος ἀνὴρ τολμηρῇ παλάμῃ ζαθέην ἐπάταξε παρειήν. Ἰησοῦς δʼ ἀγόρευε τανύτριχα λάτριν ἐλέγχων· εἰ θρασὺς ὡμίλησα κακῶς ἀεσίφρονι θυμῷ μάρτυρος ἔσσο κακοῖο τεῇ νεμεσήμονι φωνῇ· εἰ δὲ καλῶς κατέλεξα, τί με πληγῇσι δαμάζεις; Ἄννας μὲν φονίης πεφορημένον εἰς λίνον ἄγρης χεῖρας ὀπισθοτόνους πεπεδημένον ἄζυγι δεσμῷ Ἰησοῦν προέηκεν ἑῷ λυσσώδεϊ γαμβρῷ, ἀρχιερεὺς ἑτέρῳ πεφυλαγμένον ἀρχιερῆι. Σίμων δʼ ἐσχαρεῶνι παριστάμενος καὶ ἀλύων ψυχρὸν ἐπʼ ἀνθρακόεντι δέμας θερμαίνετο πυρσῷ, θαλπόμενον δʼ ἐρέεινον ὀπάονες ἀρχιερῆος ἀλλοφανῆ Σίμωνα νεήλυδα· μὴ σὺ καὶ αὐτὸς ἐξ ἑτάρων Χριστοῖο πέλεις; καὶ ἀμοιβάδι φωνῇ δμώων πευθομένων ἠρνήσατο Πέτρος ἀκούων· οὐ Χριστοῦ γενόμην, ἐνέπων ψευδήμονι μύθῳ. καὶ θεράπων ἱερῆος ἀμείβετο Πέτρον ἐλέγχων νυκτιπόλου θεράποντος ὁμόγνιος, οὗ ποτε Σίμων
18·9
δεξιὸν οὖας ἔταμνε παρήορον ἄορι νύξας· οὐ σὺ πέλεις Χριστοῖο διάκτορος; οὔ σε μετʼ αὐτοῦ εἶδον ἐγὼ δρυόεντος ὁμέστιον ἔνδοθι κήπου; καὶ τριτάτη παλίνορσος ἐθήμονι Πέτρος ἰωῇ Ἰησοῦν ἀπέειπε, καὶ ἔκραγεν εὐθὺς ἀλέκτωρ. Καϊάφα δὲ μέλαθρα κατήγορος ἐσμὸς ἐάσας εἰς δόμον αὐχήεντος ἐκώμασεν ἡγεμονῆος Ἰησοῦν ἐθέλοντα φερέσβιον εἰς μόρον ἕλκων. οὐδὲ μὲν ἔνδον ἔβαινε πολυφλοίσβοιο μελάθρου ποσσὶ φυλασσομένοισιν, ὅπως μὴ γυῖα μιήνῃ, πάσχα φαγεῖν ἐθέλων καθαρῷ χροΐ. τηλόθι δʼ ἔστη νήπιος, ἀγνώσσων, ὅτι τηλίκον εἰς φόνον ἕρπων ἁγνὸν ἀλεξικάκων ἐφυλάσσετο δῶμα θεμίστων.
18·10
καὶ Πιλάτος ταχυεργὸς ἑῆς ἐξήλασεν αὐλῆς· νηοπόλους δʼ ἐρέεινεν ὀφειλομένῳ τινὶ θεσμῷ μῦθον ἀπαιτίζων φονίης ἐπιμάρτυρα φωνῆς· ποῖον ἔπος φθέγγεσθε κατήγορον ἀνέρι τούτῳ; τίς πρόφασις θανάτοιο; τί τηλίκον ἤλιτεν ἀνήρ; ποῖον ἔπος φθέγγεσθε κατήγορον ἀνδρὸς ὀλέθρου; καὶ φθονεροῖς στομάτεσσιν ἀνίαχον ἀρχιερῆες· εἰ μὴ ἔην τελέσας ἄφατον κακόν, οὐκ ἂν ἀνάγκῃ εἵλκομεν εἰς σὲ φέροντες ἀναίτιον ἄνδρα δαμάσσαι χειρὶ τεῇ παραδόντες. ὁ δὲ φθόνον ὀξὺ νοήσας Χριστὸν ἀνακρίνειν ἀπεσείσατο μάρτυρι μύθῳ· ὑμεῖς τοῦτον ἕλεσθε· θεμιστοπόλοιο δὲ βίβλου κρίνατε πατρῴοισι νόμοις καὶ ἐθήμονι ποινῇ· καὶ θρασὺς ἐσμὸς ἔειπε· κατακτείνειν τινὰ φωτῶν ἡμῖν οὐ θέμις ἐστίν. ὅπως ἔπος ἔμπεδον εἴη,
18·11
Χριστὸς ὅπερ κατέλεξε προθεσπίζων, τίνι πότμῳ μέλλε θανεῖν. Πιλάτος δὲ δολοπλόκον ἐσμὸν ἐάσας ἀγχίθυρον, παλίνορσος ἐδύσατο θέσμιον αὐλήν· Ἰησοῦν δʼ ἐκάλεσσε καὶ εἴρετο μάρτυρι μύθῳ· αὐτὸς Ἰουδαίων βασιλεὺς πέλες; εἰρομένῳ δὲ εἴκελος ἀγνώσσοντι θεηγόρος εἶπεν Ἰησοῦς, εἴρετο γινώσκων ζαθέῃ φρενί· τοῦτο πιφαύσκεις αὐτόματος σκηπτοῦχον Ἰουδαίων με καλέσσας, ἠέ σοι ἄλλος ἔειπε; καὶ ἴαχεν ὄρχαμος ἀνήρ· μὴ γὰρ Ἰουδαῖος καὶ ἐγὼ πέλον; ὑμέτερον δὲ
18·12
ἔθνος, ἵνα κρίνω σε, καὶ ἀνέρες ἀρχιερῆες αὐτοὶ ἐμοὶ παρέδωκαν ἀναυδέες· εἰπὲ καὶ αὐτός, ἔργον ποῖον ἔρεξας. ἄναξ δʼ ἀντίαχε μύθῳ· οὐ χθονίη τελέθει τις ἐμὴ βασιλήιος ἀρχή· οὐ πέλον ἐκ κόσμου μινυώριος. ἡμετέρη γὰρ εἰ πέλε κοιρανίη γαιήιος, εἰ πέλε κόσμου, καί κεν ἐμοὶ δρηστῆρες ἐνόπλιον εἶχον ἀγῶνα, ὄφρα μὴ Ἑβραίοις μεταχείριος ἔκδοτος εἴην· νῦν δέ μοι οὐκ ἐντεῦθεν ἔην βασιλήιος ἀρχή. καὶ Πιλάτος πάλιν εἶπεν ἀμοιβαίῃ τινὶ φωνῇ·
18·13
ἦ ῥά νυ κοίρανός ἐσσι; καὶ ἀντιάχησεν Ἰησοῦς· καὶ γενόμην εἰς τοῦτο καὶ ἤλυθον, ὄφρα κεν αἰεὶ μάρτυς ἐτητυμίης πανθελγέος ἀνδράσιν εἴην· καὶ πᾶς, ὃς προβέβουλεν ἀληθείης ζυγὸν ἕλκειν, γλώσσης ἡμετέρης ἀψευδέα μῦθον ἀκούει. καὶ Πιλάτος θάμβησε καὶ ἔμπαλιν εἴρετο μύθῳ· ἀτρεκίη τί πέλει; καὶ ἑὸν θρόνον ὀξὺς ἐάσας δώματος ἐκτὸς ἔβαινε καὶ ἔννεπεν ἄφρονι λαῷ, νηοπόλους δʼ ἤλεγξεν· ἐγὼ πολυειδέι μύθῳ κρίνας αἴτιον οὐδὲν ἐν ἀνέρι τῷδε δοκεύω·
18·14
οὐ πρόφασιν μίαν εὗρον ἐπήβολον. ἀρχέγονον δὲ ὑμῖν πάτριόν ἐστιν ἐτήσιον, ὄφρα κεν ὑμῖν ἐκ φυλακῆς καλέσας ἕνα δέσμιον ἀνέρα λύσω· ἦ ῥα νύ μοι βούλεσθε, παλίλλυτον ὔμμιν ὀπάσσω σφιγγόμενον δεσμοῖσιν Ἰουδαίων βασιλῆα; Ἑβραῖοι δʼ ἀλάλαξαν ἀπείρονα σύνθροον ἠχὼ φθεγγόμενοι· μὴ τοῦτον, ὃν ἔννεπες, ἀλλὰ Βαραββᾶν— ὃς πέλε ληιστὴρ θανατηφόρος—.
Αἰνομανῆ δὲ ὄρχαμος ἀφραδέων στομάτων ἀλαλητὸν ἀκούων ληιστὴν ἀνίμαστον, ἀδέσμιον ὤπασε λαῷ καὶ ῥοπάλοις ἀχάρακτον· ἀμοιβαίῃσι δὲ ῥιπαῖς ῥιγεδανῇ Χριστοῖο δέμας φοίνιξεν ἱμάσθλῃ. καὶ στρατὸς ἀντιβίων φιλοκέρτομος εἶχεν Ἰησοῦν· ὀξυτόμου δὲ κόρυμβα περιπλέξαντες ἀκάνθης στέμμα νόθον βασιλῆος ἐκυκλώσαντο καρήνῳ· καί μιν ἀνεχλαίνωσαν ἐπὶ χροῒ πέπλα βαλόντες Σιδονίης στίλβοντα σοφῷ σπινθῆρι θαλάσσης, σύμβολα κοιρανίης καὶ ἐν ἄλγεσιν· ἀμφιπαγῆ δὲ γούνατα δοχμώσαντες ἐπὶ χθονὸς αὐχένι κυρτῷ [κοίρανον ἠσπάζοντο ἑῇ ψευδήμονι κλήσει,] ἱκεσίης κήρυκι· καὶ ἤιεν ἄλλος ἐπʼ ἄλλῳ χερσὶν ἀμοιβαίῃσι παρηίδος ἄκρον ἀράσσων. καὶ Πιλάτος ταχύμητις ἀνέδραμε δώματος ἔξω ποσσὶ παλιννόστοισι καὶ ἴαχεν ἄφρονι λαῷ· ἔκτοθεν ἀνέρα τοῦτον ἐς ὑμέας ἄρτι κομίζω, ὄφρα δὲ γινώσκητε· νοοπλανὲς οὐδὲν ἐν αὐτῷ
19·2
εὗρον ἐγὼ πραπίδεσσιν ἀμωμήτοισι δικάζων. ἀχράντοις δὲ πόδεσσι διέστιχε νόσφι μελάθρου καὶ στέφος ὀξυέθειρος ὁμόπλοκον εἶχεν ἀκάνθης πορφυρέην τʼ ἐσθῆτα διάβροχον αἵματι κόχλου· καὶ Πιλάτος κατέλεξε πάλιν ζηλήμονι λαῷ· ἠνίδε ποικιλόνωτος ἀναίτιος ἵσταται ἀνήρ. καί μιν ἐςαθρήσαντες ἀθέσμιοι ἀρχιερῆες καὶ βλοσυροὶ δρηστῆρες ἐπέβρεμον ἄπλετον ἠχώ· σταυρῷ σύμπλοκος οὗτος, ἐπήορος, ὄρθιος ἔστω καὶ ποσὶ καὶ παλάμῃσι σιδήρεα κέντρα κομίζων·
19·3
καὶ Πιλάτος λαοῖσιν ἐχέφρονα ῥήξατο φωνήν· ὑμεῖς τετραπόρῳ σφηκώσατε τοῦτον ὀλέθρῳ· οὐ γὰρ ἐγὼ θανάτου πρόφασιν μίαν εὗρον ἐν αὐτῷ. καὶ Πιλάτῳ φθέγξαντο μεμηνότες ἀρχιερῆες· πάτριος Ἑβραίοις φέρεται νόμος, ὅν ποτε βίβλῳ θεσμοθέται γράψαντο, καὶ οἷά τε θεσμὸς ἀνώγει οὗτος ἀνὴρ ἤμελλε θανεῖν ποινήτορι πότμῳ εἵνεκα δυςσεβίης, ὅτι θέσκελον αὐτὸς ἑαυτὸν υἱὸν ἀειζώοιο θεοῦ κίκλησκε τοκῆος. καὶ σοφὸς ὡς κλύε τοῦτο δικασπόλος ἔτρεμεν ἀνήρ.
19·4
σπερχομένοις δὲ πόδεσσιν ἐδύσατο πανδόκον αὐλήν· Ἰησοῦν δʼ ἐρέεινε τὸ δεύτερον ἠθάδι μύθῳ· τίς τελέθεις; πόθεν ἐσσί; κατωπιόων δʼ ἐπὶ γαίῃ κοίρανος ὄμματα πῆξε καὶ οὐ Πιλάτῳ στόμα λύσας ἀντίδοτον μύθοισιν ἀμοιβαίην πόρε φωνήν. καὶ Πιλάτος βαρύμηνιν ἀπερροίβδησεν ἰωήν· οὔ με τεοῖς ἐπέεσσιν ἀμείβεαι; οὐδέ πω ἔγνως, ὅττι κεν εἰς σὲ φέρω δίδυμον κράτος; ἀμφότερον γάρ, καὶ σταυρῷ δαμάσαιμι καί, ἢν ἐθέλω, σε μεθήσω. καί οἱ Χριστὸς ἔλεξεν ἀγήνορα κόσμον ἐλέγχων·
19·5
οὐδὲ μίαν μεθέπεις αὐτάγρετον εἰς ἐμὲ τιμήν, εἰ μὴ ἄνωθεν ἔην κεχαρισμένον· οὗ χάριν ἀνήρ, ὅς με λαβὼν παρέδωκεν, ἁμαρτάδα μείζονα πέσσει· ἔνθεν ἐπικρίνων Πιλάτος μενέαινεν ἐᾶσαι Ἰησοῦν ἀδίκαστον ἀνειμένον ἐκτὸς ὀλέθρου. λαοὶ δʼ ἀντιάχησαν ἀσιγήτου κλόνον ἠχοῦς νηρίθμοις στομάτεσσιν· ἀπήμονα τοῦτον ἐάσας Καίσαρος οὐ φίλος ἐσσὶ μονοσκήπτρου βασιλῆος· πᾶς γὰρ ἑαυτὸν ἄνακτα λέγων ψευδήμονι μύθῳ Καίσαρι Τιβερίῳ ψευδώνυμος οὗτος ἐρίζει.
19·6
καὶ Πιλάτος τρομεροῖσιν ἐν οὔασι μῦθον ἀκούων ἔκτοθεν ὑψορόφων μεγάρων ἐκόμισσεν Ἰησοῦν· ἀγχιδόμῳ δʼ ἐκάθητο λιθοστρώτῳ παρὰ χώρῳ, οὔνομα τοῦτο φέροντι βοώμενον Ἑλλάδι φωνῇ, οἷα λίθοις στρωτοῖσι τετυγμένῳ· ἐνδαπίῳ δὲ Γαββαδὰ παφλάζοντι Σύρων κικλήσκετο μύθῳ. ἕκτη δʼ, ἣν ἐνέπουσι, προσάββατος ἔτρεχεν ἠώς· ἦν δὲ τιταινομένη τριτάτη θανατηφόρος ὥρη· καὶ Πιλάτος θρασυεργὸς ἐπʼ εὐλάιγγι θοώκῳ Ἑβραίοις ἐβόησεν· ἴδε, σχεδὸν ἵσταται ἀνὴρ κοίρανος ὑμείων βασιλήιον εἷμα κομίζων. λαοὶ δʼ ἀντιάχησαν ὁμοφθόγγων ἀπὸ λαιμῶν· τοῦτον ἑλὼν σταύρωσον ἐλεγχίστῳ τινὶ πότμῳ· ὄρθιος οὗτος ὄλοιτο σιδηροφόρων ἀπὸ γόμφων δουρατέου θανάτοιο ταθεὶς τετράζυγι δεσμῷ.
19·7
καὶ Πιλάτος πάλιν εἶπεν ὅλῳ θηήτορι λαῷ· δούρασι γομφοτόμοισιν ἐγὼ γομφωτὸν ἐάσας κοίρανον ὑμείων ὀλέσω ποινήτορι πότμῳ; καὶ δολίοις στομάτεσσιν ἀνέκραγον ἀρχιερῆες· ἄλλον ἔχειν οὐκ ἴδμεν ἀήθεα κοίρανον ἡμεῖς, κοίρανον αὐτοκέλευστον, ὃν οὐκ ἐστέψατο Ῥώμη, εἰ μὴ Καίσαρα μοῦνον, ἀτέρμονα ποιμένα κόσμου. καὶ Πιλάτος λαοῖο βοὴν ἄσβεστον ἀκούων Χριστὸν ἑκὼν ἀέκων ἀδίκῳ παρέδωκεν ὀλέθρῳ· καὶ θανάτῳ χαίροντες ἀναιδέες ἀρχιερῆες Ἰησοῦν ἐδέχοντο θελήμονες· ὠκύμοροι δὲ ἀθανάτου Χριστοῖο βροτοὶ γεγάασι φονῆες πάντες ὁμοῦ. καὶ σταυρὸν ἔχων ἑὸν αὐτὸς Ἰησοῦς εἰς μόρον ἀπτοίητος ἑκούσιον εἶχε πορείην, εἰςόκε χῶρον ἵκανε φατιζομένοιο Κρανείου,
19·8
Ἀδὰμ πρωτογόνοιο φερώνυμον ἄντυγι κόρσης, Γολγοθὰ τὸν καλέεσκε Σύρων στόμα· κεῖθι φονῆες εἰς δόρυ τετράπλευρον ἐπήορον ὑψόθι γαίης ὄρθιον ἐξετάνυσσαν, ἐπισφίγξαντες ἀνάγκῃ πεπταμένας ἑκάτερθε σιδηρείῳ τινὶ δεσμῷ χεῖρας, ὁμοτρήτοισι πεπαρμένον ἄζυγι γόμφῳ διπλόον ἕλκος ἔχοντα, μιῇ τετορημένον ὁρμῇ ποσσὶν ὁμοπλεκέεσσιν, ἀκαμπέα δεσμὸν ὀλέθρου. κέντροις δʼ ἀντιτύποισιν ἐπὶ σταυροῖο δεθέντας νυκτιλόχους δύο φῶτας ἑνὶ ξύνωσαν ὀλέθρῳ γείτονας ἀλλήλοισι, μέσον δʼ ἔστησαν Ἰησοῦν. καὶ Πιλάτος θηητὸν ἐπέγραφε μάρτυρι δέλτῳ γράμμα, τόπερ καλέουσι Λατινίδι τίτλον ἰωῇ. ἦν δὲ σοφῷ καλάμῳ τετυπωμένον· οὗτος Ἰησοῦς, οὗτος Ἰουδαίων βασιλεὺς Γαλιλαῖος Ἰησοῦς.
19·9
καὶ πολὺς Ἑβραίων ἐπιδήμιος ἐσμὸς ἀνέγνω τίτλον ἰδών, ὅτι χῶρος ἔην λόφος ἄστεϊ γείτων, ὁππόθι μιν σταυροῖο συνεκλήισσαν ὀχῆι. ἦν δὲ μιῆς παλάμης νοερῷ κεχαραγμένον ὁλκῷ Αὐσονίῃ γλώσσῃ τε Σύρων καὶ Ἀχαΐδι φωνῇ. καὶ Πιλάτον λιτάνευον ὁμήλυδες ἀρχιερῆες· μὴ γράφε, μὴ γράφε τοῦτον Ἰουδαίων βασιλῆα, ἀλλʼ ὅτι κεῖνος ἔλεξεν ἑῇ ψευδήμονι φωνῇ· κοίρανος Ἑβραίων τελέθω σκηπτοῦχος Ἰησοῦς.
19·10
καὶ Πιλάτος φάτο μῦθον ἀπηνέας ἄνδρας ἐλέγχων· ἔγραφον ἀσφαλέως, τόπερ ἔγραφον. ὑψιφανῆ δὲ Ἰησοῦν ἀτίνακτον ὑποδρηστῆρες ὀλέθρου ἐκταδὸν ὀρθώσαντες ἐπὶ σταυροῖο δεθέντα, θεσπεσίην ἐσθῆτα θεηγενέος βασιλῆος ἱστάμενοι δάσσαντο καὶ αἰγλήεντα χιτῶνα, ὅστις ὅλος καὶ ὕπερθεν ὁμοῦ καὶ ἔνερθε φορῆος ἄρραφος ἦεν ὑφαντὸς ἀπʼ αὐχένος εἰς σφυρὰ λήγων. ἀλλήλοις δʼ ὀάριζον ὁμοφθόγγῳ τινὶ μύθῳ· οἴνοπα μὴ σχίζοιμεν ἀήθεα τόνδε χιτῶνα θέσκελον, ἀμφιέποντα τύπον ξένον, ἀλλʼ ὑπὲρ αὐτοῦ δάκτυλα χειρὸς ἀφέντες ἑκηβόλα σύμβολα νίκης λαχμῷ πάντες ἴδοιμεν ἀδηρίτῳ, τίνος ἔσται· ὄφρα κε μῦθος ἐκεῖνος ἐτήτυμος ὄψιμος εἴη, ὃν κιθάρῃ ψάλλουσα θεηγόρος ἔννεπε μολπή· ἡμέτεροι δασπλῆτες ἐπʼ ἀλλήλοισι φονῆες ξυνοὶ ἁμιλλητῆρες ἐμοὺς δάσσαντο χιτῶνας
19·11
καὶ κλήρους ἐβάλοντο φιλοχλαίνῳ τινὶ λαχμῷ, ἡμετέρης ἐσθῆτος ἕως ἐγένοντο φορῆες. καὶ τὰ μὲν ἔργα τέλεσσεν ἀθεσμοβίων στρατὸς ἀνδρῶν. ἐγγύθι δὲ σταυροῖο συνήλυδες ἦσαν ἑταῖροι καὶ Μαρίη, Χριστοῖο θεητόκος· οἷς ἅμα κείνη σύγγονος ἦν Μαρίη καὶ ὁμώνυμος· ἦν δὲ καὶ αὐτὴ Μαγδαλινὴ Μαρίη φιλοδάκρυος. ὡς δὲ τεκοῦσαν Χριστὸς ἴδεν θεόπαιδα καί, ὃν φιλέεσκε μαθητήν, μητέρι μῦθον ἔλεξε· γύναι φιλοπάρθενε μῆτερ, ἠνίδε παρθένον υἷα. καὶ ἔμπαλιν εἶπε μαθητῇ· ἠνίδε παρθενική, φιλοπάρθενε, σεῖο τεκοῦσα νόσφι τόκου. κείνης δὲ μετὰ δρόμον εὔποδος ὥρης παρθένον εὐώδινα συνέστιον ἔσχε μαθητὴς ἔνδον ἑοῦ μεγάροιο· καὶ ἄσπορος ἔσκε τεκούσης υἱός, ἀνὴρ ἀλόχευτος ἀπειρώδινος ἀνάσσης.
19·12
Ἰησοῦς δʼ ἅμα πάντα παριππεύσαντα νοήσας, ὅττι θοῶς τετέλεστο, θοώτερον ἤθελεν εἶναι τέρματος ἱσταμένοιο τὸ λείψανον· εἶπε δὲ λαῷ· διψώω. καὶ ἑτοῖμον ἔην παρὰ γείτονι χώρῳ ὄξεος ἔμπλεον ἄγγος. ἀνὴρ δέ τις ὀξὺς ἀκούσας σπόγγον ὑποβρυχίων ἀδύτων βλάστημα θαλάσσης πλήσας δριμυτάτοιο ποτοῦ καὶ διψάδος ἅλμης ἰθυπόρου καλάμου παρὰ νείατον ἄκρον ἐρείσας ὤρεγεν ὑσσώπῳ κεκερασμένον ὄξος ὀλέθρου, ἀντίδοτον βασιλῆι μελισταγέος νιφετοῖο ἄρτου θεσπεσίοιο διʼ ἠέρος ὑψόσε τείνων ἄκρον ἀειρομένου καλάμου καὶ σπόγγον ἀλήτην. ἀλλʼ ὅτε πικρὸν ἔδεκτο ποτὸν καὶ δίψιον ἅλμην, ἀγχιθανής· τετέλεστο, πανυστατίῳ φάτο μύθῳ καὶ κεφαλὴν ἔκλινε, θελήμονι δʼ εἴκαθε πότμῳ. καὶ ζαμενεῖς ἱερῆες, ἐπεὶ περὶ δείελον ὥρην ἔστιχε μηλοφάγοιο προάγγελον ἦμαρ ἑορτῆς, εἰς δόμον αὐχήεντος ἐπέρρεον ἡγεμονῆος. καὶ Πιλάτον λίσσοντο συνήλυδες, ὄφρα κεν αὐτῶν
19·13
Χριστοῦ θεσπεσίοιο καὶ ὀψιμόρων δύο φωτῶν τρισσῶν πουλυόδοντι πόδες τέμνοιντο σιδήρῳ, μὴ καὶ ἐπὶ σταυροῖο πεπηγότα σώματα μίμνῃ, ἕβδομον ὁππότε φέγγος ἐλεύσεται. ἦν γὰρ ἐκείνη πᾶσιν Ἰουδαίοισιν ἀθέσφατος ἔννομος ἠὼς φέγγεος ἑβδομάτοιο, τόπερ δεδάασι γεραίρειν. καὶ στρατὸς ἐγγὺς ἵκανε μιαιφόνος· ὑψιτενῆ δὲ πρώτου μὲν διέτεμνεν ἀλοιητῆρι σιδήρῳ μειλιχίου πόδα δισσόν· ἐπὶ σταυρῷ δὲ δεθέντος ἄλλου νυκτιλόχου διδύμους πόδας ἄορι κόψας δεύτερον ἐπρήνιξεν ἐπεςβόλον ὀξέι πότμῳ. Ἰησοῦν δʼ ὅτε νεκρὸν ἐςέδρακον, οἷα θανόντος οὐ πόδας ἠλοίησαν ὁμόζυγας ἠθάδι χαλκῷ· ἀλλὰ θορὼν ἀκίχητος ἀνὴρ ἀνεμώδεϊ λόγχῃ πλευρὴν πασιμέλουσαν ἀφειδέι νύξε μαχαίρῃ·
19·14
καὶ διδύμαις λιβάδεσσιν ἀπὸ πλευροῖο τυπέντος πρῶτα μὲν αἷμα χύθη, μετέπειτα δὲ θέσκελον ὕδωρ. ἀνὴρ δʼ, ὅςτις ὄπωπεν, ἑῷ πιστώσατο μύθῳ μαρτυρίην ἀτίνακτον· ἀριστονόοιο δὲ κείνου ἴδμεν ὅτι ζαθέη καὶ ἐτήτυμος ἔπλετο φωνή. ταῦτα δὲ πάντα πέλεσκεν, ὅπως ἔπος ἔμπεδον εἴη, ὃ ζαθέῃ φόρμιγγι μελίπνοος ἔννεπε μολπή, χρωτὸς ἀμωμήτοιο προάγγελος· οὐδὲν ἀπʼ αὐτοῦ κεκριμένων μελέων τετριμμένον ὀστέον ἔσται. καὶ φέρεται λόγος ἄλλος, ὃν ἔννεπε θέσκελος ἀνήρ·
19·15
ὄψονται πρὸς ἐκεῖνον, ὃν οὔτασαν, ὅςτις ὀπάσσει ποινὴν ὀψιτέλεστον ἀμοιβάδα κέντορι λόγχῃ. καὶ Πιλάτον μετέπειτα λαθὼν ἱκέτευεν Ἰωσήφ, τάρβος Ἰουδαίων πεφυλαγμένος· ὅς ῥα καὶ αὐτὸς ἀπροϊδὴς Χριστοῖο φιλήκοος ἔσκε μαθητὴς ἐκ στόματος ζαθέοιο σοφὸν γάλα πιστὸν ἀμέλγων. οὗτος ἰὼν ἱκέτευεν ὑπωρόφιον γόνυ κάμπτων ὄρχαμον αἰτίζων νέκυν ἔνθεον. αὐτὰρ ὁ χαίρων νεκρὸν ἀειζώοντα θεουδέι δῶκε φορῆι· καὶ ποδὶ σιγαλέῳ νεκυοστόλος ἦλθεν Ἰωσήφ·
19·16
ἐγγύθι δὲ σταυροῖο πεπηγμένον ἄκρον ἐρύσσας δίζυγα δεσμὸν ἔλυσεν ἀκαχμένον ὀξέι χαλκῷ καὶ νέκυν ἑστηῶτα κατήγαγε δείελος ἀνὴρ φόρτον ἐλαφρίζων θεοδέγμονι κείμενον ὤμῳ. ἦλθε δὲ καὶ Νικόδημος, ὃς ἤλυθε νυκτὸς ὁδίτης εἰς μέγαρον Χριστοῖο φυλασσομένῳ ποδὶ βαίνων, σμύρναν ἄγων θυόεσσαν, Ἐρυθραίοιο δὲ κόλπου Ἰνδῴης ἀλόην δονακοτρεφὲς ἔρνος ἀρούρης, λίτρας τὰς καλέουσι φατιζομένῳ τινὶ μέτρῳ ἄχρι μιῆς ζαθέης ἑκατοντάδος· ὧν ἅμα καρπῷ λεπταλέαις ὀθόνῃσιν ἐμιτρώσαντο θανόντος σῶμα πολυπλέκτων ἑλίκων εὐώδεϊ δεσμῷ,
19·17
ὡς ἔθος Ἑβραίοις ἐπιτύμβια θεσμὰ φυλάσσειν. ἦν δέ τις αὐτόθι κῆπος ἀερσιλόφῳ παρὰ χώρῳ, Χριστὸν ὅπῃ σταυροῖο συνεκλήισσαν ὀχῆι νηλὴς ἐχθρὸς ὅμιλος. ἔην δʼ ἐνὶ γείτονι κήπῳ τύμβος ἀδωμήτοιο βαθυνομένης ἀπὸ πέτρης γλυπτὸς ὅλος, νεότευκτος. ἐν εὐλάιγγι δὲ τύμβῳ οὔπω νεκρὸς ἔκειτο χυτῆς ψαμάθοιο τυχήσας, ἀλλὰ τάφου καθαροῖο φυτῶν ἐπικήπιος αὔρη χῶρον ἀνερρίπιζεν, ὅπῃ ταλαεργὸς Ἰωσὴφ Ἰησοῦν ἐκόμισσεν ἑῷ πεφορημένον ὤμῳ, καὶ νέκυν οὐ μίμνοντα λιθώδεϊ θῆκε χαμεύνῃ, νεκρὸν ἀειζώοντα, τριήμερον ἔνδοθι τύμβου, σῆμα παρʼ αὐτόρριζον, ἀμάρτυρον ἔργον ὑφαίνων,
19·18
ὅττι παρʼ Ἑβραίοισι φυλασσομένης δρόμον ὥρης γείτονα νύκτα φέρουσα προσάββατος ἔτρεχεν ἠώς· καὶ πάλιν εἰς δόμον ἦλθε λαθὼν ἀκίχητος Ἰωσήφ.
20
Τῇ δὲ μιῇ φθαμένῃ μετὰ σάββατον ἠριγενείῃ Μαγδαλινὴ Μαρίη φιλοδάκρυος ἐγγύθι τύμβου πρώιον ἴχνος ἔκαμπτεν, ὅτε σκιοειδέι γαίῃ νυκτιφανὴς ἀχάρακτος ἑώιος ἤιεν ἀστήρ. καὶ λίθον οὐδαίοιο μετοχλισθέντα θυρέτρου ἄπλετον ἐν δαπέδῳ κεκυλισμένον, ἄχθος ἀρούρης, καὶ τάφον ἔδρακε γυμνόν, ὅπῃ βαρύφορτος Ἰωσὴφ Ἰησοῦν ὀλίγῃ ψαμαθώδεϊ θῆκε χαμεύνῃ. κεῖθι γυνὴ νυχίη πόδας εὔνασεν· ἀμφὶ δὲ κόλπῳ πενθαλέον μύρον εἶχεν· ἐρημαίης δὲ χαμεύνης ἥψατο μαστεύουσα νέκυν φύξηλιν ἀλεῖψαι. ἀλλά μιν οὐκ ἐκίχησεν· ἐπειγομένῳ δὲ πεδίλῳ νόστιμος εἰς δόμον ἦλθε· κατωπιόωντι δὲ Πέτρῳ ἀγγελίην ἑτέρῳ τε συνενδιάοντι μαθητῇ,
20·2
κοίρανος ὃν φιλέεσκε, μιῇ ξυνώσατο φωνῇ ἀμφὶ τάφου κενεοῖο. καὶ ὡς ἔχε Πέτρος ἀκούσας, ἔμπνοος οἰστρηθέντι ποδῶν διφήτορι ταρσῷ ἄνθορεν ἐκ μεγάροιο· καὶ ὡμάρτησε μαθητὴς ἄλλος ὁμῶς ἐπὶ σῆμα, καὶ εἰς δρόμον ἔτρεχον ἄμφω. καὶ φθάμενος Σίμωνα ποδήνεμος ἦλθε μαθητὴς Πέτρου σπερχομένοιο θοώτερος. ἀγχιφανὴς δὲ ἱστάμενος παρέκυψε καὶ ἔδρακεν ἔνδοθι τύμβου ἀντωποῖς βλεφάροισι κενήριον ὀξὺ δοκεύων κεκλιμένας ὀθόνας χιονώδεας ὑψόθι γαίης·
20·3
οὐ μὲν ἔσω διέβαινε, καὶ εἰ ταχὺς ἦλθεν ὁδεύων. ἑσπομένοις δὲ πόδεσσιν ὀπίστερος ἵκετο Σίμων καὶ ταχὺς ἔνδον ἵκανεν· ὑπὲρ δαπέδοιο δὲ γυμνοῦ σύζυγας ἀλλήλοις λινέους ἐνόησε χιτῶνας καὶ κεφαλῆς ζωστῆρα παλίλλυτον ἅμματι χαίτης, σουδάριον τόπερ εἶπε Σύρων ἐπιδήμιος αὐδή, οὐ ταφίαις ὀθόναις παρακείμενον, ἀμφιλαφῆ δὲ μουναδὸν αὐτοέλικτον ὁμόπλοκον εἰν ἑνὶ χώρῳ. ἦλθε καὶ ὁ πρώτιστος ἰὼν ἐπὶ σῆμα μαθητὴς καὶ βραδὺς ἔνδον ἵκανε λιθογλυφέος κενεῶνος·
20·4
καὶ λίθον εὐδίνητον ἐοικότα χάσματι τύμβου, ἀντίτυπον στήριγμα χαραδραίου πυλεῶνος, καὶ πλοκάμων τελαμῶνα καὶ εἵματα κείμενα γαίῃ ἔδρακε καὶ πίστευεν, ὅτι χθονίων ἀπὸ κόλπων οὐρανίην ἐπὶ πέζαν ὑπηνέμιος νέκυς ἔπτη. οὐ γάρ πω δεδάασι δύω Χριστοῖο μαθηταί, ὅττι ταχὺς μετὰ πότμον ἀνόστιμον οὖδας ἐάσας, εἰς τρία φάεα μοῦνον ἐγέρσιμον ὕπνον ἰαύων, νόστιμος ἐκ νεκύων ἀναβήσεται εἰς πόλον ἄστρων ἀκλινέος θανάτοιο παλίλλυτα δεσμὰ πατήσας.
20·5
πυκνὰ δὲ θαμβήσαντες ὀπιπευτῆρες ἑταῖροι ἀσταθέες σφετέροισιν ἐναυλίζοντο μελάθροις, ἄψοφα καλλείψαντες ἀπενθέος ἄντυγα τύμβου. Μαγδαλινὴ δʼ ἐλέλειπτο γυνὴ παρὰ σήματι μούνη, θερμὸν ἀναβλύζουσα γοήμονος ὄμβρον ὀπωπῆς, μυρομένη ζώοντα· διʼ εὐφαέος δὲ θυρέτρου, ὡς ἔτι δακρυχέεσκε λάλον νέκυν ἐγγὺς ἐόντα, ἀγγελικὴν ἐνόησε συνωρίδα. τὸν μὲν ἐπʼ ἄκρου δεξιὸν ἀντικέλευθον ὑπὲρ Χριστοῖο καρήνου μαρμαρυγὴν πέμποντα θεογλήνοιο προςώπου·
20·6
τὸν δὲ ποδῶν παρὰ πέζαν, ὅπῃ νέκυς ἦεν ἐχέφρων, χιονέους σπινθῆρας ἀκοντίζοντα χιτῶνος. ἀμφότεροι δʼ ἐρέεινον ἔσω τύμβοιο γυναῖκα· τίπτε, γύναι, στενάχεις; Μαρίη δʼ ἠμείβετο μύθῳ· ὡς τινὲς ἅρπαγες ἄνδρες ἐμὸν βασιλῆα λαθόντες ἐννύχιοι σύλησαν. ἐγὼ δʼ οὐκ οἶδα νοῆσαι, ὁππόθι μιν μετέθηκαν. ὑποστρεφθεῖσα δὲ κείνη Ἰησοῦν ἐνόησεν, ὃν ἔστενεν· ἱστάμενον δὲ εἶδε καὶ οὐ γίνωσκεν, ὅτι ζαθέῳ παρὰ τύμβῳ Χριστὸς ἔην. καὶ ξεῖνος ἀνὴρ ἅτε κῆπον ὁδεύων, τίπτε, γύναι, στενάχεις; κινυρὴν ἐρέεινε γυναῖκα· εἰπέ, τί μαστεύεις; Μαρίη δʼ ἐφθέγξατο φωνὴν ἐλπομένη κήποιο φυτηκόμον ἄνδρα νοῆσαι· εἰ σὺ νέκυν ζοφόεντος ἐκούφισας ἔκτοθι τύμβου, ἔννεπε, πῇ μετέθηκας· ἐγὼ δέ μιν ἔνθεν ἀείρω.
20·7
Ἰησοῦς δʼ ἀπάμειπτο χέων ἀρίδηλον ἰωὴν καὶ Μαρίην ἰάχησε. μεταστρεφθεῖσα δὲ κείνη ῥαββουνὶ κατέλεξε. θεὸς δʼ ἀνέκοψε γυναῖκα δεξιτερὴν μέλλουσαν ἐς ἄμβροτον εἷμα πελάσσαι. καί οἱ μῦθον ἔλεξεν· ἐμῶν μὴ ψαῦε χιτώνων· οὔπω γὰρ μετὰ πότμον ἐμῷ νόστησα τοκῆι· ἀλλὰ κασιγνήτοισιν ἐμοῖς ἀγόρευε μαθηταῖς· πρὸς γενέτην ἐμὸν εἶμι καὶ ὑμέτερον γενετῆρα καὶ θεὸν ὑμείων καὶ ἐμὸν θεὸν αὖτις ἱκάνω. καὶ Μαρίη πεπότητο καὶ ἕνδεκα μάρτυρι φωνῇ πᾶσιν ὑπωροφίοισιν ἔπος ξύνωσε μαθηταῖς, ὅττι μεταχθονίου γυμνούμενα γυῖα χιτῶνος Χριστὸν ἴδε στίλβοντα θεοκμήτῳ τινὶ πέπλῳ,
20·8
καί οἱ ἔφη τάδε πάντα χέων ἀντώπιον αἴγλην. καὶ σκιερὴν ὅτε γαῖαν ὅλην ἐμέλαινεν ὀμίχλη, ἀκλινέες δὲ θύρετρα συνεκλήισσαν ὀχῆες, ὁππόθι φωλεύοντες ἐναυλίζοντο μαθηταί, ὡς πτερὸν ἠὲ νόημα μετάρσιος εἰς μέσον ἔστη μιτρωθεὶς ἑτάροισι καὶ ἔννεπε· σύννομος ὑμῖν εἰρήνη· καὶ ἄελπτον ἔπος βραχὺ τοῦτο βοήσας δεῖξε πόδας καὶ χεῖρας ὁμηγερέεσσι μαθηταῖς ἡλοτύπους πλευρήν τε νεούτατον· ὀψιφανῆ δὲ κοίρανον ἀθρήσαντες ἐγήθεον αὖτις ἑταῖροι. καί σφιν ἄναξ ἀγόρευε τὸ δεύτερον ὀξέι μύθῳ· εἰρήνη πάλιν ὔμμι· καὶ ὡς τετράζυγι κόσμῳ πέμψεν ἐμὸς γενέτης με, καὶ ὑμέας αὐτὸς ἰάλλω. εἶπε καὶ ἀμβροσίων στομάτων φύσημα τιταίνων, χεῖλος ἀναπτύξας βιοτήσιον, εἶπε μαθηταῖς· ἁγνὸν πνεῦμα δέχεσθε, καὶ ὧν μερόπων ἐνὶ γαίῃ δυςσεβίης ἀφέητε βιοπλανὲς ἄχθος ἀνάγκης,
20·9
ἀμπλακίης ἄμνηστος ἐπουρανίη λύσις ἔσται. ὧν δὲ πάλιν κρατέοιτε βροτῶν ἀλιτήριον ἄτην, ἔργα βίου σφαλεροῖο μένει πεπεδημένα δεσμῷ. Θωμᾶς δʼ ἐνδομύχων ἀπελείπετο μοῦνος ἑταίρων, ἀγχιφανὴς ὅτε πᾶσι διʼ ἠέρος ἦλθον Ἰησοῦς κοίρανος ἠνεμόφοιτος ἀμάρτυρον οἶμον ἀμείβων. καί οἱ ὀπιπευτῆρες ἐπεφθέγξαντο μαθηταί, κοίρανον ὡς ἐνόησαν· ὁ δὲ θρασὺ χεῖλος ἀνοίξας ἔννεπε μῦθον ἄπιστον, ἐπεὶ βραδυδινέι θυμῷ μαρτυρίης ἄγναμπτον ἐδίζετο μείζονα πειθώ·
20·10
εἰ μὴ χεῖρας ἴδοιμι βαθυνόμενόν τε σιδήρῳ πήξω δάκτυλον ἄκρον ἐς ὀξυτόρων τύπον ἥλων καὶ παλάμην γλαφυροῖο κατὰ πλευροῖο πελάσσω, οὔποτε πιστεύσοιμι. θεοφραδέες δὲ μαθηταὶ ὀγδοάτης μετὰ φέγγος ἐπήλυδος ἠριγενείης πάντες ἔσαν στοιχηδὸν ἔσω κρυφίοιο μελάθρου φρικτὸν Ἰουδαίων πεφυλαγμένοι ὄγκον ἀπειλῆς· ἀγρομένοις δʼ ἅμα τοῖσι συνέστιος ἕζετο Θωμᾶς, ὃν Δίδυμον καλέσαντο διώνυμον· ἀπροϊδὴς δὲ Χριστὸς ἔσω μεγάροιο θορὼν ἀνεμώδεϊ ταρσῷ ἄπτερος, ἀγχιθέων ἀνεφαίνετο μέσσος ἑταίρων· καὶ τριτάτῃ παλίνορσος ἀνίαχεν ἠθάδι φωνῇ· εἰρήνη πάλιν ὔμμι. καὶ εἰν ἑνὶ πάντας ἐάσας Θωμᾶν ἀντικέλευθον ἀμείβετο μάρτυρι μύθῳ· δός μοι δεῦρο, πέπον, σέο δάκτυλον, ὄφρα πελάσσω μάρτυν ἀναμφήριστον ἐς ὀξυτόρων τύπον ἥλων. καὶ παλάμας ἑκάτερθεν ἐμὰς ἴδε· δεξιτερῇ δὲ πλευρῇ χεῖρα τάνυσσον ἐμῆς αὐτάγγελον οὐλῆς καὶ τεὸν ἦθος ἄπιστον ἀναίνεο. πιστότερος δὲ εἰς ἐμὲ διπλόον ἔσσο, καὶ εἰςορόων καὶ ἀφάσσων.
20·11
Θωμᾶς δʼ ὑστερόμητις ἀμοιβάδα ῥήξατο φωνήν· κοίρανος ἡμέτερος καὶ ἐμὸς θεός. εἶπε καὶ αὐτὸς Ἰησοῦς Διδύμοιο νόον διχόμητιν ἐλέγχων· πείθεαι ἀθρήσας με καὶ ὄμμασι δέξαο πειθώ. κεῖνοι μᾶλλον ἔασι μακάρτεροι, οἳ μὴ ἰδόντες μείζονα πίστιν ἔχουσι καὶ οὐ χατέουσιν ὀπωπῆς. ἄλλα δὲ θαύματα πολλὰ σοφῶν προπάροιθεν ἑταίρων Ἰησοῦς ἐτέλεσσε πολύτροπα σήματα φαίνων, μάρτυς ἀληθείης τάπερ ἄγραφα θέσπιδι βίβλῳ, ὃς τάδε πάντα χάραξε, θελήμονι κάλλιπε σιγῇ.
20·12
ταῦτα δὲ πάντα πέλει τετυπωμένα μάρτυρι δέλτῳ, ὄφρα κε πίστιν ἔχοιτε βιοσσόον, ὅττι τοκῆος Χριστὸς ἀειζώοιο θεοῦ γόνος ἐστὶν Ἰησοῦς· ὔμμι δὲ πειθομένοισιν ἐπουρανίης χάριν ἀρχῆς ζωῆς θεσπεσίης αἰώνιός ἐστιν ἀμοιβή.
Τὸ τρίτον ἄμβροτον εἶδος ἑοῖς ἀνέφηνε μαθηταῖς Χριστὸς ἀσιγήτοιο πέρην Τιβερηίδος ἅλμης. οὕτω δʼ εἶδος ἔφηνεν. ἔσω κρυφίοιο μελάθρου Πέτρος ἔην ὁ πρόσθε βοώμενος οὔνομα Σίμων καὶ σοφὸς Ἀνδρείας, ὁμογάστριος ὃς πέλε Πέτρου, καὶ τροχαλοὶ δύο παῖδες ἁλιτρεφέος Ζεβεδαίου καὶ Θωμᾶς μετὰ τοῖσι διώνυμος. ἦν δὲ καὶ αὐτὸς Ναθαναὴλ ἕτεροί τε δύω θεοπειθέες ἄνδρες. καί σφιν ἀγειρομένοισι λινοπλόκος ἔννεπε Σίμων·
21·2
ἔρχομαι ἰχθυόεσσαν ἐς ἠθάδα πόντιον ἄγρην. καί οἱ μῦθον ἔλεξαν ὁμήλυδες ἀσπαλιῆες· σὺν σοὶ ἐς ἰχθυόεντα χυτῆς ἁλὸς ἔργα καὶ ἡμεῖς ἱέμεθα ξύμπαντες ὁμήλυδες. ἐκ δὲ μελάθρου ἀμφιλαφεῖς ῥώοντο καὶ ἀγχιπόρου στόμα λίμνης νηὸς ἐπεμβαίνοντες ἐπέπλεον. ἐννύχιον δὲ οὐδὲν ἁλιτρύτῃσι δυνήσατο χερσὶ πιέζειν ἐσμὸς ἅπας· καὶ πυκνὰ παλιμπετὲς ἄχνυτο Σίμων χερσὶν ἐπʼ ἀμφοτέρῃσιν ὑπηνέμιον λίνον ἕλκων. καὶ ῥοδέαις ἀκτῖσιν ὅτε ζόφον ἔσχισεν ἠώς, Χριστὸς ἐυκροκάλοισι παρʼ ᾐόσιν ἵστατο πόντου πρώιον ἴχνος ἄγων ἐπιδήμιον ἠθάδι λίμνῃ, οἷα βορῆς χατέων ἁλιδινέος· οὐδὲ μαθηταὶ δερκόμενοι γίνωσκον, ὅτι σχεδὸν ἦεν Ἰησοῦς. ὑγροβίους δʼ ἐρέεινεν ἐθήμονας ἰχθυβολῆας·
21·3
πλωτὰ τελεσσιγόνοιο κομίζετε δεῖπνα θαλάσσης, παῖδες ἁλὸς δρηστῆρες; ἀμειβόμενοι δὲ μαθηταὶ οὐδὲν ἔχειν ἀνένευον. ἄναξ δʼ ἠμείβετο μύθῳ· ἰχθυβόλῳ χαλάσαντες ἑκηβόλα δίκτυα πόντῳ γείτονα φοιταλέης παρὰ δεξιὰ νηὸς ἑτοίμης — — — — ἄπλετον ἐσμὸν ἀλήτην. καὶ λίνα κολπώσαντες ἐς ἀμφίβληστρα πεσόντα πόντιον αὐτοκύλιστον ἀνείρυον ἐσμὸν ἀλήτην, ἰχθύας ἐνδομύχους χαροπῆς βητάρμονας ἅλμης. οὐκέτι δὲ σθένος εἶχον ὑποβρύχιον λίνον ἕλκειν πληθύος ἐκ νεπόδων βυθίῳ πολυχανδέι κόλπῳ.
21·4
καὶ διερῷ Σίμωνι, βυθοῦ διφήτορι πόντου, κοίρανος ὃν φιλέεσκε, συνέμπορος εἶπε μαθητής· αὐτὸς ἄναξ πέλεν οὗτος· ὁ δὲ σχεδὸν ὀξὺς ὀρούσας εἵματι μυδαλέῳ λαγόνας μιτρώσατο Σίμων καὶ λινέῳ πεπύκαστο πολυτρήτῳ χρόα πέπλῳ πόντιον ἀμφίβλημα περὶ γλουτοῖσιν ἑλίξας, δέρμα, τόπερ διδύμων κεχαλασμένον εἰς πτύχα μηρῶν ἰχθυβόλοι φορέουσιν ἀθηήτου σκέπας αἰδοῦς— γυμνὸν γὰρ δέμας εἶχεν ἐς ᾐόνα δίκτυον ἕλκων— καὶ ταχὺς εἰς ῥόον ἆλτο καὶ ἠθάδα πόντον ἀμείβων χεῖρας ἐρετμώσας, κεφαλὴν εἰς ὕψος ἀείρων, ποσσὶν ἀμοιβαίοισιν ὀπίστερον ὤθεεν ὕδωρ· ἀκτῆς δʼ ἐγγὺς ἵκανε θεηδόχον ᾐόνα βαίνων, Ἰησοῦς ὅθι μίμνε δεδεγμένος. οἱ δὲ δὴ ἄλλοι εἰν ἑνὶ πάντες ἵκοντο μιῆς ἐπὶ νηὸς ἑταῖροι,
21·5
ἑσπόμενον σύροντες ἐν ὕδασι δίκτυον ἄγρης— οὐ γὰρ ἔην περίμετρος ἁλὸς πλόος ἔκτοθι γαίης, ἀλλὰ διηκοσίοις ἐνὶ πήχεσι κύματος ὁλκῷ ἀφρὸν ἀνηκόντιζον ἐς ᾐόνα θυιάδες αὖραι, γείτονος αἰγιαλοῖο περιρρανθέντος ἐέρσῃ. καὶ χθονὸς ὡς ἐπέβησαν ἐπʼ ᾐόνι διψάδος ἀκτῆς, πυρκαϊὴν φλογόεντι μαραινομένην ἴδον ἀτμῷ· ἀνθρακιῆς δʼ ἐφύπερθεν ἐπʼ ὀφρύσι κείμενον ἰχθύν, ὄψον, καὶ νέον ἄρτον. ἄναξ δʼ ἐκέλευε μαθηταῖς· ἄξατε νῦν βυθίων νεπόδων ἑτερόχροον ἄγρην, οὕςτινας ἐκ λαγόνων ἐπιέσσατε φορβάδος ἅλμης. καὶ διεροῖσι πόδεσσι θορὼν ἀνεβήσατο Σίμων χερσὶν ὁμοσθενέεσσιν ἐπὶ χθόνα δίκτυον ἕλκων ἔγκυον ἁλλομένων νεπόδων ἐπιβήτορι παλμῷ μηκεδανῶν. καὶ νῶτα κεκυφότα τείρετο Σίμων πόντοθεν ἰκμαλέης ἀγέλης ἑκατοντάδα σύρων, οἷσιν ὁμοπλεκέεσσιν ἐπέτρεχον ἰχθύες ἄλλοι σὺν τρισὶ πεντήκοντα. καὶ οὐ λίνον ἔνδοθι πόντου σχίζετο τοσσατίων νεπόδων βεβαρημένον ὄγκῳ. οὐ τότε τολμήσας τις ἀνὴρ ὁμόφοιτος ἑταίρων
21·6
ἀντωποῖς βλεφάροισι θεὸν παρεόντα δοκεύων, τίς τελέθεις, ἐρέεινε, καὶ οὐ θρασὺς εἴρετο Σίμων ἐγγύθι γινώσκων, ὅτι κοίρανος ἦεν Ἰησοῦς· καί σφιν ἄναξ παρέθηκε φέρων περιμήκετον ἰχθύν, ἰχθὺν καὶ νέον ἄρτον. ἑοῖς δʼ ἐκέλευε μαθηταῖς· δεῦτε, πάλιν δαίνυσθε μιῆς ὑπὸ κύκλα τραπέζης ὀπταλέην ἀδόκητον ἐθήμονα δαῖτα θαλάσσης. τοῦτο πάλιν τρίτον ἄλλο φαείνετο πᾶσι μαθηταῖς Ἰησοῦς μετὰ θεῖον ἐγέρσιμον ὕπνον ὀλέθρου, νόστιμος ἐκ νεκύων, χθονίους κευθμῶνας ἐάσας, ἠθάδος ἰχθυβότοιο πέρην Τιβερηίδος ἅλμης· εἰλαπίνης δʼ ἔψαυσε· καὶ εἰν ἑνὶ πάντας ἐάσας ἰχθυόεν μετὰ δεῖπνον ἀδαιτρεύτοιο τραπέζης ἀγχιπόρῳ Σίμωνι θεηγόρον ἴαχε φωνήν· Σίμων, γνήσιον ἔρνος Ἰωάνναο τοκῆος,
21·7
συμμιγέων ἐμὲ μᾶλλον ὅλων ἑτάρων ἀγαπάζεις; καί οἱ Πέτρος ἔφη· ναὶ κοίρανε, καὶ σὺ δὲ θυμῷ οἶδας, ὅσον φιλέω σε, καὶ οὐ μύθοιο χατίζεις. καὶ ζαθέοις στομάτεσσιν ἄναξ ἐπετέλλετο Πέτρῳ· βόσκε μοι ἔμφρονας ἄρνας ἀσιγήτους σέο ῥάβδῳ. Ἰησοῦς δʼ ἐρέεινεν ἀμοιβάδι Πέτρον ἰωῇ· Σίμων, ἀγλαόπαιδος Ἰωάνναο γενέθλη, μοῦνον ὁμοζυγέων φιλέεις ἐμὲ μᾶλλον ἑταίρων; καὶ πετάσας βασιλῆι τὸ δεύτερον ἀνθερεῶνα ἀνδρομέης ἀγέλης ἁλιεὺς ἐφθέγξατο Σίμων·
21·8
ναί, βασιλεῦ· σὺ δὲ μάρτυς ἐμῆς φρενὸς οἶσθα καὶ αὐτός, ὅσσον ἐγὼ γλυκὺ φίλτρον ἀθέσφατον εἰς σὲ κομίζω. καὶ πινυτῷ παλίνορσος ἄναξ μυθήσατο Πέτρῳ· ἡμετέρων ποίμαινε νοήμονα πώεα μήλων. Ἰησοῦς δʼ ἀγόρευε παλίσσυτον ἠθάδα φωνήν· πατρὸς Ἰωάνναο θεουδέος ἔκγονε Σίμων, ἀσφαλέως ποθέεις με πολὺ πλέον ἠέπερ ἄλλοι; καὶ θρασὺς ἄχνυτο Πέτρος, ὅτι τρίτον εἶπεν Ἰησοῦς· μᾶλλον ἐμῶν ἑτάρων με φιλοστόργων ἀγαπάζεις; Ἰησοῦν δʼ ἀπάμειπτο κατηφέι Πέτρος ἰωῇ·
21·9
πάντα σὺ γινώσκεις, ὅσα μήδομαι, ὄρχαμε κόσμου, καὶ νοέεις ἀτίνακτον ἐμῆς φιλότητος ὀχῆα, οἷον ἔχων φιλέω σε. θεὸς δʼ ἀντίαχε μύθῳ· οὐρανίῃ ποίμαινε καλαύροπι μῆλα καὶ ἄρνας. κουρίζων ἔτι, Πέτρε, τεὴν ἐζώννυσο μίτρην καὶ ποδὸς ἴχνος ἔκαμπτες, ὅπῃ μενέαινες ὁδεύειν· ὀψὲ δὲ γηράσκων τανύσεις σέο χεῖρας ἀνάγκῃ, καί σε περισφίγξουσιν ἀφειδέες ἀνέρες ἄλλοι εἴς τινα χῶρον ἄγοντες, ὃν οὐ σέο θυμὸς ἀνώγει.
21·10
εἶπε προθεσπίζων θανάτου τέλος ἴδμονι φωνῇ, οἵῳ Πέτρος ἔμελλε θανὼν βασιλῆα γεραίρειν. καὶ σοφίης πλήθοντι θεὸς πάλιν ἔννεπε Πέτρῳ· ἄρνας ἐμὰς ποίμαινε σαόφρονας ἄνθεσι βίβλων. καί οἱ Χριστὸς ἔλεξεν· ἐφέσπεο. καὶ τότε βαίνων ἐντροπαλιζομένης ἐτιταίνετο κύκλον ὀπωπῆς Σίμων αἰολόμητις· ὀπηδεύοντα δὲ ταρσῷ, κοίρανος ὃν φιλέεσκεν, ὀπίστερον εἶδε μαθητήν, ὃς καὶ δαινυμένοιο θεηγενέος βασιλῆος λοξὸς ἐπὶ στέρνοιο πεσὼν φιλοπευθέι μύθῳ Ἰησοῦν ἐρέεινε δαήμονα· τίς πέλεν ἀνήρ, ὅς σε θεοστυγέεσσιν Ἰουδαίοις παραδώσει; τοῦτον ἰδὼν τότε. Πέτρος, ἀνείρετο· καὶ τί τελέσσει οὗτος ἐμὸς συνάεθλος; ἄναξ δʼ ἠνίπαπε μύθῳ· εἴ μιν, ἕως ἔλθοιμι, λιλαίομαι ἐνθάδε μίμνειν,
21·11
πρὸς σὲ τί τοῦτο πέλει; σύ μοι ἕσπεο· καὶ λόγος οὗτος γνωτῶν ἐξ ἑτάρων κρυφίῃ κηρύσσετο φωνῇ αὐχήεις, ὅτι κεῖνος ἀνικήτοιο μαθητὴς οὐ ξυνοῦ θανάτου τέλος ὄψεται. οὐ μὲν Ἰησοῦς ἔννεπεν· οὐ βιότου νοσφίσσεται, ἀλλʼ ὅτι μοῦνον· εἴ μιν δεῦρο μένειν ἔτι βούλομαι, εἰςόκεν ἔλθω, πρὸς σὲ τί τοῦτο πέλει; τί δὲ πεύθεαι; οὗτος ὀπωπῇ ἀθρήσας ὁμόφοιτος ἀλήμονος ἐκτὸς ἀκουῆς ἔργων θεσπεσίων ἐπιμάρτυρός ἐστι μαθητής. καὶ νοέων τάδε πάντα κατέγραφε θέσπιδι βίβλῳ. ἄλλα δὲ θαύματα πολλὰ σοφῇ σφρηγίσσατο σιγῇ μάρτυς ἐτητυμίης, τάπερ ἤνυσεν αὐτὸς Ἰησοῦς, ὅσσα καθʼ ἓν στοιχηδὸν ἀνὴρ βροτὸς αἴκε χαράξῃ, βίβλους τοσσατίας νεοτευχέας οὐδὲ καὶ αὐτὸν ἔλπομαι ἀγλαόμορφον ἀτέρμονα κόσμον ἀεῖραι.